Oratio in illud Dominus creavit me initium viarum suarum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-antiochiensis" aria-label="More works by Eustathius Antiochiensis">
—
⋯
Original / primary: Pg Scrape Grc
31.1
Εἰ δ' ὁ ἥλιος, σῶμα ὢν ὁρατὸν, καὶ αἰσθήσει καταληπτὸν, τοσαύτας καὶ τοιαύτας πανταχοῦ γῆς ὑπομένων αἰκίας, οὐ μεταβάλλει τὴν τάξιν, οὐδὲ αἴσθηται μικρᾶς ἢ μεγάλης πληγῆς, τὴν ἀσώματον Σοφίαν οἰόμεθα χραίνεσθαι, καὶ μεταλλάττειν τὴν φύσιν, εἰ ὁ ναὸς αὐτῆς σταυρῷ προσηλοῦται, ἢ λύσιν ὑπομένει, ἢ τρῶσιν ὑφίσταται, ἢ διαφθορὰν δέχεται; Ἀλλὰ πάσχει μὲν ὁ νεὼς, ἡ δὲ ἀκηλίδωτος οὐσία παντάπασιν ἄχραντος τὴν ἀξίαν καθέστηκεν.