Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Oratio in illud Dominus creavit me initium viarum suarum
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-antiochiensis" aria-label="More works by Eustathius Antiochiensis"> —
⋯
More
Original / primary: Pg Scrape Grc
27.1
Οὐδεὶς αἴρει τὴν ψυχὴν ἀπ' ἐμοῦ· ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν. Εἰ δὲ ἑκατέρων τὴν ἐξουσίαν εἶχεν οἷα Θεὸς, συνεχώρει μὲν αὐτοῖς λύειν ἀβούλως τὸν νεὼν ἐγχειροῦσιν, ἐπιφανέστερον δὲ ἀνιστῶν ἐνεούργει. Ἐξ ἀναντιρρήτων δέδεικται ψήφων, ὅτι αὐτὸς δι' ἑαυτοῦ τὸν ἴδιον ἀνεστήσατο νεουργήσας οἶκον. Ἀναθετέον δὲ καὶ τῷ θειοτάτῳ Πατρὶ τὰς τοῦ Υἱοῦ μεγαλουργίας. Οὔτε γὰρ Υἱὸς ἄνευ τοῦ Πατρὸς δημιουργεῖ, κατὰ τὰς ἀρραγεῖς τῶν ἱερῶν γραμμάτων ἀποφάσεις. Τούτου γὰρ δὴ χάριν, τότε μὲν ὁ θειότατος Γεννήτωρ τὸν Χριστὸν ἐκ νεκρῶν ἐγηγερκέναι γράφεται· τότε δὲ ὁ Υἱὸς τὸν ἴδιον ἀναστήσειν ὑπισχνεῖται ναόν. Εἰ οὖν ἐκ τῶν προεξητασμένων ἀπαθὲς δέδεικται τὸ θεῖον τοῦ Χριστοῦ Πνεῦμα, περιττῶς τοῖς ἀποστολικοῖς ἐπισκήπτουσιν ὅροις οἱ ἐναγεῖς. Εἰ γὰρ ὁ Παῦλος ἔφρασε τὸν Κύριον τῆς δόξης ἐσταυρῶσθαι, σαφῶς εἰς τὸν ἄνθρωπον ἀφορῶν, οὐ παρὰ τοῦτο δεήσει πάθος τῷ θείῳ προσάπτειν. Τί οὖν τοῦτο συνάπτουσι πλέκοντες, ἐξ ἀσθενείας ἐσταυρῶσθαι λέγοντες τὸν Χριστόν;

Intertext edge

Open linked passage

Note