Oratio in illud Dominus creavit me initium viarum suarum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-antiochiensis" aria-label="More works by Eustathius Antiochiensis">
—
⋯
Original / primary: Pg Scrape Grc
30.1
Εἰ δὲ τῆς παρθενικῆς ἐπιβατεύσας μήτρας οὐκ ἐμείωσε τὴν ἐξουσίαν, οὐδὲ τῷ ξύλῳ τοῦ σταυροῦ προσπαγέντος τοῦ σώματος, χραίνεται τὸ Πνεῦμα. Τὸ μὲν γὰρ σῶμα μετάρσιον ἐσταυροῦτο, τὸ δὲ θεῖον τῆς Σοφίας Πνεῦμα καὶ τοῦ σώματος εἴσω διῃτᾶτο, καὶ τοῖς οὐρανίοις ἐπεβάτευε, καὶ πᾶσαν περιεῖχε τὴν γῆν, καὶ τῶν ἀβύσσων ἐκράτει, καὶ τὰς ἑκάστων ψυχὰς ἀνιχνεύων διέκρινε, καὶ πάντα ὁμοῦ συνήθως οἷα Θεὸς ἔπραττεν. Οὐ γὰρ εἴσω τῶν σωματικῶν ὄγκων ἡ ἀνωτάτω Σοφία καθειργμένη περιέχεται, καθάπερ αἱ τῶν ὑγρῶν καὶ ξηρῶν ὕλαι τῶν μὲν ἀγγείων εἴσω κατακλείονται, περιέχονται δὲ μᾶλλον ἢ περιέχουσι τὰς θήκας. Ἀλλὰ θεία τις οὖσα καὶ ἀνέκφραστος δύναμις, τὰ δ' ἐνδοτάτω καὶ ἐξωτάτω τοῦ νεὼ περιλαμβάνουσα κραταιοῖ, κἀντεῦθεν ἐπέκεινα διήκουσα, πάντας ὁμοῦ τοὺς ὄγκους κρατεῖ περιέχουσα.