Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Oratio in illud Dominus creavit me initium viarum suarum
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-antiochiensis" aria-label="More works by Eustathius Antiochiensis"> —
⋯
More
Original / primary: Pg Scrape Grc
32.1
Βαδιοῦμαι δὲ ἐντεῦθεν ἤδη καὶ ἐπὶ τὰ πεπραγμένα. Τί οὖν; ἐπειδὴ διὰ ταῦτα σύνοδος εἰς τὴν Νικαέων ἀφικνεῖται μεγίστη, διακοσίων μήτι γε καὶ ἑβδομήκοντα τὸν ἀριθμὸν ὁμόσε συναχθέντων (τὸ γὰρ σαφὲς διὰ τὸν τῆς πολυανδρίας ὄχλον οὐκ οἷός τέ εἰμι γράφειν, ἐπειδὴ μὴ πάντη τοῦτο περισπουδάστως ἀνίχνευον), ὡς δὲ ἐζητεῖτο τῆς πίστεως ὁ τρόπος, ἐναργὴς μὲν ἔλεγχος τὸ γράμμα τῆς Εὐσεβίου προὐβάλλετο βλασφημίας. Ἐπὶ πάντων δὲ ἀναγνωσθὲν, αὐτίκα συμφορὰν μὲν ἀστάθμητον τῆς ἐκτροπῆς ἕνεκα τοῖς αὐτηκόοις προὐξένει, αἰσχύνην δὲ ἀνήκεστον τῷ γράψαντι παρεῖχεν. Ἐπειδὴ δὲ τὸ ἐργαστήριον τῶν ἀμφὶ τὸν Εὐσέβιον σαφῶς ἑάλω, τοῦ παρανόμου γράμματος διαρραγέντος ὑπ' ὄψει πάντων ὁμοῦ τινες ἐκ συσκευῆς, τοὔνομα προβαλλόμενοι τῆς εἰρήνης, κατεσίγησαν μὲν ἅπαντας τοὺς ἄριστα λέγειν εἰωθότας. Οἱ δ' Ἀρειομανῖται δείσαντες μή πη ἄρα τοσαύτης ἐν ταὐτῷ συνόδου συγκεκροτημένης ἐξοστρακισθεῖεν, ἀναθεματίζουσι μὲν προπηδήσαντες τὸ ἀπηγορευμένον δόγμα, συμφώνοις γράμμασιν ὑπογράψαντες αὐτοχειρί. Τῶν δὲ προεδριῶν διὰ πλείστης ὅσης περιδρομῆς κρατήσαντες, δέον αὐτοὺς ὑπόπτωσιν λαμβάνειν, τότε μὲν λεληθότως, τότε δὲ προφανῶς τὰς ἀποψηφισθείσας πρεσβεύουσι δόξας, διαφόροις ἐπιβουλεύοντες τοῖς ἐλέγχοις. Βουλόμενοι δὲ δὴ παγιῶσαι τὰ ζιζανιώδη φυτουργήματα, δεδοίκασι τοὺς ἐφόρους· καὶ ταύτῃ τοὺς τῆς εὐσεβείας κήρυκας ἐκπολέμουσιν. Οὐχ οὕτως δὲ πιστεύομεν, ὡς ἀνθρώπους ἀθέους δύνασθαι κρατῆσαι πώποτε τοῦ θείου. Κἂν γὰρ πάλιν ἰσχύσωσι, πάλιν ἡττηθήσονται κατὰ τὸν σεμνόφωνον προφήτην Ἡσαΐαν.

Intertext edge

Open linked passage

Note