Commentarii ad Homeri Iliadem i
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
1.1
Commentarii ad Homeri Iliadem i Τῶν Ὁμήρου Σειρήνων καλὸν μὲν ἴσως εἴ τις ἀπόσχοιτο τὴν ἀρχὴν ἢ κηρῷτὰς ἀκοὰς ἀλειψάμενος ἢ ἀλλ' ἑτέραν τραπόμενος, ὡς ἂν ἀποφύγῃ τὸ θέλγητρον. μὴ ἀποσχόμενος δέ, ἀλλὰ διὰ τῆς ᾠδῆς ἐκείνης ἐλθών, οὐκ ἄν, οἶμαι, οὔτεπαρέλθῃ ῥᾳδίως, εἰ καὶ πολλὰ δεσμὰ κατέχοι, οὔτε παρελθὼν εἴη ἂν εὔχαρις. εἰ γάρ που, ὥσπερ θεάματά τινα, ὁποῖα τὰ θρυλλούμενα ἑπτὰ ἐν λόγοις κεῖνται, ἀριθμήσει τις καὶ ἀκούσματά τινα ἐπιστροφῆς ἄξια, εἴη ἂν ἐν αὐτοῖς μάλιστακαὶ ἡ Ὁμηρικὴ ποίησις, ἧς οὐκ οἶμαι εἴ τις τῶν πάλαι σοφῶν οὐκ ἐγεύσατο καὶμάλιστα τῶν ὅσοι τῆς ἔξω σοφίας ἠρύσαντο. ἐξ Ὠκεανοῦ μὲν γὰρ ποταμοὶπάντες, πηγαὶ πᾶσαι, φρέατα πάντα κατὰ τὸν πάλαι λόγον· ἐξ Ὁμήρου δέ, εἰκαὶ μὴ πᾶσα, πολλὴ γοῦν παρεισέρρευσε τοῖς σοφοῖς λόγου ἐπιρροή. οὐδεὶςγοῦν οὔτε τῶν τὰ ἄνω περιεργαζομένων οὔτε τῶν περὶ φύσιν οὔτε τῶν περὶἦθος οὔθ' ἁπλῶς τῶν περὶ λόγους ἐξωτερικούς, ὁποίους ἂν εἰπῇ τις, παρῆλθετὴν Ὁμηρικὴν σκηνὴν ἀξεναγώγητος, ἀλλὰ πάντες παρ' αὐτῷ κατέλυσαν, οἱμὲν ὡς καὶ διάγειν παρ' αὐτῷ μέχρι τέλους καὶ τῶν αὐτοῦ συσσιτίων ἀποτρέφεσθαι, οἱ δὲ ὥστε χρείαν ἀποπλῆσαί τινα καὶ συνεισενεγκεῖν ἐξ αὐτοῦ τῷ λόγῳτι χρήσιμον. ἐν οἷς καὶ ἡ Πυθία, πολλοὺς τῶν χρησμῶν πρὸς Ὁμηρικὴν μέθοδονἀποξέουσα. φιλόσοφοι περὶ αὐτόν, εἰ καὶ Ἵππαρχος φθονεῖ, ὡς μετ' ὀλίγαἱστορηθήσεται. ῥήτορες περὶ αὐτόν. γραμματικοὶ δὲ οὐκ ἄλλως εἰς τέλος, εἰ μὴδι' αὐτοῦ. ὅσοι δὲ μετ' αὐτὸν ποιηταί, οὐκ ἔστιν ὃς ἔξω τι τῶν αὐτοῦ μεθόδωντεχνάζεται, μιμούμενος, παραποιῶν, πάντα ποιῶν δι' ὧν ὁμηρίζειν δυνήσεται. ἄγουσιν αὐτὸν καὶ γεωγράφοι διὰ ζήλου πολλοῦ καὶ θαύματος. ὁ περὶ τὴνἈσκληπιαδῶν δίαιταν καὶ τὰ τραύματα ἐρανίζεται καὶ αὐτὸς ἐκεῖθεν ἀγαθά. ἐφέλκεται τὸ πρᾶγμα καὶ βασιλεῖς· καὶ μαρτυρεῖ ὁ μέγας Ἀλέξανδρος, κειμήλιον εἴτε καὶ ἐφόδιον καὶ ἐν αὐταῖς μάχαις τὴν Ὁμηρικὴν βίβλον ἐπαγόμενος 1. 2 καὶ τὴν κεφαλήν, ὅτε ὑπνοῦν δέοι, ἐπαναπαύων αὐτῇ, ἵνα τάχα μηδὲ ἐν ὕπνοιςαὐτοῦ ἀπέχοιτο, ἀλλὰ καὶ φανταζόμενος εἴη εὐόνειρος. καὶ ἔστιν ἀληθῶς βασιλικὸν πρᾶγμα ἡ Ὁμήρου ποίησις καὶ μάλιστα ἡ Ἰλιάς. καὶ παροιμία μέν τις κακῶν Ἰλιάδα φησίν· αὐτὴ δὲ καλοῦ παντός ἐστιν Ἰλιάς· δραματικώτερον μὲν σχηματιζομένη διὰ τῆς μονοειδοῦς μέν, πολυπροσώπου δὲ ἀφηγήσεως, γέμουσαδὲ μυρίων ὧν ἄν τις εἴποι καλῶν, φιλοσοφίας, ῥητορείας, στρατηγικῆς εὐτεχνίας, διδασκαλίας τῆς περὶ ἠθικῶν ἀρετῶν, τεχνῶν ὅλως παντοίων καὶ ἐπιστημῶν. ἔχει τις καὶ δόλους ἐπαινετοὺς ἐκεῖθεν μαθεῖν καὶ ψευδῶν κερδαλέων συνθέσειςκαὶ σκωμμάτων δριμύτητας καὶ ἐγκωμίων μεθόδους. φρόνησιν δὲ οὐκ ἔστινεἰπεῖν ὅσην περιποιεῖται τῷ προσέχειν ἐθέλοντι. καὶ ὅσα δὲ τῇ ἱστορίᾳ ἐπιθεωροῦνται σεμνά, οὐκ ἂν οὐδὲ τὴν Ὁμήρου τέχνην τῶν τοιούτων ἀποστερήσῃ τις, τῆς πολυπειρίας, τοῦ τὰς ἀκοὰς ἡδύνειν, τοῦ τὰς ψυχὰς παιδεύειν, τοῦ εἰς ἀρετὴνἐπαίρειν, τῶν ἄλλων οἷς ὁ ἱστορῶν ἐνευδοκιμεῖ. εἰ δ', ὅτι μύθων γέμει, ἐκπίπτειναὐτὸν κίνδυνός ἐστι τοῦ θαυμάζεσθαι, ἀλλὰ πρῶτον μὲν οὐ πρὸς γέλωτα οἱὉμηρικοὶ μῦθοι ἀλλὰ ἐννοιῶν εὐγενῶν σκιαί εἰσιν ἢ παραπετάσματα, οἱ μὲν ὑπ' αὐτοῦ πλαττόμενοι πρὸς τὰ ὑποκείμενα, οἳ καὶ πρὸς αὐτὰ οἰκείως ἀλληγοροῦνται, πολλοὶ δὲ καὶ ὑπὸ τῶν παλαιῶν μὲν τεθειμένοι, ἑλκόμενοι δὲ χρησίμως καὶ εἰςτὴν τούτου ποίησιν, ὧν ἡ ἀλληγορία οὐ πάντῃ πάντως πρὸς τὰ Τρωϊκά, ἀλλὰὅπως ἂν ἐξ ἀρχῆς ᾐνίξαντο οἱ αὐτοὺς πλασάμενοι. ἔπειτα οὐδὲ ἔχαιρεν αὐτόθενμύθοις ὁ τῆς σοφίας τρόφιμος. (ἡ σοφία τε γὰρ θεωρία ἐστὶν ἀληθευτική· καὶ ὁσοφὸς δὲ τοιοῦτος· οὐκοῦν καὶ ὁ Ὅμηρος;) ἀλλὰ διὰ τὸ τῶν πολλῶν ἐπαγωγὸναὐτοὺς τῇ ποιήσει παρεμπλέκων τεχνάζεται, ἵνα δελεάσας καὶ θέλξας τῷπροφαινομένῳ δικτύων, ὅ φασιν, ἔσω λάβῃ τοὺς ὀκνοῦντας τὸ τῆς φιλοσοφίαςγλαφυρόν, εἶτα καὶ γεύσας τῆς ἐν ἀληθείᾳ γλυκύτητος ἀφήσει σοφοὺς πορεύεσθαικαὶ θηρᾶσθαι αὐτὴν καὶ ἄλλοθεν. ἔτι δὲ γίνεται καὶ μεθοδευτὴς οὕτω τῆς τῶνμύθων πιθανῆς πλάσεως, ἵνα καὶ τούτου τοῖς φιλομαθέσιν, ὡς καὶ τῶν λοιπῶνεἰδῶν τοῦ λόγου, καθηγήσηται. ἐκεῖνο δὲ καὶ μάλιστα θαυμαστὸν ἐν τούτοιςὍμηρος ἔχει, ὅτι καὶ μύθοις μεμεστωμένος ὅμως οὐ φεύγεται, ἀλλὰ στέργεται, καὶ οἱ μισεῖν αὐτὸν προϊσχόμενοι οὐκ ὀκνοῦσιν αὐτοῦ ἄλλως ἅπτεσθαι, καὶἀποδιοπομποῦντες αὖθις προσίενται, ὅμοιοι τῷ παροιμιακῷ Σκύθῃ, ὃς θεωμένωνμὲν Ἑλλήνων ἀπέσχετο ἵππου εὐγενοῦς ἐκπεπνευκότος, ἀνακάμψας δὲ καθ' ἡσυχίαν τὸ σύνηθες ἔπραττεν, ἀπολαύων οὗ ἤθελεν. εἰ δὲ καὶ οἱ χρώμενοι δηλοῦσιτὸ χρηστὸν πρᾶγμα, οὐκ ἔχει ἀντιλογίαν πολύχρηστον εἶναι χρῆμα τὴν Ὁμηρικὴνποίησιν. ἀλλ' ὅτι μὲν εὔχρηστος ὁ ποιητής, οὕτως ἀμυδρῶς δηλοῦντες ὑπεκρουσάμεθα, ὅτι μηδὲ πρόθεσις ἡμῖν Ὁμήρου ὑπερλαλεῖν. ὡς εἴγε τις ἐν σκοπῷθήσει τὸ πρᾶγμα, οὐ πολλῶν δεήσεται λόγων, ἀλλὰ προβαλεῖται τὰς βίβλους ἐκπροχείρου, ὧν αἱ μὲν εἰς αὐτόν, αἱ δὲ ἐξ αὐτοῦ συνεκροτήθησαν, καὶ ἀνύσειῥᾳδίως τὸ προτεθέν. 1. 3 Λείπεται δὴ ἡμῖν, ἐπεὶ ἀποπέφανται μὴ γελοῖος εἶναι πάντῃ ὁ πονησάμενοςπερὶ τὴν Ὁμήρου ποίησιν, γενέσθαι οὗ ἐσκοπήσαμεν καὶ μὴ ἐπὶ πλέον συνιστᾶντὸν ποιητήν, ἀλλὰ ποιεῖν ὅπερ εἰς αὐτὸν οὐ πρὸς μεγιστάνων τινῶν ἐπετάχθημεν, ὁποῖά τινα πλάττονται οἱ κομψοί, ἀλλὰ πρὸς φίλων ὁμιλητῶν, οἷς ὑπολήψεώςτι χρηστῆς περὶ ἡμῶν ὕπεστιν. ἦν δὲ τὸ φιλικὸν θέλημα διὰ τῆς Ἰλιάδος ἐλθεῖνκαὶ ἐκπορίσασθαι τὰ χρήσιμα τῷ διεξοδεύοντι, οὐ λέγω ἀνδρὶ λογίῳ, ἐκεῖνονγὰρ οὐδὲν ἂν τῶν τοιούτων εἰκὸς λανθάνειν, ἀλλὰ νέῳ ἄρτι μανθάνοντι· τυχὸνδὲ καὶ μαθόντι μέν, δεομένῳ δὲ ἀναμνήσεως. καὶ δὴ γίνεται τοῦτο· καὶ τὰχρήσιμα κατὰ ἀκολουθίαν εὐσυνθέτως ἐκλέγονται, οὐχ' ὥστε μέντοι τὰ πάντωνἐνταῦθα εἶναι τῶν πονησαμένων εἰς τὸν ποιητήν, (τοῦτο γὰρ καὶ μόχθος μάταιοςκαὶ περιττὸς καὶ οὐδὲ ῥᾷον ἀνύσιμος,) ἀλλ' ὥστε τὸν γινώσκειν ἐθέλοντα εὑρίσκεινκατὰ τόπον εὐτάκτως τὰ μὴ παρέλκοντα, οἷον· ἐννοίας εὐχρήστους τῷ καταλογάδην γράφοντι καὶ βουλομένῳ ῥητορικὰς ποιεῖν εὐκαίρως παραπλοκάς· μεθόδους, ἐξ ὧν καὶ ὠφελεῖταί τις μιμεῖσθαι θέλων καὶ τῆς εὐτεχνίας θαυμάζειτὸν ποιητήν· λέξεις, τὰς πλείους μὲν ὡς πεζῷ λόγῳ προσηκούσας, πολλάκις δὲκαὶ σκληρὰς καὶ τραχείας καὶ ποιητικάς, ἃς εἰ μὴ ἀναπτύξει τις ἐτυμολογικώτερον, οὐκ εὔγνωστον ἔσται τὸ χωρίον, ὃ παρεκβέβληται· γνώμας, αἷς καὶ αὐταῖςπολλαχοῦ ἡ Ὁμηρικὴ σεμνύνεται ποίησις· ἱστορίας, οὐ μόνον αἷς ὁ ποιητὴςχρᾶται κατὰ κανόνα οἰκεῖον, ἀλλ' ἔστιν ὅπου καὶ πλατύτερον, ὡς ἐξ ὧν ἱστόρησανἕτεροι· ἔτι δὲ μύθους, τοὺς μὲν ἀκράτους καὶ ἀθεραπεύτους καὶ κατὰ μόνονθεωρουμένους τὸ προφερόμενον, τοὺς δὲ καὶ μετὰ θεραπείας ἀλληγορικῆς εἴτε καὶἀναγωγικῆς· καὶ ἕτερα μυρία καλὰ εἰς βίον χρήσιμα· καὶ ταῦτα οὐ μόνον συντόμως, ἀλλὰ καὶ ποικίλως. ὥστε εἴ τις ἀφθονήτως τὸ πᾶν περιελθὼν τοῦτο πόνημαεἴποι ἐπιεικέστερον, ὡς οὐκ ἀνωφελὲς πάντῃ ἐστὶ τὸ ἐγχείρημα, οἶμαι, οὐψεύσεται. νέων γὰρ ἀγωγὴ καὶ διατριβὴ ἀναγνώσεως συντελοῦσα εἰς τὴνὉμηρικὴν Ἰλιάδα, καλὴ ἂν καὶ αὕτη γένοιτο, εἴτε κατὰ μόνας τις ἀπολαβὼν τὸ παρὸν ἔργον αὐτὸ καθ' αὑτὸ θεωροίη εἴτε καὶ τὴν Ἰλιάδα χειριζόμενος σκέπτεσθαι τὴν ἐργασίαν ταύτην βούλεται, εἴ τί που ἐν χρῷ ἐκείνης παράπτεται. πρὸς δὲτοῖς ἄλλοις οὐδὲ ἐκτέταται τὸ προκείμενον ἔργον εἰς ἓν ὕφος καὶ σῶμα κατὰσυνέχειαν ἀδιάστατον, ἵνα τῷ ἀδιακόπῳ ἀποκναίῃ τὸν ἐντυγχάνοντα καὶ δυσεύρετον ἔχῃ τὸ κατάλυμα, ἀλλ' ἕκαστον τῶν χρησίμων καθ' αὑτὸ ἰδίᾳ κεῖται καὶπερατωθέντος αὐτοῦ μετάβασις ὡς ἐξ ὑπαρχῆς ἐπὶ ἕτερον γίνεται. καὶ οὕτωςὁ διὰ τοῦ συγγράμματος τούτου ἐρχόμενος συχνὰ οἷον καταλύων ἀναπαύεται. ὁποῖόν τι καὶ ἐν τοῖς εἰς τὸν Περιηγητὴν ἡμῖν γέγονε καὶ εἰς τὴν Ὀδύσσειαν δέ. καὶ ἐκεῖ γὰρ ὁμοίως τὸ ἔργον μεθώδευται παρεκβαλοῦσι τὰ εὔχρηστα ὡς ἐνἐκλογῇ κατὰ ἀκολουθίαν εὐσύνθετον, οὐ μὴν πλατεῖαν ποιησαμένοις αὐτὸ τοῦτο 1. 4 ἐξήγησιν, ἵνα μή τις ἐκφλυαρίζων τὸ πρᾶγμα μυκτηρίσῃ μηδὲν ἡμᾶς καινότερονπραγματεύσασθαι. ὅπου γε καὶ νῦν ὁ μὴ πάνυ εὐγνώμων τοιοῦτος ἴσως ἔσταικαὶ θαρρῶν τὰ παρ' ἄλλοις ἀριζήλως εἰρημένα ἐξευρίσκειν καὶ ἐνταῦθα κείμεναοὐδὲν ἱερὸν εἶναι κατὰ τὴν παροιμίαν τὸ παρὸν ἔργον ἐρεῖ. ἀλλ' ὁ τοιοῦτος ἴστωκακῶς κρίνων, ἵνα μή τι πλεῖον ἐροῦμεν, συνιστῶντες ἑαυτοὺς κατὰ τὸν παροιμιακὸν Ἀστυδάμαντα. εἰ δὲ καὶ τυχὸν ὁ οὕτω δοξάζων ὀρθῶς ἔκρινεν, ἀλλ' ἡμεῖςκαὶ οὕτως ἐπιβαλοῦμεν τῷ ἔργῳ, ἵνα, εἰ μὴ ἑτέροις, ἀλλὰ τοῖς γοῦν ἀγγαρεύσασινἀρέσωμεν, ἀγογγύστως τὸ ἐπιτεθὲν φορτίον ἄραντες. ὅσα μὲν οὖν ἐκ προθύρωνοἱ σοφοὶ τῆς Ἰλιάδος προγράφουσιν, ἐξ ἐκείνων ἀναλεκτέον, ὅτι μηδὲ πρόκειταιἡμῖν ἀμαυρῶσαι τὰ τῶν ἄλλων καὶ κενὴν δόξαν θηράσασθαι καὶ σκῶμμα τοῦπάντῃ τὰ ἀλλότρια μεταγράφειν ἐφελκύσασθαι. Ἐκεῖνα δὲ καὶ μόνα πάνυ συντόμως προγραπτέον ἐνταῦθα, ὅτι τὴν Ὁμήρου ποίησιν οἱ μὲν εἰς τὸ παντελὲςἐσκίασαν καὶ ὡς οἷον αἰσχυνόμενοι, ἐὰν ὁ ποιητὴς ἀνθρωπίνως λαλῇ, ἀνήγαγονπάντα καὶ εἰς ἀλληγορίαν μετέθεντο, καὶ οὐ μόνον εἴ τί που μυθικόν, ἀλλὰ καὶτὰ ὁμολογουμένως ἱστορούμενα, τὸν Ἀγαμέμνονα, τὸν Ἀχιλλέα, τὸν Νέστορα, τὸν Ὀδυσσέα, τοὺς λοιποὺς ἥρωας, ὡς δοκεῖν τὸν ποιητὴν ἐν ὀνείροις ἡμῖνὁμιλεῖν. ἕτεροι δὲ ἀπεναντίας πάντῃ ἐκείνοις ἐλθόντες ἐξέσπασαν τὰ Ὁμηρικὰπτερὰ καὶ οὐκ ἀφῆκαν αὐτὸν πτερύσσεσθαι ὅλως μετέωρον, ἀλλὰ τοῦ φαινομένουγενόμενοι μόνου καὶ κατασπάσαντες τοῦ ἀναγωγικοῦ ὕψους τὸν ποιητὴν οὐδὲνοὐδ' ὅλως ἀφῆκαν ἀλληγορεῖσθαι παρ' αὐτῷ, ἀλλὰ καὶ τὰς ἱστορίας ἀφῆκανοὕτως ἔχειν, καλῶς γε τοῦτο ποιοῦντες, καὶ τοὺς μύθους δὲ ἀπαραποιήτουςεἰς ἀλληγορίαν εἶναι προσέταξαν. ἐν οἷς, ὡς καὶ ἐν τοῖς ἑξῆς δηλωθήσεται, καὶὁ Ἀρίσταρχος, οὐ πάνυ καλῶς τοῦτο νομοθετήσας. οἱ δὲ ἀκριβέστεροι, ὥσπερτὰς ἱστορίας ἐφ' ἑαυτῶν μένειν ἀφῆκαν, οὕτω καὶ τοὺς μύθους τὰ πρῶτα μὲντίθενται οὕτως ἔχειν ὡς λέγονται, καὶ ἐπισκέπτονται τὴν πλάσιν αὐτῶν καὶ τὴνἐν αὐτῇ πιθανότητα, δι' ἧς ἐν μύθοις ἀλήθειά τις εἰκονίζεται. εἶτα διὰ τὸ ἐναὐτοῖς φύσει ψευδὲς ἀφέντες τὸ σωματικὸν εἰκόνισμα ἀνατρέχουσιν εἰς τὴν ἐξἀλληγορίας θεραπείαν τοῦ μύθου ἢ φυσικῶς ἐξετάζοντες, ὡς ἄλλοι δηλοῦσιπλατύτερον, ἢ κατὰ ἦθος· πολλαχοῦ δὲ καὶ ἱστορικῶς. οὐκ ὀλίγοι γὰρ μῦθοι καὶπρὸς ἱστορίαν ἐκθεραπεύονται, ὡς ἀληθῶς μὲν γενομένου τοῦδέ τινος πράγματοςἐν τῷ καθ' ἡμᾶς βίῳ, τοῦ δὲ μύθου τὸ ἀληθὲς ἐκβιαζομένου πρὸς τὸ τερατωδέστερον. ταύτης τῆς ὁδοῦ ἐχομένη καὶ ἡ παροῦσα πραγματεία οὐδὲ τοὺς μύθουςἀνεπισκέπτους εἰς τὸ πᾶν ἀφήσει, ἀλλὰ περιεργάσεταί που αὐτοὺς ἀκολούθωςτοῖς παλαιοῖς. οὐ χρὴ δὲ ἀναπεσεῖν οὐδὲ νῦν τὸν ἀκούσαντα τοῖς παλαιοῖς ἡμᾶς 1. 5 καὶ ἐν τούτοις ἀκολουθεῖν, ὡς δυνατὸν ὂν καὶ αὐτὸν ἐκεῖθεν τὰ τοιαῦτα ἐρανίσασθαι. πρῶτον μὲν γάρ, καθάπερ τοῖς μαγειρεύουσι χάρις, οὐχ' ὅτι τὰ μὴ ὄνταδαιτρεύουσιν, ἀλλ' ὅτι τὰ ἐπιπόνως ἔχοντα τοῦ συναγαγεῖν αὐτοὶ ἀγείραντεςεἰς ἓν παρέθεντο, οὕτω καὶ ἡμῖν ἔσται τι χάριτος, ὅτι πόνου δίχα οἱ περιτυχόντεςἔχουσι πολλαχόθεν ἐπισυναχθὲν τὸ ζητούμενον. εἶτα, εἰ καὶ ἀγέρωχόν τι καὶγαῦρον ὁ λόγος ἔχει, οὐκ οἶδα, εἰ μή τινες τῶν ὑπονώθρων μόλις περιτύχοιενἐκείνοις, ἐξ ὧν πολλὰ τῶν ἐνταῦθα ἠράνισται. εἰ δέ τι ἐν διαφόροις καὶ προσεπινενόηται, αὐτό, φασί, δείξει. Ἐπεὶ δὲ ποιητὴν μέγαν περιεργαζόμεθα, σκοπητέον τὸ τοιοῦτον ὄνομα καὶσημειωτέον, ὅτι, καθάπερ ἔπος ἁπλῶς μὲν ὁ λόγος, ὡς τὸ «ἔπεα πτερόεντα», ἰδίως δὲ ἔπος ὁ ἔμμετρος λόγος, οὕτω καὶ ποιεῖν ὅλως μὲν τὸ πράττειν· καὶἔστιν ἡ χρῆσις καὶ παρὰ τῷ ποιητῇ πολλαχοῦ, ἰδιάζεται δὲ ἡ λέξις καὶ ἐπὶ τῶνῥαψῳδούντων κατά τι ἐξαίρετον διὰ τὸ τῆς ἐν αὐτοῖς πράξεως ταύτης [ἐξέχονὡς] θεῖον καὶ ἔλλογον. ὅθεν καὶ συνθέμενοί τινες τὸ ἔμμετρον ἔπος καὶ τὸ ῥαψῳδικῶς ποιεῖν ὠνόμασαν συνθέτως ἐποποιοὺς τοὺς ἐν ἁπλότητι λεγομένους καὶποιητάς, μάλιστα δὲ τοὺς ἐν ἑξαμέτρῳ τόνῳ ἡρωΐζοντας. ὧν κατάρξαι λέγεταίτις Φημονόη, γυνὴ προφῆτις Ἀπόλλωνος, ἐφευροῦσα, φασίν, αὐτὴ πρώτη τὸἔπος, κληθὲν οὕτω κατὰ τοὺς παλαιοὺς οὐ μόνον καθ' ὑπεροχήν, δι' ἣν τὸἑξάμετρον ἰδιώσατο τὴν κοινὴν προσηγορίαν τοῦ λόγου, ἀλλὰ καὶ διότι ἕπονται, φασί, τὰ πράγματα τοῖς χρησμοῖς. εἰ δὲ ἡ τοιαύτη ἐτυμολογία δασύνεσθαι ἀπαιτεῖ τὸ ἔπος, ἀλλ' ἔστι συνηγορῆσαι καὶ τῇ ψιλώσει τούτου πιθανῶς, εἴ τιςβουληθείη. τίς δὲ ἡ ἐποποιΐα καὶ ὅτι ποιήσεως εἶδος καὶ αὐτὴ ὡς καὶ ἡ τραγῳδίακαὶ ἡ κωμῳδία καὶ ἡ τῶν Κυκλίων ποιημάτων καὶ ἡ λυρικὴ καὶ ἕτεραι, ζητητέονἐν ἄλλοις. καὶ οὕτω μὲν κατέστη τὸ ποιεῖν, ἐξ οὗ καὶ ὁ ποιητὴς καὶ ἡ ποίησις. καὶ δῆλον ὅτι ποιεῖν παρὰ τοῖς παλαιοῖς, ὡς καὶ ὁ Κωμικὸς ἐμφαίνει, τὸ ποιητικῶς ἤγουν ἐμμέτρως ἀείδειν καὶ γράφειν, ὡς τὸ «ἐποίησάς ποτε ὦ Εὐριπίδη» ἀντὶ τοῦ «ἔγραψας ἐν τῇ ποιήσει σου». καὶ τοίνυν καὶ ποιητὴς ὁ οὕτω γράφων, ὁποῖος ἂν καὶ εἴη εἴτε κωμικὸς εἴτε ὁστισοῦν ἕτερος, ἐξόχως δὲ Ὅμηρος. ὡς γάρ, εἴ τις εἴπῃ ὁ ῥήτωρ, ὁ Δημοσθένης εὐθὺς ὑπερεχόντως ἐνοήθη, κἂν τὸνλυρικὸν ἀκούσωμεν, εἰς τὸν Πίνδαρον ἀναγόμεθα, οὕτω καὶ τὸν ποιητὴν ἀκούσαςτις μετὰ τοῦ ἄρθρου τὸν Ὅμηρον ἐνόησε. διὰ τί; ὅτι ἐν αὐτῷ ἀρετὴ πᾶσα 1. 6 ποιήσεως καὶ διότι σπερματικῶς ἀρχὴ καὶ καθηγητὴς αὐτὸς πᾶσι γέγονεποιηταῖς τοῦ εἶναι, ὅπερ λέγονται. καὶ ταῦτα μὲν οὕτως, ἵνα μὴ ἐπὶ πλέον πόρρωτοῦ σκοποῦ πλαζώμεθα. Ὁμήρου δὲ γένος οὐδ' αὐτὸ περιεργασόμεθα. εἴρηται γὰρ πολλοῖς ἑτέροις, ὡς οὐκ ἂν ἡμεῖς κρειττόνως εἴπωμεν· εἰ μὴ ἄρα τοῦτο καὶ μόνον ῥητέον κατὰτὸ ἐπιτρέχον, ὅτι ἐπικρύψας ἑαυτὸν ὁ ποιητὴς καὶ σιγήσας, ὅστις ποτὲ καὶὅθεν ἦν, περιμάχητος μᾶλλον ἐγένετο καὶ πολύπατρις. ἔστι γὰρ κατὰ τὴν τῶνποθούντων ἔφεσιν καὶ Ἰήτης καὶ Σμυρναῖος καὶ Ἀθηναῖος καὶ Αἰγύπτιος, ἤδη δὲ καὶ Ἰταλός. ἀμφισβητοῦσι δ' αὐτοῦ καὶ Χῖοι, μαρτύριον προχειριζόμενοιτοὺς καλουμένους Ὁμηρίδας, ὧν καὶ Πίνδαρος μέμνηται. καὶ ἕτεροι δὲ πολλοὶὉμήρου μεταποιοῦνται σφετεριζόμενοι καὶ ἁβρυνόμενοι αὐτὸν ἔχειν πολίτην ἢἑτέροις ἀγαθοῖς σεμνύνεσθαι. Ὅτι δὲ καὶ ἕτεροι πρὸ αὐτοῦ ἦσαν ποιηταί, ὧνκαὶ Μουσαῖος ἀκέσεις νόσων συγγραψάμενος, καὶ ὅτι, ὡς καὶ Αἰλιανὸς ἱστορεῖ, μετὰ Ὀρφέα καὶ Μουσαῖον Σύαγρος γέγονε ποιητής, ὃς πρῶτος τὸν Τρωϊκὸν ᾖσε πόλεμον, καὶ τοῦτο ἐς τοσοῦτον εἰρήσθω. καὶ ὅτι ἔπνεε τὰ ἔπη Ὅμηροςκαὶ οὕτως εἶχε τῆς περιέργου καὶ ἐμμελοῦς Μούσης, ὡς οὐδὲ τοῦ ἐν ἁπλότητιπεζολογεῖν ἕτεροι, καθὰ καὶ Ἡρόδοτος ἱστορεῖ ἐν οἷς ἔγραψεν εἰς τὸν Ὅμηρον. ὡς δὲ καὶ πολλοὶ Ὅμηροι, καὶ αὐτὸ ἱστόρησαν ἕτεροι, καὶ ὅτι δὲ ὁ νῦν προκείμενος ἢ ἀπὸ τοῦ μὴ ὁρᾶν ὠνόμασται, ὡς οἱονεὶ μήορος καὶ κατὰ μετάθεσινὍμηρος, ἢ ὡς αὐτὸ τοῦτο γενόμενος Ὅμηρος, ὁποίους τοὺς ἐπὶ εἰρήνῃ διδομένους εἰς ἐνέχυρον οἴδαμεν, καὶ τοῦτο εἰς πλάτος κεῖται παρ' ἄλλοις. οἳ καίφασι τὰ ἐπὶ εἰρήνῃ ὅμηρα οὕτω λέγεσθαι παρὰ τὸ ὁμοῦ καὶ τὸ ἀρῶ τὸ ἁρμόζω· εἰς ὁμόνοιαν γὰρ ἁρμόττονται διὰ τῶν ὁμήρων οἱ διεστῶτες ἀλλήλων καὶστασιάζοντες. [χρῆσις δὲ τοιαύτης λέξεως παρὰ πολλοῖς τε ἄλλοις καὶ παρ' Εὐριπίδῃ ἐν τῷ «συλλάβετε ὅμηρον τήνδε».] Εἰ δὲ καὶ ἕτερα ποιήματά εἰσινὉμήρου, οἷον καὶ ὁ Μαργίτης καὶ ἡ τῶν μυῶν καὶ βατράχων Μάχη, ἄλλοικαὶ αὐτὸ ἐξήτασαν πρὸς ἀκρίβειαν, καὶ ἐὰν ἡ Ἰλιὰς τῆς Ὀδυσσείας προπεποίηται ἢ καὶ ἀνάπαλιν. Εἰ δὲ καὶ ἤρισεν Ὅμηρος Ἡσιόδῳ τῷ Ἀσκραίῳ καὶ ἡττήθη, ὅπερ ὄκνος τοῖς Ὁμηρίδαις καὶ λέγειν, ζητητέον ἐν τοῖς εἰς τοῦτο γράψασιν, 1. 7 ἐν οἷς ἔκκεινται καὶ τὰ ῥητὰ τῆς ἔριδος. ὡσαύτως καὶ ἐὰν ἐπὶ τῶν Τρωϊκῶνἔτυχεν ὢν ἢ μᾶλλον μετὰ τὰ Τρωϊκά. ταῦτα γὰρ πάντα εἰ ἐπιμελῶς φυλοκρινήσειτις, βίβλος ἱστορικὴ πολύλογος συντεθήσεται. ἡμῖν δὲ οὐ τοῦτο σκοπός, ἐκεῖνοδὲ μᾶλλον ὃ καὶ προεξεθέμεθα. Ἔτι κἀκεῖνο προλαβεῖν χρὴ ἐχόμενον ἤδη καὶπροκλητικὸν τοῦ παρεκβολικοῦ σκοποῦ, ὅτι ἀνδρώδης μὲν ἡ Ἰλιὰς καὶ σεμνοτέρακαὶ ὕψος ἔχουσα, ἐπεὶ καὶ ἡρωϊκωτέρα· ἠθικὴ δὲ ἡ Ὀδύσσεια, ὡς ἐκεῖ σαφέστερον γέγραπται· καὶ ὅτι τὴν Ὁμηρικὴν ἰσχὺν οὐ τοσοῦτον ἐν τῇ Ἰλιάδι ἔστι καταμαθεῖν, ὅσον ἐν τῇ Ὀδυσσείᾳ. ἐνταῦθα μὲν γὰρ πολλαὶ ἀφορμαὶ εἰςῥητορείας δαψίλειαν, ἐκεῖ δὲ γλισχρότατος καὶ πάντῃ ὀλιγόϋλος ὁ τοῦ βιβλίουσκοπός. καὶ ὅμως ἐξήρκεσεν ὁ ποιητὴς βίβλον καὶ ἐκείνην τηλικήνδε καὶ τοιαύτην διασκευάσασθαι παραδεικνύων, ὅτι παμπλούσιός ἐστι καὶ πάνυ φιλότιμοςἔν τε πολυαφόρμοις καὶ ἐν μὴ τοιαύταις γραφαῖς. ὅθεν ἐκεῖνο μὲν τὸ βιβλίον ἀπὸἑνὸς προσώπου τοῦ Ὀδυσσέως ὠνόμασεν ὑποδηλῶν τὸ ὀλίγον τῆς τοῦ γράφεινὕλης, ὡς μόνα δῆθεν λέξων τὰ κατὰ τὸν Ὀδυσσέα, εἰ καὶ ἄλλως κατὰ μέθοδονοἰκείαν καὶ ἕτερα πολλὰ παρενέπλεξε. ταύτην δὲ τὴν βίβλον συλληπτικώτερονἸλιάδα ἐκάλεσε καὶ οὔτε ἀπὸ ἑνός τινος ὡς ἐὰν Ἀχίλλεια ἤ τι τοιοῦτον ἐκαλεῖτο, οὔτε διὰ τοὺς Ἰλιεῖς, ὡς δηλαδὴ τὰ τῶν Ἰλιέων μόνων περιέχουσαν κακά, ἀλλ' ὅτι περιέχει τὰ κατὰ τὴν Ἴλιον συμπεσόντα ἤτοι τὰ Τρωϊκά, εἰ δέ τινεςἐπαγωνίζονται δεῖξαι, ὅτι ὡς οἷον ἀπὸ προσώπου παθόντος, τοῦ τῶν Ἰλιέωνδηλαδὴ λαοῦ, ἡ ποίησις αὕτη ὠνόμασται Ἰλιάς, ὅθεν κερδήσαντες καὶ οἱ μετὰτὸν Ὅμηρον τραγικοὶ καὶ ἕτεροι ἐκ προσώπων παθόντων οἰκεῖα πολλάκιςἐπιγράφουσι δράματα, οἱ τοιοῦτοι αὐτόθεν ἐλέγχονται ἄλλως τε καὶ ὅτι οὐχ' ἁπλῶς ἐνταῦθα ὁ ποιητὴς περὶ τῶν Ἰλιέων λέγει τί ἔπαθον, ἀλλὰ καὶ τοῦτομέν, σκοπὸς δὲ αὐτῷ τοῦ βιβλίου, ὡς καὶ αὐτὸς ἐν προοιμίῳ ἐκτίθεται, εἰπεῖνὅσα κακὰ ἐν τῷ καιρῷ τῆς τοῦ Ἀχιλλέως μήνιδος καὶ οἱ Τρῶες καὶ οἱ Ἕλληνες ἔπαθον καὶ μάλιστα οἱ Ἕλληνες. διὸ καὶ «οὐλομένην» εἰπὼν τὴν τοῦ Ἀχιλλέως μῆνιν ἐπάγει «ἣ μυρί' Ἀχαιοῖς ἄλγε' ἔθηκε» μονονουχὶ λέγων ὀλεθρίαν γενέσθαιτὴν τοιαύτην μῆνιν, διότι κακὰ ἐξ αὐτῆς οἱ Ἀχαιοὶ ἔπαθον κατά τινα εἱμαρμένην, ὡς ἐν τοῖς ἑξῆς δηλωθήσεται. καὶ διὰ ταῦτα μὲν τὸ βιβλίον τοῦτο καλεῖταιἸλιάς. Δοκεῖ δὲ ἡ τοιαύτη λέξις κτητικὴ εἶναι καὶ ἐλλειπτικῶς ἔχειν. ὥσπεργὰρ λόγχη καὶ γῆ καὶ Τροία καὶ μάχη καὶ σκοπιὰ Ἰλιὰς παρὰ τοῖς τραγικοῖς 1. 8 ἀντὶ τοῦ Ἰλιακή, ὅ ἐστι Τρωϊκή, οὕτω καὶ ἐνταῦθα Ἰλιάς, βίβλος δηλαδή, ἢ Ἰλιὰς ποίησις ἢ ἱστορία Ἰλιάς. ὥσπερ καὶ τὸ Ἰάς. καὶ τοῦτο γὰρ ἐλλέλειπταιδηλοῦν ὅτι Ἰωνικὴ διάλεκτος. Σημείωσαι δὲ ἐνταῦθα καὶ ὅτι τὸ μὲν εἰπεῖνὉμήρου Ἰλιάς ταὐτόν ἐστι τῷ Ὁμήρου Τρωϊκά, τὸ δὲ Ἰλιὰς μάχη τραγικῶἴσον δύναται τῷ Τρωϊκὸς πόλεμος. ἀλλὰ γὰρ ἤδη τῷ σκοπῷ ἐγχειρητέον, ἵνα μή ποθεν ἀκούσωμεν περιττὰ ἐν οὐ δέοντι σοφίζεσθαι. Ὅτι ἓν μέν τι σῶμα συνεχὲς διόλου καὶ εὐάρμοστον ἡ τῆς Ἰλιάδος ποίησις, οἱ δὲ συνθέμενοι ταύτην κατ' ἐπιταγήν, ὥς φασι, Πεισιστράτου τοῦ τῶνἈθηναίων τυράννου γραμματικοὶ καὶ διορθωσάμενοι κατὰ τὸ ἐκείνοις ἀρέσκον, ὧν κορυφαῖος ὁ Ἀρίσταρχος καὶ μετ' ἐκεῖνον Ζηνόδοτος, διὰ τὸ ἐπίμηκες καὶδυσεξίτητον καὶ διὰ τοῦτο προσκορὲς κατέτεμον αὐτὸ εἰς πολλά. καὶ τὰτοιαῦτα τμήματα οὐκ ἠθέλησαν ὀνομάσαι πρῶτον τυχὸν λόγον καὶ δεύτερον καὶτρίτον καὶ τὰ ἑξῆς, καθάπερ ἐποίησε Κόϊντος ἐν τοῖς μετὰ τὸν Ὅμηρον, ἀλλ' ἐπειδήπερ ἡ βίβλος ἐξήρκει πρὸς πλείω τμήματα, ἔκριναν σεμνὸν ὀνομάσαιτὰς τομὰς τοῖς ὀνόμασι τῶν εἰκοσιτεσσάρων στοιχείων τῆς ἀνθρωπίνηςἐναρμονίου φωνῆς. ὅθεν καὶ τὸ μὲν προκατάρχον τμῆμα ἄλφα ὠνόμασαν, τὸ δὲμετ' αὐτὸ βῆτα καὶ γάμμα τὸ ἐφεξῆς καὶ τὰ ἐχόμενα ὁμοίως κατὰ εὔτακτον λόγονἕως τοῦ μεγάλου ˉω, τιμῶντες οὕτω τὴν Ὁμηρικὴν ποίησιν τῷ πρεσβείῳ τῶνστοιχειωδῶν γραμμάτων καὶ μηδὲ πράγματα ἔχοντες τῇ εὑρεσιλογίᾳ τῶνἐπιγραφῶν καὶ φιλοσόφων δὲ ἔργον ποιοῦντες, οἳ πολλαχοῦ τὰ οἰκεῖα συγγράμματα οὕτως ἐπιγράφουσι σεμνότερον. διὸ καὶ τὰ εἰκοσιτέσσαρα τμήματατῆς Ὁμηρικῆς ποιήσεως, τῆς τε κατὰ τὴν Ἰλιάδα καὶ τῆς ἐν τῇ Ὀδυσσείᾳ, οὐ μόνον ἄλφα καὶ βῆτα καὶ γάμμα ὀνομάζονται καὶ τὰ ἑξῆς, ἀλλὰ καὶ γράμματα καλοῦνται, καθὰ καὶ τὰ ῥηθέντα στοιχεῖα τῆς φωνῆς, οὐ μὴν δράματα, ὡς τὰ παρὰ τοῖς τραγικοῖς· αὐτὰ γὰρ ἀπὸ τοῦ μιμηλῶς ἐν θεάτροις δρᾶσθαιδράματα λέγονται, οὐ μὴν γράμματα. εἰ δὲ καὶ τὴν Ὁμηρικὴν ποίησιν οἱὕστερον ὑπεκρίνοντο δραματικώτερον, τὴν μὲν Ὀδύσσειαν ἐν ἁλουργοῖςἐσθήμασι, τὴν δὲ Ἰλιάδα ἐν ἐρυθροβαφέσιν, ἐκεῖνο μὲν κατὰ τοὺς παλαιοὺςδιὰ τὴν ἐν θαλάσσῃ πλάνην τοῦ Ὀδυσσέως, τοῦτο δὲ διὰ τοὺς ἐν Τροίᾳ φόνουςκαὶ τὰ ἐντεῦθεν αἵματα, ἀλλὰ τοῦτο μὲν σύμβαμα καὶ καινότερον ἐπινόημα τῶνἐσύστερον. ὁ δὲ ποιητὴς εἰ καὶ δραματικῶς ἔγραψεν, ἀλλ' οὐκ ἐδραματούργησεσκηνικῶς. διὸ οὐδὲ δράματα τὰ τῆς ἐκείνου ποιήσεως τμήματα. οὐ μόνον δὲγράμματα τὰ τοιαῦτα, ἀλλὰ καὶ ῥαψῳδίαι καλοῦνται διὰ τὸ κατὰ συνθήκην τεχνικὴν ῥάπτεσθαι οἷον τὴν ᾠδήν. καὶ φέρεται εἰς τὴν τοιαύτην ἔννοιαν Ἡσιόδου 1. 10 χρῆσις αὕτη ἐν μέτρῳ ἡρῴῳ· Ἐν Δήλῳ τότε πρῶτον ἐγὼ καὶ Ὅμηρος ἀοιδοὶ μέλπομεν, ἐν νεαροῖς ὕμνοις ῥάψαντες ἀοιδήν. Ὅτι δὲ καὶ παρὰ τὴν ῥάβδον ἡ ῥαψῳδία εἴρηται, οἱονεὶ ῥαβδῳδία τις οὖσα, φασὶ καὶ τοῦτο οἱ παλαιοί, ἀκολουθοῦντες Καλλιμάχῳ εἰπόντι «τὸν ἐπὶ ῥάβδῳμῦθον ὑφαινόμενον». δαφνίνη δὲ ἦν ἡ ῥάβδος, ἣν κατέχοντες ἐποιοῦντο τὰςτοιαύτας ᾠδάς. καὶ τὴν αἰτίαν οἱ τῆς γραμματικῆς ἐξηγηταὶ λέγουσι. καὶοὕτω μὲν τὰ Ὁμηρικὰ εἰκοσιτέσσαρα γράμματα καὶ ῥαψῳδίαι ἐλέγοντο, μερικαί τινες οὖσαι περιπέτειαι, ὥς φασιν οἱ παλαιοί, καὶ μικραὶ ὑποθέσεις. αἱ δὲ αὐταὶ ῥαψῳδίαι καὶ ποιήματα ἐκαλοῦντο ὡς μέρη. ποίησις μὲν γὰρ ἡ ὅληβίβλος· ποίημα δὲ τόδε τὸ γράμμα ἤγουν ἥδε ἡ ῥαψῳδία, τὸ ἄλφα, τὸ βῆτακαὶ τὰ λοιπά. οἱ δὲ πλείους τῶν παλαιῶν τήν τε ὅλην Ὁμηρικὴν ποίησινῥαψῳδίαν λέγουσι καὶ ῥαψῳδοὺς τοὺς αὐτὴν ᾄδοντας· ἔτι δὲ καὶ ῥαβδῳδοὺςδιὰ τὴν ἄνω ῥηθεῖσαν δαφνίνην ῥάβδον· διὰ δὲ τὴν αὐτὴν καὶ στιχῳδούς· στίχοιγάρ, φασίν, ὑπό τινων αἱ ῥάβδοι ἐλέγοντο. ἀλλὰ καὶ ἀρνῳδούς, ἐπειδὴ οἱἀγωνιζόμενοι ἐν ᾠδῇ Ὁμηρικῇ καὶ νικῶντες ἄρνα ἐλάμβανον ἔπαθλον. Πινδάρῳδὲ ἀρέσκει οὐκ ἀπὸ ῥάβδου ἀλλ' ἐκ τοῦ ῥάπτειν τοὺς ῥαψῳδοὺς λέγεσθαι. περιφράζων γὰρ τοὺς ῥαψῳδούς «ῥαπτῶν ἐπέων ἀοιδούς» αὐτοὺς λέγει. ῥάπτειν δὲἢ ἁπλῶς, ὡς εἴρηται, τὸ συντιθέναι ἢ τὸ κατὰ εἱρμόν τινα ῥαφῇ ὁμοίως εἰς ἓνἄγειν τὰ διεστῶτα. σποράδην γάρ, φασί, κειμένης καὶ κατὰ μέρος διῃρημένηςτῆς Ὁμηρικῆς ποιήσεως, οἱ ᾄδοντες αὐτὴν συνέρραπτον οἷον τὰ εἰς ἓν ὕφοςἀδόμενα. ἢ καὶ ἄλλως, διότι κατὰ μέρος, φασί, τῆς ποιήσεως διαδεδομένης τὴνσύμπασαν ποίησιν ἐπιόντες οἱ ᾄδοντες καὶ τὰ ἐξ ἑκατέρας Ὁμηρικῆς βίβλουσυρράπτοντες, ὡς ἐβούλοντο, ῥαψῳδοὶ ἐντεῦθεν προσηγορεύθησαν. τῆς δὲτοιαύτης ῥάψεως παράδειγμα σαφὲς καὶ οἱ κέντρωνες, τουτέστι τὰ λεγόμεναὉμηρόκεντρα. κέντρωνές τε γὰρ κυρίως λέγονται τὰ ἐκ διαφόρων χροιῶνσυνερραμμένα εἰς ἕν, οἷς ὡμοίωνταί πως τὰ Ὁμηρόκεντρα. καὶ ῥαψῳδία δὲ ἡἐξ ἑκατέρων τῶν Ὁμηρικῶν ποιήσεων συρραφεῖσα ᾠδὴ ἀναλόγως τῷ ὑποκειμένῳ πράγματι, γάμῳ τυχὸν ἢ ἑορτῇ. Τοῦ δὲ ἀπαγγέλλειν τὴν Ὁμήρουποίησιν σκεδασθεῖσαν ἀρχὴν ἐποιήσατο Κύναιθος ὁ Χῖος. ἐλυμήναντο δέ, φασίν, 1. 11 αὐτῇ πάμπολλα οἱ περὶ τὸν Κύναιθον καὶ πολλὰ τῶν ἐπῶν αὐτοὶ ποιήσαντεςπαρενέβαλον. διὸ καὶ διωρθώθησαν αἱ Ὁμηρικαὶ βίβλοι, ὡς ἀνωτέρω εἴρηται. τοῦτο δὲ οὐ μόνον οἱ περὶ Πεισίστρατον γραμματικοὶ ἐποίησαν, ἀλλὰ καὶἕτεραι Ὁμηρικαὶ διορθώσεις μνημονεύονται, οἷον καὶ ἡ ἱστορουμένη ἀπὸ νάρθηκος καὶ Μασσαλιωτικὴ δέ τις καὶ Σινωπική. καὶ ταῦτα μὲν ἱκανῶς ἕως ὧδε. Τὸ δὲ πᾶν τοῦ παρόντος λόγου εἰπεῖν ἐν βραχεῖ, ἐπιγραφὴ τοῦ παρόντοςγράμματος τριπλῆ· Ἰλιάδος Ἄλφα καὶ Ῥαψῳδία καὶ Γράμμα. καὶ δηλοῦταιἐν τούτοις τοῖς τρισὶ κατὰ πολυωνυμίαν ἓν νόημα. φέρονται δὲ καὶ ἕτεραιἑκάστου γράμματος ἐπιγραφαὶ ἀνὰ δύο· μία μὲν ἐν πεζαῖς λέξεσιν, ἑτέρα δὲἐν στίχῳ ἡρωϊκῷ. καὶ αἱ μὲν ἄλλαι ῥηθήσονται κατὰ καιρόν. τῆς δὲ παρούσηςῥαψῳδίας ἡ μὲν πεζὴ ἐπιγραφὴ αὕτη· Λοιμὸς καὶ Μῆνις. ἡ δὲ ἔμμετρος ἥδε· Ἄλφα, λιτὰς Χρύσου, λοιμὸν στρατοῦ, ἔχθος ἀνάκτων. λείπεται δὲ πάντωςαὕτη ῥήματος, ἵνα λέγῃ ὅτι ἡ ἄλφα ῥαψῳδία περιέχει ἢ ἱστορεῖ τὰ καὶ τά. Ὅτι δέκα ἐτῶν περιπλομένων τοῖς Ἕλλησι περὶ τὸν Τρωϊκὸν πόλεμον Ὅμηροςτὴν Ἰλιάδα ἐκ τῶν τελευταίων ἤγουν ἐκ τοῦ δεκάτου ἔτους ἐποίησεν καὶ οὐδὲἐξ αὐτοῦ ὅλου, ἀλλ' ἐκ μέρους τινός, τουτέστι τῆς ἐν αὐτῷ συμπεσούσηςμήνιδος τοῦ Ἀχιλλέως. ἐμεθώδευσε δὲ ὁ ποιητὴς τοῦτο ἅμα μὲν διὰ τὸ καινοπρεπὲς καὶ τῷ ἀνελπίστῳ ξενίζον, τὸ γὰρ κατὰ φύσιν ἀπὸ τῶν πρώτων ἄρξασθαιοὔτε καινόν τι ἔχει καὶ ὁ ἀκροατὴς δὲ ὡς ἐπὶ πολὺ οὕτως ἐλπίζει γενέσθαι, ἅμα δὲ καὶ διὰ τὸ δεινότερον, τουτέστιν οἰκονομικώτερον. οὐδὲ γὰρ εἶχεν ἄλλωςἀξιόλογον ὕλην γραφῆς, διότι τὰ μὲν προηγησάμενα ἐννέα ἔτη ἀνειμένωςεἶχον τῆς μάχης, πολεμαρχοῦντος τοῦ ἀνδρειοτάτου Ἀχιλλέως καὶ τοὺς Τρῶας ὡς τὰ πολλὰ τῇ πόλει διὰ δέος ἐγκατακλείοντος. ὅτε δὲ αὐτὸς ἐμήνισε, συνετάθη ὁ πόλεμος ἀναθαρρησάντων τῶν Τρώων. καὶ τεχνικὴν εὐπορίανἐνταῦθα εὗρε τοῦ γράφειν ὁ ποιητής, ὃν καὶ οἱ μετ' αὐτὸν μιμησάμενοι τραγικοίτε καὶ κωμικοὶ καθ' ὁμοιότητά τινα καὶ αὐτοὶ μετεχειρίζοντο τὰ οἰκεῖα ποιήματα. ἡ αὐτὴ δὲ τῷ Ὁμήρῳ μέθοδος καὶ ἐν Ὀδυσσείᾳ διεχειρίσθη. ἐὰν δέ τις λίχνος τὴν ἀκοὴν καὶ ζητητικὸς τὰ εἰς μάθησιν δυσκόλως ἔχῃ περὶ τὴν μέθοδονβαρυνόμενος, ὅτι τὸ τέλος μαθὼν ἀνήκουστος ἔσται τῶν πρὸ τοῦ τέλους, πραϋνέσθω οἷς οὐδὲ τὰ ἐν ἀρχῇ παραλείπουσιν οἱ ὄντως ἐκ τῶν τελευταίωνἀρχόμενοι, ἀλλ' εὐμεθόδως καὶ αὐτὰ τῇ τοῦ βιβλίου ὁλότητι παρενσπείρουσιν. οἷον μετὰ τὴν τοῦ Πάριδος κρίσιν ἐπὶ ταῖς θεαῖς ἀρχὴ τοῦ Τρωϊκοῦ πολέμου, Ἑλένης ἁρπαγή, καὶ μετὰ ταύτην, συνελόντα φάναι, ἀνάπλους Ἑλλήνων εἰςΤροίαν διὰ ἄμυναν ὑπὸ καθηγητῇ τῷ Κάλχαντι. εἶτα μερισμὸς Ἑλλήνων εἴς τοὺς πολιορκοῦντας καὶ εἰς τοὺς ὑπ' Ἀχιλλεῖ πολεμάρχῳ ληϊζομένους, ὅπουτε νῆσοι καὶ ὅπου χερσαῖαι πόλεις. μετὰ δὲ μυρία τὰ ἐν μέσῳ ἅλωσις καὶ τῶνὑποπλακίων Θηβῶν καὶ αἰχμαλωσία Χρυσηΐδος, ἐφ' ᾗ πρεσβεία Χρύσου καὶπαρόρασις, ἣν ἔπαθε, καὶ χόλος Φοίβου καὶ λοιμὸς καὶ μῆνις Ἀχιλλέως. ὁ δὲποιητὴς τὰ φθάσαντα παραδραμὼν ἐκ ταύτης ἤρξατο. καὶ διῆλθε μὲν καὶ αὐτὴνκαὶ τὰ κατ' αὐτήν, οὐκ ἀφῆκε δὲ ὅμως οὐδὲ τὰ πρὸ ταύτης, ἀλλὰ καὶ ἐκεῖνακαὶ ἄλλα μυρία τῶν παλαιοτέρων παρενέθετο ἐνσπείρας ὧδε καὶ ἐκεῖ, ὅπῃπαρήκοι, ὡς αὐτὸς ἐνόει καλὸν εἶναι. καὶ οὐ ταῦτα μόνον, ἀλλὰ πολλὰ καὶ τῶνἐφεξῆς τῆς μήνιδος τῇ Ἰλιάδι ἐπελευστικώτερον παρενέβαλεν, οἷον τὸν τοῦἈχιλλέως θάνατον, τὴν τῆς Τροίας ἅλωσιν, ὅτι ὁ Αἰνείας ἄρξει ποτὲ τῶν Τρώωνκαὶ ἄλλα τοιαῦτα. ὥστε εἴ τις εἴποι, τὸν Ὅμηρον μὴ αὐτὸ τοῦτο ἐκ τῶν τελευταίων ἄρξασθαι, ἀλλὰ μᾶλλον ἐκ τῆς τῶν ἔργων ἀκμῆς, παρεισκυκλῆσαι δὲ καὶτὰ τοῦ φθάσαντος χρόνου δεξιώτατα καὶ τὰ τοῦ μέλλοντος, ὑγιῶς ἂν εἴποι εἴςτε τὴν Ἰλιάδα καὶ εἰς τὴν Ὀδύσσειαν ἀπιδών, ἐν αἷς καὶ ἀμφοτέραις τῇ αὐτῇ μεθόδῳ ἐχρήσατο. τοῦτο δὲ καὶ ἄλλοι μέν, ὡς εἴρηται, τῶν παλαιῶν ἀπονάμενοιὉμήρου ἐμιμήσαντο, μάλιστα δὲ Εὐριπίδης, ὃς καὶ αὐτὸς φανερῶς ἐκ τοῦμέσου τῶν δραματικῶν ἀρχόμενος ὑποθέσεων, εἶτα καὶ τὰ φθάσαντα παρεισάγεικαὶ τὰ μέλλοντα δὲ ὕστερον εὐφυέστατα παρενείρει τῷ λόγῳ, στοχαστικῶςἐκεῖνα ἐκ τοῦ εἰκότος ἢ καὶ μαντικῶς σχηματίζων, ὅπερ καὶ ἐν ταῖς ἠθοποιΐαιςγίνεται, ἵνα μηδενὸς μέρους τῆς προκειμένης ἱστορίας ἢ ἁπλῶς ὑποθέσεωςἀνήκοος εἴη ὁ θεατής τε καὶ ἀκροατής. Ὅτι δὲ οἶδεν ὁ ποιητὴς καὶ τὴν κατὰφύσιν ἀφήγησιν ἤτοι τὴν ἀπὸ τῶν πρώτων ἀρχομένην διὰ σαφήνειαν καὶπροϊοῦσαν ἐπὶ τὰ ἐφεξῆς δειχθήσεται πολλαχοῦ. ἐνταῦθα δὲ ἰστέον καὶ ὅτι σχῆμαεὐκρινείας καὶ σαφηνείας παρὰ τοῖς παλαιοῖς ἡ προέκθεσις, προδιδάσκουσακεφαλαιωδῶς καὶ προεκτιθεμένη τὸν τοῦ ἐφεξῆς λόγου σκοπόν. ὃ δὴ καὶἐνταῦθα ποιεῖ Ὅμηρος λέγων, ὅτι ἐκ τῆς τοῦ Ἀχιλλέως ἀρξάμενος μήνιδος ἀφηγήσεται τὰ ἐν αὐτῇ συμβεβηκότα κακὰ οὐ μόνον τοῖς Ἀχαιοῖς, εἰ καὶ τούτοιςἐπὶ πλέον, ἀλλ' ὡς εἰκὸς καὶ τοῖς Τρωσίν. οὐ γὰρ ἦν αὐτοὺς καθ' Ἑλλήνων εὐδοκιμοῦντας μὴ καὶ ἀντιπάσχειν τὰ κατὰ νόμον πολέμου. Διὰ τί δὲ ἀπὸ τῆς τοῦἈχιλλέως ἤρξατο μήνιδος, εἴρηται. Ὁ δὲ σχηματισμὸς τῆς προεκθέσεως ταύτης κατὰ τοιαύτην προάγεται μέθοδον. προκαλεῖται ὁ ποιητὴς Μοῦσαν, ὡςκαὶ μετ' ὀλίγα ῥηθήσεται σαφέστερον καὶ πλατύτερον, ὥστε εἰπεῖν τήν τε τοῦ 1. 13 Ἀχιλλέως μῆνιν τὴν ὀλεθρίαν, τὴν πολλοὺς καὶ ἀλγύνασαν καὶ θανατώσασανκαὶ τὴν αἰτίαν δὲ καὶ τὸν καιρὸν τῆς τοιαύτης μήνιδος. εἶτα οἱονεὶ τὴν Μοῦσανεὑρὼν ὑπακούουσαν εἰς ἀφήγησιν τοῦ ζητηθέντος αὐτὸς μὲν τοῦ λοιποῦ δῆθενσιωπᾷ στήσας τὸν ἑαυτοῦ λόγον ἢ εἰς τὸ «Ἀτρείδης ἄναξ ἀνδρῶν», ὥς τινεςεἶπον, ἢ μάλιστα εἰς τὸ «τίς δὴ αὐτοὺς θεὸς ἔριδι ξυνέηκε μάχεσθαι;» τὸ δὲἐντεῦθεν ἡ Μοῦσα διαδεξαμένη τὸν λόγον περαίνει τὴν ὅλην ποίησιν, ἐρωτωμένηπου πάλιν κατά τινα ποσὰ διαστήματα ἢ καὶ ἄλλως ἀφήγησιν ζητουμένη ὑπὸτοῦ ποιητοῦ καὶ αὖθις λαλοῦσα, ὡς φανήσεται. Ἰστέον δὲ ὅτι, ὥσπερ ἡ Ἰλιὰς ἀπὸ προεκθέσεως ἄρχεται, οὕτω καὶ ἡ Ὀδύσσεια, ὡς δῆλόν ἐστι τοῖς μετιοῦσιναὐτήν. (ῃ. 1) Ὅτι μῆνις κατὰ τοὺς παλαιοὺς ἡ ἐπιμένουσα ὀργή, ἐκ τοῦ μένειν, οὐμὴν ἐκ τοῦ μαίνεσθαι· ἀπὸ τούτου γὰρ ἡ μανία γίνεται, οὐκέτι μῆνις αὐτὴοὖσα οὐδὲ ἄλλο τι εἶδος ὀργῆς, ἀλλὰ φρενῶν ἔκστασις. τινὲς δὲ μῆνίν φασι παρὰτὸ μὴ ἕν· στερεῖ γὰρ τῆς ἑνότητος διϊστῶσα τοὺς ἐρίζοντας. δεῖ δὲ εἰδέναιὅτι ἐπὶ τῶν παροξυνομένων ἀνθρώπων τέσσαρα ταῦτα λέγονται ὀνόματα παρὰτῷ ποιητῇ· θυμός, χόλος, μῆνις, κότος. ὧν θυμὸς μὲν καὶ χόλος ταὐτά ἐστιν, ὥσπερ καὶ ἡ κοινότερον μεθ' Ὅμηρον λεγομένη ὀργή· καί εἰσι τὰ τρία ταῦτα, ὁθυμός, ὁ χόλος καὶ ἡ ὀργή, συνώνυμα κατὰ τοὺς γραμματικούς. κατὰ δὲ ἄλλουςπολυώνυμα, καθὰ καὶ τὸ βροτός, μέροψ, ἄνθρωπος καὶ τὸ ξίφος, ἄορ, σπάθη, φάσγανον. παρῆκται δὲ ὁ μὲν θυμὸς παρὰ τὸ θύειν, ὃ δηλοῖ τὸ ὁρμᾶν, καὶ τὸ αἷμα, οἱονεὶ θύαιμός τις ὤν· κίνησις γὰρ αἵματος ἐν καρδίᾳ ἐστὶν ὁ θυμός. ὁ δὲ χόλοςπαρὰ τὴν χολήν. ἡ δὲ ὀργὴ παρὰ τὸ ὀρέγω. καὶ γὰρ ἀντιλυπήσεώς ἐστιν ὄρεξιςὁ θυμός. καὶ οὕτω μὲν χόλος καὶ ὀργὴ καὶ θυμὸς πολυωνυμοῦσιν ἐν ταὐτότητισημασίας καί εἰσιν ἔτι ἐν καταρχῇ τινι καὶ κινήσει καὶ πάθους θυμικοῦ ἀρχομένουεἰσὶν ὀνόματα. ὃ δὴ πάθος, εἰ παραμείνῃ, μῆνις λέγεται· ἐγκαθίσαν δὲ τῇ ψυχῇἐπὶ πλέον εἰς κότον ἀποκαθίσταται, ὃς οὕτω λέγεται ἀπὸ τοῦ κεῖται ῥήματος. καὶ ἡ μὲν κυριολεξία τῶν ῥηθέντων ὀνομάτων τοιαύτη· παρὰ δὲ τῷ ποιητῇποτε καὶ συγχέονται, ὡς τήν τε μῆνιν χόλον λέγεσθαι, οἷον «μὴ ἐμὲ γοῦντοιοῦτος χόλος λάβοι», ὡς ἐν τῇ πʹ ῥαψῳδίᾳ, καὶ ἀνάπαλιν, οἷον «Ἀτρείδης δ' 1. 14 ἑτέρωθεν ἐμήνιεν» ἀντὶ τοῦ ἐχολοῦτο, ἀδιαφορεῖν δέ ποτε καὶ τὸν χόλον καὶ τὸνκότον, ὡς δηλοῖ τὸ «οὐδ' ὄθομαι κοτέοντος» ἤγουν χολουμένου, καὶ ἁπλῶς ἀντὶἀλλήλων κεῖσθαι, ὡς εἴπερ ἅπαντα ἓν ἦσαν. Ἰστέον δὲ ὅτι τινὲς οὐχ', ὡςεἴρηται, ταὐτίζουσι θυμὸν καὶ ὀργήν, ἀλλὰ διαφορὰς αὐτῶν οἴδασι καὶ ἑτέραςμὲν καὶ ταύτην δέ, ὡς ὁ μὲν θυμὸς ὀξεῖαν τοῦ πάθους ἔχει κίνησιν, λεγόμενος, φασίν, οὕτω διὰ τὸ ἐξ ἀναθυμιάσεως χυμῶν γίνεσθαι· ἡ δὲ ὀργὴ μονιμωτέραν καὶπαρατεταμένην, φασίν, ἐμφαίνει τὴν ἐπὶ τῇ λύπῃ ἐκπλήρωσιν. Ὅτι τὸ μῆνινἈττικόν ἐστι καὶ Ἰωνικόν· μήνιδα δὲ τὸ κοινὸν οὐκ οἶμαι εἴ τις ἐν χρήσει εὑρήσει, ὥσπερ ἐν τῇ γʹ ῥαψῳδίᾳ τὸ ἔριδα. δῆλον δὲ ὅτι ἐν πολλοῖς ἐπικοινωνοῦσιν αἱδύο αὗται διάλεκτοι διὰ τὸ καὶ ἀποίκους Ἀθηναίων εἶναι τοὺς Ἴωνας, Ἰώνωνκαλουμένων ποτὲ καὶ αὐτῶν ἀπὸ ἄρχοντος Ἴωνος. ὅμοιον δέ τι καὶ περὶ τῆς Αἰολίδος καὶ Δωρίδος διαλέκτου λέγεται, ὡς καὶ αὐτῶν ὁμοιότητά τινα ἐχουσῶν. Δωριεὺς δὲ τὴν παρὰ Ἀττικοῖς μῆνιν μᾶνιν εἴποι ἄν. κανὼν δὲ τοῦ βραχυκαταληκτεῖν τὴν μῆνιν κατὰ Ἡρωδιανὸν τοιοῦτος· τὰ εἰς ˉν λήγοντα ἐν τῇ αἰτιατικῇπάντα βραχέα ἐστίν· οἷον, Εὔπολιν, Ἄλεξιν, ἔχιν, Θέτιν. οὕτω γοῦν καὶ μῆνιν. διό, φησί, τὴν κνημῖδα καὶ σφραγῖδα οἱ Αἰολεῖς κναμὶν καὶ σφραγὶν λέγοντεςμετὰ ὀλιγότητος συλλαβῶν συστέλλουσιν. Ὅτι τὸ ἀείδειν, ὃ πρωτότυπόν ἐστικαὶ ἐντελέστερον τοῦ ᾄδειν, κυρίως ἐπὶ ποιημάτων διὰ τὸ ἐμμελὲς τῆς ποιήσεως. καὶ οὐκ ἔστι καιριωτέραν τούτου λέξιν ἐνταῦθα εἰπεῖν, οὔτε τὸ φάσθαιοὔτε τὸ μυθεῖσθαι οὔτε ἄλλο τι τοιοῦτον, ὁποῖον καὶ τὸ λέγειν· ὅπου γε καὶ ἡἁρμονικὴ σοφία διαφορὰν οἶδε τοῦ ᾄδειν καὶ τοῦ λέγειν, τὸ μὲν ᾄδειν ἀπονέμουσα τῇ ἐμμελείᾳ, τὸ δὲ λέγειν τῷ ἀμελεῖ λόγῳ διδοῦσα. ἀείδεσθαι γοῦν φαμεντὰ ποιήματα, ἀείδειν δέ ἐστι τὸ ἐμμελῶς λέγειν, καὶ ᾠδὴ ὁ μεμελισμένος λόγος, ὃς καὶ ἔξαρμα ἔχει ἤγουν ὕψος, ὄγκον, μέγεθος, καί πως διὰ τὸ ὑπερηρμένονἔποχος ὁ τοιοῦτος λόγος εἶναι δοκεῖ. διόπερ ὁ μὴ τοιοῦτος πεζὸς λέγεται διὰ τὸταπεινὸν καὶ τὸ ὡς ἀπὸ ὕψους τινὸς καὶ ὀχήματος καταβῆναι εἰς τοὔδαφος. οἱγὰρ περὶ Φερεκύδην καὶ Ἑκαταῖον λύσαντες μὲν τὸ μέτρον, ἄλλα δὲ φυλάξαντες τὰ ποιητικὰ συνέγραψαν. εἶτα οἱ ὕστερον ἀφαιροῦντες ἀεί τι τῶν τοιούτωνεἰς τὸ νῦν εἶδος κατήγαγον, ὡς ἀπὸ ὕψους τινός. ταῦτα ὁ Γεωγράφος. ἔοικεδὲ καὶ Ἡρόδοτος τῷ Φερεκύδῃ καὶ Ἑκαταίῳ εἶναι ὅμοιος τοῖς καταβαλοῦσι τὸ τῆς ποιήσεως εὐδόκιμον, ὅπερ εἶχεν ὅτε πρῶτον εἰς μέσον παρῆλθε. δοκεῖ 1. 15 δὲ καὶ τὸ ἐνέπειν ἰσοδυναμεῖν τῷ ᾄδειν, ὡς δηλοῖ τὸ «ἄνδρα μοι ἔννεπε Μοῦσα» [καὶ παρ' Ἡσιόδῳ «Μοῦσαι, ἐννέπετε».] ἐξ οὗ καὶ ἔπη τὰ ποιήματα λέγονται. οἰκειότερον δὲ τῇ ἐμμελείᾳ τὸ ᾄδειν· ὅθεν καὶ ἐπὶ μουσικῶν ὀρνίθων ᾄδεινλέγομεν, οὐ μὴν ἐννέπειν, ὥσπερ οὐδὲ λέγειν. περὶ ἀλεκτρυόνων γὰρ ᾠδάς φαμενκαὶ ὄρνις ᾠδικούς τινας λέγομεν· καὶ ἡ ἀηδὼν δὲ ἐκ τοῦ ἀείδειν παρετυμολογεῖται [τροπῇ, φασίν, Αἰολικῇ τῆς ˉεˉι διφθόγγου εἰς ˉη.] διὸ καὶ τὰς Σειρῆνας [ὡς καλὸν ἀειδούσας] ἀηδόνας ὁ Λυκόφρων ἐκάλεσε. γίνεται δὲ τὸ ἀείδειν ἐκ τῆςˉα ἐπιτάσεως καὶ τοῦ εἴδω τὸ γινώσκω. πάνυ γὰρ εἰδότες καὶ ἐπιστήμονες, ὡςφιλόσοφοι, ἐδόκουν οἱ ποιηταί. ὅθεν καὶ τὸν ἐν Ὀδυσσείᾳ ἀοιδόν, τὸν τῆς Κλυταιμνήστρας φύλακα, φιλόσοφόν τινες ἡρμηνεύκασιν, ὡς εὖ εἰδότα τὰ πάνταἐκ Μουσῶν. καὶ μαντικοὶ δὲ διὰ σοφίαν οἱ ἀοιδοὶ ἐνομίζοντο, καθὰ καὶ ἀλλαχοῦφανήσεται. οὗ σύμβολον καὶ ἡ ἐκ δάφνης ῥάβδος, ἡ τοῦ Ἀπόλλωνος, ἥν, ὡςπροερρέθη, κατεῖχον ᾄδοντες οἱ ῥαψῳδοί. τὴν τοιαύτην πρόγνωσιν ὑπεμφαίνεικαὶ Πίνδαρος εἰπών, ὡς κατωτέρω ῥηθήσεται, «μαντεύεο Μοῦσα». [Ἰστέον δὲὅτι τε παρὰ τῇ κοινῇ διαλέκτῳ ἀργεῖ τὸ ἀείδειν καὶ ἡ ἐκεῖθεν ἀοιδή, ἐνεργεῖταιδὲ τὸ ᾄδειν καὶ ἡ ᾠδή, τὰ παθόντα κρᾶσιν καὶ συναίρεσιν, ὥσπερ καὶ ἀντὶ τοῦπατέρος καὶ μητέρος, τῶν κοινῶς ἀπαθῶν, τὰ κατὰ πάθος φασὶ πατρὸς καὶμητρός. καὶ ὅτι ἐπὶ τοῦ ἑτέρου ἀχρήστου ἀείδειν ἤγουν μὴ βλέπειν ἑτεροία ἡκρᾶσις, ὡς ἐκφωνοῦσα τὸ ˉι ἐν τῷ αἴδω καὶ αἰδῶς, ὁμοίως τῷ ἀεικίζω αἰκίζω, ἀείρω αἴρω, φαείνω φαίνω. καὶ ὅτι διὰ τὸ ἐνέπειν ἰσοδυναμεῖ τῷ ᾄδειν καὶ τὸεἰπεῖν, οἷον «εἰπὲ θεὰ Κρονίδαο διάκτορον αἴθοπος εὐνῆς».] Ὅτι ἐν τῷ «ἄειδεθεά» θεὰν ὁ ποιητὴς τὴν ἐν τῇ ἑαυτοῦ ψυχῇ γνῶσιν λέγει, τερατωδέστερον τὸνλόγον ὑψώσας. θεῖον μὲν γάρ τι ἡ γνῶσις, ὥσπερ καὶ ἡ ψυχή, οὐ μὴν θεά. ὅλωςδὲ ἡ ποίησις πᾶν τὸ παρηλλαγμένον καὶ ξενίζον καὶ ἐξαίρετον καὶ τεράστιον ἢκαὶ τερατῶδες εἴς τε θεῖον γένος καὶ εἰς θεὸν ἀποκαθιστᾷ. ταὐτὸν δέ ἐστινἐνταῦθα θεὰν εἰπεῖν καὶ Μοῦσαν· τὸ μὲν παρὰ τὸ θέειν καὶ τὸ τάχος τῆς γνώσεως, τὸ δὲ παρὰ τὸ μῶ, τὸ ζητῶ. καὶ γὰρ καὶ ζητεῖ ἡ γνῶσις καὶ ἐκ ζητήσεως 1. 16 δὲ περιγίνεται, εἴπερ εὐπορίας γνωστικῆς μήτηρ ἡ ζητητικὴ ἀπορία κατὰ τοὺςσοφούς. ταύτῃ τῇ θεᾷ, τῇ Μούσῃ, τῇ οἰκείᾳ ἐπιστήμῃ, ἐγκελεύεται ὁ ποιητὴςτὴν Ἀχιλλέως μῆνιν ἀείδειν, ἀνεγείρων οἷον τὴν οἰκουροῦσαν τέχνην ἢ τὸ φίλονἦτορ κατὰ Πίνδαρον καὶ ἀναρριπίζων τὸ ἐν αὐτῷ τῆς φιλοσοφίας ζώπυρον. οὗ ἀνάπαλιν Πίνδαρος ποιεῖ ἐν τῷ «Μοῦσα ἀνέηκέ με» ἤγουν ἀνέπεισεν· οὐγὰρ αὐτὸς Μοῦσαν, ἐκείνη δὲ αὐτὸν ἀνέπεισεν. Ὁμηρικῶς δέ πως καὶ ἡ λυρικὴ Σαπφὼ σχηματίζουσα τῇ κιθάρᾳ ἐγκελεύεται «ἄγε μοι, δῖα χέλυ, φωνάεσσαγένοιο». λέγει δέ που καὶ ὁ Κωμικός «ὦ θυμέ, βωμολόχον τι ἔξευρε». τῷ δὲ Ὁμηρικῷ τούτῳ σχήματι πολλοὶ καὶ ἄλλοι ἐνηγλαΐσαντο. οὐ μόνον γὰρ Ἡσίοδοςἐκ τῆς τῶν Μουσῶν ἐπικλήσεως ἄρχεται, ἀλλὰ καὶ Ἀντίμαχος Ὁμηρικῷ ζήλῳ φησίν «ἐννέπετε, Κρονίδαο Διὸς μεγάλοιο θύγατρες». καὶ Πίνδαρος ὁκατὰ τὸ ἐπ' αὐτῷ πρόγραμμα μουσοποιὸς λέγει «μαντεύεο, Μοῦσα· προφατεύσω δ' ἐγώ». ἀλλὰ καὶ Στησίχορος ἐν τῷ «δεῦρ' ἄγε, Καλλιόπεια λίγεια». πάντως δὲ καὶ ὁ ποιητὴς τὴν Καλλιόπην θέλων ἐπικαλέσασθαι οὐκ ἐκφωνεῖαὐτήν, ἀλλὰ σεμνότερον ὀνόματι γενικῷ τῷ θεά χρῆται καὶ ἀφίησι ζητεῖν τὸνσυνετὸν ἀκροατήν, τίς ἂν εἴη αὕτη, ἐμφήνας μόνον, ὅτι Μοῦσαν καλεῖ· Μούσηςγὰρ τὸ ἀείδειν. ὥσπερ δὲ ὁ Ὅμηρος γενικῷ μὲν ὀνόματι ζῷον λογικόν ἐστιν, εἰδικῷ δὲ ἄνθρωπος, οὕτω καὶ ἡ Καλλιόπη γενικῶς μὲν θεὰ λέγεται, εἰδικῶςδὲ Μοῦσα, ὡς ἐν Ὀδυσσείᾳ. Στησίχορος δὲ τὸ κύριον ἐκφωνεῖ ἐν τῷ «Καλλιόπεια λίγεια». οὐ μόνον δὲ ὁ θεὰν ἢ Μοῦσαν ἀείδειν ἐπικαλεσάμενος πᾶσαν Μοῦσαν ἐκάλεσε διὰ τὸ καθολικὸν τῶν τοιούτων λέξεων, ἀλλὰ τρόπον τινὰοὕτω ποιεῖ καὶ ὁ τὴν Καλλιόπην ἐπικαλούμενος, εἴπερ, ὡς ὁ ποιητής πούφησι «πᾶσαι τὸν Ἀπόλλωνα ἀμείβονται ὀπὶ καλῇ». ὅθεν ἡ Καλλιόπησύγκειται, τὴν κλῆσιν σύνθετον σχοῦσα ἐκ τῆς ἐνεργείας πασῶν τῶν Μουσῶνἤγουν τῆς καλῆς ὀπός. [οὕτω δέ πως προκαλοῦνται καὶ οἱ ἐκ Διὸς εἰπόντεςἄρχεσθαι, εἴγε Ζεὺς μὲν ὁ νοῦς, Μοῦσαι δὲ ἡ κατὰ νοῦν γνῶσις.] Ὅτι δὲ ἐννέααἱ Μοῦσαι καὶ διὰ τί καὶ ὅτι Μνημοσύνης καὶ Διὸς θυγατέρες καὶ ὅσα ἄλλαπερὶ τούτων λέγονται, πολλοῖς καὶ πολλαχοῦ εἴρηται. διὸ περίεργον διαληφθῆναι νῦν ταῦτα. εἴ που δὲ παρεμπέσῃ τόπος, οὐ σιγηθήσεται τὸ καίριον. Σημείωσαιδὲ ὅτι καλῶς ὁ ποιητὴς καὶ νῦν καὶ ἐν τοῖς ἑξῆς δὲ πολλαχοῦ ἐπίστροφονἑαυτοῦ τὴν Μοῦσαν ποιεῖ, ἵνα ἐμμούσως λαλεῖν δείξῃ καὶ ἐμμελῶς καὶ ἐλλόγως 1. 17 κατὰ τὸν ὄντως ἄνθρωπον. κατὰ γὰρ τὸν εἰπόντα σοφόν «οὓς οὐ προσορῶσιν αἱ Μοῦσαι, τούτους ποτῷ δηλήσατο Κίρκη» τουτέστι τούτους ἡ θηριώδης ἀλογίαἔβλαψεν. Ἔτι σημείωσαι καὶ ὅτι ὁ μὲν δραστήριος λόγος ὁ κατὰ τὴν πρακτικὴντὴν ἐμβριθῆ καὶ οἷον εἰπεῖν ἀνδρώδη θεωρούμενος Ἑρμῆς λέγεται κατὰ προφορὰνἀρρενικήν, [ἵνα ὥσπερ ἰαχὴ πόντου μεγάλη τροπικῶς ἀρρενοῦται, λεγομένη» κτύπος ἄρσην πόντου», οὕτω καὶ λόγος γενναῖος, ταὐτὸν δ' εἰπεῖν εὐγενὴςφιλοσοφία φεύγουσα τὸ θηλύφωνον, ἑρμαΐζηται τῇ προφορᾷ.] ᾧ δὴ Ἑρμῇ καὶχρᾶται ἀγγέλῳ Ζεὺς ὁ νοῦς καὶ ὥσπερ ὑποδρηστῆρι. ὅσον μέντοι τοῦ λόγουμὴ τοιοῦτον, ἀλλ' οἷον θηλύστολον, τῷ στοχάζεσθαι ὡραϊσμοῦ τὰ πλείω καὶἡδονῆς καὶ φαιδρότητος καὶ κάλλους, Καλλιόπη Μοῦσα ἢ ὅλως Μοῦσαι τὸτοιοῦτον εἶδος, θηλυγενῶς ἐκφωνούμεναι καὶ Διὸς μὲν οὖσαι καὶ αὐταί, τῷφιλῳδῷ δὲ Ἀπόλλωνι μάλιστα μέλουσαι, ὃν καὶ ἀμείβονται ὀπὶ καλῇ [κατὰ τὸ» Φοῖβος ἁγήτωρ μελέων», ὃς διὰ τοῦτο καὶ Μουσηγέτης λέγεται.] καὶ οὕτωςαὑταῖς ὑπεμφαίνουσαι τὸ πρὸς τὸν Ἑρμῆν διάφορον, [οὗ τὸ συγγενὲς πρὸς τὰς Μούσας καὶ ἡ μήτηρ αὐτοῦ Μαῖα δηλοῖ. Μοῦσά τε γὰρ ἐκ τοῦ μῶ, τὸ ζητῶ, γίνεται καὶ Μαῖα ὡσαύτως.] Ἰστέον δὲ καὶ ὅτι τὸ ἄειδε καὶ ὅλως τὰ προστακτικὰ οὐκ ἐξ ἀνάγκης ὑπεροχὴν δηλοῦσι τοῦ προφέροντος αὐτὰ προσώπου πρὸςτὸ προστασσόμενον, εἰ μή που κατά τι σύμβαμα καί ποτε. ὑποκινοῦσι γὰρμόνον τὰ προστακτικὰ καὶ ἐρεθίζουσι πρὸς ἔργον, οὐ μὴν καὶ αὐθεντίαν πάντωςδεσποτικὴν ἐνδείκνυνται. καὶ γέμει παραδειγμάτων ὁ βίος ἅπας. δηλοῖ δὲκαὶ ἡ λέξις τὴν φύσιν τοῦ πράγματος· τὸ γὰρ προστάσσειν [σύγκειται ἀπὸτῆς ˉπˉρˉοˉς προθέσεως τῆς δηλούσης τὸ ἐγγύς καὶ ἀπὸ τοῦ τάσσειν καὶ δηλοῖ τὸἐγγὺς τάσσειν] τινὰ καὶ πλησίον τῆσδε τῆς ἐνεργείας, ἧς πρὶν ἐχωρίζετο. τοῦτο δὲ οὐ μόνον δεσπότης ἢ πατὴρ ποιεῖ πρὸς δοῦλον καὶ υἱόν, ἀλλὰ καὶἀνάπαλιν γίνεται. δεῖ γὰρ εἰδέναι ὅτι ἀπανούργως καὶ φυσικῶς πᾶσα παρακίνησις καὶ διέγερσις καὶ ἅπας εἰς ἔργον ἐρεθισμὸς διὰ προστακτικοῦ ῥήματοςγίνεται. εἰ δέ ποτε δυσωπία τις ὕπεστιν ἢ φόβος ἢ αἰδὼς ἢ ἔφεσις ἢ ἄλλη τιςἔνδειξις φυσικῆς θερμότητος ἐνδιάθετος, τότε ἀντὶ προστακτικοῦ εὐκτικῶςὁ λόγος σχηματίζεται. καὶ τοῦτό ἐστιν, ὅπερ ἐφεῦρε τὰ εὐκτικὰ ῥήματα. καὶἐνταῦθα οὖν ὁ ποιητὴς ἁπλούστερον ἐλάλησε τὸ «ἄειδε» πρὸς μυθικὴν θεάν. εἰ δὲ ἐνεδοίαζεν ὡς οὐχ' ὑπακουσθήσεται, ἐσχημάτισεν ἂν τὸ «ἄειδε» εὐκτικώτερον. Ὅτι δὲ τὸ θεός ὄνομα ἐπί τε ἄστρων λέγεται παρὰ τὸ θέειν καὶ ἐπὶ 1. 18 στοιχείων παρὰ τὴν εὔτακτον θέσιν αὐτῶν καὶ ἐπὶ τοῦ τὰ πάντα εὖ διατιθεμένου νοὸς καὶ ἐπὶ σοφῶν δὲ ἀνδρῶν, οἳ πρὸς τὸν πρῶτον νοῦν ἑαυτοὺςἀνάγουσι διὰ δυνατῆς ἐξομοιώσεως, καὶ αὐτὸ εἰς πλάτος ἔστιν εὑρεῖν παρὰτοῖς παλαιοῖς. διὸ εἰς τοσοῦτον ἄρτι εἰρήσθω καὶ περὶ αὐτοῦ. Κἀκεῖνο δὲ ἰστέον, ὅτι μυθικώτερον θεὰν ἤτοι Μοῦσαν ἐπικαλεῖται ὁ ποιητὴς διά τε προσοχὴν τῶνἀκροωμένων, ἵνα ὡς Μούσης λαλούσης προσέχοιεν τοῖς λεγομένοις τὰς ἀκοὰςκαὶ ἵνα καὶ ἑαυτὸν σεμνύνῃ ὡς θεοφιλῆ καὶ ἐν ψυχῇ ἔχοντα ἢ μίαν ἢ πάσας τὰς Μούσας καὶ διὰ τοῦτο ἔνθεον, μάλιστα δὲ διὰ τὸ πιθανὸν τῶν πλασμάτων, ὁπηνίκα μυθικά τινα λέγει, οἷον θεῶν βουλὰς καὶ πολέμους ἐκείνων καὶ ἐπιβουλὰςκαὶ ἔρωτας καὶ ἀποδημίας καὶ ὅλως πράξεις παντοίας. μαθὼν γὰρ ὁ ἀκροατής, ὅτι Μοῦσα προκληθεῖσα λαλεῖ, οὐκ ἂν ἀπορήσῃ, πόθεν τὰ τοιαῦτα οἶδεν ὁ ποιητής, εἰδὼς τὸν μὲν ποιητὴν καθάπαξ μουσόληπτον, τὴν δὲ Μοῦσαν πάνταεἰδυῖαν ὡς θεάν. Ταὐτὸν δὲ Μοῦσαν καὶ θεὰν εἰπεῖν καὶ Μούσας πληθυντικῶςκαὶ θεάς, ὥσπερ καὶ Εἰλείθυια ἑνικῶς καὶ Εἰλείθυιαι πληθυντικῶς παρὰ τῷποιητῇ εὕρηνται. διὸ καὶ ἐν τῇ βῆτα ῥαψῳδίᾳ ἐρεῖ, ὅτι αἱ Μοῦσαι, θεαὶ οὖσαι, πάρεισί τε ἴσασί τε πάντα. ἔνθα καὶ δῆλον ἔσται ὅτι κάτοχός ἐστιν ἁπάσαις ταῖς Μούσαις· ὥστε καὶ νῦν θεὰν εἰπὼν καὶ ἐν Ὀδυσσείᾳ Μοῦσαν καὶ μὴ ὀνομάσας ταύτην ἢ ἐκείνην ὅμως ἐμφαίνει, ὅτι ἁπάσας καλεῖ, τουτέστι τὰς ἐννέα. καὶἀληθῶς οὕτω χρὴ νοεῖν, ὅτι καὶ πασῶν δέεται, εἴπερ ἐκείνων μὲν ἑκάστημερίζονται τὰς λογικὰς τέχνας καὶ ἐπιστήμας ἐπιστατοῦσαι ἄλλη ἄλλης ἰδίᾳ, ἡδὲ Ὁμηρικὴ ποίησις ἁπάσης σοφίας θεωρεῖται ἔμπλεως. [ὡς δὲ καὶ ταὐτόνποτέ ἐστι Μοῦσαν εἰπεῖν καὶ ᾠδήν, δηλοῖ καὶ ἡ μουσουργὸς γυνὴ καὶ παρὰ Σοφοκλεῖ τὸ «φιλαύλους Μούσας».] Ὅτι τὸ «Πηληϊάδεω Ἀχιλῆος» οὐ φυσικῶςἔχει τοῦ ἡρωϊκοῦ μέτρου τοῦ ἐκ δακτύλων καὶ σπονδείων συγκειμένου, ἀλλὰπάθος ἴσχει, ὃ λέγεται συνίζησις. αἱ γὰρ τέσσαρες συλλαβαί, αἱ μετὰ τοὺςτέσσαρας πόδας ἤγουν τὸ ˉδˉε καὶ τὸ ˉω καὶ τὸ ˉα καὶ τὸ ˉχˉι εἰς δάκτυλον καταλογίζονται, τοῦ ˉδˉε καὶ τοῦ ˉω λαμβανομένων ἀντὶ μιᾶς μακρᾶς. κατὰ δέ τινας ἡμετὰ τοὺς πρώτους τρεῖς πόδας τετρασυλλαβία, τὸ ληϊάδε, δακτυλικῶς ποδίζεται, ὡς τοῦ ˉι καὶ τοῦ ˉα καταλογιζομένων ἀντὶ βραχείας μιᾶς. λέγεται δὲ τὸπάθος συνίζησις, [καθά που καὶ ἡ συναίρεσις παρὰ Ἡρωδιανῷ,] κατὰ μίμησιντῶν συνιζανόντων καὶ συμπιπτόντων σωμάτων καὶ πυκνουμένων ἐξ ἀραιότητοςκαὶ ἐκ πλείονος κατεχόντων ὀλιγώτερον τόπον κατὰ συμπίλησίν τινα, ὃ δὴ καὶ 1. 19 ἐπὶ σεισμῶν ποτε γίνεται. καὶ γὰρ καὶ ἐνταῦθα ὁ καταλογισμὸς τῶν δύο συλλαβῶν εἰς μίαν συλλαβὴν δοκεῖ ποιῆσαι αὐτὰς συνιζῆσαι καὶ οἷον κατασμικρυνθῆναι καὶ στενοχωρηθῆναι ἐκ πλατυσμοῦ εἰς στενότητα. τὸ δὲ αὐτὸ καὶ συνεκφώνησις λέγεται, διότι τὰ τῶν δύο λέξεων φωνήεντα ἐν τῷ μετρεῖσθαι νοοῦνταιοὐκέτι ὡς δύο, ἀλλ' ὥσπερ ἐὰν τῇ φωνῇ τοῦ ἑνὸς συνανεκράθη καὶ ἡ τοῦ ἑτέρουκαὶ ὡς ἕν τι ἄμφω συνεξεφωνήθησαν. καὶ πάσχουσι τοῦτο φυσικῶς αἱ χασμῳδίαι ἤγουν αἱ τῶν φωνηέντων ἐπαλληλίαι καὶ συμπτώσεις. τάχιον γὰρ αὐτὰκαθ' ἑαυτὰ λεγόμενα ἐκφωνοῦνται ἤπερ μετὰ συμφώνων· καὶ δηλοῦσι τοῦτοφανερῶς καὶ οἱ δημοτικοὶ στίχοι οἱ τὸ παλαιὸν μὲν τροχαϊκῶς ποδιζόμενοι, καθὰ καὶ Αἰσχύλος ἐν Πέρσαις δηλοῖ, ἄρτι δὲ πολιτικοὶ ὀνομαζόμενοι. μέτρονμὲν γὰρ αὐτοῖς πεντεκαίδεκα συλλαβαί· οἱ δὲ πολλοὶ καὶ εἰς ἑπτακαίδεκα ἢκαὶ πλείονας αὐτούς ποτε παρεκτείνουσι συλλαβάς, αἵτινες, αἱ πλείονες δηλαδὴτῶν πεντεκαίδεκα, εἰ μὲν μετὰ συμφώνων λαλοῦνται, γελῶνται ὡς ἄρρυθμοικαὶ σκώπτονται ὡς πολύποδες· εἰ δὲ μόνοις ἐκφωνοῦνται καθαροῖς φωνήεσι, λανθάνον τὸ πολύπουν ἔχουσι τῇ ταχείᾳ συνεκφωνήσει τῶν φωνηέντων καὶσῴζεται ὁ τροχαϊκὸς ῥυθμός. Ἐνταῦθα δὲ σημείωσαι καὶ ὅτι ἐπίτηδες ὁ ποιητὴςἐχασμῴδησε διὰ εὐρυστομίαν καὶ σεμνὸν ὄγκον φωνῆς, ὃς γίνεται μὲν καὶἄλλως, μάλιστα δὲ διὰ τῆς συνδρομῆς τοῦ ˉω καὶ ˉα, ὡς δηλοῦσιν οἱ τεχνικοί. ἄλλως γάρ, εἰ μὴ τοῦτο ἐπραγματεύσατο, ἴσχυε τῆς χάσμης ἀπαλλαγεὶςἀπαθῆ τὴν συνθήκην τοῦ στίχου τέλεον ποιῆσαι, εἰπών «Πηλείδου» ἤ «Πηληϊάδου Ἀχιλῆος». ἀλλ' οὐκ ἤθελε· πλεονάσας δὲ καθαροῖς φωνήεσιν ἐσέμνυνεκαὶ τῇ χασμῳδίᾳ τὸ τοῦ νοήματος ὕψος ἤγουν τῷ ἐντεῦθεν ὄγκῳ τῆς φωνῆς. [ὡς δὲ καὶ ἀνειμένου εἴδους τὰ τοιαῦτά εἰσι, δηλοῖ ὁ γράψας τεχνικός, ὅτι χαίρειἡ ἀνειμένη φράσις τῇ ἀλλεπαλληλίᾳ τῶν φωνηέντων, ὁποία τις ἐνταῦθα καὶ ἡτῶν τεσσάρων ἄλφα μετὰ τῶν σὺν αὐτοῖς χάσμησις, στομφαστικὸν ὄγκον ἔχουσα, οὐ μὴν λειότατον, κατὰ τὴν τῶν πέντε ἄλφα ἐν τῷ «Ἀτρείδης τε ἄναξ ἀνδρῶνκαὶ δῖος Ἀχιλλεύς». ἐκεῖνα γὰρ οὐ σεμνῶς βαίνουσιν, ἀλλὰ τροχάζουσιν. Ἀθηναῖοι δὲ προελόμενοι τοῦ «ὦ Δήμητερ» κοινοῦ ὄντος καὶ Ἀττικοῦ τὸ «ὦ Δάματερ» Δωρικόν, ὅτε τι θαυμαστικῶς λέγουσι, μαρτυροῦσι καὶ αὐτοὶσεμνὰ τῇ φωνῇ τοῦ ἄλφα. εἰ δέ τινες τὴν χασμῳδίαν ἤτοι κεχηνυῖαν στίχουσύνδεσιν, μίαν εἶπον τῶν πέντε ἢ ἓξ κακιῶν τοῦ ἔπους, αἳ ἀλλαχόθι δηλοῦνται, οἷον «ἐκ μέν μ' ἀλλάων ἁλιάων ἀνδρὶ δάμασσε» λεγέτωσαν ἐκεῖνοι τὸ αἴτιον.] Ὅτι δὲ συνεκφώνησις ἤτοι συνίζησίς ἐστιν, ὅταν δύο συλλαβαὶ σύμφωνονμεταξὺ μὴ ἔχουσαι ἀντὶ μιᾶς παραληφθῶσι. [διὸ καὶ εὖ εἴρηται ὅτι τὸ νούμενον τὰς δύο συλλαβὰς μίαν ἐν τῷ μέτρῳ ποιεῖ.] καὶ ὅτι πολλαχῶς ἡσυνίζησις ἤγουν συνεκφώνησις γίνεται, διέλαβον οἱ τῆς γραμματικῆς ἐξηγηταί. ἢ γὰρ δύο φωνήεντα χρόνου ὁμοίου ἀντὶ ἑνὸς παραλαμβάνονται, οἷον δύομακρὰ ἀντὶ μιᾶς μακρᾶς συλλαβῆς καὶ δύο βραχέα πάλιν ἀντὶ μιᾶς μακρᾶς ἢ καὶἀντὶ μιᾶς βραχείας, ἢ δύο ἀνόμοια, οἷον μακρὸν καὶ βραχὺ ἀντὶ ἑνός· καὶ κοινὴδέ ποτε συλλαβή, ἵνα μὴ πλείω λέγωμεν, μετὰ ἑτέρου φωνήεντος συνίζησινποιεῖ, ὡς καὶ ἐνταῦθα ἐν τῷ Πηληϊάδεω τὸ ˉω οὔτε μακρὸν ἀναντιρρήτως ἐστίν, ἀλλ' οὐδὲ μὲν βραχύ. κοινὴν δὲ συλλαβὴν αὐτό φασιν οἱ γραμματικοί, ὅπερσυνεκφωνηθὲν καὶ συνιζῆσαν τῷ πρὸ αὐτοῦ βραχεῖ φωνήεντι ἐλογίσθη σὺνἐκείνῳ ἀντὶ μιᾶς μακρᾶς. παραδείγματα δὲ τῶν εἰρημένων τρόπων τῆς συνιζήσεως μυρία χορηγοῦσιν οἱ ποιηταί, μόνου δὲ τοῦ τὰς δύο βραχείας ἀντὶ μιᾶςνοεῖσθαι ὀλίγα εἰσὶ τὰ παραδείγματα. προφέρεται γοῦν ἓν μὲν τοῦ Σωτάδα ἐντῷ «σείων μελίην Πηλιάδα δεξιὸν κατ' ὦμον», ὃ καὶ παρὰ τῷ Ἑρμογένεικεῖται. τὸ γὰρ ˉλˉι καὶ τὸ ˉα ὡς μία λογίζονται βραχεῖα συλλαβὴ πρὸς ἀπαρτισμὸνποδὸς τοῦ ἀπὸ μείζονος Ἰωνικοῦ. ἕτερον δὲ παράδειγμα ὅμοιον ἐκ Πραξίλληςἐν τῷ «ἀλλὰ τεὸν οὔ ποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθεν». τὸ γὰρ ˉτˉε καὶ τὸ ˉοˉνδύο αὗται βραχεῖαι συλλαβαὶ ἀντὶ μιᾶς βραχείας ἐλήφθησαν. εἰ δὲ καλῶςἐπόδισάν τινες καὶ τὸ ληϊάδε, ὡς προείρηται, ἰδοὺ καὶ τοῦτο τέως τρίτονπαράδειγμα. [τοιαῦτα δὲ παρ' Ὁμήρῳ καὶ τὸ «ἀστέρι ὀπωρινῷ ἐναλίγκιος» καὶτὸ «χαῖρε δὲ τῷ ὄρνιθι Ὀδυσσεύς».] δῆλον δὲ καὶ ὅτι ἡ κατὰ κοινὴν συλλαβὴνσυνίζησις ἢ μακρά ἐστιν, ὡς ἐν τῷ «ˉδˉεˉω Ἀχιλῆος», ἢ συνέσταλται, ὡς ἐν τῷ» χρυσέῳ ἀνὰ σκήπτρῳ» καὶ «δενδρέῳ ἐφεζόμενοι». [περὶ δὲ συνιζήσεως καὶμετ' ὀλίγα εἰρήσεται. Ἰστέον δὲ ὡς τριῶν ὄντων στιχηρῶν ἐκ πλεονασμοῦπαθῶν, τοῦ μακροκεφάλου εἴτ' οὖν προκεφάλου, τοῦ προκοιλίου, καὶ τοῦμακροσκελοῦς ἤτοι δολιχούρου, ὁ τῆς Ἰλιάδος πρῶτος στίχος πάθους ἐστὶπροκοιλίου, ῥηθέντος οὕτω ἐκ μεταφορᾶς προγαστόρων ζῴων, οἷα πλεοναζούσης ἐν μέσῳ τῶν τοιούτων στίχων μιᾶς συλλαβῆς ἐξογκούσης τρόπον τινὰ κοιλίας δίκην τὴν τοῦ ἔπους μεσότητα.] Ὅτι τὸ Πηληϊάδεω λέξις ἐστὶν Ἰωνική. τὸ μὲν γὰρ κοινὸν ἔχει οὕτως· Πηλεὺς Πηλέος, ὅθεν Πηλεΐδης πατρωνυμικῶςὁ τοῦ Πηλέως υἱὸς καὶ κλίνεται Πηλεΐδου. τὸ δὲ Ἰωνικὸν παράγεται οὕτως· Πηλεύς Πηλῆος, ὥσπερ Ἀχιλλεύς Ἀχιλλῆος, Ὀδυσσεύς Ὀδυσσῆος, βασιλεύς 1. 21 βασιλῆος, καὶ ἄλλα μυρία. Ὅτι δὲ καὶ διὰ τῆς ˉεˉι διφθόγγου καὶ διὰ τοῦ ˉι δὲμόνου τὰ τοιαῦτα ἐγράφοντό ποτε, καὶ ἐν τοῖς τοῦ Περιηγητοῦ σαφέστερονεἴρηται. καὶ οὕτω μὲν τὸ Ἰωνικόν, Πηλεύς Πηλῆος· τούτου δὲ τὸ πατρωνυμικὸν Πηληΐδης καὶ πλεονασμῷ τοῦ ˉα Πηληϊάδης, οὗ ἡ γενικὴ κατὰ Ἴωνας Πηληϊάδεω. ἔστι γὰρ παρατήρησις παλαιὰ τοιαύτη· τὰ εἰς ˉαˉς καὶ εἰς ˉηˉς ὀνόματαἰσοσυλλάβως κλινόμενα κοινῶς μὲν καὶ Ἀττικῶς εἰς ˉοˉυ ἔχει τὴν γενικήν· οἷον, Αἰνείας Αἰνείου, Πηλείδης Πηλείδου, Ἀτρείδης Ἀτρείδου· Δωρικῶς δὲ εἰς ˉα μακρὸν περαίνει τὴν γενικήν· οἷον, τοῦ Αἰνεία, τοῦ Πηλείδα, τοῦ Ἀτρείδα· Ἰωνικῶς δὲ διὰ τοῦ ˉεˉω· Αἰνείεω, Πηλείδεω, Ἀτρείδεω· Βοιωτικῶς δὲ διὰ τοῦ ˉαˉο· οἷον Αἰνείαο, Πηλείδαο, Ἀτρείδαο, μακρᾶς ἐξ ἅπαντος οὔσης τῆς παραληγούσης. Ἰστέον γὰρ ὅτι αἱ οὕτω χασμώμεναι, ὡς ἐν διαλύσει, γενικαὶ οὐδέποτετὴν παραλήγουσαν ἰσόχρονον ἔχουσι τῇ ληγούσῃ, ἀλλὰ ἀνομοίαν ἀεί. καὶ ἐὰνμὲν ἡ λήγουσα μακρὰ εἴη, βραχεῖά ἐστιν ἡ παραλήγουσα, ὡς ἐπὶ τοῦ Αἰνείεω, Πηλείδεω, Ἑρμείεω. ἐὰν δὲ τὸ λῆγον βραχύνηται, μακρὸν ἔσται τὸ παραλῆγον, ὡς ἐν τῷ Αἰνείαο, Ἑρμείαο, Πηλείδαο. οὕτω καὶ τὸ Πριάμοιο, δένδροιο καὶ τὰτοιαῦτα Θετταλικὰ ὄντα κατά τινας ἀνομοιόχρονον ἔχει τῇ παραληγούσῃ τὴνλήγουσαν. διὸ καὶ τὸ ἐμέο καὶ σέο καὶ ἕο ἀναλογώτερον ἔχει προσλαβόντατὸ ˉι ἐν τῇ παραληγούσῃ καὶ γενόμενα ἐμεῖο καὶ σεῖο καὶ εἷο καὶ ἀνομοίανποιήσαντα τῇ ληγούσῃ τὴν παραλήγουσαν. Ἰστέον δὲ καὶ ὅτι οὐκ ἀεὶ τὸ ˉαποιητικῶς πλεονάζει ἐν τοῖς διὰ τοῦ ˉιˉδˉηˉς πατρωνυμικοῖς, ἀλλὰ μόνον ἐξ ἀνάγκης, ὅτε πρὸ τοῦ ˉι μακρά ἐστι συλλαβή· οἷον Τελαμωνίδης Τελαμωνιάδης, Νηληΐδης Νηληϊάδης. οὕτως οὖν καὶ Πηληΐδης Πηληϊάδης. εἰ γὰρ μὴ πλεονάσειἐν τοῖς τοιούτοις τὸ ˉα καὶ οὕτως ἀπαρτισθῇ δάκτυλος, οὐ συντελοῦσιν εἰς μέτρονἡρωϊκὸν διὰ τὸ καταπεραιοῦν εἰς πόδα ἀμφίμακρον. ἀμέλει ἐν τῷ Ἀτρείδης καὶ Πηλείδης οὐ πλεονάζει τὸ ˉα· οὐ χρεία γάρ. καὶ οὕτω μὲν ἐν τούτοις φανερῶςπλεονάζει τὸ ˉα. δῆλος δέ ἐστι κατὰ τοὺς παλαιοὺς ὁ πλεονασμὸς ἀπὸ τοῦ μέτρουτῶν συλλαβῶν. Τὰ γὰρ εἰς ˉδˉηˉς ἀπαθῆ πατρωνυμικά, μήτε συγκοπὴν παθόνταἢ συναίρεσιν μήτε πλεονασμόν, μιᾷ συλλαβῇ πλεονάζει τῆς γεννήτορος πρωτοτύπου γενικῆς, ἀφ' ἧς ἡ πατρωνυμία γίνεται· οἷον ἡ Πριάμου γενικὴ ἐν τρισὶσυλλαβαῖς ἐστι, Πριαμίδης ἐν τέτρασιν. ὁμοίως καὶ Νέστορος Νεστορίδης, Λητόος Λητοΐδης, Ἕκτορος Ἑκτορίδης, Ἀτρέος Ἀτρεΐδης παρὰ Πινδάρωτὸ δ' αὐτὸ καὶ ἐπὶ πάντων τῶν ἀπαθῶν πατρωνυμικῶν. οὕτως οὖν καὶ Πηλεύς Πηλῆος Πηληΐδης, Μηκιστεύς Μηκιστῆος Μηκιστηΐδης. εἴπομεν μὴ συγκοπὴν 1. 22 παθόντα ἢ συναίρεσιν διά τε τὸ Ἀνθεμίωνος Ἀνθεμίδης, Δευκαλίωνος Δευκαλίδης. ταῦτα γὰρ ἐπειδὴ συνεκόπη ἐκ τοῦ Ἀνθεμιωνίδης, Δευκαλιωνίδης, οὐπλεονάζει, ἀλλὰ ἐλλείπει μιᾷ συλλαβῇ τῆς τοῦ πρωτοτύπου γενικῆς. καὶ διὰτὸ Ἀτρείδης, Πηλείδης καὶ τὰ τοιαῦτα. ταῦτα γὰρ στενοχωρηθέντα τῇ συναιρέσει Ἀτρείδης, Πηλείδης, ἰσοσυλλαβεῖ τῇ πρωτοτύπῳ τρισυλλάβῳ γενικῇ. εἴπομεν μήτε παθόντα πλεονασμὸν διὰ τὸ Τελαμωνιάδης [καὶ τὰ κατ' αὐτό, ἐνοἷς καὶ ὁ Χαλκωδοντιάδης καὶ ὁ Λαομεδοντιάδης καὶ ὁ Φηρητιάδης.] ταῦτα γὰρἐξ ἐμπτώσεως πλεονάσαντος τοῦ ˉα δυσὶ συλλαβαῖς ὑπερέχει τῆς τοῦ Τελαμῶνοςγενικῆς. οὐκοῦν οὕτω καὶ τὸ Πηληϊάδης καὶ Μηκιστηϊάδης οὐκ ἀναγκαίωςἔχει τὸ ˉα, ἀλλ' ἐκ πλεονασμοῦ αὐτὸ προσεφύη εἰς δακτύλου ἀναπλήρωσιν. εἰσὶδέ τινα εἰς ˉδˉηˉς πατρωνυμικὰ φύσει τὸ ˉα ἔχοντα ἐν τῇ παραληγούσῃ, οἷον τὰ ἐκτῶν διὰ τοῦ ˉιˉοˉς κυρίων ὀνομάτων· [Ταλθύβιος Ταλθυβιάδης· οὗ παρώνυμοι οἱπαρ' Ἡροδότῳ Ταλθυβιάδαι· Ἀτύμνιος Ἀτυμνιάδης ὁ ἐν τῇ εʹ ῥαψῳδίᾳ· Ἥλιος Ἡλιάδης, Κλύτιος Κλυτιάδης, Μενοίτιος Μενοιτιάδης], ΛαέρτιοςΛαερτίου Λαερτιάδης· διφορεῖται γὰρ τοῦτο, καὶ οὐ μόνον Λαέρτης λέγεται, ἀλλὰ καὶ Λαέρτιος, ὡς δηλοῖ καὶ Σοφοκλῆς· Θέστιος Θεστίου Θεστιάδης, Ἀλέξιος Ἀλεξίου Ἀλεξιάδης, Δέξιος Δεξίου Δεξιάδης, Φήμιος Φημιάδης, Ὀίλιος κατὰ τὸν τεχνικὸν Γεώργιον Ὀϊλιάδης· [οὐ γάρ ἐστι, φησίν, ἀπὸ τοῦὈϊλεύς· ἦν γὰρ ἂν Ὀϊλείδης διὰ διφθόγγου·] Ἀσκληπιὸς Ἀσκληπίου Ἀσκπιάδης καὶ τὰ ὅμοια. ἐν τούτοις γὰρ ἡ καθαρὰ λήγουσα τῆς γενικῆς οὐ τρέπεταιεἰς ˉι ὡς ἐν τῷ Ὁμήρου Ὁμηρίδης, Πριάμου Πριαμίδης, ἀλλὰ εἰς ˉα καθαρόν. ὁμοίως διὰ τοῦ ˉαˉδˉηˉς πατρωνυμοῦνται καὶ τὰ εἰς ˉηˉς κύρια, εἰς ˉοˉυ ἔχοντα τὴν γενικήν· οἷον, Ἱππότης Ἱππότου Ἱπποτάδης, [Βούτης Βούτου Βουτάδης, ἐξ οὗγένος οὐκ ἀνώνυμον οἱ Ἐτεοβουτάδαι, ὧν ἡ σύνθεσις κατὰ τοὺς Ἐτεόκρητας· ἦν δέ, φασί, Βούτης υἱὸς Ποσειδῶνος, ὡς Ἡσίοδος ἐν Καταλόγῳ.] ὡσαύτωςκαὶ τὰ εἰς ˉαˉς ἰσοσυλλάβως κλινόμενα, οἷον, ρρας κύριον Αἰολικόν· διὸ καὶψιλοῦται· ἀφ' οὗ πατρωνυμικὸν ρράδης, ὅπερ οἱ Αἰολεῖς ρράδιος λέγουσι. Πελίας Πελιάδης, [Ἀλεύας Ἀλευάδης, ἀφ' οὗ εὐγενὲς φῦλον οἱ Ἀλευάδαι Κέας Κεάδης, ὁ ἐν τῇ Ὁμηρικῇ Βοιωτίᾳ· Αἰνείας Αἰνειάδης, ὁ καὶ Αἰνεάδης· Βορέας Βορεάδης, Γρᾶς Γρᾶ Γράδης,] Χαιρέας Χαιρεάδης, Δημέας Δημεάδης καὶ ἐν συναιρέσει Δημάδης· θετέον γὰρ ἐν τοιούτοις καὶ τοῦτο, εἰ καὶμὴ πατρωνυμικόν ἐστιν, ἀλλὰ ὡς πατρωνυμικόν, καθάπερ καὶ τὸ Καρνεάδης, Σωτάδης καὶ ἕτερα. [Ἰστέον δὲ καὶ ὅτι οὐ μόνον πλεονάζει τὸ ˉα ἐν τοῖς εἰς ˉδˉηˉς, ὡς ἀνωτέρω κεῖται, ἀλλὰ καὶ ἀποβάλλεται. ὁ γοῦν Ἐριχθονιάδης, ὡςἀπὸ τοῦ Ἐριχθόνιος, εὕρηται καὶ δίχα τοῦ ˉα Ἐριχθονίδης, ὥς φασιν οἱ τεχνικοί. ὅτι δὲ καὶ ἄλλως τὸ Πηληϊάδης ἔστι παράγειν, ἐν τῇ δέλτα φανεῖται.] Ὅτιὥσπερ Ὀδυσσεύς ποτὲ μὲν διὰ δύο ˉςˉσ παρὰ τῷ ποιητῇ, ποτὲ δὲ δι' ἑνός, ὡςμετὰ ταῦτα φανήσεται, οὕτω καὶ Ἀχιλλεύς ἐνταῦθα μὲν ἐν τῷ «ΠηληϊάδεωἈχιλῆος» καὶ ἀλλαχοῦ δὲ δι' ἑνὸς ἐκφωνεῖται ˉλ, ἐν πλείοσι δὲ τόποις τὰ δύο ˉλἔχει. ἐπαγωνίζονται δὲ ἄλλοι μὲν τῇ τοῦ ἑνός, ἕτεροι δὲ τῇ τῶν δύο ˉλ γραφῇ, τὰ μὲν δύο τιθέντες ἢ ἀπὸ τοῦ ἄχος ἰάλλειν ἤγουν λύπην ἐμβάλλειν, λυπεῖν γὰρφερωνύμως ἔμελλε τοὺς καταπολεμουμένους, ὡς καὶ ὁ Ἀπόλλων δοκεῖ τισινἐκ τοῦ ἀπόλλειν διὰ τὸ φοβερώτερον ὀνομάζεσθαι, ἢ κατὰ πλεονασμὸν τοῦἑτέρου ˉλ διὰ τὸ εὐφωνότερον, ὡς καὶ ἐπὶ τοῦ ˉἀˉλˉλˉα συνδέσμου γίνεται καὶ ἐπὶἑτέρων πολλῶν, τῷ δὲ ἑνὶ ˉλ συνηγοροῦντες πρῶτον μὲν ἐκ τῆς ἀναλογίας, ἵνα ᾖὅμοιον τῷ Ὀϊλεύς, βασιλεύς· εἶτα ἐξ ἐτυμολογίας, ὡς ἀπὸ τοῦ ἄχος τοῖςἸλιεῦσιν, ἤγουν λύπην τοῖς Τρωσίν, αὐτὸν κατὰ φερωνυμίας καὶ τοῦτο λόγον [καὶ θείᾳ προνοίᾳ, καθά τις ἔφη,] γενέσθαι· ἢ ἀπὸ τοῦ ˉα στερητικοῦ καὶ τοῦχιλός, ὅ ἐστιν ἡ ἐκ τῶν σπορίμων τροφή. οὐ γὰρ χιλῷ, φασίν, ἤτοι Δημητρειακῷκαρπῷ ἐτράφη ὁ ἥρως, ἀλλὰ ζῴων μυελοῖς βρεφόθεν· ἴσως δὲ καὶ δημῷ προβάτων, κατὰ τὸν Ὁμηρικὸν Ἑκτορίδην Ἀστυάνακτα· εἶτα κρέασι, τοῖς ἐκ τοῦκυνηγετεῖν, ὅτε ὁ Χείρων ἐπαιδαγώγει αὐτόν. ὃς καὶ ἐξεθρέψατο καὶ εἰςἐπιστήμην τῶν τακτικῶν ἀγαγὼν ἄριστον πολεμιστὴν εἰς Τροίαν ἔστειλε «πρώτως ὑπηνήτην ὄντα» κατὰ τὴν ἱστορίαν. οὐ γὰρ πειστέον τοῖς μύθοις, καθά πουκαὶ Ἱμέριος γράφει, οἳ τῆς γυναικωνίτιδος αὐτὸν ἐξαγαγόντες εἰς τὴν Τροίανστέλλουσιν. Ὅτι δὲ φιλοαχιλλεὺς ὁ ποιητής, μυριαχοῦ φανήσεται, ὃς τάχα, ὥσπερ ἐξ Ὀδυσσέως τὴν Ὀδύσσειαν, οὕτω καὶ τὴν Ἰλιάδα ἐξ Ἀχιλλέως Ἀχιλειαν ἐπέγραψεν ἄν, εἰ μὴ τὸ πρεσβεῖον τῆς Ἑλλάδος οὕτως ἤμελλε καταβαλεῖν 1. 24 καὶ ταπεινῶσαι τῇ ἐξ ἑνός τινος ἐπιγραφῇ. διὸ οὔτε ἀπό τινος ἑτέρου προσώπουὅλως αὐτὴν παρονομάζει, ἐπεὶ μὴ ἐκ τοῦ Ἀχιλλέως δύναται, ἀλλὰ ἐκ τῆς Ἰλίου, ὡς προελέχθη. καὶ τὸν Ἀχιλλέα δὲ ἐξαίρει καὶ σεμνύνει ἄλλως τε πολυειδῶςκαὶ οἷς δὲ ἀπὸ τῆς αὐτοῦ μήνιδος ἀρξάμενος, πρὶν ἢ μὲν παύσασθαι τοῦ μηνίειν, κατασπείρει πολλαχοῦ τῆς ποιήσεως τὴν αὐτοῦ μνήμην, ἵνα μηδεὶς αὐτοῦ λανθάνηται· ἐπὰν δὲ ἀποθέμενον τὴν μῆνιν ἐκφήνῃ αὐτὸν εἰς τὴν μάχην, τὸ ὅλον τῆςποιήσεως εἰς αὐτὸν δαπανᾷ, καὶ ἀντεπεξαγαγὼν αὐτῷ ἀξιόλογον ἀντίμαχον, τὸν Τρωϊκὸν Ἕκτορα, ὃς τὸν μὲν ἄλλον χρόνον οὐδὲ προκύπτειν τοῦ τείχους ἤθελεν, Ἀχιλλέως δὲ μηνίσαντος μεγάλα κατὰ Ἑλλήνων κατώρθωσε. καὶ ῥίψας αὐτὸν ὑπὸ τῷ Ἀχιλλεῖ συγκατέλυσεν ἐκείνῳ τὴν ποίησιν, οὐ μόνον ὅτι συναπέσβη τῷἝκτορι καὶ ἡ τῶν πολεμικῶν ἔργων θερμότης καὶ οὐκ εἶχεν ὁ ποιητὴς τοῦλοιποῦ ἐπεξαγαγεῖν ἀντίπαλον τοιοῦτον ἕτερον τῷ Ἀχιλλεῖ, ἀλλὰ καὶ ὅτιὤκνησεν ἐπὶ πλέον μηκῦναι τὸν λόγον, ἵνα μὴ ἀναγκαίως καὶ εἰς τὸν τοῦ φιλουμένου Ἀχιλλέως θάνατον ἀπενεχθεὶς ἀφηγήσηται, ὅπως ἀγεννῶς οὕτω καὶἀναξίως ὁ τηλικοῦτος ἥρως ἔπεσεν. εἰ δέ που παρελάλησέ τι περὶ θανάτου τοῦἈχιλλέως, ἀλλ' οὐ κατὰ ἀφήγησιν καὶ εἰς πλάτος κατὰ σκοπὸν καὶ εἱρμόν, ἀλλ' ὡς ἐκ παρόδου καὶ πεφεισμένως καὶ οἷον εἰπεῖν ἄκροις χείλεσι, καθάπερκαὶ ἄλλα τῶν ὕστερον ἐπισυμβάντων, ὡς καὶ πρὸ ὀλίγου ἐρρέθη. ἔφθημεν γὰρεἰπόντες, ὅτι ἀπὸ τῶν τελευταίων μὲν ὁ ποιητὴς ἤρξατο, οὐ κατὰ φύσιν οὐδὲσαφές τι ποιῶν οὐδὲ καθ' εἱρμὸν προβαίνων καὶ συνείρων τοῖς πρώτοις τὰ ἐφεξῆς, ἀλλὰ μετατιθεὶς τὰ πράγματα καὶ ἐκ τῶν μετὰ τὰ πρῶτα ποιούμενος τὴν ἀρχήν· εὐμεθόδως δὲ ὅμως καὶ τὰ παλαιά, ναὶ μὴν καὶ τὰ μετὰ τὴν Ἰλιάδα συστρέφωνκαὶ στρεβλῶν καὶ περιάγων καὶ παρενείρων τῷ λόγῳ καὶ οὕτω πάντων δραττόμενος καὶ ἀντὶ σαφοῦς μεθόδου εἰς τὴν ἐμπερίβολον μεταχωρῶν καὶ δι' ἧςλόγος ὑψηλὸς γίνεται. ὡς μὴ ἔξω χάριτος εἶναι, εἴ τις τὴν Ὁμηρικὴν ταύτηνμεταχείρισιν παρεικάσει τῇ τοῦ γυμνοσοφιστοῦ ἐκείνου, ὃς αἰνιττόμενός τιπρὸς βασιλικὴν ἐρώτησιν βύρσαν νεόδαρτον ἐπιζητήσας καὶ λαβὼν μέσῃ ταύτῃτὴν χεῖρα ἐπέβαλεν, εἶτα τῇ δρακὶ σφίγγων καὶ πιέζων καὶ περιάγων τὰ κύκλῳσυνήγαγεν εἰς ἓν τὴν ἅπασαν βύρσαν καὶ συνέκλεισεν ἐν βραχεῖ καὶ οὐδὲν αὐτῆςἔξω ἀφῆκε τῆς ἁφῆς, ἀλλὰ εὐφυῶς τὸ διαπεπταμένον ἐστενοχώρησε. Ὅτι δὲ ἐκτοῦ χιλός παρονομάζεται ὁ Ἀχιλλεύς, προφέρεται εἰς μαρτυρίαν καὶ ὁ Εὐφορίων, λέγων «ἐς Φθίην χιλοῦ κατήϊε πάμπαν ἄγευστος. τοὔνεκα Μυρμιδόνες μινἈχιλλέα φημίξαντο». τοῦ δὲ χιλός ἡ χρῆσις καὶ παρὰ Ξενοφῶντι, ὡς ἔνθαφησί «στρατιώτας ἀπελθεῖν που ἐκ τοῦ στρατοπέδου διὰ χιλόν». δῆλον δὲ ὅτισεμνότερον καὶ μετ' εὐφωνίας εὐγενέστερον τὸ Ἀχιλλεύς διὰ δύο ˉλ· διαρκέστερον γὰρ οὕτως ἐνδιατρίβομεν τῷ τοῦ ἥρωος ὀνόματι καὶ γλυκύτερον καὶὀγκηρότερον μετὰ καὶ ἀναλόγου λειότητος. (ῃ. 2) Ὅτι τὸ «οὐλομένην» 1. 25 Πορφύριος μὲν ὄνομα λέγει σύνθετον ἐκ τοῦ ὀλοόν καὶ τοῦ μένος, οἱονεὶ τὴνἔχουσαν οὖλον ἤτοι ὀλέθριον μένος. ἕτεροι δὲ μετοχὴν μέσου ἀορίστου δευτέρου, ἵνα λέγῃ παθητικῶς οὐλομένην Ἰωνικῇ ἐπενθέσει τοῦ ˉυ τὴν ὀλομένην καὶ ἀξίανὀλέσθαι, ὅπερ καὶ ὀλουμένη καὶ ἀπολουμένη λέγεται κατὰ χρόνον μέσουδευτέρου μέλλοντος. κατὰ δέ τινας οὐκ ἔστιν ἡ λέξις κυρίως παθητικὴ ἐνταῦθακατὰ τὸ ὀλόμενος καὶ ὀλούμενος, ἀλλὰ ἐν μόνῃ φαίνεται φωνῇ· οἳ καὶ καλῶςλέγουσιν. ὅτι γὰρ ἐνέργειαν σημαίνει, δηλοῖ ὁ ποιητὴς ἐπαγαγὼν τὸ «ἣ μυρί' Ἀχαιοῖς ἄλγε' ἔθηκε» μονονουχὶ λέγων κατὰ λόγον ἐπεξηγήσεως, ὅτι οὐλομένηντὴν μῆνίν φημι, οὐχ' ὅτι αὐτὴ ἔπαθέ τι, ἀλλ' ὅτι μάλιστα ἐνήργησεν· ἔθηκε γὰρἄλγεα μυρία τοῖς Ἀχαιοῖς. Τὸ δὲ ἔθηκεν οὐ μόνον ἀντὶ τοῦ ἐποίησε νοεῖται καὶἐπέθηκεν, ἀλλὰ καὶ ἄλλως γλαφυρώτερον. ἐπεὶ γὰρ ἐναντία τὸ φύσει καὶ τὸθέσει, δοκεῖ λέγειν ὅτι οὐ φύσει ἤλγησαν οἱ Ἕλληνες οὐδὲ κατά τινα νοσερὰνἀκολουθίαν, ἀλλὰ θέσει διὰ τὴν οὐλομένην μῆνιν, ἧς μὴ γενομένης ἡ φύσιςοὐκ ἂν ἄρτι τοὺς Ἀχαιοὺς ἔβλαψεν. ὃ παραδηλοῦταί πως κατωτέρω καὶ ἐν τῷπροΐαψεν, εἴ τις ἐκεῖ τὴν πρόθεσιν νοήσει χρόνου δηλωτικήν. Τὸ δέ «μῆνιν οὐλομένην» μετακλιθὲν εἰς τὸ «ἣ μυρί' Ἀχαιοῖς ἄλγε' ἔθηκε» σχῆμα ἐποίησεν, ὃκλίσις ἢ μετάκλισις λέγεται, ὡς μετ' ὀλίγα σαφέστερον ῥηθήσεται. Μυρία δὲ ἢἀορίστως τὰ πολλὰ λέγει καὶ παροξύνεται ἡ λέξις πρὸς διαστολὴν ὡρισμένουἀριθμοῦ τοῦ μύρια, ἢ κατά τινας τὰ θρήνων ἄξια ὡς ἀπὸ τοῦ μύρεσθαι, ὃ δηλοῖποιὸν ἦχον γοερόν, ἐξ οὗ καὶ τὸ μορμύρειν ἐπὶ ὑδάτων γίνεται καὶ ὁ κλαυθμυρισμός. Ἰστέον δὲ ὅτι τῶν πλειόνων παροξυνόντων μὲν τὸ ἀόριστον τὰμυρία, προπαροξυνόντων δὲ τὸ ὡρισμένον ἤγουν τὰς δέκα χιλιάδας, Ἡρωδιανὸςἑκάτερα ὀφείλειν φησὶν ὀξυτονεῖσθαι κατὰ τὴν τρίτην ἀπὸ τέλους, ὅ ἐστι κατὰτὴν προπαραλήγουσαν· καὶ λέγει καὶ κανόνα τινὰ εἰς τοῦτο ἐκεῖνος, [ἐν ᾧ καὶτὸ ἀρσενικὸν ὁ μύριος προπαροξύνεται κατὰ τὸ Λύδιος, ὡς ἐπὶ μὲν παρατελευτώσης διὰ τοῦ ˉι συνεσταλμένου λεγόμενον, κατὰ δὲ τὴν τρίτην ἀπὸ τέλουςμακρὸν ὄν. καὶ τὸ μύριον δὲ ὁμοίως, ἐπεὶ τὰ παρεσχηματισμένα οὐδέτεραἀρσενικοῖς ὁμότονα αὐτοῖς ἐστιν.] Ὅρα δὲ ὅτι ἔχων ὁ ποιητὴς εἰπεῖν «μυρί' Ἀχαιοῖς ἄχε' ἔθηκεν», οὐκ ἠθέλησε παῖξαι μέθοδον διδοὺς τοῦ μὴ ληρεῖντινας τὰ παραπίπτοντα. καὶ γὰρ ἤρκεσαν αὐτῷ ἱλαρῦναι τὸ τῶν ἐννοιῶνσκυθρωπὸν τὰ τρία πάρισα, τὸ ἔθηκε, τὸ προΐαψε καὶ τὸ τεῦχε. καὶ οὐκ ἠθέλησενεἰς πλέον καλλωπίσαι· ὃς καὶ τὸ τεῦχεν οὐκ ἐν τέλει στίχου ἔθετο, ἐπέκρυψεδέ πως, ἵνα μὴ ἐπιβούλως δοκῇ πρὸς ἐμφανὲς κάλλος γράφειν ἔξω καιροῦ. Σημείωσαι δὲ καὶ ὅτι ἐν μὲν Ὀδυσσείᾳ εἰπών «ἄνδρα πολύτροπον» καὶ «ἐπλάγχθη» καὶ «πολλῶν ἀνθρώπων ἴδεν ἄστεα» ἐπιμονὴν ἐποίησε λέξεωςἐκ τοῦ πολύτροπος καὶ πολλῶν καὶ πολλά· ἐνταῦθα δὲ δυνατὸν ὂν οὕτω ποιῆσαιὅμως οὐκ ἠθέλησεν, ἀλλὰ ἀντὶ τοῦ «πολλὰ ἄλγεα ἔθηκε, πολλὰς δὲ ψυχὰςἌϊδι προΐαψεν ἡρώων» τὸ πολλὰ ἄλγεα μυρία εἶπε, διδάσκων ὡς ποτὲ μὲν ἐνἐπιμονῇ ταῖς αὐταῖς χρηστέον λέξεσι, ποτὲ δὲ μεταληπτέον τὰς ἰσοδυνάμους. καὶ ἔστι καὶ τοῦτο εἶδός τι ἐπιμονῆς. Ἰστέον δὲ ὅτι τὸ μέν «ἄλγεα ἔθηκε» φαίνεται ῥηθῆναι διὰ τοὺς τραυματισθέντας μέν, μὴ θανόντας δέ· ἢ καὶ διὰτοὺς ἄλλως λυπηθέντας· (ῃ. 3) τὸ δέ «πολλὰς ψυχὰς Ἄϊδι προΐαψεν ἡρώων» διὰ τοὺς τεθνεῶτας, ἵνα λέγῃ ὅτι μυρίους μὲν πολυτρόπως ἄλλως ἤλγυνεν ἡ τοῦἈχιλλέως μῆνις, πολλοὺς δὲ καὶ ἐθανάτωσε. ταῦτα δὲ προοικονομίαι εἰσὶ τοῦπλατυσμοῦ τῆς Ἰλιάδος· τὰ γὰρ μυρία ἄλγεα καὶ οἱ πολλοὶ θάνατοι πολλὴνπάντως γραφῆς ὕλην δώσουσι τῷ ποιητῇ. Ἰστέον δὲ ὅτι πολλοῖς ἔθνεσιν ἀπὸτῶν παρ' αὐτοῖς ἐνδόξως βασιλευσάντων αἱ κλήσεις ἔκειντο· Ἕλληνες οὖνἀπὸ Ἕλληνος, Ἀργεῖοι διὰ τὸν Ἄργον, Ἴωνες ἐκ τοῦ Ἴωνος, Περσευπαρονομάζει τοὺς Πέρσας, καθὰ καὶ τοὺς Μήδους ὁ Μῆδος· οὕτω δὲ καὶἈχαιοὺς ὁ Ἀχαιός. Τὸ δέ «ἴφθιμος ψυχή» γίνεται ἐκ τοῦ ἶφι τὸ ἰσχυρῶς, πλεονασμῷ τοῦ ˉθ, [ἵνα ᾖ, ὥσπερ ὄψι ὄψιμος ἢ καὶ ἄλλως, ὡς ἄνθος ἄνθιμος, οὕτωςἶφι ἴφιμος, καὶ πλεονασμῷ ἴφθιμος ὑπερβιβασθέντος τοῦ χρόνου καὶ τῆς μὲνἀρχῆς γενομένης θέσει μακρᾶς, τῆς δὲ παραληγούσης φύσει ἐκταθείσης.] τὸδὲ εἰπεῖν γενέσθαι αὐτὸ ἐκ τοῦ ἶφι καὶ τοῦ θυμός, ἡ ψυχή, οὐ λίαν ἀρέσκει τοῖςπαλαιοῖς, καὶ τὴν αἰτίαν ἐκεῖνοι λέγουσιν. Ἀττικὸν δὲ τὸ ἰφθίμους ψυχάς. καὶἠδύνατο μὲν καὶ ἰφθίμας εἰπεῖν κοινῶς, ὡς δηλοῖ τὸ «ἰφθίμην ἄλοχον», [ἐξέφυγεδὲ τὸ ἐν τρισὶ παρίσοις ἄκαιρον κάλλος. Ψυχὴ δὲ κατὰ τοὺς παλαιοὺς οὐχ' οὕτως ἐκ τοῦ ψύχω, ὅσον ἐκ τοῦ φύσις καὶ τοῦ ἔχω, ἵνα ᾖ φυσιοχὴ καὶ τροπῇσυνήθει τοῦ ˉφ εἰς ˉπ καὶ τοῦ ˉπ καὶ ˉσ εἰς ˉψ καὶ συγκοπῇ τοῦ ˉι καὶ τοῦ ˉο ψυχή.] Τὸ δὲ Ἄϊδι μεταπλασμὸν κατά τινας ἔπαθε τῆς ληγούσης ἀπὸ τῆς Ἀΐδῃδοτικῆς, ἧς εὐθεῖα ὁ Ἀΐδης. κατὰ δὲ ἑτέρους ἐπλαγιάσθη ἀπὸ τοῦ Ἄϊς, οὗ καὶ γενικὴ εὑρίσκεται Ἄϊδος, εἰ μή τις ἐρεῖ καὶ τοῦτο ἀπὸ τοῦ Ἀΐδου μεταπλασθῆναι. τί δέ ἐστιν ὁ μεταπλασμός, ἐν τοῖς ἑξῆς εἰρήσεται. τὸ δὲ Ἄϊς γίνεται 1. 27 παρὰ τὸ ˉα στερητικὸν καὶ τὸ εἴδω εἴσω, τὸ βλέπω, καθάπερ καὶ ἐκ τοῦ ˉνˉηστερητικοῦ καὶ τοῦ εἴδω εἴσω, τὸ γινώσκω, νῆϊς ὁ ἄπειρος καὶ ἀνεπιστήμων. ἔστι γὰρ Ἄϊς τόπος σκοτεινὸς ὑπὸ γῆν, ἀφανής, ἀφωρισμένος ψυχαῖς. διὸκαὶ Ἀΐδης λέγεται ὁ αὐτὸς καὶ Ἀϊδωνεύς· ὡς δέ τινές φασι καὶ Ἅδης κατὰσυναίρεσιν τοῦ Ἀΐδης. εἰς τοῦτο δὲ ἐναντιοῦται τὸ πνεῦμα· ὤφειλε γάρ, εἰἀπὸ τοῦ Ἀΐδης ὁ Ἅδης γέγονε συναιρεθείς, ψιλοῦσθαι καὶ αὐτός, καθὰ ὁ Ἀΐδης. ἀλλὰ τοῦτο μὲν οἱ ἀποδεχόμενοι τὴν ἀπὸ τοῦ Ἀΐδης συναίρεσιν δασυνθῆναί φασιν Ἀττικῶς, τάχα διὰ τὴν ἐν αὐτῷ ἄθροισιν τῶν ψυχῶν. εἰώθασιγὰρ Ἀττικοὶ καὶ ἕτερα πολλὰ τοιούτῳ τινὶ λόγῳ δασύνειν, ὡς καὶ τὴν ἅλα καὶτὸ ἅπας καὶ τὸ ἅλις ἀντὶ τοῦ ἀρκούντως, λέγοντες ὅτι τὸ ἀθροιστικὸν ˉα δασύνεται. οἱ δὲ ἄλλως ἀσυναιρέτως τὸν Ἅδην παράγοντες οὔτε τὸ ˉι ἐν τῇ ἀρχούσῃπροσγράφουσιν, ἀλλὰ καὶ ἀπὸ τοῦ ἥδω φασὶ παραχθῆναι τὸν Ἅδην κατὰ ἀντίφρασιν, ᾧ ἥδεται καὶ χαίρει οὐδείς· καθ' ὃ καὶ Χάρων μυθολογεῖται πορθμεὺςἐν Ἅδου, ὡς ἀπὸ τοῦ χαίρειν, καίτοι χαρτὸν οὐδὲν ποιῶν, εἴπερ εἰς Κωκυτὸνπορθμεύει καὶ Ἀχέροντα καὶ Πυριφλεγέθοντα. Τὸ δὲ προΐαψέ τινες ἁπλούστερονἀντὶ τοῦ προέπεμψε νοοῦσιν· ἔχει δὲ οὐχ' ἁπλῶς οὕτως. οὐ γὰρ πομπήν τιναἢ προπομπήν, ἀλλ', ὡς καὶ τῷ Γεωγράφῳ δοκεῖ, φθορὰν καὶ βλάβην τινὰ ἡλέξις δηλοῖ, ὡς ἀπὸ τοῦ ἴπτω, ἐξ οὗ, φησί, καὶ Ἄργος πολυδίψιον τὸ πολυΐψιονἤτοι πολύφθορον. ἀλλὰ περὶ τούτου μὲν ἐν οἰκείῳ τόπῳ ῥηθήσεται. ἐκ δὲ τοῦἴπτω ἴψω τὸ βλάπτω οὐ μόνον τὸ ἰάπτω γίνεται, ἀλλὰ καὶ ἶπος ἡ παγὶς τῶνμυῶν καὶ ἰποῦν ῥῆμα τὸ βλάπτειν [παρά τε Αἰσχύλῳ καὶ παρὰ τῷ Κωμικῷἐν τῷ «ἰπούμενοι ταῖς εἰσφοραῖς»] καὶ ὁ ἴπνος βαρυτόνως ἢ ἰπνὸς ὀξυτόνως, δι' οὗ δηλοῦται ἡ ἑστία ἢ ὁ κλίβανος. ἐκ δὲ τοῦ τοιούτου ἴπτω καὶ ἲψ ἰπὸςεἶδος σκώληκος [ἐμφυομένου τοῖς κέρασι κατὰ τὸ «μὴ κέρα ἶπες ἔδοιεν».] καὶ αἰπὺς ὁ ὑψηλὸς καὶ χαλεπός· τὸ γὰρ ἰπῶ, τουτέστι τὸ βλάπτω, μετὰτοῦ ˉα ἐπιτατικοῦ κατὰ συναίρεσιν ποιεῖ τὸ αἰπύς. ἰάπτω τοίνυν τὸ μετὰ βλάβης 1. 28 τι ποιῶ, πλεονάσαντος τοῦ ˉα μέσον τοῦ ἴπτω. τάχα δὲ καὶ ἀπὸ τοῦ ˉα ἐπιτατικοῦ ἐπιρρηματικοῦ μορίου καὶ τοῦ ἴπτω γίνεται ἀΐπτω τὸ ἄγαν βλάπτω καὶκατὰ μετάθεσιν δι' εὐφωνίαν ἰάπτω. ὅθεν [καὶ ὁ Ἰαπετὸς καὶ] τὸ προΐαψεν, ἤγουν μετὰ βλάβης εἰς Ἅιδην πρὸ τοῦ δέοντος ἔπεμψεν, ὡς τῆς ˉπˉρˉο προθέσεωςκαιρικόν τι δηλούσης· ἢ ἁπλῶς ἔπεμψεν, ὡς πλεοναζούσης τῆς προθέσεως, καθὰκαὶ ἐν τῷ «νῆας προπάσας» καὶ ἐν ἄλλοις πολλοῖς. εἰ δὲ προσεκτέον τῷ Σοφοκλεῖ ἔνθα λέγει «λόγοις ἰάπτων» οὐδὲ τὸ μετὰ βλάβης παρέπεμψεν ὀρθῶςἂν ἔχοι ἐπὶ τοῦ προΐαψεν, ἀλλὰ ἀσυνθέτως καὶ κατὰ μόνας αὐτὸ δὴ τὸ βλάπτεινἡ λέξις δηλοῖ, λέγοντος οἷον τοῦ ποιητοῦ, ὅτι οὐ νόσῳ, οὐ τραύμασι μόνοις, οὐκἄλγεσιν ἡ μῆνις ἴαψεν ἤτοι ἔβλαψε τὰς τῶν ἡρώων ψυχάς, ἀλλὰ ἐσχάτῳπάντων κακῷ, τῷ Ἄϊδι. ἐντεῦθεν δὲ οἱ μεθ' Ὅμηρον ἀπονάμενοι ζημιοῦσθαί τινά φασι θανάτῳ ἢ δικαιοῦσθαι καὶ ποινηλατεῖσθαι πληγαῖς ἢ ἀτιμίαις ἢεἱρκτῇ ἢ οὕτω πως. [Ἄλλως μέντοι τὸ «ἰάψῃς ὀρχήματα» ἑτέραν ἔννοιαν ὑποβάλλει τοῦ ἰάπτειν παρὰ τῷ αὐτῷ Τραγικῷ. ἔστι γὰρ ἰάψειν ὄρχησιν ἢ τὸ εἰπεῖν καὶδιδάξαι παρὰ τὸ ἔπω ἴπτω πλεονασμῷ τοῦ ˉα κατὰ τὸ ἐνέπω ἐνίπτω, ἢ τὸἐπιπέμψειν ἀπὸ τοῦ ἱῶ, ἐξ οὗ τὸ ἀφίημι· ὡς γὰρ θῶ θάπτω, ῥῶ ῥάπτω, οὕτωςἱῶ ἰάπτω τὸ ἵημι, ὅ ἐστι πέμπω· ὅθεν καὶ ἰός.] Ἰστέον δὲ καὶ ὅτι τὸ ὅλοντοῦτο χωρίον τὸ «πολλὰς δ' ἰφθίμους ψυχὰς Ἄϊδι προΐαψεν» ἐπαινεῖται πρὸςτῶν παλαιῶν ὡς καιρίως ἐμπερίβολον. ἔγκειται γὰρ αὐτῷ, φασί, ταῦτα· τὸψυχάς, οὐσία· ποσὸν τὸ πολλάς· ποιὸν τὸ ἰφθίμους· τόπος τὸ Ἄϊδι· χρόνος τὸπροΐαψεν, ὅ ἐστι πρὸ τοῦ μοιριδίου, φασίν, ἔπεμψεν. (ῃ. 4) Ἥρωας δὲ ἡπαλαιὰ σοφία γένος τι θεῖον εἶναι δοξάζει μέσον θεῶν καὶ ἀνθρώπων. καὶ τὸμὲν θεῖον φῦλον εἰς θεοὺς διαιρεῖ καὶ δαίμονας, ὧν καὶ διαφορὰν λέγει, ὁποίαφανήσεται ἀλλαχοῦ· τοὺς δὲ ἀνθρώπους εἴς τε ἥρωας καὶ εἰς αὐτὸ τοῦτο ἀνθρώπους. καὶ ὑποβεβηκέναι μέν φησι θεοῖς δαίμονας, ἀνθρώπους δὲ ἥρωσιν, οὓςκαὶ ἐκ θείου καὶ ἀνθρωπίνου σώματος φῦναι λέγουσι. διὸ καὶ Ἡσίοδος ἡμιθέουςαὐτοὺς λέγει ἢ ἐκ θεᾶς ὄντας καὶ θνητοῦ ἀνδρός, ὁποῖος καὶ Ἀχιλλεὺς ὁ ἐκ Θέτιδος καὶ Πηλέως· ἢ ἀνάπαλιν, ὁποῖον ὁ Λυκόφρων τὸν Ἕκτορα παραδίδωσι, πατρὸς μὲν Ἀπόλλωνος, θνητῆς δὲ μητρός. καὶ οὕτω μέν τινες. ἕτεροι δὲσυντομώτερον φράζοντές φασιν· ἄκρα μὲν θεοὶ καὶ ἄνθρωποι· μέσον δὲ γένοςἀμφοῖν τὸ ἡρωϊκόν, θεοῖς μὲν ὑποβεβηκός, ἀνθρώπων δὲ ὑπερκείμενον διὰ 1. 29 μετουσίαν ἀρετῆς, ἀφ' ἧς καὶ δοκοῦσι παρονομάζεσθαι. καὶ δῆλον, ὡς οἱτοιοῦτοι ἀπὸ τῆς ἀρετῆς βούλονται καλεῖσθαι τοὺς ἥρωας, ἀνθρώπους μὲν ὄντας, διὰ δὲ τὸ θεῖον τῆς ἀρετῆς ἡμιθέους νομισθέντας. ἄλλοι δὲ ἀπὸ τοῦ ἔρωτος τροπῇτοῦ ˉε εἰς ˉη παράγουσι τοὺς ἥρωας, καὶ τούτου ἢ ἐπαινετοῦ καὶ εἰς κάλλος θεῖονὁρῶντος καὶ ἀνατεινομένου εἰς τὸ ἄκρον ἐφετὸν καὶ τῶν κάτω μὲν ἀπάγοντοςτὸν ἄνθρωπον, ταῖς δὲ ἀνωτάτω θέαις προσενοῦντος, ὡς οὕτω κληροῦσθαιἡμιθέου κλῆσιν αὐτόν· ἢ καὶ ἄλλως, ἐκ μυθικοῦ ἔρωτος καὶ ἐμπαθοῦς. ἔρωςγὰρ κάλλους ἀμυθήτου πολὺς μυθικῶς ἐκκαυθεὶς τὰ ἀνομοίως ἔχοντα γένησυντήξας οἷον πρὸς γάμον ἔμιξεν. ἄλλοι δὲ ἀπὸ τῆς ἔρας τοὺς ἥρωας εἶπονκαλεῖσθαι· γῆθεν γὰρ ἦσαν, εἰ καὶ δι' ἀρετὴν ὥσπερ οὐρανώθησαν. οἱ δὲ ἀπὸτοῦ ἀέρος, ὡς δηλοῦται καὶ ἔν τινι τῶν παρὰ Πορφυρίῳ ἐπιγραμμάτων, ἐν ᾧκεῖται τὸ «σῆμα μὲν ἐν πόντῳ κεῖται· πνεῦμα δ' ἀὴρ ὅδ' ἔχει». φησὶ δὲ καὶἩσίοδος «ἠέρα ἑσσάμενοι, πάντῃ φοιτῶντες ἐπ' αἶαν» ἤγουν ἐνδυθέντες ἀέρα, ὡς μετὰ τὸ ἀπολυθῆναι τοῦ σώματος μὴ κάτω ἀπιόντες ἀλλ' ἐν ἀέρι ὄντες καὶγέρας ἔχοντες τὸ πανταχοῦ γῆς φοιτᾶν καὶ τὰ κατ' ἀνθρώπους ἐπισκέπτεσθαι. Σημείωσαι δὲ ὅτι καὶ ἐνταῦθα Ὅμηρος τήν τε ἑαυτοῦ ποίησιν σεμνύνει καὶ τὸν ἀκροατὴν δὲ πάλιν παραμυθεῖται, ὡς, εἰ καὶ ἀπὸ τοῦ ἐσχάτου ἤρξατοἔτους, ὅμως καὶ μεγάλα καὶ πολλά τινα ἐρεῖ καὶ οὐ μικροπρεπὴς αὐτῷ ἔσταιἡ ποίησις. καὶ ὑποβάλλει ἐλπίδας ὡς οὐδὲ περὶ τυχόντων ἐρεῖ προσώπων, ἀλλὰἡρώων, καὶ τούτων πολλῶν, μεμνήσεται, ὥστε καὶ πράξεων ἡρωϊκῶν τῶνἐν Τρωσί τε καὶ Ἕλλησι. διὰ τοῦτο γὰρ καὶ προανεφώνησεν, ὡς εἴρηται, ὅτιμυρία τοῖς Ἀχαιοῖς ἡ τοῦ Ἀχιλλέως μῆνις ἄλγεα ἔθηκεν, ἐκ τῶν Τρώων δηλαδὴ ἡρωϊκῶν καὶ αὐτῶν ὄντων καὶ οἵων δαψιλῆ χορηγίαν ἱστορίας, ναὶ δὴκαὶ πλάσεως δραματικωτέρας, ὑποβαλεῖν τῷ ποιητῇ, ὡς εἶναι τὸ Ὁμηρικὸνὅλον προοίμιον, καθὰ καὶ ἐρρέθη, προκατασκευήν τινα, ἣν οἱ μὲν φιλόσοφοισκοπὸν λόγου καλοῦσιν, οἱ δὲ ῥήτορες καὶ προέκθεσιν καὶ ὑπόσχεσιν ὑπισχνουμένου τοῦ ποιητοῦ ἐκ τῆς τοῦ Ἀχιλλέως ἄρξασθαι μήνιδος καὶ μυρία ἱστορήσεινἄλγη καὶ πολλὰς πράξεις ἡρωϊκάς. ἐν τούτοις δὲ καὶ ψόγος μήνιδος εὐφυῶςὑποφαίνεται· ὡς πάνυ γὰρ αὕτη χειρίστη, εἴπερ διὰ μὲν ὁμόνοιαν σωτηρίαπολυετὴς ἦν τοῖς Ἀχαιοῖς, διὰ δὲ τὴν ὀλιγοήμερον Ἀχιλλέως μῆνιν τοσαῦτα ἐπιγεγόνασι κακά. φευκτέον ἄρα τὴν μῆνιν, ἧς τὴν φαυλότητα τοῖς προθύροιςἐπέγραψε τῆς Ἰλιάδος ὁ ποιητής. εἰ δὲ μὴ μόνον ἥρωες Ἄϊδι παρεπέμφθησαν διὰ τὴν τοῦ Ἀχιλλέως μῆνιν, ὅμως ἐκ μέρους τοῦ τῶν ἰφθίμων ψυχῶν τῶν 1. 30 ἡρώων καὶ τοὺς κοινοὺς νοητέον ἀνθρώπους. τάχα δὲ καὶ ἅπαντας τοὺς Ἀχαιοὺςσυλλαβὼν ἐπαίνου νόμῳ ἥρωας λέγει, ἀποσεμνύνων τοὺς θανόντας ἐν τῇ μάχῃκαὶ παραθαρρύνων παιδευτικῶς καὶ ἑτέρους εἰς ὅμοια, ὡς θεῖον ὂν καὶ μακαριστὸντὸ οὕτω θνῄσκειν καὶ ἡρωϊκόν. οὕτω καὶ Ἀγαμέμνων ἐν τοῖς ἑξῆς θεραπεύωντὸ Πανελλήνιον ἥρωας αὐτοὺς καλεῖ ὁμοῦ πάντας καὶ οὐ μόνον, ἀλλὰ καὶφίλους καὶ θεράποντας Ἄρεος. Κἀκεῖνο δὲ ἰστέον ὅτι σοφώτερόν τινεςἐμβαθύναντες τὸ ἐξ ἀνδρὸς καὶ θεᾶς ἢ ἐκ θεοῦ καὶ γυναικὸς θνητῆς τοὺςἥρωας γενέσθαι οὕτως ἀνήγαγον φάμενοι τῶν ἀρετῶν τὰς μὲν ἀρρενωποὺς καὶἀνδρώδεις, οἷον τὴν ἀνδρίαν, τὸ τῆς δικαιοσύνης ἐπεξελευστικὸν κατὰ τῶνἀδικούντων, τὸ τῆς φρονήσεως δραστικόν, καὶ τὰ τοιαῦτα· τὰς δὲ οἷον θηλυτέραςδιὰ τὸ μαλθακώτερον, οἷον τὴν ἐπείκειαν, τὴν φιλίαν, τὸ πρᾷον, τὸ ἐλεεῖν καὶὅσα τοιάδε. οἱ μὲν οὖν ἀνδρώδους ἀρετῆς μέτοχοι ἄνθρωποι θεοῦ πατρὸς ἐλέγοντο· οἱ δὲ τῆς θηλυτέρας, ἀλλ' οὗτοι μητρὸς θεᾶς ἐφημίζοντο. καὶ τοιοῦτονμὲν καὶ τοῦτο. Ἡ δὲ ἱστορικὴ κατάστασις ἡ περὶ τοῦ τῶν ἡμιθέων μύθουτοιάδε· ἀγὼν τοῖς παλαιοῖς ἦν πολύς, ὡς εἰκός, ἀποσεμνύνειν τοὺς ἄρχοντας ἢκαὶ ἄλλως ὑπερέχοντας· καὶ ἕκαστοι τῶν ἐξ ἔθνους ἡμιλλῶντο τοῖς οἰκείοιςβασιλεῦσιν ἐπινοήσασθαι πλείω τῶν λοιπῶν σεμνώματα. διὸ καὶ τοὺς κοινοὺςἐγκωμιαστικοὺς ὑπεραναβάντες τόπους διὰ τὸ ὑψηλὸν καὶ θειότερον τῆςβασιλείας οὐκέτι ἐκ πατέρων ἢ προγόνων τῶν ἁπλῶς ἤθελον κατάγειν τοὺςἡγουμένους, ἀλλ' ἔνθεόν τι γένος τὸ βασιλικὸν ὑπολαβόντες θεοὺς αὐτοῖςπατέρας ἐπέστησαν καὶ τοῦτο κατὰ μέθοδον πολυσχιδῆ καὶ πολύτροπον καὶὡς ἑκάστῳ τῶν ἀρχόντων ἦν προσφυέστερον, ἵνα καὶ πιθανὸν εἴη τὸ θεόθενγενεαλόγημα. καὶ τοίνυν οἷς μὲν τὸ εὐγενὲς καὶ βασιλικὸν ἄκρως ἐπέπρεπεν, ἐκ Διὸς τούτους ἐποίουν κατάγειν τὸ γένος· οἷς δὲ λόγος ἐνέλαμπεν, Ἑρμῆςτούτοις ἐξελαλεῖτο πατήρ· ὁ μουσικὸς ἄρχων εἴτε καὶ μαντικὸς καὶ ἰατρικὸςἈπόλλωνι παῖς ἐπεγράφετο· ὁ στρατιωτικὸς καὶ ἀνδρεῖος ὑπὸ πατρὶ ἐτάττετοἌρεϊ· τοὺς ᾠδικοὺς ἤτοι ποιητικοὺς Καλλιόπη ἢ Τερψιχόρη παιδοποιησαμένηἦγεν εἰς φράτορας· τοὺς δὲ τοιούτους καὶ Ἀπόλλων ᾠκειοῦτο εἰς παῖδας, ὅτι καὶ συνάδειν Μούσαις λέγεται· ὁ περὶ ποίμνια οὐ νομίου Πανὸς μόνονἐλέγετο, ἀλλὰ καὶ αὐτοῦ Ἑρμοῦ, ἤδη δὲ καὶ Ἀπόλλωνος, ὅτι καὶ νομίω ἐστὸν ἄμφω Ἀπόλλων τε καὶ Ἑρμῆς· ὁ ποδήνεμος Ζήτης τυχὸν ἢ Κάλαϊς ἐκ Βορέου καταβαίνει πρὸς γένεσιν. καὶ ἄλλως δὲ εἰπεῖν, ὁ ποδώκης καὶ θέειν ὑγρὸς ἢ καὶτὰ εἰς ναυτιλίαν δεινὸς ἢ καὶ θαλαττοκρατεῖν εὐτυχῶς ἐπιβαλὼν Ποσειδῶνοςἢ Τρίτωνος ἢ Νηρέως ἢ Νηρηΐδος ἢ ὅλως θαλαττίου καὶ ἐνύγρου τινὸςδαίμονος τὸ γένος ἕλκειν ἐλέγετο. εἰ δὲ καὶ λουτροῖς προσπαθῶς εἶχε, πηγή τις 1. 31 μάλιστα ἢ ποταμός, τοῦτον τεκεῖν ἐμυθεύετο. οἱ κυνηγετεῖν εἰδότες καὶ ἀσχόλωςτοῦ θηρᾶν ἔχοντες ὀρεινόμοις νύμφαις ὅσα καὶ μητράσιν ἐμέλοντο. τὸν ἐκ γῆςπλουτοῦντα οἷα καὶ μήτηρ ἡ Δημήτηρ ἀμφεῖπεν. αὐτόχρημα δὲ γῆ ἐλέγετογείνασθαι, εἴ τίς που ἄρχων βουγάϊος ἦν, ὁποῖος ὁ Ἀνταῖος φαίνεται καὶ ὁ Τιτυός. ὅλως δὲ εἰπεῖν, τερατωδέστερον μὲν διὰ σεμνότητα οἱ παλαιοὶ τοὺςβασιλεῖς ἐκ θείου γένους ἐγενεαλόγουν καὶ ἡμιθέους ἔλεγον, τὴν δὲ τοῦ λόγουαὐτόνομον ἀτοπίαν ἀλληγορία ἐθεράπευεν ἢ ἀναγωγικὴ ἢ καὶ ἱστορική· ἀλληγορία γάρ τις καὶ ἡ διὰ ἱστοριῶν θεραπεία τῶν μύθων εἶναι δοκεῖ τοῖςπαλαιοῖς. εἰ δὲ καθ' Ἡρόδοτον οἱ θεοὶ οὕτω καλοῦνται διότι κόσμῳ ἔθεντο τὰπάντα πρήγματα, εὐλόγως καὶ τοὺς βασιλεῖς ἐθεοποίουν οἱ παλαιοὶ ὡς «λαῶνκοσμήτορας» κατὰ τὴν ποίησιν καὶ τούτῳ τῷ λόγῳ ἀπεκλήρουν αὐτοῖςτὸ ἡρωϊκὸν ὡς οἷα καταγομένοις θεόθεν. οὐ μόνον δὲ θεοὺς ἀνθρώποις ἐφιστᾷπρογόνους ἡ κατά τι ἀγαθότης καὶ ἀρετὴ ὡς λέγεσθαι ἥρωας, ἀλλὰ καὶ εἰςθεοῦ ἀνάγει ὄνομα. πολλοὶ γοῦν ἢ τέχνας ἐκφήναντες ἢ τεχνῶν ὄργανα ἐξευρηκότες ἢ εὐηργετηκότες θεῖον ὄνομα ἐκληρώσαντο. καὶ τοῦτ' ἦν τὸ τὴν Ῥωμαϊκὴνπεῖσαν βουλὴν θεοὺς ψηφίζεσθαι τοὺς ἐκείνοις εὐαρεστοῦντας ἀνθρώπους, ὧν ἦνκαὶ Καῖσαρ ὁ πρῶτος παρ' αὐτοῖς ἐπικληθεὶς ἐν ἀνθρώποις θεός, οὗ υἱὸς ὁ Σεβαστὸς πρῶτος καὶ αὐτὸς θείαν ταύτην κλῆσιν λαχών. Ὅτι τὸ «αὐτός» ἐνταῦθαὍμηρος ἐπὶ νεκροῦ τίθησιν εἰπὼν ὅτι «τὰς μὲν ψυχὰς τῶν ἡρώων Ἄϊδι προΐαψεν, αὐτοὺς δὲ ἑλώρια ἔτευχε κύνεσσί τε καὶ οἰωνοῖς». αὐτοὺς γὰρ λέγει τὰ μετὰτὴν ψυχὴν ἐνταῦθα μείναντα τῶν ἡρώων σώματα. αἴτιον δὲ οὐχ' ὅτι κατάτινας θνητὴν οἰόμενος Ὅμηρος τὴν ψυχὴν τὸ πᾶν τοῦ ἀνθρώπου ἐν σώματιτίθησιν, ἀλλ' ὅτι φύσει οὕτως ἔχει τὸ πρᾶγμα. εἰ γάρ τινος ἐν σωρείᾳ νεκρῶνἐρωτήσαντος, τίς ἂν εἴη ἐξ αὐτῶν Πάτροκλος, ὑποδείξας τις δακτύλῳ τὸν κείμενον ἐρεῖ ὅτι αὐτός ἐστι, πάντως τὸ αὐτός ἐπὶ νεκροῦ σώματος ἀψόγως εἴρηκε. καὶ νῦν μὲν τὸ αὐτός ἐπὶ σώματος κεῖται, δακτύλῳ δείκνυσθαι δυναμένου, ὡςκαὶ παρὰ Σοφοκλεῖ ἐν τῷ «αὐτὸν ὥστε σῶμα τυμβεῦσαι τάφῳ». ὅτε μέντοι ἐπὶμόνης κεῖται ψυχῆς, τότε κατ' ἐξοχήν τινα κεῖται τὸ αὐτός, ὡς κυρίως αὐτοῦ, τουτέστιν ἀνθρώπου, τῆς ψυχῆς οὔσης, δι' ἧς τὸ εἶναι τῷ σώματι. Ἰστέονγὰρ ὅτι τὸ αὐτός ποτὲ μὲν ἐπὶ μόνου σώματος, ὡς προείρηται, ποτὲ δὲ ἐπὶμόνης ψυχῆς, ὡς ὅτε φησὶν ἐν Ὀδυσσείᾳ περὶ Ἡρακλέος, ὅτι «αὐτὸς δὲ μετ' ἀθανάτοισι θεοῖσι τερπόμενος ἔχει καλλίσφυρον Ἥβην», ποτὲ δὲ ἐπὶ τοῦσυναμφοτέρου ἤτοι τοῦ συνθέτου ἀνθρώπου. ὅτι δὲ καὶ ἄλλως πολλαχῶς 1. 32 λέγεται τὸ αὐτός, ἱκανῶς εἴρηται τοῖς παλαιοῖς. Ὅρα δὲ ὅπως ἐπὶ μὲν ψυχῶνἀπελεύσεως τὸ προΐαψεν εἶπε τὸ ταχὺ τοῦ θανάτου ἐμφαίνων, ἐπὶ δὲ τοῦσπαραγμοῦ τῶν κειμένων τεῦχεν εἶπεν, ὡς τοῦ πράγματος παράτασίν τιναπλείονα ἔχοντος. Ἰωνικὸν δὲ τὸ τεῦχεν, ὥσπερ καὶ τὸ «ὀλέκοντο δὲ λαοί» καὶ» βῆ δ' ἀκέων» καὶ ὅσα ὅμοια ἤτοι ἀναύξητα. καὶ εἰρήσεται μετ' ὀλίγα περὶτούτων. Ὁ δὲ κύων ἀπὸ τοῦ κύω τὸ φιλῶ παράγεται. ὀφείλων δὲ τρισυλλάβωςκλίνεσθαι κύωνος, ἔχει τὴν γενικὴν δισύλλαβον κατὰ πάθος διὰ δύο κανόνωνἐναντιότητα. εἷς μὲν γὰρ κανὼν συστέλλεσθαι θέλει τὸ ˉω τῆς εὐθείας ἐν τῇγενικῇ διὰ τὴν τοῦ γένους κοινότητα· ὁ κύων γὰρ καὶ ἡ κύων φαμέν· ἕτερος δέτις κανὼν φυλάττεσθαι θέλει αὐτὸ διὰ τὸ βραχὺ εἶναι τὸ δίχρονον τῆς παραληγούσης, ὁποῖόν τι καὶ τὸ Ἀμφιτρύων Ἀμφιτρύωνος καὶ τὰ ὅμοια. ἡ γοῦν τῶν δύο κανόνων μάχη περὶ τὴν τοῦ κύωνος παραλήγουσαν διέφθειρεν οἷονκαὶ ἐξώθησε τὸ ὑποκείμενον καὶ τὴν τρισυλλαβίαν εἰς δισυλλαβίαν περιέστησεν. Ἰστέον δὲ ὅτι τὸ «αὐτοὺς δ' ἑλώρια» οὕτω μὲν κατὰ συναλιφὴν ἀναγνωσθὲνἐκτεταμένην ἔχει τὴν ἄρχουσαν τοῦ ἑλώρια λόγῳ σπονδείου κατὰ κοινὴνσυλλαβήν· ἐκτείνεται γὰρ οὐ μόνον διὰ τὴν ἐπικειμένην δασεῖαν, ἀλλὰ καὶ διὰτὴν ἐπαγομένην ὀξεῖαν, ἔτι δὲ καὶ τὴν πρὸ αὐτῆς. εἰ δὲ ἀσυναλείπτως γράφειτις «αὐτοὺς δὲ ἑλώρια τεῦχεν», ἁπλοϊκῶς ὁ τόπος ποδίζεται κατὰ δάκτυλον. δεδιπλῶσθαι δὲ τὸ ˉλ τοῦ ἑλώρια ὀκνητέον εἰπεῖν, εἰ καὶ ἄλλοις τετόλμηται. [ Ωσπερ δὲ τοῦ πελώριον προϋπόκειται τὸ πέλωρ, οὕτω καὶ τοῦ ἑλώριον τὸ ἕλωρ, γενόμενον ἢ ἐκ τοῦ ἕλκω ἢ ἐκ τοῦ ἕλω τὸ φονεύω. (ῃ. 6) Ὅτι ἐν τῷ «οἰωνοῖσίτε πᾶσι» διχῶς ἡ στιγμή. ἢ γὰρ ἐν τῷ «πᾶσι» στικτέον τελείαν, ἵνα λέγῃ, ὡςπολλοὶ προὔκειντο ἕλωρ πᾶσι τοῖς ἐπιχωριάζουσι σαρκοφάγοις ὀρνέοις ἢ εἰςτὸ «οἰωνοῖσί τε», ἵνα τὸ πᾶσιν ἐπάγηται τοῖς ἑξῆς καὶ λέγῃ, ὅτι ἐν πᾶσιν ἡτοῦ Διὸς ἐτελεῖτο βουλή. εἰ δὲ Ζηνόδοτος ἀντὶ τοῦ πᾶσι γράφει δαῖτα, σφάλλεται, φασί· δαῖτα γὰρ ἐπὶ μόνων ἀνθρώπων Ὅμηρος τίθησιν. Ὅτι δὲ μον ὁ οἰωνὸς καὶ πόθεν γίνεται καὶ ὡς Ἰωνικῆς διαλέκτου ἐστὶν ἡ τοῦ ˉιπροσθήκη ἐν τῷ οἰωνοῖσι καθὰ καὶ ἐν τῷ κύνεσσι καὶ τοῖς ὁμοίοις, ἀλλαχοῦῥηθήσεται. φανεῖται δ' ἐν τοῖς ἑξῆς καὶ ὅθεν ὁ οἰωνὸς καὶ ὡς Αἰολέων ὁ τῶνσυμφώνων διπλασιασμὸς καθὰ ἐν τῷ κύνεσσιν, οὕτω καὶ ἐν τῷ ὅττι καὶ ὅππωςκαὶ ἐν ἄλλοις μυρίοις.] Ὅτι ἔφθασε μὲν Ὅμηρος μεγεθῦναι τὴν ἑαυτοῦ ποίησιν διὰ τοῦ ὑποσχέσθαι καὶ μυρία τινὰ εἰπεῖν καὶ ἡρωϊκά, ἐνταῦθα δὲκορωνίδα τινὰ ἐπιτιθεὶς αὐξήσεως ἐπάγει «Διὸς δ' ἐτελείετο βουλή», ὡς μὴἂν τῆς τοῦ Ἀχιλλέως μήνιδος τοιαῦτα δυνησομένης, εἰ μὴ θεία τις ἦν βουλή. ἐὰν δὲ τοῦτο ἦν, ἄρα μεγάλα τινὰ γενήσονται καὶ Διὸς βουλῇ πρέποντα. ἐνταῦθα δὲ καὶ τοῦ Ἀχιλλέως ὑπεραπολογεῖται, οἱονεὶ λέγων μὴ δι' ἐκεῖνονἀλλὰ διὰ τὸ εἱμαρμένον ἐξ ἀνάγκης ταῦτα γενέσθαι. βουλὴν γὰρ Διὸς τὴνεἱμαρμένην φασίν, ὡς τῆς εἱμαρμένης Διὸς λεγομένης, καθὰ καὶ τοῖς Στωϊκοῖςἔδοξεν. ὅθεν καὶ περιέσπων τινὲς τὸ «βουλῇ», ἐν οἷς καὶ Νικάνωρ ὁ Στιγματίαςἐπικληθείς, διότι ἐπολυλόγησε περὶ στιγμῶν, λέγοντες ὅτι γεγόνασι ταῦτα τῇβουλῇ τοῦ Διός. τινὲς δὲ βουλὴν Διὸς εἶπον τὸ τὴν γῆν, ὡς καὶ ὁ Εὐριπίδηςἐν Ὀρέστῃ μυθολογεῖ, κουφίσαι βαρουμένην τῷ τῶν λαῶν φόρτῳ κατὰ τὴναὐτῆς αἴτησιν. οὗ χάριν, φασί, τόν τε Θηβαϊκὸν τὰ πρῶτα συνεστήσατοπόλεμον καὶ μετ' ἐκεῖνον συνήγαγεν ἐπὶ φθορᾷ Τρῶας καὶ Ἕλληνας, Μώμου, φασί, συμβουλευσαμένου, μὴ κεραυνοῖς ἢ κατακλυσμοῖς πάντα διαφθεῖραι, ἀλλ' εὐμεθόδως ἄλλως, καὶ ὑποθεμένου τήν τε τῆς Θέτιδος θνητογαμίαν, ἀφ' ἧς ὁἈχιλλεύς, καὶ θυγατρὸς καλῆς γέννησιν, τῆς Ἑλένης δηλαδή, δι' ἣν τὰ κατὰΤροίαν ἐγένοντο, πεσόντων πολλῶν, καὶ δι' Ἀχιλλέα τὰ μὲν πολεμοῦντα, τὰ δὲ μηνίοντα. τινὲς μέντοι Διὸς βουλὴν τὴν τοῦ Ἀχιλλέως ἐννοοῦσι τιμήν, ὡςμετὰ ταῦτα φανήσεται. Ὅτι δὲ τὸ Ζεύς Διός ἑτερόκλιτόν ἐστιν, ἐν τοῖς ἑξῆςῥηθήσεται. [ὡς δὲ Ζεὺς οὐ μόνον ὁ κατὰ μῦθον πατὴρ ἀνδρῶν τε θεῶν τε, οὐδὲμόνον ὁ καθ' ἱστορίαν Κρητικὸς βασιλεύς, ἀλλὰ καὶ ὁ κατὰ ἀναγωγὴν ἀὴρ καὶαἰθὴρ καὶ ἥλιος καὶ οὐρανὸς καὶ εἱμαρμένη καὶ ἡ ψυχὴ τοῦ παντὸς ἡ καὶ 1. 34 πρόνοια καὶ ὁ νοῦς δὲ ὁ κατὰ ἄνθρωπον, καθωμίληται τοῖς παλαιοῖς. Τοῦ δὲἐτελείετο ἡ παραγωγὴ ἢ ἐκ τοῦ τελῶ τελείω, ὡς χρῶ χρείω, θῶ θείω, ἢ ἐκ τοῦτελέω τελείω, ὡς σέω σείω.] (ῃ. 6 ς.) Ὅτι θέλων ἐνδείξασθαι ὁ ποιητὴς ὡς οὐμόνον δεῖ ἀπὸ τῶν τελευταίων ἀρχόμενόν τινα ἐπὶ τὰ πρεσβύτερα τῶν πραγμάτων ἀνατρέχειν, ὅπερ αὐτὸς ἐπὶ τῆς τοῦ Ἀχιλλέως ἐποίησε μήνιδος, ὡςπροείρηται, ἀλλ' ἔστιν ὅτε δέον ἐστὶ καὶ κατὰ φύσιν χρῆσθαι τοῖς πράγμασινἤγουν ἀπὸ τῶν πρώτων ἄρχεσθαι καὶ οὕτω προβαίνειν τοῖς ἐφεξῆς διὰ σαφήνειαν, φησὶ κἀνταῦθα προεκθετικῷ σχήματι πρὸς τὴν ἐν αὐτῷ Μοῦσαν, ὅτι τὴν τοῦἈχιλλέως μῆνιν ἄειδέ μοι, οὐχὶ ἄλλοθεν, ἀλλὰ ἐξ οὗ δὴ καιροῦ τὰ πρῶταδιέστησαν Ἀτρείδης τε ἄναξ ἀνδρῶν καὶ δῖος Ἀχιλλεύς, τουτέστι μὴ ὥσπερ τὰ Τρωϊκά, οὕτω καὶ τὴν τοῦ Ἀχιλλέως μῆνιν ἐκ τῶν ἐσχάτων θελήσῃς ἀείδειν, ἀλλ' αὐτὴν ἀρχῆθεν κατὰ φύσιν διεξόδευσον ἀρξαμένη ἐξ αὐτοῦ τοῦ καιροῦτῆς τῶν βασιλέων διαστάσεως καὶ εἰποῦσα καὶ αὐτὸν τὸν τῇ ἔριδι ξυμβαλόνταἐκείνους ἤτοι τὸν δαίμονα τὸν τῆς στάσεως αἴτιον. ὃ δὴ καὶ ποιεῖ καὶ ἀρξάμενοςἀπὸ τῆς τοῦ Χρύσου πρεσβείας περαίνει τὴν ἱστορίαν κατὰ ἀκολουθίαν μέχριτέλους. [Τινὲς δὲ οὐ χρονικὸν εἶπον τὸ «ἐξ οὗ δὴ τὰ πρῶτα» πρὸς ὁμοιότητατοῦ ἀφ' οὗ καὶ ἐξ ὅτου καὶ ἀφ' ὅτου, καιροῦ δηλαδή, ἀλλὰ αἰτιολογικόν, οἷονἐξ οὗ αἰτίου τὰ πρῶτα ἡ ἔρις γέγονεν. οἳ καὶ ἱστῶντες τὴν Ὁμηρικὴν ἐρώτησινεἰς τὸ «διαστήτην ἐρίσαντε» ἐπιφέρουσιν ὡς ἀόριστον ὄνομα τὸ «τίς τ' ἄρσφωε» καὶ ἑξῆς, ὅ ἐστι, τῶν τις, ὡς ἔοικε, δὴ θεῶν αὐτοὺς ἐρίσαι ἀνέπεισε. κρεῖσσον μέντοι ἐρωτηματικὸν εἶναι τὸ «τίς», ἵνα μετὰ τὸ τοιοῦτον πύσμα ἡ Μοῦσα λαλήσῃ. δῆλον δὲ ὡς οὐ μόνον γράφεται «τίς τ' ἂρ σφῶε», ἀλλὰ καὶμάλιστα ἐγκλιτικῶς «τίς τ' ἄρ σφωε» ἤγουν αὐτούς.] Σκόπει δέ, εἰ ἐνδοξότεροντοῦ δῖος Ἀχιλλεύς τὸ ἄναξ ἀνδρῶν, ὅπερ καὶ ὁ ῥήτωρ Νέστωρ γνωματεύσει, ὅπου φέρτερον Ἀχιλλέως τὸν Ἀτρείδην ἐρεῖ ὡς πλεόνεσσιν ἀνάσσοντα. ὅτι δὲ τοὺς δίους καὶ Διῒ φίλους λέγει, [ὅθεν παρὰ τοῖς ὕστερον καὶ ὁ Δίφιλος τὸκύριον κέκραται,] πολλαχοῦ φανήσεται. Ἀτρείδην δὲ τὸν Ἀγαμέμνονα οὐ πάντες ἱστοροῦσιν. Ἡσίοδος γὰρ καὶ ἕτεροι Πλεισθένους αὐτὸν γενεαλογοῦσιν. [ὡς δὲ τὸ Ἀτρεΐδης Πινδαρικῶς κατὰ διάστασιν Δωρικόν ἐστι, δηλοῦσιν οἱπαλαιοί.] Σημείωσαι δὲ ὅτι ἄνακτας ἐκάλουν τοὺς βασιλεῖς οἱ παλαιοὶ διὰ τὸἀνακῶς ἤγουν ἐπιμελῶς ἔχειν τῶν ὑποτεταγμένων λέγοντες, ὡς καὶ Πλούταρχος, ὅτι πρῶτον οἱ Διόσκουροι οὕτως ἐπεκλήθησαν, ὡς τῶν πλεόντων ἐπιμελούμενοι. δῆλον οὖν ὅτι θεία τις λέξις τὸ ἄναξ. διὸ καὶ ἐπὶ ὑπεροχῆς κεῖται, οἷον ἐπὶ βασιλέων καὶ ἐπὶ οἰκοδεσποτῶν, ὡς καὶ τοῦτο οἱ παλαιοὶ λέγουσι. δηλοῖ δὲ καὶ Εὐριπίδης τὴν τῆς λέξεως θειότητα εἰπών «ἄναξ· θεοὺς γὰρ δεσπότας καλεῖν 1. 35 χρεών». [καὶ ἡ τοῦ Αἴαντος δὲ εἰρωνεία παρὰ τῷ Σοφοκλεῖ τὸ «μαθησόμεθα δ' Ἀτρείδας σέβειν». θεία γὰρ λέξις καὶ τὸ σέβειν.] ἡ δὲ χρῆσις τοῦ ἀνακῶς καὶπαρὰ τῷ Ἡροδότῳ. ἐν δὲ τῇ τῶν Ἐθνικῶν καταγραφῇ καὶ κύριον ὄνομα φέρεται Ἄναξ, υἱὸς Γῆς καὶ Οὐρανοῦ, ἀφ' οὗ καὶ ἡ Μίλητος Ἀνακτορία ἐκλήθη ποτέ. ὥσπερ δὲ τὸ ἄναξ, οὕτω καὶ τὸ δῖος, ὅ ἐστιν ἔνδοξος, ἐπὶ ἀνθρώπων ὑπερεχόντων λέγεται καθ' ὁμοιότητα τοῦ Διός, ἐξ οὗ δίϊος καὶ κράσειδῖος, ὡς Χίος νῆσος καὶ ἀπ' αὐτῆς Χίϊος καὶ Χῖος ἀνήρ. φέρουσι δὲ κατὰ τοὺςπαλαιοὺς οἱ δῖοι τὰς ὑπεροχὰς οὕτως· οἷον Ἀχιλλεὺς δῖος χάριν ἀνδρείας, Ὀδυσσεὺς χάριν συνέσεως, Ἀλέξανδρος καὶ Κλυταιμνήστρα δῖοι διὰ κάλλος, Εὔμαιος δι' εὔνοιαν, θάλασσα καὶ Χάρυβδις διὰ μέγεθος· τὸν δὲ Ἀχιλλέα καὶ διογενῆ λέγει, ὥστε πολλοὶ δῖοι καὶ δι' εὐγένειαν. ἐν τούτοις δ' ἔστιν ἰδεῖν καὶὡς φιλέλλην ὁ ποιητὴς ὢν θεοῖς ἐπικαλεῖ τὴν στάσιν τῶν Ἑλληνικῶν ἀριστέων, Ἀπόλλωνι δηλαδὴ καὶ Διΐ, ὡς οὐκ ἂν ἀθεεὶ τῶν τοιούτων ἡξόντων πρὸςἅμιλλαν στασιώδη. ἅμα δὲ καὶ μεγεθύνει τὸ πρᾶγμα ὡς οὐ μικρὸν ἐσόμενον, εἴ γε θεοκίνητόν ἐστιν. Ὅτι διάστασις ἡ μέν ἐστι φιλούντων, ὡς ὅτε ἀλλήλοιςσυνταξάμενοι ἄλλην ἄλλος τράπωνται, ἡ δὲ ἐπὶ ἔχθρᾳ, ὡς ὅτε τὸν τῆς φιλίαςζυγόν τινες ἀποφορτισάμενοι καὶ τὸν σύνδεσμον λύσαντες διαστῶσιν. οὕτωδὲ καὶ συμπλοκὴ ἡ μέν τίς ἐστιν ἐπὶ φιλίᾳ καὶ ἑνώσει, ὅπερ καὶ εἰρήνη λέγεταιπαρὰ τὸ εἰς ἓν εἴρεσθαι, ἡ δὲ ἐπὶ ἐχθραινόντων, ὅπερ καὶ ἐρίζειν ἐστί. καὶσημείωσαι ὅπως ἐκ τοῦ εἴρειν καὶ τὸ ἐρίζειν καὶ ἡ εἰρήνη λέγεται, ὥσπερ καὶ τὸσυμβάλλειν ποτὲ μὲν ποιεῖ τὴν ἐπὶ κακῷ συμβολήν, ποτὲ δὲ τὸ ἀνάπαλιν. ταῦταεἰδὼς ὁ ποιητής φησι διαστῆναι τοὺς βασιλεῖς ἐρίσαντας, πρὸς διαστολὴνεἰπὼν τοῦτο τῆς φιλικῆς διαστάσεως. καὶ πάλιν, ὅτι θεὸς αὐτοὺς ἔριδι ξυνέηκεμάχεσθαι ἤτοι συνέβαλε, συνέπλεξε πρὸς ἔριν, ἵνα διαστείλῃ τὴν τοιαύτηνσυμπλοκὴν τῆς φιλικῆς. Ἰστέον δὲ ὡς τὸ διαστήτην καὶ ἐπὶ ζυγιτῶν ἵππωνταραχθέντων ἐν τῇ πʹ ῥαψῳδίᾳ κεῖται καὶ ὅτι περιέργως τινὲς ἐπιβαλόντες Θεοκρίτου στήτην τὴν γυναῖκα εἰπόντος γράφουσιν ἐνταῦθα «διὰ στήτηνἐρίσαντο», ἵνα λέγῃ ὁ ποιητής, ὡς διὰ γυναῖκα ἤρισαν. ὁ δὲ τούτοις προσέχωνεἴη ἂν φιλόκαινος. (ῃ. 8) Ὅρα δὲ καὶ ὅτι Ὅμηρος μὲν τὸ συνέηκεν ἀντὶ συνέβαλεν ἔφη ἐνταῦθα καὶ σύνεσιν δέ που ποταμῶν λέγει τὴν συμβολήν· οἱ δὲμετὰ τὸν Ὅμηρον ἐπὶ φρονήσεως καὶ τὸ συνῆκε τιθέασι καὶ τὴν σύνεσιν, λαβόντες ἐξ Ὁμήρου τὴν ἀφορμήν, ὃς τὴν λέξιν τοῦ ξυνῆκεν ἐν πολλοῖς καὶἐπὶ τοῦ νοεῖν τίθησιν, ὡς τὸ «ξυνέηκε θεᾶς ὄπα φωνησάσης» καὶ «νῦν δ' ἐμέθενξύνες» καὶ «μέν μευ βουλέων ξύνιον». ὁμώνυμον οὖν τὸ ξυνέηκεν, [ὃ παρὰ τοῖςὕστερον καὶ ἐπὶ τοῦ ἐν ἀνθρώπῳ συνειδότος τέθειται, καθὰ δηλοῖ καὶ τὸ «ἡξύνεσις, ὅτι σύνοιδα δείν' εἰργασμένος».] Οὐκ ἄδηλον δὲ ὅτι Ἀττικῶν ἴδιον τὸτὴν ˉσˉυˉν πρόθεσιν ˉξˉυˉν λέγειν, προστιθέναι δὲ πολλάκις καὶ τὸ ˉε τοῖς παρῳχημένοις. οὕτω γοῦν τὸ συνώρων ξυνεώρων φασίν. ἐντεῦθεν καὶ τὸ συνῆκεν, ἀντὶ τοῦἀνέπεισε καὶ συνέβαλε, ξυνέηκέ φησιν ὁ ποιητής. εὕρηται δὲ καὶ ἡ ˉσˉυ συλλαβὴμεταβάλλουσα τὸ ˉσ εἰς ˉξ ἐν τῷ ἀναξυρίς, ὃ τὸ παρὰ Ῥωμαίοις βρακίον δηλοῖ. ἀναξυρὶς γὰρ τὸ τοιοῦτον ἐκ τοῦ ἀνασύρεσθαι κατὰ τοὺς παλαιοὺς λέγεται. πολλάκις δὲ καὶ τὸ ˉχ εἰς ˉξ τρέπεται. διξὰ γοῦν φασι καὶ τριξὰ καὶ πενταξά. ἐκτούτου δὲ ἰδιωτικώτερον καὶ ἡ μοναξία ἔοικε λέγεσθαι. Τὸ δὲ μάχεσθαιἑρμηνεία νῦν ἐστι τῆς βασιλικῆς ἔριδος δηλοῦν πολλὴν οὕτως αὐτὴν εἶναι, ὡςκαὶ μαχεῖσθαι ἂν αὐτοὺς κατὰ τὸ «ὃ δ' Ἀτρείδην ἐξεναρίζοι». [Λείπει δὲ τὸὥστε ἐν τῷ μάχεσθαι, ἵνα ᾖ «ἔριδι ξυνέηκεν ὥστε μάχεσθαι» ἢ καὶ ἄλλωςλείπει ἄρθρον, ἵνα λέγῃ «ἔριδι τῇ τοῦ μάχεσθαι», ἢ καὶ ἑτέρως, καθ' ἑρμηνείαν, ἔριδι ἤγουν αὐτόχρημα μάχῃ. οὐ γὰρ ἁπλῶς διαστήτην τόπῳ μακρῷ ἢ ἐξ ἀγορᾶςλυθείσης ἢ ἀπὸ συμπλοκῆς μαχίμου, ἀλλὰ κατὰ ἔριν μάχιμον.] Ὅτι τὸ μὲνπροσεχὲς αἴτιον τῆς τοῦ Ἀχιλλέως μήνιδος ἡ τῆς Βρισηΐδος ἐστὶν ἀφαίρεσις, τὸ δὲ πρὸ τούτου αἴτιον ἡ τοῦ βασιλέως διαμάχη, τὸ δὲ ἔτι πορρώτερον ὁλοιμός, ὑπὲρ οὗ λαλήσας ὁ Ἀχιλλεὺς ἠτίμωται· τὸ δὲ ἐπέκεινα ὁ ἥλιος, ὃνλοιμωδῶν νοσημάτων φασὶν αἴτιον. Σημείωσαι οὖν ὅτι εἰπὼν ὁ ποιητής, (ῃ. 9) ὡς ὁ Ἀπόλλων ὁ τῆς Λητοῦς καὶ τοῦ Διὸς υἱὸς συνέβαλεν εἰς φιλονεικίαντοὺς βασιλεῖς, ὅμοιον λέγει ὡς ἐὰν εἶπεν, ὅτι ὁ ἥλιος αὐτοὺς εἰς φιλονεικίανσυνέμιξε. καὶ ἔστι πολλὰ τοιαῦτα πόρρω αἴτια παρὰ τοῖς παλαιοῖς, ὧν ἓν καὶτὸ τοῦ Ἀναχάρσιδος, ὃς ἐρωτηθείς «διὰ τί παρὰ Σκύθαις οὔκ εἰσιν αὐληταί;» εἶπε «διότι οὐδὲ ἄμπελοι». μακρὰν γὰρ καὶ ἐκεῖνος ἀνέβη· τὸ μὲν γὰρ ἐγγὺςἦν εἰπεῖν, ὅτι οὐδὲ μέθη παρὰ Σκύθαις ἐστὶν οὐδὲ οἶνος· ὁ δὲ ἀνέδραμεν ἐπὶ τὸπορρώτερον αἴτιον, τὰς ἀμπέλους. Ἰστέον δὲ ὅτι καὶ τοῦ Ἀπόλλωνος ἤγουν τοῦ ἡλίου πορρωτέρω αἴτιόν ἐστιν ἡ τοῦ Διὸς βουλὴ ἡ ἀνωτέρω ῥηθεῖσα, ἵνα 1. 37 πλακείη ὁ λόγος οὕτως· ἡ τοῦ Διὸς βουλὴ κινήσασα τὸν Ἀπόλλωνα πεποίηκελοιμόν· οὗ ζητηθέντος ἀφαιρεθεὶς ὁ Ἀχιλλεὺς τὴν Βρισηΐδα ἐμήνισε. Λητοῦςδὲ υἱὸς ὁ Ἀπόλλων λέγεται, τουτέστι νυκτός. δοκεῖ γὰρ ἐξ αὐτῆς οἷα μητρὸςὁ ἥλιος γεννᾶσθαι, ὡς καὶ Σοφοκλῆς ἐν Τραχινίαις λέγει. καὶ ζητητέον τὴν ἐκείνου ἀλληγορίαν, ἔνθα φησίν, ὅτι «ἡ νὺξ ἐναριζομένη τίκτει κατευνάζει τε τὸνἥλιον». [Παρέοικε δὲ πάντως τῇ τοιαύτῃ τοῦ Σοφοκλέους ἐννοίᾳ καὶ Αἰσχύλουἐν Ἀγαμέμνονι τὸ «εὐάγγελος ἠὼς γένοιτο μητρὸς εὐφρόνης πάρα». ὡς γὰρἐκ νυκτὸς ἥλιος, οὕτω καὶ ἠὼς ἐξ εὐφρόνης.] Λητὼ δὲ ἡ νὺξ διὰ τὴν παρ' Εὐριπίδῃ «σοφὴν καὶ πότνιαν λήθην». Ὑπνοῦντες γὰρ νυκτὸς πάντων λανθανόμεθα. δεῖ δὲ εἰδέναι καὶ ὅτι ὁ Ἀπόλλων μέρος τι τῆς εἱμαρμένης λαμβάνεταιμυριαχοῦ τῷ ποιητῇ καί, ὡς ἄν τις εἴπῃ, μερικὸς φαίνεται Ζεὺς καὶ οἷον μικρόντι χρεών, τουτέστι μικρά τις εἱμαρμένη. διὸ καὶ Διὸς υἱὸς λέγεται οὐ μόνον ὡςπερὶ ἀέρα καὶ οὐρανὸν φερόμενος, ὧν ἑκάτερον Ζεὺς λέγεται, ἀλλὰ καὶ ὡς εἱμαρμένη τις [εἴτ' οὖν μοιρίδιον]. καὶ τὰ μὲν μόνος αὐτός, τὰ δὲ σὺν τῷ Διῒ καταπράττεται. Ἥλιος γάρ ἐστιν αἰτίαν ἔχων τῶν γινομένων κατὰ τὴν Ἑλληνικὴν δόξαν, καθὰ καὶ ὁ Ζεύς. διὸ καὶ ἐνταῦθα τὰ κατὰ τὴν μῆνιν τοῦ Ἀχιλλέως βουλῇ τε Διὸς καὶ χόλῳ Ἀπόλλωνος πράττεται. Χόλος δὲ Ἀπόλλωνος ὁ λοιμός, οὗπερὁ Ἀπόλλων αἴτιος, ὡς καὶ ἐν τοῖς ἑξῆς ῥηθήσεται. [Περὶ δὲ τοῦ υἱός φασιν οἱτεχνικοὶ ὡς οἱ Ἀττικοὶ δίχα τοῦ ˉι ἐν μόνῳ τῷ ˉυ γράφουσιν αὐτό· καὶ ἴσως πρὸςδιαστολὴν τοῦ ὗς ὑός, ὁ χοῖρος, ἡ κοινὴ διάλεκτος τὸ ˉι συνεξεφώνησε. φύσειγὰρ διὰ μόνου τοῦ ˉυ ὤφειλεν εἶναι, εἴτε ἀπὸ τοῦ φύω εἴτε ἀπὸ τοῦ ὕω, τὸ βρέχω, γίνεται.] Ὅτι τὰ προτακτικὰ ἄρθρα στερηθέντα τῶν ὑποτεταγμένων αὐτοῖςὀνομάτων σφοδρότερόν τε ἐκφωνοῦνται κατὰ τοὺς τόνους καὶ εἰς ἀντωνυμίαςμετάγονται, οἷον ἐν τῷ «ὁ γὰρ Ἀπόλλων βασιλῆϊ χολωθείς», ἐὰν λείψῃ τὸἈπόλλων, τὸ ˉὁ τὸ ἄρθρον ἀντωνυμία γίνεται καὶ ἐξακουστότερον ἐκφωνεῖταιεἰπόντος τοῦ ποιητοῦ «ὃ γὰρ βασιλεῖ χολωθείς» ἀντὶ τοῦ οὗτος. τοιοῦτον καὶ τὸὁ μὲν καὶ ὁ δέ. καὶ αὐτὰ γὰρ ὀξυφωνούμενα ἀντὶ ἀντωνυμιῶν κεῖνται. τὸ δ' αὐτὸνοητέον καὶ ἐπὶ τῶν ἄλλων ἄρθρων. οὕτω γὰρ καὶ τοῦ ἀντὶ τοῦ τούτου φαμὲν καὶτὸν ἀντὶ τοῦ τοῦτον καὶ τοὺς ἤγουν τούτους λειπόντων δηλαδὴ τῶν συντασσομένων τούτοις ὀνομάτων καὶ ἀπὸ κοινοῦ λαμβανομένων διὰ τὸ γνώριμον. (ῃ. 10) Ὅτι ἡ κοινὴ μὲν διάλεκτος βαρύνει τοὺς ἐνεργητικοὺς πρώτους μέλλοντας, 1. 38 περισπᾷ δὲ μόνους τοὺς τῆς πέμπτης τῶν βαρυτόνων· σπείρω γὰρ σπερῶ φησι, κείρω κερῶ, φθείρω φθερῶ, καὶ τὰ ἄλλα ὡσαύτως. Δωριεῖς δὲ καὶ ἑτέρουςδίχα τῆς πέμπτης περισπῶσι μέλλοντας· πεσῶ γάρ φασι καὶ κλαυσῶ καὶ ἐσῶ· ἐξ ὧν καὶ τὸ πεσεῖται καὶ κλαυσεῖται καὶ ἐσεῖται καὶ ἕτερα τοιαῦτα. Αἰολεῖς δὲκαὶ τοὺς τῆς πέμπτης περισπωμένους μέλλοντας βαρύνουσι καὶ διὰ τοῦ ˉσ ἐκφέρουσι· σπέρσω γάρ φασι καὶ κέρσω καὶ φθέρσω. οὕτω δὲ καὶ ὄρω ὄρσω, τὸ διεγερῶ, ἐξ οὗ καὶ τὸ «νοῦσον ἀνὰ στρατὸν ὦρσε κακήν». οὕτω δὲ καὶ τοῦ ἔρρω, τὸ φθείρω, ὁ μέλλων ἔρσω Αἰολικῶς, ἐξ οὗ καὶ τὸ «ἀπόερσεν» ἐν τοῖς ἑξῆςἀντὶ τοῦ ἀπέφθειρε. ποιοῦσι δὲ τοῦτο οἱ Αἰολεῖς πρὸς ἀναλογίαν τῶν λοιπῶνμελλόντων, οἳ δυνάμει ἢ ἐνεργείᾳ τῷ ˉσ παραληγόμενοι βαρύνονται. Σημείωσαιδὲ ὅτι, ὥσπερ κακία λέγεται ἡ ἐναντία τῇ ἀρετῇ καὶ κακὸς ὁ ἐναντίος τῷ ἔχοντιἀρετήν, οὕτω καὶ νοῦσον κακὴν ὁ ποιητὴς λέγει τὴν ἐναντίαν τῇ ἀρετῇ τοῦσώματος, τῇ ὑγείᾳ, ἢ καὶ ἄλλως τὴν φευκτὴν ἐκ τοῦ χάζω, τὸ ὑποχωρῶ, ἣν δηλαδὴ ὡς ὀλεθρίαν φεύγομεν. διὸ καὶ ὁ ποιητὴς ἑρμηνεύων ἐπάγει «ὀλέκοντο δὲλαοί». οὕτω καὶ τοῦ «κακῶς ἀφίει» ἑρμηνευτικὸν τὸ «κρατερὸν ἐπὶ μῦθον ἔτελλεν». ὥσπερ δὲ νόσον ἐνταῦθα ἔφη κακήν, οὕτω καὶ ἐν τοῖς ἑξῆς ἔριν κακὴνἐρεῖ καὶ πόλεμον κακόν, [ἐξ ὧν ἄν τις χάζοιτο. ταῦτα δ' ἀνάπαλιν ἔχει πρὸς τὸκακός, ὃ σημαίνει τὸν δειλόν, ὃς δηλαδὴ χάζεται τῆς μάχης ἀναχωρῶν καὶφεύγων εἴτε καὶ ἀναδυόμενος. οὗ καὶ αὐτοῦ χρῆσις παρὰ τῷ ποιητῇ. δύναταιδὲ κακὴ νόσος καὶ ἔρις εἶναι καὶ ὡς κακωτική.] Τὸ δὲ νοῦσος Ἰωνικὴν ἐπένθεσινἔχει τοῦ ˉυ· ὡς γὰρ ὁδὸς οὐδὸς καὶ βότας «βούτας» παρ' Εὐριπίδῃ καὶ κόροςκοῦρος, ὁ νέος, καὶ ὀλομένη οὐλομένη καὶ ὅρος οὖρος, ὁ περιορισμός, καὶγονὸς γουνός, ὁ γόνιμος τόπος, οὕτω καὶ νόσος νοῦσος κατὰ τοὺς Ἴωνας [μηκύνοντας τὸ ˉο τῇ προσλήψει τοῦ ˉυ. οὗπερ ἀνάπαλιν οἱ Βοιωτοὶ ποιοῦσι κατὰ τὴνἩρακλείδου παράδοσιν προστιθέντες αὐτοὶ τῷ ˉυ διχρόνῳ τὸ μικρὸν ˉο καὶ βραχυνομένου μέν, φησί, βραχύνοντες, μηκυνομένου δὲ μηκύνοντες, τὸ ὕλη οὔληλέγοντες καὶ τὸ ὕδωρ οὔδωρ.] Ὅτι λαοὶ παρὰ τὸ ˉλˉα ἐπιτατικὸν μόριον καὶ τὸαὔω, τὸ φωνῶ· ἐξ ὧν λααυὸς καὶ κατὰ κρᾶσιν λαὸς ἐκπεσόντος τοῦ ˉυ δι' εὐφωνίαν· πολύφωνος γὰρ ὁ λαὸς καὶ ἀλαλητοῦ, ὅ ἐστι θορύβου, αἴτιος. καὶ οὕτωμὲν ἡ κοινὴ ἐτυμολογία. ἡ δὲ ἱστορία ἐκ τῶν λάων, ὅ ἐστι λίθων, παράγει τοὺςλαοὺς λέγουσα, ὅτι Κέκροψ πολυανθρωποῦσαν ἰδὼν τὴν Ἀττικὴν συγκαλεῖταιτὸν ὄχλον καὶ παρασημαίνεται τὸν ἀριθμὸν λάεσσιν ἤτοι λίθοις ἑκάστου ἕναῥίψαντος κἀντεῦθεν ἐκεῖνοι λαοὶ ἐκλήθησαν καὶ ἀπ' ἐκείνων μένει τὸ ὄνομα. ὁ 1. 39 δὲ μῦθος μετὰ τὸν ἐπὶ Δευκαλίωνος κατακλυσμὸν καὶ τὴν ἐκεῖθεν λειπανθρωπίαν κελευσθῆναί φησι τὸν Δευκαλίωνα θῦσαι μὲν Διῒ Φυξίῳ περί που τὰκατὰ τὸν Παρνασὸν μέρη, εἰς ἀέρα δὲ λᾶας ἤγουν λίθους ἀφιέναι ὑπὲρ κεφαλῆς, τοὺς μὲν αὐτόν, τοὺς δὲ τὴν γυναῖκα Πύρραν καὶ τὴν θυγατέρα Πανδώραν, ἣνἩσίοδος πρώτην γυναῖκά φησι· καὶ πάντας τούτους τοὺς λίθους εἰς ἀνθρώπους μεταπεσεῖν ζῳωθέντας καὶ διὰ τοῦτο κληθῆναι λαούς. τοῦτο δὲ καὶπαρὰ Πινδάρῳ κεῖται εἰπόντι «ἄτερ εὐνᾶς ἐκτήσαντο λίθινον γόνον, λαοὶ δ' ὀνόμασθεν». ὁ δὲ τοιοῦτος μῦθος ἀπὸ θαύματος πεπλάσθαι δοκεῖ. θαυμάζοντεςγάρ, ὡς εἰκός, οἱ τότε τὴν πάλιν μετὰ τὸν κατακλυσμὸν πολυανθρωπίαν τοῦτοἐπλάσαντο, οἱονεὶ λέγοντες ὅτι ὁ κατακλυσμὸς πάντα παρέσυρε πλὴν εἰ μὴἄρα λίθους, ἐξ ὧν ἡ τῶν ἀνθρώπων γέγονε πολυπλήθεια. καὶ συγχωρητέον τῷμύθῳ, ὥσπερ ἀπολιθοῦντι διὰ τῆς Γοργόνος τοὺς ἀνθρώπους, οὕτω καὶ ἐκλίθων ἀνθρώπους ποιοῦντι, ὃς καὶ τοὺς ἐξ ἀρχῆς ἀνθρώπους ἐκ δρυῶν καὶ πετρῶνἐγέννα καὶ ἐκ γῆς δὲ αὐτοὺς ἀνεβλάστανεν ὡς τοὺς Σπαρτοὺς καὶ ἐκ μυρμήκωνδὲ μετέβαλλεν. ὁ δ' αὐτὸς μῦθος ὁ ἐκ λίθων ἀνθρώπους ποιήσας ληφθήσεταίποτε καὶ εἰς σκῶμμα σκληρῶν ἀνθρώπων, ὡς ἐοικέναι τοῖς τοιούτοις τὸν μῦθοντοῦτον ἐπαληθεύεσθαι. ὅτι δὲ ἡ σκληρότης εἰς λιθωδίαν λαμβάνεται, δηλώσει καὶὁ ποιητής, ὅτε εἴπῃ «λαοὺς δὲ λίθους ποίησε Κρονίων», τουτέστι σκληρούς, ἀτέγκτους, ἀσυμπαθεῖς. (ῃ. 9– 11) Ὅτι τρεῖς ἐνταῦθα ὁ ποιητὴς αἰτίας ἐξηρτημένας ἀλλήλων τίθησιν, ὡς δηλοῦσι καὶ οἱ αἰτιολογικοὶ σύνδεσμοι. φησὶ γὰρ ὅτιτοὺς βασιλεῖς ὁ Ἀπόλλων τῇ ἔριδι ξυνέβαλε. διὰ ποίαν αἰτίαν; «ὃ γὰρ βασιλῆϊχολωθείς» νόσον ἐπήγειρε τοῖς Ἕλλησι. τίνος ἕνεκεν; «οὕνεκα τὸν Χρύσηνἠτίμησεν ὁ βασιλεύς». διὰ τί δέ; «ὃ γὰρ ἦλθε θοὰς ἐπὶ νῆας Ἀχαιῶν» καὶ τὰἑξῆς. καὶ ἔστι τὸ σχῆμα ἐμπερίβολον. τοιοῦτον δέ τι ποιήσει καὶ ἀλλαχοῦπολλαχοῦ καὶ ἐν τῷ λόγῳ δὲ τοῦ βασιλέως τῷ περὶ Χρυσηΐδος. Ὅρα δὲ ὅτι οὐλέγει κατὰ τοὺς ὕστερον ἀτιμῶ ἀτιμώσω ἐν τρίτῃ συζυγίᾳ, ἀλλὰ ἀτιμήσωκατὰ δευτέραν συζυγίαν, ὡς καὶ ἀλλαχοῦ φανήσεται. Τὸ δὲ οὕνεκα σύνδεσμόςἐστιν αἰτιολογικός. γέγονε δὲ ἀπὸ τοῦ οὗ ἕνεκα. διὸ καὶ δασύνεται παθὸνἔκθλιψιν τοῦ μετὰ τὴν καταρχὴν δευτέρου φωνήεντος, ὡς καὶ τὸ ὦ ἐτάν, ὦ' τάν, καὶ μὴ ἔστι, μή' στι, καὶ ἄλλα πολλά. [(ῃ. 12) Τὸ δέ «ὃ γὰρ ἦλθεν» ἐπαναφορὰν ποιεῖ μετὰ τοῦ «ὃ γὰρ βασιλῆϊ χολωθείς», ποιητικὴν μέντοι καὶ οὐπεζῷ λόγῳ πρέπουσαν. Θοαὶ δὲ νῆες ἢ ταχεῖαι ἤ, ὥσπερ θοὸν βέλος τὸ ὀξύ, οὕτω θοαὶ καὶ αὐταί, ὡς ὀξεῖαι τὰ περὶ πρῷραν, ἵνα ταχὺ οὕτω πλέοιεντέμνουσαι ῥᾷον τὸ ὕδωρ.] (ῃ. 13) Ὅτι ἐπὶ αἰχμαλώτων ἐξωνήσεως οἰκεῖον τὸλύεσθαι. ὅθεν καὶ λύτρα τὰ δῶρα λέγονται τὰ εἰς τοῦτο διδόμενα. τὰ δ' αὐτὰ καὶ 1. 40 ἄποινα, ὡς ἄν τις εἴποι ἄφοινα, δι' ὧν τις φόνου λύεται. ὁ μέντοι μὴ ἐξωνησάμενος, ἀλλὰ τρόπον ἄλλον ἐκ τῶν πολεμίων τινὰ ἐξαγαγών, ῥύεσθαι λέγει, οὐμὴν λύεσθαι, καὶ τὰ ὑπὲρ τούτου διδόμενα οὐ λύτρα, ἀλλὰ σῶστρα, ποτὲ δὲ καὶζῳάγρια. τὸ γὰρ λύεσθαι καὶ τὸ λύτρον κυρίως ἐπὶ ἐξωνήσεως αἰχμαλώτου ἢζῶντος ἢ καὶ τεθνεῶτος, ὁποῖος ὁ Ἕκτωρ ἐν τῇ ωʹ ῥαψῳδίᾳ. διὸ καὶ Ὅμηρος ἐπιμένει τῇ λέξει ταύτῃ διὰ τὸ καίριον καὶ ὧδε καὶ ἐκεῖ. λέγεται δὲ καὶ παθητικῶςκαὶ κατ' ἐνέργειαν, ὡς δῆλον ἐκ τοῦ ποιητοῦ, ποτὲ μὲν λέγοντος «λυσόμενόςτε θύγατρα» ποτὲ δέ «παῖδα δέ μοι λύσατε φίλην» καὶ «τὴν δ' ἐγὼ οὐ λύσω» καὶ «οὐδ' ἀπέλυσε θύγατρα». Ὅτι συνετὸς ὁ Χρύσης, ὃς ὑπὲρ τῆς θυγατρὸςἐλθὼν εἰς τὸ Ἑλληνικὸν ναύσταθμον ἄποινά τε φέρων λαμβάνει μεθ' ἑαυτοῦκαὶ οὐχ' ἁπλῶς ἄποινα, ἀλλὰ καὶ ἀπερείσια ἤτοι λαμπρὰ καί, ὡς ὁ Ὅμηροςἐρεῖ, ἀγλαά, πρὸς ἅπερ ἀπερείσειεν ἄν τις τὸν λογισμόν· ἢ καὶ ἄλλως, ἀπερείσιαἤγουν κατὰ μετάθεσιν εἰπεῖν ἀπειρέσια. (ῃ. 14) καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶτὸ τοῦ Ἀπόλλωνος αἴρει στέμμα, ἔτι δὲ καὶ τὸ σκῆπτρον, ἵνα ἢ δοκῇ καὶ αὐτὸςὁ Ἀπόλλων συμπαρεῖναι αὐτῷ ἢ πρέσβυς οὗτος ἥκειν ἐκ τοῦ Ἀπόλλωνος, ὡς ἂν κατὰ τοὺς παλαιούς, εἰ μὲν εἴη φιλοχρήματος ὁ Ἀγαμέμνων, δῶρα λαβὼνλύσηται τὴν παῖδα, εἰ δὲ φιλόθεος, αἰδέσηται τὰ τοῦ Ἀπόλλωνος παράσημα. διὸ καὶ ἡ δημηγορία τοῦ Χρύσου λέγει, ὡς ἂν τὰ δῶρα λάβῃ ἁζόμενος τὸνἈπόλλωνα, οἷα μηδὲ λογισομένου δῆθεν τοῦ Χρύσου δῶρα δοῦναι, ἀλλ' ἐπιγράψοντος τὸ πᾶν τῇ τιμῇ τοῦ Ἀπόλλωνος. εἰ τοίνυν ὁ βασιλεὺς οὐ πεισθήσεται, ἀλλὰ καὶ ἀπειλήσεται τῷ γέροντι, καί τι καὶ κατὰ τοῦ στέμματος ἐρεῖ καὶτοῦ σκήπτρου, πιθανῶς ἂν ὁ Ἀπόλλων θυμωθείη καὶ ποιήσῃ τὰ μυθευόμενα, ὡς ἐν τοῖς μετὰ ταῦτα εἰρήσεται. Ἰστέον δὲ ὅτι τε τὸ «φέρων ἄποινα» ἤτοι λύτραἀντὶ τοῦ βαστάζων λέγεται, ὃ τί διαφέρει τοῦ ἄγειν, πολλαχοῦ φανήσεται. καὶ ὅτι ἐπὶ βάρους ἀχθεινοῦ κυρίως τὸ φέρειν· διὸ τὸ στέμμα οὐ φέρει ὁ Χρύσης, ἀλλ' ἐν χερσὶν ἔχει ὡς ἐλαφρόν· καὶ ὅτι [κατ' ἔρωτα τῆς μυθολογουμένης Δάφνης] δάφνινον ἦν τὸ στέμμα τὸ τοῦ Ἀπόλλωνος. καὶ ὅτι αὐτῷ ἀνάκειται τὸτῆς δάφνης φυτὸν [λεγόμενον οὕτω παρὰ τὸ ˉδˉα ἐπιτατικὸν καὶ τὸ φωνεῖν· τοιοῦτον γάρ ἐστι καιόμενον, καθὰ καὶ ὁ πρῖνος]. καὶ ὅτι μαντικῆς αὐτό ἐστισύμβολον, καθάπερ ἄλλοις πλατύτερον καὶ σοφώτερον εἴρηται. (ῃ. 15) Τὸ δὲσκῆπτρον χρυσοῦν ἐνταῦθα πλάττει ὁ ποιητὴς τῷ Ἀπόλλωνι, τουτέστι τῷἩλίῳ, διὰ τὸ καὶ τὸ μέταλλον τοῦ χρυσοῦ Ἡλίῳ παρὰ τῶν παλαιῶν ἀνατίθεσθαι, ὡς τῇ Σελήνῃ τὸν ἄργυρον καὶ ἑτέρῳ τῶν πλανήτων ἄλλο τι, καθάπερἐν τοῖς τοῦ Πινδάρου φέρεται. σημεῖον δὲ βασιλείας καὶ λόγων καὶ δίκης κατὰτοὺς παλαιοὺς τὸ σκῆπτρον ἦν. Ἀγαμέμνων τε γὰρ ὁ εὐρυκρείων ἵσταται 1. 41 σκῆπτρον ἔχων καὶ Τηλεμάχῳ δημηγοροῦντι δίδωσί τις σκῆπτρον· ὡσαύτως καὶἈχιλλεὺς δημηγορῶν σκῆπτρον ἔχει. ὁ δ' αὐτὸς ἀδικηθεὶς κατ' αὐτοῦ ὄμνυσινὡς συμβόλου τῆς δίκης. ἔστι δὲ ὅτε καὶ ἐπὶ βακτηρίας εὐτελοῦς τὸ σκῆπτρονλαμβάνεται, ὡς ἐν Ὀδυσσείᾳ φαίνεται. γίνεται δὲ πλεονασμῷ τοῦ ˉρ ἀπὸ τοῦσκήπτω, τὸ ἐπερείδομαι, ὡς προϋπάρχοντος τοῦ σκήπτου, ἀφ' οὗ ὁ σκηπτοῦχος. ὅθεν ὁ Πίνδαρος σκᾶπτον αὐτὸ Δωρικῶς καλεῖ. ὅμοιος δὲ πλεονασμὸς τοῦ ˉργέγονε καὶ ἐν τῷ ἔνοπτρον καὶ λέκτρον καὶ δέρτρον καὶ βάκτρον καὶ ῥόπτρονκαὶ ἄροτρον καὶ τέρετρον. Ὅτι δὲ καὶ διαφέρει σκῆπτρον σκίπωνος, δηλοῖ ὁ Γεωγράφος εἰπὼν βασιλεῖς τινας σκίπωνα ἔχειν ἀντὶ σκήπτρου. Ὅτι ἡ ˉἀˉνˉα πρόθεσις ἰσοδυναμοῦσα μὲν τῇ ˉκˉαˉτˉα αἰτιατικῇ συντάσσεται παρὰ τῷ ποιητῇ, οἷον «ἀνὰ οὐλαμὸν ἀνδρῶν» καὶ «νοῦσον ἀνὰ στρατὸν ὦρσε κακήν» καὶ «ἀνὰ στρατὸν ᾤχετο κῆλα θεοῖο». ἑαυτῆς δὲ οὖσα καὶ τὴν ἄνω σχέσιν δηλοῦσα ποτὲ μὲνδοτικῇ συντάσσεται, ὡς τὸ «ἐτίθει ἅρματα ἀνὰ βωμοῖς» καὶ «ἀνὰ Γαργάρῳἄκρῳ» καὶ ἐν Ὀδυσσείᾳ «ἀνὰ φαιδίμῳ ὤμῳ». οὕτω δὲ καὶ Πίνδαρος «χρυσέαιςἀν' ἵπποις». ποτὲ δὲ μετὰ αἰτιατικῆς, ὡς τὸ «ἀνά τ' ἔντεα καὶ μέλαν αἷμα». ἐνταῦθα δὲ ἐν τῷ «χρυσέῳ ἀνὰ σκήπτρῳ» τὴν ἀνὰ πρόθεσιν οἱ μὲν ἀντὶ τῆς σὺνἔλαβον, ἵνα λέγῃ ὅτι σὺν τῷ χρυσῷ σκήπτρῳ, οἱ δὲ ἀντὶ τοῦ ἄνω, ἵνα νοῆταιτὸ στέμμα ἐξαρτᾶσθαι τοῦ σκήπτρου. τὸ δὲ πάθος τοῦ στίχου τούτου συνίζησιςκατὰ τοὺς γραμματικούς, τοῦ ˉω φωνήεντος καὶ τῆς παραληγούσης τῆς ἀνὰπροθέσεως λαμβανομένης ἀντὶ βραχείας μιᾶς, ὡς καὶ προείρηται, [ἢ καὶ ἄλλωςτοῦ αὐτοῦ ˉω μετὰ τῆς πρὸ αὐτοῦ συλλαβῆς λογιζομένων εἰς μίαν βραχεῖανκατὰ συνίζησιν. ἡ γὰρ χασμῳδία κοινώσασα τὸ φύσει μακρὸν ˉω ἐταπείνωσεν, ὡς εἰ καὶ βραχὺ ὂν ἐλήφθη μετὰ ἑτέρου βραχέος εἰς μίαν βραχεῖαν συλλαβὴνπρὸς δακτύλου ἀπαρτισμόν. δῆλον δὲ ὡς προκέφαλος κατὰ τὴν προρρηθεῖσανστιχηρὰν μέθοδον εἴτ' οὖν μακροκέφαλος ὁ παρὼν στίχος ἐστίν.] Ἰστέον δὲ ὅτιὁμώνυμός ἐστι καὶ ἡ παρὰ τοῖς γραμματικοῖς συνίζησις. οὐ μόνον γὰρ ἡμετρική, ὁποία σὺν μυρίαις ἄλλαις καὶ ἡ ἐν τῷ πρώτῳ στίχῳ τῆς Ἰλιάδος καὶ ἡἐνταῦθα κειμένη, ἀλλὰ καὶ ἡ κατὰ κρᾶσιν, ὡς εἰκὸς δὲ καὶ ἡ κατὰ συναίρεσιν. Ἡρωδιανὸς οὖν τὴν ἐν τῷ σιδήρεος σιδηροῦς καὶ φοινίκεος φοινικοῦς κρᾶσινσυνίζησιν λέγει. διὸ καὶ ἔστιν εἰπεῖν ὡς ἡ μὲν μετρικὴ συνίζησις κλέπτειδιανοητῶς τὴν κλῆσιν ταύτην ὡς δυνάμει συνιζάνουσα διὰ τὸ ταχὺ καὶ οἷονσυναλειπτικὸν καὶ ἐπίτροχον καὶ οὕτω στενολόγον τῆς συνεκφωνήσεως. ἡ δὲ 1. 42 κατὰ κρᾶσιν ἔτι δὲ καὶ συναίρεσιν ἐνεργείᾳ ἐστὶ συνίζησις. ἤδη γὰρ ἐν αὐτῇ ἐνήργηται διὰ τῆς ὀλιγοσυλλαβίας ἡ συνίζησις, [καθὰ καὶ ἐν τῇ συνόδῳ τῆς ὀξείαςκαὶ τῆς βαρείας εἰς περίκλασιν περισπωμένου τόνου. καὶ αὐτὸ γοῦν συνίζησινὁ αὐτὸς καλεῖ, ἐν οἷς περὶ τοῦ ἀχρήϊος καὶ ἀχρεῖος διαλαμβάνων φησὶν ὅτι «ἡγὰρ ὀξεῖα καὶ βαρεῖα συνίζουσαι περισπωμένην ποιοῦσιν». ἐκεῖ δὲ καὶ συναίρεσιντὴν τοιαύτην συνίζησιν ὁ αὐτὸς εἰπεῖν δοκεῖ.] Ὅτι ἔοικεν ἡ τῶν Ἑλλήνων ἐν τῇΤροίᾳ κατάστασις ἐκ δημοκρατίας συγκεῖσθαι καὶ βασιλείας, ὅπερ, οἷα εἰκός, καὶ ὁ Χρύσης εἰδὼς τούς τε Ἀχαιοὺς πάντας ἐλίσσετο καὶ τοὺς βασιλεῖς δὲμάλιστα. ἦν γὰρ τοῦ δήμου μὲν παντὸς εἰπεῖν, βασιλέως δὲ τὸ «ὑστάτην» κατ' Εὐριπίδην ἀφεῖναι «ὄπα» καὶ κυρῶσαι τὸ δοκοῦν, ὡς πολλαχοῦ δηλοῖ ὁποιητής, ὃς ἐνταῦθα μὲν τοῦ δήμου λαλήσαντος τὰ ὑπὲρ Χρύσου φησὶν ὡςοὐχὶ τῷ βασιλεῖ ταῦτα ἤρεσεν· ἐν δὲ τῇ ἦτα ῥαψῳδίᾳ ποιεῖ τὸν αὐτὸν βασιλέατοῖς τοῦ δήμου ἀρεσκόμενον καὶ λέγοντα, ὡς οἱ μὲν Ἀχαιοὶ ταῦτα «ὑποκρίνονται, ἐμοὶ δ' ἐπιανδάνει οὕτω». [Ἰστέον δὲ ὅτι τε κοινότερον τοῦ λίτω ἐνεστῶτοςδι' ἑνὸς ταῦ γραφομένου τὸ λίσσομαι καὶ τὰ ἐξ αὐτοῦ ἀναγκαίως διὰ δύο ˉσ γράφονται καὶ ὅτι τὸ ἑλίσσετο ἐβιάσαντό τινες δασῦναι, ἵνα ᾖ, ὡς ἐστρέφετο εἰςπάντας δυσωπητικῶς.] (ῃ. 16) Ὅτι ἐν τῷ «Ἀτρείδα δύω κοσμήτορε λαῶν» δοκεῖ παρέλκειν τὸ δύω. πάντως γὰρ ὁ ἀκούσας «Ἀτρείδα κοσμήτορε λαῶν» δύο νοεῖ, εἰ καὶ μὴ ῥητῶς τὸ δύο πρόσκειται. τοιοῦτον καὶ τὸ «δύο δοῦρε» καὶἕτερα. καλοῦσι δὲ καὶ τοῦτο ἀδολεσχίαν οἱ σοφοί, ὅτε δηλαδὴ τὸ ἀπό τινοςνοούμενον λέξεως προστεθείη ἐκ περισσοῦ ἐκφωνηθὲν καὶ οὕτω διττολογηθῇ. τοιοῦτον καὶ τὸ «Πριαμίδην νόθον υἱόν». καὶ γὰρ καὶ ἐνταῦθα, ἐπειδὴ τὸ εἰπεῖν Πριαμίδην τὸν υἱὸν δηλοῖ τοῦ Πριάμου, παρελκόντως κεῖται τὸ «νόθον υἱόν» καὶ ἀδολεσχία τις εἶναι καὶ αὐτὸ δοκεῖ· λέγει γὰρ Πριάμου υἱὸν νόθον υἱόν. ὅμοιονκαὶ παρὰ τῷ Κωμικῷ τὸ «διὰ μικρὸν ἀργυρίδιον». καὶ δίχα γὰρ τοῦ μικρόν ἀργύρου σμικρότητα δηλοῖ τὸ ἀργυρίδιον. ἔχουσι δὲ ἀπολογίαν τὰ τοιαῦτα, οὐ μόνον τὸν συνήθη τῇ ποιήσει πλεονασμόν, ἀλλὰ καὶ τὴν ἀπὸ τῆς τοιαύτης προσθήκης σαφήνειαν. καθόλου γὰρ οὐδεμίαν προσθήκην κενῶς ἀπορριπτεῖὁ ποιητής, ὡς καὶ ἀλλαχοῦ φανεῖται σαφέστερον. [περὶ δὲ τοῦ τοιούτου σχήματοςῥηθήσεταί τι καὶ ἐν τῇ εʹ ῥαψῳδίᾳ. οὐκ ἄδηλον δὲ οὐδ' ὅτι τὸ «δύω» τινὲς εἰς τὸ» κοσμήτορε» συνέταξαν, ἵνα ᾖ τοὺς δύο βασιλεῖς.] Κοσμήτορας δὲ πολλαχοῦ 1. 43 τοὺς ἡγεμόνας λέγει, ὡς κοσμοῦντας ἤτοι εὐτακτοῦντας τὸν λαόν. κόσμοςγὰρ ἡ τάξις ἐκ τοῦ κομῶ, τὸ ἐπιμελοῦμαι, ἀφ' οὗ καὶ ὁ πάντων περιεκτικὸςκόσμος, ὃν εὐτάκτως ἡ πρόνοια ἔταξεν. [ἀγαθὴ δὲ καὶ ἄλλως εἰς ἔπαινονἡ λέξις. ἀπ' αὐτῆς γὰρ κόσμιος ἀνὴρ καὶ πρᾶγμα κατὰ κόσμον πραχθὲν τὸ εὔκοσμον, οὗ τὸ ἀνάπαλιν ἄκοσμον καὶ «μάψ, ἀτὰρ οὐ κατὰ κόσμον» γινόμενον.] Τὸδὲ δύω δύναται μὲν καὶ διὰ τοῦ ˉο μικροῦ σῴζειν τὸ μέτρον, ἡ πλείων δὲ γραφὴἐκτείνει αὐτὸ κατὰ ἀναλογίαν τῶν εἰς ˉω ληγόντων δυϊκῶν ὀνομάτων. εἰ δέ τιςμέμφεται τοῦτο, μεμφέσθω καὶ τὸ δυοῖν καθ' ὁμοίαν ἀναλογίαν ἐκφωνηθὲν καὶτὸ τρεῖς καὶ τὸ τριῶν καὶ τὸ τρισίν, ὧν κλίσις μὲν διόλου οὐκ ἔστιν, αὐτὰ δὲὅμως πρὸς ὁμοιότητα πτώσεων ὀνομάτων ἐκπεφώνηται. [μαρτυρεῖ δὲ τῇ τοῦδύω διὰ τοῦ ˉω μεγάλου γραφῇ καὶ τὸ κοινῶς γραφόμενον δυώδεκα, ἐξ οὗ τὸδώδεκα.] (ῃ. 17) Ὅτι ὥσπερ θώραξ ὅπλον σκέπον τὸν τοῦ ἡμετέρου σώματοςθώρακα, οὕτω καὶ κνημὶς τὸ σκέπον τὰς κνήμας τῶν στρατιωτῶν. ἀφ' οὗ εὐκνήμιδες Ἀχαιοὶ ἀπὸ μέρους οἱ εὔοπλοι, ὡς καὶ ἐν τοῖς ἑξῆς ῥηθήσεται πλατύτερον. ἀρετὴ γὰρ στρατιώτου καὶ ἡ τῶν ὅπλων διευθέτησις. ὅτι δὲ καὶ ἐπὶ ὀρεινῶντινων μερῶν, [ὥσπερ οἱ κνημοί, οὕτω καὶ] αἱ κνημῖδες λέγονται, ἀλλαχόθιγνωσόμεθα. ἐκτείνει δὲ τὴν λήγουσαν Ἀττικῶς καὶ ἡ κνημὶς καὶ τὸ εὐκνήμις. βαρύνεται δὲ τὸ εὐκνήμις κανόνι τοιούτῳ· τὰ εἰς ˉιˉς θηλυκὰ ὀξύτονα εἰ μὲν ἐντῇ συνθέσει φυλάσσει τὸ θηλυκὸν μόνον γένος καὶ τὸν αὐτὸν τόνον φυλάσσει, οἷον· σκελίς, περισκελίς. εἰ δὲ μεταληπτικὰ γίνονται καὶ ἀρσενικοῦ γένους, μεθίστανται εἰς βαρεῖαν τάσιν, οἷον· ἐλπίς, δύσελπις. τοῦτο γὰρ κοινόν ἐστιτῷ γένει. ταύτῃ τοι καὶ τὸ καταιγίς μὲν ὀξύνεται ὡς μονογενές, τὸ δὲ μελάναιγιςβαρύνεται. οὕτω δὲ καὶ τὸ κληΐς εὐκλήϊς, κνημίς εὐκνήμις. ὁμοίως καὶ ψηφίςπολυψήφις, ὡς τὸ «πολυψήφιδα παρ' ὅρμον φεύγειν». καὶ οὕτω μὲν τὸ εὐκνήμιςβαρύνεται, μακροκαταληκτεῖ δέ, καθὰ καὶ ἀλλαχοῦ δηλοῦται, καθότι, ὡς καὶτῷ Ἡρωδιανῷ δοκεῖ, τὰ μὲν βαρύτονα τῶν εἰς ˉιˉς ληγόντων συστέλλεται, τὰ δὲὀξύτονα ἐκτείνεται. τοῦ προτέρου, φησί, γένους ἐστὶ τὸ Ἄλεξις, Πρύτανις. οὕτω δὲ καὶ ὄφις, ἔχις, Θέτις. τοῦ δὲ δευτέρου, ἀκτίς, δελφίς, κρηπίς, ψηφίς, κνημίς καὶ τὰ τούτων σύνθετα. καὶ ἡ ἁψὶς δὲ οὕτως ἐκτείνει τὸ κατ' αὐτὴν τέλος, ὡς δηλοῖ τὸ «μή πως ὡς ἁψῖσι λίνου ἁλόντε». [Ἀλλαχοῦ δὲ ὁ αὐτὸς κανονίζων 1. 44 πιθανῶς τὸν τόνον τῆς ταχυτῆτος καὶ τῆς δηϊοτῆτος λέγει, ὅτι τὰ εἰς ˉσ λήγονταμετὰ μακρᾶς, ἡνίκα ὀξύνονται, τὴν παραλήγουσαν ἔχει ἐκτεινομένην· κνημίς· ψηφίς· γλωχίς· αἰδώς· ἠώς. διὸ καὶ ἡ ἕως βαρυτονηθεῖσα συνέστειλε τὴνπαραλήγουσαν. οὐκοῦν καὶ ἡ ταχυτής, φησί, καὶ ἡ δηϊοτής, εἰ ὠξύνοντο, βραχυπαραληκτεῖν εἶχον ἄν.] (ῃ. 18) Ὅτι ὁ Χρύσης ἢ κολακεύων τοὺςἝλληνας εὔχεται κατὰ τῶν ὁμοεθνῶν Τρώων ἢ καὶ ἐνδιαθέτως, ὡς δι' ἐκείνουςἀποστερηθεὶς τῆς παιδός. εἰ γὰρ μὴ Ἀλέξανδρος ἥρπασεν, οὐκ ἂν ἡ παῖςᾐχμαλώτιστο. διὸ οὐ μόνον ἐκπορθῆσαι αὐτοὺς εὔχεται τὴν τοῦ Πριάμου πόλιν, ἀλλὰ προσεπεύχεται καὶ εὖ οἴκαδε ἱκέσθαι αὐτούς, οἷα μαντικῶς εἰδὼς ὡς κακὰἐν τῷ νόστῳ πείσονται. σύντομος δὲ τῷ Χρύσῃ ἡ δημηγορία μόνων γινομένῳτῶν καιρίων. οὐ γὰρ ἐπέτρεπεν αὐτῷ ἡ συστολὴ πλείω δημηγορεῖν, ὅσγε καὶἀπειλῆς ἀκούσας ἔδεισε καὶ οὐκέτι οὐδὲν οὐδ' ὅλως ἐλάλησε. πόλιν δὲ Πριάμουτὴν Τροίαν λέγει, ἐπεὶ καὶ κατὰ τὴν τραγῳδίαν «τοῦ κρατοῦντος ἡ πόλιςνομίζεται». Ὅτι δὲ ὁ Πρίαμος παρὰ τὸ πρίασθαι λέγεται, ἱστορεῖ καὶ Λυκόφρων. ὅτε γάρ ποτε ἡ Τροία ἑάλω ὑφ' Ἡρακλέος, πριαμένη αὐτὸν Ἡσιόνη ἡ ἀδελφὴ καλύπτρας γυναικείας, αὐτὴ μὲν ἀπῆλθεν αἰχμάλωτος ὑπὸ Τελαμῶνιοὖσα, τὸν δὲ ἀδελφὸν ἀφῆκε ζώπυρον γένους ἐκεῖ ἔχοντα ἐπ' ὀνόματος τὸ τοῦπρίασθαι ὄνειδος, ἐξ οὗ καὶ μετωνομάσθη Πρίαμος Ποδάρκης πρώην καλούμενος. [Ἰστέον δὲ ὅτι ἡ ἀρχὴ τῆς τοῦ Χρύσου δημηγορίας τὸ «ὑμῖν μὲν θεοὶδοῖεν» συνίζησιν ἔχει τοῦ ˉε καὶ ˉοˉι ἐν τῷ «θεοί» καὶ λογίζεται ποὺς εἷς μακρὸς ἐκβραχείας συλλαβῆς καὶ μακρᾶς εἰς μίαν μακρὰν πρὸς ἀπαρτισμὸν σπονδείουποδός. οὗ ἀνάπαλιν γίνεται ἐν τῷ «οἶδ' ἀρετὴν οἷός ἐσσι». ἐκεῖ γὰρ μακρὰσυλλαβὴ καὶ βραχεῖα τὸ ˉοˉι καὶ τὸ ˉοˉς ἀντὶ μιᾶς εἰσι μακρᾶς. λέγονται δὲ καὶοὗτοι οἱ στίχοι προκοίλιοι. τοῦ δὲ δοῖεν πρῶτον πρόσωπον τὸ δοίημεν, οὗσυγκοπέντος καὶ ἀπελθόντος τοῦ ˉμ τὸ δοῖεν γίνεται.] Ὅτι Ὄλυμπος παρὰ τῷ ποιητῇ ὄρος Μακεδονίας ἢ καθ' Ἡρόδοτον Θετταλίας ὑψηλότατον, θεῶνοἰκητήριον, κατὰ μύθου ἄδειαν θελήσαντος ὡς ἀνθρωποπαθέσιν αὐτοῖς καὶτόπον τινὰ ἐξαίρετον δοῦναι εἰς ἀνθρωπικωτέραν διαγωγήν. ὅθεν καὶ Ὀλύμπιοιλέγονται. ἡ δὲ ἀλληγορία Ὄλυμπον τὸν οὐρανὸν λέγει ὡς οἷον ὁλόλαμπον. καὶτάχα διὰ τοῦτο ὁ μῦθος οὐκ ἄλλο τι ὄρος αὐτοῖς ἔδωκεν, ἀλλὰ τὸν Ὄλυμπονδιὰ τὸ ἔχειν δηλαδὴ συμβιβάζεσθαι εἰς τὸν λαμπρὸν οὐρανὸν τῇ ἀναπτύξει τοῦὀνόματος. ἔοικε δὲ ἐκ τοῦ ὁλόλαμπος συγκοπῆναι μὲν ἡ ˉλˉα συλλαβή, τραπῆναιδὲ τὸ δεύτερον ˉο εἰς ˉυ Αἰολικῶς, ὡς τὸ ὄνομα ὄνυμα, ἐξ οὗ καὶ τὸ ὀνυμαίνω καὶ 1. 45 τὸ νώνυμος καὶ τὰ τοιαῦτα. διὸ καὶ ψιλοῦται τὸ Ὄλυμπος· ψιλωτικοὶ γὰρ οἱ Αἰολεῖς. εἰσὶ δὲ καὶ ἕτεροι Ὄλυμποι· ἔν τε γὰρ Πελοποννήσῳ, ὡς καὶ ἐν τοῖς τοῦ Περιηγητοῦ ἐγράφη, καὶ ἐν Κύπρῳ δὲ ὄρος μαστοειδὲς μεταξὺ Κιτίου καὶἈμαθοῦντος Ὄλυμπος λέγεται. καὶ ἄλλη δέ τις ἀκρώρεια Κύπρου ἐκαλεῖτο οὕτως, ἐν ᾗ ναὸς Ἀκραίας Ἀφροδίτης, ἄδυτος γυναιξί. καὶ περὶ τὰς ἀκρωρείας δὲ τοῦ Ταύρου Ὄλυμπος ὄρος καὶ φρούριον, ἀφ' οὗ κατοπτεύεται πᾶσα Λυκίακαὶ Παμφυλία καὶ Πισιδία κατὰ τὸν Γεωγράφον· καὶ λόφοι δέ, φησί, τῆς Ἴδηςτέσσαρές τινες Ὄλυμποι ἐκαλοῦντο. ἔστι δὲ καὶ Βεβρύκων ὄρος Ὄλυμπος, οὗ ἐθνικὸν οἱ Ὀλυμπηνοί. ἦν δὲ καὶ αὐλητὴς ὀνομαζόμενος Ὄλυμπος, οὗ μέμνηται ὁ Κωμικός. [Ὅρα δὲ ὅτι Ὁμήρου Ὀλύμπια θεῶν δώματα εἰπόντος, ἐκεῖθέν πωςὁρμηθέντες οἱ ὕστερον Ὀλύμπια ὠνόμασαν τὸν ἐν Ἤλιδι μέγαν ἀγῶνα, οὐ τῷ Ὀλύμπῳ ἀλλὰ Ὀλυμπίῳ Διῒ παρονομάσαντες αὐτόν.] (ῃ. 20) Ὅτι τὸ «παῖδαδέ μοι λύσατε φίλην, τὰ δ' ἄποινα δέχεσθε, ἁζόμενοι Διὸς υἱόν» Ἀπίων καὶἩρόδωρος, ὧν βιβλίον εἰς τὰ τοῦ Ὁμήρου φέρεται, διδόασι καὶ ἀπαρεμφάτως γράφεσθαι· «παῖδα δέ μοι λῦσαί τε φίλην, τὰ δ' ἄποινα δέχεσθαι» λαμβανομένου, φασίν, ἀπὸ κοινοῦ τοῦ δοῖεν, ἵνα λέγῃ, ὅτι δοῖεν θεοὶ τήν τε παῖδα λῦσαι καὶ τὰδῶρα λαβεῖν. τὸ δὲ ἁζόμενοι καθ' ὑπερβατόν φασιν· Ἀτρεῖδαι καὶ Ἀχαιοί, ἁζόμενοι Διὸς υἱόν. Ὅτι ἄζω μὲν τὸ ξηραίνω ψιλοῦται παρὰ τὸ ˉα στερητικὸν καὶτὸ ζῆν· οὐ ζῶσι γὰρ τὰ ξηρά· καὶ ἀπ' αὐτοῦ ἄζη ἐν Ὀδυσσείᾳ ἡ ξηρασία, καὶἈζανία τόπος ἐν Πελοποννήσῳ οὐ πάνυ πολύϋδρος· ἅζεσθαι δὲ τὸ σέβεσθαιδασύνεται ἀπὸ τοῦ χάζω, τὸ ὑποχωρῶ. ἰστέον γὰρ ὅτι τοῖς μὲν τρισὶ ψιλοῖςσυμφώνοις ψιλὸν πνεῦμα ἐπετίθετο, τοῖς δὲ τρισὶ δασέσι πνεῦμα δασύ. τοῦτοίνυν χάζω κατὰ τὸν λόγον τοῦτον δασυνομένου, τὸ δασὺ πνεῦμα ἐναπέμεινετῷ ˉα μετὰ τὴν τοῦ δασέος ˉχ ἀναχώρησιν. τοιοῦτον δέ τι, φασίν, αἴτιον καὶ τοῦδασύνεσθαι τοῦ ἑταῖρος τὴν ἄρχουσαν ὡς ἀπὸ τοῦ ἔθους. ἑταῖρος γὰρ ὁ ἐν ἔθειτυγχάνων ἡμῖν. ἀνεπόδισεν οὖν, φασίν, ἡ τοῦ ˉθ δασεῖα μετὰ τὴν εἰς ψιλὸνμεταβολὴν καὶ ἀναβέβηκεν εἰς τὴν ἄρχουσαν. [Ὅτι φύσει μὲν ἑκαβόλος ἐστὶνἈπόλλων ὡς ἑκὰς βάλλων· πρόνοια δὲ μετρικὴ δακτυλικὴ ἔτρεψεν αὐτὸν εἰςἑκηβόλον. οὕτω δὲ σὺν μυρίοις ἄλλοις καὶ ἡ ἐλαφοβόλος Ἄρτεμις ἐλαφηβόλοςἐστίν.] (ῃ. 22) Ὅτι εὐφημεῖν παρὰ τῷ ποιητῇ, ὡς καὶ ἀλλαχοῦ φανεῖται, οὐκαὐτόχρημα τὸ ἐπαινεῖν, ἀλλὰ τὸ ἐνθεαστικῶς ἀγαθὰ λέγειν. διὸ ἐνταῦθα εἰπών» ἐπευφήμησαν πάντες Ἀχαιοί» ἐπάγει τί ἦν τὸ ἐπευφήμησαν «αἰδεῖσθαί τε 1. 46 ἱερέα καὶ ἄποινα δέχεσθαι». ἰστέον δὲ ὅτι Εὐριπίδης ἐντεῦθεν λαβὼν ἔφη τὸ» λαοὶ δ' ἐπερρόθησαν». Ὅρα δὲ τὸ πάντες. πάντως γὰρ τοῖς πᾶσι καὶ Ὀδυσσεὺς καὶ Νέστωρ συνεισάγονται καὶ οἱ λοιποὶ ἀριστεῖς. εἰ τοίνυν οὐ πεισθείη ὁβασιλεύς, ὑπὲρ πάντας ἐθέλει φρονεῖν μόνος, ὅπερ ἐπισφαλές, εἴ γε «εἷς ἀνὴροὐδεὶς ἀνήρ». οἱ δὲ τοιοῦτοι πάντες ἐπαινετέοι μὲν τῆς εὐπειθείας· οὐ γὰρἀντιλέγουσι τῷ βασιλεῖ· θρηνητέοι δὲ τῆς ἀθλιότητος, εἴ γε πανωλεθρίαν πείσονται διὰ τὴν τοῦ ἄρχοντος πεισμονήν. εἴτε δὲ αἱρετὸς βασιλεὺς ὁἈγαμέμνων τοῖς Ἀχαιοῖς εἴτε φυσικός, οὐ καλὸν ἦν αὐτοὺς ἀντιπίπτειν αὐτῷ. διὸ καὶ οὕτω ποιοῦσι δεικνύντος τοῦ ποιητοῦ οἵους εἶναι δεῖ τοὺς ἀρχομένους τῷἄρχοντι. σημείωσαι δὲ ὅτι τὸ παρ' Ἡροδότῳ ἐπιφημίζεσθαι οὐ ταὐτόν ἐστι τῷἐπευφημεῖν, ἀλλὰ μαντικὴ λέξις ἐστὶ δηλοῦσα προφοράν τινα μαντείας δι' ἀναμνήσεως ἐνυπνίου. [Ἰστέον δὲ ὅτι τὸ Ἀχαιός δίχα τοῦ κατὰ τὴν δίφθογγον ˉι προφέρουσιν οἱ Αἰολεῖς κατὰ τοὺς τεχνικούς, οἳ λέγουσιν ὡς διάλεκτοί τινεςἀποβάλλουσι τὸ ˉι τῆς ˉαˉι διφθόγγου, οἷον Ἀθηναῖοι μὲν τὸ κλαίει κλάει λέγουσιν· οὕτω δὲ καὶ καίει κάει, αἰεὶ ἀεί, αἰετὸς ἀετός. Αἰολεῖς δὲ τὸ παλαιός καὶ Ἀχαιόςκαὶ ἑταῖρος πάλαος καὶ Ἄχαος καὶ ἕταρος. Ἴωνες δὲ σὺν Ἀττικοῖς τὸ χρύσειος, ἀργύρειος, χάλκειος καὶ τὰ ὅμοια, χρύσεός φασι καὶ ἀργύρεος καὶ χάλκεος. ὡςδὲ οἱ Αἰολεῖς πολλάκις ἐν ταῖς διφθόγγοις οὐκ ἀποβάλλουσιν, ἀλλ' ἀρκοῦνταιμόνῃ διαστάσει, ὡς ἐν τῷ Ἀτρεΐδης, Αἰγεΐδης, Ἀργέϊος, ἐξ ὧν τὸ Ἀτρείδης, Αἰγείδης, Ἀργεῖος, δηλοῦσι καὶ αὐτὸ οἱ παλαιοί. (ῃ. 23) Ὅτι τὰ παρὰ τῷ Χρύσῃ ἀπερείσια ἄποινα ἀγλαὰ ἱστορεῖ Ὅμηρος, ὅ ἐστιν αἰγλήεντα ἢ ἀγαλλιᾶν ἔχοντα.] (ῃ. 24) Ὅτι οὐ λέγει ὁ ποιητὴς ὡς οὐκ Ἀτρείδαις ἥνδανεν ὁ τοῦΧρύσου λόγος, ἀλλὰ τῷ Ἀτρείδῃ, τῷ Ἀγαμέμνονι δηλαδή. αὐτὸς γὰρ καὶτοῦ ἀδελφοῦ, ὡς εἰκός, προεῖχεν οἷα πρεσβύτερος. ὡς γὰρ καὶ Ἡρόδοτός φησι» νομιζόμενα ἤγουν νομιζόμενον ἔστι παρὰ πάντων ἀνθρώπων τὸν πρεσβύτερονἄρχειν». τὸ δὲ ἥνδανε, [περὶ οὗ δηλοῦταί τι καὶ ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν], δασύνεται, ὡς δηλοῖ καὶ ἐν τῇ τραγῳδίᾳ τὸ ἀφανδάνοντα. γίνεται δὲ ἐκ τοῦ ἥδωκατὰ παραγωγὴν ἡδάνω καὶ τροπῇ τοῦ ˉη εἰς ˉα καὶ πλεονασμῷ τοῦ ˉν ἁνδάνω. τὸν ὅμοιον δὲ τρόπον γίνεται καὶ ἐκ τοῦ λήθω τὸ λανθάνω καὶ μήθω μανθάνωκαὶ λήχω λαγχάνω καὶ δήκω δαγκάνω, ἐξ οὗ Ἡρακλείδης συγκεκόφθαι φησὶτὸ δάκνω κατά τινας, οἳ ἔθος φασὶν Αἰολικὸν ἔτι δὲ καὶ Ἀττικὸν βαρύτοναῥήματα συγκόπτειν, οἷον ἀγείρω ἄγρω «ἀγρόμενος πᾶς δῆμος», ἐγείρω ἔγρω 1. 47 «ἔγρετο δὲ Ζεύς», ὀφείλω ὄφλω· ἵνα εἴη οὕτω καὶ δαγκάνω δάκνω. αὐτὸς μέντοιἐκ τοῦ δήκω πεποιῆσθαί φησι τοῦτο δυσὶ διαλέκτοις, Δωρίδι καὶ Ἰάδι. οἵ τε γὰρ Δωριεῖς προστιθέασι, φησί, τὸ νῦ, οἵ τε Ἴωνες βραχύνουσι τὸ ˉη διὰ τοῦ ˉα, ὡς καὶ ἡ μεσημβρία δηλοῖ καὶ ἡ πάρη ἤγουν ἡ πήρη καὶ τὸ λελακυῖα καὶ μεμακυῖα. καὶ τοιοῦτον μὲν τοῦτο. εἰ δὲ τὰ προρρηθέντα ἐξ ὑποτακτικῶν κατά τιναςγίνονται τοῦ ἅδω, λάθω, μάθω, λάχω, δάκω, εἴη ἂν αὐτοῖς ὅμοια καὶ τὸ φύγωφυγγάνω, τύχω τυγχάνω, θίγω θιγγάνω, ἐρύγω ἐρυγγάνω, πάθω πανθάνω. Ὅτιδύο εἴδη τοῦ ὑπερβατοῦ σχήματος. τὸ μὲν γάρ ἐστιν ἐννοίας διακοπὴ οἷον· ὁἈγαμέμνων, βασιλεὺς δὲ ἦν Ἑλλήνων, ἐραστὴς γέγονε Χρυσηΐδος. τὸ δὲ ἕτερον, [ὃ οὐδὲ κυρίως ὑπερβατόν ἐστιν, ὡς ἐν τοῖς ἑξῆς που τεχνολογηθήσεται], ἐν διακοπῇ λέξεως θεωρεῖται, οἷον «λέων κατὰ ταῦρον ἐδηδώς», ἤγουν λέωνκαταφαγὼν ταῦρον, καὶ «διὰ τάφρον ἔβησαν», ἤγουν διέβησαν τὴν τάφρον, καὶἐνταῦθα (ῃ. 25) τὸ «κρατερὸν δ' ἐπὶ μῦθον ἔτελλεν» ἤγουν ἐπέτελλε λόγονκρατερόν. ἐπιτέλλειν δέ φησι τὸ προστάσσειν καὶ ἐντέλλεσθαι, ὅπερ καὶ παθητικῶς λέγεται ἐν τῷ «μή μοι ταῦτ' ἐπιτέλλεο». ἐξ αὐτοῦ δὲ προσθέσει τοῦ ˉσ παρ' Αἰσχύλῳ ἐπιστολὴ ἡ ἐντολή. Ὅτι δὲ τὸ ἐπιτέλλειν καὶ τὸ ἐπιτέλλεσθαι καὶ ἐπὶ ἀστέρων λέγεται καὶ ἐπιτολὴ ἡ τούτων πρὸ τοῦ ἡλίου ἀνατολή, δηλοῦσιν οἱπαλαιοί. Κρατερὸν δὲ μῦθον τὸν μετὰ ἀπειλῆς λέγει λόγον. ἀλλαχοῦ δὲ τὸν αὐτὸνἀπηνέα τέ φησι κρατερόν τε. οἱ δὲ μεθ' Ὅμηρον καὶ Κρατερὸν ἱστοροῦσικύριον ὄνομα. Ἀρριανὸς δὲ ἐπὶ νικητοῦ τὴν λέξιν τίθησιν, οἷον «ὁ δεῖνα κρατερὸςτοῦ δεῖνος γέγονεν». [Ἰστέον δὲ ὡς δοκεῖ ταὐτὸν εἶναι κρατερός εἰπεῖν καθ' Ὅμηρον καὶ αὖ πάλιν κραταιός· ὅθεν καὶ ἡ ἐν Ὀδυσσείᾳ μυθικὴ Κράταιϊς. γίνεταιδὲ ὁ μὲν κρατερὸς παρὰ τὸ κράτος, καθὰ ὁ καρτερὸς ἐκ τοῦ κάρτος. ὁ δὲκραταιὸς ἢ παρὰ τὸ κρᾶτα, ὃ δηλοῖ τὴν κεφαλήν, κραταὸς καὶ πλεονασμῷ τοῦˉι κραταιός, ὁ ἐν ἑαυτῷ κεφαλαιῶν τὸ πᾶν· ἢ παρὰ τὸ κρατύς, οἷον «κρατὺςἈργεϊφόντης», οὗ γενικὴ κρατέος, καὶ παράγωγον ὁ κρατειὸς καὶ ὡς εἴθε αἴθε, οὕτω κρατειὸς κραταιός.] Σημείωσαι δὲ ὅτι μῦθον αἰεὶ ὁ ποιητὴς ἁπλῶς τὸνλόγον φησί· τὸ δὲ ἐπὶ ψευδοῦς λόγου τεθῆναι αὐτὸν τῶν ὑστέρων ἐστί. παραμένει δὲ καὶ μέχρι νῦν ἡ Ὁμηρικὴ χρῆσις ἔν τε ταῖς παραμυθίαις καὶ τοῖςπαραμυθητικοῖς λόγοις. ὁ μέντοι λόγος ἦν ὅτε τὴν τῆς παρ' ἡμῖν ψευδομυθίας 1. 48 τάξιν εἶχεν, ὡς ὅτε τὸν Αἴσωπον λογοποιὸν ἀκούομεν ἀντὶ τοῦ μυθογράφον. παρὰ δὲ τοῖς ὕστερον ὁ μὲν μῦθος εἰς ψευδολογίαν ἔρριπται, ὁ δὲ λόγος ἐπὶ τῆςὁσημέραι ἀνθρωπίνης ὁμιλίας τίθεται. οὕτω καὶ τὸ εὐφημεῖν ἄλλως νῦν ἤπερἐπὶ Ὁμήρου λέγεται· καὶ ἄλλα δὲ μυρία τῆς ἀρχαίας ἐνήλλακται χρήσεως. παντουργὸς γὰρ πάλαι μὲν ὁ πανοῦργος, ὡς καὶ παρὰ Σοφοκλεῖ, νῦν δὲ θείαἐστὶν ἡ λέξις. καὶ ἡ συμφορὰ δὲ μέση οὖσα λέξις καὶ τιθεμένη ποτὲ καὶ ἐπὶσυμφέροντος, νῦν κακὸν μόνον δηλοῖ. ὁ τύραννος, τὸ βασιλικόν ποτε ὄνομα, βλασφημεῖται νῦν. ἐλέγετο ἐξαίσιον καὶ ἔκδικον τὸ ἔξω τοῦ αἰσίου καὶ δικαίου· νῦν δὲ ἀγαθολογοῦνται. χυδαῖοι οἱ πεπληθυσμένοι, νῦν δὲ οἱ οὐδαμινοί. πολλοστός οὐχ', ὡς πάλαι, ὁ πολὺς καὶ ἔνδοξος, ἀλλὰ ὁ τὸ μηδέν. ὠμός οὐχ' ὁστερρὸς καὶ ἀνένδοτος, ἀλλ' ἐπὶ φαυλότητος νῦν. ὁ ἀνόσιος νῦν μὲν οἴδαμεν τίλέγει· πάλαι δέ ποτε ἐδήλου τὸν ἄταφον. οὕτω καὶ καθωσιωμένος ἀρχῆθεν μὲνὁ ὅσιος, οἱ δὲ ὕστερον ἄλλως φασίν. [Ἰστέον δὲ ὡς τὸ «ἀλλ' οὐκ Ἀτρείδῃ ἥνδανε θυμῷ», ἤγουν ἀντιπτωτικῶς τῇ τοῦ Ἀτρείδου ψυχῇ, καὶ τὸ «κρατερὸνδ' ἐπὶ μῦθον ἔτελλε» διὰ τοῦ ἀναγραμματισμοῦ τοῦ ἐμφαινομένου ἐν τῷθυμός καὶ μῦθος ὡς ψευδοπαρήχησιν ποιοῦσι, ὁποία σημειωθήσεται ἐν τοῖς ἑξῆς.] (ῃ. 29) Ὅτι ὁ περί τινος μέλλοντος λέγων ἢ γράφων ποτὲ μὲν καιρόν τινα τίθησι, μεθ' ὃν ἐλπὶς ἔσται τελεσθῆναι τὸ πρᾶγμα, ποτὲ δὲ τοιοῦτον μέλλοντα καιρὸνὑποτίθεται, μεθ' ὃν οὐκέτι ὅλως ἔσται τὸ πρᾶγμα. [ὃ καὶ ἔστιν εἰπεῖν ὑπόσχεσινἀπαρνητικὴν ἢ κατάθεσιν ἀτελεσφόρητον], οἷον· ὁ μὲν εἰπών, ὅτι οὐ παύσομαιὀχλῶν, ἕως ἂν ἀνύσω τὸ σπουδαζόμενον, καιρὸν ἔθετό τινα ἐν τῷ μέλλοντι, καθ' ὃν παύσεται τοῦ ὀχλεῖν. ὁ δὲ εἰπών «οὐκ ἂν ἀποκριθείην σοι, ἄχρις ἂν ἐκτεμεῖς μου τὴν γλῶσσαν» τοιοῦτον καιρὸν ὑπέθετο μέλλοντος, οὗ ἐλθόντος οὐδ' οὕτως ἔσται τὸ πρᾶγμα. πῶς γὰρ ἂν ὁ τὴν γλῶσσαν ἐκτμηθεὶς ἔχοι λαλεῖν; ὁτοίνυν οὕτω καιροσκοπῶν οὐδέποτε τὸ πρᾶγμα ἐπιτελέσαι βούλεται. πολλὰτοιαῦτα σχήματα παρὰ τῷ ποιητῇ ἐν τοῖς ἑξῆς. πρὸ δὲ ἐκείνων ἐνταῦθα τοιοῦτόνἐστι. λέγει τῷ Χρύσῃ ὁ βασιλεύς, ὅτι «οὐ λύσω τὴν Χρυσηΐδα πρίν μιν καὶγῆρας ἔπεισιν ἐν Ἑλλάδι» τουτέστιν οὐδέποτε λύσω αὐτήν. εἰ γὰρ μὴ νῦν, ὅτεκαὶ νεάζει καὶ τῆς πατρίδος ἐστὶν ἐγγύς, ὅτε περιὼν ὁ πατὴρ αὐτὴν ἐξαιτεῖται, ὅτε δῶρα δίδοται, πολλῷ πλέον οὐ λύσει αὐτὴν ὅτε μηδὲν τούτων γίνεται. καιρὸνοὖν ὑποτιθεὶς ὁ βασιλεύς, ἐν ᾧ ἔσται τὸ ὑπεσχημένον, ἀνάνευσιν τελείαν ποιεῖταιτῆς πράξεως. ὅρα δέ, οἷος ἔσται ὁ βασιλεύς, ἐὰν μετὰ μικρὸν ἐξ ἀνάγκης 1. 49 ψεύσηται, καὶ οὔτε δῶρα λαβών, ἀλλὰ καὶ ἑκατόμβην προσεπιθεὶς τὴν παιδίσκηνἀποπέμψῃ τῷ πατρί. καὶ τοῦτο μὲν τοιοῦτον. ἐν δὲ τῷ «καὶ γῆρας ἔπεισι» δοκεῖἐκ περισσοῦ κεῖσθαι καὶ πρὸς οὐδὲν ἀναγκαῖον ὁ ˉκˉαˉι σύνδεσμος. Τὸ δὲ ἔπεισινἀντὶ μέλλοντός ἐστι τοῦ ἐπελεύσεται. πολλαχοῦ γὰρ οἱ παλαιοὶ χρόνους ἀντὶχρόνων λαμβάνουσι. καὶ οὕτω μὲν ὁ ποιητὴς αἰτιατικῇ συντάσσει τὸ «ἔπεισι» λαβὼν αὐτὸ ἀντὶ τοῦ καταλήψεται. οἱ δὲ μεθ' Ὅμηρον δοτικῇ συντάσσουσιν, οἷον «ἔπεισί μοι ποιεῖν τάδε». τοιοῦτον δὲ καὶ τὸ «τοῖς μύρμηξι πονεῖν ἐπῄει». (ῃ. 30) Ὅτι Ἄργος ἐνταῦθα, ὡς καὶ ἐν τοῖς ἑξῆς πολλαχοῦ, τὴν Πελοπόννησον λέγει εἰπών «ἡμετέρῳ ἐνὶ οἴκῳ, ἐν Ἄργεϊ». οὐ γὰρ τὸ ἰδίως οὕτω λεγόμενονἌργος, ἡ πόλις, οἶκος ἦν Ἀγαμέμνονος, ἀλλ' αὐτὸ μὲν ὑπὸ τὸν Διομήδην ἦν, ὁ δὲ Ἀγαμέμνων τῶν Μυκηνῶν ἦν βασιλεύς. ὅτι δὲ ἀπό τινος Ἄργου τὸ Ἄργοςλέγεται καὶ εἴ τι ἄλλο εἰς τοῦτο ῥηθῆναι δεῖ, κατ' ἐπιτομὴν ζητητέον εἰς τὰ τοῦ Περιηγητοῦ. [Ὅρα δὲ ὡς ἐν ἑνὶ τόπῳ τὴν ˉεˉν πρόθεσιν καὶ κοινῶς προήγαγε καὶ ποιητικῶς. τοιοῦτον γὰρ ἡ ἐνὶ κατ' ἐπέκτασιν, ἥτις ἐπέκτασις ὑπερτεθεῖσαποιεῖ ἐκ δισυλλάβου τῆς ˉἐˉνˉι προθέσεως τὴν ˉεˉἰˉν πρόθεσιν, οἷον «εἰν Ἀΐδαοδόμοισιν».] (ῃ. 31) Ὅτι ἡ τοῦ βασιλέως πρὸς τὸν Χρύσην δημηγορία μίγμαἔχει λυπηρῶν τε καὶ ἡδέων· λυπηρὸν μὲν τὸ μὴ λαβεῖν τὴν θυγατέρα καὶ τὸ μετὰἀπειλῆς ἀποπεμφθῆναι, ἡδὺ δέ πως ἡ περὶ τῆς παιδὸς ἀγαθὴ ὑπόσχεσις. οὐγὰρ σιτοποιὸν αὐτὴν ἕξειν φησὶν ὁ βασιλεὺς οὐδὲ ὑδροφόρον, ἀλλὰ ἱστὸνἐποιχομένην. ὃ δὴ καὶ Ἑλένη ἐν Τροίᾳ ποιεῖ καὶ Πηνελόπη ἐν Ἰθάκῃ καὶΚαλυψὼ δὲ καὶ Κίρκη. Ἔτι δέ φησι «καὶ ἐμὸν λέχος ἀντιόωσαν», ὅπερ ταὐτὸν εἶναι δοκεῖ τῷ «λέχος πορσαίνουσαν» ἢ «πορσύνουσαν», ὃ ἐν τῇ γʹῥαψῳδίᾳ κεῖται. τοῦτο δὲ εἴρηται μὲν σεμνῶς· ἔχει δέ πως μέσως κατὰ τὴν ἔννοιαν, ἵνα ὁ μὲν γέρων ἔχῃ νοεῖν ἀντὶ τοῦ μετέχουσαν καὶ κοινωνοῦσάνμοι κοίτης, ὁ δὲ λοιπὸς ἀκροατὴς ἀντὶ τοῦ ἀντῶσαν τῷ ἐμῷ λέχει τρόπονθαλαμηπόλου [σχολαζούσης παρὰ κοιτῶνα]. ἰστέον δὲ ὅτι Ὅμηρος μὲν οὕτωσεμνῶς ἔφρασε φειδοῖ τοῦ τε βασιλέως καὶ τῶν ἀκροατῶν. Θεόκριτος δὲμιμησάμενος ἐν τῷ «αὐτή μοι στορέσει καλὰ δέμνια» σαφέστερον μὲν εἶπε, 1. 50 καθεῖλε δὲ τὴν ἡρωϊκὴν ἔμφασιν καὶ σεμνότητα. τοιοῦτον δὲ καὶ παρ' Εὐριπίδῃἐν Ἑλένῃ τὸ «λέχος ὑποστρῶσαι». Σημείωσαι δὲ ὅτι ἐνταῦθα μὲν τὸ ἀντιόωσαναἰτιατικῇ συνέταξεν· ἐν μέντοι τῷ «ἀντιόων ταύρων καὶ αἰγῶν ἑκατόμβης» γενικῇ τὸ ἀντιόων συντέτακται, διότι καὶ ἄλλο ἐκεῖνο τὸ ἀντιᾶν. τοῦτο μὲν γὰρἐπὶ ἁπλῶς ἐγγύτητος, ἐκεῖνο δὲ ἐπὶ γευστικῆς ἀπολαύσεως. Ἰστέον δὲ καὶ ὅτιἐνταῦθα μὲν τὸ ˉο τὸ μικρὸν ἐπλεόνασεν, ὡς καὶ ἐν τῷ ὁρόωντες. ἀλλαχοῦ δὲ ἀντ' αὐτοῦ τὸ ˉα εὕρηται, ὡς ἐν τῷ ἀντιάαν. οὕτω δὲ καὶ ἐν τῷ ὁράαν καὶ τοῖςὁμοίοις. καὶ ὅτι τὸ ἀντιόων φύσει μὲν δευτέρας συζυγίας ἐστίν· ἀντιάω γὰρἀντιῶ· πλεονασμῷ δὲ τοῦ ˉο μικροῦ βαρυτονεῖται. καὶ ὅτι τὸ μικρὸν ˉο πλεονάζειἐνταῦθα διὰ τὴν πρὸ αὐτοῦ βραχεῖαν παράληξιν εἰς δακτύλου ἀναγκαῖονἀπαρτισμόν. τὸ δ' αὐτὸ καὶ ἐπὶ τοῦ ὁρόω· καὶ ἐκεῖ γὰρ διὰ τὴν αὐτὴν αἰτίανὁμοία γέγονεν ἡ παρένθεσις καὶ ἐπὶ τοῦ «πυρὶ λαμπετόωντι». ὡσαύτως καὶ ἐπὶτοῦ «φυσιόωντες». τὸ δ' ὅμοιον καὶ ἐπὶ τοῦ «ὀκριόωντο» ἀντὶ τοῦ ἐτραχύνοντο. οὕτω δὲ καὶ ἐπὶ τοῦ τηλεθόωντες, μητιόωντες, κελευτιόωντες, γοόωντες, βοόωντες καὶ τῶν ὁμοίων. εἰ δέ γε τοῦ πλεονάζοντος μακρὰ πρόκειται συλλαβή, οὐκέτι τὸ μικρὸν ˉο, ἀλλὰ τὸ μέγα ἐκεῖ παρεντίθεται, ἵνα ἐξ ἀνάγκης σπονδεῖοςποὺς ἀποτελεσθῇ, οἷον ἡβῶντες, ἡβώωντες. οὕτω δὲ καὶ τὸ ἱδρώωντες καὶ τὸὁρμώω, μαιμώω, αὐδώω καὶ ὅσα τοιαῦτα. καὶ ταῦτα μὲν οὕτως, [ἤγουν τὰ περὶτοῦ ˉοˉω βαρύτονα ὑπὲρ δύο συλλαβάς. περὶ δὲ τοῦ γνώω, ζώω, πλώω, ῥώω ἕτερος λόγος, ὡς καὶ περὶ τοῦ μνώω καὶ χώω.] Τὸ δέ «ἱστὸν ἐποιχομένην» περιφραστικῶς ἀντὶ τοῦ ὑφαίνουσαν. ἑστῶσαι γὰρ καὶ ἐπιπορευόμεναι ὕφαινον αἱποιούμεναι τὴν ἱστουργίαν διὰ τὴν τῶν ὑφαινομένων, ὡς εἰκός, πλατύτητα. πρώτηδέ τις Αἰγυπτία γυνὴ καθεζομένη ὕφανεν, ἀφ' ἧς καὶ Αἰγύπτιοι Ἀθηνᾶς ἄγαλμακαθημένης ἱδρύσαντο. καὶ ἄλλως δέ «ἱστὸν ἐποιχομένην» ἀντὶ τοῦ ἐπιστατοῦσανταῖς ὑφαινούσαις καὶ περιϊοῦσαν καὶ ἐπισκεπτομένην αὐτάς [τε καὶ ὅσα ἔργαχρήσιμα ταῖς ἱστουργούσαις. γυναικεῖον δὲ τὸ ἱστουργεῖν παρ' Ὁμήρῳ καὶ οὐκἂν παρ' αὐτῷ ὑφάνῃ ἀνήρ, εἰ μὴ ἄρα βουλάς· εἰ καὶ τοῖς ὕστερον μοχθηρῶςπαρατολμᾶται κατά τι Αἰγύπτιον ἔθος, ὃ καὶ Σοφοκλῆς παρεσημήνατο ἐν Οἰδίποδι τῷ ἐπὶ Κολωνῷ. τοῦ δὲ ἀντιᾶν ἀρχή ἐστιν ἡ ἀντί μόνη πρόθεσις, ἀφ' ἧς καὶὄνομα ὁ ἀντίος, καὶ τὸ ἐξ αὐτοῦ ἐναντίον. Σημείωσαι δὲ ὡς ἐν τῷ τόπῳ τούτῳσφοδρὰς ἐννοίας ἐπιεικῶς ὁ βασιλεὺς μεθώδευσεν· ἀντὶ γὰρ τοῦ εἰπεῖν «μή σε 1. 51 οὐδὲ ὁ θεὸς ὠφελήσῃ» καὶ «μή σε βλάψω δεινῶς» ἄλλα εἶπεν, ὡς δηλοῖ ἡποιητικὴ φραστική.] (ῃ. 32) Ὅτι ὁ μὴ ἀνεχόμενος ἀκούειν τινὸς λαλοῦντος, ἃ κινήσῃ ἄν τινα εἰς θυμόν, καλῶς ἂν εἴπῃ τὸ «ἀλλ' ἴθι, μή μ' ἐρέθιζε». πρὸς δὲγέροντα ὑποπτήξαντα ἐπὶ ἀπειλαῖς καὶ πεισθέντα εὖ ἔχει ῥηθῆναι τὸ «ἔδδεισεδ' ὁ γέρων καὶ ἐπείθετο μύθῳ». Σημείωσαι δὲ ὅτι Ὅμηρος οὐ μάτην ἐνταῦθαπροσέθηκε τὸ γέρων, ἀλλ' ἢ φιλοσοφῶν ἑτοίμους φυσικῶς εἰς δέος τοὺς γέροντας εἶναι· τὸ γὰρ θαρρεῖν αὐτοὺς ἐπιλέλοιπεν· ἢ καὶ οἰκτιζόμενος τὸν Χρύσηνὡς παθόντα οὐκ ἄξια τῆς πολιᾶς καὶ οὐ δεόντως ἀπ' ἐλπίδος γενόμενον. Ἰστέονδὲ [ὅτι τε τοῦ ἔδδεισεν, ὅ ἐστιν ἐδειλίασε, πρωτότυπον τὸ δείω καὶ πλεονασμῷτοῦ ˉδ δείδω· καὶ ὅτι τὸ ἴθι λείπεται προθέσεως· δηλοῖ γὰρ τὸ ἄπιθι. καὶ] ὅτιἀπὸ τοῦ εἴρω, τὸ εἰς μάχην συμπλέκω, γίνεται ἀποβολῇ τοῦ ˉι ἔρω· ἐξ οὗ ἐρέθω, ὡς φλέγω φλεγέθω, νέμω νεμέθω· ἀφ' οὗ τὸ ἐρεθίζω. τοῦ δὲ ἐρέθω ἡ χρῆσις ἐντοῖς ἑξῆς, οἷον «ὅτ' ἄν με ἐρέθῃ», ἤγουν ἐρεθίζῃ, καὶ «μή μ' ἔρεθε ὀνειδείοιςἐπέεσσιν». [Ἰστέον δὲ καὶ ὅτι τεσσάρων τούτων ὄντων, τοῦ σάος, ὁ ὑγιής, τοῦσῶς κατὰ συναίρεσιν, τοῦ σόος διὰ τοῦ ˉο μικροῦ Ὁμηρικῶς, καὶ τοῦ σῶος διὰπαραλήγοντος τοῦ ˉω μεγάλου, χρῆσις ἐνταῦθα κεῖται τοῦ σάος ἐν τῷ «σαώτεροςὥς κε νέηαι» ἤγουν ὅπως ἀνακρωτηρίαστος ἀπονοστήσῃς, ὃ μεγάλην ἀπειλὴνἔχει κατὰ τοῦ γέροντος Χρύσου, εἰ καὶ εὐφήμως ἐσχημάτισται. παραλαλεῖ γὰρὡς ἀκρωτηριασθήσεται, εἰ μὴ ταχὺ μνήσεται νόστου, ὃς ἐκ τοῦ νέω παράγεται, οὗ ὑποτακτικὸν παθητικὸν Ἰωνικόν ἑνικόν, ἐξ ἐνδείας τοῦ ˉτ, τὸ νέηαι, ἤγουνἀπέλθῃς.] (ῃ. 34) Ὅτι φλοῖσβος κατὰ ὀνοματοποιΐαν ἦχος ὕδατος θαλασσίουἐν τῇ ἐκκυμάνσει γινόμενος πρὸς τοῖς αἰγιαλοῖς παλιννοστοῦντος τοῦ κύματος. διὸ καὶ πολύφλοισβος λέγεται θάλασσα. ἔστι δὲ ὅτε καὶ ἁπλῶς ἐπὶ θορύβου κεῖται, οἷον ἐπὶ πολεμικοῦ, ὡς ἐν τοῖς μετὰ ταῦτα φανήσεται. καὶ ἔστι μὲν καὶ ῥῆμαὀνοματοπεποιημένον τὸ φλύω, οἷον «ἀνὰ δ' ἔφλυε καλὰ ῥέεθρα». Οὐκ ἐκ τούτουδὲ γίνεται ὁ φλοῖσβος, ἀλλ' ἴσως μάλιστα ἐκ τοῦ φλέω. διὸ καὶ ἔχει τὸ ˉοἀντιπαρακείμενον. ἡ δὲ ὀνοματοποιΐα τρόπος ἐστὶ ποιητικὸς καὶ αὐτὴ μιμουμένητοὺς τῶν σωμάτων ἤχους, καὶ γέμει ταύτης ἡ ποίησις, ὡς πολλαχοῦ ται. ἐπενοήθη δὲ παρὰ τῶν παλαιῶν ἐπὶ πραγμάτων, ἃ οὐκ ὠνοματοθέτησαν οἱπρὸ αὐτῶν, ὡς ἐν τοῖς ἑξῆς καὶ αὐτὸ ῥηθήσεται. (ῃ. 35). Ὅτι τὰ εἰς ˉθˉεˉνἐπιρρήματα παρὰ τοῖς παλαιοῖς φωνήεντος μὲν ἐπιφερομένου ἐφείλκοντοχάριν εὐφωνίας τὸ νῦ οἷον «ἀπάνευθεν ἔρχεται». εἰ δὲ σύμφωνον ἐπεφέρετο, δίχατοῦ ˉν ἐξεφωνοῦντο, οἷον «ἀπάνευθε κιών». [περιττὴ δὲ ἡ πρόθεσις ἐν τῷ ἀπάνευθε. μυρία δὲ τοιαῦτα φανεῖται καὶ ἐν τοῖς ἑξῆς. ἐκ δὲ τοῦ κιών ἐξέδραμεν ὄνομα ὁκίων, ἀναγκαίως αὐτὸς βαρυτονηθείς.] Ὅτι τὸ γεραιός ἢ φύσει ἔχει τὸ ˉε, ὡς ἀπὸτοῦ γέρας· γεραροὶ γὰρ καὶ τίμιοι οἱ γέροντες· ἢ ἀπὸ τοῦ γηραιός συνέσταλται, ὥς που καὶ ὁ μὴν σύνδεσμος μὲν λέγεται κατὰ συστολὴν καὶ τὸ ξηρὸν ξερὸν ἐνὈδυσσείᾳ. τὸ μέντοι μήν καὶ διὰ τοῦ ˉα λέγεται μάν, καθὰ καὶ ἀπὸ τοῦ φρήνγίνεται καὶ τὸ φρεσί κοινῶς καὶ τὸ φρασί Δωρικῶς παρὰ Πινδάρῳ· [οὕτω δὲκατὰ τὸ μήν καὶ μέν καὶ μάν τριφορεῖται καὶ ὁ Πρίαπος δέ· οὐ γὰρ μόνον διὰτοῦ ˉα προφέρεται ἀλλὰ καὶ Πρίεπος καὶ Πρίηπος λέγεται.] (ῃ. 36) Ὅτι παρὰ τῷποιητῇ ἐπαμφοτερίζει ἡ ἄρχουσα τοῦ Ἀπόλλωνος καὶ ἐν μὲν τῷ «Ἀπόλλωνι ἄνακτι» [καὶ πρὸ τούτων ἐν τῷ «ἑκηβόλου Ἀπόλλωνος»] καὶ ἀλλαχοῦ δὲἐκτείνεται Ἀττικῶς καίτοι τῆς ἐν τῇ παραληγούσῃ τῶν προθέσεων ἀναλογίαςσυστέλλεσθαι ἀπαιτούσης αὐτό. ἐν δὲ τῷ «ἐχώσατο Φοῖβος Ἀπόλλων» καὶ ἐνἄλλοις μυρίοις τόποις συστέλλεται. οὕτω δὲ καὶ τὸ Κρονίων διφορεῖται παρὰτῷ ποιητῇ καὶ ἄλλα οὐκ ὀλίγα, εἰ καὶ οἱ νῦν στρυφνοὶ λογισταὶ τῶν στιχουργούντων μονόχρονα τὰ τοιαῦτα εἶναι θέλουσιν. Ἀπόλλων δὲ παρὰ τοῖς παλαιοῖςοὐκ εὐφήμως μέν, ὅμως δὲ φοβερώτερον ὁ ἥλιος, εἰς ὃν ἀναφέρεται τὰ λοιμώδηνοσήματα. ὥσπερ γὰρ Ποσειδῶν πῇ μὲν σεισίχθων τὸ φοβερόν, πῇ δὲ ἀσφάλιοςτὸ εὔφημον, οὕτω καὶ ἥλιος πῇ μὲν ἀπόλλων, πῇ δὲ ἀλεξίκακος. εὐκράτως μὲνγὰρ ἔχουσαι διὰ τοῦ ἡλίου αἱ ὧραι ὑγείας εἰσὶν αἴτιαι, δυσκράτως δὲ διακείμεναι 1. 53 ἀπόλλουσιν. οὕτω δὲ καὶ φωσφόρος ὢν ὁ αὐτὸς ἥλιος ὅμως νυκτὶ ἐοικέναι μετ' 1. 53 ὀλίγα λεχθήσεται διὰ τὴν νοσερὰν ἢ νοτίαν τοῦ ἀέρος κατάστασιν. ὅτι δέ τινεςἐπελέγοντο τὰ φοβερὰ ἐπίθετα, δηλοῦσι καὶ οἱ ἐν ταῖς ἱστορίαις βασιλεῖς, ὁ Πολιορκητὴς καὶ ὁ Κεραυνός· καὶ ὁ Ἄρης δὲ ἀπὸ τοῦ βλάπτειν ὀνομασθῆναι δοκεῖ, ἐπεὶ καὶ βροτολοιγὸς ὁ αὐτός. τινὲς μέντοι ἐκ τοῦ ἀπολύειν παράγουσι τὸ Ἀπόλλων, ἵνα ᾖ μᾶλλον εὐφημότερον ἀπολύων τοὺς ἐν κατοχῇ κακώσεων. διὸ Μιλήσιοι κατὰ τὸν Γεωγράφον καὶ Δήλιοι Οὔλιον τιμῶσιν Ἀπόλλωνα ἤγουν ὑγιαστικόν· οὔλειν γὰρ τὸ ὑγιαίνειν· ὡς καὶ Ἄρτεμις, φησίν, ἀπὸ τοῦ ἀρτεμέαςποιεῖν, ὅ ἐστιν ὑγιεῖς. οὐκ ἔστι δὲ ὁ Ἀπόλλων μετοχικόν· ἐκλίνετο γὰρ ἂνἈπόλλοντος ὡς λέοντος· ἀλλὰ μάλιστα ῥηματικὸν ὡς τὸ Ἀγάλλωνος καὶ εἴ τι τοιοῦτον. φυλάσσει δὲ τὸ ˉω ἐν τῇ γενικῇ ὡς καὶ πάντα τὰ εἰς ˉλˉωˉν ὀνόματαλήγοντα. [Ὅτι δὲ ἐν τῷ ἄναξ ἄνακτος ἄνακτι ἐκ πλεονασμοῦ κεῖται τὸ ˉτ, ὡςκαὶ ἀλλαχοῦ φαίνεται, Ἡρακλείδης δηλοῖ εἰπὼν ὅτι Κύπριοι καὶ Ἀττικοὶ παρεντιθέασι ῥήμασι καὶ ὀνόμασι τὸ ταῦ, τὴν πόλιν πτόλιν λέγοντες καὶ τὸνπόλεμον πτόλεμον. τὸ δ' αὐτὸ καὶ ἐν τῷ ἄνακτος καὶ νυκτός καὶ ἐν τῷ ἀνύωἀνύτω, ὅθεν ὁ Ἄνυτος κύριον, καὶ ἐν τῷ ἀρύω ἀρύτω, ὅθεν ἡ ἀρύταινα, πλεονασμῷ τοῦ σίγμα, καὶ ὁ ἀρύστιχος.] (ῃ. 37) Ὅτι τὸ ἐμοῦ καὶ σοῦ καὶ οὗπενταχῶς κινεῖται. τὰ μὲν γὰρ πρωτότυπα ἐμοῦ σοῦ οὗ· ἡ δὲ διάλυσις ποιεῖαὐτὰ ἐμέο σέο ἕο. ταῦτα δὲ συναίρεσις μὲν ποιητικὴ συναλείφει εἰς τὸ ἐμεῦ σεῦεὗ· ἐπένθεσις δὲ τοῦ ˉι μετάγει εἰς τὸ ἐμεῖο σεῖο εἷο· παραγωγὴ δὲ μετασύρειαὐτὰ εἰς τὸ ἐμέθεν σέθεν ἕθεν. καί εἰσι τούτων πάντων αἱ χρήσεις παρὰ τῷ ποιητῇ. τὸ δὲ ἐμεῦ ἀποβαλὸν τὴν ἄρχουσαν ἐγκλίνεται ἤγουν τὸν οἰκεῖον τόνονἀναπέμπει τῇ ὄπισθεν συλλαβῇ, οἷον «κλῦθί μευ, ἀργυρότοξε» τουτέστιλαμπρότοξε. οὐ γάρ ἐστι πλάσαι τόξον ὅλον ἀργύρεον. εἰ δὲ καὶ ἀνάκειται, ὥσπερτῷ ἡλίῳ ὁ χρυσός, οὕτω τῇ σελήνῃ ὁ ἄργυρος, ὅμως οἰκειοῦται ὁ Ἀπόλλωνἥλιος καὶ τὸ τῆς σελήνης, ἐπεὶ καὶ ἐξ αὐτοῦ ἐκείνη ἔχει τὸ φῶς. [δῆλον δ' ὅτι 1. 54 καὶ χρυσότοξος ὁ αὐτός. διὸ καὶ Σοφοκλῆς «ἀγκύλα χρυσόστροφα» τὰ τοῦ Φοίβου τόξα λέγει.] Τὸ δὲ κλῦθι μεταπέπλασται ἀπὸ τοῦ κλῦε, ὡς καὶ ἑξῆςεἰρήσεται, καθὰ καὶ τὸ ἄνωχθι ἐκ τοῦ ἄνωγε. θέμα γὰρ εἶναι τοῦ κλῦθι τὸκλῦμι οὐκ ἀρέσκει τοῖς παλαιοῖς. καὶ τὸ ἴθι δὲ ἀπὸ τοῦ ἴε μετεπλάσθηἀορίστου δευτέρου, οὗ ἐνεστὼς εἴω, τὸ πορεύομαι. Ἰστέον δὲ καὶ ὅτι, καθάπερἀργυρότοξος ὁ κατὰ λαμπρότητα τοιοῦτος, οὕτω καὶ βιὸς ἀργύρεος μετ' ὀλίγαὁ λαμπρός. (ῃ. 37 ς.) Ὅτι ἀμφιβαίνειν παρὰ τῷ ποιητῇ ὡς ἐπὶ πολὺ τὸ σκέπεινκαὶ περιέπειν, ὡς ὅτε λέων ἀμφιβαίνειν τοῖς σκύμνοις λέγεται ἢ κύων τοῖςσκυλακίοις. οὕτω δὲ καὶ ἐν μάχῃ νεκρῷ τις ἀμφιβαίνει ὑπερμαχῶν ἐκείνου. καὶ Ἀπόλλων οὖν ἀμφιβεβηκέναι λέγεται τὴν Χρύσην πόλιν καὶ τὴν Κίλλαν, οἷα σκέπων καὶ βαίνων ἀμφὶ αὐτάς. τάχα γὰρ ἄσυλον διέμεινε τό τε Κιλλαῖονἱερὸν τοῦ Ἀπόλλωνος καὶ τὸ ἐν τῇ Χρύσῃ. διὸ καὶ περιουσιαζόμενος δῶραεἶχε διδόναι ὁ Χρύσης εἰς λύτρα τῆς θυγατρός· [καὶ οὐχ' ἁπλῶς, ἀλλὰ καὶἀπερείσια καὶ οἷα μὴ πρὸς αὐτοῦ τοῦ γέροντος φέρεσθαι, ἀλλὰ παρ' ἑτέρωνβαστάζεσθαι, ὡς εἰκός· εἰ καὶ Ὅμηρος αὐτὸ σιωπᾷ καθὰ καὶ τὸ κατ' εἶδοςτῶν δώρων, εἰωθὼς οὕτω ποιεῖν μυριαχοῦ, ἔνθα χρὴ καὶ σιωπᾶν τὰ μὴ ἀναγκαῖαλέγεσθαι. εἰ δὲ ἐν ταῖς Λιταῖς καὶ ἐν τοῖς κατὰ τὸν Ἕκτορα δώρων πολλῶνμνησθεὶς ἐξέθετο ἐκεῖ καὶ τὸ πλῆθος καὶ τοὺς φέροντας, ἀλλ' ἐκεῖ πάνυ ἀναγκαῖονἦν οὕτω ποιῆσαι τὸν Ὅμηρον. διὸ ἐξεγράψατο καὶ αὐτά. δῆλον δὲ ὅτι ὡς ἐπὶπολὺ] περιεποιοῦντο τὰ ἱερὰ ἐν ταῖς ἁλώσεσι τῶν πόλεων. ὅθεν καὶ Ὀδυσσεὺςτῷ Μάρωνι ὡς Ἀπόλλωνος ἱερεῖ τὰ προσόντα ἐχαρίσατο. καὶ τῆς Τενέδου δὲἴσως διὰ τοῦτο ἶφι ἀνάσσειν φησὶ τὸν Ἀπόλλωνα, οὐ διότι οὐχ' εἷλον αὐτὴν οἱἝλληνες, ἀλλ' ὅτι, ὡς εἰκός, διὰ τὸν Ἀπόλλωνα φιλανθρωπότερον τοῖς ἐκεῖ προσηνέχθησαν. ἔστι δὲ ἡ μὲν Τένεδος νῆσος Αἰολικὴ ποτὲ μὲν Λεύκοφρυςκαλουμένη διὰ τὸ λευκὰς ἔχειν ὀφρῦς ἤγουν ἐξοχὰς περὶ τοὺς αἰγιαλούς· διὰ δὲτὸν Τρωϊκὸν Τένην, οὗπερ ἕδος ἤτοι κατοικητήριον γέγονε, μετακληθεῖσα Τένεδος· ὅντινα Τένην διαβολὴ μὲν μητρυιᾶς Φυλονόμης ἢ Πολυβοίας συγκατέρριψε διὰ τοῦ πατρὸς Κύκνου εἰς θάλασσαν τῇ ἀδελφῇ Λευκοθέᾳ ἐγκλείσασαλάρνακι· ἡ δὲ Δίκη περισωσαμένη τῆς νήσου βασιλέα κατέστησεν. ἦν δὲ ἡ τῆςμητρυιᾶς διαβολὴ πρὸς τὸν Κύκνον ἐρωτική, ὁποία καὶ ἡ τῆς Ἱπποδαμείαςπρὸς Πέλοπα καὶ ἡ τῆς Ἀντείας πρὸς τὸν Προῖτον, ὅτι δηλαδὴ ὁ Τένηςἐβιάζετο αὐτήν, καίτοι αὐτὴ οὕτως εἰς τὸν Τένην ἐποίησεν. εἴρηται δέ τι πλέον 1. 55 περὶ τῆς νήσου ταύτης καὶ ἐν τοῖς τοῦ Περιηγητοῦ. Ἡ δὲ Κίλλα πολίχνιονμὲν ἦν Τρωϊκὸν κείμενον περί που τὴν Ἀτραμυττηνὴν χώραν, ἠφάνισται δέ. τὸδὲ ὄνομα ἔσχεν ἀπό τινος ἡνιοχοῦντος τῷ Πέλοπι, ὃς Κίλλας μὲν ἐκαλεῖτο· αὐτόθι δὲ τεθνεὼς καὶ ταφεὶς ἐτιμήθη πρὸς τοῦ Πέλοπος κτίσματι πόλεως, ἥτις δι' ἐκεῖνον Κίλλα ἐκλήθη. καὶ ἀπ' αὐτοῦ Κιλλαῖος Ἀπόλλων αὐτόθι καὶ ποταμός. ἔοικε δὲ ὁ Κίλλας διὰ τοῦ ˉνˉτ κλίνεσθαι ὡς τὸ Πάλλας Πάλλαντος. διὸ καὶ οἱκατὰ τὴν Κίλλαν ταύτην Κίλλαντες ἐκαλοῦντο. ἐν δὲ τοῖς τοῦ Πορφυρίουφέρεται, ὅτι ἡ Κίλλα εἶχεν ἱερόν, ὃ διέστηκε θαλάσσης πλέθρα τέσσαρα, πρόσχωμα ποιοῦντος μεταξὺ αὐτοῦ καὶ Χρύσης ποταμοῦ, ᾧ ὄνομα Κίλλαιος· καὶὅτι δοκεῖ Πέλοπος εἶναι ἡνίοχος ὁ Κίλλας καὶ αὐτὸς ποιῆσαι τὸ ῥηθὲν ἱερόν, πρὸς ᾧ καὶ μνῆμα Κίλλου· ἀφ' οὗ καὶ Κίλικες, φησίν, οἱ τὸ Θήβης πεδίονοἰκοῦντες. οὐ γὰρ Θηβαίους αὐτοὺς Ὅμηρος, ἀλλὰ Κίλικάς φησιν, ἑτερωνύμωςδηλαδή, ὡς καὶ ἐπὶ ἄλλων ἐθνικῶν ὀνομάτων δειχθήσεται γινόμενον. φασὶ δὲ οἱπαλαιοὶ καὶ ἄλλην τινά που Κίλλαν εἶναι κατὰ τὴν Ἰουδαίαν, ἧς οἱ πολῖται Κιλλῆται καὶ Κιλλανοὶ ἐλέγοντο. πολλὰ δὲ τῶν ἀντιγράφων τὸ Κίλλας Κίλλοςγράφουσιν ὡς Ὕλλος. συντομώτατον δὲ τοῦ Γεωγράφου ἐκεῖνο· Κίλλουμνῆμα ἐν τῷ ἱερῷ τοῦ Κιλλαίου Ἀπόλλωνος χῶμα μέγα. ἡνίοχος δὲ ἦν Πέλοπος ἡγησάμενος τῶν τόπων· ἀφ' οὗ ἴσως, φησί, καὶ ἡ ἐκεῖ Κιλικία ἢἀνάπαλιν. ἀλλαχοῦ δὲ γράφει, ὅτι ἐν τῇ Ἀδραμυττηνῇ χώρᾳ καὶ ἡ Χρύση καὶ ἡ Κίλλα. ἦν δὲ καί τις τόπος ἄλλος Κίλλα πλησίον Θήβης, ἐν ᾧ ΚιλλαίουἈπόλλωνος ἱερόν, ὅπου ποταμὸς ἐξ Ἴδης φέρεται ὁ Κίλλος. ἦν δέ, φησί, καὶ ἐνΛέσβῳ Κίλλαιον καὶ περί που τὰ Γάργαρα Κίλλαιον ὄρος. ἡ δὲ Χρύση πόλιςμὲν ἦν καὶ αὐτὴ ὁμοίως Ἀδραμυττηνὴ πλησίον Θήβης τῆς μετὰ ταῦτα ῥηθησομένης. οὐκ ἔστι δὲ ἄρτι οὐδ' αὐτὴ πάλαι ἀφανισθεῖσα, ὡς ἡ ἱστορία φησίν. ὅτι δὲ κοινῶς μὲν Χρῦσα, Ἰωνικῶς δὲ Χρύση· καὶ ὅτι πολλαὶ Χρῦσαι λέγονται, δηλοῦσιν οἱ παλαιοί. ἐγγύς τε γὰρ Λήμνου πόλιν Χρύσην ἱστοροῦσι καὶ περὶ Σκῦρον καὶ ἐν Ἑλλησπόντῳ οὐ μακρὰν Ἀβύδου. ἐλέγετο δέ, φασί, Χρύση καὶἀκρωτήριον περὶ τὴν Ἡφαιστίαν τῆς Λήμνου βλέπον πρὸς Τένεδον. ὅτι δὲ ἡὉμηρικὴ Χρύση τῶν ἀνωτέρω ῥηθέντων Κιλίκων ἦν, ἐν τοῖς ἑξῆς μετ' ὀλίγαδηλωθήσεται. παραλία δὲ ἦν, ὡς δηλοῖ καὶ τὸ «Χρῦσα πολίχνιον ἦν ἐπὶθαλάσσῃ, ἔχον λιμένα». (ῃ. 39) Ὅτι Σμινθεὺς Ἀπόλλωνος ἐπίθετον. καὶ οἱ φασιν ἀπὸ Σμίνθης πόλεως περὶ Τροίαν, ὡς καὶ ὁ τὰ Ἐθνικὰ ἐπιτέμνων φησίν· ἧσπερ ὁ πολίτης καὶ Σμινθαῖος λέγεται καὶ Σμινθεύς, [ὡς εἶναι οὕτω Σμινθέατὸν ἐν τῇ πόλει Σμίνθῃ τιμώμενον.] οἱ δὲ ἀπὸ τῶν σμίνθων, ὃ δηλοῖ τοὺς μύας, αὐτὸν οὕτω καλεῖσθαί φασι. δοκεῖ γάρ ποτε ἀναιρέτης γενέσθαι σμίνθωνβλαπτόντων τοὺς ἐκεῖ, ὡς διὰ τοῦτο ναόν τε αὐτοῦ ἱδρυθῆναι καὶ αὐτὸν Σμινθέα κληθῆναι διὰ τοὺς ἀποσοβηθέντας μύας, οὓς οἱ ἐγχώριοι σμίνθουςἐκάλουν. φησὶ γὰρ ἡ ἱστορία, ὅτι ἐν τῇ Χρύσῃ Σμινθέως ἐστὶν ἱερὸν καὶ μῦςὑπόκειται τῷ ποδὶ τοῦ ξοάνου, Σκόπα ἔργον τοῦ Παρίου, τὸ σύμβολον τὸ τὴνἐτυμότητα σῷζον τοῦ ὀνόματος, ἤγουν ἐν ᾧ κεῖται ἡ τοῦ Σμινθέως ἐτυμολογία. ἡ δὲ τοῦτο λέγουσα ἱστορία καὶ τοξευθῆναι ὑπ' Ἀπόλλωνος τοὺς μύας λέγεικαὶ τὸ λήϊον ἐκτίθεται τὸ ὑπ' ἐκείνων βλαπτόμενον λέγουσα ὅτι Κρίνιδος ἦντινος, ὃς ἱερᾶτο Ἀπόλλωνι. [πρὸς ὃν Κρίνιδα ἔχει πως οἰκείως ὁ Χρύσης. ἐκεῖνός τε γὰρ εὖ ἔπαθεν ὑπὸ τοῦ Φοίβου ἐφ' οἷς μύες τὰ ἐκείνου σινόμενοι λήϊακατετοξεύθησαν. διὸ καὶ Σμινθέως ταὐτὸν δ' εἰπεῖν μυοκτόνου Ἀπόλλωνοςἱδρύσατο ἱερόν. καὶ οὗτος ὁ Χρύσης, εἰ καὶ μὴ ἐφ' ὁμοίων, ἀλλ' ὅμως ἄλλως, ὡς ἐθέλει, προκαλεῖται τὸν Ἀπόλλω εἰς ἄμυναν, ὃ καὶ ὁ συνιερεὺς Κρῖνις πεποίηκεν.] Ὅτι δὲ καὶ μικρῶν τινων ἕνεκεν μεγάλας ἤθελον χάριτας ὄφλειν οἱπαλαιοὶ τοῖς ἐκδικηταῖς καὶ ὅτι ἐξ αὐτῶν ἐκείνους παρωνόμαζον, δηλοῦσιν αἱἱστορίαι. οἱ γὰρ περὶ Τραχῖνα Οἰταῖοι Κορνοπίωνα λέγονται τιμᾶν Ἡρακλέαχάριν ἀκρίδων ἀπαλλαγῆς ἤτοι παρνόπων, οὓς ἐκεῖνοι κόρνοπας λέγουσιν. Ἐρυθραῖοι δὲ Ἡρακλῆν Ἰποκτόνον σεβάζονται ὡς φθείροντα τοὺς ἀμπελοφάγους ἶπας, Ῥόδιοι δὲ Ἀπόλλωνα Ἐρυθίβιον, τὴν ἐρυσίβην ἐρυθίβην καλοῦντες. οὕτως οὖν ἀπὸ μικρῶν ἡ κλῆσις καὶ τῷ Σμινθεῖ Ἀπόλλωνι· ἀπὸ σμίνθων γάρ, οἵπερ μύες εἰσίν. οὕτω δὲ ἄξιος λόγου τοῖς παλαιοῖς ἐδόκει ὁ περὶ τοῦ ΣμινθέωςἈπόλλωνος μῦθος, ὥστε καὶ λόγοι Σμινθιακοὶ ἐγράφοντο καὶ μέθοδος ἦν εἰςτούτους ῥητορική. οἱ δέ τινες ἄλλην ἱστορίαν ἐκτίθενται περὶ τοῦ Σμινθέωςλέγοντες ὅτι Τεῦκροι, Κρῆτες ἄνδρες, εἰς ἀποικίαν στελλόμενοι χρῶνται Ἀπόλλωνι. ὁ δὲ ἀποφοιβάζει ἐκεῖσε καταμενεῖν αὐτοὺς καὶ στῆσαι τὴν εἰς ἀποικίανὁδοιπορίαν, ἔνθα γηγενεῖς αὐτοῖς ἀντιπέσωσι. στέλλονται οὖν καὶ διαπεραιωσάμενοι προσβαίνουσι τοῖς Τρωϊκοῖς τόποις. καὶ οἱ μὲν ἐναγωνίως εἶχον, γηγενεῖςτινας καραδοκοῦντες ἄνδρας καὶ μεγάλην ἐκεῖθεν ἀντίταξιν. ὡς δὲ ὕπνοςεἶχεν αὐτούς, ἐξέρπουσι γῆθεν μύες, οὓς αὐτοὶ σμίνθους ἐκάλουν κατὰγλῶσσαν ἐγχώριον, καὶ κατατρώξαντες τοὺς τῶν ὅπλων ἀναφορεῖς ἤτοι τελαμῶνας καὶ πᾶν δέ, εἴ τι αὐτοῖς ἦν ἐκ ζῴων ἀποδαρέντων, εἰς ἀχρηστίαν ὅπλων 1. 57 αὐτοὺς περιέστησαν. ὡς οὖν ἀφυπνίσθησαν καὶ οὔτε ὅπλοις εἶχον χρᾶσθαι καὶπολλὰ δὲ τῶν σκευῶν αὐτοῖς ἀπηχρείωτο μέγα τε διενοοῦντο κακὸν παθεῖν καὶτοὺς μύας εἰς πολεμίους ἐνεγράφοντο. κἀντεῦθεν τὸν χρησμὸν ὀψέ ποτε συνεβάλοντο καὶ τοῦτο νοεῖν ἐκεῖνον σοφίζονται. καὶ αὐτόθι τε μένουσι καὶ πόλιντοῖς σμίνθοις παρώνυμον κτίζουσι καὶ Σμινθέα τιμῶσιν Ἀπόλλωνα ἤγουν, ὡς ἂνεἴπῃ τις, διὰ σμίνθων χρήσαντα. ὃν καὶ ἱδρύουσι μυὸς ἐπιβεβηκότα, ὡσανεὶπατάξαντα τὸ θηρίον, καθὰ προεκτέθειται. καὶ αὕτη μὲν ἱστορία Τρωϊκὴ περὶὁπλοφάγων μυῶν. Ἡρόδοτος δὲ καὶ Αἰγυπτιακὴν ἐκτίθεται ταύτην. ὅτιἈραβίων καὶ Ἀσσυρίων ἀφικομένων εἰς Αἴγυπτον ἐπιχυθέντες μύες ἀρουραῖοι κατέφαγον μὲν τοὺς φαρετρεῶνας καὶ τὰ τόξα, πρὸς δέ γε τῶν ἀσπίδων τὰὄχανα, ὥστε τῇ ὑστεραίᾳ φευγόντων αὐτῶν γυμνῶν ὅπλων πεσεῖν πολλούς. καὶἕστηκεν ὁ τῆς Αἰγύπτου τότε βασιλεὺς ἔχων ἐπὶ τῆς χειρὸς μῦν. ὁ δὲ Γεωγράφοςλέγει καὶ ὅτι Ἴδη, τὸ Τρωϊκὸν ὄρος, ἀπὸ τῆς ἐν Κρήτῃ παρωνόμασται ὑπὸτῶν ἐκ Κρήτης ἀφιγμένων Τεύκρων, οἷς ἐπέθεντο οἱ ἀρουραῖοι μύες. Ἡρακλέωνδ' ὁ Ποντικὸς πληθύοντάς φησι τοὺς παρὰ τὸ ἱερὸν μύας νομισθῆναι ἱεροὺςκαὶ τὸ ξόανον οὕτω κατασκευασθῆναι βεβηκὸς ἐπὶ τῷ μυΐ. διάφοροι δέ, φησί, τόποι, ἐν οἷς τὸ τοῦ Σμινθέως ὄνομα. [Ἰστέον δὲ ὅτι ἔοικεν ὁ Σμινθεὺς καὶ Σμίνθιος λέγεσθαι, ὡς δῆλον ἐκ τῶν Σμινθιακῶν λόγων. ὡς γὰρ ἐκ τοῦ Σάμιος καὶ Ῥόδιος τὰ Σαμιακὰ καὶ τὰ Ῥοδιακά, οὕτω φαίνεται καὶ ἐκ τοῦ Σμίνθιος εἶναι τὰ Σμινθιακά. Τοῖς δὲ ῥηθεῖσι προσεπιθετέον καὶ ὅτι δεινόν τιτὸ τῶν μυῶν ἔθνος ἐπεισφρῆσαν κατὰ θεομηνίαν καὶ δυσαπάλλακτον, εἰ μὴθεόθεν ἀπαχθείη. καὶ ἃ μὲν βραχὺς οὗτος χρόνος καὶ διέθετο τὴν τῶν Μακεδόνωνὄκνος καὶ εἰπεῖν. πρεσβύτερος δέ τις χρόνος ἔδειξε νέφος μυῶν περί που τὸν Μαρωνείτην ὄρειον ζυγόν, ἀνερειφθὲν εἰς ἀέρα καὶ τοίχοις οἰκημάτων βίᾳ προσαραχθὲν καὶ οὕτως ἐξολωλός. οὐ μόνον δὲ κάτωθεν ἀναλαμβανόμενοι, ἀλλὰ καὶἄνωθεν ἱστόρηνται μύες καταβρεχόμενοι. ὡς δὲ καὶ ἰχθύσιν ὗσεν ὁ θεὸς πολλαχοῦ, Ἀθήναιος ἱστορεῖ. Φαινίας γοῦν ἐν Χερροννήσῳ φησὶν ἐπὶ τρεῖς ἡμέρας ὗσαιτὸν θεὸν ἰχθύας. οὕτω δέ φασι καὶ βατράχους περὶ Παιονίαν καὶ Δαρδανίαν, ὧν καὶ τοσοῦτον ἦν πλῆθος, ὡς τὰς οἰκίας καὶ τὰς ὁδοὺς πληρῶσαι. ὡς δὲκτείνοντες καὶ συγκλείοντες τὰς οἰκίας οὐδὲν ἤνυον, ἀλλὰ καὶ τὰ σκεύηἐπληροῦντο καὶ μετὰ τῶν ἐδεσμάτων ἦσαν οἱ βάτραχοι συνεψόμενοι καὶ οὐδὲτοῖς ὕδασιν ἦν χρῆσθαι οὐδὲ τοὺς πόδας ἐπὶ γῆν θεῖναι, οἷα συσσεσωρευμένωναὐτῶν– ὠχλοῦντο δὲ καὶ ὑπὸ τῆς τῶν τετελευτηκότων ὀσμῆς– ἔφυγον, φασί, τὴν χώραν. τί ἂν οὖν θαυμάσῃ τις, εἴπερ ἢ θῆρες ἐξερημοῦσι τόπουςπλεονάσαντες ἢ στοιχειακός τις ὄλεθρος, οἷος καὶ ὁ διὰ ποταμῶν, εἴ γε καὶ ζῷαφαυλότατα δεινὰ ποιοῦσι κατὰ τόπων οἰκουμένων. λέγεται γοῦν ὡς καὶ τῇ 1. 58 Ἀνάφῃ νήσῳ Ἀστυπαλαιέως τινὸς δύο πέρδικας ἐπαφέντος οὕτως εὐφόρησε περδίκων ὁ τόπος, ὡς κινδυνεῦσαι ἀναστάτους γενέσθαι τοὺς νησιώτας. Ἀστυπάλαια δέ, φασίν, αὖθις Ἀναφαίου τινὸς δύο λαγῳοὺς αὐτῇ ἐμβαλόντος οὕτω κακῶς ἔσχεν ὑπὸ πλήθους λαγῶν, ὡς τοὺς Ἀστυπαλαιεῖς περὶ αὐτῶνμαντεύσασθαι καὶ τὴν Πυθίαν εἰπεῖν κύνας τρέφειν καὶ κυνηγούς· ἁλῶναί τέφασιν ἐν ἐνιαυτῷ πλείους τῶν ἑξακισχιλίων. τούτοις δὲ ὅμοια παθεῖν καὶ τοὺςπερὶ Κάρπαθον οἶδε παροιμία ἡ λέγουσα ὁ Καρπάθιος τὸν λαγῳόν, περὶἧς καὶ ἐν τοῖς τοῦ Περιηγητοῦ κεῖται. εἰ δὲ καὶ ἀκρίδες ἢ ὄφεις ἢ λαγιδεῖς τόπουςτινὰς ἠρήμωσαν, ἔστιν ἐξ ἱστοριῶν ἀναλέγεσθαι.] Ὅτι ἐν οἷς Ὅμηρος ποιεῖ τὸνΧρύσην ἀναμιμνῄσκοντα, ὡς τόν τε ναὸν ἤρεψέ ποτε τῷ Ἀπόλλωνι καὶ πίονα μηρία ταύρων καὶ αἰγῶν ἔκηε, καὶ αὐτὸν μὲν ἀντὶ τούτων ζητοῦντα χάριν, τὸν δὲ Ἀπόλλωνα ὑπακούοντα καὶ χαριζόμενον καὶ τιμωρίαν ἐκ τῶν Ἑλλήνων ὑπὲρ αὐτοῦ λαμβάνοντα, παιδεύει τοὺς ἀκροατὰς μεμνῆσθαι χαρίτων, εἴ γε καὶὁ Ἀπόλλων εὖ παθὼν ἀντευποιεῖ. οὕτω καὶ ἐν τοῖς μυθώδεσι παιδευτικὸςὍμηρος καὶ διὰ τοῦτο φιλοσοφία τις πρώτη ἐδόκει τοῖς πάλαι ἡ ποίησιςεἰσάγουσα, φασίν, εἰς τὸν βίον ἐκ νέων καὶ διδάσκουσα ἤθη καὶ πάθη καὶπράξεις μεθ' ἡδονῆς. καὶ διὰ τοῦτο τοὺς παῖδας διὰ ποιητικῆς ἐπαίδευον σωφρονιστὰς τοὺς ἀοιδοὺς οἰόμενοι, ὡς καὶ τὸν τῆς Κλυταιμνήστρας φύλακα, καὶ τὸνἽππαρχον παρατρέχοντες, ὃς ᾐτιᾶτο τοὺς φιλοτιμουμένους Ὁμήρῳ περιποιεῖν πᾶν μάθημα καὶ πᾶσαν τέχνην ὡς ἐὰν καί τις κατηγοροίη, φησί, τῆς Ἀττικῆςεἰρεσιώνης καὶ ἃ μὴ δύναται φέρειν μῆλα καὶ ὄγχνας, ποιητὴν ἔλεγον εἶναι τὸνσοφόν. τοῦτο δὲ πάντως διὰ τὸ τῇ ποιήσει πᾶν μάθημα καὶ τέχνην ἅπασανἐμφαντάζεσθαι. Σημείωσαι δὲ ὅτι τὸ τοιοῦτον τοῦ Ὁμήρου πλάσμα πιθανὰ καὶτὰ κατὰ τὸν Ἀχιλλέα ποιεῖ. εἰ γὰρ ἐνταῦθα ὁ Χρύσης διὰ τὴν θυγατέραλιταζόμενος τὸν Ἀπόλλωνα ἀνύει τὴν τῶν Ἑλλήνων κάκωσιν, πολλῷ πλέον ἐν τοῖς ἑξῆς ἡ Θέτις, μείζων οὖσα τοῦ Χρύσου καὶ μείζονα τὸν Δία ἱκετεύουσαὑπὲρ τοῦ υἱοῦ, πλέον τι ποιήσει κακόν. (ῃ. 39 ς.) Ἰστέον δὲ καὶ ὅτι τὸ ἔρεψασημαίνει μὲν τὸ ὠρόφωσα, παράγει δὲ ὄνομα ῥηματικὸν τὸν ὄροφον, ἐξ οὗ καὶὄροφος ὁμωνύμως δόναξ ποτάμιος, ἐπιτήδειος εἰς τὸ ἐρέφειν. πίονα δὲ μηρίακαίειν λέγει τῷ Ἀπόλλωνι, διότι αὐτὰ ὡλοκαυτοῦντο μόνα ἐν ταῖς θυσίαις, τῶν δὲ λοιπῶν τοῦ ζῴου μελῶν ἐξῆν μετέχειν τοῖς θύουσιν, ὡς ἐν τοῖς ἐπιοῦσιφανήσεται. πίονα δὲ τὰ μηρία ἢ διὰ τὸ εὐλιπῆ ζῷα θύεσθαι ἢ διὰ τὸ λίπος τῆςκνίσσης, ὑφ' ἧς ἐκαλύπτοντο οἱ μηροί, καθάπερ μετ' ὀλίγα φησὶν ὁ ποιητής. [τοῦδὲ ἔκηα ἐνεστὼς οὐ τὸ καίω κοινῶς, ἀλλὰ τὸ κάω Ἀττικῶς. ἰστέον γὰρ ὡς 1. 59 τριῶν τούτων, τοῦ καίω διὰ διφθόγγου καὶ τοῦ κάω καὶ τοῦ κέω διὰ τοῦ ˉεψιλοῦ, ὃ πολλαχοῦ φανεῖται, ἀπὸ μὲν τοῦ καίω τὸ καύσω γίνεται τροπῇσυνήθει τοῦ ˉι εἰς ˉυ κατὰ τὸ κλαίω κλαύσω, ἀπὸ δὲ τοῦ κάω τὸ ἔκηα, ἐκ δὲ τοῦψιλογραφομένου κέω τὸ «πυρὰ πολλὰ κειάμενοι» καὶ ἕτερα τοιαῦτα. εἰ δὲ δόξεικαὶ ἀπὸ τοῦ κάω εἶναι ὁ καύσω μέλλων, οὐδέν τι καινοπραγεῖται. κάω γάρ, καὶπλεονασμῷ τοῦ ˉυ καύω, ὡς λάω λαύω καὶ ἀπολαύω. ὡς οὖν ἀπολαύω ἀπολαύσω, οὕτω καύω καύσω καί, ὡς εἰκός, κλαύω κλαύσω. τοῦ γάρ τοι καίω ὁ μέλλωνἦν ἂν καίσω κατὰ τὸ παλαίω παλαίσω, παίω παίσω, ἐξ οὗ καὶ ποὺς ἀνάπαιστοςκαὶ πόλις Παισὸς καὶ συμπαίστωρ, ἔτι δὲ καὶ κατὰ τὸ πταίω πταίσω.] (ῃ. 41) Ταύρους δὲ καὶ αἶγας ὁ Χρύσης τῷ Ἡλίῳ Ἀπόλλωνι θύει· τοὺς μὲν ἤτοι τοὺςταύρους ὡς ἐργατικοὺς τῆς γῆς καὶ Ἡλίῳ συμπράττοντας εἰς τὸ ζῳογόνον καὶἀναδοτικὸν τῶν καρπῶν, αἶγας δὲ διά τε τὸ ὁρμητικὸν τοῦ ζῴου καὶ εἰς ὕψοςἁλτικόν, ὅγε καὶ ἀπὸ τοῦ ἀΐσσειν ὀνομάζεται, ἀλλὰ καὶ διὰ τὸ τὰ ἐξ αἰγῶνκέρατα εὔθετα εἶναι εἰς τόξου ποίησιν. τοξότης δὲ καὶ ὁ Ἀπόλλων, ὡς προϊὼνἐρεῖ ὁ ποιητής. ὅθεν καὶ οἱ μνηστῆρες ἐν Ὀδυσσείᾳ τοῦ τόξου πειρώμενοιαἶγας ἐβουλεύσαντο θῦσαι τῷ κλυτοτόξῳ Ἀπόλλωνι. ὅτι δὲ ἄθυρμα οἱ βόεςτῷ Ἀπόλλωνι, δηλοῦσι καὶ αἱ Σικελικαὶ ἀγέλαι τῶν βοῶν, ὧν οἱ φίλοι τοῦὈδυσσέως ἔφαγον. ὅτι δὲ καὶ ἄρνες αὐτῷ ἐθύοντο, δηλώσει Ἀχιλλεὺς οἰόμενος ἀρνῶν καὶ αἰγῶν κνίσσῃ θεραπευθήσεσθαι τὸν Ἀπόλλωνα. καὶ Πάνδαρος δὲἄρνας πρωτογόνους θύσειν αὐτῷ εὔχεται, καὶ ἐν ταῖς σπονδαῖς δὲ ἄρνα λευκὸν Τρῶες Ἡλίῳ ἱερεύουσιν. ὅτι δὲ καὶ προβάτων χαίρει ποιμνίοις, ἐν τῇ Ὀδυσσείᾳλέγεται. ταῖς γὰρ ἀγέλαις ἐκεῖ τῶν τοῦ Ἡλίου βοῶν καὶ πώεα προβάτωνσυννέμονται. οὐκ ἀποστέργει δὲ οὐδὲ ὄνους. Ὑπερβόρεοι οὖν, ὡς ὁ Πίνδαροςἱστορεῖ, τοιαῦτα ἐκείνῳ κνώδαλα ἔθυον. κατὰ δὲ Ἡρόδοτον καὶ Πέρσαι ἵπποναὐτῷ ἱέρευον ὡς ταχυτάτῳ τὸ ἐν τοῖς πεζοῖς ταχύτατον. καὶ ὅλως εἰπεῖν, νόμιον ἔχοντες οἱ Ἕλληνες τὸν Ἀπόλλωνα καὶ ζῳοτρόφον πάντων ἐκείνῳ τῶν τοιούτων ἀπήρχοντο. Ὅτι τὸ «τόδε μοι κρήηνον ἐέλδωρ» ἱκετεύων ἄν τις εἴπῃκαὶ εἰσακουσθῆναι ζητῶν. δηλοῖ δὲ ὅτι «τόδε μοι τέλεσον τὸ ἐπιθύμημα». (ῃ. 42) Τὸ δέ «τίσειαν Δαναοὶ ἐμὰ δάκρυα σοῖσι βέλεσιν» ἱκέτου λόγος δίκαςλαβεῖν αἰτοῦντος ἐκ τῶν πολλὰ λυπησάντων. γίνεται μὲν τὸ μὲν κρήηνον ἀπὸῥήματος τοῦ κραιαίνω, ὥσπερ τὸ κρῆναι, ὅ ἐστι τελειῶσαι, ἀπὸ δισυλλάβου τοῦκραίνω καὶ τὸ μιῆναι ἀπὸ τοῦ μιαίνω. οὕτω δὲ καθ' Ἡρωδιανὸν καὶ τὸ κυδῆναιἐκ τοῦ κυδαίνω, εἰ καὶ κυδᾶναι, φησί, καθ' ἡμᾶς λέγεται ὡς καὶ κερδᾶναι. ἐέλδωρ δὲ τὸ ἐπιθύμημά ἐστιν, ἀπὸ τοῦ ἔλδω γινόμενον ῥήματος πλεονασμῷ καὶ 1. 60 ἑτέρου ˉε. φησὶ γοῦν που Ὅμηρος «ἧς ἔλδεαι ἤματα πάντα». εἰ δὲ καὶ τρισυλλάβως ἐέλδω εὕρηται, εἴη ἂν καὶ ἐκεῖθεν τὸ ἐέλδωρ. προϋπάρχει δὲ αὐτῶν τὸἕλω. δῆλον γὰρ ὡς ἕλοιτ' ἄν τις τὸ ἐπιθυμητόν, ὥσπερ καὶ ἀνάπαλιν ἐπιθυμήσοιἂν τοῦ αἱρετοῦ. εἰ δὲ δασύνεται μὲν τὸ ἑλεῖν καὶ ἑλέσθαι, ψιλοῦται δὲ τὸ ἔλδεσθαι, αἴτιον ἡ τοῦ ˉδ ἐπένθεσις. καὶ τοιοῦτον μὲν τοῦτο. Τὸ δὲ τίσειαν εὐκτικὸν μένἐστιν Αἰολικόν· ἔπεσε δὲ καὶ εἰς χρῆσιν κοινήν. κανονίζεται δὲ καὶ αὐτὸ καὶ τὰὅμοια ῥήματα ἐκ πρώτων ἀορίστων ἐνεργητικῶν ληγόντων εἰς ˉα ἐπεντεθείσηςτῆς ˉεˉι διφθόγγου πρὸ τοῦ ˉα καὶ τῆς ἀρχούσης ἀποβληθείσης οἷον ἔλεξα λέξεια, ἔτυψα τύψεια, ἔγραψα γράψεια. οὕτω γοῦν καὶ ἔτισα τίσεια. εὔχεται δὲ τὰτοιαῦτα ῥήματα κατὰ τοὺς παλαιοὺς σύντομον πράγματος ἄνυσιν καὶ τοῦτομόνον διαφέρουσι τῶν κοινῶν εὐκτικῶν. οἷον τὸ μὲν τύψαις ἢ λέξαις ἢ γράψαιςἀόριστον ἔχει τὸν ἐπιθυμητὸν καιρὸν τοῦ εὐκταίου πράγματος, ὁ δὲ εἰπὼν τύψειαςἢ λέξειας ἢ γράψειας εὔχεται τάχιον ἀνυσθῆναι, ὃ εὔχεται· διό, φασίν, οὐ δεῖλέγειν ἡμᾶς πρός τινα τὸ «ζήσειας εὐτυχῶς» ἤ τι τοιοῦτον, ἵνα μὴ δοκῶμεν εὔχεσθαι τάχιον αὐτὸν ἐλθεῖν εἰς τέλος τοῦ καλῶς ζῆν. τὸ δέ «τίσειαν Δαναοὶἐμὰ δάκρυα σοῖσι βέλεσι» δοκεῖ μὲν ἀλόγως λεχθῆναι. διὰ τί γὰρ οἱ Δαναοί, οἳἐπευφήμησαν αἰδεῖσθαι αὐτόν, πείσονται κακὰ καὶ μὴ ὁ Ἀγαμέμνων; λύεταιδὲ ὅτι Ἀγαμέμνονος μὲν θανόντος ὁ στρατὸς ἐλύετο καὶ ἡ Χρυσηῒς ἀπήγετο, αὐτῶν δὲ πιπτόντων καὶ τῆς αἰτίας ζητουμένης ἀπελάμβανε τὴν παῖδα. εἰ δὲ καὶτῶν ὁμοεθνῶν Τρώων, ὡς δεδήλωται, οὐκ ἐφείσατο διὰ τὸ οἰκεῖον καλόν, πολλῷπλέον τῶν Ἑλλήνων. ἔχει δὲ τὸ «τίσειαν» τριπλῆν ἔννοιαν ὡς πρὸς τὰ τρία τοῦτίω σημαινόμενα· ἤγουν πρὸς τὸ τίω, τὸ τιμῶ, καὶ πρὸς τὸ τίω, τὸ ἀνταποδίδωμι, καὶ πρὸς τὸ τίω, τὸ τιμωρίαν δίδωμι, ἵνα λέγῃ ὁ γέρων ὅτι «τιμήσειαν οἱ Δαναοὶτὰ ἐμὰ δάκρυα, κακωθέντες ὑπὸ σοῦ» ἤ «ἀνταποδοῖεν τὰ ἐμὰ δάκρυα καὶἀντικλαύσειαν»· ἢ [κατὰ νοῦν παθητικόν] «τιμωρίαν δοῖεν ἤγουν τιμωρηθεῖεντοῖς σοῖς βέλεσι διὰ τὰ ἐμὰ δάκρυα» [καὶ ἀντιπτωτικῶς δὲ εἰπεῖν ἀντὶ τῶνἐμῶν δακρύων.] καὶ ὅρα ὅτι καὶ ἐδάκρυσεν ἀποπεμφθεὶς ὁ γέρων, εἰ καὶ Ὅμηροςοὐκ ἐπεσημήνατο αὐτὸ ἀνωτέρω. καὶ σημείωσαι ὅτι πολλὰ τοιαῦτα εὑρήσειςπαρὰ τῷ ποιητῇ τὰ λεγόμενα κατὰ τὸ σιωπώμενον, ὅπερ ἐστὶ σχῆμα λόγου καὶαὐτό. ἐπειγόμενος γὰρ εἰς τὰ ἀναγκαῖα σιγᾷ τὰ μὴ πάνυ τοιαῦτα καὶ ἀφίησι τῷἀκροατῇ ἐπινοεῖν αὐτά. Ἰστέον δὲ ὅτι Δαναοὶ ἀπὸ Δαναοῦ οἱ Ἕλληνες, ἀδελφοῦ Αἰγύπτου. δίδυμοι δὲ οὗτοι παῖδες Βήλῳ τῷ Λιβύης, πολύπαιδες ἐκδιαφόρων γυναικῶν, Αἴγυπτος μὲν υἱοῖς πεντήκοντα, Δαναὸς δὲ θυγατράσιτοσαύταις. τούτων Δαναὸς μὲν θανάτῳ τοῦ πατρὸς ἦρξε Λιβύης, Αἴγυπτος δὲἈραβίας. ἔνθα καὶ καταστρεψάμενος τὴν τῶν Μελαμπόδων, φασί, χώραν ἀφ' ἑαυτοῦ ὠνόμασεν Αἴγυπτον. ἐπεὶ δὲ χρησμὸς ὑπέπτησσε τὸν Δαναὸν ἐπὶ τοῖςτοῦ Αἰγύπτου παισί, φεύγει ἐκεῖθεν, πρῶτος ναῦν κατασκευάσας Ἀθηνᾶς 1. 61 ὑποθήκῃ κληθεῖσαν πεντηκόντορον κατὰ τὸν ἀριθμὸν τῶν αὐτοῦ θυγατέρων, ἃςκαὶ ἐνθέμενος τῇ νηῒ ἔφυγε καὶ εἰς Ἄργος ἐλθὼν βασιλεύει· καὶ ἀπ' αὐτοῦ οἱἝλληνες Δαναοί. οἷα δὲ ὕστερον ἔπαθεν ὁ Αἴγυπτος, ἐλθὼν καὶ αὐτὸς εἰς Ἄργος, καὶ ὡς αἱ Δαναΐδες πᾶσαι πάντας τοὺς ἐκείνου κατέσφαξαν ἀφυλάκτως ὡς ἐνγάμῳ νυμφίους συσχοῦσαι δίχα μιᾶς ἢ δύο τινῶν, αἱ ἱστορίαι δηλοῦσιν. Ἰστέον δὲ ὅτι οὐχ' ἁπλῶς οὕτω Δαναὸς ἐλθὼν κατέσχε τοῦ Ἄργους ἀπόνως ὑποχωρήσαντος αὐτῷ τοῦ τότε κρατοῦντος Ἑλλάνορος, ἀλλὰ διότι μετῆναὐτῷ τοῦ Ἄργους ἀνέκαθεν διὰ τὴν τοῦ Ἰνάχου θυγατέρα Ἰώ, ἧς «πέμπτηγέννα πεντηκοντόπαις» κατὰ τὸν Αἰσχύλον ἦν ὁ Δαναός, καθὰ καὶ ὁ Αἴγυπτος. [Δάκρυα δὲ γίνεται παρὰ τὸ δάκνω. δακνομένης γὰρ οἷον ψυχῆς πρόεισιδάκρυον· (ῃ. 43) Ὅτι ὥσπερ χρηστὸν εἰς φράσιν καὶ τὸ ἀπεῖπε καὶ τὸ ἀπείπατο, οὕτω καὶ τὸ ἔφη καὶ τὸ ἔφατο, καθὰ καὶ τὸ φάς καὶ φάμενος. ὅθεν καὶ τοῖς Πυθαγορείοις ἐπεχωρίαζεν ἐπὶ τῶν διδασκαλικῶν ἀποφάσεων τὸ «αὐτὸςἔφατο». Ὅτι Φοῖβος Ἀπόλλων ἢ ὡς οἷον φαόβιος, ἐπεὶ καὶ ἀργυρότοξος, ἢ καὶ παρωνύμως ἀπὸ τῆς μάμμης Φοίβης ἢ καὶ παρὰ τὴν φόβην, τὴν τρίχα, ὡςἀκειρεκόμης. ἐξ αὐτοῦ δὲ ἐρρέθη τραγικῶς κατ' ἀλληγορίαν τὸ «ἡλίου φοίβῃφλογί».] Ὅτι τοὺς ποιητικοὺς δαίμονας καὶ θεοὺς τὰ μὲν ἄλλα σεμνύνει ἡ ποίησις, αἰὲν ἐόντας ἀποκαλοῦσα καὶ αἰειγενέτας καὶ ἀφθίτους καὶ ἀθανάτους καὶπάντα δυναμένους δίχα τοῦ τὴν εἱμαρμένην ἀναλύειν καὶ μηδὲ ὁρωμένους, εἰμὴ ἄρα ἐν μεταμορφώσει διὰ ἐνάργειαν, τὰ δ' ἄλλα σωματώδεις αὐτοὺς πλάττεικαὶ ἀνθρωποπαθεῖς, εἴγε καὶ τιτρώσκονται, ὡς Ἀφροδίτη καὶ Ἄρης καὶ Ἅιδης, καὶ κεραυνῷ βληθέντες οὐδὲ εἰς δεκάτους ἐνιαυτοὺς τὰ ἕλκη θεραπεύονται, βάλλονται δὲ καὶ ὑπὸ ἔρωτος Ἀθηνᾶς δίχα καὶ Ἀρτέμιδος· αὐταὶ γὰρ παρθένοι πλάττονται· καὶ δέος πάσχουσιν, ὡς οἱ δείσαντες ὑπὸ τῷ Βριάρεῳ, καὶτρόμον ἐπὶ τῷ δέει, ὡς ἡ Ἀφροδίτη, καὶ φθονοῦσιν, ὡς ἡ Καλυψὼ αὐτοὺςαἰτιωμένη λέγει, καὶ ἐσθίουσι καὶ πίνουσι καὶ ὑπνοῦσι καὶ ὅλως πάντα πάσχουσινὅσαπερ ἄνθρωποι. οὕτω γοῦν καὶ ἐνταῦθα ὁ Ἀπόλλων ἥλιος ὑπακούει τῷ ἱερεῖ Χρύσῃ προκαλουμένῳ αὐτὸν εἰς ἄμυναν καὶ ἀναλαμβάνει θυμὸν καὶ ποιεῖ κακὰεἰς τοὺς Ἕλληνας. τοῦτο δὲ οὕτω πλάττει ὁ ποιητὴς ἢ διότι ἐμψύχους οἱἀρχαῖοι σοφοὶ τοὺς ἀστέρας ἐνόμιζον καὶ μεγάλα ἐνεργεῖν δυναμένους καὶ 1. 62 μάλιστα τὸν ἥλιον, ὡς καὶ ὁ Παραβάτης δηλοῖ ἐν τῷ εἰς αὐτὸν ἐγκωμίῳ, ἢδιότι δαίμονας ἐφίστασθαι τοῖς ἄστροις ἐδόξαζον διατιθεμένους τὰ ἐν κόσμῳοὐ μόνον καθ' ἑαυτοὺς ἀλλὰ καὶ δι' ἐπικλήσεων, ὅθεν καὶ τὰ κατὰ τὸν λοιμὸνἐκ μαγικωτέρας μεθόδου οἴονταί τινες ὑπὸ τοῦ Χρύσου τεχνασθῆναι· ἢ καὶδιότι τὸ κατὰ τύχην φυσικῶς γενόμενον εἰς ἠθικὴν αἰτίαν ἀνάγει παιδευτικῶςὁ ποιητής. συνέβη μὲν γὰρ λοιμὸς κατὰ φύσιν. Ὅμηρος δὲ κατά τι θεῖον αὐτὸνγενέσθαι φησίν, ἵνα ὁ Ἀγαμέμνων δίκας δώσει, ἐφ' οἷς τὸν Ἀπόλλωνα περιφρονήσας τὸν Χρύσην ἠτίμησε. καθόλου γὰρ ὁ ποιητὴς οὐδεμίαν εὔλογονεὐχὴν ἄπρακτον πίπτειν ἱστορεῖ, ἀλλ' ἐάν τις δίκαια εὔξηται παρ' αὐτῷ ἢἐχθροὶ πίπτουσιν ἢ σύμβολα δίδονται ἢ φίλοι ἐπανήκουσιν ἢ ἔργα εὐοδοῦνταιἢ ἁπλῶς ἀγαθὰ ἕτερα γίνονται. οὕτω παιδευτικὸς καὶ βιωφελὴς ὁ ποιητὴς καὶ ἐνμύθοις καὶ πλάσμασιν. ἰστέον δὲ καὶ ὅτι οὐ πάντας οἱ παλαιοὶ τοὺς παρ' αὐτοῖςθεοὺς ἀνθρωποπαθεῖς ἐνόμιζον, ἀλλά φασιν ὡς τοῦ δαιμονίου φύλου τὸ μὲνἐμπαθὲς οἶδεν ἡ ποίησις, ὡς προείρηται, τὸ δὲ οὐ τοιοῦτον, ὡς ὅτε λέγει» θεοὶ ῥεῖα ζώοντες» τουτέστι μετὰ ῥᾳστώνης καὶ ἀπαθείας. (ῃ. 44) Ὅτι τὸεἰπεῖν Ὀλύμπια κάρηνα οἰκειότερον ἐπὶ ὄρους νοεῖν ἤπερ ἐπὶ τοῦ οὐρανοῦ. Ὄλυμπος μὲν γὰρ τὸ ὄρος ἔχει κάρηνα ἤτοι ἐξοχάς. ὁ μέντοι οὐρανὸς σφαῖρα ὢνοὐκ ἂν κυρίως λέγοιτο κάρηνα ἔχειν. ὅλως γὰρ ὁ Ὅμηρος περὶ Ὀλύμπου ὡς μὲν ὄρους λέγειν ἔργον ἔχει καθὰ ποιητής, ὡς δὲ περὶ οὐρανοῦ ἀλληγορικῶς, πάρεργον. Τὸ δὲ κάρηνα ἐκ μεταφορᾶς εἴληπται τῆς τῶν ζῴων κεφαλῆς. οὕτωδὲ καὶ ἀπὸ ἄλλων μερῶν τοῦ σώματος ἄλλα κατὰ μεταφορὰν μέρη τοῦ ὄρουςλέγεται, ὡς προϊοῦσι φανήσεται, οἷον ὀφρῦς ὄρους διὰ τὰς τῶν ζῴων ὀφρῦς, καὶ πόδες διὰ τοὺς πόδας, καὶ ἄλλα δι' ἄλλα, [ὡς ἀκριβέστερον ἐν τῇ Βοιωτίᾳφανεῖται. Ὅτι δὲ Ἰωνικὸν καὶ τὸ Οὔλυμπος κατὰ τὴν ἐπένθεσιν τοῦ ˉυ, καθὰ καὶ τὸ οὐλομένην καὶ ὡς παρὰ τὸ ὁλολαμπὲς Ὄλυμπος ἐκλήθη ὁ οὐρανὸς καὶ ὡς Αἰολικὴν τροπὴν ἔχει τοῦ ˉο εἰς ˉυ καὶ ὡς οὐκ ἀλόγως ψιλοῦται κατὰ τὴν ἄρχουσανκαὶ ὅτι τὸ κάρηνον καὶ ἑτεροίως ὀνομάζεται κοινῶς τε καὶ ποιητικῶς, δηλωθήσεται ἐν ἰδίοις τόποις.] (ῃ. 45) Ὅτι ἔθος Ὁμήρῳ ἐν πολλοῖς πληθύνειν τὰ ἑνικά, ὡς ὅτε τὸ ἅρμα λέγει ἅρματα καὶ τὸ τοῦ Αἴαντος πρόσωπον πρόσωπα. οὕτωκαὶ τὸ τοῦ Ἀπόλλωνος τόξον τόξα ἐνταῦθά φησι διὰ σεμνότητα, [εἰπών «τόξ' ὤμοισιν ἔχων». ὅτι δὲ τόξα καὶ ἡ πᾶσα τοξικὴ σκευὴ ἐλέγετο, φανήσεται πολλαχοῦ ἐν τοῖς μετέπειτα. Ἰστέον δὲ ὅτι ἐκ τοῦ ἔω ὦ, τὸ ὑπάρχω, ὀξυτόνως μὲνκατὰ πρόσληψιν συλλαβῆς ὠμὸς καρπὸς ὁ μὴ μεταβληθεὶς εἰς πέψιν καὶ 1. 63 ὠμὴ τροφὴ ἡ μὴ ἑψηθεῖσα καὶ ὠμὸς ἄνθρωπος ὁ σκληρός. βαρυτόνως δὲ ὦμοςμέρος σώματος τὸ στερρῶς ὑπομένον τὰ ἄχθη.] Ὅτι ἐοίκασιν οὐ μικραὶ τοῖςπαλαιοῖς αἱ φαρέτραι εἶναι οὐδὲ τοὺς ὀϊστοὺς ἔξω προκύπτοντας ἔχειν, ἀλλὰὅλους αὐτοὺς ἔσω στέγειν. καὶ δῆλον ἐκ τοῦ ἀμφηρεφέα φαρέτραν εἰπεῖν τὴνκύκλῳ ἐρεφομένην. ἔνθα ὅρα οὐ μόνον ὡς τὸ ἐρέφειν ἐπὶ φαρέτρας τέθεικε, μετενεγκὼν ἀπὸ τῆς τῶν οἰκοδομημάτων στέγης, ἐφ' ὧν κυρίως τὸ ἐρέφεινκαὶ ὁ ὄροφος λέγεται, ἀλλὰ καὶ ὅτι οὐκ εἴθισται τὸ ἀμφηρεφὲς ἐπὶ οἴκουλέγεσθαι, εἰ καὶ ἀπὸ τοῦ ἐρέφειν γίνεται, ἀλλ' ἀποκεκλήρωται ἡ λέξις μόνῃ τῇθήκῃ τῶν ὀϊστῶν διὰ τὸ φέρειν τὰ τρῶσαι δυνάμενα, ὥσπερ ὁ γωρυτὸς τῷ τόξῳδιὰ τὸ χωρεῖν τὸ ῥυτόν, ὅ ἐστι τὸ βίᾳ ἑλκυστόν. (ῃ. 46) Ὅτι ὀνοματοποιΐαἐστὶ μίμησις λεκτικὴ ποιότητος ἤχου. καλεῖται δὲ οὕτω διὰ τὸ ποιεῖσθαι δι' αὐτῆς ὄνομα ἤτοι λέξιν, ἥτις ὠνοματοπεποιημένη λέγεται. συνηρίθμηται δὲτοῖς ποιητικοῖς τρόποις καὶ πλεονάζει μάλιστα παρὰ τῇ ποιήσει ἐπινοηθεῖσαἐξ αἰτίας τοιαύτης. οἱ παλαίτατοι ἐν σοφοῖς ὀνοματοθέται, μήπω φθάσαντεςἅπασι σώμασί τε καὶ πράγμασι θέσθαι ὀνόματα, ὅτι μηδὲ ἦν εἰς γνῶσιν αὐτοῖςἀθρόα ἐλθεῖν ἅπαντα, ἤλλαξαν τὸ χρεὼν ἀφέντες τὰ πλείω ἀνώνυμα. οἱ δὴ μετ' ἐκείνους ἀνεπλήρουν ὡς ἐκ διαδοχῆς, ἅπερ ἐλλέλειπτο. καὶ οἱ μέν τινες ἐτύγχανονοὗπερ ἤθελον καὶ ἐτίθεντο προσφυῶς ταῖς οὐσίαις ἑκάστων τὰ σφίσι δοκοῦνταὀνόματα νομοθετοῦντες καὶ ἑτέροις οὕτω ποιεῖν, εἴποτε πρᾶγμά τι σκεπτόμενοιμὴ ἔχοιεν ὄνομα εἰς αὐτό. καὶ γέμουσι τοιούτων καινοφανῶν λέξεων αἵ τε τῶνσοφιστῶν αἱρέσεις καὶ αἱ φιλόσοφοι διατριβαί. οἱ δέ τινες ὄνομα παλαιὸν ἔχοντεςεἶτά που ὅμοιόν τι εὑρηκότες ἀνώνυμον πρᾶγμα ὑπῆγον καὶ αὐτὸ τῇ παλαιᾷκλήσει διὰ τὴν ἐμφαινομένην ὁμοιότητα. βοῦς γὰρ ὁ ἐργατικὸς τὸ πρῶτονἐκλήθη καὶ κύων δὲ ὁ χερσαῖος, ὁ δὲ δυσώνυμος θαλάσσιος βοῦς καὶ ὁ ἔνυγροςκύων ὕστερον ἐξ ὁμοιότητός τινος τὰς τοιαύτας ἔλαχον κλήσεις. τὸ δ' αὐτὸ καὶἐπὶ ἑτέρων μυρίων ὁμωνύμως γέγονε. καὶ τοῦτό ἐστιν, ὃ τὴν ἐν ὁμωνυμίᾳ σύνοδονἢ σύγχυσιν ἤθροισεν. ὡς γάρ τις ξενίζων μὲν πλείστους, οἰκίας δὲ μὴ τοσαύταςἔχων, ὑφ' ἑνὶ σταθμῷ πλείους καταλύειν ἀφίησιν, οὕτω καὶ περὶ ὀνοματοθεσίανἠσχολημένος τις πολλάκις ὀνόματι ἑνὶ πρωτοθέτῳ πολλὰ ὑπήγαγεν ἕτερα λαλοῦντα καθ' ὁμωνυμίαν εἰς ἕν. ἡ τοιαύτη τῶν ὀνομάτων ἔνδεια καὶ τὰς πλείουςτῶν ἀντωνυμιῶν ἐξεῦρε. πολλαχοῦ γὰρ τοῖς πάντῃ ἀγνώστοις αὐτὰς ἐπιλέγομενἀντὶ ὀνομάτων γνωστῶν ἀντονομασίαις ἀρκούμενοι. ἡ αὐτὴ στενοχωρία καὶπαραγωγὰς ὀνομάτων εἵλκυσε καὶ ἁπλότητας λέξεων εἰς συνθέσεις ἐκίνησεν. ἐντεῦθεν καὶ τὰ τροπικὰ περιείργασται μεταφέροντα ἐξ ἑτέρων εἰς ἕτερα καὶτὴν πρώτην θέσιν τῶν ὀνομάτων καινοτομοῦντα πολυσχιδῶς. ὁ δ' αὐτὸς λόγοςκαὶ τὸ τῆς ὀνοματοποιΐας μιμηλὸν ἐτεχνάσατο. ἔνθα γὰρ οὐκ ἦν οὐσιώδη 1. 64 κλῆσιν εὑρέσθαι ἢ φθάσασαν τεθῆναι ἢ ῥᾷον δυναμένην ἄλλως γενέσθαι, ὀνοματοποιΐα ἐν τούτοις ἐπαρρησιάζετο ἐκ τοῦ κατά τινα κίνησιν ποιοῦ ἤχουδηλοῦσα τὸ ὑποκείμενον. καὶ «πλείη μὲν πᾶσα γαῖα ταύτης, πλείη δὲ θάλασσα» καὶ οὐδὲ ἀὴρ αὐτῆς ἀπήλλακται. καὶ δηλοῦσιν αἱ βρονταί, αἱ βροχαί, αἱ βοαί, οἱβόμβοι, οἱ φλοῖσβοι, οἱ ἦχοι, οἱ βρόμοι, τὰ λοιπά, ὅσα κατ' ἄμμον οὐδ' αὐτὰποσοῦνται. τοιούτου τρόπου ἐνταῦθα παρ' Ὁμήρῳ τὸ «ἔκλαγξαν ὀϊστοί». ὀνοματοποιΐα γάρ ἐστι καὶ αὐτὸ καὶ ποιότης ἤχου, ὃν ἐν συντόνῳ κινήσειἀποτελοῦσιν ἔσω τῆς φαρέτρας οἱ ὀϊστοί. σημείωσαι δὲ ὅτι οἱ μὲν παλαιοὶ οὐβούλονται, ὥσπερ τῶν ἄλλων ῥημάτων, οὕτω δὴ καὶ τὰς τῶν ὀνοματοπεποιημένων κινήσεις ἀεὶ ἀκριβολογεῖν, ἵνα μὴ τὴν ἰδιότητα τοῦ ἤχου τούτῳ τῷ τρόπῳ ἐν πολλοῖς ἐξαφανίζωσιν. εἰ δέ τις ἐνταῦθα περιεργάζεται τὸν τοῦ ἔκλαγξανἐνεστῶτα, ἢ κλάγγω ἐστὶν ὡς τὸ σφίγγω ἢ κλάζω ὡς τὸ πλάζω. τὸ δὲ ἐξαὐτοῦ ἔχει πλεονασμὸν τοῦ ˉν δι' εὐρυφωνίαν, ὡς τὸ ἐπλάγχθη καὶ τὸ παλιμπλαγχθέντες ἀπὸ τοῦ πλάζω καὶ αὐτὰ γενόμενα. καιρία δὲ λέξις τὸ ἔκλαγξαν. διὸκαὶ ἐπιμένει αὐτῇ ὁ ποιητὴς ὄνομα παραγαγὼν ἐξ αὐτοῦ τὴν κλαγγὴν καὶ εἰπών» δεινὴ δὲ κλαγγὴ γένετ' ἀργυρέοιο βιοῖο». λειότερον δὲ ἡ κλαγγὴ τῆς κραυγῆς, ὡς καὶ τὸ κλάζειν καὶ κλώζειν τοῦ κράζειν καὶ κρώζειν προσηνέστερα. διὸκορώνη μὲν ἢ κόραξ κράζειν ἢ κρώζειν λεχθήσονται διὰ τὸ τραχὺ τῆς τοῦζῴου φωνῆς· γέρανος δὲ κλάζειν καὶ αὐτή, οὐ μὴν κράζειν λεχθήσεται. οὐ γὰρἡ φωνὴ τῆς γεράνου κατὰ τὴν τοῦ ˉρ ἐκφωνεῖται τραχύτητα, ἀλλὰ κατὰ τὴν τοῦˉλ λειότητα. ὅτι δὲ τὸ κλάζειν καὶ ἡ κλαγγὴ οὐκ ἐπὶ μόνων ὀϊστῶν καὶ τόξουκαὶ γεράνου, ἀλλὰ καὶ ἐπ' ἄλλων λέγεται, οἷον καὶ ἐπὶ συῶν, δειχθήσεταιἀλλαχοῦ. ὅτι δὲ καὶ ἡ ἀμφασία καὶ ἡ ἀμβροσία καὶ τὸ ἄμβροτον καὶ τὸ χρίμπτεινκαὶ τὸ ῥίμφα καὶ ὁ κόμπος καὶ ὁ κομψὸς καὶ τὸ πίμπλασθαι καὶ τὸ καταπιμπρᾶνκαὶ ἄλλα πλεονασμὸν ἔπαθον τοῦ ˉν διὰ σεμνότητα φωνῆς, ὡς καὶ τὸ ἔκλαγξανκαὶ τὸ «λίγξε δὲ βιός» καὶ τὸ λέλογχε καὶ ἄγγελος καὶ τὸ καγχαλᾶν, φανήσεταιἐν ἰδίοις τόποις. [εἰ δὲ ἡ κλαγγὴ τῶν τοῦ Ἀπόλλωνος ὀϊστῶν ὡς ἡλίου ἦχον 1. 65 δηλοῖ τινα ἐμμελῆ ἀποτελούμενον ὑπὸ τῆς ἡλιακῆς σφαίρας ἐν τῷ κινεῖσθαι, ὃ Πυθαγόρας μὲν ἤθελε ληρεῖν, ἄλλοι δὲ ἀνέτρεψαν, ζητητέον καὶ ἐν τοῖς Ἡρακλείτου εἰς τὸν Ὅμηρον. ὡς δὲ μόνος παρ' Ὁμήρῳ τοξότης ἐν θεοῖς Ἀπόλλων, καθὰ καὶ ἡ ἀδελφὴ Ἄρτεμις, ὁ Ὁμηρικὸς μῦθος οἶδε βοηθούμενος καὶ ὑπὸ ἀλληγορίας εἰς ὅσον ἐγχωρεῖ.] Ἰστέον δὲ καὶ ὅτι ὁ μῦθος οὐδεμίαν τῶν τεχνῶνἀδέσποτον ἀφίησιν, ἀλλὰ πάσαις δαιμόνιά τινα ἐφιστᾷ, οἷον ταῖς χειρωνακτικαῖςτὴν Ἀθηνᾶν, ταῖς μαχίμοις τὸν Ἄρην, τὸν Ποσειδῶνα τῇ ναυτιλίᾳ. καὶ ἡ ἀλληγορία θεραπεύει τὰ τοιαῦτα, καθάπερ αὐτῇ δοκεῖ. καὶ αὐτὰ δὲ τὰ στοιχεῖαοὕτω πως ὁ μῦθος ἀπομερίζει, μέλεσθαι μὲν τὴν γῆν λέγων νύμφαις καὶ Δήμητρι, θάλασσαν δὲ ἀνιεὶς Ποσειδῶνι καὶ Τρίτωνι καὶ τοῖς ἀμφὶ τὸν Νηρέα, ὑπὸ τῷ Διῒ δὲ ποιῶν ὅσον ἀνώτερον. καὶ τί δεῖ τὰ τοῦ μύθου λέγειν, ὅπου γε τὸ τῆς ἀποτελεσματικῆς σοφίας περίεργον οὐδὲν ἀφῆκε τῶν περὶ γῆν, ὃ μὴ τέθεικεν ὑπὸτῇ τῶν πλανήτων ἐπικρατείᾳ, οὐ μόνον περὶ τὰ μεγάλα φιλοτιμούμενον, ὧνἓν καὶ τὰ μέταλλα, ἀλλὰ καὶ μέχρι αὐτῶν κρομύων καὶ σκορόδων σμικρολογούμενον. ὁ τοίνυν μῦθος οὕτω τὰ πάντα διανέμων προϊστᾷ καὶ τῆς τοξευτικῆςτέχνης τὸν Ἀπόλλωνα κοινωνὸν αὐτῷ διδοὺς καὶ τὴν Ἄρτεμιν. καὶ ἡ μὲν ἀλληγορία ταῦτα νοεῖ λέγεσθαι ἢ διὰ τὸ ἐν ἀκτινοβολίαις ἑκηβόλον τῶντοιούτων ἀστέρων ἤγουν Ἀπόλλωνος ἡλίου καὶ Ἀρτέμιδος σελήνης ἢ καὶ ὅτι δοκοῦσιν οὗτοι συνεπαρήγειν τι τοῖς τοξεύουσιν. ὁ δὲ μῦθος οὐδὲν τοιοῦτονπεριεργαζόμενος λέγει σωματικώτερον, ὅτι τε φαρέτραν ὁ Ἀπόλλων ἐνάπτεταικαὶ τόξον χειρίζεται καὶ ὀϊστὸν ἀφίησι καὶ βάλλει καὶ οἱ βαλλόμενοι πίπτουσικαὶ πυκναὶ πυραὶ αὐτῶν καίονται. ἃ δὴ καὶ ἀποδέχεται Ἀρίσταρχος, ὥς φασινοἱ παλαιοί. ἐκεῖνος γάρ, ὡς καὶ προείρηται, οὐδέν τι τῶν παρ' Ὁμήρῳ ἀλληγορεῖν ἤθελεν, οἷον τὸν Δία εἰς οὐρανὸν ἀνάγειν ἢ ἥλιον ἢ ἀέρα ἢ νοῦν, Ἀθηνᾶνδὲ εἰς φρόνησιν ἢ γῆν ἢ αἰθέρα, Ἥραν δὲ εἰς ἀέρα ἢ βασιλείαν, Ἄρην δὲ εἰς θυμὸν ἢ πόλεμον καὶ Ἥφαιστον εἰς πῦρ καὶ ἄλλους εἰς ἄλλα· ἀλλὰ πάντα κατὰτὸ προφερόμενον καὶ προφαινόμενον τοῦ μύθου ἐνόει. εἰ δὲ καὶ τρόπος ποιητικὸς ἡ ἀλληγορία, ἀλλ' ἐκεῖνος ἀλληγορίαν ῥητορικὴν ἐνόει, τουτέστι σχῆμάτι ῥητορικὸν ἀλληγορίαν οὕτω καλούμενον, περὶ οὗ ἐν τοῖς μετὰ ταῦτα ῥηθήσεται. (ῃ. 47) Ὅτι τὸ «ὃ δ' ἤϊε νυκτὶ ἐοικώς» ἡ μὲν ἀλληγορία ἐπὶ Ἀπόλλωνος ἤγουν ἡλίου λέγει, ὡς ἐν τῷ καιρῷ τοῦ λοιμοῦ μὴ καθαρῶς ἀκτινοβολοῦντοςμηδὲ φοίβου ὄντος ταῖς ἀκτῖσι κατὰ τὸ «ἡλίου φοίβῃ φλογί», ὃ δή φησιν Αἰσχύλος, ἀλλὰ διὰ τὴν παχύτητα τοῦ ἀέρος ἀμυδρὰν καὶ ἀμαυρὰν καὶ ζοφώδη 1. 66 κατάστασιν ἔχοντος. ὅτι γὰρ λοιμώδης νόσος ἦν ἡ τοῦ Ἀπόλλωνος τοξείακατὰ τῶν Ἀχαιῶν καὶ ὅτι τοῦ τοιούτου κακοῦ αὐτὸς αἴτιος, πάντες οἱ παλαιοίφασι. καὶ οὕτω μὲν ἡ ἀλληγορία. ἡ δὲ ῥητορικὴ ἐπιβολὴ νυκτὶ ἐοικέναι λέγειτὸν βλοσυρὸν καὶ ἄγριον τὴν ἰδέαν, ὥσπερ αὖ ἥμερον τὸν μὴ τοιοῦτον, τὸμὲν ἀπὸ τῆς ἡμέρας– πραῢ γάρ τι καὶ εὐπρόσωπον ἡ ἡμέρα– ἐκεῖνο δὲ ἀπὸτῆς νυκτὸς δυσπροσόπτου οὔσης καὶ διὰ τοῦτο φοβερᾶς. ὅθεν καὶ δειδίαλέγεται παρὰ τὸ δεδιέναι. διὰ τοῦτο καὶ τὸν Ἕκτορά που νυκτὶ ἐοικέναι τὰὑπώπια λέγει διὰ τὸ δεινὸν καὶ δυσαντίβλεπτον. [Τοῦ δὲ ἤϊε τὸ θέμα ἐΐω, ἐξοὗ συνῃρημένον τὸ εἴω, περὶ οὗ ῥηθήσεται καὶ ἐν τοῖς ἑξῆς. ἰστέον δὲ ὅτι τὸ» νυκτὶ ἐοικώς» παραβολικόν τί ἐστιν, ὡς ἐν τοῖς ἑξῆς ῥηθήσεται, ὅπου κεῖται τὸ» ἠΰτ' ὀμίχλη». δῆλον δὲ τοῦτο ἐκ τοῦ ἐοικώς, ᾧ σύστοιχον ἡ εἰκὼν ἡ καὶπαραβολή.] (ῃ. 49) Ὅτι πολλάκις αἱ διάφοροι σημασίαι ἀλλαγὴν ποιοῦνταιτοῦ τόνου, ὥσπερ ἐπί τε ἄλλων ἔστιν ἰδεῖν καὶ ἐπὶ τοῦ βιός καὶ βίος. βίος μὲν γὰρ βαρυτόνως ἐπὶ τῆς ἀνθρωπίνης διαγωγῆς ἢ ζωῆς· βιός δὲ ὀξυτόνως τὸτόξον, ὅπερ ἢ ἀπὸ τῆς βίας γίνεται κατὰ τοὺς παλαιούς, ὅ ἐστι δυνάμεως– βίαςγὰρ χρεία εἰς τὴν τόξου τάσιν– ἢ παρὰ τὸν βίον. δι' αὐτοῦ γὰρ δοκοῦσιν οἱπαλαιοὶ πορίζεσθαι τὰ εἰς τὸ ζῆν. διὸ καὶ ἀστείως ὁ σκοτεινὸς Ἡράκλειτοςἔφη, ὡς ἄρα τοῦ βιοῦ ἤτοι τοῦ τόξου τὸ μὲν ὄνομα βιός, τὸ δὲ ἔργον θάνατος. παρωνόμασται μὲν γὰρ ἐκ τοῦ βίου, ὡς τοῦ ζῆν αἴτιος, θανατοῖ δὲ τοὺς βληθένταςκαὶ στερίσκει τοῦ ζῆν. [Ἰστέον δὲ ὅτι ἐνταῦθα τὸ «δεινὴ δὲ κλαγγὴ γένετ' ἀργυρέοιο βιοῖο» ἀνόμοιόν ἐστι πρὸς τὸ «νευρὴ καλὸν ἄεισε χελιδόνι ἰκέληἄντην». ἐκεῖ γὰρ ἱλαρὰ ἡ κλαγγή. τὸ δέ «ἀργυρέοιο βιοῖο» συντελεῖ εἰς τὸ Φοῖβον εἶναι τὸν ὡσανεὶ φαόβιον. πάντως γὰρ τοιοῦτος ὁ ἀργυρόβιος ἤτοι λαμπρότοξος.] (ῃ. 48) Ὅτι τὸ ἀπάνευθε τῶν νεῶν καθεσθῆναι τὸν Ἀπόλλωνα καὶ ἐγχειρῆσαι τῇ τοξείᾳ καὶ πρῶτα μὲν οὐρῆας καὶ κύνας βαλεῖν, εἶτα δὲ καὶ τοῖς Δαναοῖς βέλος ἐχεπευκὲς ἐπαφεῖναι, κατὰ μὲν τὴν πιθανότητα τοῦ μυθικοῦπλάσματος ἔργον τοξότου δηλοῖ, ὡς μὴ δυναμένου τὸ οἰκεῖον ἀνύειν, εἰ μὴἀπάνευθε γενόμενος ἀφήσει βέλη. οὐ γὰρ ἀγχέμαχος ὁ τοξότης, ἀλλὰ διαστήματος μακροτέρου δέεται τοπικοῦ. ἡ μέντοι ἀλληγορία τοιαῦτά τινα ἐπὶτούτοις βούλεται λέγουσα, ὅτι τοῦ περὶ Ἕλληνας λοιμοῦ ἡ μὲν ἱστορία φυσικὸναἴτιον ὑλικὸν δίδωσι, τήν, ὡς εἰκός, φθοροποιὸν μεταβολὴν τοῦ περιέχοντοςἐξ ἀναθυμιωμένων σηπεδόνων, ἃς ὁ περὶ τὴν Ἴδην τόπος ἀνεδίδου ὑπὸ ἀνάγοντι 1. 67 τῷ Ἀπόλλωνι τουτέστι τῷ ἡλίῳ οὐ μόνον πολυπῖδαξ ὤν, ἀλλὰ καὶ πολυπόταμοςκατὰ τὴν παλαιὰν ἱστορίαν τήν τε ἄλλην καὶ τὴν Ὁμηρικήν. ὃς δὴ λοιμὸς ἀπάνευθε νεῶν ἐκ τῶν ἐνδοτέρω πεδιάδων ἀρξάμενος πρῶτα μὲν πάσης νομαδιαίαςἐκεῖ ἀγέλης ἥψατο διὰ τὸ ἐγγυτέρω εἶναι τοῦ πρωτοπαθοῦς ἀέρος καὶ εὐθὺςμεταλαμβάνειν αὐτοῦ τῇ κάτω πρὸς τὴν γῆν νεύσει, πλέον δὲ τοὺς ὀρέαςἔβλαψεν, οἳ καὶ αὐτοὶ κάτω κεκυφότες, ἀδιαφορήτου σήψεως μετέχοντες, ἔτικαὶ διὰ τὸ ἐξ ἀνομοειδῶν καὶ διαφερόντων τῇ φύσει σύνθετοι εἶναι, εὐπαθέστερον εἶχον πρὸς τὸ λοιμῶδες πάθος καὶ ἄλλως αὐχμηρῶς καὶ ξηρῶς τῆς κράσεως ἔχοντες, καθὰ καὶ οἱ κύνες, ὥς φασιν οἱ παλαιοί, ὡς μὴ ἀντέχειν τῇ τοῦἀέρος θερμότητι, ναὶ μὴν καὶ ὀσφρήσεως εὖ ἔχοντες καὶ δι' αὐτὸ ῥᾷον φθειρόμενοι. φασὶ γὰρ τὰς ἡμιόνους ἀπολειφθείσας τινῶν ἀνευρίσκειν δι' ὀσφρήσεωςτὴν ὁδόν. ὅθεν καὶ αὐταὶ μὲν ῥᾷον ὑπὸ τοῦ λοιμοῦ ἔπασχον, μάλιστα δὲ οἱκαθαροῦ ἀέρος δεόμενοι κύνες ᾔσθοντο τοῦ κακοῦ διὰ τὴν ὀξύτητα καὶ αὐτοὶτῆς ὀσφρήσεως ὀξὺ μετειληφότες τῆς κακώσεως καὶ μάλιστα ἐὰν καὶ ἀργοὶκαθ' Ὅμηρον ἦσαν, ὅ ἐστι λευκοί, ὡς τῶν λευκῶν, φασί, σωμάτων διὰ τὸἀραιότερον εὐπαθεστέρων ὄντων ἤπερ τὰ μέλανα. πρωτοπαθῶς μὲν οὖν ὀρέεςκαὶ κύνες ἐκακώθησαν, δευτέρως δὲ καὶ ἄλλα ζῷα, εἰ καὶ Ὅμηρος ἐκεῖνα σιγᾷτρόπῳ ποιητικῷ ἐκ μέρους δηλώσας τὸ πᾶν. εἶτα καὶ ἀνθρώποις ἐπεδήμησετὸ κακὸν ὀψέ ποτε ταῖς ναυσὶν ἐπιχωριάσαν διά τε τὸ ἀνωφορεῖσθαι αὐτοῖς τὸτῆς ὀσφρήσεως αἰσθητήριον καὶ διὰ τὸ ἀφεστάναι τῶν τόπων, ἐν οἷς οἱ φαῦλοιαὐχμοὶ τὸν ἀέρα ἔχραναν καὶ διὰ τὸ τῆς τροφῆς ἴσως καθάρειον καὶ τὸ τοῦ σώματος ἐκ γυμνασίων ἀπέριττον. καὶ οὕτω μὲν ἡ ἱστορία θεωρεῖ τὰ τοῦ λοιμοῦ [ἐφιστῶσα καὶ ὡς, εἰ μὴ πρωτοπαθῶς γῆθεν εἰσφρεῖται τὸ λοιμῶδες, ὡς τοῖςχερσαίοις προσπίπτειν, ἀλλ' ἐκ διεφθορότος τοῦ ὑψοῦ ἀέρος ἐστὶ τὸ κακόν, πτηνὰπροπειρῶνται τοῦ πάθους καὶ οἱ ἀκροβολισμοὶ τοῦ ὀλέθρου κατ' αὐτῶν γίνονται.] ὁ δὲ μῦθος τὰ οἰκεῖα τερατευόμενος ἄλλως αὐτὸν αἰτιολογεῖ θεομηνίαν αἰτιώμενος τοῦ πανδήμου τούτου πάθους καὶ ὕβριν τὴν εἰς τὸν μυθικὸν Ἀπόλλωνα, ἣν ὁ βασιλεὺς μέν, ὡς προερρέθη, ἐξελάλησεν, ὁ δὲ δῆμος ἀκούσας οὐκ ἐδυσχέρανεν, ὡς δέον ὂν γραφῆναι ἀσεβείας τὸν Ἀγαμέμνονα, εἴγε διὰ τὴν Χρυσηΐδακαὶ Ἀπόλλωνα ὕβρισε καὶ Δία δὲ ἱκέσιον καὶ τὰς αὐτοῦ θυγατέρας Λιτὰς παρεῖδε, περὶ ὧν ἐν τοῖς μετὰ ταῦτα φιλοσοφεῖ ὁ ποιητὴς λέγων μὴ χρῆναι παραβλέπειν αὐτάς. δῆλον δὲ ὅτι πολλὰ τοιαῦτα οἱ μῦθοι τερατεύονται, ὡς δι' ἑνὸςἀνθρώπου ἀτασθαλίαν καί, καθὰ Εὐριπίδης φησίν, ἐξ ἰδίας ἀνοίας κοινὰ κακὰθεόθεν γίνεσθαι. οὕτω γὰρ δι' ἕνα τινὰ τὸν Οἰνέα ὁ Καλυδώνιος σῦς πᾶσαντὴν τῶν Αἰτωλῶν λέγεται σίνασθαι Ἀρτέμιδος χόλῳ· ἀπήλαυσε δὲ καὶ τῶν τοῦ 1. 68 Οἰδίποδος κακῶν ἡ τῶν Θηβαίων πᾶσα γῆ. ὁ δὲ Λοκρὸς Αἴας ἐν τῷ ἐκ Τροίαςἀπόπλῳ τὴν Ἀθηνᾶν ἐρεθίσας εἰς πάντας Ἀχαιοὺς ἐσκέδασε τὸ κακόν. ἐνταῦθα δὲ σημείωσαι καὶ τὸν ἀνισασμὸν τὸν κατά τινα οἷον ἀντίδοσιν καὶ ἀντιπάθειαν. οὐ γὰρ μόνον ἡ γῆ τῶν Φρυγῶν διὰ Ἑλληνίδα γυναῖκα τὴν Ἑλένην πάσχει κακῶς, ἀλλὰ καὶ Ἕλληνες διὰ γυναῖκας Φρυγίας, τὴν Χρυσηΐδα καὶ τὴν Βρισηΐδα, παραπολοῦνται λοιμῷ. (ῃ. 50) Ὅτι οὐρῆας τοὺς ἡμιόνους λέγει ἢ παρὰ τὸ ὄρος ὀρέας καὶ Ἰωνικῶς οὐρῆας· ἐπεὶ τὰ ἐν ὄρεσιν ἔργα, ὡς καὶ ἐν τῇτοῦ Πατρόκλου ταφῇ δηλωθήσεται, διὰ τῶν τοιούτων ζῴων ἐξετελοῦντοδιαφερόντως, φασίν, ἰσχυόντων ἐκεῖ, ὡς ταλαεργῶν ὄντων καὶ ἀχθοφόρων· ἢπαρὰ τὸν οὖρον, ὃ δηλοῖ τὸν ἄνεμον· τοῦτο δὲ διὰ τὸ ἄγονον τῶν τοιούτωνζῴων καὶ τὸ τοῦ σπερματικοῦ πνεύματος ἄκαρπον καὶ ὥσπερ ἀνεμιαῖον. διὸ καὶτὰ ἐν τοῖς ᾠοῖς ἄκαρπα διὰ τὴν τοιαύτην αἰτίαν οὔρια ἡ κοινὴ λέγει συνήθεια. [ὡς δὲ οὐρῆες καθ' ὁμωνυμίαν καὶ οἱ φύλακές ποτε λέγονται, φανεῖταί που ἐντοῖς ἑξῆς. ὅρα δὲ ὅτι πρὸ τούτων πληθυντικῶς εἰπὼν τὰ πρῶτα, ἑνικῶς ἐνταῦθαλέγει πρῶτον Ἀττικῷ σχήματι. τὸ δέ «οὐρῆας ἐπῴχετο» χρήσιμον ἐν τοῖςἑξῆς εἰς τὸ «ἱστὸν ἐποιχομένην». Ἰστέον δὲ ὅτι ἐν τῷ «οὐρῆας καὶ κύνας ἀργούς» οἱ μὲν ἀργούς φασι κατ' ἀντίφρασιν τοὺς ταχεῖς θέειν, ἕτεροι δὲ τοὺς ἀληθῶςἀργούς, ὁποίους τραπεζῆας ἀγλαΐης ἕνεκεν κομέουσιν ἄνακτες, ἄλλοι δὲτούς, ὡς προεγράφη, λευκοὺς καὶ ὡς εἰπεῖν ἀργεννούς, ἐξ ὧν τὸ Ἀθήνῃσι Κυνόσαργες σύγκειται, ὡς ἑτέρωθι φανεῖται.] (ῃ. 52) Ὅτι βάλλειν παρὰ τῷ ποιητῇ ὡς ἐπὶ πολὺ τὸ μηκόθεν ἀφιέντα βέλος τυγχάνειν τοῦ σκοποῦ. ἄλλωςμέντοι ἀφιείς τις καὶ μὴ ἐπιτυγχάνων οὐκ ἄν ποτε κυρίως βάλλειν λεχθείη. βάλλειν γὰρ ἁπλῶς τὸ ἐπιτυγχάνειν. ὅθεν καὶ ἐπήβολος ὁ ἐπιτυχὴς λογισμοῦκαὶ βουλή, ὡσανεὶ βολή, ἡ ἐπιτυχὴς σκέψις· καὶ τὸ «ναῦς δὲ ἐπέβαλεν εἰς Φηράς» ἀντὶ τοῦ ἐπιτυχῶς ἀπῆλθε. φησὶν οὖν καὶ ὧδε Ὅμηρος, ὅτι βέλος ἐχεπευκὲς ἐφιεὶς ὁ Ἀπόλλων ἔβαλλεν ἤτοι ἐπετύγχανεν. [Ἔστι δὲ τρόπου ἐτυμολογικοῦ τὸ βέλος βάλλε. διφορεῖσθαι δὲ δοκεῖ τὸ βάλλειν, οὗ τὸ μὲνκοινῶς ῥητὸν διὰ τοῦ ˉα, τὸ δὲ σιγηλῶς νοητὸν βέλλειν, ἀφ' οὗ καὶ τὸ βέλεμνονκαὶ τὸ βέλος καὶ ἡ βολή. ὡς δὲ τριχῶς τὸ βάλλειν, ὡμολόγηται. σημαίνει γὰρτὸ ἐπιτυγχάνειν, τὸ ῥίπτειν, τὸ τιθέναι.] (ῃ. 51) Ἐχεπευκὲς δὲ τὸ οἷον ἔχον τι 1. 69 πεύκης, πικρίαν δηλαδή. καὶ γὰρ πικρὸν καὶ τῆς πεύκης τὸ δάκρυον. ὅθεν ἴσωςκαὶ τὸ πικρὸν πευκέδανον παρωνόμασται προπαροξυτόνως πρὸς ὁμοιότητατοῦ ἐρυθρόδανον. ἀφ' οὗ βέλος ὀξυτόνως πευκεδανὸν τὸ καὶ ἐχεπευκὲς ἤγουνἐχέπικρον. τινὲς δὲ ἐχεπευκὲς εἶπον τὸ θανάσιμον καὶ ἐκτέμνον τοῦ βίου τὸνβληθέντα δίκην πεύκης, ἥτις ἐκτμηθεῖσα οὐκέτι ἀναβλαστάνει. ἐνταῦθα δὲσκοπητέον τὸ τοῦ Ἡροδότου εἰπόντος, ὅτι πίτυς ἐκκοπεῖσα οὐκ ἀναφύειμόνη πάντων δένδρων, ἀλλὰ πανώλεθρος ἐξαπόλλυται. ὅθεν καὶ παροιμία τὸ» ἐκτριβῆναι πίτυος δίκην». εἰ γὰρ καὶ πεύκη καὶ κυπάρισσος καὶ ἕτερα ἐκκοπέντα οὐκέτι ζῇ, πῶς Ἡρόδοτος ἔφη, ὡς πίτυς μόνη πάντων δένδρωνἐκκοπεῖσα οὐκ ἀναφύει; ἢ τάχα εἴς τι πιτυῶδες καὶ τὰ τοιαῦτα θετέον διά τιναἐν αὐτοῖς ὁμοίαν ποιότητα, διὸ καὶ ὁμοίου πάθους τῇ πίτυϊ μετέχουσιν. ἡ δὲσύνθεσις τοῦ ἐχεπευκές ὁμοία ἐστὶ τῇ ἐχέμυθος, ἐχέκολλα, ἐχενηΐς, ἐχέφρων, ἔτι δὲ καὶ τῇ τοῦ φέρω φερέπονος, φερέοικος, ἄρχω Ἀρχέστρατος, καὶ τῶνὁμοίων. [ἐν οἷς καὶ ἐχεχειρία καὶ τροπῇ ἐκεχειρία, ἡ ἄδεια εἴτ' οὖν ἐποχὴχειρῶν, καὶ ἐχέτλη, ἧς ἔχεταί τις τλημόνως, καὶ ἀρχέκακος καὶ Ἡγέλοχος. ὅρα δὲἐν τῷ «βέλος ἐχεπευκὲς ἐφιείς», ὅτι τε τὸ βέλος ἐκτείνει τὴν λήγουσαν λόγῳστιγμῆς κατὰ κοινὴν συλλαβὴν καὶ ὅτι τὸ ἐφιεὶς μακρὸν ἔχει τὸ παραλῆγονδίχρονον. εἰ δὲ μάλιστα ἐχρῆν ἐκτετάσθαι αὐτὸ ἐν τῷ «ἀλλὰ κακῶς ἀφίει» δι' αὔξησιν, ἀλλ' ἐκεῖ Ἰωνική ἐστιν ἡ δι' ἀναυξησίαν συστολὴ τοῦ ἐν τῷ παρατατικῷ διχρόνου.] (ῃ. 52) Ὅτι ἔθος ἦν Ἕλλησι καίειν τοὺς νεκρούς, ὃ δὴ καὶ εἰσέτι παραμένει τισὶ τῶν Βορείων βαρβάρων. ἐποίουν δὲ τοῦτο ἐκεῖνοι πρὸςἔνδειξιν τοῦ τὸ μὲν θεῖον τοῦ ἀνθρώπου ἀνωφορηθὲν ὥσπερ ἐν ὀχήματι τῷ πυρὶπροσμῖξαι τοῖς οὐρανίοις, τὸ δὲ γήϊνον κάτω μεῖναι, τὸ μὲν πυρὶ δαπανηθέν, τὸ δὲ ἐναπομεῖναν λειψάνοις ὀστῶν. οἱ δέ φασιν, ὅτι τὸ μὲν νεκρὸν οὐ καθαρὸνἐδόκει, ἁγνισμὸς δέ τις ἦν ἡ διὰ πυρὸς δαπάνη τοῦ νεκρωθέντος, ὅτι καὶ τὸ πῦρἁγνιστικόν· διὸ καὶ οἱ καθαρμοὶ διὰ πυρὸς ἐγίνοντο. καὶ Εὐριπίδης δὲ τοιοῦτόντι ἐμφαίνει, ὅπου φησίν, ὅτι τὸ τῆς Κλυταιμνήστρας δέμας πυρὶ καθήγνισται. ὁ δὲ Λυκόφρων τῇ προτέρᾳ ἐννοίᾳ συντρέχει, ἐν οἷς τὴν Σκύλλαν καυθεῖσανδομηθῆναί φησιν ἤγουν ἀνακτισθῆναι, ἀναζῳωθῆναι καὶ γενέσθαι κατὰ τὸνποιητήν «κακὸν ἀθάνατον». διὸ καὶ οἱ γυμνοσοφισταὶ πυρίκαυστοι γινόμενοιἀπετίθεντο τὴν ζωήν, ὡς καὶ ὁ τοῦ Ἀλεξάνδρου Κάλανος. ἔδοξε δέ τισιν, οὐ μὴν 1. 70 ἀληθῶς, τὸν Ἡρακλέα κατάρξαι τοῦ ἔθους τῆς τῶν νεκρῶν καύσεως. παῖδα γάρ, φασί, φίλου τινὸς Λικυμνίου τὸν Ἀργεῖον ἐξαιτησάμενος ἐπὶ συμμαχίᾳ τῇκατὰ τοῦ Λαομέδοντος καὶ ὁρκωμοτήσας «ἦ μὴν ἐπανασώσασθαι τῷ πατρὶ τὸνυἱόν» διεξέπεσε τῆς εὐορκίας, οἷα τοῦ Ἀργείου πεσόντος ἐν τῷ πολέμῳ. ἀφοσιοῦται δὴ τὴν ἀνακομιδὴν ὁ Ἡρακλῆς καύσας τὸν Ἀργεῖον καὶ τὰ ὀστᾶ κομίσας τῷ πατρὶ καὶ σοφίζεται αὐτὸν ὡς ἤδη ἔχοντα τὸν υἱόν. καὶ τὸ ἔθος, φασί, παραμεῖναν ἔκτοτε γέγονε κοινὸν τοῖς Ἕλλησιν. ἔφθη δὲ καὶ ἕτερον, φασί, παῖδατοῦ Λικυμνίου τὸν Οἰωνὸν πολέμῳ ἀποβαλεῖν Ἡρακλῆς. διὸ καὶ ὀκνῶν ὁπατὴρ ἐπὶ τῷ Ἀργείῳ τὸν ὅρκον ἐδέξατο. ἀλλ' οὕτω μὲν Ἕλληνες τοὺς νεκροὺς ἔκαιον τὰ ὀστᾶ μόνα κατέχοντες καὶ θάπτοντες εἰς μνήμην τῶνκαιομένων. Αἰγύπτιοι δὲ τοὺς νεκροὺς ἐταρίχευον, ἵνα ὅλον τὸ σῶμα τοῦ ποτεζῶντος ἔχωσιν εἰς μνήμης ζώπυρον. πῶς δὲ ἐταρίχευον ἱστορεῖ Ἡρόδοτος. δῆλον δὲ ὅτι οὐ πᾶσιν ἤρεσκεν ἡ τῶν νεκρῶν καῦσις. τῶν τις οὖν παλαιῶνἀχθόμενος, ὡς μιαινομένου τοῦ πυρός, οἷς ὡμίλει νεκροῖς σώμασιν, ἐπικαλεῖταιτὸν τοῦ πυρὸς κλοπέα Προμηθέα λέγων «ἐπάρηξον, βοήθησον, κλέψον, εἰδυνατόν, καὶ πάλιν τὸ πῦρ». Ὅτι ἐν τῷ «αἰεὶ δὲ πυραὶ νεκύων καίοντο θαμειαί» πυραὶ λέγονται αἱ μεγάλαι πυρκαϊαί. καὶ ἴσως παρ' Ὁμήρῳ ἡ πυρὰ μὲν καὶ αἱπυραὶ ἐπὶ νεκρῶν καύσεως, τὸ πῦρ δὲ καὶ τὰ πυρὰ ἐπὶ τοῦ ἄλλως ἁπλῶςἀναπτομένου πυρός. καίεσθαι δέ φησιν ἄρτι νεκροὺς τοὺς τῶν λοιμωξάντων. οἱ γὰρ μετὰ ταῦτα πολέμου νόμῳ πεσόντες ἐν τῇ τοῦ Ἀχιλλέως μήνιδι «ἑλώριαἐγίνοντο κύνεσί τε καὶ οἰωνοῖς», ὡς ἔφθασεν εἰπεῖν ὁ ποιητής, ὃς μεθοδεύσεικατὰ τὸ δυνατὸν καὶ τὴν τούτων ταφήν, ὡς ἐν τοῖς μετὰ ταῦτα ῥηθήσεται. τὸδὲ αἰεί καὶ τὸ θαμειαί τὸ πολυπληθὲς δηλοῦσι τῶν καιομένων. σημείωσαι δὲ ὅτικαίονται οὐ μόνον σώματα, ἀλλὰ καὶ πυραί. τοῦτο δὲ ἀντὶ τοῦ ἐξάπτονται. θαμειαὶ δὲ αἱ ἀλλεπάλληλοι καὶ πυκναὶ παρὰ τὸ θαμά τὸ πυκνῶς, ὅπερ ἐκ τοῦἅμα γέγονε. προϋπόκειται δὲ τοῦ θαμειαί ἀρσενικὸν ὄνομα θαμὸς ὁ πυκνός, ὃπλεονασμῷ τῆς ˉεˉι διφθόγγου γέγονε θαμειός, ὥσπερ φατὸς φατειός, ἀφνὸςἀφνειός, σπερχὸς Σπερχειός, ἀδελφὸς ἀδελφειός, ἀρνὸς ἀρνειός. ὁ δὲ πλεονασμὸςτοῦ ˉθ διὰ τὴν δασεῖαν τοῦ ἅμα, ὁποῖόν τι καὶ ἐπὶ τοῦ θειλοπεδεύειν φασὶν οἱπαλαιοί. εἱλόπεδον γὰρ πέδον εἵλῃ βαλλόμενον τουτέστιν ἡλίου θερμασίᾳ καὶπλεονασμῷ τοῦ ˉθ θειλόπεδον καὶ ῥῆμα θειλοπεδεύω. ἰστέον δὲ ὅτι οὐ μόνον ἐντῷ θαμειός καὶ τοῖς ὁμοίοις ἡ ˉεˉι δίφθογγος πλεονάζει, ἀλλὰ καὶ ἐν ἄλλοις, ὥσπερ καὶ ἐν τῷ ἑξῆς ἑξείης. καὶ πολλοὶ δὲ ἐνεστῶτες καὶ μέλλοντες ἐνεργητικοὶ τοῦτο πάσχουσιν, οἷον βρώσω βρωσείω, πολεμήσω πολεμησείω, θῶ θείω, 1. 71 κίχω κιχείω, ἔρω ἐρείω, τὸ ἐρωτῶ, ὡς τὸ «μάντιν ἐρείομεν». [διασαφητικὸν δέἐστιν ἐν τοῖς ῥηθεῖσι τοῦ αἰεὶ τὸ θαμειαί.] (ῃ. 53) Ὅτι ἐπιρρηματικὸν ὄνοματὸ ἐννῆμαρ καὶ δηλοῖ τὸ ἐννέα ἤματα ἤγουν ἡμέρας. οὕτω δὲ καὶ τὸ αὐτῆμαρἀντὶ τοῦ αὐθημερόν, τῷ αὐτῷ ἤματι, [ἐξ οὗ ἤγουν τοῦ αὐθημερὸν καὶ σοφὸςαὐθημερινὸς ὁ ὡς εἰπεῖν αὐτοσχέδιος. ὅμοιον δὲ πρὸς τὸ ἐννῆμαρ καὶ αὐτῆμαρκαὶ τὸ «ποσσῆμαρ μέμονας» ἤγουν ἐπὶ πόσας ἡμέρας, ὃ ἐν τῇ ωʹ ῥαψῳδίᾳκεῖται.] καὶ ἄλλα δέ εἰσι τοιαῦτα. Ὅρα δὲ ὅτι εἰπὼν ὁ ποιητής «ἐννῆμαρ μὲνἀνὰ στρατὸν ᾤχετο κῆλα θεοῖο», ἐπήγαγε «τῇ δεκάτῃ δὲ ἀγορήνδε καλέσσατολαὸν Ἀχιλλεύς». ἠδύνατο μὲν γὰρ εἰπεῖν «τῷ δεκάτῳ δέ» δηλαδὴ ἤματισυνεκάλεσε τὸν λαόν. οὐκ ἠθέλησε δὲ οὕτως εἰπεῖν οὐδὲ ἔλαβε τὸ ἐννῆμαρ ἀντὶτοῦ ἐννέα ἤματα, ἀλλ' ἀντὶ τοῦ ἐννέα ἡμέρας διὰ τὸ ταὐτὸν εἶναι ἦμαρ καὶἡμέραν. καὶ ἐσχημάτισε καινοπρεπέστερον καὶ ἀπὸ τοῦ ἤματος οὐδετέρουὀνόματος ἀνέπαυσε τὴν σύνταξιν εἰς θηλυκὸν ἰσοδύναμον εἰπών «τῇ δεκάτῃ δὲἡμέρᾳ». τοιοῦτόν τι σχηματίσει καὶ ἐν τοῖς ἑξῆς, ὅτε εἴπῃ «ἔθνεα πολλὰὀρνίθων ἀγαλλόμεναι πτερύγεσιν». οὐδέτερον μὲν γὰρ τὸ ἔθνεα καὶ δηλοῖ τὰςἀγέλας, θηλυκὸν δὲ τὸ ἀγαλλόμεναι, οὐκ ἀποδοθὲν πρὸς τὸ ἔθνεα, ἀλλὰ πρὸς τὸνοούμενον δι' αὐτοῦ, ὅπερ εἰσὶν ἀγέλαι. [εἰπεῖν δὲ κατὰ τοὺς παλαιούς, συνταχθὲνοὐ πρὸς τὸ ῥητόν, ἀλλὰ πρὸς τὸ νοητόν. Ἰστέον δὲ ὅτι τὸ «ᾤχετο κῆλα θεοῖο» πάνυ καιρίως ἔχει τοῦ ῥήματος. οὐκ ἔστι γὰρ ἐν αὐτῷ λέξιν εὑρέσθαι καιριωτέραντοῦ ᾤχετο. τοιοῦτον καὶ τὸ «οὐρῆας ἐπῴχετο» καὶ πρὸ αὐτοῦ τὸ «ἱστὸν ἐποιχομένην». τὸ δὲ καλέσσατο οὐ κοινόν, ὡς τὸ ἐκάλεσεν, ἀλλὰ Ἀττικόν, ὡς καὶ τὸ» καλοῦμαι Στρεψιάδην» παρὰ τῷ Κωμικῷ.] (ῃ. 54) Ὅτι πολλάκις ἄλλα μέρηλόγου ἀντὶ ἄλλων λαμβάνονται διὰ τὴν πρὸς ἄλληλα συγγένειαν, οἷον ἀπαρέμφατα ἀντὶ ὀνομάτων, ὡς ἐν τῷ «περίεστε μὲν τῇ βουλῇ, περὶ δ' ἐστὲ μάχεσθαι» ἤγουν περίεστε δὲ καὶ ὑπερέχετε καὶ ἐν τῇ μάχῃ. λαμβάνονται δὲ καὶ μετοχαὶἀντὶ ὀνομάτων, ὡς ὅτε τὴν τοῦ δεῖνός φαμεν ἐρωμένην ἀντὶ τοῦ γυναῖκα καὶνόσον οὐλομένην τὴν ὀλεθρίαν. καὶ ὀνόματα ἀντὶ ἐπιρρημάτων, ὡς τὸ πλατὺχαίνειν ἀντὶ τοῦ πλατέως καὶ ὠκὺ βαδίζειν ἀντὶ τοῦ ταχέως. καὶ ἀντωνυμίαιδὲ ἀντὶ ἐπιρρημάτων, ὡς τὸ ἄλλῃ ἀντὶ τοῦ ἀλλαχοῦ καὶ ταύτῃ ἀντὶ τοῦ οὕτω. 1. 72 καὶ σύνδεσμος δὲ ἀντὶ προθέσεως λαμβάνεται, οἷον ὁ ˉδˉε ἀντὶ τῆς ˉεˉιˉς ἐν τῷ [Πυθῶδε ἤγουν εἰς Πυθὼ] καὶ ἀγορήνδε καὶ φύγαδε καὶ οἴκαδε ἀντὶ τοῦ εἰςἀγορὰν καὶ εἰς φυγὴν καὶ εἰς οἶκον. ἔστι δὲ ἐξ ἀντιστρόφου καὶ πρόθεσιν εὑρεῖνποτε λαμβανομένην ἀντὶ συνδέσμου, ὡς ὅτε τις εἴπῃ, ὅτι ἐκ τῶνδε τάδε γενήσεται τουτέστιν ἕνεκεν τούτων τάδε συμβήσεται. ἐνταῦθα γὰρ ἡ ˉἐˉκ πρόθεσιςἰσοδυναμεῖ συνδέσμῳ τῷ ἕνεκεν. οὕτω δὲ πολλάκις νοεῖται καὶ τὸ ἐπὶ τούτοιςἀντὶ τοῦ διὰ ταῦτα καὶ ἕνεκεν τούτων. καὶ ὁ εἰπὼν δὲ ὅτι ὁ μῦθος κοινός ἐστι τῶνῥητόρων ἐκ παραινέσεως ἀντὶ συνδέσμου τοῦ ἕνεκεν τὴν ἐκ πρόθεσιν ἔλαβε. καὶταῦτα μὲν οὕτως. [Ἰστέον δὲ ὅτι, ὡς ἐν τῷ τοιόσδε, τοσόσδε, τηλικόσδε, ὅδε, ἥδε καὶ τοῖς ὁμοίοις, οὕτω καὶ ἐν τῷ πόλεμόνδε, Πυθῶδε, φύγαδε, οἴκαδε, Ἄϊδόσδε καὶ τοῖς τοιούτοις, δυνατὸν ἐπέκτασιν μὲν εἶναι τὴν ˉδˉε συλλαβήν, λαμβάνεσθαι δ' ἔξωθεν πρόθεσιν χάριν συντάξεως ἐντελοῦς, ὁποῖόν τι γίνεταικαὶ ἐν τῷ «τόδ' ἱκάνεις», ἤγουν εἰς τόδε τὸ χωρίον, καὶ ἐν τῷ τῇδε, ὅ ἐστιν ἐνταύτῃ τῇ ὁδῷ τυχὸν ἢ τῇ κώμῃ. ὅτι δὲ ἐπέκτασιν ποιεῖ οὐ μόνον τὸ ˉι ἐν τῷοὑτοσί καὶ νυνί καὶ ἐνταυθί κατὰ τὸν τεχνικὸν Γεώργιον καὶ ὄψι, ὅθεν καὶὀψιμαθής, καὶ νυνμενί, φησί, καὶ νυνγαρί ἀντὶ τοῦ νῦν, ἀλλὰ καὶ τὸ ˉη ἐν τῷ ὁτιήκαὶ τίη ἀντὶ τοῦ τί βαρυτόνως ἢ κατά τινας τιή ὀξυτόνως καὶ ἐπειή ἀντὶ τοῦἐπειδή. ἔτι δὲ καὶ ἡ ˉθˉα συλλαβὴ ἐν τῷ ἦσθα καὶ ἔφησθα καὶ τοῖς ὁμοίοις, ὁμοίως δὲ καὶ τὸ ˉδ μετὰ τοῦ ˉι, οἷον ὁδὶ καὶ νυνδὶ ἀντὶ τοῦ νῦν καὶ ἐνθαδί, τὰπλείω δὲ μᾶλλον ἡ ˉδˉε συλλαβή, δῆλόν ἐστι. ταύτῃ δὲ τῇ ἐπεκτάσει χαίρειμάλιστα ἡ ποίησις, ὡς δηλοῖ καὶ τὸ ἄστυδε, ἅλαδε, πόλινδε, Τροίηνδε. οὕτω δὲκαὶ τὸ κλισίηνδε, περὶ ἧς κλισίης ἑτέρωθι ῥηθήσεται.] Ἀγορὰ δὲ ὁ τόπος τε τῆςσυνάξεως καὶ τὸ πλῆθος δὲ τὸ συναγόμενον καὶ αὐτὴ ἡ δημηγορία. παρὰ δὲἩροδότῳ κεῖται καὶ πόλις Θρᾳκία καλουμένη Ἀγορά. ὅτι δὲ ἡ βουλευτικὴ ἀγορὰ τίμιόν τι καὶ θεῖον πρᾶγμα, δηλοῖ καὶ τὸ Διὸς Ἀγοραίου βωμὸν ἱδρῦσθαιἀλλαχοῦ τε καὶ κατὰ Ἡρόδοτον περὶ Σικελίαν. Ὅτι πιθανὸς ἀεὶ ἐν τοῖς πλάσμασιν ὢν ὁ ποιητὴς τοιοῦτος καὶ ἐνταῦθά ἐστι περὶ τὰς ἡμέρας τοῦ λοιμοῦ. εἰ μὲν γὰρ περὶ πρώτην εὐθὺς ἡμέραν ἢ δευτέραν ἢ τρίτην τὸ τῆς νόσου 1. 73 ἐζητεῖτο αἴτιον, ἀπίθανος καὶ οὐκ εὔπλαστος ὁ λόγος ἦν. τί γὰρ ἰδὼν βαρὺ ὁἈχιλλεὺς ζητήσει τὴν αἰτίαν; πόθεν δὲ καὶ στοχάσεται, ὅτι μηνίει Ἀπόλλων ὁ τῷ λοιμῷ ἐπιστατῶν, μηδενὸς παραδόξου συμβάντος; ἐπεὶ δὲ παρῆλθον ἤδηἐννέα ἡμέραι τόσον χωσαμένου Ἀπόλλωνος καὶ τὸ κακὸν δέον ὂν κατὰ τοὺςπαλαιοὺς ἐν τοσαύταις ἡμέραις ὑπολωφῆσαι, εἰ μὴ θεόθεν ἦν, τὸ δὲ ἐπὶ πλέονπροάγεται, τότε δὴ ζητεῖται τὸ αἴτιον. Ἀχιλλεὺς δὲ ζητεῖ τὴν αἰτίαν καὶ οὐκἄλλος τις τῶν Ἑλλήνων, ὡς μὲν Ὅμηρος λέγει, ἐπεὶ αὐτῷ ἐν φρεσὶν ἔθετο Ἥρα κηδομένη τῶν Δαναῶν διά τε τὸ ὑβρισθῆναι ὑπ' Ἀλεξάνδρου τοῦ Τρωὸς καὶ θέλειν τὴν τῶν Ἑλλήνων σωτηρίαν ἐπὶ βλάβῃ τῶν Τρώων καὶ ὅτι καὶ τὸτῶν Ἀργείων πρωτόθετον Ἄργος αὐτῆς ἦν, ὅθεν Ἀργεία ἐλέγετο, ὅ ἐστι Πελοποννησία. ὡς δὲ ἡ ἀλληγορία φησίν– Ὅμηρος γὰρ πολλαχοῦ ἐπικρύπτει ποιητικώτερον τὰς ἀληθεῖς αἰτίας– ὁ Ἀχιλλεὺς τὴν τοῦ λοιμοῦ αἰτίαν ζητεῖδιὰ τὸ ἰατρικὸς εἶναι, οἷα κατὰ τὴν ποίησιν μαθητευθεὶς ἰατρῷ τῷ Χείρωνι, ὡς καὶ μετ' ὀλίγα ῥηθήσεται. ὁρῶν οὖν ὅτι νυκτὶ ὁ Ἀπόλλων, ὡς προείρηται, ἔοικε διὰ τὴν τοῦ ἀέρος πάχυνσιν καὶ ζόφωσιν καὶ ὅτι ὁ ἀὴρ οὐκ εἰλικρινῶς ἔχει, ἀλλὰ πάνυ νοσοποιός ἐστι, θεομηνίαν εἶναι τὸ πάθος συμβάλλεται πρῶτος τῆςτοῦ κακοῦ αἰτίας αἰσθόμενος ὡς ἰατρός. τοῦτο γὰρ ὁ μῦθος, φασίν, αἰνίσσεταιδιὰ τοῦ εἰπεῖν, ὅτι ἡ Ἥρα τῷ Ἀχιλλεῖ ἐν φρεσὶν ἔθετο. Ἥρα μὲν γὰρ ὁ ἀήρ. Ἀχιλλεὺς δὲ ἐξ ἀέρος τὴν τοῦ κακοῦ αἰτίαν νοεῖ. καὶ ἄλλως δέ γε τὸν Ἀχιλλέα ποιεῖ Ὅμηρος νοοῦντά τε τὸ κακὸν καὶ ἀγορὰν συνάγοντα, ἵνα πιθανὸν δόξῃτὸ κατ' αὐτοῦ μόνου ὀργισθῆναι τὸν Ἀγαμέμνονα, ὡς καὶ πρώτου καὶ μόνουζητήσαντος καὶ λαλήσαντος καὶ διὰ τοῦτο τῆς Χρυσηΐδος αὐτὸν στερήσαντος. ἄνθρωπος γὰρ θυμούμενος οὐ προσλογίζεται τὸ δίκαιον, ἀλλ' εἴτε δικαίως εἴτεἀδίκως τὸν αἴτιον τοῦ ζημιωθῆναι κολάζει. Σημείωσαι δὲ καὶ ἐνταῦθα τὸ τῶνἙλλήνων δημοκρατικόν· Ἀχιλλεὺς γὰρ δίχα βασιλέως ἀγείρει τὸν λαόν. ὡς δὲ ὁ ποιητὴς καὶ εὐεπίφορός ἐστιν εἰς τὸν ἐννέα ἀριθμὸν καὶ διὰ τοῦτο δοκεῖτισι κἀνταῦθα μὴ ἄλλον ἀριθμόν τινα θεῖναι, ἀλλὰ ἐννῆμαρ εἰπεῖν, πολλαχοῦ ἐντοῖς ἑξῆς φανήσεται. [Τὴν δὲ κατὰ τὸν Ἀχιλλέα ἰατρικὴν δηλοῖ καὶ ἡ ἐπ' αὐτῷπαροιμία φαμένη χρησμῳδικῶς ὡς «ὁ τρώσας καὶ ἰάσεται», ἣν ἔφηνε Τήλεφοςὁ Μυσὸς ὑπ' Ἀχιλλέως καὶ πληγεὶς καιρίαν καὶ ἰαθείς. ὅθεν καὶ Τηλέφειατραύματα κακοήθη, ὁποῖα θεραπεύσοι ἂν Ἀχιλλεύς, ὡς καὶ τὸ Τηλέφου· καθὰ καὶ Χειρώνεια, ὅσα δυσαλθῆ ὄντα δέοιντ' ἂν ἰατροῦ τοῦ Χείρωνος. 1. 74 (ῃ. 56) Ἰστέον δὲ ὡς εἰπὼν ὁ ποιητής «κήδετο γὰρ Δαναῶν, ὅτι ῥα θνήσκονταςὁρᾶτο» ἐπιτηδευτὴν παρίσωσιν ἐποίησε διὰ τοῦ κήδετο καὶ τοῦ ὁρᾶτο τῶνἸωνικῶν. ἄλλως γὰρ εἶχεν εἰπεῖν Ἀττικῶς, ὅτι ῥα θνῄσκοντας ἑώρα.] (ῃ. 55) Ὅτι δὲ Ἥρα ὁ ἀήρ, δηλοῦται, φασί, καὶ ἐκ τοῦ ἀναγραμματισμοῦ. ἐξ ὧν γὰρ ἡ Ἥρα γραμμάτων, ἐκ τούτων λαλεῖται καὶ ὁ ἀήρ. τοῦτο δὲ ὁμοιότητα τῶνταὐτογραφουμένων δηλοῖ. τοιαῦτά τινα καὶ τὸ χόλος ὄχλος καὶ τὸ ἀρετή ἐρατήκαὶ τὸ φλύαρος φλαῦρος παρ' Ἀττικοῖς. καὶ ἐν τούτοις γὰρ συγγένειά τις, ὥσπερ ἐν γράμμασιν, οὕτω καὶ ἐν νοήμασιν. οὕτω τις τῶν ἐπιτρίπτων κολάκωντὸ Ἀρσινόη «Ἥρας ἴον» ἀνεγραμμάτιζεν αἰκάλλων θωπευτικῶς τὴν βασίλισσαν Ἀρσινόην, ὡς πρέπουσαν εἶναι Ἥρας ὀσφράδιον. τοῦ δὲ αὐτοῦ τύπου καὶ τὸ λιαρός ἱλαρός· ἤδη δέ που καὶ τὸ λόχος ὄχλος καὶ τὸ ὀλίγος λοιγὸς καὶ τὸ ὄλισθοςλοῖσθος καὶ τὸ χλόη χολὴ καὶ τὸ ῥα ἄρ, δι' ὧν δηλοῦται τὸ δή· καὶ τὸ ἀγρυπνίαἀργυπνία καὶ τὸ Ἄτλας τάλας καὶ τὸ παραχύτης σαπρὰ τύχη καὶ ἕτερα, [ἐν οἷςκαὶ τὸ κάρα καὶ ἄκρα ταὐτιζόμενα ἐν τῷ κατ' ἄκρης· ἤδη δὲ καὶ τὸ καρίς ἀκρίς. μάλιστα δὲ προσφυὲς εἰς τὸ κατὰ τὴν Ἥραν ἀναγραμματιζόμενον τὸ Ῥέα κύριον εἰς τὸ ἔρα, ὅ ἐστι γῆ, εἰς ἣν δηλαδὴ ἀλληγορεῖται ἡ τοῦ Κρόνου γυνὴῬέα κατὰ τὸ «ὀρεστέρα παμβῶτι γᾶ, μᾶτερ αὐτοῦ Διός», ὃ κεῖται παρὰ Σοφοκλεῖ. Ἰστέον δὲ ὅτι τὰς γυναῖκας εἰωθὼς ὁ ποιητὴς ἐπιθετικῶς ἐπαινεῖν ἐκ μὲν τῶν κατὰ ψυχὴν δαΐφρονας καλεῖ καὶ ἰφθίμας καὶ κέρδεα εἰδυίας καὶ ὅσαἄλλα ἐθέλει, ἀπὸ δὲ τῶν ἐκτὸς εὐπατερείας, εὐειδέας, καλλιπαρῄους, ἑλικώπιδας, ῥοδοδακτύλους, βοώπιδας, ἀργυροπέζας καὶ ἕτερα. ἐνταῦθα δὲ λευκώλενον Ἥρην φησίν, ὃ κατ' ἀλληγορίαν τὸ διαφανὲς τοῦ ἀέρος αἰνίττεται. Ἰωνικὸν δὲ τὸ Ἥρη ὡς γὰρ θήρα θήρη, πήρα πήρη, οὕτω καὶ Ἥρα Ἥρη· ὡς δὲ ἡὠλένη, ἀφ' ἧς ἡ λευκώλενος, ἐκ τοῦ ὀλῶ, τὸ πράττω, γίνεται ἐπενθέσει τοῦ ˉυκατὰ Ἴωνας, ἵνα ᾖ οὐλένη καὶ Δωρικῶς ὠλένη, καὶ ἀλλαχοῦ εἰρήσεται.] (ῃ. 57) Ὅτι τὸ «ἤγερθεν» σημαίνει μὲν ἐνταῦθα τὸ ἠθροίσθησαν ἀπὸ θέματος τοῦ ἀγείρω. ἔστι δὲ Αἰολικόν· κανονίζεται δὲ ἀπὸ τῆς ἀγερθέντος μετοχῆς ἀποβολῇ τῆς ˉτˉοˉς. πλατύτερον δὲ περὶ τούτου καὶ τῶν ὁμοίων ῥημάτων λεχθήσεται μετ' ὀλίγα, ὅτε λέγει περὶ Ἀθηνᾶς ἐν τῷ «δεινὼ δέ οἱ ὄσσε φάανθεν». Ἰστέον δὲ ὅτι τὸ ἤγερθεν σημαίνει ποτὲ καὶ τὸ ἀνέστησαν ἀπὸ τοῦ ἐγείρω. διὸ ἐνταῦθα διασαφῶνἑαυτὸν Ὅμηρος ἐπάγει μετὰ τὸ «οἳ δ' ἐπεὶ οὖν ἤγερθεν» τὸ «ὁμηγερέες τ' 1. 75 ἐγένοντο» περιφράζων τὸ ἤγερθεν καὶ οἱονεὶ λέγων ὅτι ταὐτόν ἐστιν ἤγερθενεἰπεῖν ἐν μιᾷ λέξει καὶ ὁμηγερέες, ἤγουν ὁμοῦ ἀγηγερμένοι ἐγένοντο. (ῃ. 58) Ὅτι ἀναστὰς ὁ Ἀχιλλεὺς δημηγορεῖ. οὕτω δὲ ἦν ἔθος τοῖς παλαιοῖς κἂν βασιλεῖς ἦσαν, ὡς ἂν ἔχοιεν τοὺς κύκλῳ ἐπιστρέφειν καὶ ὑπὸ πάντων ἐπίσηςἀκούεσθαι. εἰ δέ ποτέ τις καθήμενος ἐδημηγόρησε, καινὸν τὸ πρᾶγμα ἐδόκεικαὶ ὁ τοῦτο ποιῶν παραιτήσεως ἐδέετο, καθά που ὁ Ἀγαμέμνων ποιήσει, ὅτεδιὰ τὸ τετραυματίσθαι αὐτόθεν ἐξ ἕδρης διαλέγεται. καὶ ἐνταῦθα δὲ σημείωσαι, ὅτι σχῆμά ἐστι τὸ λεγόμενον κατὰ τὸ σιωπώμενον. νοητέον γὰρ ὅτι καὶσκῆπτρον κατέχει ὁ Ἀχιλλεύς, οἷα ἔθους ὄντος καὶ τούτου. διὸ προϊὼν ἐντῷ δημηγορεῖν καὶ εἰς τὸ σκῆπτρον ὄμνυσιν εἰπών «ναὶ μὰ τόδε σκῆπτρον» καὶ ὕστερον εἰς γῆν ῥίπτει αὐτό. (ῃ. 59) Ὅτι ἐξ αὐτοῦ τοῦ καιροῦ προοίμιον ὁἈχιλλεὺς πορισάμενός φησι «νῦν ἡμᾶς οἴομαι παλιμπλαγχθέντας ἀπονοστήσειν, ἐὰν τὸν θάνατόν γε φευξούμεθα, ἐπειδὴ πόλεμός τε δαμᾷ καὶ λοιμὸς Ἀχαιούς». ἀεὶ δὲ σχεδὸν ἔθος Ὁμήρῳ οὕτω ποιεῖν καὶ ἐκ τῶν ἐγγὺς καὶ ὅ φασι παρὰπόδας προοιμιάζεσθαι. τὸ δέ «παλιμπλαγχθέντας» οἱ μὲν ἀντὶ τοῦ ἐκ δευτέρουπλανηθέντας φασὶ χρώμενοι τῇ τῶν νεωτέρων ἱστορίᾳ τῇ λεγούσῃ, ὅτι τὰπρῶτα ἐπιστρατεύσαντες τῇ Τροίᾳ οἱ Ἕλληνες ἥμαρτον τῆς ὁδοῦ καὶ τὴνμηδὲν αὐτοῖς εἰς τιμωρίαν προσήκουσαν γῆν ἐληΐζοντο. ἡ δὲ ἦν ἡ ὑπὸ τῷ Τηλέφῳ Μυσία. ὁ δὴ Τήλεφος ἀντικαταστὰς ἐποίησέ τι κακὸν καὶ ἔπαθε. πέπονθε μὲν τραῦμα δεινὸν ὑπὸ Ἀχιλλέως ἀμπέλου ἕλικι συμποδισθέντοςαὐτῷ τοῦ ἵππου κατὰ Διονύσου πρόνοιαν καὶ πεσόντος εἰς γῆν· ἐποίησε δὲ τὸἀπράκτους ὑποχωρῆσαι τοὺς Ἕλληνας. ὡς δὲ τὸ τραῦμα εἶχεν ἀθεράπευτον, χρᾶται καὶ ὁ χρησμὸς ἀνεῖπε τὸ θρυλλούμενον, ὡς ἄρα ὁ τρώσας ἰάσεται. πλέειγοῦν τὴν ταχίστην ἐπ' Ἀχιλλέα καὶ συμβαίνει τὸν μὲν ἰάσασθαι τὴν ὠτειλήν, τὸν δὲ δοῦναι μισθὸν τῆς ὑγείας τὴν εἰς Τροίαν ὁδηγίαν. ὡς οὖν ἅπαξ ποτὲ τὴνἀρχὴν ἐπλανήθησαν, οὕτω, φασί, δέδιε καὶ νῦν ὁ Ἀχιλλεύς, μὴ πάλιν πλαγχθῶσιν ἤτοι τὸ δεύτερον. καὶ οὕτω μέν τινες ἀκολουθοῦντες καὶ τῷ Γεωγράφῳεἰπόντι, ὅτι ὁ τοῦ Ἀγαμέμνονος στόλος Μυσίαν ὡς Τρῳάδα πορθῶν ἐπαλινδρόμησεν αἰσχρῶς. ἄλλοι δὲ οὐκ ἀρεσκόμενοί φασιν, ὅτι οὔτε τὸ πάλιν ὅλως ἐπὶτοῦ ἐκ δευτέρου κεῖταί που παρὰ τῷ ποιητῇ καὶ οὐδὲ φαίνεται ὁ ποιητὴς Τηλέφῳ ἢ ἑτέρῳ τινὶ ἀνατιθεὶς τὴν ὁδηγίαν τὴν εἰς τὸ Ἴλιον, ἀλλ' ἢ τῷ μάντειΚάλχαντι· ἐρεῖ γὰρ ὅτι ὁ Κάλχας διὰ τὴν ἑαυτοῦ μαντοσύνην ἡγήσατο ταῖςτῶν Ἀχαιῶν ναυσὶν εἰς τὴν Ἴλιον· τάχα δὲ καὶ τῷ Ἀπόλλωνι, εἴπερ ὁ ΦοῖβοςἈπόλλων τουτέστιν ὁ ἥλιος τὴν μαντοσύνην τῷ Κάλχαντι δέδωκε. φασὶ δὲ καὶ 1. 76 ἄλογον εἶναι δευτέραν ταύτην πλάνην παθεῖν τοὺς Ἕλληνας. τὸ μὲν γὰρπρῶτον ἐκεῖνο ἀληθῶς ἦν πλάνη· οὐ γὰρ εἶχον εἰδέναι, ὅποι πλέουσι. τοῦτο δὲοὐκ ἂν ἔχοι τις πλάνην εἰπεῖν. τά τε γὰρ κατὰ τὴν Τροίαν οἴδασι καὶ οὐδὲ οἴκαδεπλανηθῆναι ἄν, ἀλλὰ νοστήσειν λεχθήσονται. ταῦτα καὶ ἄλλα εἰπόντες φασὶκάλλιον εἶναι νοῆσαι τὸ παλιμπλαγχθέντας ἀντὶ τοῦ ὀπίσω μάτην ἀπονοστήσαντας, ὡς ἐκ μεταφορᾶς βέλους τινὸς ἐμπελάσαντος στερεῷ τινι σώματι καὶὀπίσω στραφέντος. ὃ δὴ συνηθές ἐστι τῷ ποιητῇ λέγειν πάλιν πλάζεσθαι, ὡςἐν τοῖς μετὰ ταῦτα φανήσεται. Ἰστέον δὲ ὅτι ἐν τοῖς Ἀπίωνος καὶ Ἡροδώρουεἰς τὸν Ὅμηρον ὑπομνήμασι γενναῖος ἀγὼν κεῖται τὸ ἐκ δευτέρου τοὺςἝλληνας ἐπὶ Τροίαν στρατεῦσαι τῇ Μυσίᾳ τὰ πρῶτα προσβαλόντας καὶἀπωσθέντας ὑπὸ Τηλέφου. τόποι δὲ τῆς τοιαύτης κατασκευῆς ἄλλοι τε καὶοὗτοι. Ἀχιλλεύς, φασί, τὴν Σκῦρον ἑλὼν καὶ ληϊσάμενος γυναῖκας ἐκεῖθεν τὴνἼφιν μὲν τῷ Πατρόκλῳ δίδωσιν, αὐτὸς δὲ τῇ τοῦ Λυκομήδους Δηϊδαμείᾳσυγγίνεται, ἀφ' ἧς Νεοπτόλεμος, ὁ ὕστερον συμμαχήσας τοῖς Ἕλλησι. δῆλονοὖν, φασίν, ὡς ἐν τῇ πρώτῃ μάχῃ τὴν Σκῦρον ὁ Ἀχιλλεὺς ἐπόρθησεν. εἰ γὰρ ἐντοῖς ὕστερον δέκα ἔτεσιν εἷλε τὴν Σκῦρον, οὐκ ἂν οὐδὲ δεκαέτης που τοῖςἝλλησι συνεμάχησεν ὁ Νεοπτόλεμος. ἔτι δὲ ὑπονοεῖται, φασί, τῷ Φιλομηλείδῃ τῷ Λεσβίῳ πεπαλαικέναι Ὀδυσσεύς, ὡς ἐν Ὀδυσσείᾳ λέγεται, κατὰ τὸν πρῶτον πλοῦν, ἡνίκα ἐπεξενοῦντο Λεσβίοις οἱ Ἕλληνες, οὐχ' ὅτε Ἀχιλλεὺς ἐπολιόρκει αὐτοὺς ὡς πολέμαρχος. καὶ ὅτε δέ, φασίν, ἡ Πηνελόπη ἐρεῖ, ὅτι» ἤδη μοι τόδε εἰκοστὸν ἔτος ἐστίν, ἐξ οὗ Ὀδυσσεὺς εἰς Τροίαν ἔβη», ἔστινὑπονοεῖν, ὅτι τὴν πρώτην δεκαετίαν ὧδε κἀκεῖ πλανώμενοι ἀνάλωσαν Ἕλληνες. ἀλλὰ ταῦτα μὲν οὕτως, ἔχοντα πολλὰς ἀντιλογίας· ἡ δὲ Ὁμήρου γνώμη δήληἐστὶν ἀποφηναμένου τὸν Κάλχαντα τοῖς Ἕλλησι τοῦ εἰς τὴν Τροίαν πλόουἀφηγήσασθαι. [Ἰστέον δὲ ὅτι ἔθος Ὁμήρῳ ἀδιαφορεῖν ἐν τοῖς δυϊκοῖς καὶ τοῖς πληθυντικοῖς καὶ ποτὲ μὲν πληθύνειν τὰ δυϊκά, ποτὲ δὲ δυάζειν τὸ πλῆθος, ὡςμυριαχοῦ φανήσεται. διὸ καὶ ἡ τοῦ Ἀχιλλέως δημηγορία οὕτως ἄρχεται» νῦν ἄμμε» ἤγουν ἡμᾶς «παλιμπλαγχθέντας ὀΐω ἂψ ἀπονοστήσειν». ἔστι δὲ Αἰολικὸν τὸ ἄμμε, ὡς δῆλον ἐκ τῆς βαρυτονήσεως καὶ τῆς ψιλώσεως καὶ τῆςτῶν ἀμεταβόλων διπλώσεως. (ῃ. 60) Περὶ δὲ τοῦ ὀΐω καὶ τοῦ ἄψ, ὅ ἐστινὀπίσω, καὶ τοῦ δαμᾷ καὶ τοῦ λοιμός ἐν τοῖς ἑξῆς ῥηθήσεται.] (ῃ. 62 ς.) Ὅτι ἐν τῷεἰπεῖν «ἀλλ' ἄγε δή τινα μάντιν ἐρείομεν» ἤγουν ἐρωτήσωμεν «ἢ ἱερῆα ἢ 1. 77 ὀνειροπόλον», ὀνειροπόλον μὲν λέγει τὸν περὶ ὀνείρους στρεφόμενον κἀκεῖθεν τὸμέλλον προειδότα διὰ τοῦ κρίνειν ὀνείρους, ἱερέα δὲ τὸν τὴν θυτικὴν εἴτ' οὖνἱερατικὴν μετιόντα καὶ δι' ἐντόμων μαντευόμενον [ἤγουν ἱερείων σφαγίων], ὁποῖον Σοφοκλῆς τὸν Τειρεσίαν ἱστορεῖ. μάντιν δὲ οἱ μὲν γενικῶς καὶ ἀδιορίστωςεἶπον τὸν ἁπλῶς εἰδότα τὸ μέλλον καθ' οἱονοῦν τρόπον μαντικῆς, ἕτεροι δὲ κατ' ἐξοχὴν μάντιν ἐνταῦθα τὸν οἰωνοσκόπον ἐνόησαν. διὸ καὶ τοιοῦτος ἀνίσταται ὁ Κάλχας οὐχ' ἱερεὺς [ταὐτὸν δ' εἰπεῖν θυηπόλος,] οὐδὲ ὀνειροπόλος, ἀλλὰ οἰωνοπόλων, ὅ ἐστι τῶν περὶ τοὺς αἰσίους οἰωνοὺς πολουμένων ἤτοι ἀναστρεφομένωνὁ ἄριστος. ἔδει γὰρ ἕνα τῶν ὀνομασθέντων τριῶν ἀναστῆναι ἢ μάντιν ἢ ἱερέαἢ ὀνειροπόλον– οὐκ ἦν δὲ οὔτε ἱερεὺς οὔτε ὀνειροπόλος ὁ ἀναστάς– μάντιςἄρα ἤτοι οἰωνοπόλος κατὰ τὸν ποιητήν. [Σοφοκλῆς δ' ἂν εἴποι οἰωνοθέτης.] ἀλλὰ τοῦτο μὲν πιθανόν ἐστιν, Ὅμηρος δὲ ἐν ἄλλοις ἕτερον ὁμολογουμένωςἔχει τὸν μάντιν παρὰ τὸν οἰωνοπόλον λέγων «οὔτε τι μάντις ἐὼν οὔτ' οἰωνῶνσάφα εἰδώς». καὶ ἔοικε τάχα εἶναί τι μέρος ἢ εἶδος μαντικῆς καὶ τὸ τοιοῦτονὄνομα τὸ μάντις ἐξιδιασθέντος ἐν αὐτῷ τοῦ γενικοῦ ὀνόματος. καὶ ἴσως τοιοῦτόςἐστιν ὁ ἐνθουσιαστὴς ἤτοι ἔνθεος, οἱονεὶ μαινόμενος καὶ ἐξεστηκὼς ἐν τῷπρολέγειν τὰ μέλλοντα. ὅθεν καὶ μάντις παρὰ τὸ μαίνεσθαι εἴρηται. μανίαν γάρτινα ἔνθεον ἐκστατικῶς οἱ μάντεις ἐν τῷ προλέγειν ἔπασχον· ὥστε γένος μὲνὁ μάντις, εἴδη δὲ αὐτοῦ ὁ ἐνταῦθα μάντις ἤγουν ὁ ἐνθουσιαστὴς καὶ ὁ ἱερεὺς καὶὁ ὀνειροπόλος. ἰστέον δὲ ὅτι οὐκ ἔξω λόγου καὶ τὸ γενικῶς μέν, ὡς καὶπροερρέθη, νοῆσαι τὸν μάντιν, εἴδη δὲ αὐτοῦ εἰπεῖν τὸν ἱερέα καὶ τὸν ὀνειροκρίτην, ἵνα λέγῃ ὅτι ἐρωτηθήτω τις μάντις οἷον ἱερεὺς ἢ ὀνειροπόλος. οὕτωκαὶ ἐν Ὀδυσσείᾳ γένος εἰπὼν τὸ φυτὸν ἐπάγει τὰ εἴδη ἐν τῷ «οὐ φυτόν, οὐσυκῆ, οὐκ ἄμπελος, οὐ μὲν ἐλαίη» καὶ ἑξῆς. τοιοῦτον καὶ παρ' Εὐριπίδῃ τὸ» οὔτε ὅπλα οὔτ' ἔγχος». γένος μὲν γὰρ τὰ ὅπλα, εἶδος δὲ τὸ ἔγχος. εἰ δὲ δύοτούτων μάντεων ὀνομασθέντων, ἱερέως καὶ ὀνειροπόλου, τρίτος ἀνίσταται ὁ ἐξἑτέρου εἴδους οἰωνοπόλος Κάλχας, καινὸν οὐδέν, ἀλλὰ καὶ μᾶλλον ἀνύποπτοντὸν Ἀχιλλέα ποιεῖ. αὐτοῦ γὰρ ἄλλους ἐρωτηθῆναι θελήσαντος ἕτερος ἀνέστη, ὃν οὐ προεκαλέσατο Ἀχιλλεύς. ἔστι δὲ νοῆσαι καὶ ὅτι ὁ αὐτὸς Κάλχας καὶ ἱερεὺςὢν καὶ ὀνειροπόλος περὶ οἰωνοὺς μάλιστα εὐδοκίμει. διὸ καὶ ὡς παντοῖοςἀνίσταται ἤγουν ὡς τέλειος μάντις καὶ οὕτω ἀμύμων κατὰ τὸν ποιητήν. (ῃ. 63) Ὀνειροπόλος δὲ διχῶς ἢ ὁ βλέπων αὐτὸς ὀνείρους καὶ κατ' αὐτοὺςπρολέγων, ὡς ὁ Ἀγαμέμνων ἐν τῇ βῆτα ῥαψῳδίᾳ, ἢ ὁ τοὺς ὑπ' ἄλλων μένους διευκρινῶν, ὡς τοὺς τῆς Πηνελόπης ὁ Ὀδυσσεύς. καί εἰσιν ἔγγραφοίτινες τέχναι ὀνειροκριτικαί, ὥσπερ ἦσαν καὶ οἰωνιστικαὶ καὶ θυτικαὶ καὶἕτεραι. ὅτι δὲ τὸν οἰωνοπόλον ἐξέχειν οἶδεν ὁ ποιητής, δῆλον ἐκ τοῦ ὡς ἐπὶ πολὺδι' οἰωνοσκοπίας παρ' αὐτῷ σημαίνεσθαι τὰ μέλλοντα. φανερὸν δὲ καὶ ὅτιοἶδεν ὁ ποιητὴς καὶ ἄλλους τρόπους μαντικῆς, τήν τε διὰ σημείων καὶ τεράτωνκαὶ τὴν διὰ τῆς φήμης δέ, ὡς ἐν Ὀδυσσείᾳ φαίνεται. πολλαὶ δὲ καὶ ἄλλαιπαρὰ τοῖς παλαιοῖς τερθρεῖαι μαντικαί. φύλλων τε γὰρ ψόφοις τοῖς ἐν τῷκαίεσθαι προειδέναι τὸ μέλλον ᾤοντο καὶ λαχμοῖς τισι καὶ ἐνοδίοις συμβόλοις, ὁποῖον καὶ τὸ τοῦ Ἱπποκράτους λεγόμενον φέρεται, καὶ ἑτέροις μυρίοις, ὧνοὐδένα λόγον Ὅμηρος τίθεται, ὅσγε καὶ τὸν ὀνειροπόλον φαίνεται ὑποβιβάζειντοῖς ἄλλοις διὰ τὸ περὶ πταιστὸν ὑποκείμενον καταγίνεσθαι, οἷα μὴ πάντων τῶνὀνείρων ἀληθευόντων, ὡς καὶ ἐν τῇ Ὀδυσσείᾳ δείκνυσιν, ἀλλὰ μὴν καὶ ἐν τῷεἰπεῖν «καὶ γάρ τ' ὄναρ ἐκ Διός ἐστι». τοῦτο γὰρ εἰς λύσιν ἀπορίας ἐπήγαγεν, ὥς τινος ἐρωτήσοντος «τί οὖν καὶ ὀνειροπόλον ἐρωτήσομεν τὸν περὶ ψευδῆκαταγινόμενον» καὶ καθ' Ἡρόδοτον εἰπεῖν «πεπλανημένα εἰς ἀνθρώπουςἐνύπνια περιεργαζόμενον»; τοῦτο δὴ λύων φησίν, ὅτι οὐ πάντες ὄνειροι ψευδεῖς, ἀλλά τινες ἂν γένοιντο καὶ ἐκ Διός, οὓς καὶ διοπέμπτους ἐκάλουν. οἱ δὲ τοιοῦτοικυρίως εἶχον τὴν τοῦ ὀνείρου κλῆσιν, ὡς τὸ ὂν ἤτοι τὸ ἀληθὲς εἴροντες καὶλέγοντες. διὸ καὶ ὀμφὴ ὁ τοιοῦτος ὄνειρος ἐλέγετο διὰ τὸ τὸ ὂν φαίνειν. ἰστέον δὲὅτι, κἄν τε εἴπῃ τις «καὶ γάρ τι ὄναρ», ἐμερίκευσε τὸν ἁπλῶς ὄνειρον, κἄν τεεἴπῃ «καὶ γάρ τε ὄναρ», ὁμοίως μερικῶς εἶπε διὰ τὸ ἀπροσδιορίστως καὶ δίχαἄρθρου εἰπεῖν. ὁ δὲ εἰπών· «καὶ γὰρ τὸ ὄναρ ἢ τοὖναρ ἢ πᾶν ὄναρ» ἐκεῖνοςἁπλῶς εἶπε καὶ οὐ πρὸς μέρος ἀλλὰ καθόλου. καὶ ταῦτα μὲν ἐν τούτοις. οἱ δὲπαλαιοὶ ἐν τῷ «ἀλλ' ἄγε δή τινα μάντιν ἐρείομεν» φασὶ καὶ ὅτι κοινή πώς ἐστιτέχνη ἰατρικὴ καὶ μαντική, Μελάμπους οὖν καὶ Πολύειδος ἀμφότεροι ἐπ' ἀμφοῖνἔνδοξοι ἐγένοντο. καὶ Αἰσχύλος δέ που, φασί, τὸν ἰατρὸν μάντιν ὀνομάζει. καὶἈχιλλεὺς δὲ ἰατρικῶς νοήσας τὰ κατὰ τὸν λοιμὸν μαντικῆς δέεται. (ῃ. 62– 4) [̓ Ιστέον δὲ ὅτι τε ἐν τῷ «ἀλλ' ἄγε δή» τὸ ἄγε οὐκ ἔστι καθαρῶς ῥῆμα προστακτικόν, ἀλλ' ὡς ἐπίρρημα παρακελευσματικὸν κατὰ τὸ «φέρε, εἶα, ἄγρει, δεῦρο» καὶ τὰ τοιαῦτα. ὧν ἴδιον τὸ καὶ ἑνικοῖς καὶ πληθυντικοῖς ῥήμασισυντάσσεσθαι. καὶ ὅτι τὸ ἐρείομεν πλεονασμὸν ἔχει καὶ αὐτὸ τῆς ˉεˉι διφθόγγου. καὶ ὅτι ταὐτόν ἐστιν ἱερέα εἰπεῖν καὶ ἐμπύρων γευόμενον καὶ ἐμπύροις χρώμενονκατὰ τὸ «ἐμπύρων ἐγευόμην» καὶ «ὃς ἐμπύρῳ χρῆται τέχνῃ». καὶ ὅτι τὸ 1. 79 ὀνειροπόλος ὁμοίως τῷ οἰωνοπόλος σύγκειται. καὶ ὅτι τὸ «καὶ γάρ τ' ὄναρ ἐκ Διός ἐστιν» ἐπεμβολή ἐστι συστατική, ὡς εἴρηται, τοῦ ὀνειροπόλου. διὸ καὶαὐτοῦ δίχα εὐοδοῦται ἡ σύνταξις οὕτω· «ἀλλ' ἄγε δὴ ἐρείομεν τὸν δεῖνα ἢ τὸνδεῖνα, ὃς εἴποι ἂν διὰ τί τόσσον ἐχώσατο Ἀπόλλων», ὅ ἐστι συνεχέθη τῷ θυμῷ. ἔστι δὲ τοῦ χώσατο θέμα τὸ χῶ, ὡς καὶ τοῦ ἐρρώσαντο τὸ ῥῶ. τὸ γὰρ χώω καὶῥώω καὶ ζώω καὶ τὰ τοιαῦτα οὐ κινοῦνται εἰς μέλλοντα.] (ῃ. 65) Ὅτι ἑκατόμβηἡ θυσία οὐχ' ἁπλῶς, ἀλλ' ἡ πολυτελής, ἡ ἐξ ἑκατὸν δηλονότι κυρίως βοῶν. [ἣν δὴ καὶ «βούταν φόνον» κατὰ τὴν τραγῳδίαν ὀρθῶς εἴποι τις ἄν], ὁποίαν καὶὁ παρὰ Ἡροδότῳ θύσας Κλεισθένης εὐώχει τοὺς τῆς θυγατρὸς μνηστῆρας καὶτοὺς πολίτας· καθὰ καὶ χιλιόμβη ἡ ἀπὸ χιλίων. καταχρηστικῶς μέντοι καὶ ἡἐξ ἑκατὸν ζῴων ἤ, καιριώτερον εἰπεῖν, βοσκημάτων τοῦ τῶν βοῶν μέρουςσυνεισάγοντος καὶ τὰ λοιπά. διὸ καὶ ὁ ποιητὴς εἰπών «εἴπερ εὐχωλῆς ἐπιμέμφεται καὶ ἑκατόμβης», ἐπάγει «εἴ πως βούλεται ἡμῖν τὸν λοιγὸν ἀμῦναιἀρνῶν κνίσσης αἰγῶν τε τελείων μετασχών», ὡς τῇ ἑκατόμβῃ πάντως καὶἀρνῶν συνεισαγομένων καὶ αἰγῶν. οὕτω δὲ καὶ Σοφοκλῆς οἶδε. φησὶ γοῦν ἐν Τραχινίαις «τὰ πάνθ' ὁμοῦ ἑκατὸν συμμιγῆ βοσκήματα». συνᾴδει δὲ τῷ λόγῳτούτῳ καὶ ὁ εἰπών «ποιοῦσιν ἑκατόμβας ἑκάστου γένους Ἑλληνικῶς», ὡς καὶ Πίνδαρός φησι «πάντα θύειν ἑκατόν». τινὲς δὲ ἑκατόμβην εἶπον τὴν ἐξἑκατὸν βάσεων ἤτοι ποδῶν, ὡς εἶναι τούτῳ τῷ λόγῳ ἑκατόμβην καὶ τὴν ἐκ ζῴωνσυντελουμένην τετραπόδων πέντε πρὸς τοῖς εἴκοσι. καὶ οἱ μὲν ταῦτα εἰπόντεςὡρισμένον τι δεδηλώκασιν. ἄλλοι δὲ εἰς ἀοριστίαν τὸν λόγον ἐξαγαγόντες καὶτὸ ἑκατὸν ἀντὶ τοῦ πολλά νοήσαντες ἀορίστως ἑκατόμβην φασὶ τὴν ἐκ πολλῶνἁπλῶς ζῴων, οἷα τὸν ἑκατὸν ἀριθμὸν πολλάκις καὶ ἐπὶ τοιούτου σημαινομένουεὑρίσκοντες κείμενον, ὡς καὶ ἐν τῷ «ἑκατόνζυγος ναῦς» ἡ πολύζυγος [καὶ» ἑκατὸν δέ τε δούραθ' ἀμάξης» καὶ «ἑκατόγχειρ Αἰγαίων» καὶ «ἑκατόμπολις Κρήτη». οὐ μὴν τοιοῦτον καὶ αἱ Ἑκατόννησοι. ἐκεῖναι γὰρ ὡς Ἑκάτου ἤγουνἈπόλλωνος νῆσοι οὕτω λέγονται.] Σημείωσαι δὲ ὅπως ἐκ τοῦ αὐτοῦ μὲν παράγεται καὶ ἡ ἑκατόμβη, ὅθεν καὶ τὸ ἑκατόμβοιον, ἡ δὲ σημασία αὐτῶν πλεῖστονἔχει τὸ διάφορον, ὡς ἐν οἰκείῳ τόπῳ φανήσεται. καὶ ὅτι, εἰ καὶ πολλὰ ζῷα ἐν τῇἑκατόμβῃ, νικᾷ ὅμως τὸ τοῦ βοὸς ὄνομα διὰ τὸ τίμιον, ὃς καὶ ὀψέ ποτε κατήρχθη 1. 80 σφάζεσθαι τυπούμενος καὶ ἐν νομίσμασιν. Ἰστέον δὲ ὅτι ἐν τῷ «εὐχωλῆςἐπιμέμφεται» λείπει τὸ ἕνεκεν, ἵνα λέγῃ, ὅτι ἐπιμέμφεται ἡμῖν ἕνεκεν εὐχῆς. καὶ τοῦτο δηλοῖ ὁ ποιητὴς καὶ ἐν τοῖς ἑξῆς εἰπών· «οὔτε εὐχῆς οὔτε ἑκατόμβηςἐπιμέμφεται, ἀλλ' ἕνεκ' ἀρητῆρος» ἐπιμέμφεται δηλαδή. [ἰστέον δὲ ὅτι τὸ» ἑκατόμβης ἐπιμέμψασθαι» «ἱρῶν μηνίσαι» φησὶν ἐν τοῖς ἑξῆς.] (ῃ. 66) Τὸ δὲἀρνῶν κατὰ τοὺς παλαιοὺς οὐκ ἀπὸ μονοσυλλάβου εὐθείας κλίνεται– ἄρρητοςγὰρ ἡ τοιαύτη– ἀλλ' ἔστιν εὐθεῖα δισύλλαβος ἀρήν ἀρῆνος καὶ ἐξ αὐτοῦ κατὰσυγκοπὴν τὸ ἀρνός ἀρνί καὶ ἡ λοιπὴ κλίσις. ἐτυμολογεῖται δὲ ἡ λέξις παρὰ τὴνἀράν, ὅ ἐστι τὴν εὐχήν, ὅτι τε ἐν εὐχαῖς παρελαμβάνετο τὸ ζῷον θυόμενον καὶὅτι καὶ ἄλλως εὐκταῖον ἦν ἡ τῶν τετραπόδων κτῆσις τοῖς παλαιοῖς. κνίσσα δὲλέγεται μὲν καὶ ἐπὶ λίπους καὶ ἄλλων τινῶν, ἐνταῦθα δὲ ἡ λέξις τὴν ἀπὸκρεάτων ὀπτωμένων ἀνάδοσιν δηλοῖ τοῦ καπνοῦ. ὅτι δὲ ἡ κνίσσα καὶ δι' ἑνὸςˉσ γράφεται καὶ ἐκτείνει τὴν παραλήγουσαν καὶ ἐκ τοῦ κνῶ κνίζω γίνεται κατὰτὸν Ἡρωδιανόν, δηλοῦται καὶ ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν. τὸ δὲ τελείων οὐ μάτην ὁ ποιητὴς προσέθετο– οὐδεμίαν γὰρ λέξιν εἰκῇ παραρρίπτειν οἶδεναὐτός– ἀλλ' ὅτι τοῖς θείοις ὡς τελείοις προσάγειν χρὴ τέλεια. ἢ καὶ πρὸςἀντιδιαστολὴν εἶπε τοῦτο τῶν ἀρνῶν οὐ τελείων ὄντων. ἀτελεῖς γὰρ οἱ ἄρνες ἔτι. ὁ μέντοι ἀρνειὸς τέλειός ἐστιν, ὡς καὶ ἐν Ὀδυσσείᾳ δηλοῖ ὁ ποιητής. (ῃ. 67) [Λοιγὸς δὲ ὁ ὄλεθρος ἢ ἀπὸ τοῦ λείπω κατὰ τοὺς παλαιούς, ὅθεν καὶ ὁ λοιμός, φασίν, ὁ κατά τε νόσον καὶ ὁ φθορεύς. ἢ μᾶλλον παρὰ τὸ λέγω ὁ λέγων, ὅ ἐστικοιμίζων εἰς θάνατον. μάλιστα δὲ παρὰ τὸ ὀλίγος μεταθέσει τοῦ ˉο, ὁ ὀλιγῶντοὺς ζῶντας. εἰσὶ δὲ καὶ ἕτεραι μεταθέσεις τοιαῦται, ἐν αἷς φανεῖται εἶναι καὶ ὁλοῖσθος. ἐκ δὲ τοῦ λοιγός καὶ ὁ βροτολοιγὸς καὶ ὁ ἀθηρηλοιγὸς καὶ τὸ λοίγιον.] ἀμῦναι δὲ λέγει τὸ ἀπροφασίστως βοηθῆσαι δίχα μύνης, ὅ ἐστι προφάσεως. μύνην γὰρ ἐν Ὀδυσσείᾳ ὁ ποιητὴς λέγει τὴν πρόφασιν. (ῃ. 68) Ὅτι ὁ ˉἤˉτˉοˉι καὶ ὁ ˉμˉεˉν ἄλλως ἀδιάφοροι ὄντες ὅμως διαφέρουσι, καθότι ὁ μὲν ἤτοι ἐν καταρχῇἀεὶ λόγου τίθεται, οἷον «ἤτοι ὅ γ' ὣς εἰπὼν κατ' ἂρ ἕζετο». ὁ δὲ ˉμˉεˉν σύνδεσμοςοὐ πίπτει ποτὲ ἐν λόγου ἀρχῇ, οἷον «ἀλλὰ σὺ μὲν ταύτην θεῷ πρόες». καὶ ὁ μὲν 1. 81 ˉἠˉτˉοˉι ποιητικός ἐστιν, ὁ δὲ ˉμˉεˉν τῆς κοινῆς φράσεως. τοιοῦτον δέ τι καὶ περὶ τοῦˉἀˉτˉαˉρ καὶ ˉαˉὐˉτˉαˉρ καὶ ˉδˉε ῥηθήσεται. [Ἰστέον δὲ ὡς οἱ μεθ' Ὅμηρον τὸ ἤτοι χυδαϊστὶ μὲν ἑρμηνευτικὸν οἴονται σύνδεσμον, καθὰ καὶ τὸ ἤγουν καὶ εἴτ' οὖν, ἀκριβῶς δὲ νοήματα διαζευγνύουσιν ἐν αὐτῷ, οἷον «ἤτοι τέθνηκεν ἢ ζῇ» καὶ» ἤτοι ἄνθρωπος ἦν ἢ ἕτερον ζῷον». (ῃ. 69) Ὅτι τὸν Θεστορίδην Θεστόρειονκτητικῶς λέγει ὁ Σοφοκλῆς.] (ῃ. 70) Ὅτι τὸ ᾔδη ἀντὶ τοῦ ἠπίστατο διὰ τῶνδύο ˉη παρὰ τῷ ποιητῇ γράφεται δι' αἰτίαν τοιαύτην. ἔθος τοῖς Ἀττικοῖςπολλάκις τὴν διὰ τοῦ ˉε καὶ ˉι δίφθογγον διὰ τοῦ ˉη καὶ ˉι προάγειν καὶ οὐ μόνονἐν τῷ ἱερῇς καὶ βασιλῇς καὶ ἱππῇς, ἀλλὰ καὶ ἐπὶ ῥημάτων, ὡς ὅτε τοῦ ᾔκαζοντὴν ἄρχουσαν διὰ τοῦ ˉη προάγουσιν· ὁμοίως δὲ καὶ τοῦ ᾔειν, ὃ δηλοῖ τὸ ἦλθον. ὥσπερ γὰρ ἀπὸ τοῦ εἰκάζω τὸ ᾔκαζον, οὕτω καὶ ἀπὸ τοῦ εἴω, τὸ πορεύομαι, τὸᾔειν προάγεται, τῶν μὲν ἐνεστώτων ἐχόντων τὴν διὰ τοῦ ˉε καὶ ˉι γραφὴν, τῶνδὲ ἀπ' αὐτῶν παρῳχημένων διὰ τοῦ ˉη καὶ ˉι τὴν τῆς ἀρχούσης ἀπαρτιζόντωνδίφθογγον. κατὰ τὸν ὅμοιον δὴ τρόπον καὶ τὸ ᾔδειν, ὃ δηλοῖ τὸ ἠπιστάμην, ἀπὸ τοῦ εἴδω, τὸ ἐπίσταμαι, γεγονός, ὅμως ἐν τῇ παραληγούσῃ κατὰ τὴνπαλαιὰν καὶ αὐτὸ Ἀτθίδα τὸ ˉη μετὰ τοῦ ˉι ἔχει. καὶ οὕτω μὲν καθίσταται ἡπαραλήγουσα. ἡ δὲ λοιπὴ σκευωρία τοῦ ῥήματος τοιαύτη ἐστίν. ἔθος Ἰωνικὸνἐκράτησε τοὺς ἐνεργητικοὺς ὑπερσυντελίκους διὰ τοῦ ˉε καὶ ˉα προάγειν κατὰτὴν λήγουσαν τοῦ πρώτου προσώπου τῶν ἑνικῶν. τὸ γοῦν ἐπεποιήκειν πεποιήκεάφασιν Ἴωνες καὶ τὸ ἐτετύφειν τετύφεα καὶ τὸ ᾔειν ἤϊα, οἷον «ἤϊα πολλὰγουνούμενος». ὡσαύτως καὶ τὰ λοιπά. οὕτω γοῦν καὶ τὸ ᾔδειν διαλύοντεςᾔδεα λέγουσιν, ὡς τὸ «εἰ γὰρ ἐγὼ τάδε ᾔδεα». τούτου δὲ κερασθέντος γίνεταιᾔδη ἐν πρώτῳ προσώπῳ καὶ δηλοῖ τὸ ἠπιστάμην, οἷον «ᾔδη ἐγώ» τουτέστινἐγίνωσκον. καὶ εἰσὶ τούτου χρήσεις παρά τε ἄλλοις καὶ Σοφοκλεῖ. τοῦ τοίνυνπρώτου προσώπου τοῦ ᾔδεα τὸ ˉε καὶ τὸ ˉα εἰς ˉη κεράσαντος ἐκβαίνει καὶ τὸτρίτον ὁμόφωνον καὶ διὰ τοῦτο καὶ τὴν αὐτὴν ἔχει γραφήν. εἰ δὲ ἀδύνατον 1. 82 κατὰ τὴν αὐτὴν διάλεκτον καὶ τὸν αὐτὸν ἀριθμὸν ὁμοφωνεῖν τὸ τρίτον τῷπρώτῳ, ἀλλ' ὁ τοιοῦτος κανὼν ἐπὶ τῶν ἀσυναιρέτων ῥημάτων εἴρηται. τὰ δὲσυναιρεθέντα, ἐπεὶ πάσχουσι καὶ οὕτω τῆς πρωτοτυπίας κατ' ἀνάγκην ἐκπίπτουσιν, οὐδὲ τὴν τοῦ κανόνος φυλάττουσι παρατήρησιν. Ἐνταῦθα δὲ ἰστέον καὶὡς ἔθος πολλάκις τῷ ποιητῇ, ὁπηνίκα τὴν ἀρχὴν προσώπου μνησθείη τινὸς ἢἐπιφανοῦς ἢ ἄλλως αὐτῷ χρησίμου, λαλεῖν τι περὶ αὐτοῦ ἐγκωμιαστικὸν καὶοὕτως αὐτὸ ἐγγράφειν καὶ οἷον ἐγκαθίζειν εἰς μνήμην ταῖς τῶν ἀκροωμένωνψυχαῖς. καὶ τοῦτο πολλαχοῦ μὲν ποιήσει, ἄρχεται δὲ τῆς τοιαύτης μεθόδουἐνταῦθα πρῶτον ἀπὸ τοῦ Κάλχαντος. γένος τε γὰρ αὐτοῦ ἐκτίθεται Θεστορίδηνλέγων αὐτόν, καὶ τέχνην, ὅτι δηλαδὴ μάντις ἄριστος. [«ᾔδη γάρ», φησί, «τά τ' ἐόντα» καὶ ἑξῆς.] καὶ γὰρ ἐκ Μελάμποδος ἱστορεῖται κατάγεσθαι τοῦ ἐξοχωτάτου ἐν μάντεσιν, ὡς ἐν Ὀδυσσείᾳ ἱστόρηται. ἡ δὲ τοιαύτη τῷ ποιητῇ μέθοδοςἀφορμὴ γίνεται τοῦ πολλὰ ἱστορεῖν. ἐν γὰρ τοιούτοις τόποις καὶ γενεαλογεῖκαὶ τοπογραφεῖ καὶ πράξεις ἀρχαίας ἐκτίθεται καὶ ἄλλα καλὰ μυρία ποιεῖ. περίπυστος δὲ τὰ εἰς μαντικὴν ὁ Κάλχας, εἰ καὶ τὰ εἰς τελευτὴν ἐδυστύχησεν· ὃς Μόψῳ, τῷ ἐγγόνῳ Τειρεσίου, περιτυχὼν περί που Κολοφῶνα κατὰ τὸν Γεωγράφον– ἄλλοι γὰρ ἄλλως ἱστόρησαν– καὶ ἡττηθεὶς ἐπὶ μαντικῇ διὰ λύπηνἀπέθανε σφαλεὶς μὲν τοῦ ἀριθμοῦ τῶν ὀλόνθων τοῦ ἐρινεοῦ, ὡς καὶ Λυκόφρωνἱστορεῖ, οἳ τὸν ἀριθμὸν ἦσαν μύριοι κατὰ τὴν ἱστορίαν τοῦ Γεωγράφου, μέτρῳ δὲ μέδιμνος ἑνὸς ὀλόνθου περιττεύοντος· ἀστοχήσας δέ, φησί, καὶ τοῦπροβλήματος τῆς ὑός, ἥτις τρεῖς εἶχε χοίρους, ὧν ἡ μία θῆλυς. ὅτι δέ τινέςφασιν ἐν τῇ τοῦ Κάλχαντος Ὁμηρικῇ γενεαλογίᾳ στίχους ἐκλελοιπέναι, ὁ Πορφύριος ἱστορεῖ ἐκτιθέμενος καὶ στίχους δύο, ἐν οἷς Εὐβοεύς τε φαίνεταιεἶναι καὶ Ἄβαντος ἀπόγονος. [Ὅτι δὲ κάλχη ἡ πορφύρα καὶ ἀπ' αὐτῆς Κάλχας, ὁ ἢ πορφύρων, ὅ ἐστιν ἐν βάθει βυσσοδομεύων μαντικὰ ἢ ἀλλοῖά τινα, ἢ ὁκατὰ χρόαν οἷον κάλχεος ἤγουν πορφύρεος καθ' ὁμοιότητα τοῦ Ὁμηρικοῦ Φοίνικος· καὶ ὅτι καλχαίνειν ἔπος ἢ τὸ πορφύρειν κατὰ νοῦν βύθιον ὡς ἐκ τῆςκάλχης ἢ τὸ μαντεύεσθαι ὡς ἐκ τοῦ Κάλχαντος, δῆλον ἀπὸ τῶν παλαιῶν. ὅτι δὲὁ οἰωνοπόλος καὶ οἰωνόμαντις λέγεται καὶ οἰωνοθέτης καὶ οἰωνιστής, δηλοῦσινοἱ παλαιοί, παρ' οἷς καὶ ἡ ὀνειροκριτικὴ περιφραζομένη μαντεία λέγεται» βροτῶν δεινοῖς ἐν ὀνείροις».] Ὅτι ἀρετὴ μάντεως εὐδοκίμου, εἰδέναι τὰκατὰ τὴν χρονικὴν τριμέρειαν. διὸ καὶ ὁ ποιητὴς ἐπαινῶν τὸν Κάλχαντα ὡς 1. 83 εὖ εἰδότα τῆς μαντικῆς φησιν· «ὃς ᾔδη τά τ' ἐόντα τά τ' ἐσσόμενα πρό τ' ἐόντα» ἤτοι τά τε ἐνεστῶτα τά τε μέλλοντα καὶ τὰ προγενόμενα. ὅρα δὲ ὅπωςἀπὸ τοῦ ἐνεστῶτος ἀρξάμενος πρεσβεῖόν τι τῷ τοιούτῳ χρόνῳ χαρίζεταικαὶ οὕτως ἐντρέπει τοὺς ἐξοστρακίζοντας τὸν ἐνεστῶτα καὶ μόνον παρῳχημένονχρόνον καὶ μέλλοντα δοξάζοντας. Ἰστέον δὲ ὅτι παρὰ μὲν τοῖς ὕστερον ὢνλέγεται καὶ ὄντα καὶ τὰ ὅμοια, παρὰ δὲ τῷ ποιητῇ ἀναλόγως μάλιστα μετὰ τοῦˉε ἀεὶ τὰ τοιαῦτα προφέρονται· ἐών γὰρ λέγει καὶ ἐόντα καὶ αἰὲν ἐόντες καὶ ἀγέραστος ἔω καὶ τὰ ἄλλα ὁμοίως. καὶ ἔχει οὕτως ἡ ἀκολουθία τῶν λέξεων. ἔστιγὰρ ἔω ῥῆμα, οὗ ὁ μέλλων ἔσω, δεύτερος ἀόριστος ἦον, ἡ μετοχὴ ἐών, ἐξ οὗ τὸἐόντος καὶ ἐόντα καὶ ἐοῦσα καὶ τὰ λοιπά. (ῃ. 71) Ὅτι τὸ ἡγεῖσθαι ἐπὶ μὲνἀρχῆς τινος λαμβανόμενον καὶ ἐξουσίας γενικῇ φαίνεται συντάσσεσθαι, οἷον ὁἈγαμέμνων ἡγεῖται τῶν Ἑλλήνων. [ἐπὶ δὲ προοδεύσεως καὶ ὁδηγίας δοτικῇ μάλιστα συντάσσεται, ὡς τὸ «Κάλχας ἡγήσατο ταῖς ναυσί» τῶν Ἑλλήνων] εἰς Τροίαν. τοῦτο δὲ καὶ ἀφηγεῖσθαι παρὰ τοῖς ὕστερον λέγεται. ταὐτὸν γὰρπαρ' αὐτοῖς τὸ ἡγεῖσθαι καὶ προηγεῖσθαι καὶ ἀφηγεῖσθαι, [ναὶ μὴν καὶ τὸἐξηγεῖσθαι.] Σημείωσαι δὲ ὅτι τὸ τοιοῦτον ἐλλειπτικῶς ἐρρέθη, ὡς ἐάν γε κατὰτὸ πλῆρες λεχθείη καὶ αὐτὸ γενικῇ συντάσσεται. ἔστι γὰρ τὸ ὅλον τοιοῦτον. Κάλχας ἡγήσατο ταῖς ναυσὶ τοῦ πρὸς τὴν Τροίαν πλοῦ. ὁμοίως δὲ συμβιβάζεται καὶ τὸ «Ποσειδῶν ἡγεῖται τοῖς πλέουσι» καὶ ὅσα τοιαῦτα. περὶ δὲ τῆςτοιαύτης συντάξεως καὶ τῆς τοῦ ἀνάσσειν καὶ τοῦ ἄρχειν καὶ ἐν τοῖς ἑξῆςῥηθήσεται. [ἰστέον δὲ ὡς οἱ μεθ' Ὅμηρον ἔστιν ὅτε καὶ ἀντὶ τοῦ οἴεσθαι τὸ ἡγεῖσθαι τιθέασιν.] Ὅτι οὐ μόνον διὰ τοῦ ˉι αἱ ἐπεκτάσεις εἰσίν, ὡς ἐν τῷ οὑτωσίκαὶ ταυτί καὶ νυνί, [ἔτι δὲ καὶ διὰ τῆς ˉδˉε συλλαβῆς, ὡς προείρηται,] καὶ διὰ τῆςˉθˉα δὲ ὁμοίως, ὡς δηλοῖ τὸ ἔφησθα, ἦσθα, ἐθέλῃσθα καὶ τὰ τοιάδε, ἀλλ' οἵ γεπαλαιοὶ καὶ τὸ ˉω τὸ μέγα ἔν τε ἄλλοις καὶ ἐν τῷ «Ἴλιον εἴσω» ἐπέκτασιν εἶναίφασι νοοῦντες τὸ εἴσω ἀντὶ αὐτῆς ἐκείνης τῆς ˉεˉἰˉς προθέσεως. τοῦτο δὲ οὐδὲνκαινόν, ἐὰν καὶ ἀντὶ ἐπιρρήματός τις νοήσῃ διφορουμένου κατὰ τὴν σύνταξιν. ὥσπερ γὰρ ἀπὸ τῆς ˉἐˉξ προθέσεως ἀεὶ γενικῇ συντασσομένης τὸ ἔξω ἐπίρρημαγενόμενον ἀεὶ καὶ αὐτὸ τὴν γενικὴν ἔχει σύνταξιν, οὕτως οὐδὲν παράλογον, εἰκαὶ τὸ εἴσω γενόμενον ἀπὸ τῆς ˉεˉἰˉς προθέσεως διφορουμένης ἐν τῇ συντάξειδιφορεῖται καὶ αὐτὸ καθ' ὁμοίωσιν ἐκείνης. καὶ ἐπείπερ ἡ ˉεˉἰˉς πρόθεσις καὶαἰτιατικῇ κοινῶς οἶδε συντάσσεσθαι, ναὶ μὴν ἀλλὰ καὶ γενικῇ Ἀττικῶς, ὡς τὸεἰς Ἅιδου, διὰ τοῦτο καὶ τὸ εἴσω ποτὲ μὲν οὕτω συνταχθήσεται «Ἴλιον εἴσω», ποτὲ δὲ ἄλλως, οἷον «εἴσω τοῦ οἴκου». (ῃ. 72) [Ὅτι πρὸς ὁμοιότητα τοῦ τοξοσύνη, βριθοσύνη καὶ ἑτέρων ὁμοίων, ἃ ἐν τοῖς ἑξῆς φανεῖται, λέγει Ὅμηρος ἐνταῦθαμαντοσύνην τὴν μαντικὴν τέχνην, εἰπών, ὡς ἡγήσατο Κάλχας νηυσὶν Ἀχαιῶν 1. 84 εἰς Ἴλιον, οὐ πειραθεὶς ἄλλως τοῦ τόπου, ἀλλά «ἣν διὰ μαντοσύνην, τήν οἱ πόρενἈπόλλων», ὡς ἐπιστατῶν καὶ μαντικῆς, καθὰ πολλαχοῦ φαίνεται, οἷα ἥλιος. τὸ δέ «ἣν διὰ μαντοσύνην» ἀντὶ τοῦ διὰ ἰδίαν μαντικήν. καὶ ἔστιν ἡ σύνταξιςτρόπου ποιητικοῦ, ὃς λέγεται μὲν ἀναστροφή, κεῖται δὲ μυριαχοῦ τῆς ποιήσεως. τοιοῦτον δὲ καὶ πρὸ τούτων τὸ «βῆ δὲ κατ' Οὐλύμποιο» ἀντὶ τοῦ κατέβη. καὶἀλλαχοῦ «βῆ δὲ κατ' Ἰδαίων ὀρέων» καὶ παρ' Ἡσιόδῳ τὸ «ὅν τε διά» ἤγουν δι' ὅν. (ῃ. 74) Ὅτι ὁ τοῖς ῥηθεῖσιν ἐπενηνεγμένος στίχος τρίβραχυν ἔχων πόδαἐν τῷ «Διῒ φίλε», λαγαρός ἐστι. θεραπεύεται δὲ τὸ πάθος ἀπ' ἐναντίας τῷπροκοιλίῳ. ἐκεῖνο μὲν γὰρ ἡ συνίζησις ἰᾶται, τοῦτο δὲ ἡ ἔκτασις τῆς ληγούσηςτοῦ «Διΐ» ἐκ τοῦ σφηκώδους τῆς ἐν τῷ διχρόνῳ βραχύτητος διαφυσᾷ οἷον πρὸςὄγκον σπονδειακόν.] (ῃ. 75) Ὅτι οὐχ' ὁμοίως τῷ ποιητῇ σεμνοί εἰσιν ἐν τοῖςμύθοις οἱ μετ' αὐτὸν ποιηταί. ποῦ γὰρ σεμνὸν Ὁμήρου ἑκατηβελέτην εἰπόντοςτὸν Ἀπόλλωνα μυθεύεσθαι τὸν Σιμωνίδην, ὡς ἑκατὸν βέλεσιν ἀνεῖλεν ὁ Ἀπόλλων τὸν ἐν Πυθοῖ δράκοντα, δέον ὂν μιᾷ βολῇ νεκρῶσαι τὸ θηρίον· οὐ γὰρἀρετὴ τοξότου τὸ πολλὰ βαλόντα βλάψαι. οὔκουν ἑκατηβελέτης ὁ τοιοῦτος, ἀλλ' ὁ ἕκαθεν βάλλων. τοῦτο γὰρ ἰδιότης τοξεύοντος. διὸ καὶ ἑκάεργος ὁαὐτός, ὡς ἕκαθεν εἴργων. δύο οὖν ὄντων ἐπιρρημάτων τοῦ ἑκάς καὶ ἕκαθεν ἀπὸμὲν τοῦ ἑκάς ἑκηβόλος λέγεται, ἀπὸ δὲ τοῦ ἕκαθεν ἑκατηβελέτης. εἰ δέ τιςἑκατηβελέτην Ἀπόλλωνα εἰπεῖν θέλει ὡς ἀπὸ ἑκατὸν βελῶν, κάλλιον οὕτωςεἰπεῖν αὐτόν, ὡς ἑκατὸν ἤγουν πολλὰ ἔχοντα βέλη. διὸ καὶ Πίνδαρος εὐρυφαρέτραν αὐτὸν λέγει. (ῃ. 76) Ὅτι τὸ ἐγώ συμφώνου μὲν ἐπιφερομένου ἀπρόσληπτόν ἐστι τοῦ νῦ, φωνήεντος δὲ ἐπαγομένου ἐφέλκεται ˉν παρὰ τῷ ποιητῇ, οἷον» τοιγὰρ ἐγὼν ἐρέω». ἔστι δὲ τὸ τοιγάρ ἀντὶ τοῦ τοιγαροῦν, ὅπερ καὶ τοίνυν καὶτοιγάρτοι λέγεται. οὕτω καὶ τὸ ˉνˉυ παραπληρωματικὸν ἀντὶ τοῦ ˉδˉη σπανιώταταμέν, γίνεται δ' ὅμως ἐφελκυστικόν ποτε τοῦ ˉν καὶ αὐτὸ καὶ οὐ μόνον ἐν τῷτοίνυν, ἀλλὰ καὶ παρ' Εὐριπίδῃ ἐν τῷ «σῶσόν νυν αὐτὸν μήδ' ἔρα τοῦ πλησίον». ἐπὶ δὲ τοῦ ˉκˉε παραπληρωματικοῦ καὶ τῶν εἰς ˉθˉεˉν ἐπιρρημάτων ἐκδηλότερος ὁ τοιοῦτος ἐφελκυσμός. (ῃ. 77– 83) Ὅτι ὁ Κάλχας οἷα μάντις εἰδὼς τὸ τῆς δημηγορίαςἀποτέλεσμα καὶ ὅτι μεγάλα λυπήσει τὸν βασιλέα, ἐφ' οἷς ἐρεῖ, οὐκ εὐθὺς ἅματῷ τοῦ Ἀχιλλέως λόγῳ τὴν τοῦ λοιμοῦ αἰτίαν ἐκτίθεται, ἀλλὰ πρῶτα μὲν οἷονἀπολογεῖται ὡς οὐχ' ἑκὼν λαλῶν, ἀλλὰ διὰ τὸ τὸν Ἀχιλλέα κελεύειν τὸν Διῒ 1. 85 φίλον. εἶτα καὶ τὸ δέος ἐνδεικνύμενος τὸ πρὸς τὸν βασιλέα, θεραπεύων δὲ καὶ τὸπλῆθος, ὡς φόβῳ τοῦ ἄρχοντος μὴ φθάσας προειπεῖν τὰ κακά, ἑπτὰ ταῦτα ἐκτοῦ Ἀχιλλέως ἀπαιτεῖ προασφαλιζόμενος ἑαυτόν· συνθήκην ἐπὶ βοηθείᾳ, εἴτινα λυπήσει ἐφ' οἷς εἴπῃ. «σύνθεο γάρ», φησί. καὶ συνθήκην οὐχ' ἁπλῶς, ἀλλὰ ἔνορκον. φησὶ γάρ «καί μοι ὄμοσον». καὶ βοήθειαν οὐ τὴν τυχοῦσαν ζητεῖ, ἀλλὰ ψυχῇ ὅλῃ καὶ μὴ ἄχρι μόνον ἀφοσιώσεως. «ὄμοσον γάρ», φησί, «πρόφρωνμοι ἀρήξειν». καὶ οὐδὲ ἀτελῶς βοηθηθῆναι θέλει, οἷον λόγοις ψιλοῖς ἢ ἔργοιςμόνοις, ἀλλὰ καὶ ἐν ἔπεσιν, εἴπερ παρά τινος ὑβρίζοιτο, καὶ ἐν χερσίν, εἴ τιςτύπτειν ἐθέλει αὐτόν· εἶτα δὴ τὴν κορυφαίαν ἀξίωσιν ἐπιτιθεὶς ἀπαιτεῖ καὶκατὰ παντὸς προσώπου βοηθῆσαι αὐτῷ, κἂν μέγιστον ἐκεῖνο εἴη. «ὀΐομαι γάρ», φησίν, «ἄνδρα χολωσέμεν, ὃς μέγα πάντων Ἀργείων κρατέει καί οἱ πείθονταιἈχαιοί». προσαπαιτεῖ δὲ καὶ μὴ τὴν σήμερον, ἀλλὰ καὶ εἰς τὸ μέλλον ἐπάρηξιν. τοῦτο γὰρ δηλοῖ τὸ «εἴπερ γάρ τε χόλον γε καὶ αὐτῆμαρ καταπέψῃ, ἀλλά γε καὶμετόπισθεν ἔχει κότον, ὄφρα τελέσσῃ, ἐν στήθεσσιν ἑοῖς». μονονουχὶ γὰρ λέγει, ὡς οὔ μοι χρεία τῆς πρὸς τὸ παρὸν βοηθείας, ἀλλὰ τῆς εἰς τὸ μέλλον μάλιστα, εἴγε τοιοῦτον ἄνδρα μέλλω λυπήσειν, ὃς ἀμύνασθαί με καὶ μετὰ ταῦτα δύναται. εἶτα ἐπὶ πᾶσιν, ὡς ἀπαιτήσας μεγάλα, ἐπάγει «σὺ δὲ φράσαι, εἴ με σαώσεις», τουτέστιν, εἰ δυνηθείης οὕτω μεγάλῳ πράγματι ἀντικαταστῆναι καὶ προσώπῳ, ἐξ οὗ κίνδυνός μοι καραδοκεῖται. ἑπτὰ οὖν, ὡς ἔφαμεν, ὁ Κάλχας ἐξ Ἀχιλλέωςἀπῄτησε· συνθήκην, ὅ ἐστι συμφωνίαν, καὶ ταύτην ἐνώμοτον, ναὶ μὴν καὶὁλόψυχον. ἔτι δὲ καὶ ἐν λόγοις, ἀλλὰ δῆτα καὶ ἐν ἔργοις, καὶ ἐπὶ παντὶ δὲ προσώπῳ καὶ οὐδ' ἐπ' ὀλίγον ἀλλ' ἐπὶ μακρόν. καὶ οὕτω μὲν ὁ Κάλχας. (ῃ. 86– 91) Ὁδὲ Ἀχιλλεὺς συντομώτατα ποιῶν τὸ ἀπαιτηθὲν τὰ μὲν πρῶτα ὄμνυσι καὶ οὕτωσυνθήκην πληροῖ καὶ ταύτην ἐνώμοτον ἐν τῷ «οὐ μὰ γὰρ Ἀπόλλωνα Διῒ φίλον». καὶ τὸ πρόφρων ἀρήξειν βεβαιοῖ. οὐ γὰρ ἂν ὤμνυεν, εἰ μὴ βοηθεῖν ἤθελεν. ἐν δὲτῷ «οὔτις ἐμεῦ ζῶντος καὶ ἐπὶ χθονὶ δερκομένοιο σοὶ κοίλαις παρὰ νηυσὶβαρείας χεῖρας ἐποίσει συμπάντων Δαναῶν, οὐδ' ἢν Ἀγαμέμνονα εἴπῃς, ὃςνῦν πολλὸν ἄριστος ἐνὶ στρατῷ εὔχεται εἶναι» τὰ λοιπὰ τέσσαρα βεβαιοῖ. τὸ ἐνἔπεσιν ἀρήξειν καὶ τὸ ἐν χερσὶ καὶ τὸ εἰς πᾶν πρόσωπον καὶ τὸ μὴ μόνον πρὸςτὸ παρὸν ἀλλὰ καὶ εἰς τὸ μέλλον. ἐν μὲν γὰρ τῷ «οὔτις σοι παρὰ νηυσὶ βαρείαςχεῖρας ἐποίσει» καὶ τὸ ἔργοις βοηθῆσαι παραδηλοῖ, πολλῷ δὲ πλέον καὶ τὸ ἐνλόγοις. ὁ γὰρ ἐν τῷ μείζονι βοηθῆσαι ὑποστάς, ἐν τῇ τῶν χειρῶν δηλαδὴβίᾳ, πολλῷ πλέον ὑποστήσεται τὸ ἔλαττον ἤγουν τὸ ἀμῦναι ὑβριζομένῳ τῷ Κάλχαντι. ἐν δὲ τῷ «οὔ τις συμπάντων Δαναῶν, οὐδ' αὐτὸς Ἀγαμέμνων» τὸ ἐπὶ παντὶ προσώπῳ ἀρήξειν ἐδήλωσε. τὸ δέ «ἐμοῦ ζῶντος» καὶ ἑξῆς τὴν εἰς τὸμέλλον ἐμφαίνει συγκρότησιν. καὶ ταῦτα μὲν οὕτως. Ὅρα δὲ ὅπως ὁ Ἀχιλλεὺς συνετώτατα τὴν δημηγορίαν μεταχειριζόμενος ποιεῖ μὲν ὅσα ὁ Κάλχαςἀπῄτησε, προσδιορίζεται δέ τι ὅμως ἄξιον λόγου συνθέμενος μὲν ὁρκωμοτικῶςπρόφρων ἔπεσι καὶ χερσὶν ἀρήξειν κατὰ παντὸς ἀνθρώπου καὶ εἰς τὸ μέλλον, κολάσας μέντοι τὴν εἰς τὸ μέλλον βοήθειαν ἀπό τινος χρονικοῦ καὶ τοπικοῦἐπιρρήματος, χρονικοῦ μὲν ἐν τῷ «οὔ τις ἐμοῦ ζῶντος καὶ ἐπὶ χθονὶ δερκομένοιο», ὅ ἐστι φαινομένου· οἱονεὶ γὰρ λέγει, ὅτι οὐκ εἰσαεὶ κατὰ τὸ μέλλον θήσω σοι, ἀλλ' ἕως ἂν ζῶν περίβλεπτος ὦ καὶ ἐπιφανῶς ἔχω. τοπικοῦ δὲ ἐντῷ «κοίλαις παρὰ νηυσί» μονονουχὶ λέγων, ὅτι καὶ ζῶν καὶ φαινόμενος οὐδ' οὕτω διόλου ἐπαρήξω σοι, ἀλλ' ἕως ἐνταῦθα ἐν τῇ Τροίᾳ ἐσμέν. οὐ γὰρ δήπουκαὶ εἰς τὴν Φθίαν ἀπονοστήσας ὀφειλέτης σοι τῆς ἀρωγῆς ἔσομαι. ἐπεὶ δὲοὗτος ὁ λόγος ἀπέκναιε τὸν Κάλχαντα, ἐπάγει εὐθὺς ὁ Ἀχιλλεὺς καὶ θεραπείανεἰπών· «ὃς νῦν ἄριστος ἐν στρατῷ εὔχεται εἶναι», οἱονεὶ λέγων, ὅτι ἐὰν ἐνταῦθαβοηθήσω σοι, ἔχεις τὸ πᾶν. καὶ γὰρ ἐν ταῖς ναυσὶν ἔστι σοι χρεία τῆς ἀρωγῆςκαὶ οὐχ' ὕστερον μετὰ τὴν τοῦ πολέμου λύσιν. νῦν γὰρ ἄριστος ὁ Ἀγαμέμνων, ὡς αἱρετὸς εὐρυκρείων τυγχάνων, ὕστερον δὲ Μυκήνης μόνης ἐσόμενοςβασιλεύς. καὶ ὅρα, ὅπως ἔχῃ τι οὐκ ὀλίγον αὐστηρότητος ὁ τοῦ Ἀχιλλέωςοὗτος λόγος. οὔτε γὰρ εἶπεν ἀπολύτως, ὅτι ὁ Ἀγαμέμνων ἄριστος, ἀλλὰ νῦνἄριστος. καὶ οὐδὲ ὅτι ἄριστός ἐστιν, ἀλλὰ εὔχεται εἶναι τουτέστιν ᾄδεται, λέγεται· καὶ οὐδὲ ἄριστος ἁπλῶς, οἷον καὶ γένει καὶ ἀνδρίᾳ καὶ παρὰ ὅλοις Ἕλλησιν, ἀλλὰ ἐν τῷ στρατῷ. ἑαυτὸν δὲ προϊὼν ἐρεῖ τοιοῦτον ἐν τῷ «ἄριστονἈχαιῶν οὐδὲν ἐτίμησας» τουτέστιν ἐμὲ τὸν καὶ βασιλέα καὶ ἀνδρειότατον καὶεὐγενέστατον. διὸ καὶ ὁ Ἀγαμέμνων συνάγει χόλον τινὰ καὶ ἐν τούτοις. πικρὰγὰρ τά τε ἄλλα καὶ τὸ «οὐδ' ἢν Ἀγαμέμνονα εἴπῃς», εἰ καὶ παράκειται οἷονγλυκύ τι «τὸ ἄριστος ἐν στρατῷ», ὃ καὶ αὐτὸ ἔχει τι πικρίας, ὡς εἴρηται. (ῃ. 88 ς.) Σημείωσαι δὲ ὅτι καὶ τὸ «οὔτις σοι βαρείας χεῖρας ἐποίσει» εὐστόχως συνεφωνήθη παρὰ τοῦ Ἀχιλλέως. μονονουχὶ γὰρ λέγει ὡς οὐ μέχρι καὶ τῶν σμικροτάτων καταγενήσεται τῶν ἐχθραινόντων τῷ Κάλχαντι. τοῦτο γὰρ ἀγεννὲς καὶψοφοδεές, οἷον εἴ τις ἀπειλεῖται ἢ δακτύλων δείξεσιν ἐρεθίζει ἢ χεῖρας ἐπισείει. ἀλλὰ κατὰ βαρείας χειρῶν ἐπαγωγῆς ἐνστήσεται. διὸ οὐδὲ τὸ ἔπεσι βοηθῆσαιῥητῶς ἐξεφώνησεν, ἀλλὰ νοηθῆναι αὐτὸ ἀφῆκεν. οὐ γὰρ ἐχρῆν ὀμόσαι τὸν Ἀχιλλέα γλώσσαις ἀντεπεξελθεῖν λοιδόροις καὶ «ἔπος ἐρείδειν πρὸς ἔπος», ὃ καὶγυναῖκες ἂν ποιήσαιεν. ὅρα δὲ καὶ ὅτι ἐν οἷς ἄνω εἶπεν ὁ Κάλχας, ὡς ὁ Ἀγαμέμνων «πάντων Ἀργείων κρατέει καί οἱ πείθονται Ἀχαιοί», εὐρυκρείων τε ὁ Ἀγαμέμνων δείκνυται καὶ ἀγαθὸς βασιλεύς, ὅπερ καὶ ἀλλαχοῦ μαρτυρεῖται· εὐρυκρείων μὲν ὡς πάντων κρατῶν, ἀγαθὸς δὲ ὅτι πειθοῖ ἄγει καὶ οὐ βίᾳ τὸνλαόν. καὶ ὅτι ὁ μὲν Κάλχας ᾐδέσθη ἄντικρυς καὶ ὀνομαστὶ εἰπεῖν, ὅτι λυπήσειτὸν Ἀγαμέμνονα, [οἷα καὶ αὐτὸς εἰπεῖν ἔχων τὸ «ὀνομάζειν αἰδέομαι», ὅπερἐν Ὀδυσσείᾳ κεῖται.] συμβολικῶς δὲ εἶπεν ὅτι χολώσει τὸν μέγα δυνάμενον. ὁ δέ γε Ἀχιλλεὺς καὶ ἐξ ὀνόματος εἶπεν αὐτὸν πολὺ τὸ θάρσος ἔχων, ὃ καὶαὐτὸ τὸν βασιλέα πάντως ἐλύπησεν. (ῃ. 81) Ὅρα δὲ καὶ ὅτι πάνυ κυριολεκτεῖἐν τῷ «εἰ γὰρ τὸν χόλον καὶ αὐτῆμαρ» ἤγουν αὐθημερόν «καταπέψῃ, ἀλλὰ καὶμετόπισθεν ἔχει κότον». χόλος γὰρ καταπεφθεὶς κότος γίνεται. τοῦτο δὲ καὶὁρισμὸς μνησικακίας ἐστίν, ὥσπερ καὶ τὸ «ἄνδρ' ἀπαμύνασθαι, ὅτε τιςπρότερος χαλεπήνῃ». ὀρθῶς γὰρ ἔχει φάναι, ὅτι μνησικακῆσαί ἐστι τὸ χόλον 1. 87 αὐτῆμαρ καταπέψαι, μετόπισθεν δὲ ἔχειν κότον, ὄφρα τελέσσει. τὸ δέ «καταπέψῃ» μετηνέχθη ἀπὸ τῶν σιτίων τῶν μετὰ βρῶσιν ἱκανῶς κατασχεθέντων ἔσωἄχρι καὶ πέψεως. οὕτω γὰρ καὶ ὁ κρυψίχολος πέττειν δοκεῖ τὸν θυμόν, ὃ δὴ κότοςἐστίν. ὁ δὲ μὴ κρύπτειν εἰδὼς τὸν θυμόν, ἐκεῖνος οὐ πέττει, ἀλλὰ τρόπον τινὰἐξεμεῖ. [Ὅτι δὲ τὸ πέσσειν καὶ ἀντὶ τοῦ θεραπεύειν κεῖταί ποτε, φανεῖται ἐντοῖς ἑξῆς.] οὐκ ἀπὸ τοῦ πέττω δὲ γίνεται τὸ πέψῃ, ἀλλὰ ἀπὸ τοῦ πέπτωσεσιγημένου ἐνεστῶτος. διφορεῖται γὰρ καὶ αὐτός, ὡς καὶ τὸ καλύπτω, ὅπερἔοικε καὶ καλύσσω εἶναι, ἀφ' οὗ ὁ κάλυξ γίνεται. οὕτω δὲ καὶ τὸ βλάπτωἑτεροίως διφορεῖται βλάβω λεγόμενον, ὡς ἀλλαχοῦ φανεῖται, [ἀπὸ τοῦ βέβλαφαπαρακειμένου ἀνηγμένου εἰς ἐνεστῶτα καὶ τρέψαντος τὸ ˉφ συνήθως εἰς ˉβ. ὃ γίνεται καὶ ἐπὶ τοῦ βλεμεαίνειν, ὅπερ ἐστὶν ἀναρρώνυσθαι καὶ προθυμεῖσθαι, ὡςἀπὸ φλεβός, φασίν. ὅθεν καὶ ἀβλεμὲς τὸ νωθρόν, ὡς οἷον ἀφλεβές τι ὄν, καθὰκαὶ βλεμεαίνειν τὸ ὡσανεὶ φλεβεαίνειν, περὶ οὗ καὶ ἀλλαχοῦ δηλωθήσεται.] Ὅτι δὲ τοῦ πέττειν προϋπάρχει τὸ πέπτειν καὶ ὅτι Αἰολικόν ἐστιν, Ἡρακλείδης δηλοῖ φάμενος οὕτω· «Αἰολεῖς τὰ εἰς ˉπˉτˉω λήγοντα βαρυτονοῦντες μετατιθέασινεἰς δύο ˉςˉσ, ὡς καὶ ἡ Ὀδύσσεια δηλοῖ· οἷον, πέπτω πέσσω, ὄπτω ὄσσω» ὀσσόμενος πατέρ' ἐσθλόν». Ἡρόδοτος δὲ τὸ χόλον καταπέψαι «χόλον πιέσαι» φησίν. Ἐν δὲ τῷ «οὐ μὰ γὰρ Ἀπόλλωνα Διῒ φίλον» σκοπητέον, ὅτι καὶ τὴν ἄρχουσαν τοῦ Ἀπόλλωνος ἐκτείνει ὁ ποιητὴς καὶ τὴν λήγουσαν τῆς Διῒ δοτικῆς, ὅπερ καὶ ἐν ἀμφοτέροις παρὰ τὴν κοινὴν ἀναλογίαν ἐστί. τὸ δὲ ˉμˉα ἐπίρρημάἐστιν ἀπωμοτικόν, περὶ οὗ ῥηθήσεται μετ' ὀλίγα ἐν τῷ «ναὶ μὰ τόδε σκῆπτρον». Τὸ δέ «οὐ μὰ γὰρ Ἀπόλλωνα οὔτις ἐμεῦ ζῶντος βαρείας σοι χεῖρας ἐποίσει» Ἀττικὸν σχῆμά ἐστι τῶν δύο ἀποφάσεων λαμβανομένων ἀντὶ μιᾶς. Βαρεῖαι δὲχεῖρες αἱ κακοποιοί, ὡς καὶ προϊὼν ἐρεῖ ὁ ποιητὴς ἐπὶ Ἀπόλλωνος. [Σημείωσαιδὲ ὅτι βαρείας χεῖρας ἔχειν οὐ ταὐτόν ἐστι τῷ χερσὶ βρίθειν ἀεί, ἀλλὰ ποτὲ μὲνπλουσιότητα δηλοῖ τὸ τοιοῦτον· δύναται δὲ ποτὲ καὶ Ὁμηρικῶς νοεῖσθαι, ὡςκαὶ ἐν τῷ «εἴ τινος πλέον ἢ χειρὶ βρίθεις» ἀντὶ τοῦ δυνατὸς εἶ. (ῃ. 77) Τὸ δὲπρόφρων ταὐτόν ἐστι τῷ ὑπέρφρων. αὐτὸ δὲ διχῶς· ὑπέρφρων γὰρ οὐ μόνον ὁὑπέρ τινος φρονῶν, ὡς ἐν τοῖς ῥηθεῖσι νοεῖται, ἀλλὰ καὶ ὁ περιφρονῶν τινα, καθὰ κεῖται ἀλλαχοῦ. (ῃ. 78) Τὸ δὲ ὀΐομαι ὅτι ἐκ τοῦ οἴομαι διαλέλυται καὶ ὅτι 1. 88 καὶ ὀΐω λέγεται τὸ αὐτὸ ἐνεργητικῶς, ἐκδηλότατόν ἐστιν.] Ἐν δὲ τῷ χολωσέμενἰστέον, ὡς τὰ εἰς ˉεˉιˉν ἀπαρέμφατα εἰς ˉεˉν ποιοῦσιν οἱ Δωριεῖς ἀποβολῇ τοῦ ˉι, ὡς καὶ μετ' ὀλίγα ῥηθήσεται. ἀντὶ γὰρ τοῦ λέγειν καὶ γράφειν λέγεν φασὶ καὶγράφεν. ταῦτα δὲ προσλήψει τῆς ˉμˉε συλλαβῆς λεγέμεν γίνεται καὶ γραφέμεν. οὕτω γοῦν καὶ τὸ χολωσέμεν παράγεται χολώσειν χολώσεν χολωσέμεν. [Σημείωσαι δὲ ὅτι ἐν τοῖς ῥηθεῖσιν ὑπὸ τοῦ Κάλχαντος ἔπαινος βασιλέως ὑψηλοῦ τε καὶ ἀγαθοῦ δηλοῦται εἶναι τὸ πολλῶν τε κρατεῖν καὶ εὐπειθῶν, ὁποῖοικαὶ οἱ Ἀχαιοὶ τῷ Ἀγαμέμνονι ἐφάνησαν ἐν τοῖς κατὰ τὸν Χρύσην. ἔφη γοῦν ὁΚάλχας τὸν Ἀτρείδην πάντων μέγα κρατέειν ὡς εὐρυκρείοντα εἴτ' οὖν εὐρυμέδοντα καί οἱ τοὺς τοιούτους πείθεσθαι. Καὶ ὅρα τὸ μέγα, ὄνομα ὂν ἐπιρρηματικὸν ἢ καὶ ἄλλως εἰπεῖν ἐπίρρημα ὀνοματικόν, ὁποῖον καὶ τὸ «πρόφρωνἀρήξειν» καὶ πρὸ αὐτῶν τὸ «ὄχ' ἄριστος» ἤγουν ἐξόχως, ἐν ᾧ λείπει πρόθεσιςπάντως ἡ ˉἐˉξ καθὰ καὶ ἐν τῷ Ὄχη· ὄρος δὲ ἡ Ὄχη Καρύστιον ἐξέχον ἐν τοῖς ἐκεῖ.] (ῃ. 80) Ὅτι τὸ «κρείσσων γὰρ βασιλεύς, ὅτε χώσεται ἀνδρὶ χέρῃϊ» πρῶτόν ἐστιν ὧδε γνωμικὸν παρὰ τῷ ποιητῇ [καὶ κατὰ τὸν εἰπόντα ὑφεστηκυῖαγνώμη σοφὴ] ἤγουν γνωμάτευμα καθολικὸν περὶ βιωτικοῦ τινος πράγματοςδιδάσκον οἷός ποτε ὁ ἄρχων κατὰ ἐλάττονος θυμωθείς. λέγει δὲ ὅτι, ὅτε βασιλεὺςἄνδρα ταπεινὸν κυρώσει ἀμύνασθαι, ἀήττητός ἐστι. καὶ γὰρ καὶ τὸ χώεσθαιπολλάκις ὀργὴν δηλοῖ ἔμπρακτον, ὡς τὸ «ὅτι τόσσον ἐχώσατο Φοῖβος Ἀπόλλων». καὶ τὸ κρείσσων ἐπὶ νικῶντος καὶ ἐπικρατεστέρου τίθεται, ὡς τὸ «ὁππότερος δέ κε νικήσῃ κρείσσων τε γένηται» καὶ παρ' Εὐριπίδῃ «ἀνάγκαι κρείσσονες» αἱ ὑπερτεροῦσαι καὶ κραταιαὶ καὶ ὡς εἰπεῖν δυνατώταται· καὶ πάλιν» ἐπεὶ δὲ κρεῖσσον τὸ κακόν ἐστι τοῦ ἀγαθοῦ» καὶ «ναυτικὴ ἀναρχία κρείσσωνπυρός». [ὁ δὲ τοιοῦτος κρείσσων, οὗ καὶ ῥῆμα τὸ κρεισσῶ παραδιδόασιν οἱπαλαιοί, λέγοιτ' ἂν μάλα καιρίως καὶ ἀρείων παρὰ τὸ Ἄρης κατὰ τὸ «τί λέληκας; ἔχει νύ σε πολλὸν ἀρείων».] εἶτα τὸν τοιοῦτον λόγον πιστούμενος ἐπάγει» εἴπερ γάρ τε χόλον γε καὶ αὐτῆμαρ καταπέψῃ» καὶ ἑξῆς, ὡς προγέγραπται. ὁ μὲν γὰρ χοώμενος ἀνδρὶ μὴ χερείονι ἁρπαγιμαῖον ἔχει τὸν καιρὸν τῆς ἀμύνης, ὃν τυχὸν μὲν εὑρηκὼς γενήσεται κρείττων τοῦ ἐχθροῦ, τυχὸν δὲ οὔ. ὁ δὲ τῷχείρονι χωόμενος ἀεὶ καιρὸν ἔχων ἀήττητός ἐστι. Τὸ δέ «χέρῃϊ» συγκοπὴν ἔχειἐκ τοῦ χερείων ὁ χείρων, χερείονος, χερείονι καὶ ἐν συγκοπῇ χέρειι καὶτροπῇ τοῦ ˉε τῆς ˉεˉι διφθόγγου εἰς ˉη χέρῃϊ, οὗ ἡ αἰτιατικὴ χέρῃα [καὶ πληθυντικὴ 1. 89 εὐθεῖα οἱ χέρῃες.] Ἰστέον δὲ ὅτι εἰς τὸ νοηθῆναι τὴν ῥηθεῖσαν Ὁμηρικὴν γνώμην συντελεῖ καὶ τοῦ Σοφοκλέος τὸ «οὐκ ἐκπέλει φρονεῖν μέγα, ὃς δοῦλόςἐστι τῶν πέλας». καὶ Εὐριπίδης δὲ φανερῶς αὐτὴν παραφράζει ἐν τῷ «καί πωςὀλίγ' ἀρχόμενοι, πολλὰ κρατοῦντες χαλεπῶς ὀργὴν μεταβάλλουσιν» ἤγουνοἱ βασιλεῖς διὰ μικρὰν ἀρχὴν λύπης δυσκατάλλακτοί εἰσιν ὡς πολλὰ κρατοῦντεςἤτοι ὡς κρείσσονες. ταὐτὸν γὰρ ὁ πολλὰ κρατῶν καὶ ὁ κρείσσων, οἷςἐναντίον ὁ ἥσσων. ἑρμηνεύει δέ πως παραφραστικῶς τὴν αὐτὴν γνώμην καὶῥήτωρ ὁ ἐν ὀγδόῳ αὐτοῦ Λόγῳ οὕτως εἰπών· «πρὸς ταῦτα ῥητόρευε καὶ δίκαιακαὶ πρέποντα καὶ συμφέροντα, μάτην ὁριζόμενος, ὡς οὐδενὸς προσδεῖται ὁ κρατῶν τὸ βούλημα τὸ ἴδιον τούτων ἕκαστα ποιούμενος». μονονουχὶ γὰρ ὁ τοιοῦτοςῥήτωρ τὸν χωόμενον βασιλέα κρείσσω εἶναι λέγει, ὡς τὸ οἰκεῖον βούλημακρατύνοντα καὶ μηδενὸς ὑπακούοντα. (ῃ. 84) Ὅτι ἀμείβεσθαί ἐστιν οὐ μόνονἔργοις ἀλλὰ καὶ λόγοις. οὕτω γοῦν ὁ ποιητὴς τὸ ἀνταπολογεῖσθαι καὶ ὅλωςλαλεῖν τι πρὸς τὰ προλαληθέντα ἀμείβεσθαι λέγει. ἐντεῦθεν δὲ καὶ λόγοιἀμοιβαῖοι παρὰ τοῖς ποιηταῖς, ἐν οἷς τὰ πρόσωπα στιχηρῶς ἢ καὶ ἄλλωςσυντομώτερον πρὸς ἄλληλα φθέγγονται, ὅπερ καὶ ἀλληλογραφία λέγεται. Σημείωσαι δὲ ὅτι νῦν μὲν οὐ σαφῶς εἶπεν, ἀλλαχοῦ δὲ σαφηνίζει τὴν λέξιν ἐντῷ «ἀμείβετο φώνησέν τε» καὶ ἐν τῷ «Ἑλένη μύθοις ἀμείβετο». (ῃ. 85) Ὅτι θεοπρόπος ὁ μάντις ὁ θεοῖς πρέπων ἢ τὰ θεοῖς πρέποντα λέγων καὶ θεοπρόπιοντὸ αὐτοῦ λόγιον ἤτοι μάντευμα καὶ θεοπροπία ἡ μαντεία καὶ τὸ ῥῆμα θεοπροπέω, ὅθεν καὶ μετοχὴ τὸ «ἐν Δαναοῖς θεοπροπέων ἀγορεύεις». ἦν δὲ καὶ τάγμα τιθεῖον ἐν Δελφοῖς, οἱ θεοπρόποι, οἳ καθ' Ἡρόδοτον ἐσιτοῦντο μετὰ τῶνβασιλέων τὰ δημόσια. [Συγκέκοπται δὲ τὸ πρέπειν ἐκ τοῦ περιέπειν, ἐπειδὴ τὰἐκπρεπῆ καὶ εὐπρεπῆ καὶ ἀριπρεπῆ καὶ ἀληθῶς πρέποντα καὶ ἐπιπρέπονταπεριέπομεν. (ῃ. 87) Ὅτι ἐν τῷ «Δαναοῖσι θεοπροπίας ἀναφαίνεις» οὐκ ἔστικαιριώτερον φάναι τοῦ «ἀναφαίνεις»· οἱ δὲ μεθ' Ὅμηρον ἐντεῦθεν ὁρμώμενοιεἶπον τὸ «ἀνεῖλεν ὁ Φοῖβος» καὶ ὅσα τοιαῦτα.] (ῃ. 92) Ὅτι αὐδᾶν λέγεται τὸἀνθρωπίνως λαλεῖν. αὐδὴ γὰρ οὐχ' ἁπλῶς ἡ τυχοῦσα φωνή, ἀλλ' ἡ ἀνθρωπίνη. 1. 90 ὅθεν καὶ αὐδήεσσα ἡ χρωμένη φωνῇ ἀνθρωπίνῃ καὶ αὐδήεις ὁμοίως. γίνεται δὲπαρὰ τὸ αὔω τὸ φωνῶ καὶ τὸ δέω τὸ δεσμῶ αὐδὴ ἡ συνδεδεμένη καὶ ἐναρμόνιοςφωνή. (ῃ. 94) [Ὅτι ὁ ἀρητήρ, καθὰ καὶ ἀλλαχοῦ δηλοῦται, ἐκτείνει τὴνἄρχουσαν, οἷον «ἠτίμησ' ἀρητῆρα» καὶ «ἀλλ' ἕνεκ' ἀρητῆρος». καὶ ἴσως, ὥσπερἐκ τοῦ ἴσχω γενόμενος ὁ ἰχὼρ ἐνθέσει μακρᾶς τῆς τοῦ ἴσχω φύσει μακρὸναὐτὸς ἔσχε τὸ κατάρχον δίχρονον, οὕτω καὶ ὁ ἀρητὴρ ἔπαθεν ἐκ τῶν ἀρνῶνγενόμενος ἀπελεύσει τοῦ νῦ. (ῃ. 97) Ὅτι τὸ «οὐδ' ὅ γε λοιμοῖο χεῖρας ἀφέξει» διχῶς νοεῖται· ἢ γὰρ ὅτι οὐκ ἂν ὁ Φοῖβος τοῦ καθ' ἡμῶν λοιμοῦ τὰς ἑαυτοῦχεῖρας ἀπόσχῃ ἢ ὅτι οὐκ ἂν τὰς τοῦ ἀποτροπαίου θεοῦ Λοιμοῦ χεῖρας ἀποκωλύσῃἡμῶν. γίνεται δὲ ὁ λοιμὸς ἐκ τοῦ λέλειμμαι, δι' οὗ δηλαδὴ λείπουσι τὰ ζῶντα. ἐκεῖθεν δὲ καὶ ὁ διὰ τοῦ ἰῶτα λιμός, ὡς ἀλλαχοῦ φανεῖται.] Ὅτι ὁπηνίκα τὸ πρὶνδὶς ἐν λόγῳ ποιητικῷ παραλαμβάνεται, τὸ μὲν ἓν νοεῖται ἀντὶ τοῦ πρότερον καὶοὐδὲ ἔχει ὡρισμένην τὴν σύνταξιν, τὸ δὲ ἕτερον μετὰ ἀπαρεμφάτου ῥήματοςσυντάσσεται ταὐτὸν ὂν τῷ πρὸ τοῦ γενέσθαι τόδε τι· οἷον «οὐ πρὶν Ἀπόλλωνλοιμοῦ χεῖρας ἀφέξει πρὶν ἀποδοῦναι» ἤγουν πρὸ τοῦ ἀποδοῦναι τῷ Χρύσῃτὴν παῖδα· καὶ «ἄνυσις οὐκ ἔσεται, πρὶν Ἄργοσδε ἰέναι πρὶν γνῶναι τὴν Διὸςβουλήν». καὶ «μή τις πρὶν οἶκόνδε ἐπειγέσθω πρὶν πὰρ Τρώων ἀλόχῳ κατακοιμηθῆναι». (ῃ. 98 ς.) Ἰστέον δὲ ὅτι δοῦναι μὲν ἐπὶ ἁπλῶς ἑκουσίου δόσεως, ὅθενκαὶ τὸ δῶρον, ἀποδοῦναι δὲ ἐπὶ τῶν χρεωστικῶς διδομένων, ὡς καὶ ὁ Δημοσθένης οἶδε, καθὰ εἰρήσεται. καὶ οὕτως ἀποδόμεναι ὁ βασιλεὺς λέγεται τὴνἑλικώπιδα κόρην, οὐχ' ἑκὼν δηλαδή, ἀπριάτην, ἀνάποινον. ἐπιδιδόναι δέἐστι τὸ ἐπέκεινα τῶν προϋπαρχόντων δοῦναί τι. τὸ δὲ ἀπριάτην, ἀνάποινον, ἐπιρρήματά φασιν οἱ παλαιοὶ ἀντὶ τοῦ ἀπριάδην καὶ ἀναποίνως ἤγουν δίχα τοῦπρίασθαι καὶ δίχα ἀποίνων. Τὸ δὲ ἀποδόμεναι δηλοῖ μὲν τὸ ἀποδοῦναι καὶγίνεται ἐπενθέσει τῆς ˉμˉε συλλαβῆς. πῶς δὲ διασκευάζεται, ῥηθήσεται ἐν τοῖςἑξῆς. Ὅτι ἑλίκωπες μὲν Ἀχαιοὶ οἱ τὰς κώπας ἑλίσσοντες ἤγουν ναυτικοί· ἤ, ὡς καὶ ἀλλαχοῦ δηλοῦται, οἱ πρὸς τὴν Ἑλίκην, τὸ ἄστρον, τὴν καὶ μεγάληνἄρκτον λεγομένην, τοὺς ὦπας ἔχοντες καὶ ἀφορῶντες καὶ πρὸς ἐκείνην πλέοντες· ἢ οἱ ἀξιοθέατοι καὶ ἑλίσσοντες τοὺς ὦπας τῶν βλεπόντων εἰς ἑαυτούς. κούρηδὲ ἑλικῶπις καὶ διὰ τοῦτο μὲν τὸ ὕστερον ἡ ἀξιοθέατος δηλαδὴ καὶ τοὺς ἐραστὰς 1. 91 ἐφελκομένη· οὐ μὴν δὲ ἀλλὰ καὶ ἡ αἰδήμων καί, ὥς φασιν οἱ παλαιοί, ἡ οὐκἀτενὴς τὴν θέαν ἀλλὰ εἰς ἑαυτὴν ἑλίσσουσα· ἢ καὶ ἡ μελανόφθαλμος καὶ οὕτωςεὐπρεπὴς διὰ τὸ ἑλικούς, ὅ ἐστι μέλανας, ἔχειν τοὺς ὦπας. ἡ δὲ τοιαύτη καὶἑλικοβλέφαρος λέγεται. ὅτι δὲ τὸ μέλαν ἑλικὸν λέγεται, δηλοῖ καὶ ὁ εἰπὼντὸν Αἴσηπον ποταμόν «ἑλικώτατον ὕδωρ». Ἰστέον δὲ ὅτι τε κόρην τὴν Χρυσηΐδαλέγει οὐχ' ὡς παρθένον– ψευδὲς γὰρ νῦν τοῦτο– ἀλλ' ὡς ἁπλῶς νεάνιδα. τοῦτο δὲ καὶ ἐν τοῖς ἑξῆς εὑρεθήσεται παρὰ τῷ ποιητῇ. καὶ ὅτι Λιταῖς ἀπειθήσαςὁ βασιλεύς, αἳ δίχα τῶν ἄλλων σεμνῶν καὶ δώροις ἐδεξιοῦντο αὐτόν, ὕστερονοὐ μόνον ἀπριάτην ἀποδώσει τὴν ζητηθεῖσαν, ὡς εἴρηται, ἀλλὰ καὶ ἑκατόμβηνπροσεπιθήσει· ἐν δὲ τοῖς ἑξῆς καὶ Ἄτη ἐπελεύσεται αὐτῷ, ὡς μὴ αἰδεσαμένῳτὰς τοῦ Διὸς θυγατέρας Λιτάς. τοιαύτη γὰρ ἡ τῶν Λιτῶν φύσις, ὡς ἐν τῇ ἰῶταῥαψῳδίᾳ ῥηθήσεται. καὶ Ἀχιλλεὺς δὲ τὰς τοῦ βασιλέως μετὰ ταῦτα λιτὰςπαρωσάμενος βλαβήσεται. (ῃ. 99) Ἐνταῦθα δὲ τοῦ ἄγειν ἐπὶ ἐμψύχων ῥηθέντοςἐν τῷ «ἄγειν θ' ἱερὴν ἑκατόμβην» ἰστέον ὅτι διαφορά ἐστι τοῦ ἄγειν καὶ τοῦφέρειν, ὡς φανερὸν ἔσται καὶ ὅπου λέγει τις παρὰ τῷ ποιητῇ μηδὲν ἔχειν ἐν Τροίᾳ, ὅπερ ἂν ἄγοιεν ἢ φέροιεν οἱ ἐχθροί, τοῦτο δὲ δηλοῦται καὶ ἐν τῷ» ἄγομαι, φέρομαι, τὰ χρήματ' ἐνεχυράζομαι». καί φασί τινες τὸ μὲν ἄγειν ἐπὶἐμψύχων λέγεσθαι καὶ τὸ ἄγεσθαι, τὸ δὲ φέρεσθαι καὶ φέρειν ἐπὶ ἀψύχων· ὅθεν καὶ φορεῖον καὶ φοράδην ἐπίρρημα καὶ φέρτρον ἡ νεκροφόρος κλίνη καὶφορεῖν σκῆπτρον ἤτοι φέρειν, ὃ καὶ φοραίνειν ὁ ποιητὴς λέγεσθαι οἶδεν, ὡς ἐκτοῦ φορῆναι φαίνεται. ἕτεροι δὲ ὁρῶντες τοῦτο πολλαχοῦ ἀληθῶς διαφωνοῦνφασιν, ὅτι ἄγειν λέγεται τὸ ἐπὶ νηὸς ἢ ἅρματος. οἳ τί ἂν εἴποιεν πρὸς τὸ «βοῦνἀγέτην κεράων» καὶ πρὸς τὰ ὅμοια; κάλλιον οὖν λέγουσιν οἱ πρῶτοι πλὴν ἐκ τοῦπλεονάζοντος καὶ αὐτοί. εἰ γὰρ καὶ φανερῶς διαφέρει τὰ ῥηθέντα, καθὰ δηλοῖκαὶ τὸ «τὰ μὲν ἦγον, τὰ δὲ ἔφερον», ὡς δοκεῖν ἄγεσθαι μὲν τὰ αὐτοκίνητα, φέρεσθαι δὲ τὰ βασταζόμενα, ὅμως ἔστιν ὅτε ἀδιαφοροῦσιν, ὡς ἀντὶ ἀλλήλωνλαμβάνεσθαι καὶ ἐπὶ ἑτέρων δέ τινων σημαινομένων τίθεσθαι, ὡς πολλαχοῦ 1. 92 φανήσεται, [καὶ μάλιστα παρὰ τοῖς ὕστερον, οἳ καὶ τὸ προσφέρειν καὶ τὸπροσάγειν ἀδιαφορεῖν οἴδασιν.] (ῃ. 102) Ὅτι οἱ μὲν ἄλλοι τῶν ἐν τῇ Τροίᾳἡγεμόνων βασιλεῖς λέγονται καὶ κρείοντες, Ἀγαμέμνων δὲ καὶ εὐρυκρείων [συνθέτως ἢ εὐρὺ κρείων ἐν παραθέσει, περὶ οὗ κανών τις ἐν τοῖς ἑξῆς ῥηθήσεται. προϋπάρχει δὲ τούτων ὁ κρέων, οὗ θηλυκὸν ἡ κρέουσα. κατὰ δὲ τὸ εὐρυκρείωνσύγκειται καὶ ἁλικρείων ὁ τῆς ἁλὸς ἄρχων. ἔστι δὲ εὐρυκρείων] ὁ εὐρὺ βασιλεύωνκαὶ ὡς εἰπεῖν μέγας βασιλεὺς ἢ βασιλεὺς βασιλέων, εἴτε φύσει τοῦτο εἶχεν εἴτεὡς αἱρετὸς ἁπάντων ἦν τῶν συμμάχων βασιλεύς, ἵνα μὴ τῇ πολυαρχίᾳ διασπᾶταιτὸ συμμαχικόν· ὅτι δὲ τοῖς Ἀχαιοῖς ἐξ αἱρέσεως ἦν βασιλεὺς ὁ Ἀγαμέμνων, Εὐριπίδης ἐν Ἰφιγενείᾳ δηλοῖ σαφέστατα. (ῃ. 103) Ὅτι πολλῶν ῥημάτων τὸθέμα λήγει τὸ πρῶτον εἰς ˉω· εἶτα προσλαμβάνει τὸ νῦ ὄπισθεν τοῦ ˉω· μεθὸγίνεται διὰ τοῦ ˉυˉω παραγωγή· ἔπειτα μεταπίπτει αὐτὸ εἰς τετάρτην συζυγίαντῶν εἰς ˉμˉι· οἷον ἄχω τὸ λυποῦμαι καὶ προσλήψει τοῦ ˉν ἄχνω καὶ παραγώγωςἀχνύω καὶ ἐξ αὐτοῦ τὸ ἄχνυμι. τοιοῦτον καὶ τὸ ἄγω τὸ κλῶ, ἄγνω, ἀγνύω, ἄγνυμι· θόρω τὸ πηδῶ, θόρνω, θορνύω, θόρνυμι· ὄρω τὸ διεγείρω, ὄρνω, ὀρνύω, ὄρνυμι· σβέω, σβένω, σβεννύω, σβέννυμι· ἕω τὸ ἐνδύομαι καὶ ἐξ αὐτοῦ ὁμοίωςἕννυμι καὶ ἀμφιέννυμι· κορέω καὶ ὡσαύτως κορέννυμι· στορέω καὶ ὁμοίωςστορέννυμι· οἴγω, οἴγνυμι· ζεύγω, ζεύγνυμι καὶ ἄλλα μυρία. ἡ τοιαύτη δὲἀκολουθία παράγει καὶ τὸ ῥωνύω καὶ ζωνύω ἐκ τοῦ ῥώω καὶ ζώω καὶ τὸπτάρνυσθαι ἀπὸ τοῦ πταίρω καὶ τὸ ἄρνυσθαι ἤτοι ἁπλῶς λαμβάνειν ἀπὸ τοῦαἴρω, ὡς καὶ ἐν Ὀδυσσείᾳ εἴρηται, καὶ τὸ ὀμόργνυσθαι ὡς ἀπὸ τοῦ ὀμόργω καὶἀπὸ σεσιγημένου τοῦ πήγω τὸ πήγνυσθαι καὶ φράγω φράγνυσθαι. οὕτω δὲ καὶτὸ ῥήγνυσθαι καὶ δείκνυσθαι καὶ δαίνυσθαι καὶ διόμνυσθαι. (ῃ. 103) Ὅτιφρένες οὐ μόνον ἀσωμάτως καὶ νοητῶς ἐπὶ λογισμοῦ, ἀλλὰ καὶ μέρος τι τῶνσπλάγχνων, ὃ καὶ διάφραγμα λέγεται. ἔστι δὲ ὑμὴν ἀποχωρίζων τὸ ἧπαρ μετὰτοῦ σπληνὸς τοῦ τε πνεύμονος καὶ τῆς καρδίας· ἢ καὶ ἄλλως κατὰ τοὺςπαλαιοὺς φρένες εἰσὶν αἱ διεζωκυῖαι τὸν ὑπὸ τῷ πνεύμονι καὶ τῇ καρδίᾳ τόπον, ὃ καλεῖται καὶ διάφραγμα. συντελεῖ δὲ εἰς τὸ φρονεῖν, ὅθεν καὶ φρενήρης ὁφρόνιμος. ἐν δὲ τῷ φλεγμαίνειν παραφροσύνας ποιεῖ. Ἀριστοτέλης δέ φησιν, ὅτι ὑπὸ τὸν πλεύμονα τὸ διάζωμα τὸ τοῦ θώρακος αἱ καλούμεναι φρένες πρὸςτὰ πλευρὰ καὶ τὰ ὑποχόνδρια καὶ τὴν ῥάχιν συνηρτημένον. ῥηθήσεται δὲ περὶαὐτῶν καὶ ἐν τοῖς ἑξῆς. μελαίνας δὲ φρένας ἔφη ὁ ποιητὴς διὰ τὸ ἐντὸς αὐτὰς ἐν 1. 93 βάθει κεῖσθαι καὶ μὴ ὁρᾶσθαι· ἢ καὶ ἄλλως μελαίνας τὰς τοῦ θυμουμένου καὶμὴ ἔχοντος ἡμέρως, ἀλλ' οἷον σκοτεινοῦ καὶ νυκτὶ ἐοικότος, ὅπερ ἐπὶ θυμουμένου Ἀπόλλωνος εἶπεν ὁ ποιητὴς καὶ ἐπὶ Ἕκτορος δὲ ὁμοίως ἐρεῖ. ἕτεροι δὲ τολμηρότερον ἐξηγούμενοί φασιν, ὅτι, ἐπεὶ τοὺς ὀφθαλμοὺς τοῦ θυμουμένουπυρὶ λαμπετόωντι ἐοικέναι λέγει, διὰ τοῦτο καὶ τὰς φρένας τοῦ τοιούτου μελαίνας φησὶ λέγων· «μένεος δὲ μέγα φρένες ἀμφιμέλαιναι πίμπλαντο», ἵνα εἶενἀμφιμέλαιναι φρένες αἱ δίκην καπνοῦ τῷ θυμῷ μελαινόμεναι, ὡς οἷα καπνοῦτούτου συνόντος τῷ κατὰ τὴν τραγῳδίαν «ἀνηφαίστῳ πυρί» τοῦ θυμοῦ. (ῃ. 104) Πυρὶ δὲ λάμποντι τοὺς ὀφθαλμοὺς εἰκάζει τοῦ θυμουμένου διὰ τὸ ὑπέρυθρον καὶὡσανεὶ πυρωπὸν καὶ πυροειδές, ὃ γίνεται διὰ λεπτοῦ αἵματος ἀνάδοσιν ἐν τῇ τοῦθυμοῦ ζέσει, οὗ αἵματος ἀναδιδομένου διὰ λεπτῶν φλεβίων φλογωπὸς τρόποντινὰ ὁ θυμούμενος διαδείκνυται. Ἰστέον δὲ ὅτι νῦν μὲν οὐκ εἶπε καιομένῳ πυρὶτοὺς τοιούτους ἐοικέναι ὀφθαλμούς, ἀλλὰ μόνον λάμποντι διὰ χρόας ἔμφασιν· ἀλλαχοῦ δὲ τοὺς Ἕκτορος ὀφθαλμοὺς πυρί φησι δαίεσθαι ἤγουν καίεσθαι διὰτὸ μάχιμον ἢ βαρβαρικὸν τοῦ θυμοῦ. ἐρεῖ δέ που καὶ περὶ συὸς τὸ αὐτὸ ἐν τῷ» πῦρ ὀφθαλμοῖς δεδορκώς». τὸ δὲ πίμπλαντο τὸ πολὺ δηλοῖ τοῦ θυμοῦ. οὐ γὰρἁπλῶς ἔχει μένος, ἀλλὰ πίμπλαται μένεος ἐκ μεταφορᾶς τῶν ὑδροδόχωνἀγγείων, ἃ πίμπλαται ὑγροῦ. [Ἰστέον δὲ ὅτι τε τὸ «μέγα» ἐν τοῖς ῥηθεῖσινἐπιρρηματικῶς κεῖται, ὁποῖα πολλὰ καὶ ἄλλα εἰσί, καὶ ὅτι πρὸς πιθανότητα κεῖται τοῦ λάμπεσθαι πυρὶ ὀφθαλμούς. οὐ γὰρ ἁπλῶς αὐτοὶ πρὸς λαμπηδόναπυρὸς χρῴζονται, ἀλλ' ὅτε τινὶ μέγας ὁ θυμός. τοῦ δέ «πίμπλαντο» τὸ θέμαπλῆμι ἐκ τοῦ πλῶ καὶ ἀναδιπλασιασμῷ καὶ πλεονασμῷ τοῦ νῦ δι' ὄγκονφωνῆς πίμπλημι. οὕτω δὲ καὶ πρῶ, πιπρῶ, πίμπρημι τὸ καίω.] (ῃ. 104) Ὅτιτὸ ὄσσε δυϊκόν– δηλοῖ δὲ τοὺς ὀφθαλμούς– γίνεται μὲν ἀπὸ τοῦ ὄσσω τὸβλέπω, ἐξ οὗ καὶ τὸ «κακοσσόμενος» ἀντὶ τοῦ κακῶς περιβλεπόμενος. κλίνεταιδὲ κατὰ μέν τινας ἀπὸ τοῦ ὄσσος οὐδετέρου ὀνόματος, ὡς βέλος, οὗ δοτικὴἑνικὴ εὕρηται ἐν χρήσει τῷ ὄσσει ὡς τῷ βέλει, καὶ ἀκολούθως εὐθεῖα δυϊκῶνὄσσεε καὶ κατὰ ἀποκοπὴν ἢ συγκοπὴν ὄσσε. ἕτεροι δέ φασιν οὕτως· ἀπὸ τοῦὄσσος ἀρσενικοῦ, ὡς πλόος, εὐθεῖα δυϊκῶν ὄσσω, ὡς πλόω, καὶ κατὰ πλασμὸν ὄσσε, ἤγουν κατὰ μεταποίησιν τοῦ ˉω τελικοῦ τῆς εὐθείας τῶν δυϊκῶνεἰς τὸ ˉε, ὅπερ καὶ αὐτὸ τελικόν ἐστι τῆς τῶν δυϊκῶν εὐθείας. ἔστι γὰρ μεταπλασμὸς μετάθεσις καὶ μετασχηματισμὸς λήξεως λέξεως εἰς ἕτερον συγγενὲςτελικόν, ὡς εὐθὺς δειχθήσεται. γίνεται δὲ ὁ τοιοῦτος μεταπλασμὸς καὶ ἐνὀνόμασιν, οἷον τῇ ὑσμίνῃ καὶ τῇ Δωδώνῃ, κοινῶς μὲν διὰ τοῦ ˉη τὸ τελικόν, ποιητικῶς δὲ διὰ τοῦ ˉι κατὰ μετάπλασιν. τὸ δὲ ὅμοιον καὶ ἐπὶ τοῦ ἀλκῇ· τὸ γάρ» λέων ἀλκὶ πεποιθώς» διὰ τοῦ ἰῶτα γραφὲν μεταπέπλασται. καινότερον δὲτούτων τὸ «τῇ κλαδί» παρ' Αἰλιανῷ ἐν τῷ Περὶ ζῴων ἰδιότητος. εὑρεθήσονταιδὲ καὶ ἄλλοι ἐν τοῖς ἑξῆς πολλοὶ μεταπλασμοὶ ἐν ὀνόμασι. γίνεται δὲ τὸ τοιοῦτονπάθος καὶ ἐν ῥήμασιν, οἷον τὸ περιπατοίην ἐκ τοῦ περιπατοῖμι μετεπλάσθηἀπὸ τελικοῦ δηλαδὴ εἰς τελικόν, ὡς καὶ ἀπὸ τοῦ γνοῖμι τὸ γνοίην καὶ ἀπὸ τοῦδοῖμι τὸ δοίην καὶ ἀπὸ τοῦ εἴδοιμι τὸ εἰδείην [καὶ τὸ καινότερον ἐκ τοῦἐκπεφεύγοιμι τὸ ἐκπεφευγοίην παρὰ Σοφοκλεῖ.] τελικὸν γὰρ ἐν εὐκτικοῖς καὶτὸ ˉμˉι, οἷον τύπτοιμι, καὶ τὸ ˉηˉν, οἷον τυφθείην, ὅμοιον δέ τι ἔπαθε καὶ τὸ κλῦετουτέστιν ἄκουε. καὶ αὐτὸ γὰρ μεταπλασθὲν εἰς ἕτερον προστακτικὸν τελικὸνκλῦθι γέγονεν, ὡς ἀρέσκει τοῖς παλαιοῖς. ὁμοίῳ δέ τινι τρόπῳ καὶ τὸ ἄνωγε, ἀντὶ τοῦ κέλευε, ἄνωχθι γέγονεν. εὕρηται δὲ πάθος ὅμοιον καὶ ἐν ἐπιρρήμασιν, ὡς ὅτε τὸ διχῆ δίχα φαμὲν καὶ τριχῆ τρίχα καὶ τὰ ἑξῆς καὶ τὸ σαφῆ σάφα. καὶἐν τούτοις γὰρ τελικῶν γέγονεν ἐναλλαγή. τελικὰ γὰρ ἐπιρρημάτων ὥσπερ τὸˉη, οὕτω καὶ τὸ ˉα, οἷον ἅμα, κάρτα ἀντὶ τοῦ λίαν, μάλα, εἶτα, σφόδρα, ὑπόδραἀντὶ τοῦ ὑποβλεπτικῶς, ἄντα ἀντὶ τοῦ ἐξ ἐναντίας. περὶ δὲ τοῦ ὄσσε δεδήλωταιἄλλως καὶ ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν. (ῃ. 106) Ὅτι εἰ καὶ τῶν μάντεων ἐν ἐλπίδι κακῶν χρῄζομεν, ἀλλ' ὅμως ἐν τῷ «ὦ μάντι κακῶν», ἵνα μή τις τοιοῦτόντι νοήσῃ– τοῦτο γὰρ ἔπαινος μάντεως– ἐπάγει ἐφερμηνεύων «οὐ πώ ποτέ μοιτὸ κρήγυον ἔειπες», ὅ ἐστι τὸ ἀγαθόν, ὡς ὁ Πορφύριος λέγει, ἵνα μάντιν κακῶννοήσωμεν ἐνταῦθα οὐ τὸν ἐν κακοῖς χρήσιμον, ἀλλὰ τὸν δύσφημον καὶ κακὰμαντευόμενον καί, καθά τις ἔφη, κακόμαντιν, ὅπερ ἀνωτέρω ἀσαφέστερονἐδήλωσεν ἐν τῷ [καθά τινες γράφειν ἐθέλουσι,] «κακοσσόμενος» ἤγουν ἀποκαλέσας κακὸν κατὰ τὴν ὄσσαν ἤτοι κατὰ τὴν μαντείαν. Ἐπεὶ δὲ ἀσαφὴς ἦν καὶἔτι ὁ λόγος, ἐπάγει σαφέστερον, (ῃ. 107 ς.) ὅτι «αἰεί τοι» ἤγουν σοι «τὰκακά ἐστι φίλα φρεσὶ μαντεύεσθαι, ἐσθλὸν δὲ οὔτε τί πω εἶπας ἔπος οὐδ' ἐτέλεσας». ὁ δὲ λόγος οὗτος οἰκεῖός ἐστι λέγεσθαι πρὸς πάντα τὸν ἀεὶ τὰ 1. 95 δυσχερῆ τισιν ἀπαγγέλλοντα. Καὶ σημείωσαι ὅπως ἐνταῦθα πλεοναχῶς τὸαὐτὸ εἶπεν ὁ ποιητής, πρῶτα μὲν κακοσσόμενος εἰπὼν ἀσαφῶς, ὡς ἀνωτέρωεἴρηται, εἶτα σαφέστερον «μάντιν κακῶν» καὶ ἔτι ἐπὶ πλέον σαφῶς «ἀεί σοιφίλα ἐστὶ τὰ κακὰ μαντεύεσθαι». καὶ ἔστι τὸ φίλα Ἀττικῶς ἀντὶ ἑνικοῦ τοῦφίλον, ὡς καὶ παρὰ Σοφοκλεῖ «οὕτως ἀμυντέα ἐστὶ τοῖς κοσμουμένοις» ἀντὶτοῦ ἀμυντέον· καὶ [«σχέτλια γὰρ ἐμέ γε τάδε πάσχειν» ἀντὶ τοῦ σχέτλιόν ἐστι] καὶ παρ' Ἡροδότῳ «νομιζόμενα» ἀντὶ τοῦ νομιζόμενον· καὶ παρὰ τῷ Κωμικῷ» συνεκποτέα ἐστί σοι καὶ τὴν τρύγα». ἢ καὶ ἄλλως «ἀεί σοι τὰ κακὰ φίλαἐστίν», οὐχ' ὥστε καὶ ποιεῖν αὐτά– [οὐδὲ γὰρ δύνασαι,]– ἀλλ' ὥστε μαντεύεσθαι. ὅτι δὲ τὸ κακοσσόμενός τινές φασιν ἀντὶ τοῦ κακῶς καὶ ἀγρίως περιβλεψάμενος, προερρέθη. νοῆσαι γὰρ τὸ κακοσσόμενος ἀντὶ τοῦ κακολογήσας οὐκἀρέσκονται οἱ παλαιοὶ λέγοντες μηδέποτε τὴν ὄσσαν ἐπὶ κακῆς ἀλλ' ἐπὶ θείαςτινὸς φήμης λέγεσθαι. διὸ καὶ ἐπὶ μαντείας ἔστιν ὅτε τίθεται. [Ὅτι δὲ τὸκακοσσόμενος καὶ ἐν δυσὶ λέξεσιν εὑρίσκεται κάκ' ὀσσόμενος, ἐν ἀντιγράφοιςδηλοῦται παλαιοῖς. δῆλον δὲ ὡς καὶ ἀναπόλησιν φαντασιώδη σημαίνει ἔστιν ὅτετὸ ὀσσόμενος, οἷον «ὀσσόμενος πατέρ' ἐσθλόν».] (ῃ. 106) Σημείωσαι δὲ καὶὅτι ἐν τῷ πλεοναχῶς, ὡς εἴρηται, τὴν αὐτὴν ἔννοιαν φράσαι ταὐτολογεῖ ὁποιητὴς ἐπίτηδες πλεονάκις τὸ αὐτὸ στρέψας νόημα ἐν τῷ «μάντι κακῶν» καὶ» οὔ ποτέ μοι τὸ κρήγυον ἔειπας» καὶ «αἰεὶ τὰ κακὰ μαντεύῃ» καὶ «ἐσθλὸν οὔτετί πω εἶπας». καὶ μιμεῖται τὸ τῶν ὀργιζομένων ἐν κατηγορίᾳ δυσκατάπαυστον, οἳ τὰ αὐτὰ πολλάκις ἀναπολοῦσιν ὡς μή πω κατ' ἀξίαν εἰπόντες. μάντιν δὲκακῶν τὸν Κάλχαντα οὐκ ἀμαρτύρως λέγει, ὡς οἱ παλαιοὶ ἐπισημαίνονται, ἀλλὰδιότι καὶ τὸ ἔσεσθαι δεκαετῆ τὸν πόλεμον αὐτὸς ἐν τῇ Αὐλίδι ἐμαντεύσατο καὶτὴν τῆς ᾀδομένης δὲ ἀπνοίας τῶν ἀνέμων αἰτίαν αὐτὸς ἐξεῦρεν, ὅτε ἦσανοἱ Ἕλληνες ἐκεῖ, καὶ τὴν ἐκεῖθεν δὲ εὔπλοιαν αὐτὸς ἐξιάσατο τῇ σφαγῇ τῆςἸφιγενείας τῆς θυγατρὸς τοῦ βασιλέως. ταῦτα δέ, εἰ καὶ κακὰ ἦσαν τῷἈγαμέμνονι, ἀλλὰ γοῦν ἀληθῆ καὶ ἄριστον μάντιν παριστῶσι τὸν Κάλχαντα. ὅρα γοῦν οἷον ἡ ὀργὴ ἐφ' ὕβρει προφέρουσα τὰ ἐφ' οἷς ἄν τις ἐγκωμιάζοιτο, καθάπερ καὶ εἴ τις ἰατρὸν ψέγει νόσους προλέγοντα καὶ τὰς ἐκείνων θεραπείαςἐπάγοντα. ἦν δὲ ἂν ψεκτέος ὁ Κάλχας, ἐὰν κακὰ προέλεγε μὴ ἀποβαίνοντα. νῦνδὲ οὐ διότι ἔλεγε, διὰ τοῦτο ἀπέβαινον τὰ κακά, ἀλλὰ διότι ἀποβήσεσθαι ἔμελλον, διὰ τοῦτο προὔλεγεν. (ῃ. 108) Ἰστέον δὲ καὶ ὅτι τοῦ ἀγαθοῦ ἀνδρὸς ἐν δυσὶτούτοις χαρακτηριζομένου, τῷ ἀγαθὰ λέγειν καὶ τῷ ἀγαθὰ τελεῖν, ἀμφοτέρωντούτων ὁ βασιλεὺς στερίσκει τὸν Κάλχαντα, τῇ γλώσσῃ διὰ θυμὸν χαριζόμενος, εἰπών, ὅτι ἐσθλὸν οὔτε τί πω εἶπας ἔπος οὔτε ἐτέλεσσας. λείπει δὲ κατὰ ἐοικυῖανἔννοιαν τὸ ἔργον, ἵνα λέγῃ ὅτι οὔτε ἔπος εἶπας οὔτε ἔργον ἐτέλεσας. [Ὅρα δὲ 1. 96 τὸ «οὔτε τί πω εἶπας ἔπος» Ἀττικῶς ῥηθέν. ὡς γὰρ ἔλεξας λόγον καὶ ὕπνωσαςὕπνον καὶ ἄλλα τοιαῦτα μυρία, οὕτω καὶ εἶπας ἔπος. τὸ δέ «οὔτέ τι πω», καθὰ καὶ μετ' ὀλίγα τὸ «οὐδέ τι πω», βαρύνοντα τὸν ˉπˉω παραπληρωματικὸνσύνδεσμον διὰ συνέπειαν πάντως ἀφυπνίζει τὴν αὐτοῦ κοιμωμένην ὀξυτόνησινἐν τῷ «οὐ πώ ποτέ μοι», ὃ ταὐτόν ἐστι τῷ «οὔπω ποτέ», ὡς καὶ ἀλλαχοῦφανεῖται. οὕτω δὲ καὶ ἐν τῷ «θεός που σοι τό γ' ἔδωκεν», εἰ τονωθείη τό που, ὀξύνοιτο ἂν εὐλόγως.] τὸ δέ «ἐτέλεσσας» ἀφορμή ἐστι τῆς τῶν ἀποτελεσματικῶν κλήσεως. ὅτι δὲ ἀγαθὰ νῦν ὁ Κάλχας λαλεῖ, δῆλον αὐτόθεν· ἀλλὰ καὶ ὅτιἀγαθὸς ἦν ἀποτελεῖν, δῆλον καὶ αὐτό, εἴγε ταῖς ναυσὶν εἰς τὴν Τροίαν αὐτὸςκαθηγήσατο. σημείωσαι δὲ καὶ ὅτι οὐ μάτην ὁ Κάλχας ἐδεδίει τὸν βασιλέα. ἰδοὺ γὰρ πολὺς αὐτῷ ἐπίκειται μαντευσαμένῳ τὸ ἀληθές. οὕτως ἀφόρητονἐξουσία ἐγκοπτομένη τῆς ἐπιθυμίας. εἰ δὲ πρὸς Κάλχαντα τοιοῦτος ὁ βασιλεύς, οἷος ἔσται τῷ Ἀχιλλεῖ τῷ καὶ κινήσαντι τὸν Κάλχαντα καί τι καὶ ὑβρίσαντι, ὡς προείρηται; καὶ ὅρα τὴν ἐν τοῖς πλάσμασιν Ὁμηρικὴν πιθανότητα. μεγάλαγὰρ λυπηθεὶς ἐπὶ τῷ Ἀχιλλεῖ ὁ βασιλεὺς μέγα τι καὶ ἀντιδράσει, ὡς εἰκός, κακὸν καὶ στερηθεὶς τῆς ἑαυτοῦ Χρυσηΐδος εἰκότως τὴν ἐκείνου ἀφαιρήσεταιθυμομαχῶν. (ῃ. 106) Τὸ δέ «κρήγυον», εἰ μὲν ἀντὶ ἐσθλοῦ ληφθήσεται, ἀκολούθωςκεῖται μετὰ τῶν κακῶν. ἐναντία γὰρ ἐσθλὸν καὶ κακόν· καί εἰσιν ἐνταῦθαδύο χωρία ταὐτοδύναμα κατὰ ἄρσιν καὶ θέσιν, οἷον «ἀεὶ μάντις εἶ τῶν κακῶν» καὶ «οὐ πώ ποτέ μοι τὸ κρήγυον» ἤτοι ἀγαθόν «εἶπας». καὶ πάλιν εὐθύς «αἰεὶκακὰ φιλεῖς μαντεύεσθαι, ἐσθλὸν δὲ οὔ πω εἶπας ἢ ἐτέλεσας». εἰ δέ, ὡς τοῖςπλείοισι δοκεῖ, κρήγυον ληφθείη τὸ ἡδὺ καί, ὡς ἡ ἐτυμολογία λέγει, τὸ ἡδῦνοντὸ κῆρ ἤγουν τὴν ψυχήν, κεῖται καὶ οὕτω τὸ ἀντιζυγοῦν πρὸς τὰ κακὰ ἤγουντὸ ἐσθλόν, ἵνα ὦσιν ἄλλως αἱ δύο συζυγίαι, λυπηρὸν καὶ ἡδὺ καὶ ἀγαθὸν καὶκακόν, οὕτω· «μάντι κακῶν» ἤτοι λυπηρῶν «οὔ ποτέ μοι τὸ κρήγυον» ἤγουνἡδύ «ἔειπας, αἰεὶ κακὰ μαντεύῃ, ἐσθλὸν δὲ οὐδέν». [Ὅρα δὲ ἐν τῷ κρήγυον, εἴπερἀπὸ τοῦ κῆρ ἥδειν ἤγουν ψυχὴν εὐφραίνειν γίνεται, ὡς ἐκ τῆς αὐτῆς ἐτυμολογίας καὶ τὸ κέρδος γενόμενον, ἐπεὶ τὸ κέαρ ἡδύνει, ὅμως διαφορὰν πρὸς τὸκρήγυον ἔχει πολλήν.] (ῃ. 109 σς.) Ὅτι δεινῶς καὶ πρὸς τὸ συμφέρον ἑαυτῷ 1. 97 τὴν δημηγορίαν διοικονομεῖται ὁ βασιλεύς. Κάλχας μὲν γὰρ τρία ταῦτα τοῦβασιλέως ὡς ἐν προβολῇ ἐμέμψατο, ὅτι τὸν ἱερέα ἠτίμησεν, ὅτι τὴν θυγατέραοὐκ ἀπέλυσε καὶ ὅτι οὐκ ἀπεδέξατο ἄποινα. ὁ δέ, οἷα ῥήτωρ δεινός, τὸ μὲνβαρύτερον σιωπᾷ, ὅτι δηλαδὴ τὸν ἀρητῆρα ἠτίμησεν, ἐπὶ δὲ τοῖς λοιποῖς δυσὶνἐξελέγχειν τὸν Κάλχαντα βούλεται ὡς ἀλόγιστα λέγοντα. καὶ πρῶτα πρὸς τὸπερὶ τῶν ἀποίνων κεφάλαιον ἀποτεινόμενος κατειρωνεύεται βαρυνόμενος, ὅτι θεοπροπέων ἀγορεύει τοῦδε ἕνεκα τοὺς Ἕλληνας ἀλγεῖν, ὅτι τὰ τῆς Χρυσηΐδος οὐκ ἐδέξατο ἄποινα, τρόπον τινὰ λέγων πρὸς τὸ τρίτον κεφάλαιον τὸ» οὐκ ἀπεδέξατο ἄποινα», ὅτι τίς ἂν φρονῶν εἴποι τὸν Ἀπόλλωνα τοιαῦτακακὰ κοινὰ ποιεῖν ἡμῖν, ὅτι μὴ δῶρα παρὰ αἰχμαλώτου τοῦ Χρύσου ἐγὼἔλαβον δέον ὂν καὶ χάριτάς μοι ὁμολογεῖν· εἶτα καὶ πρὸς τὸ δεύτερον ἀπολογούμενος τὸ «οὐδ' ἀπέλυσε θύγατρα» φησίν, ὅτι οὐκ ἐποίησα τοῦτο, ἐπεὶ πολὺαὐτὴν βούλομαι οἴκοι ἔχειν προκρίνων αὐτὴν καὶ Κλυταιμνήστρας τῆς κουριδίηςἀλόχου. καὶ ὅρα ὅλον τὸ «ἐπεὶ πολὺ βούλομαι αὐτὴν οἴκοι ἔχειν». δεινοποιῶνγὰρ τὴν ἀπολογίαν φησίν, ὅτι οὐχὶ ὧδε θέλω ἀλλὰ μάλιστα οἴκοι ἔχειν αὐτήν, ὥστε οὐχ' ὡς παλλακήν· καὶ οὐχ' ἁπλῶς θέλω ἀλλὰ βούλομαι, ὅπερ ἐπίτασιςτοῦ θέλειν ἐστί· καὶ οὐ τυχόντως βούλομαι, ἀλλὰ κατὰ πολύ. ἔχει δὲ ἔμφασινκαὶ τὸ ἔχειν ὡς περὶ γυναικὸς καὶ οὐ δούλης. ἔχεται γὰρ ἡ γυνὴ τῷ ἀνδρί. εἶτακαὶ αἰτίαν προστίθησιν, ὅτι «οὐ γάρ ἐστιν αὕτη τῆς Κλυταιμνήστρας χερείων, οὐ δέμας οὐδὲ φυήν» καὶ τὸ ἑξῆς. ταῦτα δὲ λέγει ὁ βασιλεὺς οὐχ' οὕτω φρονῶν, ἀλλὰ τὸν μάντιν ἐλέγχων, ὡς μὴ δέον ὂν χολοῦσθαι τὸν Ἀπόλλωνα, ὥσπερ οὐδιὰ τὸ μὴ δέξασθαι τὰ ἄποινα, οὕτως οὐδὲ διὰ τὴν αἰχμάλωτον, ἣν καὶ τῆςκουριδίης γυναικὸς ὁ ἥρως βασιλεὺς προβέβουλε. τάχα δὲ καὶ ῥητορικῶςαὐξάνων τὸ πρᾶγμα μεγάλα τὴν αἰχμάλωτον φιλεῖν λέγει ἐπίτηδες, ἵνα τὴνχάριν αὐξήσῃ καί τι μέγα τοῖς Ἕλλησι φανείη χαρίζεσθαι, εἰ δι' αὐτοὺς τὴνοὕτω φιλουμένην δίδωσι, μήτε λαβὼν ἄποινα, ἀλλὰ καὶ ἑκατόμβην ἐπιδούς. ἰστέον δὲ ὅτι οἱ τοιοῦτοι λόγοι τοῦ Ἀγαμέμνονος παρὰ τοῖς πλασματογράφοιςτῶν ῥητόρων διδόασιν ἀφορμὰς κατηγορίας τῇ Κλυταιμνήστρᾳ, ἥτις μοιχείαςἐγκαλουμένη καλῶς ἂν ἐπιμέμφοιτο τῷ βασιλεῖ, ὡς αὐτῆς οὕτω προτιθέντι τὴναἰχμάλωτον. (ῃ. 113) Τὸ δέ «προβέβουλα» ἐστὶ μὲν μέσος παρακείμενος, ὡς τὸμέμηλα· δηλοῖ δὲ τὸ προκρίνω καὶ πρὸ τῆς Κλυταιμνήστρας βεβούλημαι. οἱ δὲ λέγοντες ὅτι προβέβουλα ἀντὶ τοῦ ὑπὲρ τῆς Κλυταιμνήστρας καὶ δι' ἐκείνην βούλομαι αὐτήν, σεμνύνουσι μὲν τὸν βασιλέα ὡς μὴ προκρίνοντα τὴνδούλην τῆς γυναικός, περιποιούμενον δὲ τάχα αὐτὴν εἰς θαλαμηπόλον τῇ Κλυταιμνήστρᾳ, [καθὰ καὶ πρὸ μικροῦ ἐδήλωσεν ἐν τῷ «ἐμὸν λέχος ἀντιόωσαν» ἤγουν ἐπιμελομένην τοῦ βασιλικοῦ κοιτῶνος], τὴν δὲ Ὁμηρικὴν ἀφανίζουσιδεινότητα. καὶ οὐδὲ εὐοδοῦται ὁ τοιοῦτος νοῦς διὰ τὸν ἐπαγόμενον πολὺν τῆς 1. 98 Χρυσηΐδος ἔπαινον. ὥσπερ δὲ μέλω μελήσω μεμέληκα καὶ μέσος παρακείμενος μέμηλα, καὶ ὤλεκα ὦλα, τεθάληκα τέθηλα, οὕτω βεβούληκα βέβουλα. τοιοῦτόν τι καὶ τὸ λέληκα. «δαιμονίη, τί λέληκας»; καὶ τὸ δεδούπηκα, δέδουπα, κατὰ Ἡρωδιανόν–» δεδουπότος Οἰδιπόδαο»– καὶ ἕτερα οὐκ ὀλίγα, ἐν οἷς καὶτὸ ἐκτύπηκα, ἔκτυπα. εἰσὶ γὰρ καὶ περισπώμενοι τοιοῦτοι μέσοι παρακείμενοι, ὡς πολλαχοῦ φανεῖται· οἳ καὶ αὐτοὶ κατὰ τὰ προρρηθέντα μιᾷ συλλαβῇἐνδέουσι τοῦ ἐνεργητικοῦ, ὅπερ ἐν τοῖς βαρυνομένοις οὐκ ἔστι ῥήμασιν. ἐνἐκείνοις γὰρ ἰσοσυλλαβεῖ καθόλου ὁ μέσος τῷ ἐνεργητικῷ. (ῃ. 114) [Κουριδίηδὲ ἄλοχος, ἥν τις κόρην ἔτι οὖσαν ἠγάγετο, οὐ μὴν ἢ ἑτέρῳ προσυζευχθεῖσανεἰς γάμον ἢ καὶ ἄλλως γραῦν. Τὸ δέ «οὐ ἕθεν» ἤγουν οὐκ αὐτῆς «ἐστὶ χερείων» τὰ τῶν ἀντιγράφων ἀκριβέστερα «οὔ ἑθεν» προπαροξυτόνως ἔχουσιν, ὡς τῆςἕθεν ἀντωνυμίας ἐγκλινάσης τὴν οἰκείαν ὀξεῖαν τῇ ὄπισθεν συλλαβῇ.] (ῃ. 115) Ἐν δὲ τῷ «οὐ δέμας οὐδὲ φυὴν οὔτε φρένας οὔτε τι ἔργα» ἐπαινεῖται ὁ ποιητὴςὡς ἑνὶ στίχῳ πᾶσαν γυναικὸς ἀρετὴν ἐμπεριλαβών, τὴν τοῦ σώματος εὐσυνθεσίαν, τὸ εὐφυές, τὸ συνετόν, τὸ ἐργατικόν. εὐφυὲς δέ φαμεν τὸ δεξιὸν τοῦἤθους καὶ ἐπαγωγόν, οὗ στερόμενον τὸ κάλλος «δέλεάρ ἐστι» κατὰ τοὺςπαλαιούς «ἄτερ ἀγκίστρου νηχόμενον». Θεόκριτος δὲ παραξέσας τοῦ Ὁμηρικοῦτούτου ἔπους φησί που τὸ «οὔτε φυὴς ἐπιδευέες οὔτε νόοιο». Ἰστέον δὲ ὅτισημειοῦνται οἱ παλαιοὶ τὸ δέμας τὸν μὲν ποιητὴν ἐπὶ ἐμψύχου ἀεὶ τιθέναισώματος ὡς συνδεδεμένου τῇ ψυχῇ καὶ δι' αὐτῆς συνεστῶτος, τὸ δέ γεσῶμα ἐπὶ ἀψύχου τουτέστιν ἐστερημένου ψυχῆς διὰ τὸ σῆμα καί, ὡς ἄν τιςεἴποι, μνῆμα γενέσθαι τοῦ ζῶντός ποτε. τοὺς δὲ μετὰ τὸν ποιητήν, ἐν οἷς καὶ ὁ Εὐριπίδης, ἀδιαφόρως χρᾶσθαι τῇ λέξει φασί. δεῖ δὲ εἰδέναι, ὅτι καὶ αὐτὸς ὁποιητὴς τὸ δέμας ἐπὶ ἀψύχου ποτὲ τίθησιν, ὡς ἐν τῷ «δέμας πυρός». καὶ τὸσῶμα δὲ ἐν τῇ γάμμα ῥαψῳδίᾳ, ὡς λεχθήσεται, δοκεῖ ἐπὶ ἐμψύχου τεθῆναι. [ἐκδὲ τῆς ῥηθείσης φυῆς καὶ «πρόσωπον εὐφυές» παρὰ τῇ τραγῳδίᾳ. ἡ δὲ ἐν τοῖςἑξῆς «εὐφυὴς πτελέα» γλυκέως ὡς ἐν κυριολεξίᾳ εἴρηται. ἑτέρως δέ γε οἱ μεθ' Ὅμηρον εὐφυΐαν φασὶ τὴν εἰς μάθησιν δεξιότητα· Ὁμηρικῆς δὲ βουλῆς καὶ τὸ «μηροὶ εὐφυεῖς».] Φρένας δὲ νῦν οὐ μέρος σώματος εἶπεν, ὡς πρὸ ὀλίγου, 1. 99 ἀλλὰ τὴν φρόνησιν. (ῃ. 116) Ὅτι ἐν τῷ «ἀλλὰ καὶ ὧς ἐθέλω δόμεναι πάλιν», περισπᾶται παρὰ τοῖς παλαιοῖς τὸ «ὧς». φέρεται γὰρ ἐν τοῖς Ἡροδώρου καὶἈπίωνος, ὅτι τὸ ὧς, ὅτε δηλοῖ τὸ ὅμως, περισπᾶται. ὅρα δὲ τὸ τοῦ βασιλέωςσεμνόν. εἰ γὰρ καὶ ὁ Κάλχας δεῖν ἔφη ἀποδοῦναι τῷ πατρὶ τὴν κόρην, ἀλλ' ὁβασιλεὺς δώσειν αὐτήν φησιν, ἑκουσίως δηλαδή, οὐ μὴν ἀποδώσειν, δηλονότιἀκουσίως. οὕτω γὰρ πρὸ ὀλίγου ἐρρέθη διαφέρειν τὸ διδόναι καὶ ἀποδιδόναι. καὶ Δημοσθένης οὖν λέγει που περὶ Φιλίππου, ὡς εἰ μὲν ἀποδίδωσι τὸν δεῖνατόπον, ὡς ἡμέτερον ληψόμεθα· εἰ δὲ δίδωσι, ὡς χαριζόμενος ἑκουσίως οἰκεῖόντι, οὐ ληψόμεθα. καὶ δίδωσι μὲν ὁ τοιοῦτος λόγος ἀφορμὰς παιγνίων τοῖςκωμικοῖς· ὅμως δὲ τοιαύτην ἔχουσιν αἱ λέξεις αὗται διαφοράν. Τὸ δὲ πάλιν ἀντὶτοῦ ἔμπαλιν καὶ ὀπίσω καὶ ἐξ ἀρχῆς νοεῖται ἐκφανέστατα. οὐ γὰρ λέγει ὁβασιλεὺς ἐκ δευτέρου δώσειν τὴν Χρυσηΐδα, ἀλλὰ πάντως εἰς τὰ ὀπίσωπέμψειν τῷ πατρί. (ῃ. 117) Ὅτι τὸ «βούλομ' ἐγὼ λαὸν σόον ἔμμεναι ἢ ἀπολέσθαι» οὐ σεμνῶς, ἀλλ', ὡς οἱ παλαιοί φασιν, εὐήθως ἤγουν ἁπλοϊκῶς καὶἀφελῶς εἶπεν ὁ Ἀγαμέμνων. ὃ καὶ Πρίαμος ἂν εἴποι ὁ τοῖς Ἕλλησιν ἔχθιστος. κἀκεῖνος γὰρ διὰ τὸ φύσει καλὸν ἕλοιτ' ἂν σόον εἶναι τὸν Ἕλληνα στρατόν, εἰ μόνον ἀπόσχοιντο τοῦ πολιορκεῖν. οὐκ ἔχει οὖν ὑψηλόν τι καὶ σεμνὸν ὁ λόγος, ἀλλὰ καὶ τοῦτο, καθὰ καὶ ἄλλα τινὰ πρὸ τούτου, ἠθικῶς ὁ βασιλεὺς καὶ οὕτωςἁπλῶς ἐπελθὸν αὐτῷ εἴρηκεν ὡς ἐν ἀγωνίᾳ καὶ θυμομαχίᾳ. τινὲς δὲ οὕτω θεραπεύουσι τὸ νόημα· βούλομαι σόον εἶναι τὸν λαόν· ἤ, εἰ μὴ τοῦτο γένηται, ἀπολέσθαι ἂν βουλοίμην αὐτός. ἐνταῦθα δέ φασιν οἱ παλαιοί ὡς, εἰ μὲν νοηθείητὸ «ἢ ἀπολέσθαι» ἀντὶ τοῦ ἤπερ, διασαφητικός ἐστιν ὁ ἢ σύνδεσμος· ἐὰν δὲ ἀντὶτοῦ «καὶ ἀπολέσθαι ἐμέ», παραδιαζευκτικὸς κατὰ τὸν Πορφύριον. [Ἰστέον δὲ καὶὅτι ἐκ τῆς Ὁμηρικῆς ἐννοίας τοῦ «βούλομ' ἐγώ» καὶ ἑξῆς, ὠφελημένος ὁπεριᾳδόμενος Φωκίων ἐν τῷ μέμφεσθαι τοῖς Ἀθηναίοις ἀγνωμονοῦσιν ἔφη ἐπ' ἐκκλησίας τὸ «βούλομαι μᾶλλόν τι ὑφ' ὑμῶν παθεῖν αὐτὸς ἢ κακόν τι δρᾶσαιαὐτὸς εἰς ὑμᾶς». ἔνθα ὅρα καὶ τὸ μᾶλλόν τι ὅμοιον ὂν τῷ ὁμοῦ τι καὶ μή τι καὶοὔ τι καὶ οὕτω τι καὶ τοῖς ὁμοίοις. ἔτι δὲ ὅρα καὶ αὐτὸ τὸ μᾶλλον χαρακτηριστικὸν ὂν τοῦ, ὡς ἐρρέθη, διασαφητικοῦ τοῦ «ἢ ἀπολέσθαι». ἔστι γάρ, φασί, διασαφητικὸς τοιοῦτος σύνδεσμος ὁ μεταξὺ δύο λόγων τιθέμενος καὶ ἐκλεγόμενος τὸ ἕτερον, εἰς ἐπίτασιν δέ ποτε προσλαμβάνων τὸ μᾶλλον ἐπίρρημα, κατὰ τὸ ῥηθὲν τοῦ Φωκίωνος νόημα, ἢ τὸν ˉπˉεˉρ σύνδεσμον, ὡς ἀνωτέρωγέγραπται. παραδιαζευκτικὸς μέντοι ὁ μὴ τῶν δύο λέξεων τὸ ἓν δεχόμενοςοἷον· ἢ Ἀχαιοὶ ἢ Πελοποννήσιοι. τοῦτο γὰρ διαζευκτικοῦ τοῦ ἢ συνδέσμου ἴδιον· ἀλλά πως καὶ τοὺς δύο, οἷον «χιτῶνά μοι χρῆσον ἢ καὶ ἱμάτιον». αἰτεῖ μὲν γὰρτὸ ἕτερον, οὐ λυπεῖ δὲ καὶ τὰ δύο δοθέντα. ὅτι δὲ δίχα τῶν εἰρημένων καὶ ἄλλασημαινόμενά εἰσι τοῦ ἤ συνδέσμου, δηλοῖ ὁ γράψας, ὅτι ἐστὶ καὶ διαπορητικός· οἷον «ἢ ὅγε φάσγανον ὀξὺ ἐρυσάμενος» καὶ «ἠὲ χόλον παύσειε» καὶ «ἢ δολιχὴνοῦσος ἢ Ἄρτεμις ἰοχέαιρα». ἔστι δὲ καὶ ἰσοδύναμος τῷ ˉεˉι· οἷον «ἢ καὶ ἐμὸνδόρυ μαίνεται ἐν παλάμῃσι» καὶ «ἢ τοιόσδε ἐών» ἐν τῇ γάμμα ῥαψῳδίᾳ. ἔστικαὶ παρέλκον ὑποτασσόμενον πύσματι· οἷον «ἀλλὰ τί ἤ μοι ταῦτα διελέξατοθυμός;» ἔστι καὶ ἐρωτηματικὸν διαλαμβανόμενόν ποτε καὶ δὶς καὶ τρὶς ἐνδιαζευκτικαῖς διανοίαις ἐντελέσιν· οἷον «ἠέ τι Μυρμιδόνεσιν ἢ ἐμοὶ αὐτῷ» καὶἑξῆς. ἔστι καὶ βεβαιωτικὸν οἷον «ἦ μάλα δὴ τέθνηκε Μενοιτίου ἄλκιμος υἱός». ἔστι καὶ συγκριτικὸν οἷον «τοῦ ἑλομένου τὸ ἀγαθὸν οὐχ' ἧττον ἢ τοῦ παρασχόντος τὰ σπέρματα». ὅτι δὲ καὶ ἄλλα τινὰ ὀλίγα σημαίνει ὁ ἢ σύνδεσμος, ἐν τοῖςεἰς τὴν Ὀδύσσειαν δηλοῦται, ὅπου ἡ Νεκυία.] Ἔτι ἰστέον καὶ ὅτι παρὰ μὲν τοῖς ὕστερον μονόφθογγα καὶ βραχέα φωνήεντα ἐκθλίβονται ἤγουν κουφίζονται, παρὰ δὲ τοῖς παλαιοῖς ἅπαντα· ὅθεν καὶ νῦν ἐν τῷ «βούλομ' ἐγώ» ἡ ˉαˉι δίφθογγοςἐξεθλίβη. Τὸ δὲ σόος παρὰ τῷ ποιητῇ ἀεὶ συστέλλει τὴν παραλήγουσαν, ὡςἀπὸ τοῦ σέω, τὸ ὁρμῶ, ὃ προσλήψει τοῦ ˉυ γίνεται σεύω. καὶ ἔστι σόος οἱονεὶ ὁτὰς φυσικὰς ὁρμὰς ἔχων. ἀκολούθως δὲ καὶ τὸ «λαοσσόος Ἀθηνᾶ» καὶ αὐτὸσυστολὴν ἔχει τῆς παραληγούσης. οὕτω δὲ καὶ παρὰ Θεοκρίτῳ τὸ «δορυσσόος Κάστωρ» καὶ «δύσσοα θρέμματα». ἔτι ἰστέον καὶ ὅτι καὶ ῥῆμά ἐστι σόω διὰτοῦ ˉο μικροῦ, οὗ τὸ προστακτικὸν σούσθω παρὰ Σοφοκλεῖ ἐκ τοῦ σοέσθωσυναιρεθέν. ἐντεῦθεν δὲ καὶ τὸ ἀπέσσουα Δωρικόν, ὡς δηλοῖ τὸ «ἔρρει τὰκᾶλα, Μίνδαρος ἀπέσσουα» ἤγουν ἀφώρμησεν, ἀπῆλθε, τέθνηκεν. ἀπὸ δὲ τοῦσόος [τούτου βοηθεῖται καὶ ὁ Τεχνικὸς εἰς τὴν παρ' αὐτῷ ἐτυμολογίαν τοῦσολοικισμοῦ, εἰπὼν σολοικισμὸν εἶναι σόου λόγου αἰκισμόν. ἐκ δὲ τοῦ αὐτοῦσόος] κράσεως γενομένης τῶν δύο ˉο εἰς ˉω μέγα, ὡς ἐν τῷ προόρα πρώρα, ἀποτελεῖται τὸ σῶς· οἷον «νῦν τοι σῶς αἰπὺς ὄλεθρος». ἢ καὶ ἀπὸ τοῦ σάος, ἐξ οὗ τὸσαώτερος, γίνεται κατὰ κρᾶσιν σῶς, ᾧ προστεθέντος τοῦ ˉο μικροῦ ἐν τῇληγούσῃ γράφεται παρὰ τοῖς ὕστερον τὸ σῶος μετὰ παραληγούσης μακρᾶς, οὐ μὴν καὶ παρὰ τῷ ποιητῇ. [τὸ μέντοι σῶς εὕρηται παρ' αὐτῷ ἐν χρήσει. ὡςδὲ καὶ δύο ῥημάτων ὄντων, σώω διὰ παραληγούσης μακρᾶς καὶ σόω διὰβραχείας, ἐκ τούτου μὲν ὁ παρ' Ὁμήρῳ σόος γίνεται, ἐκεῖθεν δὲ ὁ παρὰ τοῖςὕστερον σῶος, καὶ ἀλλαχοῦ δηλωθήσεται.] (ῃ. 118) Ὅτι στερούμενος τῆς Χρυσηΐδος ὁ Ἀγαμέμνων, ἣν εἰς γέρας εἶχε, γέρας αὐτίκα ζητεῖ αὐτῷ ἑτοιμάσαι τοὺς Ἕλληνας, «ἵνα μὴ μόνος», φησίν, «ἀγέραστος ἔω» ἤγουν ὦ καὶ ὑπάρχω, περὶ οὗ προείρηται. «ἐπεὶ οὐδὲ ἔοικε», φησίν, ἀγέραστον δηλαδὴ εἶναι τὸνἐν πᾶσιν, ὡς μετὰ ταῦτα δειχθήσεται, γεραρώτατον. καὶ οὕτω μὲν ὁ βασιλεύς. Ἀχιλλεὺς δὲ ἀντικαθιστάμενος πρὸς μὲν τὸ «ἵνα μὴ ἀγέραστος ὦ» ἐπιφέρει» Ἀτρείδη κύδιστε» οἱονεὶ λέγων, ὅτι πῶς ἀγέραστος ὁ κύδιστος; εἶτα ὡς τὸνβασιλέα ἐλέγξας εἰς τοῦτο ψευδόμενον ἐπάγει τὸ «φιλοκτεανώτατε» ὀνειδίζων, ὡς οὐ θέλοντα γέρας, ἀλλ' ἁπλῶς κτέανον ἤτοι κτῆμα, ὥστε εἶναι αὐτὸνφιλοχρήματον. πρὸς δὲ τὸ «αὐτίκα», ὅπερ ἐστὶν ἐνεστῶτος, τὸν μέλλονταχρόνον ἀντιτίθησι λέγων ὡς, εἴ ποτε πόλιν Τροίην ἕλωμεν, οὐχ' ἁπλῶςδώσομεν καὶ χαριούμεθα, ἀλλ' ὡς ὄφλημα ἀποτίσομεν, καὶ οὐχ' ἁπλῇ, ἀλλὰτριπλῇ καὶ τετραπλῇ, οὐ χάριν, ὥς φασιν οἱ παλαιοί, ἀλλ' ὡς κακῷ δανειστῇ. πρὸς δὲ τὸ ἑτοιμάσατε πληθυντικῶς ῥηθὲν ὑπὲρ πάντων ἀπολογούμενός φησι·» πῶς ἄν σοι δώσουσι γέρας Ἀχαιοί;», οὓς καὶ κολακεύων μεγαθύμους λέγει, καταδημαγωγῶν αὐτοὺς καὶ ἐρεθίζων κατὰ τοῦ βασιλέως. ὅθεν ὁ βασιλεὺς εὐλαβηθείς, μή ποτε τοῖς λόγοις τοῦ Ἀχιλλέως ἀνασεισθῇ ὁ λαός, ἀφίησι τὸἑτοιμάσατε καὶ ὑποθωπεύει βραχύ τι τοὺς Ἀχαιοὺς μεγαθύμους καὶ αὐτὸςπροσειπὼν καὶ αὐτοῖς ἀναθεὶς τὸ δοῦναί τι αὐτίκα γέρας εἴτε καὶ μή. καὶ οὕτωτοῦ δήμου ἀποστὰς τῶν ἀρίστων εὐμεθόδως ἅπτεται, ἀπειλούμενος ἢ τὸ τοῦΑἴαντος ἢ τὸ τοῦ Ὀδυσσέως ἢ τὸ τοῦ Ἀχιλλέως γέρας ἀφελέσθαι. ἰδὼν δὲ τοὺς Ἕλληνας ἡσύχως φέροντας τὴν τῶν ἀριστέων ὕβριν καὶ γαληνῶς ἔχοντας, εἰδὼς δὲ καὶ ὅτι ἀλογίστως ἀπειλεῖται τῷ Ὀδυσσεῖ καὶ τῷ Αἴαντι τοῖςἀναιτίοις, αὐτῶν μὲν ἀπέχεται ὡς οἷα κατὰ δευτέραν φροντίδα μεταβουλευσάμενος, ἀπειλεῖται δὲ ἀγαγέσθαι τὴν Βρισηΐδα αὐτὸς ἰὼν εἰς τὴν τοῦ Ἀχιλλέωςσκηνήν, μεγαλοπρεπῶς ἑαυτὸν διορθωσάμενος καὶ εὐτάκτως τῷ λόγῳ προβὰςἀπὸ τῶν ὅλων Ἑλλήνων εἰς ὀλίγους, τοὺς διαληφθέντας τρεῖς ἀριστεῖς, καὶ ἀπὸτῶν ὀλίγων εἰς ἕνα τὸν Ἀχιλλέα. (ῃ. 118– 20) Ὅτι καὶ ἐνταῦθα, ὡς καὶ ἐν τῇ ἀρχῇ τοῦ βιβλίου, τρεῖς αἰτίας ἀλλήλων ἐξαρτᾷ χρησάμενος ποικίλοις αἰτιολογικοῖς συνδέσμοις, τῷ ὄφρα, τῷ ἐπεί καὶ τῷ γάρ. φησὶ γάρ «ἐμοὶ δὲ γέραςαὐτίκα ἑτοιμάσατε, ὄφρα μὴ οἶος ἀγέραστος ἔω, ἐπεὶ οὐδὲ ἔοικε. λεύσσετε γάρ, ὅ μοι γέρας ἔρχεται ἄλλῃ» ἤγουν ἀπέρχεται ἀλλαχοῦ. καὶ μικρὸν δὲ ἀνωτέρωτέσσαρας αἰτίας συνῆψεν εἰπών· οὕνεκα Χρυσηΐδος ἄποινα οὐκ ἤθελον δέξασθαι· ἐπεὶ πολὺ βούλομαι αὐτὴν οἴκοι ἔχειν. καὶ γὰρ Κλυταιμνήστρας προβέβουλα· ἐπεὶ οὐ χείρων ἐκείνης ἐστί. τὸ γὰρ οὕνεκα καὶ τὸ γάρ καὶ τὸ ἐπεί σύνδεσμοιαἰτιολογικοί· ὡσαύτως καὶ μετ' ὀλίγα φησιν «οὐ γὰρ ἐγὼ Τρώων ἕνεκα ἦλθον, ἐπεὶ οὔ τί μοι αἴτιοί εἰσιν. οὐ γὰρ πώ ποτ' ἐμὰς βοῦς ἤλασαν, ἐπεὶ πολλὰ μεταξὺοὔρεα». [Ὅτι λεύω μὲν λεύσω τὸ λιθάσω δι' ἑνὸς γράφεται ˉσ νόμῳ μέλλοντος, λεύσσω δὲ τὸ βλέπω ἐν δυσὶ προφέρεται ˉςˉσ καὶ πρὸς διαστολὴν ἐκείνου καὶ ὡςἐνεστώς, εἰ καὶ ἄλλως οὐδέποτε πρὸ τῶν δύο ˉςˉσ εὑρίσκεται δίφθογγος πλὴντούτου καὶ πλὴν τοῦ κρείσσων καὶ τοῦ ἐξ αὐτοῦ ῥήματος, τοῦ κρεισσῶ. χρῆσις δὲ αὐτοῦ κἀνταῦθα ἐν τῷ «λεύσσετε γὰρ τό γε πάντες». εἰ δὲ καὶ μέλλωντοῦδε τοῦ λεύσσω ἐστὶ τὸ λεύξω, τίς οἶδεν;] (ῃ. 121) Ὅτι ἐξαίρετον τῶνἄλλων Ἑλλήνων ἔοικεν ἔχειν τὸ τῶν ποδῶν τάχος ὁ Ἀχιλλεύς, ναὶ δὲ καὶ τὸ κάλλος, ὡς ἐν τῇ Βοιωτίᾳ φανήσεται· ἀφ' οὗ καὶ θεοείκελος λέγεται, ὡς καὶ ὁ Πάρις Ἀλέξανδρος θεοειδής. καὶ γένει μὲν καὶ ἄλλοι προεῖχον, ἐν ἀνδρίᾳ δὲ ὁΑἴας οὐκ εἶχε τὰ δευτερεῖα αὐτοῦ. ἐρεῖ γάρ που ὁ ποιητής, ὅτι ἐν αὐτοσταδίᾳμάχῃ οὐκ ἂν Αἴας ὁ μέγας εἴξῃ οὐδ' αὐτῷ Ἀχιλλεῖ. ποδωκείᾳ μέντοι πάντωνὁ Ἀχιλλεὺς προεῖχε καὶ ποσὶν οὐκ ἦν ἐρίσαι αὐτῷ, ὡς ἀλλαχοῦ ὁ ποιητὴς λέγει. διὸ συχνὰ ποδώκη τε αὐτὸν καλεῖ καὶ διαλελυμένως πόδας ὠκύν, ἀλλὰ καὶποδάρκη, ὅ ἐστιν ἐπαρκοῦντα ἢ ἐξαρκοῦντα τοῖς ποσὶ καὶ ἐπὶ πολὺ θέεινδυνάμενον, ὅπερ ἐπίτασίς ἐστι ποδωκείας, ὡς ἄλλο ὂν τὸ ποδώκη τινὰ εἶναιἢ ποδάρκη. οὐ γὰρ πᾶς ποδώκης ἤδη καὶ ποδάρκης, εἰ μὴ καὶ τοῖς ποσὶνἐπαρκῶν ἀντέχει καὶ θέει ἀκάματα. (ῃ. 122) Ὅτι τὸ «Ἀτρείδη κύδιστε, φιλοκτεανώτατε πάντων» ἐπιπλοκή ἐστιν ἐπαίνου καὶ ψόγου ἐπιτιμητικὴ ἐπ' αἰσχύνῃ τοῦ βασιλέως, οἱονεὶ λέγοντος τοῦ Ἀχιλλέως, ὡς οὐκ ἔδει τὸν κύδιστονφιλοκτέανον εἶναι τῷ κρείττονι πλουτοῦντα τουτέστι τῇ δόξῃ. πολλάκις γὰρ τὸκῦδος αἱρετώτερον πλούτου, εἴγε πλούτου μὲν καὶ τοῖς φαύλοις μέτεστι, δόξηςδὲ μόνοις τοῖς ἀγαθοῖς. τὸ δὲ λέγειν κύδιστε ἀντὶ τοῦ ἐφύβριστε, διότι κῦδοςἀρσενικῶς ἡ λοιδορία, ἐξ οὗ καὶ παρὰ Σοφοκλεῖ κατά τινας τὸ κυδάζεσθαι, ὅἐστι λοιδορεῖσθαι, ἀντιλέγεται. Ὁμήρῳ γὰρ ὁ ῥηθεὶς κῦδος οὐκ ἔγνωσται, ἀλλὰτὸ κῦδος οἶδεν οὐδετέρως τὴν δόξαν. [Ὑπερβολικὸν δὲ τὸ πάντων εἶναι φιλοκτεανώτατον τὸν Ἀτρείδην, οὐ μὴν ἐμμαρτύρως ἀληθές. ἔστι δὲ φιλοκτέανος ὁφιλοκτήμων· ἐπεὶ καὶ ταὐτὸν κτῆμα καὶ κτέαρ καὶ κτέανον εἰπεῖν.] (ῃ. 123) Ὅτι πᾶσαν ἐρώτησιν τὴν ἐν ἀντιλογίαις στερεὰν εἶναι δεῖ καὶ οἵαν ἄλυτον. ἐρωτᾷ γοῦν Ἀχιλλεὺς τὸν βασιλέα, ὅτι «πῶς σοι δώσουσιν αὐτίκα γέρας οἱ Ἀχαιοί;» πρὸς τοῦτο δὲ οὐκ ἔστιν ἀψόγως ἐκεῖνον ἀπολογήσασθαί τι. εἰς τρία γὰρδιῃρημένου τοῦ χρόνου, νῦν μὲν αὐτίκα οὐκ ἔστι γέρας δοῦναι. (ῃ. 124) οὐδὲ γὰρἔχουσιν ἄδαστα ξυνήϊα κείμενα πολλὰ ὡς οἷον κειμήλια [χρήσιμα εἰς βίον, ὃν δήτις ἔφη κοινίτην,] καὶ διὰ τοῦτο ἄλλως μὲν εἰπεῖν ἔτι ἄδαστα· δριμέως δὲ κατάτινα παλαιὸν ἄληκτα ἤγουν μήπω εἰς λάχος ἐλθόντα, ὥστε λαχεῖν τισιν εἰςκλῆρον. (ῃ. 126) Λείπεται οὖν ἢ τὰ προδεδασμένα ἐπαγείρειν παλίλλογαἤγουν πάλιν ὡς ἐξ ὑπαρχῆς συναγόμενα, ὅπερ οὐκ ἐπέοικεν· οὐδὲ γὰρ χρὴγενέσθαι ἀναδασμὸν ἤγουν δεύτερον μερισμὸν τῶν προμερισθέντων, ὅπερἄμπαλον ὁ Πίνδαρος ἔφη τουτέστι δεύτερον πάλον καὶ κλῆρον ἐπὶ μερισμῷ· ἢἀλλὰ χρὴ ἀναμένειν τὸν μέλλοντα χρόνον, εἴ πού τινα θεὸς δῷσι πόλιν Τροΐηνεὐτείχεον ἐξαλαπάξαι, [ὅτε τριπλῇ, τετραπλῇ τ' ἀποτίσομεν τὸ ὑπὲρ τῆς Χρυσηΐδος δηλαδὴ ἀντισηκοῦν, καθά, ὡς εἰκός, ἦν ἔθος ἐν τοιούτοις γίνεσθαι.] ὁ δὲ λόγος οὗτος δίκαιος μέν ἐστιν, οὐκ ἀρέσκει δὲ τῷ βασιλεῖ θυμουμένῳ, ὡςἂν ἡ τοῦ Διὸς βουλὴ πληρωθῇ (ῃ. 124) [Ἰστέον δὲ ὡς ξυνήϊα δηλοῖ μὲν τὸκοινά· γίνεται δὲ ἢ ἀπὸ τοῦ ξυνός, ὁ κοινός· οἷον «ξυνὸς Ἐνυάλιος». οὗ κτητικὸν ξύνειος, ὡς ἡμετέρειος, καὶ διαλύσει καὶ ἐκτάσει οὐδέτερον αὐτοῦ τὸξυνήϊον· ἢ καὶ ἄλλως, ὡς ὁ ξεῖνος, ξείνιον καὶ πλεονασμῷ ξεινήϊον, οὕτωξυνός, ξύνιον καὶ ξυνήϊον. (ῃ. 126) ἐν δὲ τῷ «παλίλλογα» τροπὴ γέγονε τοῦ ˉνεἰς ˉλ, ὁποία καὶ ἐν τῷ «πάλλευκον κάρα» καὶ τοῖς ὁμοίοις.] (ῃ. 129) Πόλιν δὲ Τροΐην οἱ μέν φασι Τρωϊκὴν ἁπλῶς τινα, ὁποίας πολλὰς ἐπόρθησεν Ἀχιλλεύς. διὸ καὶ μετ' ὀλίγα ἐρεῖ «ὁππότε Ἀχαιοὶ Τρώων ἐκπέρσωσι πτολίεθρον». ἔστιγὰρ ταὐτὸν πόλιν Τροΐην εἰπεῖν καὶ Τρώων πτολίεθρον. ἄλλοι δὲ πόλιν Τροΐηννοοῦσι τὴν Τροίαν αὐτήν, οὕτω λεχθεῖσαν κατὰ διάλυσιν. καὶ μὴν πολλοῖς ἑτέροις τῶν παλαιῶν τοῦτο οὐκ ἤρεσεν, οἳ λέγουσι μηδὲ λεχθῆναί που ἀλλαχοῦ τὴν Τροίαν τρισυλλάβως παρὰ τῷ ποιητῇ, ἀλλὰ δισυλλάβως· οἷον «ἀμφὶ πόλιν Τροίην φραζοίμεθα βουλήν» καὶ «ἀμφὶ πόλιν Τροίην μαρνοίμεθα Ἀχαιοί». τινὲς δέ γε τῶν παλαιῶν συγχέοντες τὸ πᾶν καὶ ταῦτα διέλυσαν, ὡς ἐν τοῖςἈπίωνος καὶ Ἡροδώρου φέρεται. Τὸ δὲ Τροΐην ἔχει ἀπορίαν ἐπὶ τῇ διὰ τοῦ ˉο μικροῦ γραφῇ, ἐὰν αὐτὴ μὲν τὴν Τρωϊκὴν δηλοῖ, τὸ δὲ Τρωϊκὸν ὄνομα κατὰπᾶσαν τὴν αὐτοῦ κίνησιν διὰ τοῦ ˉω μεγάλου γράφηται. εἰ δὲ καὶ ἐκ τοῦ Τροίαδιελύθη, οὐδὲν ἧττον ἡ αὐτὴ ἀπορία κρατεῖ. εἰ γὰρ ἀπὸ τοῦ Τρωός ἡ Τροία, διὰ τί τῇ ˉοˉι διφθόγγῳ παραλήγεται καὶ μὴ τῇ διὰ τοῦ ˉω, ἵνα εἴη Τρῴα, ὡς Μινῴα; τάχα δὲ ἂν ἔχοι τοῦτο ἀπολογίαν τὴν τοῦ ˉω μεγάλου ἀλλοίωσιν εἰς τὴνˉοˉι δίφθογγον. ὡς γὰρ ἀγκώνη, ἀγκοίνη, οὕτω καὶ Τρῴα, Τροία. ἐκεῖνο δὲπάλιν μένει δυσαπολόγητον. εἰ γὰρ Τρωΐους ἵππους τοὺς Τρωϊκοὺς διὰ τοῦ ˉωμεγάλου γράφομεν, δυσχερές ἐστιν ἀπολογήσασθαι, διὰ τί πόλις Τροΐη ἡ Τρωϊκὴ διὰ τοῦ ˉο μικροῦ ἔχει τὴν ἄρχουσαν. ἐπιτείνει δὲ μάλιστα τὴν ἀπορίαν ὁ Πίνδαρος, ὃς αὐτὴν τὴν Τροίαν Τρωίαν ἐν Ἰσθμιονίκαις εἰπὼν διὰ τοῦ ˉω μεγάλου γράφει τὴν παραλήγουσαν. εἰ γὰρ οὕτως ἐκεῖνο, πολλῷ πλέον τὴν Τροΐην ἤτοι τὴν Τρωϊκὴν διὰ τοῦ ˉω μεγάλου ἐχρῆν γράφεσθαι. καὶ ταῦτα μὲνοὕτω. [Τὸ δέ «εὐτείχεον» Ἰωνικῶς κεκίνηται ἀπὸ τοῦ τεῖχος, τείχεος, εὐτείχεος. ἄλλως μέντοι τὸ κοινὸν εὐτειχέα ἦν ἄν. ὡς γὰρ σθένος εὐσθενής, βέλος ὀξυβελής, οὕτω καὶ τεῖχος εὐτειχής, οὗ αἰτιατικὴ εὐτειχέα.] Ἀλαπάξαιδὲ κυρίως τὸ ἐκκενῶσαι, ὅθεν καὶ λαπάρα ἡ κενὴ ὀστῶν καὶ λαφύσσω. γίνεταιδὲ ἐκ τοῦ λαπάζω πλεονασμῷ τοῦ ˉα. παρὰ γοῦν τῷ Αἰσχύλῳ εὕρηται τὸ ῥῆμαχωρὶς τοῦ ˉα. καταχρηστικῶς δὲ καὶ τὸ πορθεῖν ἀλαπάζειν λέγεται ὡς ἐν ταῖςἁλώσεσιν ἐκκενουμένων τῶν πόλεων. κεῖται δέ που ἐν τῇ Ὀδυσσείᾳ φανερῶςτὸ ἀλαπάζειν οὐκ ἐπὶ ἁλώσεως ἢ πορθήσεως πόλεως, ἀλλὰ ἁπλῶς ἐπὶ ἐκκενώσεως. γίνεται δὲ τὸ λαπάζειν ἐκ τοῦ λάπτειν, ἀφ' οὗ καὶ τὸ λάφυρον. ἔστιδὲ λάπτειν κυρίως τὸ ῥοφεῖν ὀνοματοποιηθὲν καὶ κυριολεκτηθὲν ἐπί τε κυνῶνκαὶ λύκων καὶ τοιούτων ζῴων καρχάρων. [Ἰστέον δὲ καὶ ὅτι τὸ «Ζεὺς δῷσι» κατὰ Ἴωνας ἢ ἐκ τοῦ δῶ γίνεται προσλήψει τῆς ˉσˉι συλλαβῆς ἢ ἐκ τοῦ δῷς, ὃκαὶ κάλλιον· ἵνα ᾖ, ὡς λάβῃς λάβῃσι, λάχῃς λάχῃσι καὶ ὅσα τοιαῦτα, πρὸςὁμοιότητα τοῦ τίθης τίθησιν· οὕτω καὶ ἐὰν δῷς, ἐὰν δῷσι.] (ῃ. 132) Ὅτικλέπτειν τὸ μέν ἐστι ταῖς χερσί, τὸ δὲ τῷ λογισμῷ. φησὶ γοῦν ὁ ποιητής· «μὴ δ' οὕτως ἀγαθός περ ἐὼν [κλέπτε νόῳ» ἀντὶ τοῦ παραλογίζου καὶ θέλε ἀπατᾶν. ἔστι δὲ καὶ οὗτος ὁ λόγος κρᾶμα ἐπαίνου καὶ ψόγου. ἔπαινος μὲν γὰρ τὸ «ἀγαθόςπερ ἐών», καθὰ καὶ τὸ «θεοείκελ' Ἀχιλλεῦ».] τὸ δέ «μὴ κλέπτε νόῳ» ἔχει τισφοδρότητος. Ἰστέον δὲ ὡς τρεῖς εἰσι τρόποι, καθ' οὓς ἐξίσταταί τις τοῦοἰκείου βουλήματος· ἢ γὰρ πειθόμενος ἢ ἀπατώμενος, ὅπερ ὁ ποιητὴς παρελεύσεσθαι λέγει, ἢ ἄκων ἐν τῷ κελεύεσθαι· ἅπερ ὁ Ἀγαμέμνων οὐκ ἂν ἐνταῦθαπαθεῖν ὑπὸ τοῦ Ἀχιλλέως διανίσταται. «οὔτε γὰρ νόῳ κλέπτων», φησί,» παρελεύσεαί με» ἤγουν παραδράμῃς «οὔτε πείσεις οὔτε κελεύσεις ἀποδοῦναιτὴν Χρυσηΐδα». Τὸ δέ «παρελεύσεαι» ἔχει τι λεληθότως καὶ σκωπτικόν. οἱονεὶ γὰρ λέγει ὅτι, εἰ καὶ τῇ ποδωκείᾳ παρελθεῖν με δύνασαι, ἀλλὰ ἀπατῶνκαὶ δολιευόμενος οὐκ ἄν με νικήσας παρέλθῃς. [Ἰστέον δὲ ὅτι τε ἐν τῷ «μὴ δ' οὕτως ἀγαθός περ ἐών» ἀργὸς κεῖται ὁ ˉδˉε σύνδεσμος ληφθεὶς ἀντὶ τοῦ ˉδˉη. καὶὅτι οὐ χειρὶ μόνον καὶ νόῳ, ἀλλὰ καὶ ποσὶ κλέπτεταί τι κατὰ τὸ «ποδοῖνκλοπὰν ἀρέσθαι» ἤγουν λάθρα φυγεῖν.] (ῃ. 133) Ὅτι τὸ ἐθέλειν καὶ τὰὅμοια προαιρετικὰ ῥήματα, οἷον τὸ αἱρεῖσθαι, τὸ βούλεσθαι, τὸ γλίχεσθαι, τὸἐφίεσθαι καὶ τὰ ὅμοια, δύο συντάξεις ἔχουσι· μίαν μετὰ ἀπαρεμφάτου ῥήματος, οἷον· αἱροῦμαι λέγειν, ἐθέλω γράφειν, βούλομαι λαλεῖν καὶ τὰ ἐφεξῆς ὁμοίως· ἑτέραν δὲ μετὰ ἐγκλίσεως ὑποτακτικῆς, οἷον· ἐθέλω, ἵνα γράφω, βούλομαι, ἵναλαλῶ καὶ τὰ ἄλλα ὡσαύτως. ταύτας τὰς δύο συντάξεις ὁ ποιητὴς ἐν μιᾷ ἐννοίᾳἐνταῦθα τιθείς φησιν «ἢ ἐθέλεις, ὄφρ' αὐτὸς μὲν ἔχῃς γέρας, ἐμὲ δὲ ἧσθαιδευόμενον;» (ῃ. 135– 7) Ὅτι σχῆμα ἐλλειπτικὸν ἐνταῦθα τὸ «ἀλλ' εἰ μὲν δώσουσιγέρας μεγάθυμοι Ἀχαιοὶ ἄρσαντες κατὰ θυμόν, ὅπως ἀντάξιον ἔσται. εἰ δὲ μὴδώσουσιν, ἐγὼ ποιήσω τάδε». χωλεύει γὰρ ἡ σύνταξις καὶ μένουσα ἐκκρεμὴςοὐκ ἀπήρτισται. λείπει γὰρ τὸ ἐφησυχάσω ἢ παύσομαι ἢ τοιοῦτόν τι, ἵνα λέγῃ, ὅτι ἐὰν δώσουσιν, ἡσυχάσω· ἐλλέλειπται δὲ ἀρχαϊκῶς διὰ τὸ πάνυ δῆλον καὶαὐτόθεν φανερόν. τίς γὰρ οὐκ οἶδεν ὅτι, ἐὰν δώσουσι γέρας οἱ Ἀχαιοί, ὡςἔσται ἀντάξιον, πάντως ἂν ἐφησυχάσῃ ὁ βασιλεύς. εἰσὶ δὲ καὶ ἄλλα τοιαῦτασχήματα ἐλλείψεως παρὰ τοῖς παλαιοῖς, ὡς παρὰ τῷ Κωμικῷ «ἐὰν μὲν ἀποφήνωπάντων αἰτίαν ἐμέ, εἰ δὲ μή, ποιεῖτε ὅπερ ἂν δοκῇ ὑμῖν». καὶ Μένανδρος ὁκωμικός «εἰ μὲν δή τινα πόρον ἔχεις, εἰ δὲ μή, νενόηκ' ἐγώ». καὶ Πλάτων ὁκωμικός «εἰ μέν σοι τὴν θάλασσαν ἀποδώσει ἑκών, εἰ δὲ μή, ταῦτα πάντασυντριαινῶν ἀπολέσω». καὶ Σοφοκλῆς «εἰ μέν τις οὖν ἔξεισιν, εἰ δὲ μή, λέγε». κεῖται δὲ ὅμοιον σχῆμα καὶ ἐν τῷ τέλει τῆς ῥαψῳδίας ταύτης ἐν τοῖς τοῦ Ἡφαίστου λόγοις. οἱ μέντοι καθιστῶντες τὸ σχῆμα εἰς τὸ ἔσται καὶ οὕτω ποιοῦντεςαὐτὸ ἀνελλιπές, εὐσύντακτον μὲν ποιοῦσι τὴν ἑρμηνείαν, ἀχρειοῦσι δὲ τὴνὉμηρικὴν ἀρετὴν καὶ τὴν τοῦ θυμουμένου ἀπαλείφουσιν ἔμφασιν καὶ οὐδὲσπουδαῖόν τι λέγουσι. φασὶ γὰρ ὅτι ἀλλ' εἰ μὲν δώσουσί μοι γέρας οἱ Ἀχαιοί, ὥς ἐστιν ἀντάξιον, ἔσται τουτέστιν εὖ ἕξει τὸ πρᾶγμα· καὶ οὐδὲ οἴδασιν ὅτι διὰἐλλείψεως πάλιν καὶ ταύτης ψυχρᾶς ἰῶνται τὴν ἔλλειψιν. πάντως γὰρ καὶ ἐν τῷἔσται λείπει τὸ ἀγαθόν ἢ δίκαιον ἤ τι τοιοῦτον, ἵνα λέγῃ, ὅτι ἔσται δίκαιον ἢἀγαθόν. καλλίων δὲ δή που τοῦ τοιούτου ἐλλειπτικοῦ σχήματος ἡ Ὁμηρικὴἔλλειψις. (ῃ. 136) Τηρητέον δὲ ὅτι τὸ ἀντάξιον οὐ μάτην ὁ βασιλεὺς προσέθετο. ἀλλ' εἰς ἀφορμὴν πάλιν ἔριδος, ἵνα κἂν τυχὸν γέρας αὐτῷ θέλωσιν οἱἝλληνες δοῦναι, ἔχῃ αὐτὸς πάλιν καὶ οὕτω κατὰ τοῦ Ἀχιλλέως θυμοῦσθαι προβαλλόμενος μὴ εἶναι τὸ γέρας ἀντάξιον. ὅμοιον δέ τι ὁ αὐτὸς βασιλεὺς καὶἐν τῇ γάμμα ῥαψῳδίᾳ ποιήσει, ὅπου τιμὴν ἀποδοῦναι τοὺς Τρῶας θέλει, ἥντινα ἔοικεν, ὡς ἂν καὶ ἐκεῖ ἔχῃ πολέμου λαβὰς καὶ ἐς ὕστερον. Τὸ δέ» ἄρσαντες κατὰ θυμόν» ἀρχή ἐστι καὶ ἀφορμὴ τῆς τοῦ θυμήρους συνθέσεως. πάντως γάρ, ὅπερ τις ἄρσει κατὰ θυμόν, ὅ ἐστιν ἁρμόσει ἢ ἀρέσει, θυμῆρεςἐκεῖνό ἐστι. φασὶ δὲ οἱ παλαιοί, ὅτι Ἀρίσταρχος μὲν δασύνει τὸ ἄρσαντες, λέγων ἐξ αὐτοῦ γενέσθαι τὸ ἅρμα, Ἡρωδιανὸς δὲ ψιλοῖ, ὡς ἀπὸ τοῦ ἄρω, ἄρσω Αἰολικοῦ. [Σημείωσαι δὲ ὡς πολλαχοῦ καινοῖς χαίρων σχήμασιν ὁποιητὴς οὐ μόνον προσεχῶς, ὡς ἐρρέθη, ἐκαινοφώνησεν, ἀλλὰ καὶ πρὸ τούτωνἐν τῷ «μὴ νύ τοι οὐ χραίσμῃ σκῆπτρον» καὶ ἑξῆς. λείπει γὰρ ἐκεῖ τὸ δέδοικα ἢὅρα, μή σοι οὐ χρησιμεύσῃ τὰ τοῦ θεοῦ. (ῃ. 137) Ὅτι τὸ «εἰ δέ κε μὴ δώωσιν, ἐγὼ δέ κεν αὐτὸς ἕλωμαι» εἴποι ἂν ὁ αὐτάρκης ὢν ἑαυτῷ, κἂν μὴ ἔχοι τοὺςὑπακούοντας.] Ὅτι καὶ ἡ παροιμία φησίν, ὡς «αἱ δεύτεραί πως φροντίδεςσοφώτεραι» καὶ ὁ ποιητὴς δὲ πολλαχοῦ τοῦτο αὐτοῖς ἔργοις ὑποδηλοῖ, ἐν οἷςτὰς δευτέρας συμβουλὰς κρεῖττον ἤπερ τὰς προϋπαρξάσας μελετᾷ πραγματικῶς. οὕτω γοῦν ἐνταῦθα καὶ ὁ βασιλεὺς τὰ μὲν πρῶτα οὐ μόνον τῷ Ἀχιλλεῖ, ἀλλὰκαὶ τοῖς μηδὲν αἰτίοις συναπειλεῖται, ὡς προείρηται, τῷ τε Ὀδυσσεῖ καὶ τῷΑἴαντι, ἑνὸς τῶν τριῶν γέρας εἰπὼν ἀφαιρήσεσθαι· εἶτα μεταγνοὺς ὡς οὐκαλῶς ἀπειλησάμενος ταῦτα μὲν μεταφράσεσθαι λέγει καὶ ὕστερον, τελευτῶνδὲ εἰς μόνον ἀποτείνει τὸν Ἀχιλλέα τὰ τῆς ἀπειλῆς. καὶ Ἀχιλλεὺς δὲ ἐν τοῖς ἑξῆς «δευτέρων ἀμεινόνων ἔτυχε» κατὰ τὴν παροιμίαν. βουλευσάμενος γὰρἀναστῆναι καὶ φονεῦσαι ὕστερον παύεται καὶ ὀνειδίσαι μόνον σκέπτεται καὶοὐκέτι λέγει ὡς ἰδίαις ὑπεροπλίαις ἑαυτὸν ὁ βασιλεὺς ὀλέσει, ὅπερ οὐ γέγονεν, ἀλλ' ὅτι τοῦ Ἀχιλλέως ποθὴ ἔσται τοῖς Ἕλλησιν, ὅπερ ἀληθῶς γέγονεν ὕστερον. Ἰστέον δὲ καὶ ὅτι διὰ λύπην Ἀχιλλέως ὁ Ἀγαμέμνων τὴν ῥηθεῖσανἐνεστήσατο ἀπειλὴν κατά τε Ὀδυσσέως καὶ Αἴαντος. λυπεῖ γὰρ πάντως τὸνἥρωα τὸ συνατιμᾶσθαι αὐτῷ τοὺς φιλτάτους. ὅτι δὲ φίλτατοι αὐτῷ Ἑλλήνων Αἴας τε καὶ Ὀδυσσεύς, ἐν τῇ ἰῶτα ῥαψῳδίᾳ φανήσεται καὶ ἐν τῇ βῆτα δέ, εἴπερ ὁ Θερσίτης ἔχθιστος ἦν Ἀχιλλῆϊ μάλιστα καὶ Ὀδυσσεῖ. φαίνεται γὰρ ὅτι Ὀδυςσεὺς καὶ Ἀχιλλεὺς φίλοι ὄντες ἀλλήλοις τὸν αὐτὸν ἐμίσουν ἐχθρόν. Ὅρα δὲ ὅτι ἡμεῖς μὲν τῇ μεταφράσει ἐπὶ ἄλλου σημαινομένου χρώμεθα, Ὅμηρος δὲμεταφράζεσθαί φησι τὸ μεταβουλεύεσθαι. (ῃ. 139 ς.) [Ἰστέον δὲ ὅτι τε τὸ «ἀλλ' ἤτοι μὲν ταῦτα μεταφρασόμεσθα καὶ αὖτις» ὑστεροβουλίας ἐστὶ σκοπός, ὃ δὴ καὶ ἐπιφράζεσθαι καὶ ἐπιμηθεύεσθαι λέγεται. καὶ ὅτι ἀνωτέρω τούτουστίχος εἷς κεῖται δοκῶν κατὰ τὸν Λογγῖνον εἶναι παρένθετος. ἔστι δὲ ἐκεῖνος τὸ» ἄξω ἑλών». ἀρκεῖ τε γάρ, φησίν, εἰς τελείαν ἔννοιαν τὸ ἄνω αὐτοῦ κείμενονἔπος καὶ τὸ ἐφεξῆς δὲ τοῦ «ἄξω ἑλών» «ὃ δὲ κεχολώσεται, ὃν ἂν ἵκωμαι» εἰςοὐδὲν δέον ἐκ περισσοῦ τέθειται. τίς γὰρ οὐκ οἶδεν ὡς λυπήσεται ὁ ἀδικηθείς;] (ῃ. 141– 3) Ὅτι τὸ «νῆα μέλαιναν ἐρύσομεν, ἐς δ' ἐρέτας ἐπιτηδὲς ἀγείρομεν, ἐςδ' ἑκατόμβην θείομεν» ὁμοιοκατάληκτα μὲν οἱ γραμματικοὶ διὰ τὰς μὲνσυλλαβὰς λέγουσι τὰς ἐν τῷ τέλει, πάρισα δὲ οἱ ῥήτορες, [ὥσπερ αὖ πάλινἐπαναφορικὰ τὸ «ἐς δ' ἐρέτας, ἐς δ' ἑκατόμβην».] καὶ κάλλος αὐτὰ ποιεῖνλόγου φασίν. (ῃ. 142) Ἰστέον δὲ καὶ ὅτι ἐπίτηδες μὲν προπαροξυτόνωςφαμὲν τὸ ἐν ἔργῳ καὶ ἐπιτηδευτῶς καὶ ἐξ ἐπιτηδεύσεως οἷόν τινος· τὸ δὲἐπιτηδὲς τὸ ἐνταῦθα ὀξυτονούμενον ὄνομα οἱ παλαιοί φασιν εἶναι πληθυντικόν, οὗπερ εὐθεῖά ἐστιν ὁ ἐπιτηδής. ὥσπερ δέ που τὸ ἀκλεεῖς πληθυντικὸν παρ' Ὁμήρῳ ἀκλεὲς λέγεται ἐκβληθέντος τοῦ ˉι, οὕτω γέγονε καὶ τὸ ἐπιτηδές ἐκτοῦ ἐπιτηδεῖς ἐκδραμόντος τοῦ ˉι διὰ χρείαν μετρικήν. [Ἔτι ἰστέον ὡς τὸ ἐρύσομεν, ἀγείρομεν, θείομεν, βήσομεν, εἰ καὶ συμβουλευτικά εἰσιν, ὅμως οὐ μεγεθύνουσι τὴν παραλήγουσαν. Ἴωνες γὰρ ἀδιαφοροῦσι περὶ τὰ τοιαῦτα, ὡςμυριαχοῦ φανήσεται.] (ῃ. 143) Ὅτι τὴν παρειὰν παρηΐην ἐθέλει λέγειν ὁποιητὴς κατὰ διάλυσιν τῆς ˉεˉι διφθόγγου καὶ παρήϊον τὸ τῶν ἵππων παραγναθίδιον. καὶ τὴν καλλιπάρῃον διὰ τοῦ ˉη γράφει, τὸ μὲν ˉε τῆς διφθόγγου τρέψαςεἰς ˉη, τὸ δὲ ˉι προσγεγράφθαι ἀφείς. [λέγει δ' ἐνταῦθα καλλιπάρῃον τὴν Χρυσηΐδα ὁ βασιλεὺς ἐχόμενος οἷον αὐτῆς τῷ λογισμῷ καὶ δεικνὺς ὡς, εἰ καὶστερεῖται αὐτῆς, ὅμως ἀναμιμνῄσκει οἷον ἀπόλλυσι καλόν.] (ῃ. 144) Ὅτιβουληφόροι παρὰ τῷ ποιητῇ, οὓς νῦν τῆς συγκλήτου φαμέν. ἰστέον γὰρ ὅτι ἡμὲν ἀγορὰ παντὸς ἦν τοῦ δήμου κοινὴ καὶ κηρύγματι ἐξακούστῳ ἠθροίζοντο, ἡ δὲ βουλὴ τῶν ἐκκρίτων μόνων συγκαλουμένων ἰδίᾳ καὶ οὐ μετὰ τοῦ πλήθους. [ Οτι Ὁμήρου ἀρχὸν εἰπόντος ἐπὶ νηός, οἱ μεθ' Ὅμηρον συνθέντες ναύαρχον τὸν τοιοῦτόν φασιν. εἴη δ' ἂν τοιοῦτος ὁ καὶ κόμης παρὰ τοῖς ὕστερον. εἰ δὲκαὶ βουληφόρος ἐστὶν ὁ αὐτός, μεῖζον τὸ ἀξίωμα καὶ οἷον πάνυ κοσμεῖν τὸνἐπὶ πρεσβείᾳ στελλόμενον.] Ὅτι ἐν μὲν τῇ ἀπειλῇ πρῶτον ἔταξε τὸν Ἀχιλλέα ὁ βασιλεὺς εἰπών «ἢ τὸ σὸν ἀφέλωμαι γέρας ἢ Αἴαντος ἢ Ὀδυσσέως», ἐν δὲτῷ τῆς τιμῆς λόγῳ ὕστερον τάττει τὸν Ἀχιλλέα μετὰ καί τινος σκώμματοςεἰπὼν ὅτι «ἀρχὸς ἔστω τῆς εἰς τὸν Ἀπόλλωνα νηὸς βουληφόρος, ἢ Αἴας ἢἸδομενεὺς ἢ δῖος Ὀδυσσεὺς ἠὲ σύ, Πηλείδη, πάντων ἐκπαγλότατ' ἀνδρῶν». (ῃ. 145) Ἰστέον δὲ ὅτι ἐν τῷ εἰπεῖν «δῖος Ὀδυσσεύς» καὶ τιμῆσαι τὸν ἄνδρα τῷ ἐπιθέτῳ ἐνέφηνεν, ὅτι ὁ Ὀδυσσεὺς ἔσται ναύαρχος· καὶ ὅτι, ὥσπερ τὸ Ἀχιλλεύς ποτὲ μέν, ὡς προείρηται, διπλασιάζει τὸ τῆς ληγούσης κατάρχον σύμφωνονἤγουν τὸ ˉλ, ποτὲ δὲ μονάζον ἔχει αὐτό, οὕτω καὶ τὸ Ὀδυσσεύς ἀνωτέρω μὲν ἐντῷ «ἢ Ὀδυσῆος» δι' ἑνὸς ˉσ ἐξήνεκται, ἐνταῦθα δὲ διὰ δύο ˉσ. καὶ δοκεῖ τὸ μὲνἓν ˉσ εἶναι ἀπὸ μέλλοντος τοῦ ὀδύσω, ὃ δηλοῖ τὸ ὀργίσομαι, τὰ δὲ δύο ἀπὸἐνεστῶτος τοῦ ὀδύσσω, τὸ ὀργίζομαι. Ὅτι δὲ τὸ Ὀδυσσεύς παρά τισι μὲν δασύνεται παρὰ τὴν ὁδόν, ὑπό τινων δὲ ψιλοῦται, ὅπερ καὶ μάλιστα Ὁμηρικόνἐστιν, ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν γέγραπται, ὅπου καὶ τὸν Ὀδυσσέα ὁ ποιητὴς ἐτυμολογεῖ. (ῃ. 146) Τὸ δ' ἐκπαγλότατε ἐκ τοῦ ἐξεπλάγη δευτέρου ἀορίστουγενόμενον ὤφειλεν ἐκπλαγώτατε εἶναι διὰ τοῦ ˉω μεγάλου. ἐπεὶ δὲ ἡ τοιαύτηγραφὴ ἀσυντελὴς ἦν δακτυλικῷ μέτρῳ, γέγονε μετάθεσις τοῦ ˉλ ἐπὶ τὰ ἔμπροσθεν, ὡς ἂν οὕτω σμικρυνθέντος τοῦ ˉο διὰ τὴν πρὸ αὐτοῦ μακρὰν συλλαβὴνγένηται ἡ λέξις εἰς δάκτυλον χρήσιμος. Σημείωσαι δὲ ὅτι τὸ ἐκπαγλότατεδόξειε μὲν ἂν μέτριόν τι σκῶμμα εἶναι καί πως ὅμοιον ὡς ἐν εἰρωνείᾳ τῷ θαυμάσιε, ὃν δηλαδὴ ἐκπλαγείς τις θαυμάσεται, ἔχει δὲ πολύ τι βαρύτητος. διὸ καὶεἰς θυμὸν ἐκμαίνει τὸν Ἀχιλλέα. γίνεται γὰρ ἡ λέξις ἐκ τοῦ πλήσσω, ἀφ' οὗκαὶ ὁ ἔμπληκτος καὶ ὁ παραπλὴξ καὶ τὸ ἐμπλήγδην ἐπίρρημα ἐν Ὀδυσσείᾳ καὶὁ ἀπόπληκτος. ἔχει δέ τι σφοδρότητος καὶ τὸ σχῆμα, ἡ ἀποστροφή. ἀπὸ γὰρεὐθειῶν τοῦ Αἴας ἢ Ἰδομενεύς ἢ Ὀδυσσεύς τραχέως ἀπέστρεψε τὸν λόγον ἐν τῷ «ἢ σύ, Πηλείδη ἐκπαγλότατε», ἵνα μὴ καὶ λάθῃ ἡ ὕβρις. (ῃ. 147) [Ὅτιεὐχῆς ὁ σκοπὸς ἱλασμός ἐστιν, ὡς δηλοῖ καὶ τὸ «ὄφρα ἱλάσσεαι ἱερὰ ῥέξας».] (ῃ. 148) Ὅτι τὸ «ὑπόδρα ἰδών» ἀντὶ τοῦ δραστικόν καὶ δριμύ, ὡς ἀπὸ τοῦ δρῶ, τὸ πράττω· μάλιστα δέ, ὡς ὀρθῶς δοκεῖ τοῖς παλαιοῖς, ἀντὶ τοῦ ὑποβλεπτικῶςπαρὰ τὴν ˉὑˉπˉο πρόθεσιν καὶ τὸ δρῶ, τὸ βλέπω, καὶ οἱονεὶ διορῶ, ἐξ οὗ φασι καὶτὸ δέρκω παράγωγον· ὅθεν καὶ τὸ δραθάνειν, ὅ ἐστι κοιμᾶσθαι, οἱονεὶ ἡ τοῦβλέπειν ἀπόθεσις· καὶ δραπέτης ὁ οἷον ἐκπετασθεὶς τοῦ ὁρᾶν καὶ μὴ βλεπόμενοςδιὰ τὸ φυγεῖν. ἐκ τοίνυν τοῦ τοιούτου δρῶ ῥήματος τὸ ὑπόδρα, ὡς τῆς ὄψεωςμὴ κατὰ φύσιν ἐχούσης τοῖς ὀργιζομένοις, ἀλλά πως παρατιθεμένης καὶὑποβαλλομένης· ὅθεν καὶ βλοσυρὸς λέγεται ὁ τὸ βλέμμα ὑποσύρων, ὁποῖόν τικαὶ οἱ φύσει τὰς ὄψεις διεστραμμένοι πάσχουσι· πλὴν οὗτοι μὲν ὑποβλέπειν λέγονται καὶ ὑπόδρα βλέπειν· ἐκεῖνοι δὲ παραβλέπειν, ὅθεν καὶ παραβλῶπες ὀνομάζονται. Ἰστέον δὲ ὅτι δοκεῖ ἀπὸ τοῦ ῥηθέντος δρῶ γίνεσθαι καὶ τὸ ἀθρῶ, ἵνα ᾖ ἀδρῶ τὸ ἄγαν ὁρῶ καὶ κατὰ συγγένειαν τοῦ ˉδ πρὸς τὸ ˉθ ἀθρῶ, καθὰ καὶἐκ τοῦ μήδω γίνεται ὁ προμηθὴς καὶ ἐκ τοῦ οὐδενός τὸ ἐξουθενῶ καὶ ἄλλα δέτινα ὁμοίως, ὡς ἀλλαχοῦ ῥηθήσεται. (ῃ. 149) Ὅτι εἰς ἀναίδειαν ὁ Ἀχιλλεὺς ἐπισκώπτων τὸν Ἀγαμέμνονα λέγει· «ὤ μοι ἀναιδείην ἐπιειμένε». τοῦτο δὲλέγει διὰ τὸ τὸν Ἀγαμέμνονα ἐν ἐπηκόῳ πάντων δόξαι ἀσχημονῆσαι ὑπερτιθέντα τῆς κουριδίης γυναικὸς τὴν αἰχμάλωτον Χρυσηΐδα καὶ διὰ τὸ τολμῆσαικαὶ αὐτοῦ καταναιδεύσασθαι δι' ἀπειλῆς. τὸ δέ «ἀναιδείην ἐπιειμένε» ἀντὶ τοῦπροφανῆ ἔχων ἀναίδειαν καθά τι περίβλημα ἢ ἐνδεδυμένε αὐτὴν οἷά τι ὅπλονκατὰ τὸ «ὅπλα εἱμένοι» καὶ «ἐπιειμένος ἀλκήν». καλεῖ δὲ αὐτὸν καὶ κερδαλεόφρονα, ὥσπερ καὶ φθάσας φιλοκτεανώτατον ἔσκωψεν αὐτόν. δοκεῖ δὲτοῖς παλαιοῖς φύσει ὁ φιλοχρήματος καὶ ἀναιδὴς εἶναι. [Δῆλον δὲ ὡς λεόφρων ἐστὶ καὶ ὁ ὕπουλος δίκην κερδοῦς, ὅ ἐστιν ἀλώπεκος τῆς δολίας, ἢ ὁτὰ πρὸς κέρδος ἤτοι δόλον φρονῶν.] (ῃ. 151) Ὅτι δύο οἶδεν ἐνταῦθα τρόπουςπολέμου ὁ ποιητὴς ἢ ὁδὸν ἐλθεῖν ἢ ἀνδράσιν ἶφι μάχεσθαι. ἔστι δὲ ὁδὸν μὲν ἐλθεῖντὸ τοὺς ἀριστεῖς εἰς λόχον ἀπελθεῖν, ὡς δοκεῖ τοῖς παλαιοῖς, οἳ καὶ ἀπὸ Δημοσθένους φέρουσι χρῆσιν εἰπόντος ἐν τῷ κατὰ Ἀριστοκράτους τὸ «ἐν ὁδῷκαθελών» ἀντὶ τοῦ ἐν λόχῳ. Ἶφι δὲ μάχεσθαι τὸ κοινῶς μετὰ τοῦ λαοῦ ἐξ ἀντιπαρατάξεως φανερᾶς, ὅπερ καὶ ἔστι κυρίως ἶφι πολεμεῖν, ὡς τοῦ λόχου δόλῳ καὶοὐ τοσοῦτον ἰσχύϊ εὐοδουμένου. διὸ καὶ ἐν τοῖς ἑξῆς ὁ αὐτὸς ὀνειδίζων σαφέστερον λέγει τῷ βασιλεῖ, ὅτι «οὔτε ποτ' ἐς πόλεμον ἅμα λαῷ θωρηχθῆναι, οὔτεεἰς λόχον ἐλθεῖν σὺν ἀριστήεσσιν Ἀχαιῶν τέτληκας θυμῷ», ὡς οἷα τλησικάρδιος. δύναται δὲ καὶ ἄλλως ὁδὸς πλατικώτερον λέγεσθαι πρὸς διαστολὴν ἀντιπροσώπουπαρατάξεως καὶ τὸ ἐπὶ λείᾳ ἀπελθεῖν που καὶ τὸ ἐπὶ κατασκοπεύσει λαοῦ ἢτείχους ἀναμετρήσει. εἰ δὲ καὶ αὐτὰ τρόπον τινὰ λόχος ἐστίν, ἀλλὰ τὸ εἰς ὁδὸνἐλθεῖν ἤγουν πρεσβείαν οὐκέτι λόχος ἐστίν. ἔοικε δὲ εἰς πάντα ὁ Ἀχιλλεὺςεὐδοκιμεῖν· ἐν μὲν ὁδῷ οἷα πολέμαρχος καὶ πολλὰς μὲν πόλεις, πολλὰς δὲνήσους παραστησάμενος· ἐν δὲ τῷ ἶφι μάχεσθαι οἷα τὴν Τροίαν γενναίως πολιορκῶν. Τὸ δὲ ἐλθεῖν ἐλθὲν λεγόμενον Δωρικῶς, ἐὰν προσλάβῃ πρὸ τοῦ νῦ τὴν ˉμˉεσυλλαβήν, ὡς προείρηται, ἐλθέμεν λέγεται, ὡς καὶ χολωσέμεν καὶ λεγέμεν καὶὅσα τοιαῦτα, προστεθείσης δὲ ἐν τῷ τέλει τῆς ˉαˉι διφθόγγου ἐλθέμεναι γίνεταικαὶ λεγέμεναι. καί εἰσι καὶ ἄλλα τοιαῦτα παρὰ πολλοῖς ποιητικὰ ῥήματα πάμπολλα. οὐ μόνον δὲ ἐν τοῖς τοιούτοις πλεονάζει ἡ ˉμˉε συλλαβή, ἀλλὰ καὶ ἐντοῖς εἰς ˉνˉαˉι λήγουσιν ἀπαρεμφάτοις πρὸ τῆς ληγούσης τίθεται· οἷον ποιηθῆναιποιηθήμεναι, θωρηχθῆναι θωρηχθήμεναι καὶ ἕτερα μυρία τοιαῦτα. τὸ μέντοιθεῖναι καὶ δοῦναι καὶ εἶναι οὐχ' ἁπλῶς πρὸ τῆς ληγούσης δέχονται τὴν ˉμˉε συλλαβήν, ἀλλὰ ἀποβολῇ τῶν ὑποτακτικῶν φωνηέντων ἤγουν τοῦ ˉυ καὶ τοῦ ˉι· θέμεναι γὰρ καὶ ἔμμεναι λέγομεν, ἀλλὰ καὶ δόμεναι, ὡς καὶ ὁ ποιητὴς πρὸμικροῦ εἶπεν «ἀποδόμεναι ἑλικώπιδα κούρην». ταῦτα δὲ καὶ τὴν τελευταίανδίφθογγον ἀποβάλλουσι καὶ γίνονται θέμεν καὶ ἔμεν καὶ δόμεν. (ῃ. 152) Ὅτιαἰχμηταὶ μὲν ἁπλῶς οἱ στρατιῶται· καὶ καλοῦνται οὕτως ἀπὸ ἑνὸς μέρουςτῶν ὅπλων ἤτοι τῆς αἰχμῆς, ὥσπερ καὶ ἀπὸ κνημίδων εὐκνήμιδες οἱ [καθόλουεἰπεῖν εὔοπλοι] καὶ ἀπὸ θώρακος θωρηκταὶ καὶ ἀπὸ ἀσπίδων ἀσπιδιῶται καὶἀσπισταὶ καὶ ἀπὸ κόρυθος ἤγουν περικεφαλαίας κορυθάϊκες καὶ κορυθαιόλοικαὶ κορυσταί, προστεθέντων δὲ καὶ τῶν ἵππων ἱπποκορυσταί, καὶ ἀπὸ δοράτωνδορίκλυτοι. ὁπλῖται μέντοι μεθ' Ὅμηρον ἀπὸ γενικοῦ ὀνόματος τῶν ὅπλωνἐκλήθησαν, ὥσπερ καὶ ὁπλότεροι οἱ νέοι καὶ ὑπέροπλοι οἱ αὐθάδεις. [Κεῖται δ' ἐνταῦθα καὶ τὸ ἤλυθον ἐντελές, οἷον «οὐ γὰρ ἐγὼ Τρώων ἕνεκ' ἤλυθον», οὗσυγκεκομμένον τὸ ἦλθον κατὰ τὸ «ὃ γὰρ ἦλθε θοὰς ἐπὶ νῆας». οὕτω καὶ ἁπλοῦνμὲν τὸ ἀλεγεινόν, συγκέκοπται δὲ τὸ ἀλγεινόν, ὡς καὶ τὸ ἄλγος.] (ῃ. 153) Ὅτιαἴτιος παρ' Ὁμήρῳ λέγεται ὁ αἰτιατέος καὶ ὑπὸ μέμψιν καὶ αἰτίασιν κείμενοςκαὶ ἀπολύτως λαμβάνεται, οἷον «οὔ τί μοι αἴτιοί εἰσιν οἱ Τρῶες» καὶ «οὔ τί μοιαἰτίη ἐσσί, θεοί νύ μοι αἴτιοί εἰσιν». οἱ δὲ μεθ' Ὅμηρον ἄλλως χρῶνται τῇ λέξει. (ῃ. 153 ς.) Ἰστέον δὲ ὡς ὁ μὴ βλαβῆναι λέγων ὑπό τινων καλῶς ἂν ἐρεῖ, ὅτι «οὔτί μοι αἴτιοί εἰσιν· οὐ γάρ πώ ποτ' ἐμὰς βοῦς ἤλασαν οὐδὲ μὲν ἵππους». ἐνταῦθα δὲ δηλοῖ ὁ ποιητής, ὅτι πολέμου ἀφορμὴ τοῖς παλαιοῖς ὡς ἐπὶ πολὺτὸ βοῦς ἢ ἵππους ἀπελάσαι ποθὲν ἢ καρπὸν γῆς ἐπιδραμόντας δηλήσασθαιἤγουν βλάψαι, οὗ χρῆσίς ἐστι καὶ παρὰ Ἡροδότῳ· δηλέοντο γάρ φησιν ἀντὶ τοῦἔβλαπτον. ἐκεῖθεν δὲ καὶ τὸ δηλητήριον. Σημείωσαι δὲ ὅτι ἡ διάφορος σημασίατῶν ῥημάτων διαφόρους πολλάκις συζυγίας ποιεῖ. δηλῶ μὲν γὰρ δηλώσω τὸφανερὸν ποιήσω· δηλῶ δὲ δηλήσω τὸ βλάψω. οὕτω καὶ νοῶ νοήσω τὸ εἰς νοῦνλήψομαι· νοώσω δὲ τὸ ἐμβαλῶ νοῦν. καὶ πολεμήσω μὲν τὸ μαχήσομαι· πολεμώσω δὲ τὸ κινήσω ἕτερον εἰς μάχην. καὶ σταθμῆσαι μὲν τὸ ζυγοστατῆσαι· σταθμώσασθαι δὲ παρὰ Ἡροδότῳ τὸ στοχάσασθαι. καὶ κηλήσω μὲν τὸ θέλξω, ἐξ οὗ ὁ ἐν Ὀδυσσείᾳ κηληθμός· κηλώσω δὲ ῥῆμα οὐ σεμνόν, ἐξ οὗ κηλωστὰ τὰπορνεῖα παρὰ Λυκόφρονι. καὶ βοήσω μὲν τὸ τρανῶς φωνήσω· βοώσω δὲ τὸμεταμορφώσω εἰς βοῦν. [καὶ τὸ σκηνῶ δὲ σκηνώσω, ἐξ οὗ σκήνωμα, καὶ τὸ σκηνῶσκηνήσω, ἀφ' οὗ οἱ Σκηνῆται, διαφορὰν ἔχουσι φανεράν. ὁμοίως καὶ τὸζηλῶ ζηλώσω τὸ πρωτότυπον τοῦ ζηλωτοῦ καὶ τὸ ζηλῶ ζηλήσω τὸ τοῦζηλήμονος, ὃ ἐν Ὀδυσσείᾳ κεῖται. καὶ τὸ κυκλῶ κυκλώσω καὶ κυκλήσω. καὶῥῶ ῥήσω, ὅθεν τὸ ῥῆμα· καὶ ῥῶ ῥώσω, ἀφ' οὗ ἡ ῥῶσις. εἰ δὲ καὶ τὸ φηλῶφηλήσω καὶ φηλώσω, ὡς τὸ «φηλώσας πρόμον» παρὰ Λυκόφρονι, οἴδασιδιαφοράν, χρὴ ζητῆσαι. γίνεται δὲ τὸ δηλῶ ἤγουν βλάπτω, ὅθεν καὶ ὁδαλός. ὡς γὰρ ἐκ τοῦ πρήθω, τὸ καίω, μεταθέσει τοῦ ˉρ καὶ τροπῇ τοῦˉη εἰς ˉε γίνεται πέρθω διὰ τοὺς ἑπομένους ἐμπρησμοὺς ταῖς πορθήσεσι· καὶὡς παρὰ τὸ δαίω, τὸ καίω, δῆρις ἡ μάχη, ἔτι δὲ καὶ δηΐς· οὕτω παρὰ τὸ αὐτὸ δαίωδηλεῖσθαι τὸ καυστικῶς βλάπτειν ὡσεὶ καὶ διὰ δαλοῦ καίοντος.] καὶ τοιαῦταμὲν ταῦτα. (ῃ. 154) Τὰς βοῦς δὲ θηλυκῶς Ἴωνές φασι, καθὰ καὶ ἀλλαχοῦῥηθήσεται, ἤδη δὲ καὶ Ἀττικοί, ὥσπερ καὶ τὰς ὄϊς καὶ τὰς ἵππους καὶ τὰςἡμιόνους καὶ τὰς κύνας. Σημείωσαι δὲ ὅτι ἐνταῦθα μὲν ἐλάσαι τὸ πολέμουνόμῳ ἀπελάσαι· λέγεται δὲ καὶ ἐπὶ σιδήρου ἐλάσεως καὶ ἐπὶ κτίσεως τείχουςκαὶ ὀρύξεως τάφρου καὶ ἱππηλασίας. εὕρηται δὲ καὶ κατελάσαι κωμικώτερονἐπὶ ἀσέμνου σημασίας. τὸ δὲ ὅρκους ἐπήλασαν παρ' Ἡροδότῳ ἀντὶ τοῦ ἐπήγαγον, ἀπεναντίας ῥηθὲν πρὸς τὸ ἀπήλασαν, τὸν ἐπακτὸν ὅρκον ὀνομασθῆναιπεποίηκε παρὰ τοῖς ὕστερον. [Ἰστέον δὲ ὅτι ἐν τῷ «οὐ γὰρ πώ ποτ' ἐμὰς βοῦςἤλασαν» ὁ ˉπˉω παραπληρωματικὸς σύνδεσμος ἐκ βαρυτονήσεως ἐνεκλίθη· οἷον «οὔπω γάρ ποτε». διὸ καὶ προπαροξύνεται, ὡς καὶ ἀλλαχοῦ δηλοῦται. δηλοῖ δὲ τὴν τοῦ συνδέσμου βαρεῖαν τάσιν καὶ τὸ «οὐδέ τί πω ἴδμεν» καὶ ἑξῆς.] (ῃ. 155) Ὅτι τὴν Φθίαν ἤγουν τὰ νῦν κατά τινας λεγόμενα Φάρσαλα τὴν τοῦἈχιλλέως πατρίδα ἐριβώλακα λέγει ἤγουν μεγαλόβωλον, ἔτι δὲ καὶ βωτιάνειρανἤτοι θρεπτικὴν ἀνδρῶν. ἐν δὲ τοῖς ἑξῆς καὶ «μητέρα μήλων» ἤγουν προβάτωνκαὶ θρεμμάτων αὐτὴν ὀνομάσει διὰ τὸ πίονα εἶναι τὴν ἐκεῖσε γῆν. ὁ δὲ πολίτηςαὐτῆς Φθιώτης λέγεται. εἰσὶ δέ τινες καὶ Φθῖοι παρὰ τῷ ποιητῇ, ἕτεροι παρὰτοὺς Φθιώτας, ὡς ἐν τοῖς ἑξῆς, ὅτε δέον ἐστί, ῥηθήσεται. ὁ δὲ τὰ Ἐθνικὰγράψας ἀπὸ Φθίας γυναικὸς ἢ Φθίου υἱοῦ Ποσειδῶνος καὶ Λαρίσσης κληθῆναιτὴν Φθίαν φησὶ λέγων καί, ὅτι πόλις καὶ μοῖρα Θετταλίας ἡ Φθία, καί, ὅτι τὸτοπικὸν καὶ Φθιώτης καὶ Φθῖος λέγεται. καὶ Αἰλιανὸς δὲ μέμνηταί τινος Φθίας παρθένου, ἧς, φησίν, ἐρασθεὶς Ζεὺς μετέβαλε τὴν μορφὴν εἰς περιστεράν. [̓ Ιστέον δὲ ὡς τοῦ βωτιάνειρα προϋπόκειται ὁ βότης καὶ Ἰωνικῶς βούτης, ὡς ὑποδηλοῖ καὶ ὁ παρ' Ἡσιόδῳ ἀβούτης ἀνήρ. Δωριεῖς δὲ τὸ βούτης εἰς ˉωμέγα τρέψαντες κατὰ τὸ Μοῦσα Μῶσα βώτης εἴποιεν ἄν, οὗ θηλυκὸν ἡ βῶτις, τῆς βώτιδος· ὅθεν γῆ τε βωτιάνειρα ἡ θρεπτικὴ ἀνδρῶν παρὰ τὸ βῶ βώσωβότης καὶ τὸ ἀνὴρ ἀνέρος· καὶ «παμβῶτις» παρὰ Σοφοκλεῖ ἡ πάντων τροφός. καὶ ἔστι τοῦτο καθολικώτερον. ἡ γάρ τοι βωτιάνειρα πρὸς εἶδος ἓν λαλεῖταιτὸ τῶν ἀνθρώπων, ὥσπερ πρὸς ἑτεροῖα ζωϊκὰ εἴδη τὸ ἱππόβοτον πεδίον, τὸαἰγίβοτον, τὸ μηλόβοτον, τὸ βούβοτον.] (ῃ. 157) Ὅτι ἐπὶ τόπων πολὺ διεστώτων, ἐν οἷς καὶ θάλασσα μεσολαβεῖ, εἴποι τις ἂν τὸ «μάλα πολλὰ μεταξὺ οὔρεάτε σκιόεντα θάλασσά τε ἠχήεσσα». Ἰστέον δὲ ὅτι σκιόεντα μὲν ἀπὸ τοῦ παρακολουθοῦντος λέγει τὰ δασέα καὶ σκιᾶς ἀποτελεστικὰ διὰ τὸ τῆς ὕλης λάσιον· ἠχήεσσα δέ, περὶ ἣν πολὺς ἦχος γίνεται. ὁ δὲ ἦχος ὠνοματοπεποίηται, ὥσπερκαὶ ἡ ἰαχή. δῆλον δὲ ὅτι τὸ σκιόεντα καὶ ἐπὶ δωμάτων λέγεται, ὡς τὸ «μέγαρασκιόεντα». (ῃ. 158 ς.) Ὅτι τὸ «ἀναιδείην ἐπιειμένε» ἤγουν ἐνδεδυμένε, τὸ πρὸὀλίγου ῥηθέν, ἐνταῦθα ἐπὶ πλέον αὐξάνων φησίν· «ὦ μέγα ἀναιδές» καὶ «κυνῶπα» ἀπὸ εὐθείας ὁ κυνώπης· οὗ θηλυκὸν ἡ κυνῶπις, ὡς δηλοῦσι καὶ αἱ τῆς τραγῳδίας» κυνώπιδες». παρακατιὼν δὲ διαλύει τὸ σύνθετον καὶ κυνὸς ὄμματα ἔχειναὐτὸν λέγει. καὶ ὅρα ὅτι καὶ ὁ Ἀχιλλεὺς ταὐτολογεῖ διὰ θυμόν, καθὰ καὶ ὁβασιλεὺς ἀνωτέρω, καὶ οὐ θέλει μεταβῆναι τῆς ἐπὶ ἀναιδείᾳ κατηγορίας. Σημείωσαι δὲ καὶ ὅπως εἰς πολὺν ἐξελαθεὶς θυμὸν ὁ βασιλεὺς ὅμως οὐδὲντραχὺ προσεῖπε τὸν Ἀχιλλέα, ἀλλὰ πολλὰ καὶ δεινὰ παρ' ἐκείνου ἀκούσας αὐτὸςἐκπαγλότατον μόνον ἐκεῖνον ἠρκέσθη προσειπεῖν συνεννοησάμενός που καὶαὐτὸς τὸ τοῦ τραγικοῦ, ὡς «αἰσχρὸν λόγοις κολάζειν τὸν δυνάμενον ἔργοις ἀμύνασθαι», μάλιστα δὲ παιδεύων μὴ ἐφιέναι ἄγαν τῇ γλώσσῃ τὸν θυμούμενον. Ὅτι τὸ ἄρνυσθαι παρὰ τοῖς παλαιοῖς κυρίως ἐπὶ τοῦ ἀντικαταλλάσσεσθαιἔκειτο καὶ εἴρηται περὶ αὐτοῦ ἐντελέστερον ἐν τῷ ἄλφα τῆς Ὀδυσσείας. νῦνδὲ ἐν τῷ «τιμὴν ἀρνύμενοι σοί τε καὶ τῷ Μενελάῳ πρὸς Τρώων» τιμὴν τὴν τιμωρίαν φασὶν οἱ παλαιοὶ φιλοσοφώτερον. ὡς γὰρ ὁ ἀδικηθεὶς χρήματα πολλάκιςπρὸς τοῦ ἀδικήσαντος ἄρνυται καὶ ζημίαν οὕτω τῆς εἰς αὐτὸν ἀδικίας ἀντικαταλλάσσεται ἢ τυχὸν καὶ κόλασιν ἀντιλαμβάνει τῆς ὕβρεως ἐκ τοῦ ὑβρίσαντος, οὕτω καὶ οἱ Ἕλληνες πολιορκοῦντες τὴν Τροίαν τιμωρίαν ταύτην τοῖς βασιλεῦσιν ἀντικαταλάσσονται τῆς ὑπὸ Τρώων πεπλημμελημένης εἰς τὴν Ἑλένηνἁρπαγῆς. Τὸ δὲ εἰπεῖν ὅτι «τιμήν» ἤγουν ἀγαθὸν κλέος «ἐκ Τρώων ἀρνύμενοισοί τε καὶ τῷ Μενελάῳ», φαῦλον μέντοι προφανὲς οὐκ ἔχει,– ἔφη γὰρ καὶὅτι πολεμοῦμεν, ὄφρα σὺ χαίρῃς– οὐκ ἀρέσκει δὲ τοῖς παλαιοῖς. βούλονταιγὰρ τοὺς Ἕλληνας πρὸς Τρώων τιμωρίαν καὶ δίκην ἤγουν ἐκδίκησιν τεσθαι καί, ὡς Ὅμηρος ἐρεῖ, ποινὴν οὐ μὴν δόξαν. τοῦτο γὰρ παρέλκον δοκεῖὡς οἷα παρακολούθημα τῆς ποινῆς. καίτοι οὐ κακῶς ἔχει καὶ ἐπὶ κλέουςἐνδόξου νοηθῆναι τὴν τιμήν, ὡς ἐν τοῖς ἑξῆς φαίνεται. καὶ γὰρ ὁ βασιλεὺς ἐρεῖμετ' ὀλίγα, ὅτι «πάρεισι καὶ ἄλλοι, οἵ κέ με τιμήσουσιν», ὥστε οὐδὲν φαῦλοννοῆσαι, ὅτι Ἀχιλλεὺς μὲν τοιαύτην εἶπε τιμὴν τῷ βασιλεῖ ἄρνυσθαι, αὐτὸς δὲἄλλως λέγει ἔχειν τὸ τιμᾶσθαι καὶ ἄλλοθεν. Σκοπητέον δὲ εἴπερ τὸ τιμωρεῖνἤτοι βοηθεῖν ἐκ τοῦ «τιμὴν ἀρνύμενοι» ἐπινενόηται συντεθῆναι. ἔστι γὰρτιμωρεῖν τὸ τιμὴν αἴρειν ποθὲν ὑπέρ τινος ἢ ἀείρειν, ὅθεν καὶ ὁ τιμάορος, ὅ ἐστιτιμωρός. ἐκ δὲ τοῦ ἄρνυσθαι καὶ τὸ μισθαρνεῖν, τὸ μισθὸν δηλαδὴ ἄρνυσθαι. [ Οτι Ὅμηρος μὲν εἰπών «Μενελάῳ σοί τε, κυνῶπα», εὐθεῖαν οἶδε τὴν ὁ κυνώπης, ὡς καὶ προείρηται. ὁ μέντοι εἰπὼν τραγικός «κελαινῶπα θυμόν» τὴνβαθεῖαν ψυχὴν ἑτεροίαν οἶδεν εὐθεῖαν καὶ οὐδὲ βαρύτονον κατὰ τὸ Κύκλωψ, ἀλλὰ ὀξύτονον. (ῃ. 160) Ὅτι ὅπερ ἐν Ὀδυσσείᾳ εἶπεν ἐντρέπεσθαι ἤγουν ἐπιστρέφεσθαι, τοῦτο ἐνταῦθα μετατρέπεσθαι λέγει, οὗ ἑρμηνεία ποιητικὴ τὸἀλεγίζειν, οἷον «τῶν» ἤγουν ὧν «οὔ τι μετατρέπῃ οὐδ' ἀλεγίζεις», ὅ ἐστι λόγονἔχεις. παράγωγον δὲ τὸ ἀλεγίζειν ἐκ τοῦ ἀλέγειν.] Ὅτι πολύνους καὶ πυκνὴ καὶγοργὴ ἡ τοῦ Ἀχιλλέως ἐνταῦθα δημηγορία, ἔχει δέ τι καὶ καταφορικόν. δυσχεραίνει μὲν γὰρ ἐπὶ τῇ βασιλικῇ ἀπειλῇ, λέγει δὲ καὶ χάριτας αὐτῷ ἐποφείλεσθαι, εἴγε μὴ διὰ τοὺς Τρῶας ὡς βλάψαντας, ἀλλὰ διὰ τοὺς Ἀτρείδας ὡς ἀδικηθένταςὑπὸ Τρώων ἦλθεν εἰς Τροίαν. βαρὺ δὲ ἡγεῖται καὶ ὅτι ἀφαιρεῖται ἀπ' αὐτοῦ ὁβασιλεύς, ὃ μὴ δέδωκεν αὐτὸς ἀλλ' οἱ Ἀχαιοί. φησὶ δὲ καὶ ὅτι οὔτε μὴ πονοῦντιαὐτῷ ἐδόθη τὸ γέρας, καθὰ καὶ τῷ Ἀγαμέμνονι, ἀλλὰ πολλὰ μογήσαντι καὶ ὅτιοὐδέποτε ἶσον αὐτῷ ἔχει γέρας. «ἀλλὰ τὸ μὲν πλεῖον», φησί, «τοῦ πολέμουχεῖρες ἐμαὶ διέπουσιν· ἢν δέ ποτε δασμὸς ἵκηται, σοὶ τὸ γέρας πολὺ μεῖζον, ἐγὼ δ' ὀλίγον τε φίλον τε ἔρχομ' ἔχων». οἰκεῖα δὲ ταῦτα λέγεσθαι παρὰ τῶνφιλοπονούντων μὲν ἐν αὐταρκείᾳ δὲ ζώντων πρὸς τοὺς πλεονεκτεῖν θέλοντας. Ἰστέον δὲ ὅτι λείας ἐπισυναχθείσης πολλῆς ἐμερίζοντο ἐπίσης τὰ λάφυρα διάτινος λαχμοῦ· ἐδίδοντο δὲ ἰδίᾳ τοῖς βασιλεῦσι καὶ ἀριστεῦσι κατ' ἐξαίρετονἀπόμοιραί τινες, αἳ δὴ καὶ γέρας ἐλέγοντο. λέγει οὖν Ἡρόδοτος καὶ ἐν Σπάρτῃτοῖς βασιλεῦσιν εἶναι γέρα ἕτερά τέ τινα καὶ τὸ διπλήσια νέμειν αὐτοῖς τὰ πάντα. τῷ μέντοι βασιλεῖ ἐκ τῆς λείας καί τι πλέον ἢ τὸ γέρας προσεπεδίδοτο, καθὰτινές φασι τῶν παλαιῶν, ἵνα ἔχοι δαπανᾶν αὐτὸ καὶ μὴ τρύχεσθαι ἀναλῶν τὰοἰκεῖα εἰς τὰ κατὰ καιρὸν τῶν ἀριστέων συμπόσια εἰωθότα γίνεσθαι, ὡς ἐνπολλοῖς τῶν Ὁμήρου φαίνεται. καὶ ταῦτά εἰσιν, ἐφ' οἷς πλεονεξίαν καὶ κερδαλεότητα τοῦ βασιλέως ὁ Ἀχιλλεὺς κατηγορεῖ, ὡς δῆθεν νοσφιζομένου πολλὰἐξ ἐκείνων καὶ ὡς εἰπεῖν δημοβόρου, ὅπερ μετ' ὀλίγα ἐρεῖ. [ἐν τούτοις δὲ πρὸςὁμοιότητα τοῦ τριχάϊξ τριχάϊκος κεῖται τὸ «πολυάϊκος πολέμοιο» διὰ τὰς ἐναὐτῷ πολλὰς ὁρμὰς καὶ μετατροπάς, ὧν ἕνεκα καὶ Ἄρης ἀλλοπρόσαλλοςῥηθήσεται ἐν τοῖς ἑξῆς.] (ῃ. 166) Ὅτι ὁ ˉἀˉτˉαˉρ καὶ ὁ ˉαˉὐˉτˉαˉρ οἱ σύνδεσμοι ἀδιάφοροι πάντῃ εἰσὶ πρός τε ἀλλήλους καὶ πρὸς τὸν ˉδˉε σύνδεσμον. διαφέρουσι δὲἀμφότεροι τοῦ ˉδˉε συνδέσμου, ὅτι αὐτοὶ μὲν ποιητικώτεροί εἰσιν, ἐκεῖνος δὲ κοινός· καὶ αὐτοὶ μὲν ἀεὶ προτάσσονται τῶν τοῦ λόγου συντάξεων, ἐκεῖνος δὲ ἀεὶὑποτάσσεται. τὸ δ' ὅμοιον προείρηται καὶ περὶ τοῦ ˉἠˉτˉοˉι καὶ ˉμˉεˉν. δῆλον δὲ ὅτικαὶ ὁ ˉκˉαˉι σύνδεσμος καὶ ὁ ˉτˉε, εἰ μὴ παραπληρωματικῶς ἁπλῶς οὕτω τίθενται, ἰσοδυνάμως ἔχουσι. διαφέρουσι δὲ ὅτι ὁ καί μὲν προκατάρχει τῶν λέξεων, οἷον» καὶ ἐγώ, καὶ σύ», ὥσπερ καὶ «αὐτὰρ ἐγώ, ἀτὰρ σύ». ὁ δὲ τέ ὑποπίπτει, οἷον» ἐγώ τε, σύ τε», ὡς καὶ τὸ «ἐγὼ δέ, σὺ δέ». τὸν δὲ τόνον τοῦ ἀτάρ καὶ αὐτάρπαρασημειοῦνται οἱ παλαιοὶ ὡς μὴ ἀναλόγως ἔχοντα, λέγοντες ὅτι αἱ εἰς ˉρλήγουσαι βραχυκατάληκτοι λέξεις βαρύνονται, κἂν ἄλλοθέν ποθεν εἰς ὀξὺν τόνονβιάζωνται· οἷον, πάτερ, μῆτερ, σῶτερ, θύγατερ, ἦμαρ, ὕπαρ, ἧπαρ, φρέαρ, χωρὶςτῆς ˉὑˉπˉεˉρ προθέσεως διὰ τὸ τὰς προθέσεις φιλοξυτόνους εἶναι καὶ χωρὶς τοῦ ἀτάρκαὶ αὐτάρ· ἐπεὶ καὶ οἱ συμπλεκτικοὶ σύνδεσμοι φιλοῦσιν ὀξύνεσθαι. προϋπάρχωνδὲ ὁ ἀτάρ γεννᾷ τὸν αὐτάρ Αἰολικῇ ἐπενθέσει τοῦ ˉυ. [Δῆλον δὲ ὅτι τῷ ἀτάρ καὶαὐτάρ καὶ δέ ἰσοδυναμεῖ ἐν πολλοῖς καὶ ὁ μέν σύνδεσμος, οἷον «ἐγὼ μὲν εἶπον, σὺ μέντοι οὐκ ἤκουσας». ὁμοίως δὲ καὶ ὁ ἀλλά· ὁποῖα ἦν πρὸ ὀλίγων τὸ «ἀλλ' οὐκ Ἀτρείδῃ ἥνδανεν, ἀλλὰ κακῶς ἀφίει». ἐκεῖ γὰρ οἱ ἀλλά σύνδεσμοι ἀντὶ τοῦδέ κεῖνται, ποιοῦντες καὶ σχῆμα ἐπαναφορικὸν διὰ τὸ κεῖσθαι ἐν στίχωνἀρχαῖς.] (ῃ. 168) Ὅτι οἱ Ἴωνες τὰς μὲν χρονικὰς αὐξήσεις τῶν παρῳχημένων κατασπῶσι συνάρχεσθαι τοῖς ἐνεστῶσι ποιοῦντες αὐτούς, ὡς προείρηται. οἷονἀγαπῶ ἀγάπων, ὀρύσσω ὄρυσσον. ὡσαύτως καὶ τὰς διὰ τοῦ ˉε αὐξήσειςκαθελόντες τὴν αὐτὴν ἀρχὴν περιποιοῦνται τοῖς ἐνεστῶσι καὶ τοῖς παρῳχημένοις, τοῦ τύπτω τὸν παρατατικὸν τύπτον λέγοντες καὶ τὸν ἀόριστον τύψα. αὔξησινμέντοι διὰ διπλασιασμοῦ γενομένην οὐδέποτε καταβάλλουσιν. οὐ γὰρ ἂν τὸτέτυφα τύφα ἐροῦσιν οὐδὲ τὸ πεποίηκα ποίηκα. χαίρουσι γὰρ τοῖς ἀναδιπλασιασμοῖς ὅτι μάλιστα καὶ διὰ τοῦτο οὐ μόνον ἐν ταῖς αὐξήσεσιν ἐῶσι κατὰχώραν μένειν αὐτούς, ἀλλὰ καὶ ῥήμασί τισι καὶ μετοχαῖς προστιθέασιν, ὡςδοκεῖν ἐν αὐξήσει τὰ τοιαῦτα εἶναι· ὁποῖά εἰσιν ἄλλα τε καὶ τὸ λελαχών καὶ τὸλελαβών· ἀλλὰ καὶ τὸ «τετύκοντο δαῖτα» καὶ «ἐκλελάθοιντο γάμοιο», ἐν οἷςἀπέρριψαν μὲν τὸ ˉε τῆς αὐξήσεως τοῦ ἐτύκοντο καὶ ἐλάθοντο, προσέθεντο δὲτὸν τοῦ ˉτˉε καὶ ˉλˉε διπλασιασμόν. τοιοῦτόν φασι καὶ ἐνταῦθά τινες εἶναι τὸ» ἐπὴν κεκάμω πολεμίζων». ὥστε καὶ ἐν τῷ «δέχθαι ἄποινα» οὐ νοητέον, ὅτιἀφαίρεσις γέγονε τῆς τοῦ δεδέχθαι αὐξήσεως Ἰωνικῶς, ἀλλὰ μᾶλλον Αἰολικὴσυγκοπή. [Ἰστέον δὲ ὅτι οὐ πάντες ἀρέσκονται γράφειν κεκάμω, ἀλλ' οἱ πλείουςτὸ ˉκˉε συνδετικὸν ἔχοντές φασιν «ἐπήν κε» ἤγουν ἐπειδάν «κάμω». Τοῦ δὲπολεμίζειν πρωτότυπον τὸ πολεμεῖν, ὡς καὶ ἀλλαχοῦ ῥηθήσεται.] (ῃ. 169) Ὅτιφέρτερον πρᾶγμα λέγει ὁ ποιητὴς τὸ παρ' ἡμῖν προφερέστερον καὶ κρεῖττονκαὶ διαφέρον ἢ ὑπερφέρον τῶν ἄλλων, οἷον «ἐπειῆ πολὺ φέρτερον», φέρτατονδὲ τὸ ὑπερφερέστατον. οὕτω δὲ καὶ τὸ πολὺ φέρτερον διὰ τὴν προσθήκην τοῦπολὺ ταὐτόν ἐστι τῷ φέρτατον. ἐνταῦθα δὲ περισπῶντες οἱ παλαιοὶ τὸ «ἐπειῆ» φασίν, ὅτι τὸ ˉη ὑποτασσόμενον τῷ ˉἐˉπˉεˉι περισπᾶται, μετὰ δὲ τοῦ ˉτˉι ἐγκλίνεται· οἷον «τίη δὲ σύ;» (ῃ. 170) Ὅτι ἀπὸ τοῦ ζῴου τῆς κορώνης εὐλύγιστον ἐχούσηςτὸν τράχηλον ἡ τῶν θυρῶν κορώνη μετήνεκται, ὥσπερ καὶ ἀπὸ τοῦ κόρακος ὁκόραξ δηλαδὴ τὸ κοράκιον. ἀπὸ δὲ τῆς τῶν θυρῶν ταύτης κορώνης διὰ τὸἐπικαμπὲς τοῦ ὀργάνου, ἴσως δὲ καὶ ἀπὸ τοῦ ζῴου, καὶ κορωνίδες λέγονται νῆες, οὐ μόνον ὡς κατὰ τὴν κορώνην μέλαιναι, ἀλλὰ καὶ ὡς τὰ ἄφλαστα τὰ κατὰπρῴραν καὶ πρύμναν, οἷα ἐν λυγισμῷ, ἐπικαμπτόμενα ἔχουσαι. αἱ δὲ τοιαῦταικορῶναι καὶ τὴν κορώνην παρήγαγον, εἰς ἣν ἐντίθεται ἡ νευρά, ἄκραν οὖσαντοῦ τόξου. ὅθεν καὶ τὸ ἀγαθὸν τέλος τῶν πράξεων «χρυσῆν κορώνην» ἡ παροιμίακαλεῖ, ὡς ὅτε τις εἴπῃ «χρυσέαν ἐπιτεθῆναι κορωνίδα ταῖς πράξεσιν ἢ τοῖς λόγοις» ἤτοι συμπέρασμα καὶ τέλος ἀπὸ τῆς τοιαύτης τοῦ τόξου κορώνης τὴνμεταφορὰν λαβοῦσαν ἢ τυχὸν καὶ ἀπὸ τῆς τῶν νηῶν κορωνίδος ἢ καὶ ἀπὸτῆς τὰς θύρας συγκλειούσης κορώνης, [Ἰστέον δὲ ὡς, εἴπερ νῆες κορωνίδες αἱμέλαιναι λέγονται, πρὸς διαστολὴν οὕτω καλοῦνται τῶν μιλτοπαρῄων, ἃς ἡ Βοιωτία δηλοῖ. κοῖλαι μέντοι οὐ διασταλτικῶς ὀνομάζονται.] (ῃ. 171) Ὅτι κατὰ τοὺς παλαιοὺς ἄφενος μὲν ὁ δι' ὀλίγου συναγόμενος, πλοῦτος δὲ ὁ διὰπολλῶν ἐτῶν οἱονεὶ πολλόετός τις ὤν. γίνεται δὲ ἄφενος, ὡς τοῖς πλείοσιδοκεῖ, ἀπὸ τοῦ ἕνου, ὅ ἐστι χρόνου, ὅς, εἰ καὶ παρ' ἡμῖν ψιλοῦται, ἀλλὰ παρὰτοῖς παλαιοῖς Ἀττικῶς δασύνεσθαι λέγεται. [Τοῦτο δὲ ἢ παρὰ τὸ ἕω, τὸ πληρῶἤτοι τελειῶ, ἐξ οὗ καὶ ὁ ὅλος· τελεσφόρος γὰρ κατὰ τοὺς παλαιοὺς ὁ ἐνιαυτός· ἢ παρὰ τὴν ἕνωσιν τῶν τεσσάρων ὡρῶν καὶ τῶν κατ' αὐτὰς ἔργων· ἢ καὶἄλλως παρὰ τὸ εἷς ἑνός, ἵνα κατὰ τὴν ἔνην καὶ αὐτὸς εἴη βοῦς μόσχος μονόκερως· βοῦς μὲν διὰ τὸ κατὰ βόας ἐργατικὸν τῆς γενέσεως· μόσχος δὲ διὰ τὸ ἀεὶνεάζειν ἐφ' οἷς ποιεῖ· μονόκερως δὲ διὰ τὸ μοναδικὸν καὶ ἀνεπικοινώνητονκατ' ἐνέργειαν τοῖς μερικοῖς καιροῖς. ἔτι ἰστέον καὶ ὡς] διφορεῖται ἄφενος κατὰτὸ γένος. καὶ Ὅμηρος μὲν οὐδετέρως προάγει αὐτὸ λέγων «ἄφενος καὶ πλοῦτονἀφύξειν». εὕρηται δὲ παρά τισι καὶ ἀρσενικῶς ὁ ἄφενος. οὕτω καὶ ὄσσος ἐπὶὀφθαλμοῦ διφόρησιν ἔχει, ὡς προδεδήλωται. κατὰ δὲ Ἡρωδιανὸν καὶ τάριχοςἑκατέρως λέγεται. τὸ τάριχος γὰρ καὶ ὁ τάριχος. φέρει δ' ἐκεῖνος καὶ χρήσειςἀμφοῖν. Μένανδρος «ἐπέπασα ἐπὶ τὸ τάριχος ἅλας». [Φιλιππίδης «τυροῦ καὶταρίχους».] Ἀριστοφάνης «ἐπὶ τῷ ταρίχει τὸν γέλωτα κατέδομαι». ὁ αὐτός» τάριχον τοῦτον πλύνω». δῆλον δὲ ὡς οὕτω καὶ ὁ σκότος φέρεται καὶ τὸ σκότος [καὶ τὸ ὄνειδος καὶ ὁ ὄνειδος καὶ τὸ χρεῖος ἤγουν χρέος καὶ ὁ χρεῖος παρὰ Φίλωνι, ὅθεν ὁ ἀχρεῖος σύγκειται.] Πολλὴ δὲ καὶ ἐν ἄλλοις ἡ διφόρησις, ὡς καὶἡ νείκη δηλοῖ καὶ τὸ νεῖκος καὶ ἡ δίψα καὶ τὸ δίψος καὶ ἡ βλάβη καὶ τὸ βλάβος· ἔτι δὲ καὶ ἡ τρίβος καὶ ὁ τρίβος, ὡς Εὐριπίδης γράφει. Ἀφύσσειν δὲ τὸ ἀντλεῖνἐνταῦθα καὶ δηλοῖ τὴν τοῦ πλουτεῖν δαψίλειαν. ἐν δὲ τοῖς ἑξῆς που ἐπὶ ἐντέρωντὴν λέξιν τίθησιν ὁ ποιητὴς ἐκπεπτωκότων τῆς κοιλίας διὰ πληγήν, οἷον «ἔντερα ἤφυσεν ὁ χαλκός». καί φασιν οἱ παλαιοὶ γίνεσθαι αὐτὸ ἀπὸ τοῦ ˉαστερητικοῦ μορίου καὶ τοῦ φύω φύσσω ἀφύσσω τὸ τῆς συμφυΐας ἀποστερῶ. [̓ Ιστέον δὲ ὅτι τε κἀνταῦθα φιλοκτεανώτατον τὸν βασιλέα εἶναι ὁ Ἀχιλλεὺςὑποδηλοῖ. τοιοῦτον γὰρ τὸ ἐθέλειν οὐχ' ἁπλῶς κτᾶσθαι, ἀλλὰ οἷον ἀντλεῖνπλοῦτον· καὶ ὅτι ἀπελθεῖν οἴκαδε ὁ ἥρως ἐθέλει ὡς ἐνθάδε, φησίν, ἄτιμος ἐών. φιλοτιμότατος ἄρα ἐστί· καὶ ὅτι ταὐτὸν τὸ ἄτιμος τῷ ἀγέραστος, ὅπερ εἶπεν ὁβασιλεύς· καὶ ὅτι τὸν ἄτιμον ἀτίμητόν που ἐρεῖ.] (ῃ. 173) Ὅτι Ἀχιλλέως εἰπόντος «ἄπειμι Φθίηνδε», ὁ Ἀγαμέμνων ἀστείως ἀντιλέγων φησί· «φεῦγεμάλα, εἴ τοι θυμὸς ἐπέσσυται, οὐδέ σ' ἔγωγε λίσσομαι εἵνεκ' ἐμεῖο μένειν», μυκτηρίζων τε ὡς οὐδὲν χρήσιμον ὄντα καὶ τὴν παρ' ἐκείνου λεγομένην ἀπέλευσινφυγὴν οἷον εὐσχήμονα ὀνομάζων ὡς δειλανδρήσαντος. τὸν δὲ τοιοῦτον λόγοντοῦ Ὁμήρου οἰκεῖόν ἐστι πρὸς πάντα εἰπεῖν τὸν ἐκφοβεῖν θέλοντά τινας ὡςκακόν τι πεισομένους διὰ τῆς αὐτοῦ ὑποχωρήσεως. Τὸ δέ «εἵνεκα ἐμεῖο» οὐκἀργῶς κεῖται, ἀλλ' ἐπεὶ φθάσας ὁ Ἀχιλλεὺς εἶπεν, ὡς οὐ διὰ τοὺς Τρῶας ἦλθεπολεμήσων, ἀλλὰ διὰ τοὺς Ἀτρείδας. ἐπειδὴ δὲ ὁ αὐτὸς καὶ ἀπεσέμνυνε τοὺςἝλληνας ἔν τε τῷ «ἔδοσαν δέ μοι υἷες Ἀχαιῶν» καὶ ἐν τῷ «ὁππότε Ἀχαιοὶ Τρώων ἐκπέρσωσι πτολίεθρον», ἀντιδημαγωγεῖ καὶ ὁ βασιλεὺς ἐνταῦθα τὸνὄχλον λέγων «πάρ' ἔμοι γε καὶ ἄλλοι, οἵ με τιμήσουσιν». εἶτα, ἐπεὶ οὐ πάνυἔνδοξον τὸ τὸν βασιλέα τῷ δήμῳ χαρίζεσθαι, ἐπήγαγεν ἐνδοξότερον τὸ «μάλισταδὲ μητίετα Ζεύς». Ὅτι δὲ καὶ τὸ ἑαυτοῦ φιλοπόλεμον ὁ Ἀχιλλεὺς ηὔξησεν ὡς φιλίαν διὰ τοῦτο ἀπαιτεῖν, καταρριπτεῖ καὶ τοῦτο ὁ βασιλεὺς μισεῖν αὐτὸνμάλιστα εἰπὼν ὡς φίλεριν καὶ φιλοπόλεμον, καθὰ καὶ κατωτέρω ῥηθήσεται. καὶ οὕτω πρὸς τὴν τοῦ Ἀχιλλέως δημηγορίαν ὁ βασιλεὺς ἀντειπεῖν προθέμενος, ὅμως πρὸς τὸ ἀνδρεῖον ἐκεῖνον εἶναι καὶ αὐτὸν μὲν τὸ πλεῖον τοῦ πολέμου χερσὶδιέπειν, ἀρκεῖσθαι δὲ ὀλίγα λαμβάνοντα, οὐκ ἀντεῖπε διδάσκοντος τοῦ ποιητοῦκαὶ ἐνταῦθα μὴ δεῖν ἀπαναισχυντεῖν πρὸς φανερὰν ἀλήθειαν. (ῃ. 174) Ὅτιὥσπερ ἡ ˉἐˉπˉι πρόθεσις ἔστιν ὅτε μόνη αὐτὴ καθ' αὑτὴν τίθεται ἀντὶ ῥήματος τοῦἔπεστιν, οἷον «οὔ τοι ἔπι δέος» ἀντὶ τοῦ οὐκ ἔπεστί σοι φόβος, ὡσαύτως καὶ ἡˉμˉεˉτˉα πρόθεσις τὸν τόνον ἀναβιβάσασα λέγεται ἀντὶ τοῦ μέτεστιν, ὡς καὶ Εὐριπίδης δηλοῖ· οὕτω καὶ τὸ πάρα. τοῦτο δὲ καὶ ἀντὶ ἑνικοῦ λαμβάνεταιῥήματος τοῦ πάρεστι καὶ ἀντὶ πληθυντικοῦ, οἷον «πάρ' ἔμοι γε καὶ ἄλλοι». ὁμοίως καὶ τὸ ἔνι, ὅπερ ἐστὶν ἡ ἐν πρόθεσις μετὰ ἐπεκτάσεως. καὶ αὐτὸ γὰρποτὲ μὲν ἀντὶ τοῦ ἔνεστιν ἤγουν ἐνυπάρχει νοεῖται, ποτὲ δὲ ἀντὶ τοῦ ἔνεισιν, ὡςτὸ «ἐπεὶ οὔ οἱ ἔνι φρένες οὐδ' ἠβαιαί». τοῦτο δὲ τὸ σχῆμα οἱ παλαιοὶ μετατύπωσινκαλοῦσι λέγοντες ὅτι ἐκ συνθήκης ἁπλοῦν γέγονεν ἤγουν μετετυπώθη ἀπὸσυνθέτου λέξεως εἰς ἁπλῆν. καὶ καινὸν οὐδέν, ἐὰν αἱ προθέσεις αὗται ὑπαρκτικοῦ ῥήματος λείποντος λαμβάνωνται ἀντ' αὐτοῦ. ἐν πολλοῖς γὰρ ἡ τῶν ὑπαρκτικῶν ῥημάτων ἐλλέλειπται σύνταξις. ἐκεῖνο δὲ καινότερον, ἐὰν ἡ ἀνὰ πρόθεσιςἀναβιβασθέντος τοῦ τόνου λαμβάνηται ἀντὶ ῥήματος τοῦ ἀνάστηθι, ὡς τὸ «ἀλλ' ἄνα ἐξ ἑδράνων». ἔτι δὲ καινὸν καὶ ἐὰν ἡ ἀντὶ πρόθεσις αὐτὴ καθ' ἑαυτὴν ποιῇκαὶ ῥῆμα τὸ ἀντιάαν ἤγουν ἀντικρὺ γίνεσθαι, ὥσπερ καὶ τὸ ἀντιόων, [ὅτι δὲκαὶ ὄνομα τὸ ἀντίος, ὅθεν καὶ ὁ ἐναντίος καὶ τὸ ἐναντιῶ ῥῆμα. οὕτω δὲ καὶ ἐκτῆς περὶ προθέσεως ὁ Πέριμος, κύριον, φανεῖται γενόμενος καὶ ἐκ τῆς ἀμφὶ ὁἌμφιος καὶ τῆς ὑπὸ Ὕπιος, ποταμὸς Παφλαγονικός. οὐ μὴν ἀναντιρρήτως καὶ ἐκ τῆς ἀνὰ ὁ Ἄνιος. ἐκεῖνος γὰρ ἐκ τῆς ἀνίας παρῆκται κατά τινας.] Σημειοῦνται δὲ οἱ παλαιοί, ὅτι, ὥσπερ προθέσεις τινὲς ἀντὶ ῥημάτων λειπόντωνλαμβάνονται, οὕτω κατά τινα ἀνταπόδοσιν καὶ ῥήματα δεόμενα προθέσεωνἐκφωνοῦνται μὲν δίχα ἐκείνων, ἑρμηνεύονται δὲ σὺν ἐκείνοις, ὡς τὸ «εἶμι Φθίηνδε» ἀντὶ τοῦ «ἄπειμι εἰς τὴν Φθίαν» καὶ «ἴθι, μή μ' ἐρέθιζε» ἀντὶ τοῦ» ἄπιθι». τὸ δὲ ἀνάπαλιν λέξεις μετὰ προθέσεων οὖσαι περισσὰς ἔχουσιν αὐτάς· ὡς τὸ «ἀπ' οὐρανόθεν» καὶ ἕτερα φανησόμενα πολλαχοῦ. (ῃ. 175) Ὅτι καινόςτίς ἐστι μεταπλασμὸς ὁ τῶν εὐθειῶν τῶν εἰς ˉηˉς ἀρσενικῶν ὀνομάτων, ὅτε εἰςˉα μεταπλασθῶσι κατὰ τὴν λήγουσαν, οἷον ὅτε ὁ τοξότης τοξότα λέγεται καὶ ὁἱππότης ἱππότα καὶ ὁ αἰχμητὴς αἰχμητὰ καὶ ὁ κυανοχαίτης «κυανοχαῖτα Ποσειδάων» διὰ συνεσταλμένου τοῦ ἄλφα. καὶ ὁ ἠπύτης «ἠπύτα κῆρυξ» ἤγουν φωνητικὸς παρὰ τὸ ἠπύω, τὸ φωνῶ. οἱ μὲν γὰρ μεταπλασμοί, ὡς προεγράφη, ἀπὸ τελικοῦ γίνονται εἰς ὁμοιόπτωτον τελικόν, οἷον τὸ ἀλκῇ ἀπὸ τοῦˉη εἰς ˉι μετεπλάσθη ἐν τῷ «ἀλκὶ πεποιθώς», ἅπερ εἰσὶ καὶ ἀμφότερα τελικὰδοτικῆς. ὡσαύτως καὶ τὸ ὄσσω δυϊκόν, ὃ δηλοῖ τοὺς ὀφθαλμούς, μεταπλασθὲνἐν τῷ ὄσσε εἰς συγγενὲς μετέπεσε τελικόν. καὶ γὰρ καὶ τὸ μεταπλασθὲν ˉω καὶτὸ ˉε, εἰς ὃ μεταπέπλασται, τελικά εἰσι τῶν δυϊκῶν. ὁμοίως ἔπαθε καὶ τὸ ἐρυσάρματοι ἵπποι ἐν τῷ ἐρυσάρματες. καὶ ἡ ˉοˉι γὰρ δίφθογγος καὶ ἡ ˉεˉς δὲ συλλαβὴεὐθείας πληθυντικῆς εἰσι τελικά. τὸ μέντοι ἱππότης ἱππότα καὶ τὰ ὅμοια ἀπὸτῶν εἰς ˉηˉς εὐθειῶν εἰς ˉα μεταπεσόντα μεταπλασμὸν παράδοξον ἔπαθον. καὶἴσως οὐδὲ μεταπλασμὸν τὸ τοιοῦτον κλητέον. τὸ γὰρ ˉα τοῦτο οὐκ εὐθείαςἑνικῆς ἀρσενικῆς ἐστι τελικὸν παρ' ἡμῖν, ἀλλὰ κλητικῆς τῆς ὦ ἱππότα καὶ ὦτοξότα. ἔστι δὲ κατὰ τοὺς παλαιοὺς Βοιωτῶν καὶ Αἰολέων ὁ τοιοῦτος τύπος τοῦσχηματισμοῦ. διὸ καί τινα ἐκ τῶν τοιούτων προπαροξύνονται, ὡς ἐνταῦθα τὸ» μητίετα Ζεύς» ἐκ τοῦ μητιέτης γενόμενον, ὃ δηλοῖ τὸν βουλευτικόν· μῆτιςγὰρ ἡ βουλή· καὶ ἐκ τοῦ ἀκακήτης τὸ ἀκάκητα, ὁ εἰρηνικὸς καὶ μὴ κακοποιῶν. προπαροξυντικοὶ γάρ εἰσιν οἱ Αἰολεῖς ἐν πολλοῖς, ὡς δηλοῖ καὶ τὸ δύνατοςπαρ' αὐτοῖς προπαροξυνόμενον καὶ ἄλλα μυρία. σημείωσαι δὲ ὅτι ὁ μητίετα Ζεὺς καὶ μητιόεις λέγεται, ὃν ἑρμηνεύει Θεόκριτος ἐν τῷ «Διὸς μέγα βουλεύοντος». (ῃ. 176) Ὅτι ἔχθιστον διοτρεφέων βασιλέων ἑαυτῷ τὸν Ἀχιλλέα ὁ Ἀγαμέμνων λέγει ῥητορικώτατα περιτρέπων τὸ τοῦ Ἀχιλλέως ἐγκώμιον εἰς ψόγοναὐτοῦ. ὁ μὲν γὰρ ὡς πολεμικὸν ἀνωτέρω συνέστησεν ἑαυτόν, ὁ δὲ ἔχθιστον αὐτὸνκαλεῖ ἐξ αὐτοῦ τούτου ὁρμηθείς· «αἰεὶ γάρ τοι», φησίν, «ἔρις τε φίλη πόλεμοί τεμάχαι τε», οὐ ψέγων πάντως ὡς πολεμικόν– χρὴ γὰρ τοιοῦτον εἶναι– ἀλλ' ὡς φιλοπόλεμον καὶ ὡς φίλεριν καὶ μὴ καιρὸν εἰδότα μάχης, αἰεὶ δὲ τοιούτοιςχαίροντα. ἢ καὶ ὡς ἐπὶ Κάλχαντος, οὕτω δὲ καὶ ἐνταῦθα τὸ τοῦ Ἀχιλλέωςπλεονέκτημα εἰς ὄνειδος μεθιστῶν. οὕτω γὰρ δεινὸς περιτρέπειν ὁ ποιητὴς τὰνοήματα. Διοτρεφεῖς δὲ τοὺς βασιλεῖς λέγει ὃν τρόπον καὶ διογενεῖς, ὡς τοῦἀστρολογουμένου Διὸς συμβαλλομένου τι εἰς αὐτοὺς κατὰ τοὺς ταῦτα δοξάζεινστέργοντας. διὸ καὶ Ἡσίοδος λέγει ὡς «ἐκ μὲν Μουσῶν καὶ Ἀπόλλωνος ἀοιδοὶ καὶ κιθαρισταί, ἐκ δὲ Διὸς βασιλῆες». ἰστέον δὲ ὅτι τὸ μὲν διοτρεφήςσυστέλλει τὴν ἄρχουσαν ὡς ἀπὸ τῆς Διὸς γενικῆς, τὸ δὲ διογενής ἐκτείνει αὐτὴνἀπὸ τοῦ δῖος ὁ ἔνδοξος. διογενὴς μὲν γὰρ ὁ δῖος τὸ γένος, διοτρεφὴς δὲ ὁτραφεὶς ὑπὸ τοῦ Διός. [Δῆλον δὲ ὡς οὐ μόνον ἐκ τῆς Διὸς γενικῆς αἱ συνθέσειςγίνονται, ἀλλὰ καὶ ἀπὸ δοτικῆς, οἷον διϊπετὴς ποταμός· Διΐφιλος, ἐξ οὗ κατὰκρᾶσιν Δίφιλος κύριον ὄνομα· Διϊτρέφης κύριον· διϊπετὲς Παλλάδιον.] (ῃ. 177) Τὸ δέ «πόλεμοί τε μάχαι τε» ἢ ἐκ παραλλήλου δηλοῖ τὸ αὐτὸ ἢ καὶ διαφορά τιςἔστι ταῖς λέξεσιν, εἴγε μάχεται μέν τις καὶ λόγοις, ὡς καὶ ἡ λογομαχία δηλοῖ· καὶ αὐτὸς δὲ ὁ ποιητὴς μετ' ὀλίγα φησί «μαχεσαμένω ἐπέεσσι», πολεμεῖν δὲλόγοις οὐ λέγεται. καὶ ἄλλως δὲ μάχη μὲν αὐτὴ ἡ τῶν ἀνδρῶν συνεισβολὴ παρὰτὸ αἷμα χέειν, ὁ δὲ πόλεμος καὶ ἐπὶ παρατάξεων καὶ μαχίμου καιροῦ λέγεται. χρήσιμον δὲ ὧδε καὶ τὸ «πολεμίζειν ἠδὲ μάχεσθαι». (ῃ. 176) Ἰστέον δὲ καὶ ὅτι τὸ» ἔχθιστος» ἐνταῦθα οὐκ ἔστι κυρίως ὑπερθετικόν, ἀλλὰ ἁπλῶς εἴληπται ἀντὶτοῦ ἐχθρός, ἵνα μὴ ἀναγκασθείη τις νοῆσαι, ὅτι πάντες μὲν ἐχθροὶ ἦσαν τῷἈγαμέμνονι, ἔχθιστος δὲ ὁ Ἀχιλλεύς. ἄλλως μέντοι εἰπεῖν καὶ ψεύδεται νῦν θυμούμενος ὁ βασιλεύς, ὥσπερ καὶ μετ' ὀλίγα εἰς τὸ αὐτὸς ἐλθεῖν εἰς τὴν σκηνὴντοῦ Ἀχιλλέως καὶ εἰς τὸ λαβεῖν τὸ τοῦ Αἴαντος ἢ τὸ τοῦ Ὀδυσσέως γέρας. οὕτω δέ πως καὶ Ἀχιλλεὺς ἐψεύδετο κολακεύων τὸν λαόν, ἐν οἷς ἔφη ὅτι» ἔδοσαν δέ μοι γέρας οἱ Ἀχαιοί» καὶ «νῦν δὲ ἄπειμι Φθίηνδε». [Ὡς δὲ πολλὰ ὑπερθετικά, ὥσπερ δὴ καὶ συγκριτικά, εἰς ἁπλότητα λαμβάνονται, μυριαχοῦφανεῖται· ὧν καὶ τὸ «θεῶν ὀλοώτατος» ἀντὶ τοῦ «ὀλοὸς ἐν θεοῖς» καὶ τὸ «σαώτερος ὥς κε νέηαι» ἤγουν «σῷος ὅπως ἀπέλθῃς».] (ῃ. 178) Ὅτι καταβλητικὸνὀφρύος μεγαλαύχου τὸ «εἰ μάλα καρτερός ἐσσι, θεός που σοὶ τό γ' ἔδωκεν». εἰγὰρ οὐδὲ ἐπὶ τοῖς ἐφ' ἡμῖν ἀλαζονεύεσθαι χρή, πολλῷ πλέον ἐπὶ τοῖς μὴ ἐφ' ἡμῖν. Τὸ δέ «ἐσσί» ποιητικὸν μέν ἐστι καὶ εἰς λογογραφίαν οὐ χρήσιμον· παράγεται δὲοὕτως. ἔστι ῥῆμα ἔω δηλοῦν ὕπαρξιν, ἐξ οὗ κατὰ παραγωγὴν τροπῇ τοῦ τέλουςεἰς ˉμˉι γίνεται ἐμί, τὸ ὑπάρχω, ὃ προσλαβὸν τὸ ˉι γίνεται εἰμί. ἐκ τούτου τοῦ ἐμίτροπῇ τοῦ ˉμˉι εἰς ˉσ τῷ λόγῳ τῶν εἰς ˉμˉι ἐνεστώτων γίνεται τὸ δεύτερον ἔς. καὶἐπεὶ οὐδέποτε ῥῆμα μονοσύλλαβον συστέλλεται χωρὶς τοῦ θές, δός, ἕς, ἀνάγκηἐκταθῆναι τὸ ἔς, ὃ δηλοῖ τὸ ὑπάρχεις, καὶ γενέσθαι μακρὸν φύσει ἢ θέσει. ἀλλὰφύσει μακρὸν οὐκ ἔστι γενέσθαι. ἢ γὰρ τὸ ˉε εἰς ˉη τραπήσεται [καὶ συνεμπίπτειτῷ] ἦς ἀντὶ τοῦ ἔφης ἢ τὸ ˉι προσλήψεται καὶ γενήσεται εἶς. ἀλλὰ τοῦτο προκατελήφθη δεύτερον πρόσωπον εἶναι τοῦ εἰμί καὶ τοῦ εἶμι, ὃ δηλοῖ τὸ ἔρχομαι, ὡς τὸ «τίς πόθεν εἶς ἀνδρῶν». ἀνάγκη οὖν, ἐπεὶ οὐ δύναται φύσει ἐκταθῆναι, γενέσθαι κἂν γοῦν θέσει μακρόν. καὶ τοίνυν διπλασιαζομένου τοῦ ˉσ γίνεται ἔςσ. ἐπεὶ δὲ οὐδέποτε λέξις Ἑλληνικὴ εἰς δύο σύμφωνα τὰ αὐτὰ καταλήγει διὰ τὸδυσεκφώνητον, πλεονάζει τὸ ἰῶτα καὶ γίνεται ἐσσί. καὶ οὕτως ἀναπληροῦταιτὸ λεῖπον διὰ τῆς τοῦ ˉι ἐπεκτάσεως. ἔστι δὲ μονῆρες τὸ ῥῆμα. οὐδὲν γὰρ τῶνδευτέρων προσώπων εἰς ˉι λήγει. διὸ οὐδὲ ἐφελκυστικόν ποτε τοῦ ˉν γίνεται ὡςτὸ τίθησι καὶ δίδωσι καὶ τὰ ὅμοια. (ῃ. 180) Ὅτι οἱ κατὰ κλῆσιν ἐθνικὴν Μυρμιδόνες κεκλημένοι, οἱ τῷ Ἀχιλλεῖ ὑποτεταγμένοι, Φθιῶται ἐλέγοντο, περὶ ὧν καὶ ἑξῆς ἐν τῇ Βοιωτίᾳ δηλωθήσεται. κληθῆναι δέ φασι τὴν ἀρχὴν Μυρμιδόναςπρώτους τοὺς περὶ Αἴγιναν– νῆσος δὲ αὕτη πρὸ τῆς Ἀττικῆς– προσαναπλάττοντες μῦθον τοιοῦτον· ὡς ἄρα εἶχε μὲν Αἰακὸς τὴν νῆσον τὴν Αἴγιναν, σπάνις δὲ ἦν τῶν ἀρχομένων δι' ὀλιγανθρωπίαν. μικροβασιλείας δὲ οὔσηςαὐτῷ τῆς ἀρχῆς δέεται τοῦ πατρὸς Διὸς κἀκεῖνος τοὺς ἐκεῖ μύρμηκας εἰςἀνθρώπους μεταποιεῖ κἀκεῖθεν εἰς πλῆθος οἱ ἀρχόμενοι ἐπιδεδώκασι τῷ Αἰακῷκαὶ οἱ τοιοῦτοι ἐκ τῆς αὐτῶν πρωτογόνου φύτλης Μυρμιδόνες παρωνομάσθησαν. καὶ τοιαῦτα μὲν οἱ μυθογραφοῦντες, ἐν οἷς καὶ ὁ Λυκόφρων «στρατὸν μύρμωνἑξάπεζον» τοὺς Μυρμιδόνας εἰπών. οἱ δὲ τὸν μῦθον ἱστορικῶς θεραπεύοντεςγεωρύχους τοὺς Αἰγινήτας εἶναί φασι κοιλαίνοντας τὴν γῆν δίκην σπηλαίων καὶὑπὸ μὲν τὰς καταδύσεις οἰκοῦντας, τὸ δὲ ἀναβαλλόμενον χῶμα εἰς εὔχρηστονκαρποῖς γῆν διαπεταννύοντας διὰ τὸ τὴν νῆσον τὰ μὲν ἄνω τραχεῖαν εἶναι, ἀγαθὴν δὲ τὰ ἔνερθεν. διὰ τοῦτο τοίνυν τοὺς ταῦτα ποιοῦντας μύρμηξιν εἰκάζοντεςοἱ ἰδόντες διὰ τὸ τῆς διαίτης, ὡς εἰπεῖν, μυρμηκόβιον Μυρμιδόνας ἐπεκάλουναὐτούς. ἐκεῖθεν δὲ ὕστερον τῷ Αἰακῷ συμμετοικισθέντες τινὲς εἰς Φθίανσυναπήγαγον ἑαυτοῖς καὶ τὴν κλῆσιν καὶ τοὺς μὲν πατριώτας νησιώτας Αἰγινήτας ἀφῆκαν καλεῖσθαι, τοὺς δὲ Φθιώτας ἐξ ἑαυτῶν εἰς Μυρμιδόναςμετέθεντο. καὶ οὕτω μὲν ταῦτα. ἕτεροι δὲ ἀγαθὸν εἶναι τὸν Αἰακὸν ἱστοροῦντεςτὰ εἰς τὸ ἄρχειν φασὶν ἀπὸ πολλῆς ὅτι μάλιστα λειπανδρίας τὴν ὑπ' αὐτῷ γῆνεἰς πολυανθρωπίαν ἐπαυξηθῆναι κἀντεῦθεν διαδοθῆναι τὸν μῦθον ὡς ὅτιπερ οἱκατὰ χώραν μύρμηκες ἄνδρες τῷ Αἰακῷ ἐγένοντο κατ' εὐχήν. εἴωθε δὲ ἡπαροιμία καὶ ἐν ἄλλοις τὸ πολὺ τῆς εὐτυχίας ἀπὸ μυρμήκων λαλεῖν, ὡς καὶὅτε μυρμηκιάν φησιν ἀγαθῶν. συντελεῖ δέ τι ἐνταῦθα καὶ Θεόκριτος εἰπών·» μύρμηκες ἀνάριθμοι» ἐπὶ πολυπληθείας λαοῦ. Ὅτι τὸ ἀνάσσειν ὥσπερ καὶ τὸἡγεῖσθαι καὶ τὸ ἄρχειν ποτὲ μὲν γενικῇ, ποτὲ δὲ δοτικῇ συντάσσεται, οἷον» Μυρμιδόνεσσιν ἄνασσε» ἀντὶ τοῦ Μυρμιδόνων ἄνασσε. ἐν δὲ τῇ πῖ ῥαψῳδίᾳ» ἄρχε δὲ Μυρμιδόνεσσι» λέγει. οὕτω καὶ Τρώων ἡγεῖταί τις καὶ Τρώεσσινἡγεῖται διφορουμένης τῆς τῶν ῥημάτων συντάξεως, ὡς καὶ πρὸ τούτου γέγραπται. (ῃ. 181) Ὅτι κοτέοντα ἐνταῦθα λέγει τὸν νῦν πρώτως θυμοῦσθαι ἀρξάμενονἈχιλλέα παραχρώμενος πάντως τῇ λέξει. τὸ γὰρ τοιοῦτον χολοῦσθαι μᾶλλόνἐστιν. ὁ γὰρ κότος, ὡς προεγράφη, χόλος ἐστὶν ἀποκείμενος. μετ' ὀλίγα μέντοικυριολεκτῶν «χόλον παύσειε» φησίν. [Ἰστέον δὲ ὅτι τὸ «σέθεν δ' ἐγὼ οὐκ ἀλεγίζωοὐδ' ὄθομαι κοτέοντος, ἀπειλήσω δέ τοι ὧδε» ἄρχων ἢ ἀρχικὸς ἀνὴρ εἴποι ἂνπρός τινα ταπεινότερον θυμούμενον. ὁ βασιλεὺς δὲ τοῦτό φησι πρὸς Ἀχιλλέαοἱονεὶ λέγων ὡς, εἰ καὶ σὺ ἔφης οὔ τι μετατρέπεσθαί με τῶν Ἀχαιῶν οὐδ' ἀλεγίζειν, ἀλλ' ἐγώ σε περιφρονῶ καὶ εἰς τοσοῦτον, ὥστε καὶ ἀπειλοῦμαι, ὡς ἐμὲ μὲν ἀφαιρεῖται Χρυσηΐδα Φοῖβος, ἐγὼ δὲ ἄγω τὸ σὸν γέρας. τοῦτο δὲοὐκ ἔνδικον. οὐ γὰρ ἐχρῆν τὸν Ἀχιλλέα ῥυσιάζεσθαι διὰ τὸν Φοῖβον. Ἰστέον δὲ ὅτι τὸ μὲν ὄθομαι, ὅ ἐστιν ἐπιστρέφομαι, μετακινοῦμαι, πρωτότυπόν ἐστι τῆςτε ὀθόνης καὶ τοῦ ἐννοσιγαίου καὶ τοῦ εἰνοσίχθονος καὶ τοῦ εἰνοσιφύλλουὄρους. (ῃ. 184) Τὸ δέ «ἐγὼ ἄγω» ἀντὶ τοῦ ἄξω. ἐκ τούτου δὲ καὶ ἀπαγωγὴ ἡαἰχμαλωσία καὶ ἀγελεία ἡ ἀπάγουσα λαφυραγωγίαν. περὶ δὲ τούτου καὶ τῆςβασιλικῆς ἀδικίας καὶ μετ' ὀλίγα εἰρήσεται.] Ὅτι τὸ Χρυσηΐς, ὥσπερ καὶ τὸ Βρισηΐς πατρωνυμικῶς ἐρρέθησαν ἀπὸ πατέρων τοῦ τε Χρύσου καὶ τοῦ Βρισέως. φησὶ γοῦν προϊών· «κούρη Βρισῆος». φασὶ γὰρ ὅτι ἐν ἀρχαίαιςχωρογραφίαις φέρεται, ὡς Χρύσης καὶ Βρίσης ἀδελφοὶ ἦσαν, παῖδες Ἄρδυος, ὁ μὲν οἰκῶν ἐν Πηδάσῳ ἐπὶ τῷ Σατνιόεντι ποταμῷ, ὁ δὲ Χρύσης ἐν τῇ Χρύσῃδιεχούσῃ τῆς Πηδάσου ἡμέρας ὁδόν. ἦν δέ, φασί, τῷ Χρύσῃ μὲν θυγάτηρ Ἀστυνόμη, τῷ Βρίσῃ δὲ Ἱπποδάμεια. τὰ δὲ Ὁμηρικὰ ὀνόματα ταύταις ἀπὸ πατέρων μετὰ τὴν αἰχμαλωσίαν τεθέντα, ὥς τινες καὶ τοῦτο εἶπον. (ῃ. 185) Ὅτινῦν μὲν ὁ Ἀγαμέμνων αὐτὸς ἐλθεῖν εἰς τὴν τοῦ Ἀχιλλέως κλισίαν ἐπαπειλεῖται, προϊὼν δέ, ἐπείπερ πρὸ μικροῦ ἐρρέθη ὅτι αἱ δεύτεραί πως φροντίδες σοφώτεραι, πτοεῖται τὸ τῆς ἐγχειρήσεως ἐπικίνδυνον καὶ μάλιστα, ἐπεὶ καὶ Ἀχιλλέωςἀκούει δεινὰ ἐπαπειλησαμένου καὶ μεταφράζεται καὶ οὐκέτι αὐτὸς ἔρχεται, ἀλλὰ στέλλει κήρυκας, ὡς ῥηθήσεται. Κλισία δὲ ἡ αὐτοσχέδιος καὶ οὐ πολυτελὴςοἴκησις καὶ καιρική, ἥτις οὔτε θάλαμος οὔτε οἶκος οὔτε δόμος οὔτε μέγαρονοὔτ' ἄν τι τῶν τοιούτων κυρίως ῥηθείη. ταῦτα γὰρ καὶ οἰκοδομητὰ καὶ παραμόνιμα. Σκηνὴ δὲ μάλιστα ἡ τοιαύτη λέγεται οἴκησις, καὶ οὐκ ἔστι καιριωτέρανἄλλην ἑρμηνείαν εὑρεῖν. ταὐτὸν γὰρ κλισία τε καὶ σκηνή, πλὴν ὅσον ἡ μὲν κλισίαμιμεῖταί πως οἰκίαν πύλας τε ἔχουσά τινας καὶ μοχλὸν ἐπὶ ταῖς πύλαις, ὁποία καὶ ἡ τοῦ Ἀχιλλέως κλισία φανήσεται. ἡ δὲ σκηνὴ οὐκ ἀπὸ ξύλου ἐξἀνάγκης μόνον, ἀλλὰ καὶ ἀπὸ σινδόνων ἢ πίλων ποτὲ συνίσταται, ὅθεν καὶ οἱ Σκηνῆται τὸ ἔθνος παρονομάζονται. δῆλον δὲ ὅτι ἡ κλισία καὶ κλισιὰς λέγεται. φησὶ γοῦν Ἡρόδοτος ὅτι μεγάλαι κλισιάδες ἀναπέπτανται τῷ Πέρσῃ. ἔοικε δὲἡ κλισία ἀπὸ τοῦ κλίσιον οὐδετέρου παρανομάζεσθαι. ἔστι δὲ τὸ κλίσιον, ὡςμὲν ὁ ποιητὴς ἐν Ὀδυσσείᾳ βούλεται, δουλικὸν εὐτελὲς οἴκημα· ὡς δὲ τῷ Δίωνι δοκεῖ, τὸ τῶν προβάτων σκεπαστικὸν καὶ φυλακτικὸν οἰκίδιον εὐτελὲςπάντως ὂν καὶ αὐτὸ οὐχ' ἧττον ἢ τὸ παρὰ τῷ ποιητῇ κλίσιον. Ἰστέον δὲ ὅτιφανερῶς ἄδικος εἰς τὸν Ἀχιλλέα, [ὡς καὶ πρὸ ὀλίγου ἐγράφη,] ὁ βασιλεύς. οὐγὰρ δίκαιον εἰπεῖν, ὅτι ἐμὲ ἀφαιρεῖται Ἀπόλλων τὴν Χρυσηΐδα, ἐγὼ δὲ ἄγω τὸσὸν γέρας τὴν Βρισηΐδα, τουτέστιν ὡς αἰχμάλωτον ἀπαγάγω κατὰ τὸ «δακρυόεσσαν ἄγηται ἐλεύθερον ἦμαρ ἀπούρας». δῆλον οὖν ὅτι χαρτὰ τῷ μυθικῷ λωνι ταῦτα, τῷ τῶν Τρώων ἐπικούρῳ, ἐκπολεμώσαντι ἀλλήλοις τοὺς ἀριστεῖςτῶν Ἀχαιῶν. (ῃ. 185– 7) Ὅτι ὁ ἀπειλησάμενός τινι μέγα τι μέγας ὢν καὶ αὐτὸς εὐλόγως ἂν ἐπαγάγοι τὸ «ὄφρ' εὖ εἰδῇς, ὅσον φέρτερός εἰμι σέθεν, στυγέῃδὲ καὶ ἄλλος ἶσον ἐμοὶ φάσθαι καὶ ὁμοιωθῆναι ἄντην» τουτέστιν ἄντικρυς ἢἀντικρύ. Ἰστέον δὲ ὅτι τὸ στυγεῖν οὐ μόνον ἐπὶ τοῦ μισεῖν τάττεται, ἀλλὰ καὶἐπὶ τοῦ φρίσσειν, ὡς καὶ ἐνταῦθα. μετήνεκται δὲ ἡ λέξις ἀπὸ τῆς Στυγός, ἣν ὁμῦθος πηγὴν ἐν Ἅιδου ἀναστομοῖ, περὶ ἧς καὶ ἐν Ὀδυσσείᾳ γέγραπται. (ῃ. 187) Τὸ δέ «ἶσον ἐμοὶ φάσθαι» ἀφορμὴ γέγονε τοῖς μετὰ ταῦτα τοῦσυνθεῖναι τὸ τῆς ἰσηγορίας ὄνομα. ἶσον γὰρ φάσθαι καὶ ἶσον ἀγορεῦσαι καὶ ἰσηγορία τῆς αὐτῆς δυνάμεώς εἰσι [ψεκτὰ ὄντα καὶ ἄμφω, εἰ πρὸς βασιλέα γίνονται.] ἐκ δὲ τούτου καὶ ἡ ἀντιλογία συνετέθη ἰσολογία τις οὖσα καὶ αὐτή. Σημείωσαιδὲ ὅτι ταὐτολογεῖ καὶ ἐνταῦθα ὁ ποιητής. τὸ γὰρ ἶσον φάσθαι καὶ τὸ ὁμοιωθῆναιἄντην τὴν αὐτὴν δηλοῦσί πως ἔννοιαν. τὸ δὲ ἶσον φάσθαι σεμνῶς ῥηθὲν ὅμοιόνἐστι τῷ ἐναντίον εἰπεῖν, ὡς δηλοῖ τὸ «ὅς τις σέθεν ἀντίον εἴπῃ» τουτέστινἀντιφήσει καὶ ἐναντιολογήσει σοι. [Τὸ δὲ ὁμοιωθῆναι ἄντην πρὸς ἀκρίβειανκεῖται. ὁμοιωθήσεται μὲν γάρ τίς ποτε μεγάλῳ ἄρχοντι, οὐ μὴν οὕτω ἄντηνκαί, ὡς εἰπεῖν, κατενώπιον, ἰδίᾳ δέ που καὶ κρύφα καθ' ἑαυτὸν γλώσσῃχαριζόμενος. Τὸ δέ «εἰδῇς» νοεῖται μὲν ἀντὶ τοῦ γνώσῃ, μάθῃς, ἔστι δὲ ἐνεστὼςἀντὶ μέλλοντος. εἰδῶ γὰρ τὸ θέμα, οὗ ὁ μέλλων εἰδήσω, ὅθεν καὶ εἴδησις ἡγνῶσις καὶ εἰδηκέναι καὶ εἰδηκώς, ἐξ ὧν κατὰ συγκοπὴν τὸ εἰδέναι καὶ ὁ εἰδώς.] (ῃ. 189) Ὅτι στήθη λάσια τὰ τοῦ Ἀχιλλέως φησὶν ἢ τοιαῦτα, ὡς εἰκός, ὄντα πυκνὰ ταῖς θριξίν, ὁποῖοι πολλοὶ τῶν θερμοτέρων, οἷς ὦπται καὶ ὑπὲρ σπιθαμὴνκαθειμένον τοιοῦτον τὸ λάσιον, ἢ τὰ συνετὰ κατὰ μετάληψιν λέξεως. λάσιονμὲν γὰρ τὸ πυκινὸν ἤτοι πυκνόν. πυκινὸν δὲ καὶ πυκνὸν τὸ φρόνιμον ἐν πολλοῖς, ὥστε εἴη ἂν στῆθος λάσιον, ὅθεν τὸ ἦτορ ἀναδίδωσι βουλεύματα λάσια ἤτοιπυκινὰ καὶ τὸ τοῦ Αἰσχύλου εἰπεῖν· «ἐξ οὗ τὰ κεδνὰ βλαστάνει βουλεύματα». διὸ καὶ ἐν τοῖς ἑξῆς «Πατροκλῆος» ἐρεῖ καὶ «Πυλαιμένεος δὲ λάσιον κῆρ» κατὰ τοιοῦτον σημαινόμενον. οὐ γὰρ δή που τετρίχωται τὸ κῆρ ἐξ ἀνάγκης, εἰκαί τινες καρδίαι ἐξ ἀνατομῆς τοιαῦται ἐφάνησαν κατὰ τὴν παλαιὰν ἱστορίαν, ὡς καὶ ἡ τοῦ Λυσάνδρου καὶ ἡ τοῦ κυνὸς τοῦ Ἀλεξάνδρου. εἶναι δὲ τὰ τῶνπανούργων καὶ συνετῶν στήθη λάσια δηλοῦσιν οἱ Φυσιογνώμονες. λάσιον δέἐστι μὲν τὸ δασύ· γίνεται δὲ ὥσπερ τὸ δασὺ ἀπὸ τοῦ ˉδˉα ἐπιτατικοῦ μορίου καὶτοῦ σύω ἢ σεύω τὸ ὁρμῶ, ἔνθα δηλαδὴ πολλὰ ὁρμῶσι καὶ ἀναδίδονται κάτωθεντὰ τὸ δάσος ποιοῦντα, οὕτω καὶ τὸ λάσιον ἐκ τοῦ ˉλˉα ἐπιτατικοῦ καὶ τοῦ σῶ τὸὁρμῶ, οὐ μὴν ἀπὸ τοῦ σεύω, ἵνα μὴ ἀναγκασθῇ διὰ διφθόγγου γράφεσθαι, ὡςἐκ τοῦ καθαρεύω τὸ καθάρειον. [ἐνταῦθα δὲ δίχα τῶν τοῦ Ἰαμβλίχου, ἃ κείσονταίπου ἐν τοῖς ἑξῆς, σημείωσαι καὶ Πλάτωνος τὸ «ἔχων τὰς ἀνδραποδώδεις ἐπὶτῆς ψυχῆς τρίχας», ὅπερ ἦν σκῶμμα ἐπὶ ἀνοησίᾳ ληφθὲν ἀπὸ τῆς τῶν ἀνδραπόδων κουρᾶς, ἥν, φασίν, οἱ ἐλευθερωθέντες ἤλλασσον Ἀθήνῃσιν, ἥτις καὶἐλέγετο θρὶξ ἀνδραποδώδης οὐ κοσμοῦσα τοὺς οὕτω κομήτας, ὡς εἶναι καὶαὐτοὺς ἡρωϊκῶς καρηκομόωντας.] Τὸ δὲ ἀνωτέρω ῥηθὲν σχῆμα ἡ μετάληψιςἄλλο ἐστὶ παρὰ τὴν ἐν τοῖς πολιτικοῖς ῥήτορσι μετάληψιν. ἐκείνη μὲν γὰρ τοῖςποιητικευομένοις δυσχερὴς φαίνεται, τὸ δὲ παρὸν σχῆμα τοιοῦτόν ἐστιν. ὅταντις πρώτη λέξις ἑρμηνεύηται διά τινος δευτέρας ταὐτοσήμου καὶ ἰσοδυνάμου, αὐτὴ δὲ ἡ δευτέρα ὡς ὁμώνυμος δηλοῖ καί τι ἑτεροῖον, οἰκειώσηται δὲ ἡ πρώτηἐκείνη λέξις τὴν τρίτην τὴν ἑτερόφυλον ὡς οἷον ἐκλαθομένη τῆς συγγενοῦςδευτέρας λέξεως, τὸ τοιοῦτον λέγεται μετάληψις ἤτοι μεταλλαγὴ ἐκ τῆςδευτέρας τῆς ἰσοδυνάμου εἰς τὴν τρίτην τὴν ἑτεροίαν. λέγεται γὰρ μεταλαμβάνεινκαὶ τὸ ἀλλάσσειν, οἷον· ἔχων τις δόρυ μετέλαβε σπάθην. οὕτως οὖν καὶ μετάληψις τὸ σχῆμα, ὅτε ἡ πρώτη ἀπὸ τῆς καθ' ἑρμηνείαν ἰσοδυνάμου ἑαυτῇδευτέρας λέξεως μεταβῇ εἰς τὴν τρίτην τὴν ὁμοίαν πως τῇ δευτέρᾳ. οἷονβροτὸς λέγεται ὁ ἀνήρ, ἀλλὰ καὶ φὼς ὁ αὐτὸς ὀξυτόνως. λέγεται δὲ καὶ φῶςφωτός τὸ οὐδέτερον περισπωμένως ἐκ τοῦ φάος. ἐὰν οὖν τις τὸ ἀβρότην ἤγουννύκτα, ἥτις σύγκειται ἐκ τοῦ ˉα στερητικοῦ μορίου καὶ τοῦ βροτοῦ ἤτοι τοῦφωτός, νοήσῃ ἀντὶ τοῦ ἀφώτιστον κατὰ τοὺς παλαιοὺς ὡς τοῦ βροτοῦ λαμβανομένου καὶ ἀντὶ φωτός, τοῦ δὲ φωτὸς λεγομένου καὶ ἐπὶ φωτισμοῦ, μετάληψινἐποίησε μεταλαβὼν τὸν βροτὸν εἰς φῶτα, πλὴν οὐχὶ ἄνδρα τὸν συγγενῆ τῷβροτῷ, ἀλλὰ εἰς τὸ ἐπὶ τοῦ φωτίζειν. ὁμοίως καὶ γλήνη ἡ κόρη τοῦ ὀφθαλμοῦ, κόρη δὲ ἁπλῶς καὶ ἡ παρθένος. ἐν γοῦν τῷ «ἔρρε, κακὴ γλήνη» ὁ εἰπὼν τὸγλήνη ἀντὶ τοῦ κόρη ἤγουν παρθένος τουτέστιν «ἔρρε ὦ δειλὸν κοράσιον» καὶμεταβὰς ἀπὸ πρώτης λέξεως εἰς τρίτην οὐκ ἰσοδύναμον τῇ πρώτῃ ἀλλὰ τῇδευτέρᾳ μεταληπτικῶς ἐσχημάτισε καὶ αὐτός. τοιοῦτον ἀνωτέρω καὶ τὸ λάσιοντὸ πυκνόν· πυκνὸν δὲ τὸ συνετόν· λάσιον ἄρα τὸ συνετόν. οὕτω καθίσταταιεἰς σαφὲς καὶ τὸ «οὐκ ἔσθ' ὅπως», οἷον «οὐκ ἔσθ' ὅπως ἀληθῆ λέγεις» ἤγουν «οὐκἔστιν ὅτι ἀληθεύεις». ὅπως μὲν γὰρ ἔστιν ὅτε ἀντὶ τοῦ ὡς, αὐτὸ δὲ πάλινταὐτὸν πολλάκις τῷ ὅτι. μεταληπτικῶς οὖν τὸ ὅπως ἀντὶ τοῦ ὅτι. ὅμοιον καὶτὸ ὅπως ἀντὶ τοῦ καθά, ὡς τὸ «φελλοὶ δ' ὅπως» παρ' Αἰσχύλῳ. ὅπως μὲν γάρποτε τὸ ὥς, αὐτὸ δὲ ἔστιν οὗ παραβολικῶς ἀντὶ τοῦ καθάπερ, ὅθεν μεταλήψεωςλόγῳ τὸ ὅπως ἀντὶ τοῦ καθά. οὕτω δὲ ἐφοδεύεται καὶ τὸ ὅτι ἀντὶ τοῦ λίαν, οἷον» ὅτι μάλα». τὸ μὲν γὰρ ὅτι ταὐτὸν δύναταί ποτε τῷ ὥς· τὸ δὲ ὡς ἔστιν ὅτε ἀντὶτοῦ λίαν· τὸ τοίνυν ὅτι σημαίνοι ἂν τὸ λίαν, ὥσπερ ποτὲ καὶ τὸ ὥς. [τοιούτῳτρόπῳ καὶ ἐν Οἰδίποδι τῷ Τυράννῳ Σοφοκλῆς ἔφη τὸ «ὅπως τάχιστα» ἀντὶ τοῦλίαν ταχέως, μεταλαβὼν τὸ ὅπως εἰς τὸ ὥς, αὐτὸ δὲ εἰς τὸ λίαν.] πολλὰ δὲ καὶἕτερα τοιαῦτα παρὰ τοῖς παλαιοῖς καὶ μάλιστα παρὰ τῷ Θεοκρίτῳ. τοιούτουδὲ τρόπου καὶ τὸ ποντικοί ἰδιωτικῶς λεγόμενον ἐπὶ νεύρων. εἰσὶ μὲν γὰρἀληθῶς μύες τινὲς παρὰ Ἀριστοτέλει ποντικοί. τὸ δὲ ποντικοὺς τοὺς μυῶναςεἰπεῖν καὶ εἰς τοῦτο μεταλαβεῖν τὴν λέξιν ἐκείνην μεταλήψει ἔοικε τῇ παρὰ τοῖςγραμματικοῖς. μυῶνες μὲν γὰρ μύες τινές· μύες δὲ ποντικοί· μυῶνες ἄραποντικοί. [καὶ τοιαύτη μὲν ἡ ῥηθεῖσα μετάληψις ἐζηλωμένη καὶ τοῖς ἄρτι παικτικώτερον. ὅτι δὲ μετάληψις καὶ ἡ ἀλληγορία λέγεται παρὰ τοῖς σοφοῖς καὶἡ τῶν λέξεων ἑρμηνεία, ὅθεν καὶ λέξεις ἀμετάληπτοι αἱ ἀνερμήνευτοι, οὐκἔστιν ἀμφιβαλεῖν.] Ἦτορ δὲ κατὰ τοὺς παλαιοὺς ἡ ψυχὴ παρὰ τὸ ἄω τὸ πνέω· πνεῦμα γὰρ νοερὸν ἡ ψυχή. Ὅτι τὸ διχῇ, ὁπηνίκα συσταλῇ κατὰ τὴν λήγουσαν, μετατίθησι καὶ τὸν τόνον καὶ βαρυτόνως λέγεται δίχα, ἐξ οὗ καὶ τὸ διάνδιχα. οὕτω καὶ τὸ τριχῇ τρίχα λέγεται καὶ ὁμοίως τέτραχα καὶ πένταχα. τὸ δὲ δίχαἀντὶ τοῦ χωρίς καὶ ἄνευ τῆς ὑστέρας χρήσεώς ἐστι. παρὰ γὰρ τοῖς ἀρχαίοις τὸδίχα ἀντὶ τοῦ διχῇ ἐλαμβάνετο, ἐξ οὗ καὶ τὸ παρὰ τοῖς ὕστερον δίχα μετήνεκται. ὅτι δὲ τὰ τοιαῦτα κατὰ μεταπλασμόν τινα ἔτρεψαν τὸ ˉη εἰς ˉα, προείρηται. [Γίνεται δὲ τὸ διάνδιχα ἐκ τῆς διά καὶ ἀνά προθέσεως, ὧν ἡ μέν «διά» δυασμόντινα σημαίνει, ὡς δῆλον ἐκ τοῦ διαιρεῖσθαι καὶ διαφωνεῖν καὶ διΐστασθαι καὶ ἐκτοῦ διαζυγίου καὶ τῆς διαφορᾶς, ἡ δὲ ἀνὰ πρόθεσις δευτέρωμά τι δηλοῖ, ὡς ἐντῷ ἀναβαπτίζειν φαίνεται καὶ ἀνακρίνειν καὶ ἐπανερωτᾶν καὶ τοῖς ὁμοίοις, ἵνα ᾖ διάνδιχα βουλεύεσθαι τὸ δυάζειν βουλὴν οὕτω καὶ οὕτω καὶ ἀναβουλεύεσθαιἄλλως καὶ ἄλλως.] (ῃ. 191) Ὅτι ἐν τῷ «μερμήριξεν Ἀχιλλεύς» ἤγουν ἐβουλεύσατο, εἰ «τοὺς μὲν Ἕλληνας ἀναστήσειεν, ὃ δ' Ἀτρείδην ἐξεναρίζοι», τὸ ἀναστήσειν οἱ μὲν κοινότερον ἐνόησαν ἀντὶ τοῦ ταράξας ἐξεγερεῖ, οἱ δὲ ἀντὶ τοῦ ἄνω κάτω ποιήσει, ἀναστατώσει, ἀναστάτους ποιήσει. καὶ εὕρηται ἡλέξις παρὰ τοῖς παλαιοῖς, οἳ πόλιν ἀναστήσειν πολλάκις τὸ ἀναστατώσεινφασί. καὶ εἰ τοῦθ' οὕτως ἔχει, ἔστι καὶ αὐτὸ πρωθύστερον ἤγουν σχῆμα ὑστερολογίας, ἵνα ᾖ τὸ ἀκόλουθον οὕτω· «Ἀτρείδην ἐξεναρίζοι, τοὺς δὲ ἀναστήσει», ὅ ἐστιν ἀναστάτους καὶ ἀβασιλεύτους ποιήσει. (ῃ. 189) Μερμηρίζειν δὲ τὸμερίζεσθαι εἰς διαφόρους βουλάς, ἐξ οὗ καὶ ἡ μέριμνα γίνεται· ἐτράπη δὲ τὸ ˉεεἰς ˉη, ἵνα χρησιμεύσῃ εἰς μέτρον σπονδειακόν. καὶ ὁ μηρὸς δὲ ἀπὸ τοῦ μερίζωγίνεται τροπῇ τοῦ ˉε εἰς ˉη. ἡ δὲ ἄρχουσα τοῦ μερμηρίζειν ἐξ ἀναδιπλασιασμοῦἐστι καὶ προσθήκης τοῦ ˉρ. τοῦτο δὲ καὶ ἐπὶ ἄλλων γίνεται. καὶ ἐν τῷ μαρμαίρωγὰρ καὶ ἐν τῷ δαρδάπτω καὶ ἐν τῷ καρκαίρω διπλασιασμός ἐστι καὶ πλεονασμὸς τοῦ ˉρ. ἐκ δὲ τοῦ μερμηρίζειν καὶ μέρμηραι παρὰ τοῖς παλαιοῖς αἱ βουλαί, ὡς τὸ «ἄμπαυμά τε μερμηράων». (ῃ. 191) Ἐναρίζειν δὲ καὶ ἐναίρειν τὸσκυλεύειν δηλοῖ, ὅθεν καὶ ἔναρα τὰ σκῦλα ἤτοι τὰ λάφυρα. λέγεται δέ ποτεἐναίρειν καὶ ἐναρίζειν καὶ τὸ φονεύειν, οὗ παρακολούθημά ἐστι τὸ σκυλεύειν. (ῃ. 192) [Ὅτι ταὐτολογεῖ Ὅμηρος καὶ ἐν τῷ «ἠὲ χόλον παύσειεν ἐρητύσειέ τε θυμόν». ταὐτὸν γὰρ χόλον παῦσαι καὶ ἐρητῦσαι ἤγουν κωλῦσαι θυμόν. τοῦτοδέ ἐστι μὲν φρονήσεως ἄκρας ἤγουν τὸ ἐν ἀκμῇ θυμοῦ βουλεύεσθαι τὰ εἰςφιλίαν. τῶν τισι δὲ παλαιῶν μεμπτόν τι δοκεῖ τὸ οὕτως ἐν ὑπερβολῇ χόλουἡρωϊκοῦ πλάσαι τὸν Ὅμηρον, ὡς ταχὺ ὁ Ἀχιλλεὺς κατεκλάσθη τοῦ κατὰ θυμὸν ἀτενοῦς. εἰ δὲ καὶ αὐτοὶ οὕτω φρονοῦσιν, ἀλλ' ὁ ποιητὴς πολλαχῶςἐκκλίνει τὴν αἰτίασιν. Τὸ δὲ ἐρητύειν ἀπὸ τῆς εἱρκτῆς παράγουσιν οἱ παλαιοί, ἵνα ἐξ αὐτῆς εἴη ἑρκτύειν τὸ οἱονεὶ καθείργειν καὶ ἐγκλείειν καὶ οὕτω κωλύεινκαὶ ἀποβολῇ τοῦ ˉκ καὶ ἐνθέσει τοῦ ˉη ἐρητύειν.] (ῃ. 193) Ὅτι τὸ «ἕως ὃ ταῦθ' ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν» ἀστείως ἐσχημάτισται καὶ πρὸς κάλλος. τὸν γὰρ προσεχῶς ἀνωτέρω στίχον συμπληρώσας εἰς θυμόν– ἔφη γάρ «ἐρητύσειέ τε θυμόν»– εἰς τὴν αὐτὴν λέξιν τελειοῖ καὶ τὸν παρόντα στίχον εἰπών» κατὰ φρένα κατὰ θυμόν». καὶ ἔστι μὲν τοῦτο ἀντιστροφὴ ῥητορικὴ ὅμοιον τῷ» ταξιάρχους παρ' ὑμῶν, ἱππάρχους παρ' ὑμῶν». οὐκ ἔστι δὲ καθαρῶς ἀντιστροφή. οὐ γὰρ ἡ τελευταία λέξις ἐν τοῖς δυσὶ στίχοις τὴν αὐτὴν σημασίαν καὶ ἔννοιανἔχει, ἀλλὰ ἄνω μὲν ὁ θυμὸς τὸν χόλον ἐδήλου, κάτω δὲ τὴν ψυχήν. ἔστιν οὖνκατὰ ὁμωνυμίαν ἀντιστροφὴ σπανίως εὑρισκομένη παρὰ τοῖς παλαιοῖς, [εἰμὴ ἄρα τις καὶ ἐν τῷ «ἐρητύσειέ τε θυμόν» βιάσεται θυμὸν νοεῖσθαι τὴνψυχήν.] Σημείωσαι δὲ ὅτι τὸ ἕως ἔστιν ὅτε καὶ ἀντὶ τοῦ τέως λαμβάνεται, ὃσημαίνει τὸ πρὸς τὸ παρόν· ὡς δηλοῖ καὶ παρ' Ἡροδότῳ τὸ «ἕως μὲν σιγὴνἔχει». κεῖται δέ που ἡ λέξις οὕτω καὶ παρὰ τῷ ποιητῇ ἐν τοῖς ἑξῆς. τὸ δέ «ἕωςὃ ταῦθ' ὥρμαινε» πάθος ἔχει περὶ τὴν τοῦ στίχου καταρχὴν προκεφάλου εἴτ' οὖνμακροκεφάλου ὄντος. τὸν γὰρ πρῶτον τόπον ποὺς ἐπέχει ἀμφίβραχυς «ἕως ὅ». ὁδὲ ἀμφίβραχυς ἀνοίκειος μέτρῳ δακτυλικῷ, εἰ μὴ θεραπεύοιτο, καθάπερ καὶἐνταῦθα θεραπεία τις τῷ πάθει τῆς τοῦ στίχου κεφαλῆς ἐφεύρηται. τὸ μὲν γάρ» ἕως» κατὰ λόγον συνιζήσεως εἰς μίαν καταλογίζεται μακρὰν συλλαβήν. τὸδὲ ˉο κατὰ τέσσαρας τρόπους κοινῆς συλλαβῆς ἐκ τοῦ ταπεινώματος τῆς βραχείαςἀνίσταται μηκυνόμενον. καὶ γὰρ καὶ δασύνεται καὶ τόνον ἔχει ὀξύν, κἂν ἡσυνέπεια βαρύνῃ αὐτόν, καὶ εἰς μέρος δὲ λόγου καταπεραιοῖ καὶ διὰ τοῦτοδύναται στίζεσθαι· ἔχει δὲ καὶ τὸ ˉτ ἐπαγόμενον. ὅτι δὲ καὶ τὸ δασὺ πνεῦμα καὶτὸ τῆς τάσεως ὀξὺ καὶ ἡ τῆς λέξεως εἰς τέλειον καταπεραίωσις καὶ ἡ τῶνψιλῶν συμφώνων ἐπιφορὰ βοηθεῖν εἰς μηκυσμὸν δύνανται τῷ βραχεῖ φωνήεντι, οὐ τοῦ νῦν καιροῦ ἐστι λέγειν τε καὶ αἰτιολογεῖν. Ὁρμαίνειν δὲ ἀεὶ λέγει ὁποιητὴς τὸ ἔτι ἐν κινήσει καὶ ἀρχῇ τυγχάνειν βουλεύματος. εἰ δὲ καὶ τὰ βουλευόμενα διαφόρως ἔχοιεν πρὸς ἄλληλα, μερμηρίζειν τὸ τοιοῦτον καλεῖ διὰ τὴνδιχόνοιαν καὶ τὸν τοῦ θελήματος μερισμὸν τραπέντος τοῦ ˉε τοῦ μερισμοῦ εἰςˉη, ὡς προγέγραπται. (ῃ. 194) Ὅτι ὥσπερ τὸ ὁρᾶτο παθητικῶς εἴρηται ἀντὶτοῦ ὥρα καὶ ἔβλεπεν ἐν τῷ «θνῄσκοντας ὁρᾶτο», οὕτω καὶ ἐν τῷ «ἕλκετο ἐκκουλεοῖο μέγα ξίφος» ἀντὶ ἐνεργητικοῦ τοῦ εἷλκεν ἔφη τὸ ἕλκετο. Τὸ δὲ μέγαξίφος μεγάλην τὴν τοῦ ἥρωος χεῖρα δηλοῖ συλλογιστικῶς, τὴν αὐτοῦ ἁπτομένηνκαὶ βριαρὰν καὶ οἵαν κούφως ἔχειν τὸ τοιοῦτον ξίφος ἕλκειν καί, ὡς αὐτὸς ὁποιητὴς λέγει, βαρεῖαν. φησὶ γάρ· «ἐπ' ἀργυρέῃ κώπῃ σχέθε χεῖρα βαρεῖαν». τινὲς δὲ ἐνταῦθα χεῖρα βαρεῖαν τὴν ἀριστερὰν ἐνόησαν, ὑφ' ἧς κατέχεται ἡ τοῦξίφους λαβή. [Σημείωσαι δὲ ὅτι παρὰ τοῖς ὕστερον τὸ ἕλκειν σταθμητικὴ λέξιςγέγονεν ὁμοίως τῷ ῥέπειν, ὡς καὶ ἡ ὁλκὴ δηλοῖ καὶ τὸ καθέλκειν, ὅ ἐστι κάτωδιὰ βάρος ῥέπειν.] Ὅτι ἔθος Ὁμήρῳ πολλάκις τὸν ˉδˉε σύνδεσμον ἐν διαφόροις ἐννοίαις ἐφεξῆς τιθέναι, ὧν εἷς, ὁπότερος τύχῃ, λαμβάνεται ἐξ ἀνάγκης ἀντὶτοῦ ˉδˉη, ὥσπερ καὶ ὁ μὲν σύνδεσμος ἀντὶ τοῦ μήν. φησὶ γοῦν ὧδε· «ἕωςταῦτα ὥρμαινεν Ἀχιλλεύς, ἕλκετο δ' ἐκ κουλεοῦ τὸ ξίφος, ἦλθε δ' Ἀθήνη». ἢ γὰρ ἐν τῷ «ἕλκετο δέ» ἢ ἐν τῷ «ἦλθε δέ» ἀναγκαίως ὁ ˉδˉε ἀντὶ τοῦ ˉδˉη ληφθήσεται. πολλάκις δὲ τοῦτο καὶ ἐν τῇ κοινῇ ὁμιλίᾳ γίνεται, οἷον «ἐμοῦ δὲ παραινοῦντος ὁδὲ ἀντέβαινε». [καὶ ἄλλως δὲ πολλάκις ὁ ˉδˉε σύνδεσμος ἀντὶ τοῦ ˉδˉη κεῖται, ὡςκαὶ ἐν τῷ «μὴ δ' οὕτως ἀγαθός περ ἐὼν κλέπτε νόῳ». εἷς γὰρ ὢν εἴληπταιἀντὶ τοῦ ˉδˉη.] (ῃ. 194 ς.) Ὅτι Ἀχιλλεὺς θυμῷ νικώμενος παράβολόν τι φρονεῖ, ξίφος ὀξὺ παρὰ μηροῦ ἐρύσασθαι μελετῶν κατὰ τοῦ βασιλέως. Ἀθηνᾶ δὲοὐρανόθεν ἐλθοῦσα κωλύει τουτέστιν ἡ παρ' αὐτῷ ἀγχίνοια. οὐρανὸν δὲ ἐνταῦθαοἱ παλαιοὶ νοοῦσι τὴν κεφαλήν, ἔνθα ἐνιδρυμένη ἡ τῆς ἀλληγορίας Ἀθηνᾶμεταποιεῖ τὸ θρασὺ τοῦ Ἀχιλλέως βούλευμα κατελθοῦσα τουτέστι τῷ λόγῳκαταβεβηκυῖα εἰς τὸν μέλλοντα χρόνον καὶ ὑποδείξασα ὡς οὐ μόνον τυχὸνοὐδὲν ἀνύσει, ἀλλὰ καὶ δεινόν τι πείσεται διὰ τὸ τοῦ βασιλέως μεγαλεῖον, καὶδιδάξασα οὐ μόνον τῷ Ἀγαμέμνονι πρὸς καλοῦ εἶναι τὸ παύσασθαι τὸν Ἀχιλλέα τῆς τοιαύτης ὀργῆς, ἀλλὰ καὶ αὐτῷ τῷ Ἀχιλλεῖ. τοῦτο γὰρ δηλοῖ τὸ «ἄμφωὁμῶς θυμῷ φιλέουσά τε κηδομένη τε». ἄδηλον γάρ, εἰ ἀνύσει τι κατὰ τοῦεὐρυκρείοντος καὶ μὴ βλαβήσεται μικροβασιλεὺς αὐτὸς ὤν. εἰ δὲ καὶ ἀνύσει, οὐδ' οὕτως ἔνδοξον τὸ ἀποτέλεσμα τῷ Ἀχιλλεῖ βασιλεῖ ὄντι καὶ αὐτῷ καὶπαράβολον οὕτω πρᾶγμα τετολμηκότι. καὶ ἴσως τοῦτο δηλοῦται διὰ τοῦ τὴνἈθηνᾶν ὑπὸ Ἥρας πεμφθῆναι, δηλαδὴ τὸ τὸν Ἀχιλλέα ὑπὸ τῆς βασιλικῆςκαταστάσεως συμπεισθέντα ἀφεῖναι τὸ πολὺ τοῦ θυμοῦ. Ἥρα γὰρ καὶ ἡβασιλεία καὶ Ἡραία ζωὴ ἡ βασιλική. ὑπὸ τοιαύτης οὖν Ἥρας πείθεται φρονεῖν λογισάμενος μὴ δεῖν εἶναι αὐτὸν ἄνδρα μέγαν καὶ ἡγεμονικὸν οὕτω θυμωθῆναιὡς μεγάλῳ βασιλεῖ ἐπεξελθεῖν. ἢ γὰρ οὐκ ἀνύσει καὶ οὐκ εὖ αὐτῷ γέγονεν ἢἀνύσει τὸν τοῦ βασιλέως φόνον καὶ γενήσεται κακὰ μέγιστα, ὧν τὸ κεφάλαιοναὐτῷ μὲν δύσκλεια, τοῖς δὲ Ἕλλησιν ἀναστάτωσις. [καὶ ἄλλως δέ πως ὑπὸἭρας, ὡς οἷον ἀέρος, ἡ φρόνησις Ἀθηνᾶ πέμπεται διὰ τὸ ἀερίαν καὶ σκοτεινὴν καὶ ἐξ ἀφανοῦς οἷα ἀνέλπιστον ἐλθεῖν αὐτῷ τὴν ἐκ μετανοίας ἐπιμήθειαν. διὸκαὶ αὐτὸς ἐκεῖνος θαυμάζει τὸ πρᾶγμα.] (ῃ. 197) Καὶ τὸ «ἔστη δὲ ὄπισθεν» τοῦτο δηλοῖ κατὰ τοὺς παλαιοὺς ὅτι τοῦ μέλλοντος αὐτὸν εἰς ἔννοιαν ἤγαγενἡ Ἀθηνᾶ. ἔμπροσθεν μὲν γὰρ τὰ οἰχόμενα καὶ ἤδη γενόμενα καὶ εἰς θέαν ἢπεῖραν ἐλθόντα, ὀπίσω δὲ καὶ ὄπισθεν τὰ ἔσεσθαι μέλλοντα, ἐπειδὴ ἀπροόρατοντὸ μέλλον, καθάπερ ἀόρατα καὶ τὰ κατόπιν ἡμῖν ὄντα. Τὸ δέ «οὐρανόθεν» τοῦτο τὸ παρ' Ὁμήρῳ τὸ νῦν ἀλληγορηθὲν ἀφορμὴ γέγονε τοῖς Πλατωνικοῖς τῆςκεφαλικῆς οὐρανώσεως, οἵπερ μυθεύονται τὴν ψυχὴν ἐκπεσοῦσαν τῶν ἄνω καὶσώματι ἐγκλεισθεῖσαν ἐνοικισθῆναι τῇ κεφαλῇ πλασθείσῃ πρὸς τύπον οὐρανίου σφαιρώματος, ὡς ἂν μὴ πάντῃ ἀλλοφύλῳ τόπῳ ἐμπέσοι, ἀλλὰ τῷ μικρῷτούτῳ οὐρανίσκῳ ἐγκατοικοῦσα ἔχοι μεμνῆσθαι ὅθεν ἦν. Ξανθῆς δὲ κόμης ἑλεῖντὸν Ἀχιλλέα ἡ Ἀθηνᾶ λέγεται συμβολικῶς καὶ τοῦτο διὰ τὸ ἐν τῇ κεφαλῇ, ὡς εἴρηται, ἱδρῦσθαι τὸ ἡγεμονικόν. (ῃ. 198) Μόνῳ δὲ αὐτῷ λέγεται φαίνεσθαι, διότι οὐδεὶς εἶχε συνορᾶν, ἃ ἔνδον Ἀχιλλεὺς καθ' ἑαυτὸν ἐβουλεύετο. οἱ δὲ παλαιοί φασι μόνους τούτους, τὸν Ὁμηρικὸν Ἀχιλλέα καὶ τὸν Ἀθηναῖον Σωκράτην, ἐν συντυχίαις τῷ οἰκείῳ κεχρῆσθαι δαίμονι. Ἀχιλλεύς τε γὰρ ἐνταῦθα λαλεῖ καὶ ἀκούει τὰ μυθευόμενα καὶ Σωκράτης δὲ ἔλεγεν, ὡς εἶπέ μοιτὸ δαιμόνιον. [εἶχον δὲ ἂν οἱ παλαιοὶ ἐν τοῖς Ὁμηρικοῖς προσώποις προσθεῖναι, ὡς τοιοῦτόν τινα καὶ τὸν Ὀδυσσέα, καθὰ καὶ ἑτέρους τινάς.] (ῃ. 199) Θαμβεῖταιδὲ Ἀχιλλεύς, εἰ οὕτω θυμὸς πολὺς ἐξεκαύθη αὐτῷ καὶ μετατρέπεταιταχὺ μεταβουλευσάμενος δι' ἀγχίνοιαν, ὅσγε καὶ ἀνωτέρω ἐβουλεύετο ἢ τόδετι κακὸν ποιήσει ἢ τὸν χόλον παύσει ὡς ἑτοίμως ἔχων εἰς καταλλαγήν. εἰ γὰρκαὶ ἡ ὕβρις ἀνεζωπύρει ἐξάπτουσα τὸν θυμόν, ἀλλ' ἡ φρόνησις κατεσβέννυε, κἂν οἱ παλαιοὶ αἰτιῶνται, ὡς ἐρρέθη, τὸν τοιοῦτον τόπον, ὡς τοῦ ποιητοῦἀχρόνως οὕτω τὸν τηλικοῦτον τοῦ Ἀχιλλέως θυμὸν ἀπαμβλύνοντος. τὴν δὲ τοῦἈχιλλέως ἀγχίνοιαν, ἤγουν τὴν ἐν ἀκαρεῖ χρόνῳ καὶ ὀλίγῳ καί, ὡς εἰπεῖν, ἐκτοῦ ἄγχιστα νόησιν καὶ πρόγνωσιν τοῦ μέλλοντος ὑπαινίττεται ὁ ποιητὴς καὶἐν τῷ «αὐτίκα δ' ἔγνω θάμβησέν τε». ἀγχίνοια γὰρ καὶ ἀγχινοεῖν καὶ αὐτίκαἔγνω τῆς αὐτῆς σημασίας εἰσί. Τὸ δὲ θαμβεῖν καὶ θαυμάζειν ἐπὶ θέας καὶ τῆςἐντεῦθεν ἐκπλήξεως εἴωθε λέγεσθαι, ὡς ὅγε μὴ βλέπων οὐδέν τι τούτων πάσχεινλέγεται. τὸ δέ «ἐθάμβησεν» ἐνεργητικὸν ἡ νεωτέρα χρῆσις οὐκ ἔχει. θαμβούμενοι γὰρ καὶ ἐθαμβήθη καὶ τεθάμβημαί φασιν οἱ μεθ' Ὅμηρον. (ῃ. 197) Ἡ δὲ ξανθὴ κόμη– τοιαύτη γὰρ ἱστορεῖται τὸν Ἀχιλλέα κοσμεῖν– τὸ θερμὸν παραδηλοῖ καὶ ὀργίλον τοῦ ἥρωος. τοιοῦτοι γάρ, φασίν, οἱ ξανθόχολοι. ξανθὸς δὲ ἱστόρηται καὶ ὁ Μενέλαος. ἀλλ' ἐκεῖνος οὐκ ἦν ἀκράχολος, ἀλλὰἐνηής. διὸ καὶ μαλθακὸς ἐδόκει πολεμιστής. τὸ δέ «ξανθῆς κόμης ἕλε Πηλείωνα» ἢ ἀντίπτωσίς ἐστιν ἀντὶ τοῦ εἷλε τὴν ξανθὴν κόμην τοῦ Πηλείωνος ἢ ἔλλειψινἔχει προθέσεως· εἷλε γὰρ τὸν Ἀχιλλέα ἐκ τῆς ξανθῆς κόμης. ὁ δὲ ξανθὸς ὅτιἐκ τοῦ ἄνθος γίνεται πλεονασμῷ τοῦ ˉξ, δηλοῦται τοῖς παλαιοῖς, ἵνα ᾖ ξανθὴκόμη ἡ ἀνθηρά. δύναται δὲ καὶ ἀπὸ τοῦ ἐξανθεῖν εἶναι ἀπελεύσει τοῦ κατ' ἀρχὴν ˉε, ὃ δὴ καὶ ἐν τῷ Ἑξάδιος γέγονεν, ὅν τινες τρισυλλάβως Ξάδιον γράφουσιν, ὡς ἐν τοῖς ἑξῆς εἰρήσεται. οὕτω δὲ καὶ τῆς ˉεˉς προθέσεως καὶ τῆς ˉεˉν ἔστινοὗ ἀφαιρεῖται τὸ κατάρχον ˉε, ὡς δῆλον ἐν τῷ ἔνερθεν νέρθεν, ἐνέρτερος νέρτεροςκαὶ ἐν τῷ σκορακίζειν καὶ σκαρδαμύττειν καὶ σκερβόλλειν, ὅ ἐστιν ἐς κέαρβάλλειν [καὶ προνώπιον παρ' Εὐριπίδῃ ἤτοι προενώπιον, πρόσχημα, οἷον «γῆς Πελοπίας προνώπιον». καὶ κτεὶς κτενὸς ὡς οἱονεὶ ἐκτεὶς παρὰ τὸ ἐκτείνειν τὰςκτενιζομένας τρίχας· ἴσως δὲ καὶ τὸ κλέπτειν ὡς ἀπὸ τοῦ ἐκλέπειν τοὺς ὑποκλεπτομένους ἀφῃρέθη τὸ ˉε.] Ὅτι δὲ καὶ ἀπὸ τοῦ ξαίνειν, ἀφ' οὗ καὶ ξάνιον τὸκτένιον, γίνεται ὁ ξανθὸς ὡς οἷον ξαντὸς διὰ τὸ ἀξίαν εἶναι τὴν τοιαύτηνμάλιστα κτενίζεσθαι τρίχα ὑποδηλοῦσιν οἱ παλαιοί. [τακτέον δὲ εἰς τοιαύτηνἀντιστοιχίαν ψιλοῦ εἰς δασὺ καὶ τὸ Τιθωνός ἐκ τοῦ τιταίνω καὶ τὸ αὐθέντηςὁ αὐτόχειρ, ὡς δηλοῖ ψιλούμενον τὸ «ἀνά τ' ἔντεα καὶ μέλαν αἷμα». ὅμοιον καὶτὸ ἐλεφαίρω ἐκ τοῦ ἔλπω τὸ ἐλπίζω καὶ τὸ σφεδανόν ἐκ τοῦ σπεύδω καὶ ἡτερθρεία ἐκ τοῦ τερατεία. ὁμοίας δὲ ἀγωγῆς καὶ τὸ ἄρθρον καὶ τὸ ῥεῖθρον καὶὁ ἐπὶ ζῴων λόφος ἐκ τοῦ λέπω τὸ λεπίζω καὶ ἡ φιάλη ἐκ τοῦ πιεῖν καὶ ἐκ τοῦκάπτω ὁ κεκαφηὼς καὶ τὸ «μυελὸς σφονδυλίων ἔκπαλτο» καὶ μοιχὸς παρὰ τὸμὴ οἰκὸς ἤγουν καθ' Ἡρόδοτον «ἐοικός», δι' ὃν οὐκ ἔοικε τὰ γένη. ἀνάπαλιν δὲἀντιστοιχεῖ ψιλὰ πρὸς δασέα ἐν τῷ ἀμπεχόνη ἐκ τῆς ἀμφὶ προθέσεως καὶἐκεχειρία τὸ ἐπέχειν χεῖρας καὶ τὸ πέφραδα καὶ οἱ ὅμοιοι ἀναδιπλασιασμοί. σὺν ἄλλοις δὲ μυρίοις καὶ ὁ παρὰ Σοφοκλεῖ «λεύκιππος Αἰνιάν» καὶ ὁ ἀπηλιώτης καὶ οἱ ἀντήλιοι. Ὅτι δὲ κόμη ξανθὴ ἐκόσμει καὶ τὸν Μενέλαον, ἐν τοῖςἑξῆς ἱστορήσει ὁ ποιητής. δῆλον δὲ ὡς ἡ ξανθὴ κόμη, ἀφ' ἧς καὶ Ξάνθος ὄνομαἵππου ξανθοῦ, ὡς εἰκὸς καὶ πυρρὰ λέγοιτ' ἄν, ἧς παρώνυμον πύρριχος, ἔτι δὲκαὶ πυρσὴ συγγενῶς ἔχουσα πυρσῷ τῷ καὶ φανῷ. ἡ δ' αὐτὴ κόμη ῥηθείη ἂν καὶαἰθὴ ὡς ἐκ τοῦ αἰθός, οὗ χρῆσις ἐν τῷ «αἰθὸς γεγένημαι». ἡ δὲ τοιαύτη αἰθὴκόμη τὴν παρὰ Λυκόφρονι Κομαιθὼ παρήγαγεν, ὅπερ ἴσον ἐστὶ τῷ πυρρότριχα. καὶ ἡ Ἀγαμεμνονέη δὲ Αἴθη πυρρὰ εἴη ἂν κατὰ τὴν εἰρημένην αἰθὴν καὶ ἄλλωςδὲ φοινικῆ, ἐπεὶ καὶ φοῖνιξ ἵππος ὁ ὁμόχρους φοίνικι τῇ ὀπώρᾳ. εἰ δ' ἄλλως διαφορά ἐστι ξανθοῦ τοῦ ἡλιώδους ἔτι δὲ καὶ πυρροῦ τοῦ οἱονεὶ φλογέου καὶφοινικοῦ τοῦ καθ' αἷμα, μεριστέον πρὸς τὰ τοιαῦτα τρία τὰς εἰρημένας λέξεις, ὡς δῆλόν ἐστιν.] (ῃ. 190) Ὅρα δὲ ἐν τοῖς κατὰ τὸν Ἀχιλλέα, ὅτι τε ὅπλα ἐφόρουν οἱ παλαιοὶ καὶ ἐν ταῖς ἀγοραῖς καὶ ὅτι οὐκ ἀγαθὸν ἦν ἐνόπλους ὄντας βουλεύεσθαι. μικροῦ γὰρ ἂν μέγα συνέβη κακὸν τοῦ Ἀχιλλέως χρησαμένου τῷ ξίφει. διὸ καὶἐκωλύθη παρὰ τοῖς ὕστερον ἡ ἁπλῶς ὅπῃ τύχῃ ὁπλοφορία διὰ τὰ ἐξ αὐτῆςκακά. εἰ γὰρ κατὰ τὸν ποιητήν «αὐτὸς ἐφέλκεται ἄνδρα σίδηρος» καὶ ἰδίᾳ πουκείμενος, τί οὐκ ἂν ποιήσῃ φορούμενος; καὶ δηλοῦσι τοῦτο καὶ ὅσοι τῶνβαρβάρων ὁπλοφορεῖν διὰ βίου μεμελετήκασι, παρ' οἷς οὐδέποτε φόνοι ἐπιλείπουσι. φέρεται δὲ καὶ περὶ Ζαλεύκου τοῦ Λοκροῦ ἱστορία, ὡς νομοθετήσοι μὲνὁ ἀνὴρ μηδένα φορεῖν ὅπλα ἐν βουλευτηρίῳ. ἐπεὶ δέ ποτε πολέμου ἐπικειμένουἔνοπλος ὢν εἰσῆλθε, κατ' ἀνάγκην οὕτως ἔχων, εἰς τὴν βουλήν, ὑπέκρουσε μέν τιςὡς ἤδη τὸν νόμον ὁ Ζάλευκος λέλυκεν. ὁ δὲ οὐ λύσειν ἔφη ἀλλὰ κυρώσειν καὶἅμα τῷ ξίφει δοὺς ἑαυτὸν ἀπέρρηξε τὸ ζῆν, ὅπερ ἦν ποινὴ τῷ παραβάντι τὸννόμον. [Ἰστέον δὲ ὅτι ἀναλληγόρητον νοούμενον τὸ «μετετράπετο» ἀντὶ τοῦἐστράφη κεῖται· τρέψας δηλαδὴ ὀπίσω τὰς ὄψεις, ἵνα ἴδῃ, τίς ὁ τῆς κόμηςαὐτὸν ἑλών, ὅτε καὶ ἰδὼν καὶ γνοὺς θαμβεῖται καὶ ὠφελεῖται.] (ῃ. 200) Ἀθήνη δὲμυθικῶς μὲν Διὸς θυγάτηρ, οἱονεὶ ἀθήλη τις οὖσα ὡς μὴ θηλάσασα. ὤδινε μὲνγάρ, φασίν, ἡ κεφαλὴ τοῦ Διός. ἐφίσταται δὲ προσκληθεὶς Ἥφαιστος καὶπλήττει πελέκει τὴν κεφαλὴν καὶ τὸ ἐγκυμονούμενον ἐξέθορε τελεία κόρηἔνοπλος. καὶ αὐτὴ ἐκ τοῦ μὴ θηλάσαι τὴν κλῆσιν ἔλαχε. θῶ γὰρ θήσω τὸ θηλάζω, ὡς τὸ «ἐπηετανὸν γάλα θῆσθαι». ἐξ οὗ καὶ ἀρνίον γαλαθηνὸν καὶ τιθηνὸς ἡτροφὸς [ἡ καὶ θηλαμὼν παρὰ Λυκόφρονι, ἔτι δὲ καὶ ἡ θηλὴ καὶ τὸ θηλάζεινκαὶ ἡ τήθη ὡς οἷον ἐπιτάσσουσα τῷ βρέφει «τῆ» τουτέστι λάβε, θήλασον, κατὰτοὺς παλαιούς.] Ἀλληγορικῶς δέ, ὡς ἐν ὀλίγῳ πολλὰ συνελεῖν, Ἀθήνη ἡ φρόνησις ἢ κατὰ στέρησιν καὶ αὐτὴ τῆς θηλῆς διὰ τὸ τέλειον ἢ παρὰ τὸ ἀθρεῖντὸ βλέπειν ἀθρήνη τις οὖσα ὡς τῶν μελλόντων καὶ δεόντων προβλεπτική. ἐκ Διὸς δέ, διότι ἐκ τοῦ νοός. Ζεὺς γὰρ καὶ ὁ νοῦς· ἐκ κεφαλῆς δὲ διὰ τὸ ἐκεῖλογιστικόν, οὗ προβολὴ ἡ φρόνησις. Ἥφαιστος δὲ αὐτὴν ἐκφαίνει, διότι αὐτὸςμὲν εἰς πῦρ ἀλληγορεῖται τὸ καὶ φωσφοροῦν καὶ ἐκκαῖον καὶ ἀνωφορούμενον. καὶ ἡ φρόνησις δὲ φωσφόρος τέ ἐστι καὶ τὸ δραστήριον πρηστήριον οἷον ἔχεικαὶ οὐδὲν ταπεινὸν φρονεῖ, ἀλλὰ ὑπερῆρται καὶ ἄνω φέρεται. συγκροτεῖται δὲκαὶ ἐκ τῶν ἐπιθέτων ἡ Ἀθηνᾶ εἰς τὸ νοεῖσθαι φρόνησις, ὡς ἐν οἰκείοις τόποιςἕκαστον φανήσεται. εἰ δέ ποτε καὶ στοιχειακῶς ἡ Ἀθηνᾶ εἰς γῆν ἀλληγορεῖταικαὶ εἰς αἰθέρα ἐκλαμβάνεται, καὶ αὐτὸ λεχθήσεται κατὰ καιρόν. ὁ δὲ Παραβάτης, ἐν οἷς Δία νοεῖ τὸν ἥλιον, ἐξ αὐτοῦ γενέσθαι λέγει τὴν Ἀθηνᾶν ἤτοι τὴν πρόνοιαν. διό, φησί, καὶ θείᾳ μοίρᾳ Ὅμηρος ἀπεμαντεύσατο τὸ «τιοίμην, ὡς τίεταιἈθηναίη καὶ Ἀπόλλων». γεννᾷ δέ, φησίν, οὐκ ἐξ ἀκροτάτου μέρους, ἀλλὰ ὅλην ἐξ ὅλου. ὅτι δὲ Ἀθηνᾶ πρόνοια λέγεται, φέρει ἐκεῖνος καὶ χρῆσιν τοιαύτην·» ἵκετο δ' ἐς Πυθὼ καὶ ἐς γλαυκῶπα προνοίην». Τέσσαρες δὲ εὐθεῖαί εἰσι τῆςἈθηνᾶς· πρωτότυπος μὲν ἡ Ἀθήνη οἷον ἀθήλη, ὡς εἴρηται· ἀνδρομήκης γὰρ τῆς τοῦ Διὸς ἐξέθορε κεφαλῆς· ἐκ δὲ τούτου κατὰ συστολὴν Ἀθάνα γέγονε, καθὰπαρά τε Σοφοκλεῖ κεῖται καὶ ἑτέροις· ὥσπερ δὲ τὴν ἅμαξαν κατὰ παραγωγὴνἁμαξαίαν φασὶ καὶ τὴν αὐλὴν αὐλαίαν καὶ τὴν προνομὴν προνομαίαν, ὡς ἐπὶἐλέφαντος, καὶ τὴν προτέρην προτεραίαν καὶ τὴν ὑστέραν ὑστεραίαν καὶ τὴνἀλκὴν ἀλκαίαν, ὡς ἐπὶ λέοντος, [καὶ τὴν πέρην περαίαν] καὶ τὴν ἀκτὴν ἀκταίην, ὡς ἐπὶ Ἀττικῆς παρὰ Καλλιμάχῳ, καὶ τὴν γαλήνην γαληναίην, ὡς τὸ «γαληναίητε γένηται» καὶ τὴν ἀνάγκην ἀναγκαίαν, οἷον· «ἀναγκαίη γὰρ ἐπείγει» καὶ τὴνσελήνην σεληναίαν, οἷον· «ἐπειδὴ φῶς σεληναίης καλόν», οὕτω καὶ τὴν ἈθήνηνἈθηναίαν φασὶν ἄλλοι τε καὶ ὁ ποιητής. οἱ μέντοι ὕστερον ἀποβάλλοντες τὸ ˉιτῆς ˉαˉι διφθόγγου καὶ Ἀθηνάαν ποιοῦντες, ὥσπερ τὴν ἐλαίαν ἐλάαν Ἀττικῶς, οἷον· «τίς τῆς ἐλάας παρέτραγεν;» Ἀθηνάαν μὲν οὔ φασι, τὰ δὲ δύο ˉα κιρνῶντεςλέγουσιν Ἀθηνᾶν. διὸ καὶ ἐκτείνεται ἡ ταύτης εὐθεῖα καὶ ἀεὶ περισπᾶται διὰτὴν τῶν δύο ˉα κρᾶσιν. Ἰστέον δὲ ὅτι παρασημειοῦνται οἱ παλαιοὶ μὴ λέγεσθαίποτε Ἀθηναίαν γυναῖκα διὰ τὴν τοιαύτην Ὁμηρικὴν Ἀθηναίαν ἤτοι Ἀθηνᾶνἀνὴρ μὲν γάρ, φασίν, Ἀθηναῖός ἐστιν, ὥσπερ καὶ Θηβαῖος, οὐ μήν, ὥσπερ Θηβαία, οὕτω καὶ Ἀθηναία γυνή, ἀλλὰ ἑτερωνύμως γυνὴ Ἀττική. τὸ γὰρ Ἀθηναίαἤδη προκατείληπται. ὅθεν ὡς θεῖόν τι τυγχάνον ὄνομα καὶ ὑπερηρμένον οὐθέμις ὑποκαταβῆναι καὶ θνητοῖς προσώποις ἐγκαθεσθῆναι καὶ ὡς οἷον ἱεροσυληθῆναι θείαν κλῆσιν. Παυσανίας δὲ καὶ Αἴλιος Διονύσιος ἐν τοῖς οἰκείοις Λεξικοῖς φασιν, ὅτι Μετακλείδης αἰτίαν φησὶ τοῦ μὴ λέγεσθαι Ἀθηναίας τὰς Ἀττικὰς γυναῖκας, ἵνα μὴ τὴν ἄγαμον αἱ γαμούμεναι τῇ προσηγορίᾳ καταισχύνωσιν. ὅτε δὲ ἤρξαντο αἱ ἀσταὶ ἤτοι Ἀττικαὶ γυναῖκες Ἀθηναῖαι λέγεσθαι, τότε δὴ ἐπενοήθη καὶ τὸ τὴν θεὸν μηκέτι Ἀθηναίην καλεῖσθαι, ἀλλὰ κατὰ συναίρεσιν Ἀθηνᾶν. ἕτεροι δὲ τῶν παλαιῶν οὕτω συντόμως εἶπον· «ἀνάττικον Ἀθηναίαν γυναῖκα εἰπεῖν· ἀστὰς δὲ τὰς Ἀττικὰς γυναῖκας ἔλεγον ὡς καὶ τοὺς ἄνδραςἀστούς». Σημείωσαι δὲ ὅτι [τε καθ' ὁμοιότητά τινα τῶν προρρηθέντων ὀνομάτωνοὐδὲ ἀνδρείαν γυναῖκα βούλονται λέγεσθαι, ἀλλ' ἀνδρικήν, οἷα τὸ τῆς ἀνδρίαςὄνομα τῇ ἀρετῇ ἀποκληρώσαντες· καὶ ὅτι] ἐνταῦθα μὲν ὀνόματι ἀρσενικῷοὐκ ἐπηκολούθησε παρασχηματισμὸς θηλυκοῦ. Ἀθηναῖος μὲν γὰρ ἀνήρ, οὐκέτι δὲ καὶ Ἀθηναία γυνή, ἀλλά, ὡς εἴρηται, ἀστὴ καὶ Ἀττική. παρὰ μέντοι τοῖς φιλοσόφοις γίνεταί τι ἀνάπαλιν. αὐτοὶ γὰρ ἀρετὴν μὲν λέγουσιν· ἐξ αὐτῆςδὲ παρωνυμούμενον ἀρσενικὸν ὀκνοῦσιν εἰπεῖν τὸν ἐνάρετον· ἀντὶ δὲ αὐτοῦἑτερωνύμως σπουδαῖόν φασι τὸν τῆς ἀρετῆς μετέχοντα. οὕτω καὶ ἑταίρα μὲνἡ πόρνη λέγεται, ἀρσενικὸν δὲ αὐτῆς οὐχ' εὕρηται. τάχα γάρ, ἵνα τις ἀστείωςεἴποι, οὐκ ἦν εἰκὸς ἄνδρα παρωνυμεῖσθαι τῇ μὴ ἐχούσῃ ἕνα τινά. διὰ μετοχῆς μέντοι ὁ τοιοῦτος ἀναπληροῦται· ἡταιρηκὼς γὰρ λέγεται. πάλιν δὲ αὖ ἑταῖρος μὲν ὁ φίλος λέγεται, ἑταίρα δὲ ἡ φίλη οὐκ ἂν ἀψόγως εὑρεθείη ἄν. ἐτέθηγὰρ ἡ λέξις ἐπὶ πόρνης εὐφημότερον. (ῃ. 197) Ὅτι φύσει μὲν ὄπισθεν μετὰ τοῦ ˉσγραπτέον· συγκέκοπται γὰρ ἀπὸ τοῦ ὀπίσωθεν· τὸ δέ «στῆ δ' ὄπιθεν» ἀποβολὴντοῦ ˉσ πέπονθε. [τοῦτο δὲ καὶ ἐν ἄλλοις εὑρεθήσεται.] (ῃ. 200) Ὅτι Παλλάδατὴν Ἀθηνᾶν λέγει κατὰ ἀλληγορίαν διὰ τὸ τῆς προνοίας ἢ φρονήσεως, εἰς ἣν ἡἈθηνᾶ ἐκλαμβάνεται, ὀξυκίνητον, ὡς ἀπὸ τοῦ πάλλω τοῦ δηλοῦντος τὸ κινῶ· ἐξ οὗ καὶ πάλος ὁ κλῆρος λέγεται [καὶ κραιπάλη ὁ ἐκ μέθης παλμός, ὅ ἐστικίνησις καὶ δίνησις τοῦ κάρα ἤγουν τῆς κεφαλῆς.] ἡ δὲ ἱστορία εἰς ταὐτὸν ἄγειτῇ νεάνιδι τὴν Παλλάδα οὕτω παρὰ τοῖς παλαιοῖς τὰς μείρακας ὀνομάζεσθαιλέγουσα· ὅθεν καὶ ἡ παλλακὶς παρωνόμασται καὶ πάλλαντες δὲ παρὰ τοῖςἀρχαίοις οἱ νέοι, ὥς φησι Φιλιστίδης ἐν Συγγενικοῖς. τὸ δὲ λέγειν οὕτωκαλεῖσθαι αὐτήν, ἐπειδὴ ἐν τῇ Γιγαντομαχίᾳ Πάλλαντά τινα πεφόνευκε Γίγαντα, ἢ ὅτι ἐκ τῆς τοῦ Διὸς ἀνέπαλτο κεφαλῆς ἢ ὅτι κεραυνῷ τῆς Σεμέλης βληθείσηςκαὶ τοῦ Διονύσου διεκπεσόντος ἐμβρύου παλλομένην τὴν τοῦ ἀμβλώματος καρδίαν ἤνεγκε τῷ Διῒ ἢ εἴ τι τοιοῦτον ἄλλο λέγεται, μύθου ἐστὶ παραλήρημα. καὶ ἐκεῖνο μέντοι ἰστέον, ὅτι τὰ τῆς Παλλάδος εἴδωλα Παλλάδια τοῖς παλαιοῖςὀνομάζονται καὶ ὅτι φρόνησις ἠθικῶς ἐστιν ἡ Ἀθηνᾶ, ὡς ἐρρέθη. διὸ καὶ Διὸςκαὶ Μήτιδος εἶναι λέγεται ἤτοι νοὸς καὶ βουλῆς. φησὶ γὰρ ὁ μῦθος, ὅτι ἔγκυοςοὖσα τὴν Ἀθηνᾶν ἡ Μῆτις κατεπόθη ὑπὸ τοῦ Διός, ἐν δὲ τῷ ὡρισμένῳ ταῖς κυούσαις καιρῷ ἐξέθορεν, ὡς πρὸ μικροῦ εἴρηται, τῆς τοῦ Διὸς κεφαλῆς ἡ Ἀθηνᾶ. Ὅτι τὸ «δεινὼ δέ οἱ ὄσσε φάανθεν» ἀντὶ τοῦ δυσαντίβλεπτοι τῷ Ἀχιλλεῖ ἐφάνησαν οἱ τῆς Ἀθηνᾶς ὀφθαλμοί, εἴτε μυθικῶς διὰ τὸ φοβερὸν εἴτε καὶμάλιστα πρὸς ἀλληγορίαν. οὐ γὰρ ἔσχεν οἷον ἀντωπῆσαι καὶ ἐναντίος ἐλθεῖντῷ ὀρθῷ λογισμῷ, οἷα μή τινα ἔχοντι ἀντιλογίαν, ἀλλὰ εὐθύς, φησί, μετετράπετο, ὅπερ μυθικῶς μὲν δηλοῖ, ὡς εἴρηται, τὸ ἐστράφη, ὡς ἂν ἴδῃ τίς ὁ τῆς κόμηςἁψάμενος, ἀλληγορικῶς δὲ τὸ μετεβλήθη τοῦ θυμοῦ ἢ ἐπεστράφη τοῦ φρονῆσαικατὰ τὸ «οὔ τι μετατρέπῃ οὐδ' ἀλεγίζεις». τινὲς δὲ τὸ «δεινὼ δέ οἱ ὄσσεφάανθεν» ἀντὶ τοῦ φαεινοὶ αὐτῷ ἐγένοντο καὶ ἐφωτίσθησαν οἱ ὀφθαλμοί. διὸαὐτίκα ἔγνω ἐκείνην οἷα ἀγχίνους, ὡς πρὸ μικροῦ εἴρηται, καὶ οὐκ ἔλαθεναὐτὸν τοῦ λοιποῦ οὔτε ὅτι κακῶς μελετᾷ καὶ ὅτι δεῖ κρεῖττόν τι ἐπιλογίσασθαι, οὔθ' ὅτι φρόνησις αὕτη ἐπῆλθεν αὐτῷ. Τὸ δέ «φάανθεν» σκευωρεῖται οὕτως. τὰ εἰς ˉμˉεˉν πληθυντικὰ τῶν εἰς ˉηˉν ληγόντων παθητικῶν ἀορίστων τῷ ˉη παραληγόμενα ἀποβολῇ τοῦ ˉη καὶ ˉμ τὸ τρίτον τῶν πληθυντικῶν ποιοῦσιν, οἷονἐτύφθην πρῶτος ἀόριστος παθητικός· τούτου τὸ πληθυντικὸν ἐτύφθημενκαὶ ἐξ αὐτοῦ ἀποβολῇ τοῦ ˉη καὶ ˉμ τὸ τρίτον τῶν πληθυντικῶν κατὰ τοὺς Αἰολεῖς ἔτυφθεν ἀντὶ τοῦ ἐτύφθησαν. οὕτω καὶ ἠγέρθημεν ἤγερθεν, ἐκοσμήθημενἐκόσμηθεν, ἐτμάγημεν ἀντὶ τοῦ διεκόπημεν ἔτμαγεν· «ὣς τὼ βουλεύσαντεδιέτμαγεν», ἐφαάνθημεν ἐφάανθεν· «δεινὼ δέ οἱ ὄσσε φάανθεν» ἀντὶ τοῦἐφάνησαν. ὁμοίως καὶ ὅσα ἄλλα τοιαῦτα, ἐν οἷς καὶ τὸ «ἐρήτυθεν καθέδρας» ἤγουν κατέσχον ἢ ἡσύχασαν κατὰ τὰς καθέδρας. οἱ δὲ παλαιοὶ οὕτω καθολικώτερον κανονίζουσι τὰ τοιαῦτα Αἰολικὰ πλατύτερον παραδιδόντες κανόνα. φασὶ γὰρ ὅτι πολλοὶ παρῳχημένοι τὰ τῶν οἰκείων πληθυντικῶν τρίτα ποιοῦσινἐκ τῆς γενικῆς τῶν ἰδίων μετοχῶν, κλινομένης μὲν διὰ τοῦ ˉνˉτ, ἀποβαλλούσηςδὲ τὴν τελευταίαν συλλαβήν· οἷον λέγων λέγοντος ἡ μετοχή. ταύτης τῆςγενικῆς ἀφαιρεθεῖσα ἡ λήγουσα ποιεῖ τοῦ ἔλεγον παρῳχημένου τὸ τρίτονπληθυντικὸν ἔλεγον. οὕτω καὶ γράφων γράφοντος, ἐγράφομεν ἔγραφον. ὁμοίως καὶ τυφθεὶς τυφθέντος, ἐτύφθημεν ἔτυφθεν, κοσμηθέντος ἐκόσμηθεν, φαανθέντος φάανθεν. ὡσαύτως καὶ δύς δύντος, ἔδυμεν ἔδυν· φάς φάντος, ἔφαμεν ἔφαν· κτάς, ὁ φονεύσας, κτάντος, ἔκταμεν ἔκταν· στάς στάντος, ἔσταμεν ἔσταν καὶ ἄλλα πολλά. πλατύτερος δὲ ὁ τοιοῦτος ἐρρέθη κανών, διότιοὐ μόνον Αἰολικὰ τάσσει ῥήματα, ἀλλὰ καὶ κοινά, ὧν τῆς αὐξήσεως ἀφαιρεθείσης τὰ αὐτὰ καὶ Ἰωνικὰ γίνονται ἀντὶ κοινῶν, οἷον τὸ ἐλέγομεν ἔλεγονλέγον καὶ τὰ ὅμοια. (ῃ. 201) [Ὅτι Ὅμηρος μὲν αἰτιατικῇ συντάσσει τὸ φωνῶ, οἷον· «καί μιν φωνήσας», πρὸς ὁμοιότητα τοῦ προσειπεῖν. οἱ δὲ μεθ' Ὅμηρον μετὰ δοτικῆς φασιν, οἷον· «φωνῶ σοι», ὁμοίως τῷ λέγω καὶ λαλῶ.] Ὅτι πτερόεντες οἱ λόγοι διὰ τὸ ταχὺ καὶ διὰ τὴν ἐν αὐτοῖς ἁρμονίαν καὶεὐσυνθεσίαν, καὶ ὅτι τέμνουσι τὸν ἀέρα καθὰ τὸ πτερόν, ἴσως δὲ καὶ ὅτι τοὺςλογίους ὑψοῦντες ἐξαίρουσιν, [ὅθεν παρέξεσται καὶ τὸ «νῦν τοι λέγων πτερῶσε».] ὁ δὲ μῦθος ἀγῶνα καθίζει τῇ τε τῶν Σειρήνων ᾠδικῇ τέχνῃ καὶ τῇ τῶν Μουσῶν καὶ ὑποβιβάζει τὰς Σειρῆνας ταῖς Μούσαις· αἱ δέ, καθὰ συνέδοξεν, ἀνασπῶσι πτερὰ τῶν Σειρήνων– ἦσαν γὰρ ὀρνιθοφυεῖς αἱ Σειρῆνες– καὶμηρίνθῳ συνδέουσι καὶ στεφάνων συμμετρήσαντες κύκλοις περιτίθενταιστέφανον ἑκάστῃ πτέρινον. καὶ οὐ τοῦτο μόνον ποιοῦσιν ἐπὶ τῇ τῶν Σειρήνωναἰσχύνῃ, ἀλλὰ καὶ τοὺς λόγους καλοῦσι πτερόεντας στεφανοῦντες οἷον καὶ αὐτοὺςὡς νικητὰς τῷ τῶν πτερῶν ἐπιθέτῳ, καθὰ καὶ τὰς σφῶν κεφαλὰς αὐτοῖς τοῖςπτεροῖς. [Ἔθος οὖν ἐντεῦθεν Ὁμήρῳ ἔπεα λέγειν πτερόεντα. τῶν τινες δὲ παλαιῶν σοφῷ μεθοδικῷ ἐκλαθομένῳ τῆς κατ' αὐτὸν τέχνης τέλεον ἐπέσκωψανεὐφυῶς, ὡς γεγόνασιν αὐτῷ οἱ λόγοι πτερόεντες ὡς οἷα πτερυξάμενοι ἐξαὐτοῦ. (ῃ. 202) Ὅτι σύνηθες Ὁμήρῳ συγκόπτειν τὸ ποτέ, οἷον «τίπτε» ἀντὶ τοῦ διὰ τί ποτε. ἔστι δ' οὗ καὶ τοῦ ˉε ἐκθλιβέντος ἐν τῷ ἐπάγεσθαι φωνῆενδασυνόμενον τρέπει τὰ ψιλὰ εἰς δασέα, οἷον «τίφθ' οὕτως ἔστητε;»] Ὅτιαἰγίοχος Ζεὺς κατὰ μὲν μῦθον ὁ μετὰ γέννησιν τὴν ἐν Κρήτῃ ὑπὸ αἰγὸς εὑρηκὼςτὴν ὀχὴν δηλαδὴ τὴν τροφήν, ὁπηνίκα τὸν παιδοβρῶτα πατέρα Κρόνον ἐκρύπτετο, ἧς αἰγὸς τὸ κέρας τῇ Ἀμαλθείᾳ δοθῆναι λέγεται, ὡς ἐν τοῖς εἰς τὸν Περιηγητὴν γέγραπται· ἢ καὶ ἄλλως αἰγίοχος Ζεὺς ὁ ἔχων τὴν αἰγίδατουτέστι τὸ δέρμα τῆς ῥηθείσης αἰγός, ἣν ἐθήλασεν. ἔφερε γάρ, φασίν, αὐτὴνἐναπτόμενος εἰς μνήμην. καὶ ἔστιν αἰγίοχος, ὡς ἄν τις εἴπῃ, αἰγίδοχος ἐκπεσόντος τοῦ ˉδ διὰ ὄγκον χασμώδη σεμνότητι πρέποντα. ἡ δὲ ἀλληγορία Δία μὲντὸν ἀέρα νοεῖ, αἰγίδα δὲ τὰ περὶ αὐτὸν δείματα, δι' ὧν ἐπαιγίζων τοὺς κάτωἐκδειματοῖ. καὶ ῥηθήσεται περὶ τούτου κάλλιον ἔνθα τῆς αἰγίδος Ὅμηροςμνήμην ποιήσεται. (ῃ. 203) [Ὅτι τὸ ἴδω ἴδῃς ἴδῃ παθητικῶς λέγει ὁ ποιητής· ἴδωμαι γάρ φησιν ἀντὶ τοῦ θεάσωμαι καὶ ἴδηαι καὶ κατὰ κρᾶσιν ἴδῃ, ὅ ἐστιθεάσῃ, οἷον· «ἢ ἵνα ὕβριν ἴδῃ Ἀγαμέμνονος;» εὑρίσκεται δὲ καὶ τὸ τρίτοντούτων ἴδηται. τούτοις δὲ ἀκόλουθα παρ' Ἀττικοῖς καὶ τὸ ὑπιδόμενος καὶἰδέσθαι καὶ τὰ τοιαῦτα.] (ῃ. 204) Ὅτι ὁ μὲν ἀμφιβάλλων περὶ πράγματοςκαλῶς ἂν εἴποι τὸ «ἀλλ' ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τετελέσθαι ὀΐω». ὁ μέντοιεὖ εἰδὼς ἐρεῖ ἄν· «ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται». (ῃ. 205) Ὅτι ὥσπερ ἀγήνωρ ἔστιν οὗ κατὰ ψόγον ὁ ἄγαν τῇ ἠνορέῃ χρώμενος, οὕτω καὶὑπέροπλος ὁ διὰ θρασύτητα ὑπὲρ τὸ δέον ὅπλοις χρώμενος καὶ ὑπεροπλία ἡτοιαύτη κακία· οἷον «ᾗς», ὅ ἐστιν ἰδίαις, «ὑπεροπλίαις τάχ' ἄν ποτε θυμὸνὀλέσσῃ». Σημείωσαι δὲ ὅτι ὁπλότατον μὲν καὶ ὁπλότερον ὁ ποιητὴς λέγει τὸννέον καὶ ὅπλα αἴρειν δυνάμενον οὐκ ἐπὶ ψόγῳ τὴν λέξιν τιθείς· τὸ δὲ ὑπέροπλοςκαὶ τὰ ἐξ αὐτοῦ ἐπὶ σκώμματι λαμβάνεται. Τὸ δὲ τάχα ἀντὶ τοῦ ταχέως ἐκ τοῦταχέα κατὰ συγκοπὴν ὡς τὸ σαφέα σάφα, λιγέα λίγα, ὠκέα ὦκα. βούλονταιγὰρ οἱ παλαιοὶ τὸ τάχα μὴ εἶναι διστακτικόν ποτε παρὰ τῷ ποιητῇ. Στοχαστικῶς δὲ εἴρηται τῷ Ἀχιλλεῖ ὁ τοῦ βασιλέως ὄλεθρος μονονουχὶ λέγοντι, ὅτι ὁοὕτω θρασὺς καὶ οἰόμενος κρείσσων εἶναι τῶν, οἷς θυμοῦται, ταχὺ ἄν ποτεὀλεῖται περιτυχὼν ἑτέρῳ μὴ ὑπενδιδόντι κατ' ἐμέ. (ῃ. 206) Ὅτι γλαυκῶπιςἈθηνᾶ οὐ μόνον γραφικῶς ὡς ἁπλῶς γλαυκοὺς ἔχουσα τοὺς ὀφθαλμούς, ἀλλὰ καί, ὡς ἂν εἴποι τις, δεινὴ τὴν ὄψιν καὶ ἐκπληκτικὴ κατὰ τὰ γλαυκωπὰτῶν θηρίων. γλαυκοὶ γὰρ καὶ οἱ λέοντες οἱ βασιλικοὶ καὶ ἰδεῖν δεινοί. καὶδράκοντας δέ τις τῶν ποιητῶν γλαυκῶπας καλεῖ. γλαυκῶπις οὖν καὶ ἡ φοβερὰκατὰ τὸ πρὸ μικροῦ ῥηθὲν τὸ «δεινὼ δέ οἱ ὄσσε φάανθεν». τάχα δὲ καὶ ἄλλως ὁμῦθος ἐπίτηδες τὸ γλαυκὸν τοῖς τῆς Ἀθηνᾶς ἀφώρισεν ὀφθαλμοῖς διὰ τὸπρὸς αὐτὴν συγγενὲς τῆς λέξεως καὶ τὴν ἐξ ἀναπτύξεως ἐτυμολογικῆς ταὐτότητα. Ἀθήνη τε γὰρ ἀλληγορικῶς ἀπὸ τοῦ ἀθρεῖν εἰρῆσθαι δοκεῖ ὡς προαθροῦσα τὰοἷον ἐν σκότει καὶ μέλλοντα. καὶ τὸ γλαυκὸν δὲ ἀπὸ τοῦ γλαύσσω παρῆκται, τὸ θεωρῶ, καὶ δηλοῖ τὸ ὑπόλευκον καὶ εὐόρατον. εἰ τοίνυν ταὐτὰ τὸ γλαύσσεινκαὶ τὸ ἀθρεῖν, ἔχει πως συγγενῶς κατ' αὐτὰ καὶ τὰ ἐξ αὐτῶν παραγόμενα. διὸτὸ γλαυκωπὸν ᾠκείωται τῇ Ἀθηνᾷ ὡς ἀθρητικῇ βλεπτικόν. διὰ τοῦτο δὲ καὶἡ γλαὺξ οἰκεία τῇ Ἀθηνᾷ οὐ μόνον ὡς νυκτὸς ὁρῶσα, ὥσπερ καὶ ἡ σύνεσιςκατὰ τὸν εἰπόντα «ὀρθῇ κελεύθῳ ἐν ταῖς βουλαῖς τὰ ἐν σκότει ποδηγετεῖ», ἀλλὰ καὶ διὰ τὴν ἀπὸ τοῦ γλαύσσω παραγωγήν, ὅπερ ἐστὶ ταὐτὸν τῷ ἀθρῶ. οὕτω καὶ ἄλλα τῶν ὀρνέων ᾠκείωνται ἄλλοις θεοῖς διὰ τὴν πρὸς ἐκείνουςσυγγένειαν ἢ κατὰ τὸν τῆς κλήσεως τύπον ἢ κατὰ ἐνεργείας ταὐτότητα, οἷον ἡνῆσσα τῷ Ποσειδῶνι· ὑγρὰ μὲν γὰρ οὐσία ὁ Ποσειδῶν καὶ ἡ νῆσσα δὲ παρὰτὸ νῶ νήσω τὸ κολυμβῶ ἠτυμολόγηται, ἐξ οὗ καὶ τὸ νήχω καὶ ἡ ναῦς καὶ ὁ Νηρεύς· ἱέραξ δὲ ἱέρωται Ἡλίῳ Ἀπόλλωνι διά τε τὸ ὀξὺ τῆς κινήσεως· ὠκυπέτης γὰρ ὁ ἱέραξ καὶ ὁ ἥλιος δὲ ὀξυκίνητος· καὶ διὰ τὴν ἐξ ἐτυμολογίαςσυγγένειαν. καὶ γὰρ ἵεται ῥᾷον ὁ ἥλιος. ἐντεῦθεν δὲ καὶ ὁ ἱέραξ ὠνόμασται. ὅθεν καὶ Ἰαπετὸς παρὰ τὸ ἵεσθαι καὶ πέτεσθαι ἡ οὐρανία σφαῖρα λέγεται. οὕτωκαὶ ἡ φαληρὶς τῇ Ἀφροδίτῃ συνῳκείωται οὐ μόνον κωμικώτερον διὰ τοὺςἰθυφάλλους καὶ τοὺς φαλλοὺς [καί, ὡς γοργότερον ἔφη τις, διὰ συνέμφασιν τοῦφαλλοῦ,] ἀλλὰ καὶ διὰ λευκότητα τὴν ἐν σπέρματι ζωϊκῷ, οὗπερ ὁμοιότηςἔγκειται τῷ τῆς φαληρίδος ὀνόματι. φάλιον γὰρ τὸ λευκόν, ἐξ οὗ καὶ τὰ φάλαρα. καὶ κύκνος δὲ τῷ Ἀπόλλωνι οὐ μόνον διὰ τὸ ᾠδικὸν καὶ μαντικὸν ἀφιέρωται, ἀλλὰ καὶ διὰ τὸ λευκόν, ὅπερ ἐκ τοῦ λεύσσειν ἤτοι βλέπειν παράγεται, οὗπερἈπόλλων ἐστὶ παραίτιος· ὅθεν καὶ Δήλιος ἐπιθετικῶς ὀνομάζεται ὡς δῆλακαὶ εὐόρατα πάντα ποιῶν. καὶ ἀετὸς δὲ τῷ Διΐ, ἤτοι τῷ αἰθερίῳ ἀέρι, ἀνιέρωταιοὐ μόνον ὡς τελείῳ τέλειος καὶ ὡς οὐρανίῳ ὑψιπέτης, ἀλλὰ καὶ διὰ τὴν κατὰτοὔνομα κοινωνίαν. ἀετός τε γὰρ καὶ ἀὴρ ἄμφω παρὰ τὸ ἄω τὸ πνέω δοκοῦσιπαράγεσθαι. οἰκεῖος δέ πως καὶ λάρος Ἑρμῇ οὐ μόνον ὡς Ἀργεϊφόντῃ λευκός, ἀλλὰ καὶ κατὰ τὸ παρωνυμεῖν τρόπον τινὰ τῇ τοῦ λόγου γλυκύτητι. ὁ τε γὰρλόγος πρᾶγμα λαρὸν ἤγουν ἡδὺ καὶ ὁ λάρος δὲ παρὰ τόνον ἐκπέφευγε τὴν πρὸςτὸ λαρόν συνέμπτωσιν καί, ἵνα μὴ πολλοῖς ὁμοίοις ἐπεξιόντες περιττὰ σοφιζώμεθα, οὕτω καὶ γλαὺξ οἰκεῖον τῇ ἀθρητικῇ Ἀθηνᾷ διὰ τὴν πρὸς τὸ ἀθρεῖν τοῦγλαύσσειν ταὐτότητα. ἵνα δὲ τῶν ὀρνίθων ἀφέμενοι καὶ ὑποκαταβάντες γενώμεθα καὶ τῶν περὶ γῆν, οὕτω καὶ ἄλλα τινά τισιν ἀνάκεινται διὰ ὁμοίας αἰτίας, οἷον Διονύσῳ κισσός· κισσητὸς γὰρ ὁ οἶνος, οὗ δοτὴρ ὁ Διόνυσος. νάρκισσοςἘριννύσι στεφάνωμα· νάρκισσός τε γὰρ ἐκ τοῦ ναρκᾶν παρηχεῖται καὶ τοῦ ναρκᾶν Ἐριννύες τοῖς κακούργοις παραίτιοι. πεύκης φυτὸν Ἡφαίστῳ ἀνεῖται οὐ μόνον ὅτι εὐέξαπτον, ἀλλὰ καὶ διὰ τὴν δᾷδα, ἥτις ἀπὸ τοῦ δαίω τὸ καίω παράγεται, καθὰ καὶ ἐκ τοῦ αἴθειν ὁ Ἥφαιστος. ἡ τρίγλα κατὰ τοὺς παλαιοὺς Ἀρτέμιδος ἄγαλμα, παρόσον ἡ τρίγλα μὲν κατὰ τὸν Κίλικα ποιητὴν τριγόνοιςγοναῖς ἐπωνόμασται τρὶς γεννῶσα τοῦ ἔτους· καὶ Ἄρτεμις, ταὐτὸν δὲ εἰπεῖνσελήνη, τριταία μετὰ γέννησιν σαφῶς διεκφαίνεται. [τῇ δ' αὐτῇ Ἀρτέμιδι, ταὐτὸν δ' εἰπεῖν Ἑκάτῃ, καὶ μαινίδα θύεσθαί φασι διὰ τὸ δοκεῖν μανιῶναἰτίαν εἶναί τισιν, ὡς οἷον εἰπεῖν τοῖς σεληνιαζομένοις. καὶ ἄλλοι δὲ ἰχθύεςἀνεῖνταί τισι κατὰ οἰκειότητα, οἷον Ἀπόλλωνι μὲν κίθαρος ἤτοι κιθάρα, ἐπεὶκιθαριστὴς ἐκεῖνος περιᾴδεται· Ἑρμῇ δὲ βόαξ ὡς κήρυκι διὰ τὴν βοήν, παρ' ἣν καὶ Βοώτης, κήρυκος ὄνομα· Ἀφροδίτῃ δὲ ἀφύη ἡ καὶ ἀφρῖτις διὰ τὸἄμφω ἐξ ἀφροῦ φῦναι τήν τε ἀφύην δηλαδὴ φυσικῶς καὶ τὴν δαίμονα μυθικῶς.] οὕτω καὶ λύκος Ἀπόλλωνος ἄθυρμα διὰ τὴν ἀμφιλύκην νύκτα, μεθ' ἣν ἐκφαίνεταιἥλιος. καὶ λαγὸς ἐρώτων ἀνάθημα διὰ τὸ ταὐτὸν τῆς κατὰ κλῆσιν γενέσεως. λαγός τε γὰρ ἀπὸ τοῦ λάειν καὶ Ἔρως ἐκ τοῦ ὁρᾶν, ἅπερ τὸ βλέπειν μηνύουσι. καὶ Ἀθηνᾷ δὲ δράκων ἱέρωται, ἵνα, ὅθεν τὰ τῆς ἀρχῆς, ἐκεῖ καταλήξῃ ὁλόγος ἡμῖν, διὰ τὸν αὐτὸν λόγον. δράκοντος μὲν γὰρ πρόκειται τὸ δέρκω ἤτοιβλέπω, Ἀθηνᾶς δὲ τὸ ἀθρεῖν· ἀθρεῖν δὲ ταὐτόν ἐστι τῷ δέρκεσθαι. Σημείωσαιδὲ ὅτι περὶ τῆς γλαυκός φασιν οἱ παλαιοί, ὡς ἐνεργὸς διὰ σκότους οὖσα, ἤγουνἐν σκότει καὶ νυκτί, μεθ' ἡμέραν ἤτοι κατ' αὐτὴν τὴν ἡμέραν ἀποτυφλοῦταιξηρότητι καὶ λεπτότητι τῆς περὶ τὸν ὀφθαλμὸν ὑγρότητος μὴ φερούσης τὴνπρὸς τὸ φῶς σύγκρασιν. ἡ δὲ περὶ γλαυκὸς παροιμία ἡ λέγουσα «γλαὺξ εἰςἈθήνας» ἐμφαίνει μὲν καθ' ἱστορίαν καὶ αὐτὴ φίλον εἶναι πτηνὸν Ἀθηνᾷ τὴν γλαῦκα· λαμβάνεται δὲ ἢ ἐπὶ τῶν συμβαλλόντων, ἔνθα μὴ χρεία συμβολῆς, ἢἐπὶ τῶν θαμιζόντων, ἔνθα πολὺ τοιοῦτον πλῆθος. οἱ δὲ παλαιοί φασι καί, ὅτιτὸ «γλαῦκα Ἀθήναζε» ἁρμόττει ἐπὶ τῶν ἄλλοθεν μάτην ὡς σπάνιά τιναἐμπορευομένων, ὃ καὶ εἶναι ὅμοιον τῷ «πύξον ἐς Κύτωρον ἤγαγες» ἤ «ἰχθὺνεἰς Ἑλλήσποντον». Ὅτι δὲ ἡ γλαὺξ οὐ μόνον ὀξύνεται κοινότερον, ἀλλὰ καὶ περισπᾶται Ἀττικῶς, δηλοῦται ἀλλαχοῦ. (ῃ. 207) Ὅτι ἐν τῷ «ἦλθον ἐγὼ παύσουσα τεὸν μένος, αἴ κε πίθηαι» δηλοῖ φιλοσόφως ὁ ποιητὴς τὸ ἐφ' ἡμῖνεἶναι παύεσθαι θυμοῦ εἴτε καὶ μὴ καὶ ὅλως τὸ μὴ βίᾳ εἶναι, ἀλλ' ἑκούσιον τὸκαλόν. (ῃ. 211) Ὅτι ὀνειδίζειν οὐ μόνον τὸ εὐεργεσίας ἀναφέρειν τοῖς εὐηργετημένοις, ὅπερ πρὸ μικροῦ Ἀχιλλεὺς ἐποίησε προσονειδίσας τῷ βασιλεῖ, ὡς τὸμὲν πλεῖον τοῦ πολέμου αὐτὸς ἔχει, ἐκεῖνος δὲ τὸ πλέον τοῦ δασμοῦ, ἀλλὰκαὶ τὸ ἁπλῶς ὀνοστά τινα καὶ ἐπίμομφα λέγειν. Ἀχιλλεὺς οὖν ἐνταῦθα ὑπὸτῆς Ἀθηνᾶς ἐπιτραπείς «ἔπεσσιν ὀνειδίσαι, ὡς ἔσσεταί περ» εὐεργεσίας μὲν οὐπροφέρει τῷ βασιλεῖ, οὐδὲ ἀχάριστον εἶναι λέγει, ὅπερ ἦν κυρίως ὄνειδος· ἄλλως δὲ ὑβριστικῶς ὀνειδίζει «οἰνοβαρῆ» τε προσειπὼν καὶ ἕτερα ὅσα εἰρήσεται. εἰ μὴ ἄρα ἐρεῖ τις, ὅτι ἐξελάθετο καὶ δέον ὂν ὀνειδίσαι καὶ εὐεργεσιῶν ὑπομνῆσαικαὶ ἀχαριστίας τὸν Ἀγαμέμνονα γράψασθαι, ὁ δὲ ὑβρίζει ἐκεῖνον ἡττηθεὶς αὖθιςτῷ θυμῷ καὶ οὗ παρηγγέλθη ἐκλαθόμενος. [ὅτι δὲ οὐκ ἀεὶ τὸ ὄνειδος βαρεῖαλέξις ἐστὶ καὶ ἀηδής, δηλοῖ οὐ μόνον ὁ γράψας ὡς «καλὸν ὄνειδος σπαργάνωνἀνειλόμην», ἀλλὰ σὺν ἄλλοις καὶ ὁ εἰπών «κάλλιστον ὄνειδος». εἴη δὲ ἂντοιοῦτον ὄνειδος ὁ λόγος ὁ προφέρων πάθος τι δεινὸν μέν, ἐπίσημον δὲ ἄλλωςἐν ἀνθρώποις καὶ θαυμαζόμενον, ὁποῖον καὶ τὸ τοῦ Οἰδίποδος διήγημα, οὗμέρος καὶ ἡ τῶν σφυρῶν αὐτοῦ τρῆσις καὶ οἴδησις, ὅθεν Οἰδίπους ἐκλήθη, καὶ ἡ κατὰ Θηβῶν ἐπίθεσις τῆς Σφιγγὸς καὶ ὅσα τοιαῦτα.] Ὅρα δὲ ὅπως ἡἈθηνᾶ τὸ ὀλίγον συγχωρεῖ τῷ Ἀχιλλεῖ ἤτοι τὸν βασιλικὸν ὄνειδον, ἵνα τοῦ μείζονος ἀποτρέψῃ κακοῦ ἤτοι τῆς φονικῆς ἐγχειρήσεως. οὕτω καὶ ἰατρός ποτετῷ πυρέττοντι ἀπαγορεύων οἶνον, ὕδωρ δίδωσιν. οὐ γὰρ δεῖ τοῖς κρατοῦσιπάθεσιν αὐστηρῶς ἀντιβαίνειν, ἀλλὰ μετρίως εἴκειν· καθὰ καὶ Ἡσίοδος τῷἀδελφῷ παραχωρεῖ «πλούτου κορεσσάμενον, τότε δὴ νείκεα ὀφέλλειν» ἤτοιφιλονεικεῖν. (ῃ. 213 ς.) Ὅτι φανερῶς ἐνταῦθα ὁ ποιητὴς τὴν Ἀθηνᾶν οὐ θεὰν ἀφίησι νοεῖν, ἀλλὰ φρόνησιν στοχαστικὴν τοῦ μέλλοντος ἐν τῷ «καίποτέ τοι τρὶς τόσσα παρέσσεται ἀγλαὰ δῶρα [ὕβριος εἵνεκα τῆσδε· σὺ δ' ἴσχεο, πείθεο δ' ἡμῖν», ἃ δὴ πραϋντικά ἐστι μεγάλου θυμοῦ, καθὰ καὶ πρὸ αὐτῶν τὸ» ἀλλ' ἄγε λῆγ' ἔριδος, μηδὲ ξίφος ἕλκεο χειρί. ἀλλ' ἤτοι ἔπεσι μέν» καὶ ἑξῆς, ὡς προείρηται.] οὐκ ἐξ Ἀθηνᾶς γὰρ τῆς μυθικῆς ἀκούων, ἀλλ' οἴκοθεν ἐννοεῖταιτοιαῦτα στοχαστικῶς ὁ Ἀχιλλεύς. διὸ καὶ ψεύδεται, διεκπεσὼν τῆς ἀληθείαςἐπὶ τὸ ἔλαττον. τοιοῦτον γάρ ποτε ἡ στοχαστικὴ νόησις. ὅτι δὲ ψεύδεται, δῆλον ἐκεῖθεν. ἐν γὰρ ταῖς Λιταῖς ὁ βασιλεὺς οὐ τρὶς τόσα, ἀλλ' ἀπειροπλασίοναδῶρα ὑπισχνεῖται τῷ Ἀχιλλεῖ. καὶ ὅρα οἷον τὸ δωρεῖσθαι, εἴπερ τὰ ὕστερονδῶρα καραδοκήσας ὁ Ἀχιλλεὺς καθυφίησι τοῦ τοσούτου ἄρτι θυμοῦ. εἰ δὲ τοῖςπρέσβεσιν ὕστερον ἀπαριθμουμένοις τὰ δῶρα οὐχ' ὑπείκειν θέλει, συνετοῦ καὶτοῦτο ἀνδρὸς μὴ προαρπάζειν τὴν συμμαχίαν ἀλλ' ἀναβάλλεσθαι τοῖς ἐχθροῖςκαὶ παρατείνειν τὴν χάριν καὶ οὕτως αὔξειν τὰ τῆς τιμῆς. ἔοικε δὲ Ἀχιλλεὺςἀρέσκεσθαι ἐν τοῖς ἀδικήμασι τῇ εἰς τὸ τριπλάσιον ποινῇ. τῷ μὲν γὰρ Ἀγαμέμνονι κατ' ἄλλον λόγον τριπλῇ καὶ τετραπλῇ τοὺς Ἕλληνας ἀποτῖσαι τὸ γέραςὑπέσχετο, ἑαυτῷ δὲ ἀδικηθέντι τρὶς τόσσα φησὶ παρέσσεσθαι. καὶ ὅρα ὅτιποικίλως φράζων ὁ ποιητὴς τὸ τριπλᾶ τρὶς τόσσα φησίν. [Εἰκὸς δὲ καὶ ἀντὶ τοῦπολλάκις εἰρῆσθαι τὸ τρίς· ἐπεὶ καὶ οἱ τρισμάκαρες καὶ ὁ τρισευδαίμων καὶ τὰτοιαῦτα κατὰ τοιοῦτον σημαινόμενον σύγκειται ἀπὸ τοῦ τρίς ἐπιρρήματος, εἰ καὶτὸ τρισάθλιος ὁ Πινδαρικὸς μῦθος ἄλλως νοεῖ. οὕτω καὶ τρίαινα ποτὲ μὲν ἡτριγλώχιν, ποτὲ δὲ ἡ πολυτοιαύτη.] (ῃ. 216) Ὅτι ὁ ἐν θυμοῦ καιρῷ πεισθεὶςτῷ πραΰνοντι καλῶς ἂν εἴπῃ τὸ «χρὴ τὸ σὸν ἔπος φυλάξασθαι καὶ μάλα περθυμῷ κεχολωμένον· ὧς γὰρ ἄμεινον». λέγει δὲ Ὅμηρος τὸ φυλάξασθαι εἰρύσασθαι κατ' ἐπένθεσιν τοῦ ˉι. τὸ μέντοι ἁπλοῦν ἐρύσασθαί ἐστιν. Ἰστέον δὲ ὅτι τὸ» χρή» ὀξυνόμενον μὲν ἐπίρρημα δηλοῖ κατὰ τοὺς παλαιούς, τὸ δέον ἐστί· περισπώμενον δὲ ῥηματικόν ἐστιν ἀπὸ τοῦ χρῶμαι, οἷον «τί χρῇ τούτῳ;» ἔστιδὲ καὶ ἐπὶ μαντείας, οἷον «χρῇ μοι τοιαῦθ' ὁ Φοῖβος». [ἀκριβέστερον δὲ περὶτούτου ἐν τοῖς ἑξῆς ῥηθήσεται. (ῃ. 218) Ἰστέον δὲ καὶ ὅτι ἐνταῦθα Ὁμήρου γνωμικὸν εἰπόντος τὸ «ὅς κε θεοῖς ἐπιπείθηται» καὶ ἑξῆς, ὀρθὸν ἔσται παρῳδηθὲν οὕτω κατὰ πτῶσιν ἑνικήν· «ὅς κε θεῷ ἐπιπείθηται, μάλα τ' ἔκλυεν αὐτοῦ» ἤγουν θεὸς ἀκουσθεὶς ἀντακούει ἐπὶ πλέον. ἔχει δέ τι καινοπρεπές· τὸ γὰρκοινὸν καὶ σύνηθες ἦν ἄν· «ὃς θεοῖς πείθεται, κλύεται». οὐκ ἔσχε δὲ οὕτωφράσαι διότι τοῦ κλύω οὐκ εἰσὶ παθητικά.] (ῃ. 219) Ὅτι κώπη ἡ τοῦ ξίφουςλαβή, μέρους ὄνομα, ὅθεν καὶ ὅτε κώπην τις εἴπῃ τὴν ναυτικήν, κώπη καὶἐκείνης κυρίως ἡ λαβή, ἀφ' ἧς καὶ τὸ ὅλον ὠνόμασται. [Αὐτὴ μέντοι ἔχει τὸ καὶἐλάτη λέγεσθαι καὶ πλάτη δὲ διὰ τὸ ἐλαύνεσθαι κατὰ τὸ κάτω πλατύ. ἡ δὲὉμηρικὴ ἀργυρέη ἐρρέθη πρὸς διαστολὴν ἐκείνης, οἷον «ἐπ' ἀργυρέῃ κώπῃσχέθε χεῖρα βαρεῖαν». δι' ἣν ἀργυρέην κώπην καὶ ξίφος λαλεῖται ἀργυρόηλον.] (ῃ. 220) Ὅτι τὸ ἀπιθεῖν ἀεὶ παρ' Ὁμήρῳ διὰ τοῦ ˉι γράφεται ὡς ἀπὸ τοῦ πιθῶ δευτέρου μέλλοντος γενόμενον. παρ' ἡμῖν δὲ διὰ διφθόγγου γράφεται ἐκτοῦ ἀπειθής ὀνόματος, καθὰ καὶ τὸ ἀφειδῶ ἐκ τοῦ ἀφειδής. (ῃ. 223) Ὅτι οὐμόνον ἐν ἔργοις ἡ ἄτη, ἀλλὰ καὶ ἐν λόγοις, ὁποῖοι καὶ οἱ κατὰ χόλον ὑβριστικοί. διὸ εἰπὼν ὁ ποιητής, ὡς ἀταρτηροῖς ἐπέεσσιν Ἀτρείδην προσέειπεν Ἀχιλλεύς, ἐπάγει· «καὶ οὔ πω λῆγε χόλοιο», δηλῶν ὅτι ἀτηρὸς λόγος ἐστὶ καὶ ὁ χολωτός. [πλεονασμὸς δέ ἐστι φανερὸς τῆς ˉτˉαˉρ συλλαβῆς ἐν τῷ ἀταρτηροῖς.] (ῃ. 225) Ὅτι ἐν στίχῳ ἑνὶ τρεῖς ὕβρεις ὁ Ἀχιλλεὺς ἐπιρρίπτει τῷ βασιλεῖ λέγων κομματικῶς· «οἰνοβαρές, κυνὸς ὄμματ' ἔχων, κραδίην δ' ἐλάφοιο». παρακατιὼνδὲ καὶ δημοβόρον λέγει αὐτὸν ἀπολύτως οὕτως εἰπὼν καὶ ἀσυνδέτως «δημοβόροςβασιλεύς». οἰνοβαρὴς μὲν οὖν ὁ Ἀγαμέμνων ὑπονοεῖται, διότι εὐεπιφόρως πουἔχων εἰς τὰ κατὰ οἶνον εὑρίσκεται τοῖς τε ἀριστεῦσιν ἐπονειδίζων, ὅτι μὴγενναίως μάχονται καὶ ταῦτα παρ' αὐτῷ πίνοντες, ὥσπερ αὐτός, καὶ λόγους δέτινας λαλῶν συμποσιακούς, ὡς ἐν τοῖς ἑξῆς φανήσεται. καὶ αἱ κλισίαι δὲαὐτοῦ, ὥς τις ἐρεῖ ἐν τοῖς ἑξῆς, οἴνου πλεῖαί εἰσιν· ἀναιδὴς δὲ διὰ τὰ πρὸμικροῦ εἰς τὸν Ἀχιλλέα φορτικά· δειλὸς δὲ διὰ τὸ πολλαχοῦ λέγειν τὸ «φεύγωμεν», καθάπερ δηλωθήσεται. ἔοικε δὲ καὶ πρὸ τούτου τοῦ χρόνου τοιαῦτά τιναὁ Ἀγαμέμνων ποιεῖν, ἐξ ὧν ἄρτι ὁ Ἀχιλλεὺς οὕτω σφοδρῶς ὑβρίζει αὐτόν. οὐ γὰρ ἂν ἁπλῶς οὕτω καὶ ψευδῶς τοὺς λόγους παρέρριψε. Τὸ δέ «κυνὸς ὄμματ' ἔχων» φθάσας καὶ ἄλλως ἔφρασεν, ὅτε ἀναιδείην τε ἐπιειμένον ἔλεγε τὸνἈγαμέμνονα καὶ κυνῶπα συνθέτῳ ὀνόματι ἐκάλει αὐτόν. ἀντίκειται δὲ τὸ» κυνὸς ὄμματα ἔχων» πρὸς τὸ «κραδίην ἐλάφοιο» καὶ ἔστιν ἀντίθετον σχῆμαῥητορικόν, ἵνα λέγῃ αὐτὸν θρασὺν μὲν ὡς κύνα, δειλὸν δὲ ὡς ἔλαφον. τοιαύτηγὰρ ἡ ἔλαφος. διὸ καὶ φυζακινὴν αὐτὴν ἡ ποίησις καλεῖ. Ἐνταῦθα δέ φασιν οἱπαλαιοί, ὅτι τρία ταῦτα Ἰσοκράτης ἀγαθὰ μαρτυρεῖ Κόνωνι, τῷ τῶν Ἀθηναίων στρατηγῷ ἐπιμέλειαν, πίστιν, ἐμπειρίαν πολέμων, συναγαγὼν τὸἐγκώμιον ἀπὸ τῶν ἐναντίως ἐνταῦθα προσμαρτυρουμένων τῷ Ἀγαμέμνονι. ἐξ οἰνοποσίας μὲν γὰρ ἀμέλεια· ἐξ ἀναιδείας δὲ ἀπιστία ἡ πρὸς τὸ κοινόν· ἡ δὲδειλία τὴν τῶν πολεμικῶν ἀπειρίαν ἐργάζεται. εἰ τοίνυν κακὸν ἀμέλεια καὶἀπιστία καὶ ἀπειρία πολέμων, ἃ δὴ πρόσεστι τῷ Ἀγαμέμνονι, ἀγαθὸν ἄρα ἐξἐναντίου ἐπιμέλεια καὶ πίστις καὶ πεῖρα πολεμικῶν. ἐντεῦθεν οὖν Ἰσοκράτηςτὸ τοῦ Κόνωνος ἐγκώμιον ἠρανίσατο. Σημειωτέον δὲ ὡς ὁ Ἀγαμέμνων πολλὰὑβρίσαντα τὸν Ἀχιλλέα καὶ πρὸ τούτου καὶ νῦν οὐκ ἀνθύβρισεν, ἀλλὰ καὶἀγαθόν που καὶ θεοείκελον ἔφη αὐτὸν αἰδούμενος τὴν ἀρετὴν τοῦ ἀνδρός, ἴσωςδὲ καὶ ὀκνῶν λόγοις κολάζειν, ὃν ἔργοις ἀμυνεῖται. οὕτω δὲ ἦν ἡ τοῦ Ἀχιλλέωςἀρετὴ ὁμολογουμένη, ὥστε καὶ αὐτὸς ὁ βασιλεὺς μάλα μέν φησι καρτερὸναὐτὸν εἶναι, ἐκ θεοῦ δὲ τοῦτο λαβεῖν. [Ἰστέον δὲ ὅτι ὁ οἰνοβαρὴς ἔχει καὶ ῥῆμαβαρύτονον τὸ οἰνοβαρείω, οὗ τῆς μετοχῆς χρῆσις ἐν Ὀδυσσείᾳ. (ῃ. 226 σς.) Ὅτι ψόγος στρατηγοῦ τὸ «οὔτε ποτ' ἐς πόλεμον ἅμα λαῷ θωρηχθῆναι οὔτε λόχονδ' ἰέναι σὺν ἀριστήεσσιν Ἀχαιῶν τέτληκας θυμῷ· τὸ δέ τοι κὴρ εἴδεται εἶναι». τουτέστι θανάτῳ εἰκάζεται ὑπὸ σοῦ ἡ κινδυνώδης μάχη καὶ οὐ χαίρεις ἐπ' αὐτῇ ὡς χάρμῃ. Ἀχιλλεὺς δὲ κατὰ τοῦ βασιλέως ταῦτα σκώπτει ἐπάγωνκαί, ὅτι «πολὺ λώϊόν ἐστι κατὰ στρατὸν δῶρ' ἀφαιρεῖσθαι, ὅς τις σέθεν ἀντίονεἴπῃ» ἤγουν αἱρετώτερόν σοι ζημιοῦν τοὺς ἀντιλέγοντας ἤπερ ἐκ πολέμου ζῆν.] (ῃ. 226 ς.) Ἰστέον δὲ ὅτι τὸ μὲν ἅμα λαῷ θωρηχθῆναι τὴν φανερὰν δηλοῖ καὶἀντιμέτωπον παράταξιν, τὸ δὲ λόχονδ' ἰέναι σὺν ἀριστεῦσι τὴν ἐξ ἐπικρύψεωςἐπίθεσιν σημαίνει. Ὅτι δὲ ἀριστέων μάλιστα ὁ λόχος δέεται, ἐν τῇ νῦ ῥαψῳδίᾳῥηθήσεται, ὅπου καὶ λόχος ῥηθῆναι φαίνεται παρὰ τὸ λέγω τὸ ἐπιλέγω, ἐν ᾧεἰσιν ἐπίλεκτοι καί, ὡς νῦν φησιν ὁ ποιητής, ἀριστεῖς. Σημείωσαι δὲ ὅπωςἐνταῦθα ὁ ποιητὴς παρέφρασεν ἢ ἡρμήνευσε τὸ πρὸ ὀλίγου ῥηθὲν τὸ «ἢ ὁδὸνἐλθεῖν ἢ ἀνδράσιν ἶφι μάχεσθαι». τὸ μὲν γὰρ εἰς πόλεμον ἅμα λαῷ θωρηχθῆναιτοῦτό ἐστιν ἀνδράσιν ἶφι μάχεσθαι, τὸ δὲ λόχονδε ἰέναι ταὐτόν ἐστι τῷ ὁδὸνἐλθεῖν. (ῃ. 230) Ὅρα δὲ καὶ ὅτι ἐν τῷ «δῶρα ἀποαιρεῖσθαι» δῶρα ὁ ποιητὴςλέγει οὐ τὰ κυρίως, ἀλλὰ ἁπλῶς τὰ κατὰ λάχος προσόντα τοῖς Ἕλλησι. καὶἔοικε σκωπτικῶς τοῦτο ῥηθῆναι παρ' ὑπόνοιαν. δέον γὰρ ἢ τὸν βασιλέα δῶραδιδόναι, ὁ δὲ δῶρα ἀφαιρεῖται· ἢ καὶ ἄλλως δῶρα τὰ γέρα. τὸ γὰρ γέραςδῶρον πάντως τοῖς ἀριστεῦσιν οὐ κλήρῳ λαγχάνον, ἀλλὰ πρὸς χάριν διδόμενον. ὁ γοῦν τὸ ἀλλότριον ἀφαιρούμενος γέρας δῶρον ἀφαιρεῖται, ὃ δὴ ἐπὶ τῆς Βρισηΐδος ἠπείληται καὶ γεγένηται εἰς Ἀχιλλέα. εἰ δὲ μὴ εὕρηται καὶ ἕτερος τοῦτο πεπονθώς, ἀλλὰ τυχὸν μὲν κατὰ τὸ σιωπώμενον γεγόνασι καὶ ἐπ' ἄλλοιςτὰ ὅμοια· τέως γε μὴν παρὰ τῷ ποιητῇ καὶ ἐκ μιᾶς πείρας καθολικόν τι λάκις συνάγεται κατὰ πιθανότητα. Ἀλέξανδρος οὖν διὰ μίαν γυναῖκα τὴνἙλένην, ἧς αὐτὸς πεπείραται, καλλιγύναικα τὴν Ἑλλάδα καλεῖ. καὶ Μενέλαος δὲ τοὺς Πριαμίδας ὑπερφιάλους καὶ ἀπίστους λέγει ἑνὸς τοιούτου πεπειραμένοςτοῦ Πάριδος. καὶ Ὀδυσσέα δὲ ὁ ποιητὴς διὰ μιᾶς πόλεως ἅλωσιν πτολίπορθονπολλαχοῦ λέγει ἅπαξ που τὸν ὄντως πολιορκητὴν Ἀχιλλέα τοιούτου καταξιώσαςὀνόματος. [Ἐνθυμητέον δὲ ὡς ἔχουσί τι συγγενὲς οἵ τε παρ' Ἡσιόδῳ δωροφάγοι βασιλεῖς καὶ ὃς δὲ καθ' Ὅμηρον δῶρ' ἀποαιρεῖται, καὶ ὅτι ἡ σύνθεσις τοῦἀποαιρεῖται ὁμοία τῇ τοῦ «ἀποαίρεο κούρην».] (ῃ. 231) Ὅτι Ἀχιλλεὺς οὐκ ἂν ὡς εἰς μόνον ἑαυτὸν ἀδίκου πειραθεὶς τοῦ βασιλέως οἷα δαπανήσαντός τι τῶναὐτοῦ, δημοβόρον αὐτὸν καλεῖ. οὐ γὰρ ἂν εὖ τοῦτο λέγοι, μὴ καὶ θυμῷ φερόμενος λάθοι ἂν σκῶμμα καθ' ἑαυτοῦ συντιθείς. εἰ γὰρ δι' αὐτὸν δημοβόροςὁ βασιλεύς, ἄρα τοῦ δήμου αὐτὸς καὶ ὁ τυχὼν στρατιώτης καὶ ὡς εἰπεῖν τῆςἀγέλης ἄνθρωπος καὶ οὐκέτι ἄριστος Ἀχαιῶν, ὁποῖον ἑαυτὸν αὐτὸς ἐρεῖ. εἰ δὲδημότης ἐστίν, ὀφείλει ἄρα σιγᾶν. δῆμον γὰρ ἄνδρα οὐ δεῖ ἀντιλέγειν βασιλεῖ» παρὲξ ἀγορεύοντα», ὥς που ὁ Τρωϊκὸς ῥήτωρ Πολυδάμας φησίν. ἀλλὰτοῦτο μὲν ἀστείως εἴρηται. δημοβόρον δὲ ἄλλως τὸν Ἀγαμέμνονα λέγειἈχιλλεὺς ὡς αὐτὸν ἑαυτῷ τὰ κοινὰ δαπανῶντα, οἷα εἰκός, πολλάκις, ὡς πρὸμικροῦ εἴρηται. ἐνταῦθα δὲ ἀσυνδέτως εἰπών «δημοβόρος βασιλεύς» ἐλλειπτικῶς εἶπε διὰ θυμόν. λείπει γὰρ τὸ εἶ. ὁμοίως δὲ καὶ μετ' ὀλίγα ἐρεῖ·» ἦ γὰρ ἂν Ἀτρείδη νῦν ὕστατα λωβήσαιο». ἐλλείπει γὰρ ἐνταῦθα ὡς λαμβανόμενον ἀπὸ κοινοῦ τὸ «εἰ μὴ οὐτιδανοῖς ἤνασσες». σφόδρα δὲ κινητικὸν τοῦδήμου τὸ δημοβόρος βασιλεύς καὶ ἐρεθιστικὸν εἰς θυμόν. ὥσπερ δὲ παρ' Ἡσιόδῳ τὸ δωροφάγοι ἐπιτείνει τὸ κακὸν τοῦ δωροληπτεῖν, οὕτω κἀνταῦθα τὴνἀδικίαν τὸ δημοβόρον, ὃ ἠρέμα ὑπελαλήθη καὶ ἐν τῷ «δῶρ' ἀποαιρεῖσθαι». ὅραδὲ καὶ ὅτι οὐ μόνον οἰνοβαρὴς ὁ Ἀγαμέμνων σκώπτεται ἀλλὰ καὶ βορός. [ἐντούτοις δὲ ὁ Ἀχιλλεὺς καὶ τῶν Ἀχαιῶν καταφέρεται οὐκ εὐλόγως εἰπών· «ἐπεὶ οὐτιδανοῖσιν ἀνάσσεις», ἐθέλων ἐκείνους θυμομαχοῦντι αὐτῷ συνδιατίθεσθαι, ὡς καὶ ἐπαναστῆναι τῷ βασιλεῖ. Τὸ δέ «σέθεν ἀντίον εἴπῃ» ὅμοιόν ἐστιπρὸς τὸ «ἶσον ἐμοὶ φάσθαι» καὶ πρὸς τὸ «ἀντείπῃ».] (ῃ. 229) Ὅτι στρατὸν εὐρὺνεἰπὼν Ἀχαιῶν ὁ ποιητὴς ἔδειξεν, ὡς καλῶς εὐρυκρείοντα τὸν Ἀγαμέμνονα λέγει, ὅνπερ ἄλλοι καὶ εὐρυμέδοντά φασιν. (ῃ. 232) Ὅτι Ἀττικοὶ πολλάκις κτικὰ λαλοῦσιν ἀντὶ παρῳχημένων, οἷον «ἐπεὶ ἔλθοι ὁ δεῖνα» ἤτοι ἦλθε· καὶ «ὡςδὲ λαλήσοι» ἀντὶ τοῦ ἐλάλησε· καὶ ἄλλα τοιαῦτα. οὕτω καὶ ὧδε τὸ «ἦ γὰρ ἂν νῦνὕστατα λωβήσαιο» ἀντὶ τοῦ τὰ ὕστερα ἂν ἐλωβήσω ἤγουν ὕβρισας. λώβη γὰρἡ εἰς τὸ φανερὸν ὕβρις καὶ ὡς εἰπεῖν ἐν μέσῳ λαοῦ βαίνουσα εἴς τινα, οἱονεὶ λαόβηκαὶ κατὰ κρᾶσιν λώβη. [τινὲς μέντοι παρὰ τὸ λώπιον ἐτυμολογοῦσι τὴν λώβην, ὅπερ ἐστὶν ἱμάτιον, ἀφ' οὗ καὶ λωποδύτης καὶ ῥῆμα λωποδυτῶ, ἵνα ᾖ λώβηἡ ἐν ἀπεκδύσει λωπίου ὕβρις ἐπαγομένη διὰ μάστιγος. Σημείωσαι δὲ ὅτι ἐν τῷ» ἦ γὰρ ἂν ὕστατα λωβήσαιο» λείπει θυμικῷ λόγῳ τὸ «εἰ μὴ οὐτιδανοῖσινἄνασσες», ἵνα λέγῃ ὅτι τὰ ὕστατα ὕβρισας ἂν ἐμὲ τὸν τηλικοῦτον, εἰ μὴ οὐτιδανοὶἦσαν οἱ Ἀχαιοὶ καὶ ἀφιλότιμοι οἱ παρὰ σοῦ βασιλευόμενοι.] (ῃ. 234– 7) Ὅτι θυμῷ ἐλαυνόμενος ὁ Ἀχιλλεὺς καὶ εἰς ὅρκον συνελάσας ἑαυτὸν οὐ Δία ἢτοιοῦτόν τι ἐπόμνυται, ἀλλ', ὥσπερ κατὰ τὸν παλαιὸν λόγον τὸ παρατυχὸνὄργανον ὅπλον ἐστὶν ἀχορηγήτου θυμοῦ, οὕτω καὶ νῦν Ἀχιλλεὺς ἐκ τοῦπαρατυχόντος πράγματος τὸν ὅρκον πορίζεται διὰ τὸν τοῦτο ἀπαιτοῦνταθυμὸν καὶ ὀμνύει εἰς τὸ ἀνὰ χεῖρα σκῆπτρον καὶ τούτου τὴν αἰτίαν ἐπάγειαὐτὸς διχόθεν εὔλογον εἶναι τὸ πρᾶγμα τιθείς. εἴτε γὰρ ἁπλῶς ξύλον θετέον τὸσκῆπτρον τοῦτο τὸ ἀνὰ χεῖρας, καλόν ἐστιν εἰς ὅρκον συμβολικώτερον τε καὶἀφελέστερον. ὡς γὰρ αὐτὸ οἷα ξύλον τὴν τομὴν ἐν ὄρεσι λελοιπὸς οὔποτε τοῦλοιποῦ φύλλα καὶ ὄζους φύσει οὐδ' ἀναθηλήσει· περιέλεψε γὰρ αὐτὸ ὁ χαλκὸςφύλλα τε καὶ φλοιόν· οὕτως οὐδὲ ἡμεῖς ἅπαξ ἐνταῦθα ἐν τῇ ἀγορᾷ τομὴν λελοιπότες καὶ ἀλλήλων ὥσπερ ἀποτμαγέντες τῇ διαστατικῇ ἔριδι τὸ τῆς φιλίαςἐνδειξόμεθα θάλος ἐς ὕστερον καὶ συμβησόμεθα. καὶ οὕτω μὲν εὔθετον εἰςὅρκον ὡς ξύλον ἁπλῶς θεωρούμενον τὸ σκῆπτρον τόδε. εἰ δὲ καὶ οὐχ' ὡς ἁπλῶςξύλον, ἀλλ' ὡς θεῖόν τι καὶ τίμιον καί, ὡς προείρηται, βασιλείας ὑπουργὸν καὶδίκης σύμβολον θεωρήσει τις αὐτό– εἰς τόδε γὰρ τὸ βασιλικὸν ὀμνύει καὶ οὐχ' ἁπλῶς εἰς ἅπαν σκῆπτρον·– μάλιστα ἂν εἰς ὅρκον παραληπτέον αὐτό, οὐ δι' ἑαυτό, ἀλλὰ διότι μιν ἐν παλάμαις φορέουσι δικασπόλοι, οἳ θέμιστας πρὸς Διὸςφυλάσσουσι. διὸ εἰς τόδε τὸ σκῆπτρον ὀμνύων ὡς εἰς αὐτὴν τὴν Διὸς ἀρχὴν ἢεἰς τὴν δίκην ἢ εἰς τὴν θέμιν φησί· «ναὶ μὰ τόδε σκῆπτρον» καὶ τὰ ἑξῆς· καὶ ἐπάγει ἐν τῷ τέλει, ὅτι «ὅδε μέγας ἔσσεται ὅρκος». πῶς δὲ μέγας; διὰ τὰ ῥηθέντα. (ῃ. 240– 3) Ἔστι δὲ τὸ πᾶν τοῦ ὅρκου τοιοῦτόν τι· «μὰ τόδε σκῆπτρον, ὄντωςἈχιλλέως ποθὴ ἵξεται υἷας Ἀχαιῶν σύμπαντας, ὅτε πολλοὶ ὑπὸ Ἕκτοροςἀνδροφόνοιο θνῄσκοντες πίπτωσιν». εἰ δέ τῳ μὴ ἀρέσκει ὁ εἰς τὸ σκῆπτρονὅρκος διὰ τὸ ἀφελές τε καὶ εὐτελές, ἐνθυμείσθω τὸ [«ἴστω σίδηρος ὅρκιον δέ μοιξίφος», ἔτι δὲ καὶ] τοὺς ὀμνύοντας τὴν πλάτανον ἢ τὸν χῆνα ἢ τὰ τοιαῦτα. πολλῷ γὰρ δή που τοῦτο ἐκείνων σεμνότερον, εἰ καὶ ἐν καιρῷ θυμοῦ σχεδιάζεται. θεὸν γὰρ ὀκνεῖ, φασίν, ἐπομόσασθαι δεδιὼς τὸ τοῦ ὅρκου δυσέκβατον. (ῃ. 234) Ἰστέον δὲ ὅτι δύο τούτων ὄντων ἐπιρρημάτων ὁρκωμοτικῶν, τοῦ μάκαὶ τοῦ νή, ἀπωμοτικὸν μὲν ἤτοι ἀποφατικόν ἐστι τὸ μά· οἷον «μὰ τὴν δίκηνοὐ ποιήσω τό». κατωμοτικὸν δὲ τὸ νή· οἷον «νὴ τοὺς λόγους ποιήσω τό». ὁμέντοι ποιητὴς ἐνταῦθα καὶ κατωμοτικὸν ἔχων ὅρκον καὶ ἀπωμοτικὸν, τὴν δὲτοῦ ˉνˉη χρῆσιν μὴ ἔχων τότε ἐγνωσμένην τῷ ναί ἀντ' αὐτοῦ ἐχρήσατο ἐπιρρήματικαὶ δίδωσιν ἀφορμὴν ἡμῖν ὑπονοεῖν, ὡς ἐντεῦθεν ὕστερον τὸ νή ἐπίρρημαγέγονεν, εἰπών· «ναὶ μὰ τόδε σκῆπτρον» καὶ ἐμφήνας ὅτι καὶ καταφατικῶςὀμόσει καὶ κατὰ ἀπόφασιν ἤγουν κατωμοτικῶς καὶ ἀπωμοτικῶς· διὰ μὲν τὸ ναὶκατωμοτικῶς, ἀπωμοτικῶς δὲ διὰ τὸ μά. καὶ ἔστιν ὅρκος ἐνταῦθα ἐν καταφάσειμὲν τὸ «ὄντως Ἀχιλλῆος ποθὴ ἵξεται Ἀχαιούς», ἐν δὲ ἀποφάσει τὸ «σὺ δὲ οὐ δυνήσεαι ἀχνύμενός περ χραισμεῖν». Ἰστέον δὲ ὅτι παρὰ τοῖς Δωριεῦσινεὕρηται ἐξ ὀρθοῦ ὁρκωμοτικὸν ἐπίρρημα τὸ ναί, οἷον «ναὶ τὼ σιώ» ἤγουν νὴτοὺς θεούς. καὶ τάχα ἐκ τούτου μάλιστα τὸ νὴ ὁρκωμοτικὸν ἐπίρρημα γέγονε. τὸ μέντοι Ὁμηρικὸν τοῦτο ναὶ βεβαιωτικόν ἐστιν ἐπίρρημα. Σκῆπτρον δὲ νῦνμὲν βασιλικὸν ἄλλως τε σεμνὸν καὶ χρυσείοις δὲ ἥλοις πεπαρμένον. ἐν δὲ Ὀδυσσείᾳ, ὡς καὶ προερρέθη, καὶ πτωχικὸν σκῆπτρον εὕρηται ἤτοι βάκτρον καὶῥάβδος, ὅπερ οὐκ ἂν γένοιτό τινι ὅρκος διὰ τὴν εὐτέλειαν. εἰ γὰρ καὶ ἐκεῖνο τομὴνἐν ὄρεσι λέλοιπε περιφραστικῶς ἀντὶ τοῦ ἐξετμήθη τοῦ ὄρους, ἔτι δὲ καὶἐξελεπίσθη, ἀλλ' οὐ δικασπόλοι φέρουσιν αὐτό. διὸ οὐδὲ μέγα ἐκεῖνο εἰς ὅρκον. τοῦτο μέντοι μέγα τὸ παρὰ τῷ Ἀχιλλεῖ διὰ τὴν δίκην καὶ τὴν τοῦ Διὸς θέμιν, ὧνἐστι σύμβολον. διὸ καὶ δὶς ἐπεσημήνατο τὸ αὐτοῦ μεγαλεῖον ὁ ποιητὴς πρό τετοῦ ὅρκου εἰπών· «μέγαν ὅρκον ὀμοῦμαι»· καὶ μετὰ τὸν ὅρκον· «ὃ δέ τοι μέγαςἔσσεται ὅρκος» τοῖς τε νῦν δηλαδὴ καὶ τοῖς μετὰ ταῦτα μανθάνουσιν. (ῃ. 239) Ἐνταῦθα δὲ ὅρα καὶ ὅτι τὸ «ὅδε τοι μέγας ἔσσεται ὅρκος» εἶχε μὲν καὶ ἄλλωςεἰπεῖν «τόδε τοι μέγας ἔσσεται ὅρκος» ἤγουν τὸ βασιλικὸν σκῆπτρον· ὅμωςδὲ ὁ ποιητὴς καινότερον σχηματίζει ἀποδεδωκὼς πρὸς τὸ «ὅρκος», ὁποῖάτινα ποιήσει καὶ ἀλλαχοῦ. ἔστι δὲ τὸ σχῆμα ὅμοιον, ὡς καὶ εἴ τις εἴποι, ὅτιτάδε καὶ τάδε γίνονται· ὃ δέ τοι τρόπος οἰκονομίας βασιλικῆς· ἢ τὸ καὶ τὸγενήσεται, ὅσπερ δὴ νόμος προνοίας θεοῦ καὶ ὅσα τοιαῦτα. (ῃ. 238) Δικασπόλοι δὲ λέγονται οἱ περὶ δίκας πολοῦντες, ὡς οἰωνοπόλοι καὶ ὀνειροπόλοι οἱπερὶ οἰωνοὺς καὶ ὀνείρους. Δίκη δὲ καὶ θέμις ταὐτόν ἐστι. διὸ καὶ ὁ ποιητὴςἐφερμηνεύων φησί· «δικασπόλοι, οἳ θέμιστας πρὸς Διὸς φυλάσσουσι». θεσμοφύλακες οὖν οἱ δικασπόλοι. ἄμφω δὲ ταῦτα ἦσαν οἱ βασιλεῖς, οἷς καὶ τὸ σκῆπτρονσύμβολον ἦν δίκης, ὥσπερ ἀνδρίας τὸ δόρυ. Σκοπητέον δὲ ὡς τὸ μὲν δικασπόλος καὶ τὰ κατ' αὐτὸ παροξύνεται, ἀμφίπολος δὲ καὶ πρόπολος τὰ μετὰπροθέσεων προπαροξύνονται. Τὸ δὲ θέμιστας Δωρικόν. ὡς γὰρ χάρις χάριδοςχάριτος, οὕτω θέμις θέμιδος καὶ θέμιτος, ἐξ οὗ τὸ θεμιτὸν καὶ ἀθέμιτον, πλεονασμῷ δὲ τοῦ ˉσ θέμιστος, ὅθεν καὶ Θεμίστιος κύριον καὶ ἀθεμίστια ἐνὈδυσσείᾳ τὰ ἄδικα. ὅτι δὲ ἡ παρ' Ὁμήρῳ διὰ τοῦ ˉσˉτ κλινομένη Θέμις μυθικὴν θεὰν δηλοῖ, ἀλλαχοῦ φανήσεται. (ῃ. 234) Φύλλα δὲ διὰ δύο ˉλ εὐλόγως. δοκοῦσιγὰρ οὕτω λέγεσθαι διὰ τὸ ἐν τῷ φυσᾶσθαι λαλαγεῖν ἢ πρὸς διαστολὴν τοῦ φύλου, ὃ δηλοῖ τὴν φυλήν. (ῃ. 235) Τομὴν δὲ λέγει τὸ ἐν τῷ ὄρει λελειμμένον σύρριζον, οὗ τὸ σκῆπτρον ἀποτέτμηται. (ῃ. 236 ς.) Τὸ δέ «οὐκ ἀναθηλήσει· περὶ γάρ ῥάἑ χαλκὸς ἔλεψε φύλλα τε καὶ φλοιόν» πάνυ παρατετηρημένως εἴρηται. ἰτέα γὰρκαὶ ἄλλα τῶν φυτῶν, εἰ καὶ τομὴν ἐν ὄρεσι λέλοιπεν, ἀλλὰ καὶ οὕτω προΐενταίτι θάλους κείμενα ἢ φυτευόμενα· ἐκλεπισθέντα δὲ οὐκέτι ἀναθηλήσουσιν οὐδ' αὐτά. Χαλκὸν δὲ τὸν σίδηρον λέγει διὰ τὴν πάλαι ποτὲ χρῆσιν τοῦ χαλκοῦ, ὁπηνίκα εἰς σιδήρου χρείαν ἐβάπτετο, ὅτε καὶ «χαλκῷ» κατὰ τὸν Ἡσίοδον» εἰργάζοντο» ἄνθρωποι «μέλας δ' οὐκ ἔσκε σίδηρος». Τὸ δέ «ˉἑ» δηλοῖ μὲναὐτὸ ἤγουν τὸ σκῆπτρον, ἐγκλίνεται δὲ καὶ ἀντωνυμία ἐστὶ τριγενής, ὥσπερκαὶ τὸ ˉνˉιˉν καὶ τὸ ˉμˉιˉν. Ἔστι δέ πως ἀκατάλληλον ἐνταῦθα κατὰ σύνταξιν ὑγιῆ τὸ» περὶ γάρ ῥά ἑ χαλκὸς ἔλεψε φύλλα τε καὶ φλοιόν». οὐ γὰρ πάνυ εὐοδοῦται εἰςσύνταξιν ὁ εἰπών, ὅτι περιέλεψεν ὁ χαλκὸς αὐτὸ φύλλα τε καὶ φλοιόν. ἀλλὰκατὰ γενικὴν εἰπεῖν ἔδει περὶ τοῦ σκήπτρου, ὅτι ὁ χαλκὸς περιελέπισεν αὐτοῦτὰ φύλλα καὶ τὸν φλοιόν. ἔχει δὲ ἡ καινότης τῆς τοιαύτης συντάξεως θεραπείαςτρεῖς· μίαν μὲν τὴν ἀντίπτωσιν, ὡς τοῦ ἕ ἀντὶ πτώσεως ἄλλης κειμένουἤγουν ἀντὶ γενικῆς, ἥτις ἐστὶ τὸ αὐτοῦ· ἑτέραν δὲ ἔχει θεραπείαν πρόσληψινπροθέσεως ἔξωθεν, ἵνα λέγῃ, ὅτι περιέλεψεν αὐτὸ ὁ χαλκὸς κατὰ τὰ φύλλα καὶτὸν φλοιόν· τρίτην δὲ καὶ τελευταίαν θεραπείαν ἡ τοιαύτη σύνταξις ἔχει τὴνστιγμὴν καὶ τὴν ἐκ τοῦ ἐπιφερομένου σαφήνειαν. ἡ γὰρ στιγμὴ ἀναπαύουσα τὸ ἕἐπάγει ὕστερον τὸ φύλλα τε καὶ φλοιόν, ἵνα λέγῃ ὅτι περιέλεψεν αὐτὸ ὁ χαλκός. ποῖον αὐτό; τὰ φύλλα δηλαδὴ καὶ τὸν φλοιόν. καὶ ἔστι τὸ μέν «ἕ» ἤγουν ὁλότης τοῦ ξύλου, τὸ δέ «φύλλα καὶ φλοιόν» δήλωσις μέρους τοῦ ἐκπίπτοντοςἐν τῷ λεπίζεσθαι. τοιαῦτα δὲ καὶ ἄλλα μυρία παρὰ τῷ ποιητῇ ἔχοντα τὴνὁλότητα κατὰ αἰτιατικὴν πτῶσιν, εἶτα ἑρμηνείαν αὐτῆς ἐκ τῶν μερῶν ὁμοιόπτωτον, ὡς ἐκθεραπεύεσθαι ὁμοίως τριχῶς καὶ αὐτά· οἷον «ποῖόν σε ἔπος φύγενἕρκος ὀδόντων;» ἢ γὰρ τὸ σέ ἀντὶ πτώσεως ἑτέρας ἐλήφθη· σοῦ γὰρ ὤφειλενεἰπεῖν· καὶ ἔστι τοῦτο ἀντίπτωσις· ἢ πρόθεσιν προσληπτέον ἔξωθεν, οἷον» ποῖόν σε ἔπος ἐξέφυγε κατὰ τὸ ἕρκος τῶν ὀδόντων;» τοῦτο δὲ μάλιστα ἐκδηλότατον ἀπὸ τοῦ ἐντελῶς ἐν Ὀδυσσείᾳ ῥηθέντος «εὖτ' ἄν μιν κάματος κατὰ γυῖαλάβῃσιν», ὅπερ εἰ δίχα προθέσεως ἐρρέθη «εὖτ' ἄν μιν κάματος γυῖα λάβῃσιν», ὅμοιον ἦν τῇ ἐνταῦθα καινοπρεπείᾳ τοῦ σχήματος, ἤγουν, ὡς εἴρηται, νοητέονὅτι ἔφυγε κατὰ τοὺς ὀδόντας· ἢ στικτέον εἰς τὸ «ἔφυγε» καὶ τὸ μέν «ˉσˉε» νοητέον δηλοῦν τὸν ὅλον ἄνθρωπον, τὸ δέ «ἕρκος ὀδόντων» ἐπηνέχθαι εἰς δήλωσιντοῦ μέρους, ὅθεν ὁ λόγος φυγὰς ἐδραπέτευσεν, ὅπερ εἰσὶ τὰ χείλη, αἱ θύραι τοῦστόματος. τοιοῦτον καὶ τὸ «τί δέ σε φρένας ἵκετο πένθος;» ἢ γὰρ τὸ σέ ἀντὶ τοῦσοῦ εἴληπται· ἢ τί δέ σε κατὰ τὰς φρένας ἵκετο πένθος; ἢ τί ποτέ σε πένθοςἵκετο; τὰς σὰς φρένας δηλαδή. ὅμοιον καὶ τὸ «ἐπεί μιν ἄχος κραδίην καὶθυμὸν ἵκανεν» ἤγουν ἐπειδὴ αὐτοῦ τὴν καρδίαν λύπη κατέλαβεν· ἢ αὐτὸν κατὰτὴν καρδίαν λύπη κατέλαβεν· ἢ αὐτὸν λύπη κατέλαβεν ἤγουν τὴν καρδίαν αὐτοῦ. τοιοῦτον δὲ καὶ τὸ «Ἕκτορα δ' αἰνὸν ἄχος πύκασε φρένας» καὶ τὸ «ἇδός τέ μινἵκετο θυμόν» καὶ «κρατερόν ῥά ἑ πένθος ὀφθαλμοὺς κάλυψε» καὶ «τοὺς δ' ἄραπάντας ὑπὸ τρόμος ἔλλαβε γυῖα» καὶ «Τρῶας δ' ἄχος ἔλλαβε θυμόν» καὶἄλλα μυρία. Ἰστέον δὲ ὅτι καί, ὅτε που εἴπῃ ὁ ποιητής «πρύμνῃ ἐνὶ νηΐ», τοιαύτην ἔχει τινὰ μέθοδον καὶ τοῦτο τὸ σχῆμα τῶν δύο δοτικῶν· ὅλον μὲνγὰρ ἡ ναῦς, μέρος δὲ ἡ πρύμνα. λέγει οὖν ὅτι ἐν τῇ νηῒ ἤγουν ἐν μέρει αὐτῆς τῇπρύμνῃ ἢ κατὰ ἀντίπτωσιν ἐν τῇ πρύμνῃ τῆς νηός. ὅμοιον καὶ τὸ «ἀλλ' οὐκἈτρείδῃ ἥνδανε θυμῷ». ὅλον μὲν γάρ τοι ὁ Ἀτρείδης, μέρος δὲ ὁ θυμός· ἢ τοίνυν τῷ Ἀτρείδῃ οὐκ ἤρεσκεν ἐν τῷ θυμῷ ἢ ἀντιπτωτικῶς τῷ τοῦ Ἀτρείδου θυμῷ. (ῃ. 237) Ὁ δὲ φλοιὸς γίνεται μὲν ἐκ τοῦ φλέω, ὀξύνεται δὲ ὡς τὸκολοιός· ἀποβαλὼν δὲ τὸ ˉι βαρύνεται ὡς τὸ χνόος, ῥόος· ἔκτοτε δὲ καὶ συναιρεθὲν γίνεται φλοῦς. ὥσπερ δὲ τὸ φλοιός ἐκπεσὸν τοῦ ˉι βαρύνεται, οὕτω καὶ ἐπὶἄλλων ὀνομάτων συμβαίνει. ἐκ τοῦ χροιά γὰρ ἡ χρόα γίνεται καὶ ἐκ τοῦ ῥοιά ῥόακαὶ ἐκ τοῦ δειρή ὁ τράχηλος δέρη. (ῃ. 238) [Ὅτι τὸ «ἐν παλάμαις φορέουσι» τὸ σκῆπτρον δηλαδὴ οἱ δικασπόλοι ἀντὶ τοῦ φέρουσι κεῖται καὶ ἔστι πάνυσυνήθης ἡ λέξις τοῖς ποιηταῖς.] (ῃ. 240) Ὅτι πολλάκις ὁ ποιητὴς ἐν βραχεῖπροεκτίθεται τὰ ἐς ὕστερον ὑπ' αὐτοῦ εἰς πλάτος λεχθησόμενα ψυχαγωγῶνοὕτω τοὺς ἀκροατὰς γλιχομένους ἐκεῖνα προμαθεῖν. καὶ καλεῖται τὸ τοιοῦτονσχῆμα προαναφώνησις. οὕτω γοῦν καὶ ἐνταῦθα προαναφωνεῖ λέγων «ἔσταιποτὲ ποθὴ τοῖς Ἕλλησι τοῦ Ἀχιλλέως, εὖτ' ἂν πολλοὶ ὑφ' Ἕκτορος ἀνδροφόνουπίπτωσι θνῄσκοντες. σὺ δὲ ὁ Ἀγαμέμνων οὐ δυνήσῃ χραισμεῖν, ἀλλ' ἔνδοθιθυμὸν ἀμύξεις χωόμενος». ὁμοίως δὲ προαναφώνησις ἦν καί, ὃ εἶπεν ἡ Ἀθηνᾶπρὸς Ἀχιλλέα τὸ «καί ποτέ σοι τρὶς τόσσα δῶρα παρέσεται», παραμυθουμένητὸν ἀκροατὴν ὑβριοπαθοῦντα ἐπὶ τῷ Ἀχιλλεῖ. ποθὴ δέ ἐστιν ὁ πόθος καὶ ἀπ' αὐτοῦ παρήχθη ὡς χόλος χολή. ὀξύνεται δὲ τὸ ποθή κανόνι τοιούτῳ· τὰ εἰς ˉοˉςδισύλλαβα τῷ ˉο παραληγόμενα βαρύτονα ἀπαρασχημάτιστα οὐδετέροις, ἐὰνποιῶσι θηλυκόν, ὀξύτονον αὐτὸ ποιοῦσι· στρόφος στροφή, νόμος νομή, ῥόος ῥοή, πλόκος πλοκή. οὕτω καὶ ποθή. σεσημείωται τὸ κόρη ἐκ τοῦ κόρος ὁ νέος. ἐντάσσεται δὲ τῷ τοιούτῳ κανόνι καὶ ἡ βιοτὴ ἐκ τοῦ βίοτος, εἰ καὶ τρισυλλαβεῖ. (ῃ. 243) Ἀμύσσειν δὲ κυρίως τὸ ξέειν, ὡς καὶ αἷμα ῥυΐσκεσθαι, οἱονεὶ αἱμύσσεινμετὰ δασείας καὶ ἀποβολῇ τοῦ ˉι ἀμύσσειν μετὰ ψιλῆς. ἀμύσσειν γοῦν τιςλέγεται παρειάν, ἐξ οὗ καὶ ἀμυχαὶ σαρκῶν καὶ ἀμυχαὶ ξεσμάτων τῶν ὁπουδήποτε, οἷον καὶ ἐν βιβλίοις ἢ ξύλοις. τὸ δὲ τὴν ψυχὴν ἀμύσσειν μεταφορικόνἐστιν ἀπὸ σώματος. (ῃ. 244) Χωόμενος δὲ ἐνταῦθα οὐκ ἐπὶ ὀργῆς, ἀλλὰ ὁσυγκεχυμένος τὴν ψυχὴν τῇ λύπῃ, [ὅπερ ἀχνύμενος ἔφη ἀνωτέρω. Ἰστέον δὲὡς ἡ ῥηθεῖσα προαναφώνησις ἔπεισε τὸν ἥρωα εἶξαι τοῖς κήρυξι. τί γὰρ ἔδειθυμομαχεῖν αὐτόν, οὗ μικρὸν ὅσον σύμπαντες υἷες Ἀχαιῶν δεήσονται ὡς μόνουδυναμένου χραισμεῖν, ὅ ἐστι βοηθεῖν, χρησιμεύειν, ὅθεν καὶ γίνεται τὸτοιοῦτον ῥῆμα. χρησιμῶ γὰρ καὶ τροπῇ τοῦ ˉη εἰς ˉα καὶ μεταθέσει τοῦ διχρόνουχραισμῶ, οὗ σημειώδης δεύτερος ἀόριστος ἔχραισμον, ὅθεν ὑποτακτικὸνχραίσμω, οὗ τρίτον χραίσμῃ τὸ προρρηθέν. (ῃ. 242) Τὸ δέ «εὖτ' ἄν» ἐπίρρημάἐστι χρονικὸν ἴσον τῷ ὅτε.] (ῃ. 244) Ὅτι περιαυτολογῶν ὁ Ἀχιλλεὺς ἄριστον Ἀχαιῶν ἑαυτὸν ἀποκαλεῖ φιλοτίμως καὶ μεγαλοπρεπῶς. εἰ δὲ φθάσας αὐτὸςἄριστον ἐν στρατῷ εἶναι τὸν Ἀγαμέμνονα εἶπε, ζητητέον τὰ ῥηθέντα ἐκεῖ. [Δῆλον δὲ ὡς οὐκ ἀεὶ ψεκτὸν τὸ περιαυτολογεῖν κατὰ τὸν παροιμιαζόμενονἈστυδάμαντα. ἔστι δέ ποτε καὶ φιλοτίμου καὶ μεγαλοψύχου ἤθους ὁ τοιοῦτοςἔπαινος, καθὰ δηλοῖ καὶ ὁ παρὰ Σοφοκλεῖ μαστιγοφόρος Αἴας καὶ ὁ Φιλοκτήτηςδὲ καὶ ὁ ἐν Τραχινίαις Ἡρακλῆς καὶ ἕτεροι μυρίοι. φράζει δὲ ὁ Ἀχιλλεὺς οὕτω «πείσεται τάδε ὁ βασιλεύς, ὅτ' ἄριστον Ἀχαιῶν οὐδὲν ἔτισεν».] (ῃ. 245) Ὅτι δημηγορήσας ὁ Ἀχιλλεὺς ἔβαλε πρὸς τῇ γῇ τὸ σκῆπτρον ἤγουν ἔρριψε. καὶ ὅρα οἷον ὁ θυμός. ὅπερ γὰρ ὕψωσε τῇ ὁρκωμοσίᾳ ῥίψας εἰς γῆν ἐξουδένωσεν. (ῃ. 246) [Οὐ ψιλὸν δὲ κόσμου τὸ ῥηθὲν σκῆπτρον, ἀλλὰ χρυσέοις ἥλοισι πεπαρμένον κατὰ τὸν ποιητήν, ὃ περίφρασίς ἐστι τοῦ «χρυσόηλον» εἰπεῖν πρὸςὁμοιότητα τοῦ ἀργυρόηλον. τὰ μέντοι κοινὰ καὶ ἰδιωτικὰ σκῆπτρα οὐκ ἂν εἴητοιαῦτα.] (ῃ. 247) Ὅτι ἐν τῷ «Ἀτρείδης ἑτέρωθεν ἐμήνιε» παραχρησάμενος εἶπε τὸ μηνίειν ὁ ποιητής. οὔπω γὰρ μηνίει ὁ βασιλεύς, ἀλλὰ χολοῦται, ὡςπροείρηται. [Ἰστέον δὲ ὡς ὁ μὲν ποιητὴς μηνίειν οἶδε βαρυτόνως. οὕτω δὲ καὶἡ κοινὴ χρῆσις. τῶν τινες δὲ ὕστερον Ἀττικιστῶν μηνιᾶν εἶπον ὡς βοᾶν καὶμηνιῶντες ὡς βοῶντες. τοιοῦτοι δέ τινες καὶ τὸ συνιέναι εἰς τὸ συνιεῖν ἐκαινοτόμησαν ἐκ τοῦ συνιῶ.] Ὅτι ὁπηνίκα τὰς τῶν πραγμάτων περιπετείας αὐξήσειπλασματικῶς ὁ ποιητὴς καὶ ἀλύτως ἔχειν ποιήσει αὐτὰς ἢ πάνυ δυσλύτως, ὥστε τὸν ἀκροατὴν ἐπαπορεῖν καὶ λέγειν, ὡς οὐκέτι λυθήσεται ἡ τοῦ πράγματοςδυσχέρεια, τότε δὴ μηχανᾶται λύσεις καὶ ἄλλας μέν, μάλιστα δὲ ταύτας ὡςἐπὶ πολὺ τὰς πέντε ἢ πάσας ὁμοῦ ἤ τινας· παρουσίαν θεοῦ, ξυναλλαγὴν γερόντωνἀνδρῶν, ἀπειλήν, πληγὴν καὶ γέλωτα. οἷον ἐν μὲν τῇ βῆτα ῥαψῳδίᾳ, ἐπειδὴπαντὸς κινηθέντος τοῦ στρατοῦ εἰς φυγὴν καὶ ἀνάπλουν δυσχερέστατον ἦν ἐκείνους κατασχεῖν, θεά τε οὐρανόθεν πάρεστιν ἡ Ἀθηνᾶ καὶ οἱ δύο γέροντεςμεταπείθουσιν, Ὀδυσσεὺς δὲ καὶ ἀπειλαῖς ἐπέχει καὶ πληγαῖς. ἐπὶ δὲ πᾶσινὁ διὰ τὸν Θερσίτην γέλως ἀπάγει τῆς σκυθρωπότητος τοὺς Ἀχαιοὺς καὶἱλαρύνων ποιεῖ γλυκύτερον ἡγεῖσθαι τοῦ νόστου τὸν πόλεμον. καὶ οὕτω μὲν ἐκεῖ. ἀλλαχοῦ μέντοι, ἔνθα μὴ πάνυ μέγιστα τὰ τῆς ἀνάγκης, οὐ πάσαις χρᾶταιλύσεσιν ἀλλά τισιν, ὥσπερ δὴ καὶ ἐν τούτοις τὸν τοῦ Ἀχιλλέως θυμὸν Ἀθηνᾶ τε ἔπαυσε καὶ νῦν ἡ δημηγορία τοῦ γέροντος Νέστορος. ἐν δὲ τῷ τέλει τῆςῥαψῳδίας ταύτης ὁ τῆς Ἥρας θυμὸς καὶ ὁ τοῦ Διὸς χόλος γέλωτι τῷ διὰ τὸνἭφαιστον ἱλαρύνονται, ἡ δὲ Ἥρα καὶ ἀπειλῇ τινι σωφρονίζεται. τὸν μέντοι τοῦ Ἀγαμέμνονος χόλον οὔτε Νέστωρ συμβουλεύων ἰσχύσει σβέσαι οὔτε Ἀχιλλεὺς ἀπειλούμενος, ἀλλ' ἀφαιρήσεται τὴν Βρισηΐδα κατὰ τὴν ἱστορικὴνἀλήθειαν. διὸ καὶ πάσχει κακῶς ὕστερον ὡς μηδενὶ τῶν πάντων ὑπείκων, οἷςὑπάγονται ἄνθρωποι. (ῃ. 247– 252) Ὅτι ὥσπερ ἐν τοῖς προλαβοῦσιν ἐγενεαλόγησεν ἐπὶ συστάσει προσώπου τὸν Κάλχαντα οἷα πρόσωπον ἀξιόλογον καὶπολλαχοῦ τῆς ποιήσεως παραληφθησόμενον, οὕτω καὶ νῦν εἰς τὸ Νέστοραδαπανᾷ στίχους τινὰς ὀλίγους, ὡς ἂν ἔχοιμεν καὶ ἐν τοῖς ἑξῆς μεμνῆσθαι αὐτοῦ. Καί φησιν, ὅτι «ἡδυεπὴς ἦν λιγὺς Πυλίων ἀγορητής, οὗ καὶ ἀπὸ γλώσσηςμέλιτος γλυκίων ῥέεν αὐδή· τῷ δ' ἤδη δύο μὲν γενεαί» καὶ τὰ ἑξῆς. καὶ ἐνὈδυσσείᾳ δὲ δούλους τήν τε Εὐρύκλειαν καὶ τὸν Εὔμαιον γενεαλογίας ἀξιοῖδιὰ τὸ πάνυ μέλλειν ἐκεῖ χρησιμεύσειν αὐτῷ τὰ τοιαῦτα πρόσωπα, ὡς καὶ ἐντῇ Ἰλιάδι χρησιμεύσει ὁ Νέστωρ. εἰ δὲ μὴ καὶ ἐπ' Ἀχιλλέως ἢ Ἕκτορος ἢ Αἴαντος ἢ τῶν ὁμοίων τοιοῦτόν τι πεποίηκεν Ὅμηρος, φανερὸν ὅτι διὰ τὸ πάντη ἐπιδοξότατον τῶν προσώπων οὐκ ἐδεήθη τοιαύτης συστάσεως. Κάλχανταμὲν γάρ τις ἀκούσας ἢ Εὐρύκλειαν ἢ Εὔμαιον, ἤδη δὲ καὶ Νέστορα τὸν διὰ τὸγῆρας ἀπόλεμον καὶ ἀνεντρεχῆ καὶ ἀνεπίδεικτον τά γε εἰς μάχην καὶ ἀδόκιμον, οὐ πάνυ ἂν εἰδέναι αὐτοὺς ἔχοι· Ἀχιλλέα δέ τις ἀκούσας ἢ Ἕκτορα ἢ ὅσοι τοιοῦτοι ἀρκεῖται μόνῃ τῇ κλήσει αὐτόθεν εἰς συστατικὸν γνώρισμα καὶ οὐδέονται περιάπτου σεμνώματος, ὡς ἂν οὕτω ταῖς ψυχαῖς τῶν ἀκροατῶνἐγκαθίσωσιν. εἰ δὲ καὶ εἰς τὸν Θερσίτην ἐλάλησέ τι τοιοῦτον ὁ ποιητής, ἀλλ' ἐκεῖνο οὐκ ἦν προσωπικὴ σύστασις, ἀλλὰ σκώμματα καταβλητικὰ ἐκείνου καὶἀφανιστικὰ τῆς περὶ αὐτοῦ μνήμης. διὸ καὶ προανεφωνήθη, ὅτι οὐκέτι λαλήσειὁ Θερσίτης, ὥστε οὐδὲ μεμνήσεταί τις αὐτοῦ. (ῃ. 248) Ἰστέον δὲ ὅτι τὸ» ἡδυεπής» λόγου δηλοῖ ἀρετὴν καὶ τὴν αὐτῷ ἐγκεκραμένην γλυκύτητα. (ῃ. 249) τοῦτο γὰρ ἐφερμηνεύων ὁ ποιητὴς εἶπεν, ὅτι μέλιτος γλυκίων αὐδὴ ἔρρεετῷ γέροντι. γλυκὺς μὲν οὖν καὶ ἡδὺς ταὐτὰ τρόπον τινά· ὁ δὲ καὶ μέλιτοςγλυκίω ἔρρεεν αὐδήν. [εἰ δὲ ἔπεσιν ἡδὺς καὶ μελίρρυτος τὴν αὐδὴν ὁ γέρων, οὐκ ἂν εἴη πάντῃ ἀπᾷδον καὶ μελιηδέα συνθέτως εἰπεῖν αὐτόν.] Τὸ δὲ λιγύς οὐλόγου ἁπλῶς ἀλλὰ φωνῆς ἐστι ποιότης, ὡς τὸ «λίγα κλάζοντες», ἢ κάλλιονεἰπεῖν ἀρετή. οὕτω γὰρ καὶ οἱ κήρυκες λιγαίνειν λέγονται καὶ λιγύφθογγοικαλοῦνται, ὡς καὶ ἡ ἀηδών. λέγεται δὲ καὶ μάστιγξ λιγυρὰ καὶ ἠχὴ λιγύθροοςκαὶ ἄνεμοι λιγέες. ὀξυνομένου δὲ τοῦ λιγύς ἐπὶ τοῦ ὀξέος τὸ Λίγυς κύριον καὶ τὸἀπ' αὐτοῦ ἐθνικὸν βαρύνεται πρὸς διαστολὴν τούτου. ἰστέον δὲ καὶ ὅτι, εἰ καὶἰσοδυναμεῖ τὸ λιγύς τῷ ὀξύς, ἀλλὰ τὸ μὲν λιγύς μόνης ἐστὶν ἐπίθετον φωνῆς, τὸδὲ ὀξύ καὶ ἐπὶ βελῶν καὶ οἴνου καὶ ἑτέρων πολλῶν λέγεται. Καὶ ὅτι, ὥσπερζητῶ καὶ ζητεύω, ὡς τὸ «ζητεύει βίοτον», οὕτω καὶ ἀγορῶ, ἐξ οὗ ἀγορήσατο καὶἀγορητὴς καὶ ἀγορεύω, ἐξ οὗ τὸ «μή τι φόβονδ' ἀγόρευε». (ῃ. 249) Γλῶσσα δὲνῦν μὲν τὸ τῆς φωνῆς ὄργανον· δηλοῖ δέ ποτε καὶ ἀπεξενωμένην διάλεκτον, ὡς τὸ «γλῶσσ' ἐμέμικτο» καὶ ὡς ὅτε εἴπωμεν, ὅτι τὸ μὲν λοιμοῖο καὶ δένδροιοκαὶ ἵπποιο Θετταλῶν γλώσσης ἐστί· Συρακουσίων δὲ γλῶσσα λέγει τὸ πίσυνος· Κρητῶν δὲ γλώσσης τὸ θεράπων· [Αἳ δὴ γλῶσσαι, καθὰ καὶ αἱ ἀπ' αὐτῶνσυγκροτούμεναι διάλεκτοι, κατασκευάζονται παρὰ τοῖς παλαιοῖς μὴ ἀπὸ φύσεωςεἶναι διὰ τὸ μηδὲ κοιναὶ πᾶσι τυγχάνειν τοῖς ὁμοειδέσιν. ὅτι δὲ τῆς ζωϊκῆςγλώττης παρώνυμον ἐπὶ φιλήματός τινος τὸ καταγλώττισμα καὶ ἡ ἐν αὐλοῖςγλωσσὶς ἀναγκαία οὖσα τοῖς μελικοῖς, δῆλόν ἐστι. τῆς μέντοι χωρικῆς της τῆς τὰς διαλέκτους συγκροτούσης παρώνυμον τετόλμηται παρὰ τοῖς παλαιοῖς τὸ γλωσσηματικόν.] Τὸ δέ «ἔρρεεν αὐδή» τὴν τοῦ λόγου δηλοῖ δαψίλειαν ὡςῥύδην καὶ ἀπαραποδίστως προϊόντος καὶ κατὰ ῥεῦμα προχεομένου καὶ ῥέοντος. ὅτι δὲ τοιοῦτος ὁ Νέστωρ, αὐτὰ δηλώσει τὰ πράγματα. εἰ δὲ τοιοῦτος αὐτός, πολλῷ πρότερον κατὰ σχῆμα συλλογισμοῦ θαυμαστέος Ὅμηρος ὁ τὰ κατ' αὐτὸνμιμούμενος καὶ πλάττων. Νέστορα οὖν, φασίν, ἐπαινῶν ἑαυτὸν δοκεῖ ἐπαινεῖν, καθὰ πρὸ μικροῦ καὶ Ἀχιλλεὺς ἐποίησε φανερῶς ἄριστον ὀνομάσας ἑαυτόν. μήποτε δὲ διὰ τοῦτο καὶ Μέλητος ποταμοῦ υἱὸν τὸν ποιητὴν ἐπλάσαντο οἱ παλαιοί· Μέλητος μὲν κατά τινα ἐν τοῖς ἑξῆς φανησομένην παρῳδίαν ἢ καινοτέρανπαρήχησιν διὰ τὴν μελιτόεσσαν ἡδυέπειαν· ποταμοῦ δὲ διὰ τὸ πολύρρουν τῆςφράσεως καὶ διὰ τὸ οἷον ποταμηδὸν προβάλλειν τὰς τοῦ λόγου ῥοάς. διὸ καί τιςτῶν παλαιῶν καλῶς ἠρώτησε «τίς ἀμείνων Ὁμήρου φράσαι;» πρὸς [ὃν ἀποτείναιτ' ἄν τις θαρρούντως, ὅτι οὐδείς. δύο δὲ ὄντων Ὁμηρικῶν ῥητόρων, Ὀδυσσέως τε καὶ Νέστορος, οὐ δημηγορεῖ νῦν], Ὀδυσσεὺς ὡς ὑπὸ τοῦ βασιλέως ἀπειληθείς, ἵνα μὴ δόξῃ θωπεύειν αὐτόν, ὡς ἂν μὴ τὸ γέρας ἀφαιρεθῇ. [Τὸ δέ» οὗ ἀπὸ γλώσσης», ὡς οἷα καί τινος Μουσῶν σίμβλου, «γλυκίων ῥέεν αὐδή», οὐ μόνον ταῖς ἐννοίαις ἡδὺν εἶναι δηλοῖ τὸν Νέστορα, ἀλλὰ καὶ τῇ φράσεικομμωτικόν. διό, εἰ καὶ καταφορικῶς ἔφραζέ ποτε, οὐκ ἂν ἦν ἀγλευκὴς οἷα τὴντραχύτητα τῆς δημηγορίας λεαίνων οὐ μόνον μεθόδοις ἀλλὰ καὶ κάλλειφράσεως. οὔκουν ὁ ποιητὴς ποτὲ μὲν γλυκὺν εἶναι ῥήτορα τὸν Νέστορά φησι, ποτὲ δὲ οὔ, ἀλλὰ ἁπλῶς τοιοῦτον εἰσαεὶ δηλαδή.] Τὸ δέ «ἔρρεεν αὐδή» τὸῥῆμά ἐστιν, ἐξ οὗ ὁ ῥήτωρ παράγεται. Ὅτι δύο ταῦτα τῷ Νέστορι προσμαρτύρεται ὁ ποιητὴς λογιότητά τε ῥητορικὴν καὶ φρόνησιν. ὅθεν, οἶμαι, καὶ ὁ παρὰτῷ Γεωγράφῳ εἴληπται ὁρισμὸς τῆς ῥητορικῆς λέγων ὡς ῥητορική ἐστι φρόνησις περὶ λόγους. καὶ ὅτε μὲν ἡδυεπῆ ἔφη ἐκεῖνον ἀνωτέρω καὶ τὰ ἑξῆς, ὡςῥήτορα συνέστησε τὸν γέροντα. ἔστι γὰρ ὁ Νέστωρ Ὁμηρικὸς ῥήτωρ, οὗ τὰδευτερεῖα φέρει Ὀδυσσεύς. (ῃ. 250– 2) Ὅτε δὲ εἴπῃ «τῷ δ' ἤδη δύο μὲν γενεαὶ μερόπων ἀνθρώπων ἐφθίατο, οἵ οἱ πρόσθεν ἅμα τράφεν ἠδ' ἐγένοντο ἐν Πύλῳ, μετὰ δὲ τριτάτοισιν ἄνασσε» σύνεσιν αὐτῷ ἐπιμαρτύρεται τὴν ἐξ ἐμπειρίαςπολυχρονίου. μήτηρ γὰρ φρονήσεως ἐμπειρία. τοῦτο δὲ πλατέως ἐνταῦθαλεχθὲν ἐν Ὀδυσσείᾳ ὁ ποιητὴς ἀπεστένωσεν οὕτω φράσας· «τρὶς γὰρ δή μίνφασιν ἀνάξασθαι γένε' ἀνδρῶν». ἔστι δέ, ὅπερ ἐνταῦθα λέγει, τοιοῦτον· ὅτι κατὰτὴν ἱστορίαν Ἡρακλῆς ἔτι νεωτάτου ὄντος τοῦ Νέστορος τὴν Πύλον πολιορκήσας, ὅτε καὶ Ποσειδῶν αὐτῷ καὶ Ἀπόλλων ἀντέστησαν κατὰ Πίνδαρον, τούςτε γέροντας ἀνεῖλε μίαν ἐκείνην γενεὰν καὶ δευτέραν γενεὰν τοὺς ἀκμάζονταςπρὸ τοῦ Νέστορος ἄμφω καὶ γενομένους καὶ τραφέντας ἐν τῇ Πύλῳ. καὶἐκείνους μὲν ἀνεῖλεν ἤγουν τοὺς γέροντας, ὡς λόγοις βλάψαντας· ἐκώλυσανγὰρ τὸν τῆς Πύλου βασιλέα Νηλέα ὑποδέξασθαι καὶ καθᾶραι φόνου τὸνἩρακλέα· τούτους δὲ ἤτοι τοὺς ἀκμαίους ὡς καὶ ἔργοις λυπήσαντας· μαχόμενοιγὰρ ἀντέστησαν· τὴν δὲ τρίτην περιεποιήσατο γενεὰν τὴν τῶν παίδων ὡςἀμεμφῆ καὶ μηδὲν αὐτὸν βλάψασαν, ἧς καὶ ἦρξεν ὕστερον ὁ Νέστωρ τῆς τρίτηςδηλαδή. ἰστέον δὲ ὅτι ὁ λόγος οὗτος ἱστορεῖ μέν τι τῶν κατὰ τὸν Νέστορα, οὐμὴν καὶ πολυχρονιότητα φανερῶς προσμαρτυρεῖ αὐτῷ. ἕτεροι δὲ οὕτω φασίν· ὅτι γενεὰ κατὰ τοὺς παλαιοὺς οἱ τριάκοντα χρόνοι, μεθ' οὓς τελειοῦται ἄνθρωπος, ὡς δοκεῖ καὶ Ἡσιόδῳ ἐν τῷ «μήτε τριηκόντων ἐτέων μάλ' ἀπολείπων». τῷτοίνυν Νέστορι δύο γενεαὶ ἀνθρώπων ἐφθίατο τουτέστι παρῆλθον· ἤνασσε δὲτῆς τρίτης γενεᾶς καὶ τῶν ἐν αὐτῇ ὄντων τουτέστιν ὑπερέβη τὰ ἑξήκοντα ἔτη. ἔχει δὲ καὶ ὁ λόγος οὗτος πρόσκομμά τι· πρῶτα μὲν διὰ τὴν ἀοριστίαν– οὐγὰρ φανερῶς ὥρισται, οἵου ἔτους ἦν ὁ Νέστωρ, ἀλλὰ δηλοῦται μόνον ὅτι ὑπὲρτὰ ἑξήκοντα ἦν ἔτη– εἶτα καὶ διότι τὸ «οἵ οἱ πρόσθεν ἅμα τράφεν ἠδ' ἐγένοντοἐν Πύλῳ» οὐκ εὐκόλως πρὸς τὴν τοιαύτην ἔννοιαν συμβιβάζεται. λέγεται οὖν τιςκαὶ τρίτη ἔννοια τοιαύτη· ὅτι δύο γένη ἀνθρώπων ὅλα παρῆλθον, αὐτὸς δὲ ἄρτιτῶν τρίτων ἤνασσεν. Οἷον ἐβασίλευσεν ἔτι παντελῶς νεάζων ἀκμαίων καὶ ἤδητελείων στρατιωτῶν. ἀπέκαμον ἐκεῖνοι καὶ τῷ χρόνῳ ἔφθιντο καὶ παρεθέντεςγεγόνασιν ἀπόμαχοι. καὶ ἰδοὺ ἔφθιτο τῷ Νέστορι μία γενεά. ἦρξεν αὖθις ἑτέρωνὁ Νέστωρ τῇ ἀκμῇ τεθηλότων. ἀπερρύη δὲ τῷ χρόνῳ καὶ αὐτοῖς τὸ νεοτήσιονἄνθος καὶ ἀπέσβη τὸ πρὸς τὰ ἔργα θερμόν. καὶ ἰδοὺ δευτέρα γενεὰ οὗτοι, οἳἐπίσης τοῖς πρὸ αὐτῶν ὑπὸ αὐτῷ ἤτοι τῷ Νέστορι ὄντες ἅμα τράφεν καὶἐγένοντο. φθαρέντων δὲ καὶ αὐτῶν ὁ Νέστωρ ἔτι ἐξήρκεσε. νῦν δέ γε τρίτηςἀνάσσει γενεᾶς ἀκμαίας δηλαδὴ καὶ ἀντιπάλου τοῖς Τρωσίν. ὡς εἴγε μὴτοιαύτης ἄρχει τρίτης γενεᾶς, ἀλλ' ἐκείνης τῆς παιδικῆς τῆς περισωθείσης ἐντῇ τῆς Πύλου ἁλώσει. ἢ καὶ ἄλλως· ἀνδρῶν τῶν ὑπὲρ τὰ ἑξήκοντα ἔτη πεμπέλωνἄρχει καὶ ὁμοίων ἑαυτῷ, ἐξ ὧν οὐδεμία τοῖς Ἀχαιοῖς εἰς μάχην ἐστὶ λυσιτέλεια, ὥστε μᾶλλον οὕτω λέγοιτ' ἂν τρίτης ἄρχειν ὁ Νέστωρ γενεᾶς· ὧν αἱ μὲνδύο πρόσθεν γεγονυῖαι οὐκέτι εἰσί· τῆς δὲ τρίτης ἄρτι ἄρχει αὐτὸς ἐξαρκέσαςκαὶ εἰς γενεὰν τρίτην. ὅτι δὲ τὸ γενεά πολυσήμαντόν ἐστι, δηλοῦσιν οἱ παλαιοί. ἰστέον δὲ ὅτι τὴν ῥηθεῖσαν τριακονταετῆ γενεὰν Ἡρόδοτος βραχύ τι παρεκτείνωνφησίν, ὡς γενεαὶ τρεῖς ἀνδρῶν ἑκατὸν ἔτεά εἰσι. (ῃ. 250) Μέροπες δὲ οἱἄνθρωποι παρὰ τὸ φύσει μεμερισμένην ἔχειν τὴν ὄπα εἴς τε λέξεις καὶ εἰς συλλαβὰς καὶ εἰς στοιχεῖα, ὃ μηδεμία τις ἄλλη ἔχει φωνὴ παρὰ τὴν τῶν ἀνθρώπωναὐδήν. αἱ γὰρ ἄλλαι οὔτε ὄπες λέγονται, ὥσπερ οὐδὲ αὐδή, καὶ οὐδὲ ἐπιμερίζονται. οἱ μέντοι τῆς ἡμετέρας θείας αὐλῆς μέροπας τοὺς ἀνθρώπους ἐπικληθῆναί φασιν ἀπὸ τοῦ μερισμοῦ ἤτοι διαμερισμοῦ τῆς ὀπός, ὃν ἔπαθον μετὰ τὸντῆς Χαλάνης πύργον διαμερισθέντες ἁπανταχοῦ τῆς γῆς. δῆλον δὲ ὅτι καὶ ὄρνιθέςτινες λέγονται μέροπες, ὧν τάχα πρὸς διαστολὴν ἐνταῦθα πρόσκειται τὸἀνθρώπων. φησὶ γάρ «δύο γενεαὶ μερόπων ἀνθρώπων». εὕρηνται δὲ καὶ οἱ Κῷοι, τουτέστιν οἱ τῆς Κῶ τῆς νήσου ἔποικοι, Μέροπες ἰδίως καλούμενοιὀνόματι ἐθνικῷ καὶ ἡ νῆσος αὐτῶν Κῶς Μεροπηΐς. εὑρεθήσεται δέ που καὶκύριον ὄνομα ὁ Μέροψ ἐν τοῖς ἑξῆς. [Ἰστέον δὲ ὅτι τὸ μέν «μερόπων ἀνθρώπων» ἐντελῶς πέφρασται, καθὰ καὶ τὸ «βροτοὶ ἄνδρες», ὁ δὲ ἄλλως τοὺς ἀνθρώπουςφράσας κατὰ μόνας βροτοὺς ἢ μέροπας ἐλλείπει.] (ῃ. 251) Τὸ δὲ ἐφθίατοἸωνικόν ἐστιν, ὡς ἀλλαχοῦ σαφῶς ῥηθήσεται. Τὸ δὲ ἐτράφησαν καὶ ἐγένοντοσχῆμά ἐστι κατὰ μέν τινας ὑστερολογία, κατὰ δὲ ἄλλους πρωθύστερον· ἐπεὶτὸ πρῶτον ὕστερον τίθεται καὶ τὸ ὕστερον πρῶτον. τὸ γὰρ ἐγένοντο πρῶτον τοῦἐτράφησαν· ὕστερον γάρ τις τρέφεται γεννηθῆναι φθάσας. πολλὰ δὲ καὶ ἄλλατοιαῦτα παρὰ τῷ ποιητῇ, οἷον τὸ «ἀνδρῶν ἀγορὰς ἠμὲν λύει ἠδὲ καθίζει». πρῶτον γὰρ τὸ καθίζειν ἀγορὰν τοῦ λύειν· καὶ τὸ «εἰσῆλθε καὶ ὑπέρβη λάϊνονοὐδόν». πρῶτον γὰρ ὑπερβαίνει τις οὐδόν, εἶτα εἰσέρχεται. τοιοῦτον καὶ τὸ» ἀνέβη μέγαν οὐρανὸν Οὔλυμπόν τε», ὡς φανήσεται ἐν τοῖς ἑξῆς. ὅμοιον καὶ τὸ» τοὺς μὲν ἀνστήσειεν, ὁ δ' Ἀτρείδην ἐξεναρίζοι», ὡς καὶ πρὸ ὀλίγου ἐρρέθη. (ῃ. 252) Τὴν δὲ Πύλον παρὰ μὲν Ὁμήρῳ οὐκ ἔστιν ἀναντιρρήτως εὑρεῖνλεγομένην κατὰ γένος ἀρσενικόν· ὁ μέντοι Γεωγράφος καὶ ἄλλοι τὸν Πύλονφασίν. ὅτι δὲ τρεῖς Πύλοι καὶ ὅτι οἱ μὲν τῆσδε τῆς Πύλου, οἱ δὲ ἐκείνης φασὶνἄρχειν τὸν Νέστορα, οἱ δὲ καὶ τῶν τριῶν, γραφήσεται καὶ ἐν τοῖς ἑξῆς. περὶ δὲ Πύλου διείληπται καὶ ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν. [λέγει δ' ἐνταῦθα τὴν Πύλον ἠγαθέην οὐ τόσον ἐκ τοῦ ἄγαν θείαν– ἦ γὰρ ἂν ἐφύλασσε τὸ νῦ τοῦ ἄγανὁμοίως τῷ ἀγάννιφος Ὄλυμπος–, ὅσον ἐκ τοῦ ἀγῶ ἀγάζω, ὅθεν ἀγαστός, ἀφ' οὗ ἀγαθός. οὕτω δὲ καὶ ἠγαθέη ἡ ἀγαστή.] (ῃ. 253) Ὅτι ἐν τῷ «ἀγορήσατοκαὶ μετέειπε» παρατηροῦσιν οἱ παλαιοὶ ὡς ἀγορήσασθαι μὲν ὁ ποιητὴς λέγει τὸἁπλῶς δημηγορῆσαι, μετειπεῖν δὲ τὸ μετὰ ταῦτα παραινετικῶς ὑποθέσθαι τὸποιητέον. οἷον [ἐν τοῖς πρὸ τούτων ὁ Κάλχας πρῶτα μὲν ἀγορήσατο ἑαυτὸνἀσφαλισάμενος καὶ ἄλλ' ἄττα εἰπών, εἶτα καὶ μετέειπεν, ὅπερ ἐχρῆν γενέσθαι. οὕτω δὴ καὶ] ἐνταῦθα ἀγορήσατο μὲν ὁ Νέστωρ ἀπὸ τοῦ «ὢ πόποι» ἕως τοῦ» ἀλλὰ πίθεσθε καὶ ὔμμες», μετεῖπε δὲ ἐν τῷ «μήτε σὺ ποίει τόδε, μήτε σὺ ὦβασιλεῦ καὶ ὦ Ἀχιλλεῦ». (ῃ. 254) Ὅτι τὸ «ὢ πόποι» σχετλιασμὸν δηλοῖ καὶ πάθος ψυχῆς ἐπὶ δεινοῖς τισι γινομένοις, ἐφ' οἷς ἢ θρηνήσει τις ἢ ἐκθαμβηθήσεταιἢ ἄλλο τι τοιοῦτον πείσεται, ὡς καὶ ἐνταῦθα ὁ Νέστωρ ἐμφαίνει ὅλην ἐλεεῖντὴν Ἑλλάδα. ἐκ παραλλήλου δὲ καὶ τὸ ὤ καὶ τὸ πόποι δηλοῦσι τὸ αὐτό, ὡςἐάν τις εἴποι «φεῦ παπαί». καὶ γὰρ καὶ τὸ «φεῦ παπαί» παράλληλα κείμενα τὴναὐτὴν σημασίαν ἔχουσιν. ἔστι δὲ σχῆμα ἐκ παραλλήλου, ὅτε δύο λέξεις ὁμοῦκεῖνται παράλληλοι προφορᾷ μόνῃ διαφέρουσαι, σημαίνουσαι δὲ τὸ αὐτό· οἷον» θάνατόν τε μόρον τε». ταὐτὸν γὰρ αἱ λέξεις ἄμφω δηλοῦσι· καὶ «βάσκ' ἴθι» ἀντὶ τοῦ πορεύθητι, ἄπελθε· καὶ «ποθέεσκε δ' ἀϋτήν τε πόλεμόν τε». καὶ» ῥινοῦ τε βοῶν τ' εὐποιητάων». ῥινὸς γὰρ ἐνταῦθα καὶ βόες ταὐτὸν νοοῦσιν. ὅμοιον καὶ τὸ «πατρὸς ἐσθλοῦ κἀγαθοῦ πεφυκέναι» καὶ τὸ λίαν πάνυ καὶ τὸτυχὸν ἴσως καὶ ὅσα τοιαῦτα. ἐπίρρημα δέ ἐστι τὸ πόποι πρωτόθετον καὶ ἴσωςὠνοματοπεποιημένον, ὥσπερ καὶ τὸ ποποῖ καὶ τοττοῖ καὶ ὀτοττοῖ καὶ παπαὶκαὶ φεῦ καὶ ἄλλα πολλά. φασὶ δὲ οἱ παλαιοὶ ἐν τῷ «ὢ πόποι», ὅτι τὸ ὤ καὶ δασεῖαν εἶχε καὶ περιεσπᾶτο ὡς ἐνθουσιαστικόν τι ἐπίρρημα· παρὰ δὲ τοῖςὕστερον οὐδέτερον τούτων πάσχει. οὔτε γὰρ δασεῖαν οὔτε περισπωμένην ἔχει, ἵνα μὴ συνεμπέσῃ τῷ ὧ ῥήματι, ὃ δηλοῖ τὸ πέμψω, ὅπερ μετὰ συνθέσεως ἐφῶγίνεται καὶ ἀφῶ. τοῖς δὲ βιαζομένοις τὸν Ὅμηρον καὶ μετάγουσι πρὸς ἑτέρουςποιητὰς τὰ ἐκείνου ἀρέσκει λέγειν τὸ «ὦ πόποι» ἀντὶ τοῦ «ὦ θεοί», ἐπειδὴεὕρηνται ἐν τοῖς μεθ' Ὅμηρον οἱ θεοὶ πόποι λεγόμενοι οἱονεὶ ἔποποι κατὰτοὺς παλαιούς, ὡς τὰ πάντα διοπτεύοντες, ὁποῖον δή τι καὶ ὁ δίοπος δηλοῖ, λέξις παρ' Αἰσχύλῳ ἡγεμονική. Ὅτι μέγα κακὸν ὁ ποιητὴς κρίνει, ἐφ' ᾧπενθήσουσι μὲν οἱ φίλοι, χαρήσονται δὲ οἱ ἐχθροί. καὶ δηλοῖ τοῦτο ἐν οἷς θέλωνδεῖξαι φαύλην τὴν τῶν βασιλέων ἔριν φησίν «ὦ πόποι ἦ μέγα πένθος Ἀχαιΐδαγαῖαν ἱκάνει· γηθήσαι δὲ Πρίαμος ἄλλοι τε Τρῶες, ἐὰν τάδε πύθοιντο». σημείωσαι δὲ ὅτι [τὸ μὲν πένθος ἐκ τοῦ πάθος μετηλλάγη, καθὰ καὶ τὸ βάθοςἐκ τοῦ βένθος, οἷον «ἡμένη ἐν βένθεσιν ἁλός», τὸ δὲ Ἀχαιΐδα ἐντελῶς ἔχει, καθὰ καὶ τὸ Ἀχαιϊκός. τὸ δέ γε Ἀχαΐδα καὶ Ἀχαϊκόν, ὥσπερ καὶ τὸ Ἀχαΐαπαρὰ τοῖς ὕστερον ἀπέλευσιν ἔπαθε τοῦ ˉι κατὰ ἀκολουθίαν Αἰολέων, οἵ, ὡς καὶπροεδηλώθη, ἀποβάλλουσιν αὐτὸ καὶ ἐν τῷ Ἀχαιός, ὡς καὶ ἐν τῷ παλαιός.] Τὸ δὲ ἱκάνω ἀεὶ παρὰ τῷ ποιητῇ ἐκτείνει τὴν παραλήγουσαν. Τὸ δέ γεἱκανώτατος ἀπὸ τοῦ ἱκάνω γενόμενον ἀμφιβόλως ἔσχεν, εἴτε διὰ τοῦ ˉω μεγάλουγραφήσεται, ὅπερ καὶ μάλιστα τοῖς πλείοσιν ἔδοξεν, εἴτε καὶ διὰ τοῦ ˉο μικροῦ. ἐζυγομάχησαν γὰρ καὶ εἰς τοῦτό τινες. Ὅρα δὲ τὸ «ἦ μέγα πένθος» τὴν ἁπλότητατοῦ συνθέτου Μεγαπένθους, ὃς τῷ Μενελάῳ υἱὸς ἐτέχθη μετὰ τὴν Ἑλένηςἁρπαγὴν ἐξ ἑτέρας ἐν καιρῷ μεγάλου πένθους, οὐ τοῦ νῦν μέντοι λεγομένου ὑπὸ Νέστορος, ἀλλὰ τοῦ κοινοῦ. τὸ δέ «ἦ μέγα πένθος» παραφράζων ἑτέρωθίφησιν «ἦ κε μέγ' οἰμώξειε γέρων» καὶ ἑξῆς. (ῃ. 258) Ὅτι τελείων ἀνθρώπωνἔπαινος τὸ «οἳ περὶ μὲν βουλῇ Δαναῶν, περὶ δ' ἐστὲ μάχεσθαι». αὐξάνων δέ τιςπου τὸ ἐγκώμιον ἀντὶ τοῦ Δαναῶν πάντων ἐρεῖ ἢ ἄλλο τι τοιοῦτον· παραφράσαςδὲ αὐτό, εἰ βούλεται, μεταγάγῃ ἐκ τῆς ποιητικῆς στρυφνότητος εἰς τοιαύτην τινὰσαφήνειαν· οἳ περίεστε μὲν πάντων τῇ βουλῇ περίεστε δὲ καὶ τῇ κατὰ πόλεμονδεξιότητι. οἰκεῖος δὲ ὁ λόγος ἐπὶ ἀνδρῶν ἀνδρείων τε καὶ συνετῶν· ἁρμόσει δέποτε καὶ ἐπὶ ἑνὸς διὰ παραφράσεως, οἷον, ὡς βουλῇ τε καὶ μάχῃ πάντωνπερίεστιν. ὧν μάλιστα χρεία τοῖς ἐν πολέμῳ. διὸ καὶ ἐν τοῖς ἑξῆς Ἄρην καὶἈθηνᾶν ὁ ποιητὴς ἐρεῖ τῇ μάχῃ ἐνδημεῖν, ὧν Ἄρης μὲν μάχης, Ἀθηνᾶ δὲ βουλῆς ἐπιστατεῖ. Ἰστέον δὲ ὅτι τὸ περιεῖναι ποτὲ μὲν τὸ ὑπερέχειν δηλοῖ καὶπεριττότερον εἶναι, ὡς ὅτε τις εἴποι, ὅτι ὁ δεῖνα περίεστι τοῦ δεῖνος·– ὥσπερκαὶ ἐνταῦθα ὁ Ἀχιλλεὺς καὶ ὁ Ἀγαμέμνων περιεῖναι λέγονται πάντων ἔν τε βουλῇ καὶ μάχῃ– ποτὲ δὲ τὸ περιεῖναι λέγεται ἐπὶ περιουσιασμοῦ τοῦ ἐν τῷβίῳ, ὡς ὅτε τις εἴποι, ὡς πολλὰ μὲν κεκοπίακα, οὐδὲν δέ μοι περίεστιν ἀντὶ τοῦἐκ περισσοῦ κεῖται, ἐξ οὗ καὶ ἡ περιουσία λαμβάνεται. δηλοῖ δὲ τὸ περιεῖναιπολλάκις καὶ τὸ ἁπλῶς ζῆν. οὕτω γὰρ περιεῖναί τις τῷ βίῳ λέγεται. Ἰστέον δὲὅτι διδάσκει ὁ ποιητὴς καὶ ἐνταῦθα, ὡς ψεύσεταί ποτε κατὰ καιρὸν ὁ σπουδαῖος, καθάπερ ὁ Νέστωρ ἐνταῦθα. οὐ γὰρ ἀληθεύει λέγων, ὅτι ἔν τε βουλῇ καὶ μάχῃπερίεισιν οἱ ῥηθέντες βασιλεῖς. Ἀχιλλεὺς μὲν γὰρ πάντων τῇ μάχῃ περίεστιν, οὐ μὴν δὲ καὶ ὁ Ἀγαμέμνων. τῇ μέντοι βουλῇ ἀμφότεροι ἐλαττοῦνται τοῦ τε Νέστορος τούτου καὶ τοῦ Ὀδυσσέως. ἐψεύσατο οὖν καιρίως ὁ γέρων κολακικώτερον ἐν δέοντι λαλῶν καὶ μαλθάσσων οὕτω τὴν τῶν ἡρώων σκληρότητα. Ὅρα δὲ καὶ ὅτι ἐν τῷ «περὶ δ' ἐστὲ μάχεσθαι» συγκροτεῖν ὁ ποιητὴς δοκεῖτοὺς λέγοντας τὰ ἀπαρέμφατα ῥημάτων εἶναι ὀνόματα. τὸ γὰρ μάχεσθαιδίχα ἄρθρου ληφθὲν ταὐτόν ἐστι τῇ μάχῃ. λέγει γὰρ ὅτι περίεστε βουλῇ καὶμάχεσθαι ἤγουν τῇ μάχῃ. καὶ ἐν τοῖς ἑξῆς δὲ ὁμοίως, ὅτε εἴπῃ «προθέουσινὀνείδεα μυθήσασθαι» ἤγουν προτρέχουσιν αἱ ὕβρεις τοῦ εἰπεῖν ἤτοι τοῦ λόγου. (ῃ. 259 σς.) Ὅτι γέρων πολλάκις τισὶ λόγου ἀξίοις ὁμιλήσας καὶ δι' αἰδοῦςἀγόμενος, εἶτα δύο τινὰς νεωτέρους ἀλλήλοις καταλλάττων στασιάζονταςεἴποι ἂν τὸ «ἀλλὰ πίθεσθε· ἄμφω δὲ νεωτέρω ἐστὸν ἐμεῖο». ἀνεπίφθονον γάρφασι γέροντος ἀκούειν νεωτέρους γηρᾶν προσδοκῶντας. εἰ δὲ πλείους εἶεν οἱεἰρηνευόμενοι, ἀφελὼν τὸ ἄμφω ἐρεῖ «ἀλλὰ πίθεσθε· νεώτεροι γὰρ μοῦ ἐστε». εἶτα ἐπισυνάψει τὰ ἐφεξῆς «ἤδη γάρ ποτ' ἐγὼ καὶ ἀρείοσιν ἠέπερ ἡμῖν ἀνδράσινὡμίλησα καὶ οὔ ποτέ μ' οἵ γ' ἀθέριζον. οὐ γάρ πω τοίους ἴδον ἀνέρας οὐδὲἴδωμαι» οἷον τυχὸν τὸν δεῖνα ἢ τὸν δεῖνα. «κάρτιστοι δὴ κεῖνοι ἐπιχθονίωντράφεν ἀνδρῶν. κείνοισι δ' ἂν οὔ τις ἐρίζοι, τῶν οἳ νῦν βροτοί εἰσιν ἐπιχθόνιοι. καὶ μὲν τοῖσιν ἐγὼ μεθομίλεον· καλέσαντο γὰρ αὐτοί· καὶ μέν μευ βουλέων ξύνιον πίθοντό τε μύθῳ. ἀλλὰ πίθεσθε καὶ ὔμμες· ἐπεὶ πείθεσθαι ἄμεινον». (ῃ. 273) Καὶ ὅρα τὸ ξύνιον γενικῇ συνταχθέν. δηλοῖ δὲ τὸ ξυνίεσαν καὶ ᾐσθάνοντο [καί, ὡς ὁ ποιητὴς εὐθὺς ἑρμηνεύει, ἐπείθοντο μύθῳ. ἐνεστὼς δὲ τοῦξύνιον ἄχρηστος τὸ ξυνίω, οὗ παράγωγον τὸ ξυνίημι.] (ῃ. 260) Τὸ δὲ ἤδη κατὰτοὺς παλαιοὺς τοῖς τρισὶ χρόνοις συνεπιμερίζεται, τῷ παρῳχημένῳ, ὡςἐνταῦθα ἐν τῷ «ἤδη γάρ ποτ' ἐγώ» καὶ «τῷ δ' ἤδη δύο γενεαὶ ἔφθιντο». τῷἐνεστῶτι, ὡς τὸ «ἤδη γάρ μοι εἰκοστὸν ἔτος ἐστί». καὶ τῷ μέλλοντι, εἰ καὶδοκεῖ ὁ Λουκιανὸς εἰς τοῦτο ἀπαρέσκεσθαι, ὡς τὸ «ἤδη λοίγια ἔργα τάδ' ἔσεται». εἰ δέ τινες τοῦτο ἄλλως γράφουσιν «ἦ δὴ λοίγια ἔργα ἔσται» ἀντὶ τοῦὄντως δή, εὑρεθήσονται εἰς τοῦτο χρήσεις ἐν τοῖς ἑξῆς ἕτεραι. Τὸ δέ «ἠέπερἡμῖν» κάλλιον τοῦ «ἠέπερ ὑμῖν». τοῦτο μὲν γὰρ πάνυ βαρύ, ὡς μόνων τῶν δύοἀριστέων τραχέως καταφερόμενον· τὸ δὲ ἡμῖν πάντως λεῖον καὶ ἀνεπαχθέστερον διὰ τὸ κοινότερον. ἔστι γάρ πως τὸ ἡμῖν ὅμοιον τῷ «οἳ νῦν βροτοί ἐσμεν». (ῃ. 261) Τὸ δὲ ἀθερίζειν δηλοῖ μὲν τὸ ἀπορριπτεῖν καὶ ἐξουθενοῦν καὶ μετήνεκταιἀπὸ τῶν ἀθέρων– ἡ δὲ χρῆσις τοῦ ἀθέρος παρὰ Αἰλιανῷ ἐν τῷ Περὶ προνοίας– ἄχρηστοι δὲ οἱ ἀθέρες εἰς καρπὸν συγκομιζόμενοι. εἰσὶ δὲ στάχυες ἀγεννεῖς, ἐφ' οἷς αἱ σταχυηλόγοι πονοῦνται, οὓς οὐκ ἀξιοῖ θερίζειν ὁ γεωργός. ὅτε δὲ ὁποιητὴς ἐν τοῖς ἑξῆς ἀνθερίκων μνησθῇ, φυτόν τί ἐστιν ὁ ἀνθέριξ, ὃς καὶἀνθέρικος λέγεται, οὗ ὁ τύπος κατὰ τὸ ὁ κῆρυξ καὶ ὁ κήρυκος. Ἰστέον δὲ ὅτι ἐκτοῦ ἀθερίζειν καὶ ἰχθὺς ἡ ἀθερῖνα ἔοικε λέγεσθαι. ἀθερίζεται γάρ πως καὶ αὐτὴδιὰ τὸ εὐτελές. διὸ καὶ «ἀτυχὲς ἰχθύδιον» ἐν τοῖς τοῦ Ἀθηναίου εὕρηταιλεγομένη. (ῃ. 262) Σημείωσαι δὲ καὶ ὅτι ἐν μὲν τῷ «οὐ γάρ πω τοίους ἄνδραςἴδον» τὸν παρῳχημένον χρόνον λέγει· ἐν δὲ τῷ «οὐδὲ ἴδωμαι» τὸν μέλλοντα. τὸν δὲ ἐνεστῶτα τὸ «οὐδὲ νῦν ὁρῶ» τέως μὲν σιωπᾷ, ἵνα μὴ πάνυ λυπήσῃ τοὺςἀκροατάς· προϊὼν δὲ σαφέστατα λέγει πως καὶ αὐτὸν ἐν τῷ «οὔ τις ἐκείνοιςμαχέοιτο τῶν νῦν ἀνθρώπων». Τὸ δέ «κείνοις οὔ τις ἂν ἐρίζοι τῶν νῦν» ἀναμφήριστον ὑπεροχὴν δηλοῖ. ὅμοιον τούτῳ καὶ τὸ «ἐκείνοις οὐδ' ἂν ἔργα ἀραχνάωνἐρίσειαν». ἀνόμοιον δὲ πρὸς ταῦτα ἐν τοῖς ἑξῆς τὸ «Νέστωρ οἶος ἔριζεν». (ῃ. 259) [Ἰστέον δὲ ὅτι τὸ ἐστόν ἤγουν ὑπάρχετον δεύτερον δυϊκὸν ὀξύνεται μὲνἀκολούθως τῷ εἰμί ἐσσί καὶ τοῖς ἑξῆς ἕως τοῦ τρίτου τῶν πληθυντικῶν. ἔχειδὲ τὸ σίγμα ἐν τῇ παραληγούσῃ ποιητικῶς τε καὶ ἄλλως Ἀττικῶς ἐξ ἀφορμῆςτοῦ ἐσσί καὶ ἐστί καὶ ἐσμέν καὶ ἑξῆς. καὶ καινὸν οὐδέν, εἴγε καὶ τὸ ἤτην ἤγουνὑπηρχέτην μετὰ τοῦ σίγμα ἐστὶν ἐν τῷ «ἀδελφὼ ἤστην» ἤγουν ἀδελφοὶ ὑπῆρχον.] (ῃ. 262– 5) Ὅτι βουλομένῳ τῷ ποιητῇ μὴ μόνοις ἐμμένειν τοῖς Τρωϊκοῖς, ἀλλά που καὶ ἑτέραις προγενεστέραις ἱστορίαις παραρτύειν τὴν ποίησιν, χρησιμεύει καὶ ὁ Νέστωρ εἰς τοῦτο χορηγὸς παλαιῶν ἱστοριῶν ἐν πολλοῖςγινόμενος. ἡ δὲ μέθοδος ὡς ἐπὶ πολὺ τῆς τῶν ἱστοριῶν παρενθέσεως τοιαύτη. ὁ γέρων οὗτος οὐκ ἔχων ἔργοις διεκφαίνεσθαι κατὰ τὸν Τρωϊκὸν πόλεμον διὰ τὸβαθὺ γῆρας συνιστᾷ ἑαυτὸν ἄλλως, οἷς πάλαι ποτὲ ἠνδραγαθήσατο καὶ μέμνηταιπράξεων ἑαυτοῦ, ἃς ἐν νεότητι κατειργάσατο, ὡς ἂν ὁ νῦν ἀχρεῖον αὐτὸνβλέπων εἰς πόλεμον καὶ μηδέν τι μέγα περὶ αὐτοῦ λογιζόμενος ἐπιστρέφηταιτοῖς διηγήμασι καὶ τῷ καταλόγῳ τῶν ἀριστέων ἐντάττῃ καὶ τὸν πάλαι ποτὲτοιοῦτον γενόμενον. τοιοῦτος οὖν ὁ Νέστωρ ὢν πολλαχοῦ περιαυτολογεῖ καὶκατατείνων ἑαυτοῦ ἐγκώμια καὶ ἀριστείας μέμνηται καὶ προσώπων ἀξίωνλόγου καὶ οὕτω τοῖς Τρωϊκοῖς παρεμπλέκει πολλὰ τῶν ἐν τῇ Ἑλλάδι ἱστορουμένων γενέσθαι, οἷς αὐτὸς ὁ γέρων παρεῖναί ποτέ φησιν, ὥσπερ δὴ καὶ ἐνταῦθατόν τε Πειρίθοον καὶ τὸν Ἐξάδιον παρεισοδιάζει καὶ τὸν Καινέα καί τινα Πολύφημον ὁμώνυμον τῷ ἐν Ὀδυσσείᾳ Πολυφήμῳ Κύκλωπι καὶ ἄλλους αὐτούς τε ἱστορῶν κρατίστους γενομένους ἐπιχθονίων ἀνδρῶν καὶ κρατίστοιςμαχομένους τοῖς Κενταύροις δηλαδή. Λαπίθαι δὲ ἦσαν οὗτοι, ὅ τε Πειρίθοοςκαὶ οἱ περὶ αὐτόν, γένος Θετταλικὸν εὐγενείᾳ τε καὶ ἀνδρίᾳ ἐπίσημον, οἳ τοῖςἹπποκενταύροις, ἀγρίῳ τινὶ φύλῳ κατὰ τὸν Γεωγράφον μάχην συγκροτήσαντεςκατεπολέμησαν. ἕτεροι δέ φασιν, ὅτι ὁ Πειρίθους Ἀθηναῖος μὲν ἦν ἀνήρ, Ἰξίονος υἱὸς ἐν Θετταλίᾳ βασιλεύσαντος· ἀπὸ δὲ τοῦ περιθέειν οὕτως ὠνόμασται οἱονεὶ ὁ περιττὸς εἰς τὸ θέειν. ὁ δὲ μῦθός φησι τὸν Δία ὁμοιωθένταἵππῳ περιθέειν τὴν αὐτοῦ μητέρα πειρῶντα κἀντεῦθεν αὐτὸν κληθῆναι Περίθοονκαὶ πλεονασμῷ τοῦ ˉι Πειρίθοον. [Ὅτι δὲ Δῖα ἐκαλεῖτο ἡ τοῦ Πειριθόου μήτηρκαὶ ὅτι, ὡς Πάνθοος Πάνθους, οὕτω Πειρίθοος Πειρίθους, καὶ ὅτι ἐν τῷ Περίθοος ἡμάρτηται ἡ περὶ πρόθεσις προσλαβοῦσα τὸ ˉι καὶ ποιήσασα τὸ Πειρίθοος ἐκ πλεονασμοῦ ἀσυνήθους καὶ ὡς οἱ Δωριεῖς τρέποντες τὴν ˉεˉιδίφθογγον εἰς τὸ ˉη καὶ ὥσπερ πλείων πλήων καὶ μείων μήων, οὕτω καὶ τὸ διὰδιφθόγγου Πειρίθοος διὰ τοῦ ἦτα γράφοντες Πηρίθοος πταίουσι, δηλοῦσιν οἱπαλαιοὶ λέγοντες ὡς οὐδέποτε τὴν ˉεˉι δίφθογγον τὴν ἔχουσαν ἐκ πλεονασμοῦ τὸˉι εἰς ˉη τρέπουσι. τὸ γάρ τοι ξένος ξεῖνος οὐ γράφουσι ξῆνος διὰ τοῦ ˉη. καὶοὕτω μὲν ταῦτα.] (ῃ. 264) Τὸν δὲ Καινέα λόγος κάλλος τε περιττὸν ἔχειν καὶἀνδρεῖον εἶναι καὶ ἄτρωτον διαμεῖναι μέχρι πέρατος τοῦ ζῆν, καθὰ καὶ ὁ Τελαμώνιος Αἴας παρ' Ὁμήρῳ φαίνεται. ὁ δὲ μῦθος φύσει ἄτρωτον αὐτὸν εἶναί φησι πλάττων καί, ὅτι παρθένος εὐπρεπής ποτε γεγόνοι καὶ Ποσειδῶνοςαὐτῇ μιγέντος αἰτησαμένη ἀνὴρ γενέσθαι καὶ ἄτρωτος μεῖναι, ὧν ἤθελεν, ἔτυχε. λέγεται δὲ καὶ ὑπερφρονῆσαι. ἀκόντιον γάρ, φασίν, ἐν ἀγορᾷ μέσῃ πήξας εἰςὀρθὸν θεὸν τοῦτο προσέταξεν ἀριθμεῖν. ὅθεν ἡ Δίκη ποινὴν αὐτὸν ἀσεβείαςεἰσπραττομένη πεποίηκεν ὑπὸ τοῖς Κενταύροις, οἳ δρυσί τε καὶ ἐλάταιςαὐτὸν εἰς γῆν ἤρεισαν ἄρρηκτον καὶ ἄκαμπτον δύντα ὑπὸ γῆν «θεινόμενονστιβαραῖς καταΐγδην ἐλάταις», ὥς φησιν Ἀπολλώνιος. [εἴη δ' ἂν ταὐτὸν Καινέα εἰπεῖν καὶ νικητὴν κατὰ τὸ «καίνυτο φῦλ' ἀνθρώπων» ἤγουν ἐνίκα τοὺςτότε ἀνθρώπους.] Ὅτι ὡς τὸ Ὀϊλεύς Ἰλεὺς εὕρηται παρά τε Ἡσιόδῳκαὶ ἄλλοις ἀφαιρέσει τῆς ἀρχούσης, οὕτω καὶ ὁ παρ' Ὁμήρῳ Ἐξάδιος παρά τισι τῶν νεωτέρων Ξάδιος εὕρηται δίχα τοῦ κατάρχοντος ˉε κατὰ τοὺς παλαιούς, οἵφασι καὶ ὅτι ὤφειλε δασύνεσθαι ἡ ἄρχουσα, εἰ καὶ ἡ Ὁμηρικὴ συναλιφὴψιλοῦσθαι δηλοῖ αὐτό. (ῃ. 266 ς.) Ὅτι ἐπαναλήψει πρώτῃ ἐνταῦθα χρᾶταιὁ ποιητὴς εἰπών· «Κάρτιστοι δὴ κεῖνοι» καὶ ἐπαγαγών· «κάρτιστοι μὲνἔσαν». ἐνταῦθα δὲ καὶ ἐπιμονὴν ἐποίησε διὰ τὸ ἔνδοξον τῶν προσώπων. τῇγὰρ λέξει τοῦ κράτιστοι ἐπέμεινε τρὶς αὐτὸ εἰπὼν ἐν δυσὶ στίχοις διὰ τὸ μὴἔχειν καιριωτέραν λέξιν εἰπεῖν. ὥστε οὐκ ἄν τις θαυμάσοι, ἐὰν ταὐτοσημάντουςλέξεις ἐκ παραλλήλου λέγῃ, ὅσγε καὶ τὴν αὐτὴν ἀπαραποιήτως λέξιν πολλάκιςτίθησι ταὐτολογεῖν οὐκ ὀκνῶν. ἔφη γάρ· «κάρτιστοι ἐκεῖνοι ἐπιχθονίων ἀνδρῶν. κάρτιστοι μὲν ἔσαν καὶ καρτίστοις ἐμάχοντο»· οὐ μὴν ἀνδράσι κατ' αὐτοὺςἀλλὰ θηρσίν, ὡς ῥηθήσεται αὐτίκα. κάρτιστοι δὲ ἢ παρὰ τὸ κάρτα, ὃ δηλοῖ τὸλίαν, ἢ μάλιστα ἐκ τοῦ κράτος κατὰ μετάθεσιν ὡς «βράδιστοι ἵπποι», βάρδιστοι. κράτιστοι δὲ οἱ ἀνδρειότατοι καὶ νικηταί. τοιοῦτον δέ τι καὶ ὁ καρτερός, ὡςδηλοῖ παρὰ Ἀρριανῷ τὸ «Θηβαίων ἐγένετο καρτερός» ἤγουν περιεγένετο τῶν Θηβαίων καὶ αὐτόχρημα εἰπεῖν ἐκράτησεν. (ῃ. 268) Ὅτι φῆρας ὀρεσκῴους τοὺςΚενταύρους φησὶ τουτέστι θῆρας ὀρειφοίτας. Αἰολικὴ δὲ λέξις κατὰ τοὺςπαλαιοὺς τὸ φῆρες ἀντὶ τοῦ θῆρες ὡς τῶν Αἰολέων οὕτω λεγόντων. ἰστέον δὲὅτι ἡ τοῦ ˉθ μετάληψις εἰς τὸ ˉφ καὶ Ἀττικῆς ποτε διαλέκτου ἐστίν. ἐκεῖνοι γὰρτὸ θλᾶν φλᾶν λέγουσι. τὸ μέντοι φλίψεται τὸ ἐν Ὀδυσσείᾳ καὶ τὸ παρὰ Θεοκρίτῳἐν Ἀδωνιαζούσαις Αἰολικὸν καὶ αὐτό. τινὲς δὲ τοὺς Κενταύρους φῆράς φασικατὰ λέξιν σύνθετον ἐπιθετικῶς οἱονεὶ φυῆρας, τοὺς ἐκ δύο φυῶν ἡρμοσμένους, ὅ ἐστι διφυεῖς, τὸ μὲν κάτω ἵππους ὄντας ἄχρι καὶ εἰς αὐχένα, τὸ δὲἐντεῦθεν ἀνθρώπους καὶ τὸ ὅλον εἰπεῖν ἵππους τε ὄντας ἀκεφάλους καὶ ἀνθρώπους ἄποδας. ὅθεν καὶ τὸ ἀστεῖον ἐκεῖνο εἴρηται, ὅτι δηλαδὴ ἐν τῇ τῶν Ἱπποκενταύρων φύσει «ἵππος μὲν ἀπερεύγεται ἄνδρα, βροτὸς δ' ἀποπέρδεται ἵππον». ὅτι δὲ ἐγένοντο οἱ Ἱπποκένταυροι καὶ γενναῖοι καὶ δεξιοὶ κελητίζειν καὶὅτι λῃστρικῶς ἔζων, καὶ ἡ τοῦ Παλαιφάτου ἱστορία φησί. δῆλον δὲ ὅτι Κένταυροι μὲν ἐκλήθησαν, διότι ταύρους ἀγριανθέντας καὶ πολλὰ περὶ Θετταλίανβλάπτοντας κατεκέντησαν· ἐνομίσθησαν δὲ σύνθετοι ἐξ ἵππων καὶ ἀνδρῶν, διότι ἁρματηλατεῖν ἀφέντες κελητίζειν ἐπετηδεύσαντο ἤγουν ἀζεύκτοιςἵπποις ἐποχεῖσθαι καὶ ἁρπάζοντες εἶτα φεύγοντες καὶ κατὰ νώτου βλεπόμενοιἐφάνταζον τοὺς πολλοὺς ὡς ἐξ ἡμισείας εἰσὶν ἄνθρωποι ἐγκεκεντρισμένοι ἵπποις. καὶ ἡ φαντασία τὸν μῦθον ἀστείως ἀνέπλασε. λέγονται δὲ περὶ τὸ Πήλιον ὄροςκαὶ τὴν Οἴτην οἰκεῖν, ἔνθα καὶ ἡ τῶν Εὐρωπαίων Μαγνήτων χώρα ἐστίν. ὁ δὲμῦθος Ἰξίονος αὐτοὺς γενεαλογεῖ καὶ Νεφέλης, ἀφ' ὧν γενέσθαι τινὰ Κένταυρον, ἄνδρα θηριώδη καὶ ἀνθρώποις ἀνεπίμικτον, ὃν μιγνύμενον ταῖς Μαγνήτισιν ἵπποις τὸ τῶν Ἱπποκενταύρων ἀποτελέσαι φῦλον, σύνθετον ἔκ τε μητρὸς ἵππουκαὶ πατρὸς ἐκείνου δὴ τοῦ Κενταύρου κληθέντος, φασίν, οὕτω, διότι ὁ Ἰξίωνκεντήσας αὖραν ἤτοι ἀερίαν νεφέλην ἐγέννησεν αὐτὸν ἐξ ἐκείνης, ὡς ὁ μῦθοςἐλήρησεν. ἔοικε δὲ ὁ ῥηθεὶς Ἰξίων, ὁ καὶ πρῶτος παρὰ τοῖς Ἕλλησιν ἱστορούμενος γενέσθαι φονεύς, φαντασιοκόπος τις εἶναι καὶ πραγμάτων ἐφιέμενοςὑπὲρ αὐτὸν ὄντων, ὁποίους πολλοὺς ὁ μακρὸς χρόνος ἤνεγκε. διόπερ ὁ μῦθοςἐρᾶν αὐτὸν λέγει τῆς Ἥρας, ὕψους τινὸς δηλαδὴ ἡγεμονικοῦ. καὶ γὰρ οἱπαλαιοὶ καὶ εἰς τοιοῦτόν τι, ὡς εἴρηται, τὴν Ἥραν ἐκλαμβάνονται ζωὴνἩραίαν λέγοντες τὴν βασιλικήν· ἧς διεκπεσὼν ὁ Ἰξίων ἐμίγη, φασί, νεφέλῃ, σκιᾷ τινι δηλαδὴ καὶ φαντάσματι τῆς φιλουμένης ὑψηλῆς ζωῆς καὶ εἰδώλῳ τοῦποθουμένου, καὶ ἀπέτεκε Κενταύρους ἀνυποστάτους δηλονότι ἐννοίας καὶ ἃςοὐκ οἶδε φύσις τελεσφορεῖν. οὐδὲν γάρ ἐστιν ὁ Ἱπποκένταυρος, ὥσπερ οὐδ' ὁτραγέλαφος. Περὶ δὲ τοῦ «ὀρεσκῴοισι» γέγραπται εἰς τὴν Ὀδύσσειαν ἐν τῷ» Λακεδαίμονα κητώεσσαν». ἐνταῦθα δὲ τοῦτο μόνον ῥητέον, ὅτι ἀπὸ τοῦ κείωτὸ κεῖμαι γίνεται κοῖος καὶ ἐκτάσει κῷος, ὡς πατροῖος πατρῷος· ὅθεν καὶ ὀρεσκῷοι θῆρες οἱ ἐν ὄρεσι κείοντες, ὅ ἐστι κείμενοι καὶ διάγοντες· ἢ ἀπὸ τοῦ κῶτὸ κεῖμαι κατὰ πρόσληψιν συλλαβῆς κῶος καὶ ὀρεσκῶος, ὥσπερ καὶ κώμη ἀπὸτοῦ κῶ γίνεται προσλαβόντος τὴν ˉμˉη συλλαβὴν ὁμοίως τῷ ῥῶ ῥώμη, βρῶβρώμη, τρῶ τρώμη ἡ τρῶσις, γνῶ γνώμη. [Ἀρέσκει δὲ τοῖς παλαιοῖς ἡ πρώτηἐτυμολογία, δι' ἧς καὶ ἡ προσγραφὴ τοῦ ˉι βοηθεῖται ἐν τῷ ὀρεσκῷος, οὗ τὸἀνάλογον κατὰ τὸ Ἀχελῷος καὶ ἀθῷος. Ὅτι οὐκ ἀρκετὸν μάχεσθαί τινα, εἰ μὴ καὶ νικήσει· οὕτω γὰρ κράτιστος ὁ τοιοῦτος. διὸ εἰπὼν ἐπαινετικῶς Ὅμηρος, ὡς κάρτιστοι καρτίστοις ἐμάχοντο, ἐπάγει «καὶ ἐκπάγλως ἀπώλεσαν». Ἔστιδὲ ἐκπάγλως τὸ ὡς ἂν ἐκπλαγείη τις, οὗ πρὸς ὁμοιότητα ἑρμηνεύεται καὶ ὁἐκπαγλότατος. (ῃ. 269) Ὅτι ὃ φθάσας εἶπεν ὡμίλησα ἐν τῷ «καὶ ἀρείοσιν ἠέπερἡμῖν ὡμίλησα» τοῦτο ἄλλως φράζει ἐν τῷ «τοῖσιν ἐγὼ μεθομίλεον».] (ῃ. 270) Ὅτι ἀπίαν γῆν ἐνταῦθα νοητέον ἢ τὴν ἀλλοδαπὴν καὶ μακρὰν ἐκ τοῦ ἄπο ἤ, ὡςκαὶ Σοφοκλῆς λέγει, τὴν Πελοποννησίαν ἀπὸ Ἄπιδος, περὶ οὗ ἐν τοῖς εἰς τὸν Περιηγητὴν εἴρηται, ὅπου Ἀπιδανεῖς ἐκεῖνος τοὺς Ἀρκάδας καλεῖ. δῆλον δὲὅτι Πελοποννήσιος ὁ Νέστωρ ὡς Πύλιος· ἐντὸς γὰρ Πελοποννήσου ἡ Πύλος. εὑρεθήσεται δέ που παρ' Ὁμήρῳ ἀπία γῆ μὴ δυναμένη εἰς Πελοποννησίαν λαμβάνεσθαι. (ῃ. 267– 70) Ὅτι δύο ἄδηλα ἐνταῦθα δι' ἑνὸς δήλου ἔδειξεν ὁ ῥήτωρ Νέστωρ πιστούμενος τὸ μὲν αὐτὸν ἄριστον εἶναι τῇ συνέσει διὰ τῶν κρατίστων Λαπιθῶν, οἳ αὐτῷ ἐπείθοντο συμβουλεύοντι, τὸ δὲ αὐτοὺς κρατίστους εἶναι διὰτῶν Κενταύρων, οὓς ἀριδήλως κρατίστους ὄντας οἱ Λαπίθαι κατηγωνίσαντο. ἐν τούτοις δὲ καὶ ἀπὸ τοῦ μείζονος ὁ Νέστωρ ἐπιχειρεῖ αὐξάνων καὶ συνιστῶνἑαυτόν. κράτιστοι μὲν γὰρ οἱ Λαπίθαι τῶν ἄρτι ἀνθρώπων. αὐτὸς δὲ μετεκλήθη, φησίν, ὑπ' ἐκείνων ἔτι νέος ὢν καὶ οὐκ αὐτὸς ἐπὶ μισθῷ ἦλθεν, ἀλλ' αὐτοὶἐκαλέσαντο· καὶ βουλευόμενος εἶχε καταπειθεῖς ἐκείνους. συνάγει γοῦν διὰτούτων, ὅτι τοὺς νῦν Ἕλληνας μάλιστα τούτῳ πειστέον, εἴπερ αὐτοὶ μὲν οὐκράτιστοι κατ' ἐκείνους, αὐτὸς δὲ οὐκέτι νέος ὡς τότε· ἀλλ' ὅσον αὐτοὶ τοὺς Λαπίθας ἀνδρίᾳ ὑποβεβήκασι, τοσοῦτον αὐτὸς ἑαυτὸν τῇ ἐκ νέου συνέσει διὰτὴν ἐκ τοῦ γήρως ἐμπειρίαν ὑπεραναβέβηκε. καὶ ἔστιν ὁ αὐτὸς Νέστωρ ἐκεῖμὲν ἀτελὴς κρατίστοις ἀνδράσι συνών, ἐνταῦθα δὲ τέλειος οὐχ' οὕτω κρατίστοιςσυστρατευόμενος. (ῃ. 271– 3) Ἵνα δὲ μὴ ἐλέγχοιτο ὡς τοῖς οὕτω κρατίστοιςπαρεξετάζων ἑαυτὸν καὶ φαίνοιτο ἀπίθανα λέγων ἢ καὶ ψευδόμενος ἄντικρυς,– οὐ γὰρ οὕτω μάλα ἐν νεότητι ἀνδρεῖος ὁ Νέστωρ εἶναι ἱστόρηται– ὁμολογεῖ, ὅτι οὐ κατ' ἀνδρίαν ἀλλὰ διὰ σύνεσιν ἐκείνοις τοῖς κρατίστοις χρήσιμοςἦν. «ἐμαχόμην γάρ», φησί, «κατ' ἔμ' αὐτόν· ἐκείνοις δὲ οὐκ ἄν τις μάχοιτο». τῇβουλῇ δὲ κρείττων ἦν ἐκείνων. διὸ καὶ ἐπείθοντο. Καὶ σημείωσαι ὅπως καὶἐνταῦθα μίαν ἔννοιαν διαφόρως ἔφρασεν ὁ ποιητής. τὸ γάρ «οὔπω τοίουςἀνέρας ἴδον οὐδὲ ἴδωμαι» καὶ τὸ «κράτιστοι ἐκεῖνοι ἐπιχθονίων ἦσαν ἀνδρῶν» καὶ τὸ «ἐκείνοις οὔ τις τῶν νῦν ἀνθρώπων μάχοιτο» τῆς αὐτῆς ἐννοίας εἰσίν. (ῃ. 272) Ἔστι δὲ τὸ μάχοιτο ἀντὶ τοῦ ἐρίσοι καὶ ἐξισωθείη τὰ εἰς μάχην. καὶ σημείωσαι τὴν λέξιν. ὅρα δὲ καὶ τὸ πιθανὸν τοῦ ῥήτορος. ὁμολογεῖ γὰρ μὴπάνυ ἀνδρεῖος γενέσθαι, ἵνα πιστὸν ποιήσῃ τὸ τῆς συνέσεως. ἰστέον δὲ ὅτι ἐνγάμου πανηγύρει ὁ τῶν Κενταύρων ἤρχθη πόλεμος μηνίσαντος Ἄρεος, διότι μὴ γέγονε μνήμη τις καὶ αὐτοῦ, ὡς Ἀριστείδης ἐν τῷ εἰς τὴν Ῥώμην αὐτοῦ λόγῳ φησί, καὶ διὰ τοῦτο τὸν γάμον ταράξαντος. (ῃ. 271) Ἰστέον δὲ καὶὅτι οὐκ ἔστι παρὰ τῷ ποιητῇ συντεθειμένη ἀντωνυμία, ἀλλ' ὁπηνίκα συνθέτωςἀντονομάσαι βούλεται, δύο ταὐτοσήμους ἐκ παραλλήλου ἀντωνυμίας τίθησιν. οἷον βουλόμενος εἰπεῖν ἑαυτὸν λέγει «ἑὲ δ' αὐτὸν ἐποτρύνει μάχεσθαι». ἢ καὶἄλλως «αὐτόν μιν πληγῇσι δαμάσας». οὕτως οὖν καὶ ἐνταῦθα τὸ «κατ' ἐμαυτόν» «κατ' ἔμ' αὐτόν» εἶπεν. οὐ θέλουσι γὰρ οἱ παλαιοὶ συνθέτως γράψαικατ' ἐμαυτόν. τοιοῦτον καὶ παρ' Ἀττικοῖς τὸ σφίσιν αὐτοῖς καὶ σφῶν αὐτῶνκαὶ ἡμῶν αὐτῶν καὶ ὅσα κατὰ ταῦτα. (ῃ. 271 ς.) Ὅτι τὸ «οὔ τις τῶν, οἳ νῦνβροτοί εἰσιν ἐπιχθόνιοι» σχῆμά ἐστι κατὰ τοὺς παλαιοὺς κλίσις ἢ μετάληψις. ἔστι δὲ κλίσις ἢ μετάληψις, ὅταν ἡ προτεθεῖσα πτῶσις οὐ φυλάξῃ τὴν ἑαυτῆςἀκολουθίαν, ἀλλ' εἰς ἑτέραν πτῶσιν μετακλιθείη ἢ μεταληφθείη, οἷον καὶ τὸ» τούς, ὅσοι τὸ Πελασγικὸν Ἄργος ἔναιον» καὶ «τοίην ἀοιδὴν ἐπικλείουσινἄνθρωποι, ἥ κεν ἀκουόντεσσι νεωτάτη ἐστί». τοιοῦτον, ὡς προερρέθη, καὶ τὸ» μῆνιν ἄειδε οὐλομένην, ἣ μυρία ἔθηκεν ἄλγεα». ἐν τούτοις γὰρ αἱ αἰτιατικαὶεἰς εὐθείας μετεκλίθησαν ἢ μετελήφθησαν. ὅμοιον καὶ τὸ «ἄνδρα μοι ἔννεπε, ὃςπολλὰ ἐπλανήθη». καὶ ὅρα ἑτέραν ταύτην μετάληψιν παρὰ τὴν πρὸ μικροῦῥηθεῖσαν. Ὅτι ἡ τοῦ Νέστορος ἐνταῦθα δημηγορία τὴν προσωπικὴν αὐτοῦσύστασιν πλείονα ἔχει τῆς ἀξιώσεως καὶ τὸ πάρεργον πλεῖον αὐτοῦ τοῦ ἐργώδουςπράγματος καὶ τὸ προοίμιον ὑπὲρ τὸν ἀγῶνα καί, ὡς ἄν τις εἴποι, τὴν κεφαλὴντοῦ λόγου μείζω τοῦ λοιποῦ σώματος. τὸ μὲν γὰρ πρᾶγμα ἐν μόνοις δέκα ἔπεσιδιείληπται, ὁ δὲ τοῦ Νέστορος ἔπαινος καὶ ἡ ἱστορικὴ παρεμπλοκὴ ἐν τρισκαίδεκα στίχοις ἐκτέθειται. αἴτιον δὲ τούτου, ὅτι τὸ μὲν πρᾶγμα αὐτόθεν ἔχειτὸ δυνατὸν καί, ὡς δίκαιον, «οὐ ποικίλων ἑρμηνευμάτων δέεται», τῷ δὲπροσώπῳ χρεία ἦν μακροτέρας συστάσεως, ὡς ἂν ἀξιωματικῶς καταιδέσῃκαὶ μὴ ἀχρειώσῃ τὴν τοῦ πράγματος ἰσχὺν τὸ δοκοῦν εὐτελὲς τοῦ προσώπου. (ῃ. 275– 84) Γενναία δὲ ἡ τοῦ Νέστορος ἀξίωσις αὐτοῖς ἐπεξιοῦσα καὶ μόνοιςτοῖς ἀναγκαιοτάτοις διὰ τὸ κατεπεῖγον καὶ μηδὲν τοῦ καιρίου καὶ ἀληθοῦςπλέον λέγουσα καί πως ἀμφοῖν τοῖν ἀριστέοιν χαριζομένη δίχα πανουργίας. καὶ γὰρ ἀξιοῖ μήτε τὴν Βρισηΐδα ὑπὸ τοῦ βασιλέως ἀφαιρεθῆναι, ἥν, ὡς καὶἈχιλλεὺς ἔφη, οὐκ αὐτὸς ἀλλ' οἱ Ἀχαιοὶ γέρας ἔδοσαν τῷ Ἀχιλλεῖ, μήτε μὴντὸν Ἀχιλλέα ἐρίζειν τῷ βασιλεῖ. διὰ τί; «οὐ γάρ ποτε», φησίν, «ὁμοίας ἔτυχετιμῆς σκηπτοῦχος βασιλεὺς καὶ ᾧπερ ἁπλῶς κῦδος δέδωκε θεός» δι' ἀνδρίαντυχόν, ὃ δηλοῖ τὸ «καρτερός ἐσσι», ἢ καὶ δι' εὐγένειαν, ὃ δηλοῖ ἐν τῷ «θεὰ δέσε γείνατο μήτηρ». Ἐν τούτοις δὲ καὶ ἑρμηνεύει ἐπεξεργαστικώτερον, τίσημαίνει τὸ δοθῆναι πρὸς Διὸς κῦδος τῷ Ἀχιλλεῖ. δηλοῖ δὲ καὶ ὡς οὐ μόνῳαὐτῷ κῦδος δέδοται, εἴγε καὶ ὁ Ἀγαμέμνων, ὡς καὶ ὁ Ἀχιλλεὺς φθάσας κύδιστός ἐστι. φησὶ γάρ· «εἰ δὲ σὺ καρτερός ἐσσι θεὰ δέ σε γείνατο μήτηρ, ἀλλ' ὅδε φέρτερός ἐστιν, ἐπεὶ πλεόνεσσιν ἀνάσσει». ὥστε καὶ κύδιστός ἐστιφύσει ὁ Ἀγαμέμνων ὡς εὐρυκρείων καὶ πλειόνων ἀνάσσων καὶ οὐχ' ἁπλῶςκύδιμος, ὦ Ἀχιλλεῦ, κατὰ σὲ τὸν ἐκ τοῦ Διὸς μὲν κῦδος ἔχοντα, μικροβασιλέαδέ. καὶ ὅρα ὅπως οὔτε γενναιότητα οὔτε εὐγένειαν ὑπερτίθησι τῆς βασιλείας. θείας γὰρ λήξεως κατὰ τοὺς παλαιοὺς δοκοῦσιν εἶναι οἱ βασιλεῖς. ἐνταῦθα δὲὅρα καὶ ὅπως πραγματικῶς ὁ Νέστωρ ἀπὸ βασιλέως ἀρξάμενος εἰς αὐτὸνκατέληξεν, ὅπερ αὐτὸς ἀλλαχοῦ ἐπισημαίνεται ὡς ἐπίτηδες οὕτω τοὺς λόγουςμεθοδεύων. ἐρεῖ γάρ που πρὸς τὸν βασιλέα, ὅτι ἀπὸ σοῦ μὲν ἄρξομαι, εἰς σὲ δὲλήξω. ἤρξατο δὲ ἐνταῦθα ἐκ τοῦ βασιλέως προκαταστέλλων τὸν θυμὸν αὐτοῦἐν τῷ «μήτε σὺ ἀγαθός περ ὢν ποίει τάδε». εἶτα πρὸς τὸν Ἀχιλλέα λαλήσαςἀνακάμπτει εἰς τὸν βασιλέα καί φησιν· «Ἀτρείδη, σὺ δὲ παῦε τεὸν μένος». (ῃ. 275 ς.) [Ἰστέον δὲ ἐν τοῖς ῥηθεῖσιν, ὅτι τε τὸ «μήτε σὺ τόνδε ἀφαιροῦ τὸοἰκεῖον γέρας» ἀποαίρεο λέγει φυσικῶς– ἐκ ταύτης γὰρ τῆς πρωτοτύπουδιαλύσεως κέκραται τὸ «ἀφαιροῦ» προστακτικόν– καὶ ὅτι κἀνταῦθα κεῖταιτὸ πρῶτα πληθυντικῶς ἀντὶ ἑνικοῦ τοῦ πρῶτον· (ῃ. 278) καὶ ὅτι τὸ ἔτυχεν» ἔμμορε» λέγει κατὰ χρόνον μέσον παρακείμενον. μείρω γὰρ μερῶ, μέμορακαὶ μεταθέσει ἔμμορα τὸ εἰς μοῖραν ἔλαχον.] (ῃ. 279) Τὸ δὲ σκηπτοῦχος, ὡςμὲν πρὸς τὸ σκῆπτρον, ἔλλειψιν δοκεῖ ἔχειν τοῦ ˉρ διὰ καλλιφωνίαν. εἰ δέ, ὡςπροεγράφη, ἀπὸ τοῦ σκάπτου γίνεται, ἀνελλιπῶς ἔχει. σκᾶπτον γὰρ καὶ Πίνδαρος Δωρικῶς τὸ σκῆπτρόν φησιν. ἰστέον δὲ ὅτι, ὥσπερ διαφέρει ὁ δᾷδαςἔχων ἁπλῶς καὶ ὁ ἐν τοῖς κατ' Ἐλευσῖνα μυστηρίοις δᾳδοῦχος καὶ ὁ ῥάβδονἁπλῶς ἔχων καὶ ὁ ταξεωτικὸς ῥαβδοῦχος, οὕτω καὶ ὁ σκῆπτρον ἁπλῶς ἔχωνκατὰ τὸν ἐν Ὀδυσσείᾳ πτωχὸν Ὀδυσσέα καί, εἴ τις ἄλλος τοιοῦτος, καὶ ὁ σκηπτοῦχος, ὃς βασιλεὺς εἶναι ἰδιάζεται. (ῃ. 281) Τὸ δέ «φέρτερος» λείπουσανζητεῖ πρόθεσιν τὴν ˉπˉρˉο ἢ ˉὑˉπˉεˉρ. δηλοῖ γὰρ προφερέστερον ἢ ὑπερφερέστερον. (ῃ. 275) Ὅτι καὶ τὴν Βρισηΐδα, ὥσπερ καὶ πρὸ τούτου τὴν Χρυσηΐδα, κούρηνκαλεῖ, ὡς ἁπλῶς νέαν· οὐ γὰρ δή που παρθένοι εἰσὶν οὔτε ἐκείνη οὔτε αὕτη. πολλαχοῦ δὲ τῆς ποιήσεως ἐπὶ τοιούτου σημαινομένου ἡ κόρη κεῖται. (ῃ. 277) Ὅτι ἐν τῷ «μήτε σὺ Πηλείδη θέλε ἐρίζειν βασιλεῦσιν» οἱ παλαιοὶ εἰς τὸ «δή» ὀξεῖαν τιθέασι μετὰ ἀποστρόφου συναλείφοντες, ὡς ἂν εἴη «μήτε σὺ Πηλείδἤθελε» ἤγουν μήτε σύ, ὦ Πηλείδη, ἔθελε. φασὶ γὰρ μὴ εἶναι παρὰ τῷ ποιητῇτὸ θέλειν δισυλλάβως, ἀλλὰ ἐθέλειν μετὰ τοῦ ˉε. (ῃ. 284) Ὅτι τὸν φησὶν ὁ Νέστωρ ἕρκος εἶναι πολέμοιο κακοῖο τοῖς Ἀχαιοῖς καὶ οὐχ' ἁπλῶς, ἀλλὰ καὶ «μέγα ἕρκος» καὶ «πᾶσιν Ἀχαιοῖς». καὶ ὅρα ὅπως οὐδὲν μὲν ὁ Νέστωρἐπέκρυψε τῶν ἀγαθῶν, ὧν ἔχουσιν ὁ βασιλεὺς καὶ ὁ Ἀχιλλεύς· ἐθέλει δὲ ὅμως, μᾶλλον δὲ λίσσεται διὰ τὸ σεμνότερον, ὅ ἐστι λιτανεύει τὸν βασιλέα, παύσασθαιτοῦ χόλου τῷ Ἀχιλλεῖ. κρίνει γὰρ ἀδικεῖσθαι αὐτόν. (ῃ. 286– 9) Ὁ δὲ βασιλεὺς ὁμολογεῖ μὲν εὖ εἰπεῖν τὸν γέροντα ῥήτορα, οὐ ποιεῖ δὲ τὸ συμβουλευθέν, ἀλλ' αἰτιᾶται τὸν Ἀχιλλέα ὡς πάντων ἐθέλοντα περιεῖναι, οὐδὲν λέγων ἀληθές, μάτην δὲ οὕτω τὴν αἰτίαν τῆς ἔριδος ὑπὸ φιλονεικίας ἀνατιθεὶς τῷ Ἀχιλλεῖ. διὸ καὶ βλαβήσεται ὕστερον ὡς καὶ λιτὰς τοῦ γέροντος παριδὼν καὶ ὡς ἀγαθῷσυμβούλῳ μὴ πεισθείς. εἰ γάρ «ἀγαθὴ παραίφασίς ἐστιν ἑταίρου», τί ἂν πάθοιχρηστὸν ὁ ταύτῃ μὴ ἐθέλων πείθεσθαι; (ῃ. 284) Ἰστέον δὲ ὅτι ταὐτὸν ἐνταῦθαἕρκος καὶ τεῖχος εἰπεῖν, ἵνα νοῆται ὁ Ἀχιλλεὺς οἷά τι κατὰ τῶν πολεμίωνπυργοειδὲς ἔρυμα ἵστασθαι, [ὁποῖος καὶ ὁ Αἴας ἐν τοῖς ἑξῆς που ῥηθήσεται. Δῆλον δὲ ὡς τὸ «πολέμου ἕρκος» διαστολὴν ἔχει πρὸς τὸ αὐλῆς ἕρκος καὶἀλῳῆς ἕρκος καὶ τὰ τοιαῦτα. (ῃ. 282) Τὸ δέ «παύσασθαι χόλου» διχῶς φράζειὍμηρος «Ἀτρείδη σὺ δὲ παῦε τεὸν μένος». καὶ πάλιν «λίσσομαι μεθέμεν χόλον». καὶ ἔστι κἀνταῦθα διττολογία πρὸς διόρθωσιν λόγου. δυσωπητικώτερονγὰρ τοῦ «παῦε μένος» τὸ «λίσσομαι μεθέμεν χόλον». ταὐτὸν δὲ μεθέμεν εἰπεῖνκαὶ μεθεῖναι καὶ ἀφεῖναι, ὡς πολλαχοῦ φανεῖται.] (ῃ. 286 σς.) Ὅτι ἀγαθῷσυμβούλῳ οἰκεῖον προσφωνηθῆναι τὸ «ναὶ δὴ ταῦτά γε πάντα γέρον κατὰ μοῖρανἔειπες». ὁ δὲ περισσὰ πράττων καὶ πάντων ὑπερφέρεσθαι θέλων εἰκότως ἂνἀκούσοι τὸ «ἀλλ' ὅδ' ἀνὴρ ἐθέλει πάντων περιέμμεναι ἄλλων. πάντων μὲνκρατέειν ἐθέλει, πάντεσσι δ' ἀνάσσειν, πᾶσι δὲ σημαίνειν». καὶ ὅρα καὶ τὴντοιαύτην ταὐτολογίαν τοῦ Ἀγαμέμνονος μὲν οὖσαν, πρέπουσαν δὲ ἀνδρὶθυμουμένῳ. καὶ γὰρ ὁ θυμὸς οὐκ ἐπιτρέπει τῷ λαλοῦντι συλλέγειν νοήματα, ἀλλὰ μίαν ἔννοιαν ἐμπερικλείσας τῷ στόματι ἀφίησι μασᾶσθαι αὐτήν. οὐδέποτεγὰρ οἴονται οἱ θυμούμενοι ἱκανῶς εἰρηκέναι, ὥς φασιν οἱ σοφοί, ἀλλὰ πολλάκιςἐπανακυκλοῦσι τὰ αὐτά. ὁ γοῦν Ἀγαμέμνων ἐνταῦθα τὴν μίαν ἔννοιαντετράκις ἔστρεψε. τὸ γὰρ πάντων περιεῖναι καὶ πάντων κρατεῖν καὶ πᾶσινἀνάσσειν καὶ πᾶσι σημαίνειν τῆς αὐτῆς δυνάμεώς εἰσιν. [ἐν οἷς καὶ πολύπτωτόςἐστι σχηματισμὸς τὸ πάντων καὶ πάντεσσι καὶ πᾶσι. ταὐτολογήσει δὲ μετ' ὀλίγα καὶ ὁ Ἀχιλλεύς.] (ῃ. 290 ς.) Ὅτι ὁμολογεῖ μὲν καὶ Ἀγαμέμνωνἀνδρεῖον εἶναι τὸν Ἀχιλλέα, αἰτιᾶται δὲ ὡς ὑβριστὴν λέγων· «εἰ δέ μιν αἰχμητὴνἔθηκε θεός, τοὔνεκά οἱ προτρέχουσιν ὀνείδεα μυθήσασθαι». τουτέστιν «εἰ δὲἀνδρεῖός ἐστι, διὰ τοῦτο αἱ ὕβρεις αὐτῷ τοῦ λέγειν προτρέχουσι». [Καὶ ὅρα τὸμυθήσασθαι ψιλὸν αὐτὸ μόνον ἴσον ὂν τῷ τοῦ λόγου, ἵνα ᾖ· προτρέχουσι τοῦἁπλῶς λόγου οἱ κατὰ ὄνειδος.] (ῃ. 292) Ὅτι ὥσπερ ἀπὸ τοῦ παραβάλλειν, ὅἐστι συγκρίνειν, γίνεται παραβλήδην τὸ συγκριτικῶς, οὕτω καὶ ἀπὸ τοῦ ὑποβάλλειν τὸ ὑποβλήδην, ὅ ἐστιν ὑποβλητικῶς καὶ ὡς ἐν περικοπῇ διεξοδικοῦλόγου. ὑποβάλλειν δέ ἐστι τὸ ἄλλου λέγοντος μὴ ἀνασχέσθαι ἀπαρτισθῆναι τοὺςλόγους, ἀλλ' ὑποβαλεῖν τοὺς ἑαυτοῦ, [ὡς δῆλον καὶ ἐκ τοῦ «ὑπολαβὼν δὲ ὁ δεῖναἔφη»,] ὃ δὴ καὶ ἐνταῦθα ποιεῖ ὁ Ἀχιλλεύς. οὐ γὰρ ἀνασχόμενος διεξοδεῦσαιτὴν κατηγορίαν τὸν βασιλέα ὑποβλήδην ἀμείβεται. Ἰστέον δὲ ὅτι ὑποβάλλεινοὐ τοῦτο μόνον λέγεται, ἀλλὰ καὶ τὸ νόθα ταῖς ὠδινούσαις ὑποτιθέναι βρέφη, ἃκαὶ ὑποβολιμαῖα διὰ τοῦτο λέγονται. ὅθεν καὶ ὁ Σοφοκλῆς ὑποβολιμαίους εἶπελόγους τοὺς μὴ γνησίους τῆς σώφρονος διανοίας, ἀλλὰ νόθους. καὶ δύναται καὶἐνταῦθα ἴσως τὸ ὑποβλήδην τοιοῦτόν τι λέγειν. ἃ γὰρ νῦν λέγει ὁ Ἀχιλλεύς, θυμοῦ ὑποβάλλοντος λέγει. οἱ δὲ γνήσιοι τῆς αὐτοῦ διανοίας τόκοι ἐν τοῖςὕστερον τὴν Ἄτην μέμψονται μεταμελομένου ἐπὶ τῇ μήνιδι. κρείττων δὲ ἡπρώτη ἑρμηνεία. Ὅτι δὲ ὑποβάλλειν λέγεται καὶ τὸ διερμηνεύειν τὰ τῶν λαλούντων, ἢ πρὸς τὸ κατὰ γλῶτταν σαφές, ὅθεν καὶ ὑποβολεῖς οἱ διερμηνευταί, ἢ πρὸςεὐδιάρθρωτον διὰ τὸ τοῦ λόγου δυσήκοον, ὃ καὶ ὑββάλλειν συγκόψας λέγει ὁποιητής, ἐν τοῖς ἑξῆς που ἔσται δῆλον. ἔστι δὲ ὑποβαλεῖν κοινότερον καὶ τὸ ἐρεθιστικῶς ὑποθέσθαι τὰ πρὸς ἔριν, [ἐξ οὗ καὶ ὁ διάβολος ἄνθρωπος καὶ ὁ διαβολεύς. τὸ δὲ τοιοῦτον καὶ ἐνδιαβάλλειν συνθέτως λέγεται. ἀκριβέστερον μέντοιφάναι, ὑποβαλεῖν μὲν κοινότερον τὸ οἱονεὶ κρύφα βαλεῖν ἐξ ἐρεθισμοῦ· βαλεῖνδὲ καὶ ἐνδιαβαλεῖν τὸ διαμπὰξ βαλεῖν συκοφαντικῶς.] τὸ δέ γε εἰπεῖν, ὡςτάδε τὰ ῥήματα τοιόνδε νοῦν ὑποβάλλει, ταὐτόν ἐστι τῷ ὑποτίθησιν. (ῃ. 293 ς.) Ὅτι τὸ «δειλὸς ἂν καὶ οὐτιδανὸς καλεοίμην, εἰ δή σοι πᾶν ἔργον ὑπείξομαι, ὅττι κεν εἴπῃς», εἴποι ἄν τις πρὸς τὸν δεσποτικῶς πολλὰ ἐπιτάττοντα. Ἀχιλλεὺςδὲ ταῦτά φησι πρὸς Ἀγαμέμνονα οὐκ ἀπαγορεύων ὡς οὐδ' ὅλως ὑπείξεται, ἀλλὰ ὡς οὐκ ἐπὶ παντὶ ὑπείξει. Ἰστέον δὲ ὅτι ἐν τῷ «οὐτιδανός» πλεονασμόςἐστι τοῦ ˉδ, ὥσπερ καὶ ἐν τῷ ἐχθοδοπός καὶ ἐν τῷ «πολυδίψιον Ἄργος». ἐχθοδοπὸς μὲν γὰρ ἐκ τοῦ ἔχθω καὶ τοῦ ὄπτω ἢ τοῦ ὄψ ὀπός, ἵνα ᾖ ἐχθοοπός, ὃν μισοῦμεν καὶ βλέποντες ἢ προσφωνοῦντες. Ἄργος δὲ πολυδίψιονοἷον πολυΐψιον, ὡς ἐν καιρῷ ῥηθήσεται. οὕτω δὲ καὶ τὸ κνώδαλον, εἴτε ὑπὸκυνῶν ἁλίσκεται εἴτε κνώσσει ἐν τῇ ἁλί, πλεονασμὸν ἔχει τοῦ ˉδ, ὡς καὶ ἡ ἄχερδος, ἧς οὐκ ἔστι χειρὶ ἅψασθαι διὰ τὸ ἀκανθῶδες, καὶ τὸ ἀπὸ τοῦ ὕω γινόμενονὕδωρ καὶ τὸ ἀνέρος ἀνδρός καὶ ἕτερα, ἐν οἷς καὶ τὸ ἀμαλδῦναι, ὡς ἐν τοῖς ἑξῆςφανήσεται, καὶ ἡ πῖδαξ ἀπὸ τοῦ πιεῖν γινομένη. [ἴσως δὲ καὶ ὅλη ἡ ˉδˉα συλλαβὴπλεονάζει ἐν τῷ οὐτιδανός.] (ῃ. 295) Ὅτι καὶ Ἀχιλλεὺς ταὐτολογεῖ διὰ τὸν θυμὸν ὁμοίως τῷ Ἀγαμέμνονι. φησὶ γάρ· «ἄλλοισι δὴ ταῦτ' ἐπιτέλλεο· μὴγὰρ ἔμοιγε σήμαινε». ταὐτὸν γὰρ τὸ μὴ ἐπιτέλλου καὶ τὸ μὴ σήμαινε. πλείωνδὲ ἡ ταὐτολογία ἐκεῖ, ὡς ἐρρέθη. οἰκεῖος δὲ οὗτος ὁ λόγος μεγάλῳ τινὶ πρὸς τὸνἀπειλητικῶς ἐπιτάσσοντα. τινὲς δὲ ἀρέσκονται, ὡς καὶ Λογγῖνος δηλοῖ, νόθονεἶναι τὸν δεύτερον στίχον, οὗ κατάρχει τὸ σήμαινε, στίζοντες εἰς τὸ «μὴ γὰρἔμοιγε» τελείαν καὶ λαμβάνοντες ἐκ κοινοῦ τὸ ἐπιτέλλεο, ἵνα λέγῃ, ὅτι» ἄλλοις ἐπιτέλλεο· μὴ γὰρ ἔμοιγε ἐπιτέλλεο». (ῃ. 298) Ὅτι κατὰ τοὺς παλαιοὺςἡ Μασσαλιωτικὴ καὶ Σινωπικὴ ἔκδοσις τῆς Ἰλιάδος τὸ «μαχήσομαι» διὰ τοῦˉη ἔχει. Ἡρακλέων δέ, φασίν, ὁ γραμματικὸς τὰ μὲν ῥήματα διὰ τοῦ ˉε προφέρει» μάχεσθαι, μαχέσασθαι» καὶ τὸ «μαχεσάμενον». τὰ δὲ ὀνόματα διὰ τοῦ ˉη, οἷον μαχητής, μαχήμων. τοιοῦτον δὲ καὶ ἐν τοῖς ἑξῆς τὸ κορέσασθαι· αὐτὸ μὲνγὰρ διὰ τοῦ ˉε, τὸ δὲ ἀκόρητος ὄνομα διὰ τοῦ ˉη. ἡ δὲ πλείων χρῆσις διφορεῖ καὶμαχήσω καὶ μαχέσω λέγουσα, ὥσπερ καὶ αἰνέσω καὶ αἰνήσω, [ποθήσω καὶ ποθέσω, ἐξ οὗ ἐν Ὀδυσσείᾳ «κύων ἀπόθεστος», καλέσω καὶ καλήσω, ὅθεν κύρια Καλήτωρ καὶ Καλήσιος· οἰκήσω καὶ οἰκέσω, ὅθεν κατοικεσία καὶ συνοικέσιον·] αἰδέσω καὶ αἰδήσω, ἐξ οὗ καὶ ὁ αἰδήμων· νεικέσω νεικήσω, ὀζέσω καὶ ὀζήσω, ὡς Ἀριστοφάνης ἐν Σφηξίν· ἡγῶ ἡγήσω καὶ ἡγέσω, ἐξ οὗ ἡγεμὼν καὶ ἡγεσία· γαμῶ γαμήσω καὶ γαμέσω, ἐξ οὗ καὶ γαμετὴ ἡ γυνὴ καὶ γαμέτης ὁ ἀνήρ· κηδῶκηδήσω καὶ κηδέσω, ὧν τοῦ μὲν τὸ κεκαδησόμεθα, τοῦ δὲ ὁ κηδεμών. (298 σς.) Ὅτι ὁ ἀφαιρούμενος, ἅπερ ὡς ἐν χάριτι παρά τινων ἔλαβε, τῶν δὲ οἰκείων μὴὑπεξιστάμενος, καιρίως ἂν εἴπῃ τὸ «χερσὶ μὲν οὔτι ἔγωγε μαχήσομαι οὔτε σοὶοὔτε τῳ ἄλλῳ, ἐπεί μ' ἀφέλεσθέ γε δόντες. τῶν δ' ἄλλων, ἅ μοί ἐστι, τῶν οὐκἄν τι φέροις ἀνελὼν ἀέκοντος ἐμοῦ». καὶ ὅρα τὸ ἀνελών οὐκ ἀντὶ τοῦ φονεύσας, ἀλλὰ λαβών. οὕτω δὲ ἀεί φησιν ὁ ποιητής. [κυριολεκτεῖται δὲ ἡ λέξις ἐπὶσωμάτων τῶν κάτωθεν ἐκ γῆς ἀναλαμβανομένων. διὸ καὶ τὸ ἀνελεῖν, ὅ ἐστιφονεῦσαι, τοιαύτην ἔννοιάν τινα ὑποβάλλει. δοκεῖ γὰρ δηλοῦν τὸ ἄνω εἰς ὕψοςἑλεῖν τὸν θανόντα ἄνθρωπον· ἐπεὶ τῶν τις σοφῶν καὶ θανεῖν εἶναι λέγει τὸ θέεινἄνω, οὗ ἀνάπαλιν γένεσιν τὴν εἰς γῆν νεῦσιν.] (ῃ. 299) Τὸ δέ «ἀφέλεσθε» βαρέως εἶπεν Ἀχιλλεύς. οὐ γὰρ ἔτι τὸν βασιλέα αἰτιᾶται ὡς αὐτὸν ἀφελόμενον, ἀλλὰ τοὺς πάντας Ἀχαιοὺς ὡς μηδὲν ὑπὲρ αὐτοῦ λαλήσαντας. διὸ καὶ παρακατιὼν λέγει· «ἵνα γνώωσι καὶ οἵδε», οἵτινες δηλαδὴ διὰ τὸ σὸν δέος ἐφησυχάζουσι. πρὸς τοὺς Ἕλληνας δὲ ἀποτείνεται καὶ τὸ «οὔτε τῳ ἄλλῳ», ἵνα ἐνδείξηταιμηδένα διὰ λόγου ἔχειν. διὸ καὶ τὸ «αἶψα αἷμα κελαινὸν ἐρωήσει περὶ δουρί» ἀορίστως εἶπεν ἐπίτηδες, ἵνα ἐμφήνῃ ὅτι αἵματος ἐρωὴ ἔσται, κἂν ὁ βασιλεύς, κἂν ἄλλοι τινὲς αὐτῷ ἐπέλθωσι. [Ἰστέον δὲ ὅτι, ὥσπερ τὸ «ἀφέλεσθε» παθητικῶςφησιν Ὅμηρος, οὕτω καὶ τὸ ἀνελών παρὰ τοῖς ὕστερον λέγεται. ἀνείλετογάρ φασι καὶ ἀνελόμενος.] (ῃ. 302) Ὅτι τὸ «εἰ δ' ἄγε μὴν πείρησαι, ἵναγνώωσι καὶ οἵδε» τινὲς μὲν σχῆμα νοοῦσιν ἐλλείψεως, οἷον «εἰ δὲ βούλει, ἄγεπειράθητι». ἕτεροι δὲ καὶ τοῦτο σχῆμα ἐκ παραλλήλου φασὶ δύο ἐνταῦθαἰσοδυνάμων κειμένων λέξεων, τοῦ τε εἶ παρακελευσματικοῦ ἐπιρρήματος καὶτοῦ ἄγε, ἀντὶ τοῦ εἴα ἄγε, ὡς ἐάν τις εἴποι «ἄγε δὴ φέρε», ὡς τοῦ ˉδˉε ἀντὶ τοῦδὴ λαμβανομένου, ἵνα λέγῃ ὅτι «εἴα δὴ ἄγε πείρησαι». φασὶ δὲ καὶ ὅτι τοῦτοτὸ εἰ προσλήψει τοῦ ˉα γίνεται εἴα, ὃ δηλοῖ τὸ ἄγε, φέρε, καὶ ἀρέσκει οὕτω τῷ Νικάνορι καὶ δοκεῖ κρειττόνως οὕτως ἔχειν. ἐν γὰρ τοῖς ἑξῆς εὑρεθήσονταιτοιαῦτα σχήματα, ἐν οἷς τὸ μὲν εἰπεῖν «εἰ δὲ βούλει, ἄγε, ποίησον τόδε» οὐκἔσται εὔοδον· τὸ δὲ εἰπεῖν «εἴα δὲ ἄγε, ποίησον» πάνυ εὐοδωθήσεται. ἰστέονδὲ ὅτι ἐκ τοῦ «εἰ δ' ἄγε μὴν πείρησαι» παρέξεσται τὸ «ἔστω μηδὲν ἀπείρητον» παρὰ Ἡροδότῳ. δοκεῖ δὲ τὸ ῥηθὲν εἴα παροξύνεσθαι, ὡς κατ' ἐπέκτασινἔχον τὸ ˉα, ὁποῖόν τι καὶ ἐν τῷ ναίχι γίνεται. [Ὅτι δὲ τὸ εἴα συνεσταλμένην ἔχειτὴν λήγουσαν, ἡ τραγῳδία δηλοῖ ἐν τῷ «ἀλλ' εἴα, τέκνον»· καὶ «ἀλλ' εἴα, χώρει»· καὶ «ἀλλ' εἴα, φείδου μηδέν». ἐξ ἰαμβικῶν δὲ στίχων ταῦτά εἰσι. σημείωσαι δὲ ὅτι κατὰ τὴν τέχνην τοῦ Γεωργίου προπερισπᾶται τὸ ῥηθέν» εἴα» εἰπόντος, ὅτι τε παρακελευσματικὸν ἐπίρρημά ἐστι καὶ ὅτι, ὡς ῥέωῥέα καὶ πλεονασμῷ τοῦ ˉι ῥεῖα, οὕτως ἕω, τὸ ἐκπέμπω, ἕα καὶ πλεονασμῷ εἶα. φέρει δὲ καὶ χρῆσιν τῆς λέξεως κειμένην, φησί, παρ' Εὐριπίδῃ ἐν Σολεῖ ταύτην «εἶα δή, φίλον ξύλον, ἔκτεινέ μοι σεαυτὸ καὶ γίνου θρασύ».] (ῃ. 304) Ὅτι τὸ» ὣς τώ γε ἀντιβίοισι μαχεσσαμένω ἐπέεσσιν ἀνστήτην» σχῆμα ὂν καταστατικὸνἐννοίας οἱ γραμματικοὶ παραγραφὴν καλοῦσι συγκαταριθμοῦντες αὐτὸ τοῖςποιητικοῖς τρόποις. χρώμεθα δὲ τούτῳ τῷ σχήματι, ὅτε συμπληρώσαντεςτὰ φθάσαντα ἐπὶ ἑτέραν διήγησιν μεταβαίνομεν. τοιοῦτον καὶ μετ' ὀλίγα τὸ» ὣς οἱ μὲν τὰ πένοντο κατὰ στρατόν» καὶ ἄλλα μυρία. ἀντίβια δὲ ἔπη τὰἐναντιοδύναμα. (ῃ. 305) Ὅτι τὸ τὴν σύναξιν σκεδάννυσθαι λύεσθαι λέγεται. φησὶ γάρ· «λῦσαν δ' ἀγορήν» καὶ «λῦτο δ' ἀγών» καὶ «ἀνδρῶν ἀγορὰς ἠμὲνλύει ἠδὲ καθίζει». σημείωσαι οὖν ὅτι, εἰ τὸ σκεδάζεσθαι λύσις ἐστί, δεσμός τιςἄρα τὸ συνάγεσθαι, ὥστε ἐκ τούτου ὁ δῆμος ἐτυμολογεῖται, συνδεδεμένος οἷοντυγχάνων ὄχλος κατὰ τοὺς παλαιούς, [ἐκ πάντων δὲ κατὰ εἰρήνην δεδεμένος. τὸ γὰρ τούτου ἀνάπαλιν παράγει τὴν λύην, ὃ σημαίνει τὴν στάσιν, ὅ ἐστιδιάστασιν, παρὰ τοῖς ἀρχαίοις, τὴν διαλυτικὴν τῆς συνδετικῆς ὁμονοίας. ὅθεν καὶ Διόνυσος Λυαῖος, οὐ μόνον ὡς ἐκλύων μέλη, ἀλλὰ καὶ διὰ τὸ αἴτιοςεἶναι λύης τοιαύτης ἐν τῷ ἀμέτρως πίνεσθαι. (ῃ. 306) Ὅτι οὐ μόνον «δαῖταἐΐσην» λέγει ὁ ποιητής, ἀλλὰ καὶ «νῆας ἐΐσας» ἤγουν ἴσας, ὥστε μὴ ἀεὶ τοιχίζειν, καὶ πλεονασμῷ τοῦ ˉε ἐΐσας ἢ πορευτικὰς καὶ ταχέας παρὰ τὸ ἰέναι.] (ῃ. 309) Ὅτι κρίνειν οὐ μόνον ἐπὶ τοῦ δικάζειν, ἀλλὰ καὶ ἐπὶ τοῦ ἁπλῶς χωρίζειν καὶἐπιλέγεσθαι. ἐρέτας γοῦν ἐνταῦθα ὁ Ἀγαμέμνων ἔκρινεν ἤτοι ἐπελέγετο, οἳ καὶἔκκριτοι ἂν διὰ τοῦτο λεχθεῖεν. [ἔστι δὲ ταὐτὸν ἐρέτας κρίνειν καὶ ἐρέταςἐπίτηδες ἀγείρειν.] (ῃ. 312) Ὅτι τὸ ἀναπλεῦσαι ἀναβῆναι λέγεται, οἷον «οἳμὲν ἔπειτ' ἀναβάντες ἐπέπλεον ὑγρὰ κέλευθα». πρόσκειται δὲ τὸ ὑγρά, ἐπεὶκαὶ διὰ ξηρᾶς ἔστι κέλευθος. Τὸ δὲ κέλευθα μεταπλασμὸν γένους φασὶν οἱπαλαιοὶ μεταπλασθέντος τοῦ ἡ κέλευθος εἰς τὸ κέλευθον. γίνονται δὲ τοιαῦταπολλά. οὕτω γὰρ καὶ τοὺς μηροὺς μηρὰ λέγει ἡ ποίησις καὶ τοὺς ῥύπουςῥύπα, ὡς καὶ Θεόκριτος «ἅπαν ῥύπον». καὶ τὰ ζυγὰ δὲ τοῦ τοιούτου εἴδουςεἰσίν. ὡσαύτως καὶ τὰ δεσμὰ καὶ τὸ «γυμνάζει τὰ τράχηλα» παρὰ Καλλιμάχῳ. οὕτω δὲ καὶ τοὺς λύχνους καὶ τοὺς δίφρους λύχνα καὶ δίφρα φασὶν οἱ παλαιοί. μεταβολὴ δὲ γένους καὶ ἡ ἰσθμὸς καὶ ἡ τάρταρος παρὰ Πινδάρῳ καὶ παρὰ Ἡσιόδῳ οὐδετέρως «Τάρταρά τε ἠερόεντα». ὅμοιόν τι καὶ τὸ ἡμέρα καὶ ἦμαρ· λαγὴν γὰρ γένους ἔπαθε καὶ αὐτό. (ῃ. 313) Ὅτι λύματα ἐλέγοντο τὰ καθάρματα, οἱονεὶ λούματά τινα ὄντα, ἅπερ ἐν τῷ λούεσθαι ἀπεβάλλοντο, καὶ τὸ καθαίρεσθαι ἀπολυμαίνεσθαι. καὶ ἦν παρὰ τοῖς παλαιοῖς αὕτη καιριωτάτη λέξις ἐνταῖς ἐπὶ θυσίᾳ καθάρσεσι. διὸ καὶ ὁ ποιητὴς ἐπιμένων οὕτω φησί· «λαοὺς δ' Ἀτρείδης ἀπολυμαίνεσθαι ἄνωγεν. οἳ δ' ἀπελυμαίνοντο καὶ εἰς ἅλα λύματ' ἔβαλλον». διὰ τί δὲ εἰς τὴν ἅλα; ἢ πάντως διὰ τὸ φύσει ῥυπτικὸν εἶναι τὸ τῆςθαλάσσης ὕδωρ. εἰς τὴν ἀπέριττον οὖν φασι τὰ περιττώματα ἔβαλλον. διὸ καὶπαροιμία φησί· «θάλασσα κλύζει πάντα τἀνθρώπων κακά», ἣ παρ' Εὐριπίδῃκεῖται. ἀπὸ δὲ τῶν τοιούτων λυμάτων καὶ παρὰ τοῖς ὕστερον ἡ λύμη ἐπὶ βλάβηςλέγεται, ἣν ἄξιόν ἐστιν ἀπολούσασθαι· καὶ ὁ λυμεὼν ἐντεῦθεν, ὃν κάθαρμά τιςἂν εἴποι καὶ πίνον αὐτόχρημα, ὥσπερ καὶ ὁ παρὰ Σοφοκλεῖ Αἴας «κακοπινέστατον ἄλημα» ἤγουν πλάνημα «στρατοῦ» τὸν Ὀδυσσέα καλεῖ. καὶ τὸ λυμαίνεσθαιδὲ ἐπὶ βλάβης ἐκ τοῦ Ὁμηρικοῦ τοῖς ὕστερον εἴληπται, πλὴν ὅσον ἡ μὲνὉμηρικὴ λέξις τὸ λυμαίνεσθαι σεμνὴ καὶ οὐδέν τι ἐπισυρομένη ψόγου ῥύπασμα, ἡ δὲ παρὰ τοῖς ὕστερον λύμη καὶ τὸ λυμαίνεσθαι καὶ ὁ λυμεὼν ἐπὶ ψόγουλαμβάνονται. ὥσπερ δὲ τὸ βρῶμα βρώμη λέγεται παρὰ τῷ ποιητῇ καὶ παρ' ἑτέροις τὸ τρῶμα τρώμη, οὕτω καὶ τὸ Ὁμηρικὸν λῦμα τὸ λύμη παρήγαγεν. [Εἴη δ' ἂν καινὸν οὐδὲν τὸ λῦμα φορτικὴν λέξιν εἶναι γενόμενον ἐκ τοῦ λούω, εἴγε καὶ τὸ κάθαρμα μισεῖται ἀπὸ τοῦ καθαίρω παραχθὲν καὶ ἐκ τοῦ ἅζω, τὸσέβομαι, ἅγος, δι' οὗ δηλοῦται τὸ μίασμα.] (ῃ. 315) Ὅτι δηλοῖ καὶ ἐνταῦθαὁ ποιητὴς τέλεια δεῖν εἶναι τὰ θυόμενα. φησὶ γάρ· «ἔρδον Ἀπόλλωνι τεληέσσαςἑκατόμβας». ταῦροι δὲ καὶ αἶγες ἦσαν τὰ θυόμενα. [ἔστι δὲ ἔρδειν τὸ θύειν, ὡς ἀλλαχοῦ ῥηθήσεται. ὥσπερ δὲ φθόγγος φθογγήεις, οὕτω τέλος τελήεις, οὗθηλυκὸν ἡ τελήεσσα.] (ῃ. 315 ς.) Ὅτι ἀτρύγετος θάλασσα ἢ ἡ βαθεῖα, ἧς οὐκἔστιν εὑρεῖν τρύγα, ἢ οἷον ἀτρύετος ἤγουν ἀκαταπόνητος διὰ τὴν τοῦ στοιχείουδύναμιν πλεονασμῷ τοῦ ˉγ ἢ ἀφ' ἧς οὐδὲν τρυγῶμεν. τὸ γὰρ τρυγᾶν ἐπὶ γῆςκυριολεκτεῖται. ὅτι δὲ καὶ ἀὴρ καὶ αἰθὴρ ἀτρύγετοι, ἀλλαχοῦ φανήσεται. [ Ορα δ' ἐνταῦθα, ὅτι τε οὐχ' ἑκατόμβην ἀλλ' ἑκατόμβας ἀναγκαίως ὁβασιλεὺς θύει τῷ Φοίβῳ καὶ ὅτι καλῶς διὰ τὸν γενησόμενον ἀνάπλουν «παρὰθῖν' ἁλὸς ἀτρυγέτοιο» θύουσιν. ὡς δέ, καθὰ ῥηγμὶν ἐκ τοῦ ῥήσσειν, οὕτω καὶθὶν θινὸς θηλυκῶς τὰ πολλὰ ὁ αἰγιαλὸς λέγεται, περὶ ὃν ῥήσσονται καὶ θείνουσιν, ὅ ἐστι τύπτουσι τὰ κύματα πλήττοντα– διὸ καὶ «παραπλῆγες ἀκταί» λέγονται– καὶ ὅτι τὸ θίν θινός ὡς δικατάληκτον ἔχει ἀντὶ διφθόγγου μόνον τὸδίχρονον, ἀγραμματίκευτός ἐστιν ὁ μὴ εἰδώς.] (ῃ. 317) Ὅτι τὸ «κνίσση δ' οὐρανὸν ἷκεν ἑλισσομένη περὶ καπνῷ» ἐμφαντικόν ἐστι τῆς τῶν τυθέντων ζῴωνπιότητος. ἔχει δέ τι καὶ ἀστεῖον ὁ λόγος κατὰ τοὺς παλαιοὺς δεικνύων φανταστικῶς τὴν λευκὴν πιμελὴν συναναμιγνυμένην τῇ μελανίᾳ τοῦ καπνοῦ. κνίσσαδὲ καὶ νῦν ἡ τῆς πιμελῆς ἀνάδοσις· οὐρανὸς δὲ ὁ ἀήρ. Τὸ δὲ ἷκεν ἀντὶ τοῦκατελάμβανεν ἀεὶ διὰ τοῦ ˉι παρὰ τῷ ποιητῇ γραφόμενον ἀπὸ τοῦ ἵκω, ἐξ οὗκαὶ τὸ ἱκάνω καὶ ἱκνῶ. δῆλον δὲ ὡς προῆν τὸ ἐν τῷ ˉι γραφόμενον ἵκω τοῦ παρὰτοῖς ὕστερον διὰ τοῦ ˉη, ἐφ' οἷς γέγονε σύμβασις τοῖς κριτικοῖς, ἵνα μὴἀμφιμάχοιντο, γράφεσθαι τοῦ ἵκω τὰ μὲν ἐνεργητικὰ διὰ τοῦ ˉη, τὰ δὲ παθητικὰδιὰ τοῦ ˉι. καὶ οὕτω φυλάσσονται παρὰ τοῖς μεθ' Ὅμηρον ἄμφω αἱ γραφαί. δύναται δὲ καὶ ἄλλως τὸ «οὐρανὸν ἷκε» νοηθῆναι κατὰ προθέσεως ἔλλειψιν ἀντὶτοῦ «εἰς οὐρανὸν ἤρχετο». Τὸ δέ «περὶ καπνῷ» καινότερον συντέτακται· τὸγὰρ κοινόν «περὶ καπνόν». καὶ ἢ ἀττικισμός ἐστιν ἢ κατὰ ἀναστροφὴν κεῖταιἡ πρόθεσις, ἵνα ᾖ περιελισσομένη καπνῷ. ὅτι δὲ καὶ ἡ ˉπˉεˉρˉι καὶ ἡ ˉἀˉμˉφˉι καὶ ἡˉὑˉπˉο πρόθεσις μυριαχοῦ δοτικῇ συντάσσονται καὶ μάλιστα ἡ ˉὑˉπˉο καὶ ἡ ˉἀˉμˉφˉι, τὰ ἐφεξῆς δείξει. (ῃ. 323 ετ 326) Ὅτι ἐπικρίνει καὶ ὁ ποιητὴς οὐκ εὖ διαπράξασθαι τὸν βασιλέα τὰ ἐπὶ τῷ Ἀχιλλεῖ. φησὶ γὰρ ὅτι προσέταξε τοῖς κήρυξιχειρὸς λαβόντας ἤτοι ἁψαμένους ἢ ἀπὸ χειρὸς λαβόντας ἄγειν τὴν Βρισηΐδα. εἶτα οἷον μεμφόμενος ἐπάγει· «κρατερὸν δ' ἐπὶ μῦθον ἔτελλεν» ἤγουν ἀπηνῆ, ὥσπερ ποτὲ καὶ ἐπὶ τοῦ ἱερέως Χρύσου. διὸ κατωτέρω καὶ ἀπηνέα ἐρεῖτὸν βασιλέα. τοῦτο δὲ συγγενὲς πρὸς τὸ κρατερόν, ὡς δηλοῖ τὸ «ἀπηνέα τεκρατερόν τε». Ἰστέον δὲ ὡς τὸ καρτερός ὀξύνεται ὡς ἔχον τὴν παραγωγὴν διὰτοῦ ˉεˉρˉοˉς ἐκ τοῦ κάρτος, ὡς βλάβος βλαβερός. τὰ μέντοι διὰ τοῦ ˉτˉεˉρˉοˉς ἔχοντατὴν παραγωγὴν βαρύνονται, ὡς τὸ σφέτερος, πρότερος, κύντερος. τὸ Ἀμφοτερόςκύριον πρὸς διαστολὴν ὀξύνεται. (ῃ. 320) Ὅτι ὥσπερ καὶ ἕτερα πολλὰ τῶνκυρίων ὀνομάτων οἰκείως ταῖς προσωπικαῖς ἐνεργείαις ὠνομασμένα κατὰ τὴνλεγομένην φερωνυμίαν κεῖνται παρὰ τῷ ποιητῇ, οὕτω καὶ ἐπὶ τῶν βασιλικῶνἐνταῦθα κηρύκων γέγονε. Ταλθύβιον γάρ τινα καὶ Εὐρυβάτην κήρυκας τοῦ βασιλέως φησὶ καὶ ὀτρηροὺς θεράποντας, ὅ ἐστι σπουδαίους, παρὰ τὸ ὀτρύνω ἢ ἀπὸτοῦ τρῶ, τὸ δειλιῶ καὶ συστέλλομαι, πλεονασμῷ τοῦ ˉο. παρῆκται δὲ Ταλθύβιοςμὲν ἀπὸ τοῦ θάλλειν κατὰ τὴν βοήν, οἱονεὶ θαλθύβιος· Εὐρυβάτης δὲ παρὰ τὸεὐρὺ βάζειν. καὶ ἐν Ὀδυσσείᾳ δὲ κῆρυξ ὁμοίως Εὐρυβάτης Ἰθακήσιος. καὶΤρωϊκὸς δέ τις κῆρυξ Περίφας λέγεται ὡς περιττῶς φωνῶν. ὁ δ' αὐτὸς καὶἨπύτου υἱὸς παρὰ τὸ ἠπύειν καὶ αὐτοῦ κληθέντος ὡς κήρυκος. ἠπύειν γὰρ τὸφωνεῖν. καὶ αὐτὸ δὲ τὸ κῆρυξ ἐκ τοῦ γηρύω τὸ φωνῶ παράγεται. (ῃ. 321) Τὸδὲ θεράπων κατὰ Κρῆτας δηλοῖ, φασί, δοῦλον ὁπλοφόρον, ὅπερ οὐκ οἶδεν Ὅμηρος. γέγραπται δέ τι περὶ αὐτοῦ καὶ ἐν τοῖς τοῦ Περιηγητοῦ. Ἰστέον δὲ ὅτι καὶἡ παροιμία Εὐρυβάτην πονηρὸν οἶδεν ἄνδρα, ὃν οἱ πλείους Εὐρύβατον λέγουσιν, ἀφ' οὗ εὐρυβατεύεσθαι τὸ πονηρεύεσθαι. Ἡρόδοτος δὲ ἱστορεῖ στρατηγὸν Εὐρυβάτην Ἀργεῖον πένταθλον ἐπασκήσαντα καὶ μονομαχεῖν ἄριστον. ὁ δ' αὐτὸς καὶ Ταλθυβίου ἱερὸν ἱδρῦσθαί φησιν ἐν Σπάρτῃ καὶ ὅτι ἀπόγονοι ἐκεῖσε Ταλθυβιάδαι καλούμενοι. Ἰστέον δὲ ὅτι ἄσυλοι ἐς τὸ παντελὲς ἦσαν οἱ κήρυκες οἷα θεῖον γένος νομιζόμενοι. ἐδόκουν γὰρ κατάγεσθαι ἀπὸ Κήρυκος υἱοῦἙρμοῦ, ὃς ἐκ Πανδρόσου ἐγεννήθη αὐτῷ θυγατρὸς Κέκροπος. διὸ καὶ ἐνὈδυσσείᾳ στέλλων ὁ Ὀδυσσεὺς κατασκόπους εἰς ἀλλοδαπὰς χώρας καὶ κήρυκα ἐδίδου ἕπεσθαι διὰ τὸ ἄσυλον. καὶ ἦσαν μέσοι θείου τε γένους καὶἀνθρωπίνου καὶ οὐκ ἦν θεμιτὸν κακοῦσθαι αὐτούς, εἰ μὴ ἄρα Λαιστρυγόνεςμάρψειάν τινα ἢ Κύκλωψ ἢ ἕτερός τις, ὃς οὐκ οἶδε θέμιστας. διὸ καὶ ὁ βασιλεὺςκήρυκας εἰς τὴν τοῦ Ἀχιλλέως στέλλει σκηνήν, πρὸς οὓς οὐκ ἂν ἐνδείξηται ὁἈχιλλεὺς τὴν ἀπειλήν, ἣν ἔφη πρὸ μικροῦ εἰπών· «αἶψά τοι αἷμα κελαινὸνἐρωήσει περὶ δουρί». λογίζεται γὰρ ὁ βασιλεύς, ὡς ἢ ἀνύσουσιν οἱ κήρυκες καὶἔχει αὐτός, ὃ θέλει, ἢ ἀλλ' ὑποστρέψουσιν ἀβλαβεῖς καὶ τὸ ἐντεῦθεν αὐτὸς τὸποιητέον βουλεύσεται. Ἀχιλλεὺς δὲ ἰδὼν αὐτοὺς καὶ τὸ καθῆκον τηρῶν αἰδεῖταικαὶ «χαίρετε» προσφωνεῖ «κήρυκες Διὸς ἄγγελοι καὶ ἀνδρῶν». καὶ ἕρμαιονἡγεῖται τὸ πρᾶγμα, εἰ τοιοῦτοι ἄνδρες ἦλθον ἀφαιρησόμενοι τὴν Βρισηΐδα, οὓς μάρτυρας ὕστερον ἕξει τῆς τοῦ ἀπηνέος βασιλέως ἀδικίας παρά τε θεοῖςκαὶ ἀνθρώποις. κάλλιον ἄρα ὁ Ἀχιλλεὺς καὶ εὐλογώτερον σεμνύνει τοὺςθείους κήρυκας ἤπερ τὸ σκῆπτρον ἐκεῖνο, ὃ καὶ εἰς ὅρκον ἔθετο. Ἰστέον δὲ ὅτιτὸ πρεσβεῖον τῶν κηρύκων δηλοῖ καὶ Ἡρόδοτος, ἐν οἷς λέγει ὅτι Ταλθυβίουμῆνις κατέσκηψεν εἰς Λακεδαίμονα, διότι τοὺς τοῦ Ξέρξου κήρυκας αὐτοὶἀνεῖλον, ὅτε γῆν καὶ ὕδωρ ἐζήτουν· καὶ ὅτι συνέχεον Λακεδαιμόνιοι τὰπάντων ἀνθρώπων νόμιμα ἀποκτείναντες κήρυκας. (ῃ. 323) Ὅτι καὶ παρ' Ὁμήρῳ, καθὰ καὶ Ἡσιόδῳ καὶ ἄλλοις, ἀντὶ προστακτικῶν λαμβάνονται τὰ ἀπαρέμφατα, οἷον ἐνταῦθα τὸ «χειρὸς ἑλόντε ἀγέμεν Βρισηΐδα» ἤγουν ἄγετε. ἔοικε δὲ καὶ τοῦτο τὸ σχῆμα κατ' ἔλλειψιν γίνεσθαι ὡς ῥήματος προαιρετικοῦτινος λείποντος, οἷον τοῦ θελήσατε ἀγέμεν ἢ σπεύσατε ἢ τοιούτου τινός. [Μονῆρες δὲ ἐν θηλυκοῖς ἡ χείρ, ἣ κλίνεται διχῶς, ποτὲ μὲν διὰ τοῦ ˉε, ὅθεν καὶτὰ χέρνιβα, ποτὲ δὲ διὰ τῆς ˉεˉι διφθόγγου, ποτὲ δὲ κατὰ Ἡρωδιανὸν καὶμετατεθείσης αὐτῆς εἰς ˉη. ᾧ μαρτυρεῖ, φησίν, Ἀλκμᾶν ἐν τῷ «ἐπ' ἀριστερὰχηρὸς ἔχων». Αἰολεῖς δὲ χερρός λέγοντες μαρτυροῦσι τούτοις καὶ αὐτοί. οὐγὰρ πρότερον διπλασιάζουσι σύμφωνον, εἰ μὴ μικρὰ εἴη προηγουμένη· εἰμίἐμμί· ἡμεῖς ἄμμες.] Σημείωσαι δὲ ὅτι ἐν τῷ τόπῳ τούτῳ πεντάκις ἐχρήσατοτοῖς ἀπὸ τοῦ ἄγω ῥήμασι διὰ τὸ καίριον τῆς λέξεως. ἄγονται γὰρ ὡς ἐπὶ πολὺτὰ ἔμψυχα, καθὰ προερρέθη. ἐκ δὲ τοῦ τοιούτου ἄγειν καὶ ἐπὶ αἰχμαλωσίαςεἴρηται ἀπαγωγή· καὶ τὸ ἀγείρειν δὲ ἐντεῦθεν παράγεται. ἄγουσι δέ που καὶτὸν Ἕκτορα Τρῶες ἄλλον τρόπον εἰς τὸ ἄστυ, ὡς ἐν τῇ ἦτα ῥαψῳδίᾳ φανεῖται. στρατηγοὶ δὲ αὖθις ἄλλως ἄγουσι τὸν λαόν· καὶ ἑτέρως κατάγειν τις θρίαμβονλέγεται καὶ παῖδας ἀνάγειν, καὶ ὅλως πολυσήμαντον τὸ ἄγειν ἐστὶν ἔν τεσυνθέσει καὶ ἐν ἁπλότητι. [Κεῖται δὲ ἐν τούτοις καὶ τὸ «κλισίην» κατ' ἔλλειψινκαὶ τῆς ˉεˉιˉς προθέσεως καὶ τῆς ˉδˉε ἐπεκτάσεως δηλοῦντος τοῦ ποιητοῦ ὡςταὐτόν ἐστιν εἰπεῖν ἔρχεσθον κλισίην καὶ ἔρχεσθον εἰς κλισίην καὶ ἔρχεσθον κλισίηνδε. οὕτω καὶ πρὸ ὀλίγων εἰπών «ἅλαδε», ὑποκαταβὰς εἰς ἅλα ἔφη σαφέστερον. ἰστέον δὲ ὡς ἐν τῷ «ἔρχεσθον κλισίην» δύναται καὶ ἡ ˉἐˉπˉι πρόθεσις λείπειν, ὡς δηλοῖ κατωτέρω τὸ «ἐπὶ κλισίας ἱκέσθην».] (ῃ. 324 ς.) Ὅτι ἐν τῷ «εἰ δέ κεμὴ δώῃσιν, ἐγὼ δέ κεν αὐτὸς ἕλωμαι ἐλθὼν σὺν πλεόνεσσι, τό οἱ καὶ ῥίγιονἔσται» οὐδετέρου γένους ἐστὶ τὸ «πλεόνεσσιν», ἵνα λέγῃ, ὅτι ἐλθὼν ἀφαιρήσομαιτὴν Βρισηΐδα σὺν ἄλλοις πολλοῖς τοῦ Ἀχιλλέως κτήμασι. καὶ συμφωνεῖτοῦτο καὶ εἰς τὸ τοῦ βασιλέως φιλοκτέανον. Τὸ δὲ εἰπεῖν ὅτι ἐλθὼν σὺν πλεόνεσσιν ἀνδράσιν ἀφέλωμαι τὴν Βρισηΐδα, ἀγεννές φασί τινες καὶ βασιλικῆςφωνῆς οὐκ ἄξιον. δειλίαν γὰρ κατηγορεῖ τοῦ στείλαντος καί, ὡς ὠνειδίσθη, καρδίαν αὐτὸν ἔχειν ἐμφαίνει ἐλάφου. δύναται μέντοι ἄλλως ἀψόγως καὶτοῦτο νοηθῆναι ὡς οἷα καταδημαγωγοῦντος τοῦ βασιλέως τοὺς Ἕλληνας ὡςδυναμένους τῷ Ἀχιλλεῖ ἀντεπεξάγεσθαι, περὶ ὧν καὶ φθάσας εἶπεν, ὅτι» πάρεισί μοι καὶ ἄλλοι, οἵ κέ με τιμήσουσιν», ἄλλως τε καὶ ἐπεὶ ὁ Ἀχιλλεὺςκαθήψατό πως τῶν Ἑλλήνων ἐν τῷ «οὔτε σοὶ μαχήσομαι οὔτε τῳ ἄλλῳ», ὡς καὶ τῶν ἄλλων Ἀχαιῶν ἀδικησάντων, καὶ ἐν τῷ «ἐπεί με ἀφέλεσθέ γεδόντες» καὶ ἐν τῷ «αἶψα αἷμα κελαινὸν ἐρωήσει περὶ δουρί», θαρρεῖ ὁ βασιλεὺςὡς ἤδη καὶ οἱ ἄλλοι ἐκπολεμωθέντες τῷ Ἀχιλλεῖ ἀκέλευστοι ἕψονται αὐτῷκατ' ἐκείνου. διὸ καί φησιν ἐλθεῖν σὺν πλεόνεσσι καὶ ἐπάγει «τό οἱ καὶ ῥίγιονἔσται», ὡς φρικαλέου ἐσομένου τῷ Ἀχιλλεῖ τοῦ ἐπελθεῖν αὐτῷ καὶ τοὺςἈχαιούς. [Ῥίγιον δὲ τὸ φρικτὸν διὰ τὸ καὶ ῥῖγος ἐν τοιούτοις πολλάκις γίνεσθαι τῇ συστολῇ τοῦ ἐμφύτου θερμοῦ. (ῃ. 326) Ὅτι καθάπερ ἐν τῷ «ἀλλὰ κακῶςἀφίει», οὕτω καὶ ὧδε ἐν τῷ «ὣς εἰπὼν προΐει» συνέστειλεν Ἰωνικῶς τὸδίχρονον τοῦ ἵει μακρὸν ἄλλως φύσει ὂν δι' αὔξησιν κατὰ τὸ «κνίσση δ' οὐρανὸνἷκε» καὶ τὰ ὅμοια. (ῃ. 330) Ὅτι μυριαχοῦ φίλον τοῖς ῥήτορσιν ἀντὶ καταφάσεων εὐειδεῖ χρᾶσθαι σχήματι τῷ κατὰ ἀπόφασιν, ὡς καὶ ὅτε εἴπῃ τὸ «οὐγάρ μιν ἀφαυρότατος βάλεν», ἀλλὰ δηλαδὴ ὁ ἰσχυρότατος. οὕτω καὶ ὧδέφησιν, ὡς οὐ γήθησεν Ἀχιλλεὺς ἰδὼν τοὺς ἐκ βασιλέως κήρυκας, ἀλλ' ὑπερελυπήθη δηλονότι. τοιοῦτον καὶ τῶν ὕστερον, Ἐπικούρου μὲν τὸ «οὐ παραγένησις» ἤτοι ἀποδημία, καὶ Θουκυδίδου τὸ «διὰ τὴν οὐ περιτείχισιν» ἤγουν τὸἀτείχιστον.] (ῃ. 331) Ὅτι φόβος τε ὑπῆν τοῖς κήρυξι καὶ αἰδώς, ὁπηνίκατὸν Ἀχιλλέα εἶδον· φόβος μὲν διὰ τὴν φθάσασαν λαληθῆναι ἀπειλὴν ὑπ' αὐτοῦ· αἰδὼς δὲ διὰ τὴν τοῦ ἥρωος ἀρετήν. διό φησι· «τὼ μὲν ταρβήσαντε καὶαἰδομένω βασιλῆα στήτην». ἔφη δὲ καὶ ὅτι ἀέκοντες ἔβαινον· ᾔδεισαν γὰρ οὐκἐπὶ δικαίοις βαίνοντες, ἐπείθοντο δὲ ὅμως τῷ βασιλεῖ. οὕτω που καὶ ἐν τοῖςἑξῆς ἡ Ἑλένη δεινὸν ἑαυτῇ καὶ αἰδοῖον λέγει τὸν Πρίαμον. καὶ ἐπαινεῖταιπανταχοῦ ἡ συζυγία τοῦ φόβου καὶ τῆς αἰδοῦς, ὁπηνίκα τοῖς ἐλάττοσι πρὸςτοὺς μείζονας ἔνεστι. διὸ καὶ τραγικός τίς φησι· «δέος γὰρ ᾧ πρόσεστιν, αἰσχύνη θ' ὁμοῦ, σωτηρίαν ἔχοντα τόνδ' ἐπίστασο». τοὺς ἀγαθοὺς δὲ πάντωςτῶν ὑπερεχόντων καὶ αἰδέσεταί τις καὶ φοβηθήσεται. τοὺς γὰρ μὴ τοιούτουςμισήσας εἰς μοῖραν ἀπορρίψας τυραννικὴν φοβηθήσεται μέν, οὐκ αἰδεσθείη δὲἄν. Τὸ δὲ ταρβῆσαι κατὰ μέν τινας ὠνοματοπεποίηται. ἕτεροι δὲ σύνθετοναὐτὸ λέξιν φασὶν ἀπὸ τοῦ ταράσσω καὶ τοῦ βοή· ἐπιταράσσονται γὰρ τὴν βοὴνοἱ φοβούμενοι [καὶ οὐκ αἴρεται αὐτοῖς βοὴ οὐδέ εἰσι βοᾶν ἀγαθοί, ἀλλ' ὡς τὰπολλὰ καὶ ἄφωνοι καθίστανται.] Τὸ δέ «αἰδομένω» διφορεῖται· νῦν μὲν γὰρ ἀπὸβαρυτόνου γίνεται ῥήματος τοῦ αἴδω, ὡς καὶ τὸ «αἰδομένων ἀνδρῶν». εὑρίσκεταιδὲ καὶ περισπώμενον τὸ αἰδῶ, ἐξ οὗ καὶ τὸ αἰδεῖται καὶ ὁ αἰδούμενος. τοιοῦτονκαὶ τὸ ἐπιμελόμενος ἐπιμελούμενος, στερόμενος στερούμενος καὶ ἕτερα· ὡςκαὶ τὸ ἐγήθησε καὶ γηθόμενος. Σημείωσαι δὲ ὅτι, εἰ καὶ οἱ κήρυκες ἐτάρβησαν– οὐδὲ γὰρ εἶχον τῆς χειρὸς ἑλεῖν τὴν Βρισηΐδα, ὡς ὁ βασιλεὺς ἐπέταξεν–, ἀλλ' ὁ Ἀχιλλεὺς ἑκὼν δώσει αὐτήν, ἵνα μὴ ἐμφύλιος μάχη μελετηθῇ, καὶ ἄλλωςμεθοδεύοντος οὕτω τοῦ ποιητοῦ, ἵνα μὴ τῆς περιπετείας αὐξηθείσης πλέοντοῦ δέοντος ἱστορηθῇ τι παρὰ τὸ ἀληθὲς καὶ ἐκπέσῃ ὁ λόγος εἰς κακόζηλον. (ῃ. 332) Ὅτι πολλὰ τῶν προσώπων ὁ ποιητὴς σιωπῶντα εἰσάγει, ὁπηνίκα μὴἔστι καίριον λόγους περιτιθέναι αὐτοῖς. καὶ ἔστιν ἀληθῶς φρονούντων ἀνθρώπωνπροτιμᾶσθαι σιγὴν ἔλλογον ἀκαίρου λόγου. ἐνταῦθα γοῦν οἱ κήρυκες ἐλθόντεςεἰς Ἀχιλλέα τὸν τηλικοῦτον καὶ εἰδότες, ὅποι ἦλθον, οὐδέν τι προσφωνοῦσιναὐτόν, ἀλλὰ σιωπῶντες ἵστανται. διὰ τί; θωπεύειν μὲν γὰρ οὐκ εἶχον τὸν Ἀχιλλέα βασιλικοὶ ὄντες· δουλοπρεπὲς γὰρ τοῦτό γε· παροξύνειν δὲ οὐκ ἐτόλμων. διὸ σιωπῶντες ἵστανται. καὶ ἐν τοῖς ἑξῆς δὲ σιγᾷ ὁ Χρύσης ἀπολαβὼν τὴν Χρυσηΐδα, ἐπεὶ οὔτε ἀχαριστεῖν εἶχεν· ἔχει γὰρ τὸ ποθούμενον· οὔτε μὲνεὐχάριστόν τι λαλεῖ μεμνημένος τῶν τοῦ Ἀγαμέμνονος ἀπειλῶν καὶ εἰδώς, ὅτι ἀκόντων Ἑλλήνων ἔσχε τὴν θυγατέρα. εὑρήσεις δὲ καὶ ἄλλα πρόσωπασιωπῶντα παρὰ τῷ ποιητῇ, τὰ μὲν διὰ φόβον, τὰ δὲ διὰ πένθος ἢ διὰ θάμβος, ὡς καὶ ἡ Βρισηῒς ἐνταῦθα θαμβουμένη σιγᾷ. καὶ θαυμάσεις τὸν ποιητήν, ὥσπερ λέγοντα, οὕτω δὴ καὶ σιωπῶντα. εἶδος δὲ πάντως σιωπῆς ἐστι καὶ ἡἔλλειψις. διὸ καὶ παρασιώπησις λέγεται ἐν καιρῷ καὶ αὐτὴ καὶ ἐλλόγωςγινομένη παρὰ τῷ ποιητῇ. διαφέρει δὲ σιγῆς, ὅτι αὐτὴ μὲν εἰς τὸ παντελὲςσιωπᾷ τὰ τοῦ πράγματος, ἡ δὲ ἔλλειψις τὸ μὲν λέγει, τὸ δ' οὔ. (ῃ. 334) [ Οτι οὕτω συνετὸς καὶ εὐσταθὴς ὁ Ἀχιλλεύς, καθὰ καὶ μετ' ὀλίγα ῥηθήσεται, ὥστε τοὺς κήρυκας ἰδὼν διὰ τὴν Βρισηΐδα ἐλθόντας οὐκέτι, ὡς πρίν, ὀξύνεταιεἰς θυμόν, ἀλλὰ μετριοπαθεῖ καὶ μόνον πεπονθὼς τὸ μὴ γηθῆσαι πρῶτα μὲνπροσφωνεῖ τοὺς κήρυκας, ὅπερ αὐτὸς οὐκ ἔχει. «χαίρετε γάρ», φησί, «κήρυκες». εἶτα καὶ τοῦ βασιλέως, οἷα εἰκός, καθάπτεται ἀκούσων ἐξ ἐκείνου, εἴπερ αὐτὸμάθοι, τὸ «ἀπόντα με καὶ τύπτε». ὅπως δὲ οὐκ ἐγήθησεν Ἀχιλλεύς, ὁ ἑξῆςλόγος δηλώσει.] Ὅτι τοὺς κήρυκας Διὸς ἀγγέλους ὁ Ἀχιλλεὺς λέγει καὶ ἀνδρῶν διὰ τὸ ἔν τε πάσαις θυσίαις αὐτοὺς διακονοῦντας μεσιτεύειν, ναὶ μὴνκαὶ ἐν ἀνδρῶν βουλαῖς τε καὶ ἀγοραῖς· ἢ Διὸς μέν, διότι καὶ αὐτοὶ [γαρύοντεςἤτοι φωνοῦντες] ἀγγέλλουσιν, ὡς Ἑρμῆς τε καὶ Ἶρις οἱ περὶ τὸν Δία εἴροντες καὶ διότι καὶ ἐξ Ἑρμοῦ υἱοῦ Διός εἰσιν, ὡς προείρηται, καὶ εἰς ἐκεῖνον ἀναφέρονται· ἀνδρῶν δέ, διότι βασιλέων ὑπηρέται εἰσίν. [Ὅτι δὲ κήρυκες μὲν ἐκ τοῦ, ὡς εἴρηται, γαρύειν λέγονται, Ἑρμῆς δὲ καὶ Ἶρις παρὰ τὸ εἴρειν, δῆλόν ἐστιν. Ὅρα δὲ ἐν τῷ «ἠδὲ καὶ ἀνδρῶν», ὡς ἐκ παραλλήλου κεῖται ὁ «καί» καὶ ὁ» ἠδέ» κείμενοι ὡς σύνδεσμος εἷς.] (ῃ. 335) Ὅτι τὸ ἄσσον ἐπίρρημα σημαίνειμὲν τὸ ἐγγύς, γίνεται δὲ ἀπὸ τοῦ ἐγγύς ἔγγιον, ἔσσον καὶ ἄσσον. καὶ ῥηθήσεταιπερὶ τούτου ἐν τοῖς μετὰ ταῦτα πλατύτερον. [εἰ δὲ ἀκριβῶς περισπᾶται αὐτὸκαὶ τὰ κατ' αὐτό, χρὴ ζητῆσαι.] (ῃ. 337) Ὅτι τὰ πρῶτα τῶν φίλων τῷ Ἀχιλλεῖ ὁ τοῦ Μενοιτίου Πάτροκλος, ὡς ἐν τοῖς μετὰ ταῦτα δειχθήσεται. καὶ ὅτιδιχῶς καὶ Πάτροκλος λέγεται ὡς Ἐτέοκλος καὶ Πατροκλῆς ὡς Ἐτεοκλῆς. διὸ καὶ ἡ κλητικὴ ἐνταῦθα ὦ Πατρόκλεις ἐστίν, ὡς τὸ ὦ Ἡράκλεις. φησὶ γάρ·» ἀλλ' ἄγε διογενὲς Πατρόκλεις ἔξαγε κούρην». Καὶ ὅρα τὸ «ἔξαγε», οὐ γὰρεἶπεν «ἔκφερε». τὸ γὰρ ἐκφέρειν ἐπὶ ἀψύχου, ὡς καὶ τὸ φέρειν καὶ ἡ ἐκφορά. Κόρην δὲ τὴν Βρισηΐδα καὶ νῦν εἶπεν ὡς νεάνιδα. παρακατιὼν δὲ καὶ γυναῖκαἐρεῖ αὐτήν· «ἣ δ' ἀέκουσα γυνὴ κίεν». Ἰστέον δὲ ὅτι τὸν Πάτροκλον ἡ παλαιὰἱστορία καὶ συγγενῆ τῷ Ἀχιλλεῖ παραδίδωσι λέγουσα, ὅτι Ἡσίοδός φησιΜενοίτιον, τὸν Πατρόκλου πατέρα, Πηλέως εἶναι ἀδελφόν, ὡς εἶναι ἀντανεψιοὺςοὕτως ἀμφοτέρους ἀλλήλοις. ἄλλοι δέ φασιν, ὅτι Διὸς Μυρμιδών, οὗ Ἄκτωρ, ὃς Αἴγιναν γήμας μετὰ τὸ τεκεῖν τὸν ἐκ Διὸς Αἰακὸν ποιεῖται Μενοίτιον, οὗ Πάτροκλος. τούτῳ τοίνυν τῷ λόγῳ Αἰγίνης παῖδες ἀμφιπάτορες Αἰακὸς καὶ Μενοίτιος. καὶ οὕτω πάλιν γνησία συγγένεια τῷ Πατρόκλῳ καὶ τῷ Ἀχιλλεῖ. τὸ δὲ Μενοίτιος πλεονασμὸν ἔχει τοῦ ˉι ὡς ἐκ τοῦ μένος, [καθὰ καὶ ἐν Ὀδυσσείᾳτὸ Φιλοίτιος ἐκ τοῦ φίλος.] οὕτω δὲ καὶ τὸ Θυμοίτης καὶ παρὰ Θεοκρίτῳ δὲ τὸ Δαμοίτης ἀπὸ τοῦ θυμός καὶ δῆμος. [Ὅρα δὲ καὶ τὸ «ἀλλ' ἄγε ἔξαγε», ὧν τὸ μὲν ἔξαγε καθαρῶς ἐστι προστακτικόν, τὸ δὲ ἄγε τέτριπται ὡς παρακελευσματικὸν ἐπίρρημα εἶναι, καθὰ πολλαχοῦ καὶ τὸ φέρε, ὃ δὴ καὶ πληθυντικοῖςεἴωθεν ἐπιλέγεσθαι, ὡς δηλοῖ καὶ τὸ «ἀλλ' ἄγε δή τινα μάντιν ἐρείομεν».] (ῃ. 340) Ὅτι μέγα εἰς ἀταραξίαν ψυχῆς τὸ προετοιμασθῆναι καὶ ἑαυτὸνπρομαλάξαι τῇ καραδοκίᾳ τοῦ μέλλοντος λυπηροῦ. ἰδοὺ γὰρ ὁ Ἀχιλλεὺς ὁφθάσας πολλὰ εἰπεῖν καὶ κυκῆσαι τὸ συνέδριον διὰ τὴν ἀπειλὴν τοῦ βασιλέωςἐν αὐτῇ τῇ ἀποβάσει τῆς ἀπειλῆς καὶ τῇ ἀφαιρέσει τῆς κόρης οὐ μικροψυχεῖοὐδὲ φθέγγεταί τι κατὰ τοῦ βασιλέως πλέον, ἀλλ' ἢ μόνον ἀπηνέα καλεῖ αὐτὸνβασιλέα [καὶ διὰ τοῦτο ἐκ θυμοῦ ἀπροόρατον τοῦ μέλλοντος.] ἔφθασε γὰρἤδη ὁρίσαι τὸ πρᾶγμα παρ' ἑαυτῷ, ὅτε εἶπεν· «ἀφέλεσθέ με δόντες». διὸ οὐδὲεἶπεν ὁ ποιητὴς ἀνωτέρω, ὅτι ἰδὼν τοὺς κήρυκας ὁ Ἀχιλλεὺς ἐλυπήθη, ἀλλὰμέσως πως ἔφρασεν εἰπών· «οὐδ' ἄρα τώ γε ἰδὼν γήθησεν Ἀχιλλεύς», ὅπερδηλοῖ τὸ μὴ πάνυ αὐτὸν δυσχερᾶναι. διὸ καὶ ἑτοίμως τὴν γυναῖκα δίδωσι. δύναται μέντοι τὸ «οὐκ ἐγήθησε» καὶ ἄκραν λύπην σημαίνειν, ἐάνπερ μετ' ὀλίγα καὶ δακρύῃ ὁ Ἀχιλλεύς. Σημείωσαι δὲ καὶ ὅπως δεξιῶς ὁ Ἀχιλλεὺς εἰς σκῶμμα τοῦ βασιλέως παρέρριψε τὸ ἀπηνῆ αὐτὸν προσειπεῖν ὡς μὴ δέον ὂνοὕτως εὐθὺς ἀπηνῆ τὸν βασιλέα εἶναι. Ἀπηνὴς δὲ κοινῶς μὲν ὁ σκληρὸς καὶἐναντίος πρὸς τὸν ἐνηῆ. Ἀττικοὶ δὲ ἀπηνὲς καὶ τὸ ἁπλῶς ἄπο αἴνου ἔλεγονἤτοι τὸ ἀπαίδευτον, ὡς ὁ Κωμικὸς ἐν Νεφέλαις παραδηλοῖ [φράζων τι καὶδριμὺ ἐκεῖνος διὰ τὸ καὶ ἀγρίους τοὺς τοιούτους καλεῖν.] Σημείωσαι δὲ ὡς ἐντῷ «πρὸς τοῦ βασιλῆος ἀπηνέος» οὐ πάνυ συνήθης ἐστὶν ἡ φράσις· τὸ γὰρ κοινότερον «πρὸς τοῦ ἀπηνέος βασιλέως». αἴτιον δὲ τοῦ συγχεθῆναι τὴν φράσιν ὁθυμὸς τοῦ λαλοῦντος, ὃ καὶ ἐν ἄλλοις φαίνεται. (ῃ. 338) Ὅτι πολλαὶ τῶνεὐθειῶν μονάζουσι πλαγίας μὴ ἔχουσαι ἀλλ' οἷον στειρεύουσαι τῶν μετ' αὐτὰςπτώσεων. αὐτίκα τὸ γυνή οὔτε γενικὴν ἔχει οὔτε τὰς ἑξῆς πτώσεις ἄνευ τῆςαἰτιατικῆς· γυνὴν γὰρ εὑρῆσθαι λέγουσί τινες τῶν παλαιῶν. οὕτως οὐδὲ τὸὕδωρ πτώσεις ἔχει πλαγίας οὐδὲ ὁ μάρτυς οὐδὲ τὸ ἦδος, ὃ δηλοῖ τὴν ἡδονήν, οὐδὲ τὸ ὄφελος οὐδὲ τὸ ἦτορ οὐδὲ ἄλλα πολλά. ὥσπερ δὲ πολλαὶ τῶν εὐθειῶν, ὡς εἴρηται, πλαγίας οὐκ ἔχουσιν, οὕτω καὶ πολλαὶ τῶν πλαγίων ὀρφαναί εἰσινὥσπερ μητέρων τῶν εὐθειῶν. αὐτίκα ἡ τοῦ μάρτυρος γενικὴ εὐθεῖαν οὐκἔχει κοινὴν ἀνάλογον λήγουσαν εἰς ˉρ. οὐδὲ ἡ γυναικὸς γενικὴ εὐθεῖαν ἐκφωνουμένην ἔχει τὴν γύναιξ, [ἀλλὰ καθ' Ἡρωδιανὸν εἰπεῖν ἑτερόζυγος ἡ γυναικὸςγενικὴ ἐξενήνεκται ὡς πρὸς τὴν εὐθεῖαν· γυνὴ γάρ.] συμβαίνει οὖν πολλάκις ἐνταῖς τοιαύταις εὐθείαις, ὅπερ ἐπὶ τῶν ὑποβολιμαίων παίδων γίνεται. ὡς γὰρἐκεῖ αἱ μητέρες, ὅσαις οὔκ εἰσι γνήσια βρέφη, νόθα ἑαυταῖς ὑποβάλλουσιν, οὕτω καὶ ἐνταῦθα ἡ μονάζουσα εὐθεῖα καὶ ὡς εἰπεῖν στερίφη μήτηρ τὰς νόθουςπλαγίους φιλιοῦται καὶ ὑποβάλλουσα ἑαυτῇ οἰκειοῦται εἰς κλίσιν· οἷον ἡ γυνὴμὴ ἔχουσα γενικὴν οἰκείαν εἰσποιεῖται [ἄνευ ἀναλογίας κανονικῆς] τὴν γυναικόςγενικὴν ἑαυτῇ καὶ τὰς ἑξῆς πλαγίας. ὡσαύτως καὶ τὸ μάρτυς μὴ ἔχον [ὅλωςἀναλόγως] εἰς οἰκείαν κλίσιν μεταπεσεῖν μεταβαίνει ἑτεροκλίτως εἰς τὴν μάρτυρος γενικήν· ἧς εὐθεῖα οὐδ' αὐτὴ ἀνάλογος ὁ μάρτυρος. ὁ δ' αὐτὸς λόγος καὶ ἐπὶτοῦ ὕδωρ ὕδατος καὶ φρέαρ φρέατος καὶ τῶν ἄλλων ὀνομάτων, ἅπερ οἱ γραμματικοὶ ἑτερόκλιτα λέγουσι. καὶ τὸ Ζεύς δὲ ἑτεροκλίτως ἔχει· ἡ γὰρ Διόςγενικὴ ἀπὸ σιγωμένης εὐθείας ἐπλαγιάσθη. Δὶς γὰρ Διός, ὡς κὶς κιός, ὁσκώληξ· [ὥστε ἡ δοκοῦσα εὐθεῖα τοῦ Διός, ὁ Ζεύς, ψεύδεται τὴν τοιαύτηνδόκησιν.] ἐπεὶ δὲ τὸ μὲν Ζεύς οὐ κλίνεται, τὸ δὲ Δίς συνεμπίπτει κατὰ φωνὴντῷ δίς ἐπιρρήματι, ἐσιγήθη μὲν ἡ προσφυὴς εὐθεῖα τοῦ Διός, πρόκειται δὲτὸ Ζεύς ἑτερόκλιτον ἀντ' αὐτῆς [διὰ τὸ κοινότερον. συνηθέστερον γὰρ ὁ Ζεύςἤπερ ὁ Ζάν καὶ ὁ Ζήν καὶ ὁ Δίς καὶ ὁ Δάν καὶ ὅσα ἄλλα κεῖνται παρὰ τῷπαλαιῷ τεχνικῷ.] διὰ τί δὲ οὐ κλίνεται τὸ Ζεύς, ἐν τῷ τέλει τῆς ῥαψῳδίαςταύτης ῥηθήσεται. Ἰστέον δὲ ὅτι καὶ ἐπὶ ῥημάτων τὸ αὐτό ποτε γίνεται· οἷονὀμβρίζω μὲν καὶ σταθμίζω εὕρηται παρὰ τοῖς παλαιοῖς, μέλλοντες δὲ αὐτῶνἢ ὅλως αἱ ἐξ αὐτῶν κινήσεις οὐχ' εὕρηνται, ἀλλὰ καὶ τὸ ὤμβρησε καὶ τὸ ἐστάθμησε διὰ τοῦ ˉη γράφονται ὡς ἀπὸ θεμάτων τοῦ ὀμβρῶ καὶ σταθμῶ. κἀκεῖνοδὲ ἰστέον ὡς πολλαὶ τῶν εἰς ˉοˉς ληγουσῶν γενικῶν ἀναδρομὴν πάσχουσιν εἰςεὐθεῖαν, οἷον Τρὼς Τρωός, ὁ Τρῳὸς ἤγουν ὁ Τρωϊκός, ἐξ οὗ καὶ Τρῳαὶ ἵπποιαἱ Τρωϊκαί· δμὼς δμωός, ὁ δμῳός, ὁ δοῦλος, ἀφ' οὗ καὶ δμῳαὶ αἱ δουλίδες· ὁφύλαξ τοῦ φύλακος, ὁ φύλακος· ἑκατόγχειρ ἑκατόγχειρος, ὁ ἑκατόγχειρος. οὕτως οὖν καὶ ἡ μάρτυρος γενικὴ ἀναδραμοῦσα εἰς εὐθεῖαν ἐποίησε τὸ ὁμάρτυρος, ἐξ οὗ πληθυντικὸν οἱ μάρτυροι. τινὲς δὲ τὸ μάρτυρός φασιν εὐθεῖανεἶναι πρωτότυπον καὶ ἐξ αὐτοῦ κατὰ συγκοπὴν γενέσθαι τὸ μάρτυς. διό, φασίν, οὐδὲ κλίνεται, ὡς οὐδὲ ἄλλη εὐθεῖα πάθος τοιοῦτον ἔχουσα. καὶ οὕτω μέν τινες. Ἡρωδιανὸς δὲ εἰπών, ὅτι καὶ μάρτυροι καὶ μάρτυρες ἑκατέρως, ἐπάγει ὅτιτέτριπται τὸ μάρτυρες ἀπὸ τῆς μάρτυς εὐθείας, ἣν Ἠλείων ἢ Αἰολέων διάλεκτοςδιὰ τοῦ ˉρ προφέρει. ἐκεῖνοι γάρ, φησί, τὸ ˉσ εἰς ˉρ μεταβάλλουσι τὸ οὗτος οὗτορλέγοντες καὶ τὸ ἵππος ἵππορ· εἰς ὃ ζητητέον χρῆσιν καὶ ἐν τοῖς Ἰαμβλίχου εἰςτὰ κατὰ Πυθαγόραν· οὕτως οὖν, φησί, καὶ μάρτυς μάρτυρ, ἀφ' ἧς ἐκπίπτειπληθυντικὸν οἱ μάρτυρες παρά τε τοῖς κωμικοῖς καὶ Ἱππώνακτι. οἱ δέ γεμάρτυροι ἀπὸ τῆς ὁ μάρτυρος εὐθείας, οἷον «Ζεὺς δ' ἄμμ' ἐπιμάρτυρος ἔστω». (ῃ. 338– 40) Ἔτι ἰστέον ὡς τὸ «μάρτυροι ἔστων πρός τε θεῶν μακάρων πρόςτε θνητῶν ἀνθρώπων καὶ πρὸς τοῦ βασιλέως» ἀντὶ τοῦ ἔμπροσθεν θεῶν καὶ ἀνθρώπων καὶ βασιλέως. παιδευτικὸς δὲ ὁ λόγος ὡς δέον ὂν ἀνατιθέναι θεῷ τὰπολλὰ τῶν ἐν ἡμῖν. διὸ καὶ Ἀχιλλεὺς πλεῖον οὕτω τιμᾶται ἤπερ ἐὰν ἠμύνατοτὸν λυπήσαντα. Σημείωσαι δὲ καὶ ὅτι, ὁπηνίκα ὡς ἐν παρακλήσει φαμέν» πρὸς τῆς τριάδος» ἤ «πρὸς τοῦ θεοῦ» ἤ «πρὸς τοῦ λόγου» ἤ «πρὸς τῆς φιλίαςαὐτῆς» ἢ ὅσα ἄλλα τοιαῦτα, ἡ πρός πρόθεσις καὶ ἐν τοῖς τοιούτοις ἐπὶ τοιαύτηςτινὸς εἴληπται σημασίας. [Ὁπηνίκα δὲ εἴπῃ τις «πρὸς καλῶν» ἤ «πρὸς κακῶνεἶναί τι», ἑτεροῖον ἐν τοῖς τοιούτοις ἐστὶ σημαινόμενον τῆς προθέσεως· ἀλλοῖονδὲ αὖ πάλιν ἐν τῷ «πρὸς σοῦ εἰμι», ὥσπερ καὶ ἐν τῷ «πρὸς ἄλλης ἱστὸν ὑφαίνοις», ὅ φησί που Ὅμηρος.] Ὅρα δὲ καὶ ὅτι ἀντιδιαιρεῖ τὸν μάκαρα καὶ τὸν θνητὸν ὡς τῶν ἀνθρώπων μὲν θνητῶν ὄντων, μακάρων δὲ τῶν θεῶν ἤτοιἀθανάτων, ὡς μὴ ὑποπιπτόντων κηρὶ τουτέστι θανατηφόρῳ μοίρᾳ. Καὶ ὅτικατὰ σχῆμα ἐξοχῆς ἐνταῦθα τὸν βασιλέα τῶν λοιπῶν ἀνθρώπων ἐχώρισεν, ὥσπερ καὶ πρὸ τούτου τὸν Πάτροκλον τῶν λοιπῶν ἑτάρων τοῦ Ἀχιλλέως, ὅτε εἶπε· «σύν τε Μενοιτιάδῃ καὶ οἷς ἑτάροισι». Τὸ δέ «μάρτυροι ἔστων» ἀρχαϊκῶς ἀττικίζεται κατὰ ἔθος συντάσσον οὐ μόνον πληθυντικὰ ὀνόματαπληθυντικοῖς ῥήμασιν ἀλλὰ καὶ πληθυντικὰ ἑνικοῖς καὶ ἀνάπαλιν. [Τὸ δὲ ἔστωνἢ ἐκ τοῦ ἔστωσαν συγκέκοπται ἢ ἐκ τοῦ ἔστω τρίτου ἑνικοῦ γέγονε προσλήψειτοῦ νῦ.] (ῃ. 342) Ὅτι ἐν τῷ «ὀλοῇσι φρεσὶ θύει» τὸν θυμὸν παρετυμολογεῖ. ἐκ τοῦ θύειν γάρ, ὅ ἐστιν ὁρμᾶν, παράγεται ὁ θυμός. ἐκ δὲ τοῦ ὀλοὴ φρήνσύγκειται τὸ ὀλοόφρων. ὀλέθρια δὲ φρονεῖν λέγει τὸν βασιλέα οὐ μόνον ἑαυτῷἀλλὰ καὶ τοῖς ἄλλοις Ἀχαιοῖς. Τὸ δὲ πάθος τοῦ στίχου τὸ ἐν τῷ «ὀλοῇσι» θεραπεύουσιν οἱ μετρικοί, ὡς οἴδασιν ἐκεῖνοι, [λαγαροῦ ὄντος καὶ ἐκτείνοντοςμουσικῶς τὴν ˉλˉο συλλαβὴν διὰ τῆς ἐφεξῆς περισπωμένης. τινὲς μέντοι ἐτόλμησανγράψαι «ὀλοιῇσι φρεσίν», ἵνα οὕτω ἀπαθὴς εἴη ὁ στίχος. Ἰστέον δὲ ὅτι ἐκ τοῦῥηθέντος θύειν καὶ Θυάδες αἱ Βάκχαι. αἱ δ' αὐταὶ καὶ Θύσαι παρὰ Λυκόφρονι.] (ῃ. 343) Ὅτι ἀνδρὸς φρονίμου καὶ ἀγχινουστάτου ἴδιον τὸ «ἅμα νοεῖν τά τεπρόσω» τουτέστι τὰ παρελθόντα καὶ «τὰ ὀπίσω» τουτέστι τὰ μέλλοντα καὶ ἐκτῶν παρεληλυθότων στοχάζεσθαι, οἷα καὶ τὰ μέλλοντα ἔσται. διόπερ Ἀχιλλεὺςαἰτιᾶται τὸν Ἀγαμέμνονα, ἐπεί «οὐκ οἶδε νοῆσαι ἅμα πρόσω καὶ ὀπίσω» τουτέστιν ἐπεὶ οὐκ οἶδεν ὅτι, ὥσπερ τὰ πρὸ τούτου δι' ἐμοῦ πολεμαρχοῦντοςἠνύετο, οὕτω καὶ τὰ ἐς ὕστερον, καὶ οὔτε ἐκεῖνα ἐμοῦ δίχα, [δι' ὧν σόοι ἐμάχοντο,] οὔτε τὰ μετὰ ταῦτα. οὔκουν ἐκ τῶν γενομένων ἀριστευμάτων ἅμα καταστοχάζεται καὶ οἷα ἔσται τὰ τοῦ μέλλοντος χρόνου. καὶ νῦν μὲν οὕτω ψέγει τὸν μὴἅμα τουτέστιν ὁμοῦ ἐν ἀμερεῖ χρόνῳ τά τε πρόσω καὶ τὰ ὀπίσω βλέποντα, ἀλλὰἀναμένοντα τὸν ἐπιόντα χρόνον εἰς διδασκαλίαν τῶν ἀποβησομένων. ἐν δὲ τοῖςἑξῆς ἐπαινέσει γέροντα, ὃς ἅμα πρόσω καὶ ὀπίσω λεύσσει. Ἰστέον δὲ ὅτιἀστεῖον τὸ νόημα καὶ ποιητικήν τινα ἔχον ὑπερβολήν. τὸν γὰρ πάνυ προσεκτικὸν καὶ ἀγχίνουν καὶ μὴ μόνα τὰ ἐν ποσὶν ὁρῶντα μηδὲ τοῖς πρὸ ὀφθαλμῶνμόνοις ἀρκούμενον, ἅπερ εἰκότως ἂν ἔμπροσθεν λέγοιντο, ἀλλά τι ἐπιστρεπτικῶςπροβλέποντα καὶ τῶν ὀπίσω ἤτοι τῶν μὴ προόπτων μηδ' ἐν ὀφθαλμοῖς κειμένων, ἐκεῖνον βλέπειν τά τε ἔμπροσθεν ἡ ποίησις λέγει καὶ τὰ ὄπισθεν, ὡς ἀγχίστροφονκαὶ ζῴοις ἐοικότα, ὅσα ὑγρότερα ὄντα καὶ συχνάκις ῥᾷον ὧδε καὶ ἐκεῖ τὸντράχηλον στρέφοντα τά τε ἔμπροσθεν ὁρῶσι καὶ τὰ ὀπίσω· ὅπερ οὐ δύναταιποιῆσαι ἄνθρωπος διὰ τὸ τῶν ὀμμάτων ἔμπροσθεν κειμένων μὴ εὐλύγιστονκαὶ εὔστροφον ἔχειν τὸν τράχηλον. [(ῃ. 348) Ὅτι τῆς Βρισηΐδος ἀπαγομένηςἔχων ὁ ποιητὴς εἰπεῖν τι πλατύτερον περὶ ἐκείνης, ὡς ἐπαθήνατο, οἷα εἰκός, ὤκνησεν ἀκαίρως διασκευάσαι· ἠρκέσθη δ' ἐμφῆναι μόνον τὰ εἰκότα λέξει μιᾷεἰπών· «ἡ δ' ἀέκουσα γυνὴ κίεν». ἔνθα ὅρα τὸ «γυνή» ἔμφασιν ἔχον διαθέσεως, ἣν πάσχοι ἂν ἄλοχος ἀποσπωμένη φίλου ἀνδρός.] (ῃ. 349) Ὅτι συμπαθεῖς οἱἥρωες παρὰ τῷ ποιητῇ καὶ ἑτοιμοδάκρυες. καὶ ἔστιν ἀγαθοῦ ἤθους τὸ τοιοῦτονπαραστατικόν. διὸ καὶ ἡ παροιμία φησίν· «ἀγαθοὶ δ' ἀριδάκρυες ἄνδρες». Ἀχιλλεὺς οὖν ἐνταῦθα τῆς Βρισηΐδος ἀφαιρεθεὶς δακρύει. καὶ μετ' ὀλίγα δακρυχέωνπροκαλεῖται τὴν μητέρα καὶ βαρυστενάχων. καὶ ἐν τοῖς ἑξῆς δὲ ὁ Ἀγαμέμνων, οἷα κρήνη μελάνυδρος, προρρέει τὰ δάκρυα. καὶ ὁ Πάτροκλος δέ που ὡς κόρηνηπία δακρύει. καὶ ἄλλοι δὲ πολλοὶ τῶν ἡρώων ὅμοιά τινα πάσχουσι. καὶἄλλως δέ, ὥς φασιν οἱ παλαιοί, οὐδὲν καινόν, ἐὰν Ἀχιλλεὺς ἄρτι ἀχθόμενοςδακρύῃ παθὼν λύπην. οὐ γὰρ ἀπαθὴς ὁ σπουδαῖος ἀλλὰ μετριοπαθής. ἀρκεῖ δὲαὐτῷ, ὅτι οὐκ ἀντελάβετο τῆς Βρισηΐδος καὶ ὅτι οὐδὲν εἶπε βαρὺ πρὸς τοὺςκήρυκας οὐδὲ ἔπραξεν. εἰ δὲ δακρύει, μέτριον τοῦτο πάθος καὶ οὐ πάνυ ἐπίμομφον. ὁ δὲ καὶ τοῦτο αἰδεῖται ποιῶν. διὸ καὶ νόσφι τῶν ἑταίρων ἑζόμενοςδακρύει, ὅτι ἠτίμωται. οὐ γὰρ φιλογύνης ὁ νεανίας ἀλλὰ φιλότιμος. ὁμέντοι παρὰ τῷ Σοφοκλεῖ Αἴας οὐδὲ ἐπὶ τοῖς μεγίστοις τῶν κακῶν ἐδάκρυσεν. ἐμβριθὴς γὰρ ἐκεῖνος καὶ μεγαλόθυμος καὶ μανίας ἐγγύς. (ῃ. 350) Ὅτιπολλάκις ἐν ταῖς δευτέραις συζυγίαις τῶν περισπωμένων μετὰ τὴν συναίρεσιν, ὡς καὶ πρὸ τούτου ἐγράφη, πλεονάζει ποτὲ μὲν τὸ ˉο τὸ μικρόν, ποτὲ δὲ τὸ ˉα τὸβραχύ· οἷον μετὰ τὴν συναίρεσιν τοῦ ὁρῶν πλεονάσαντος τοῦ ˉο γίνεται ὁρόωνὁ βλέπων. ἄλλοτε δὲ ἐν τῷ ὁρᾷ πλεονάσαν τὸ βραχὺ ˉα πρὸ τῆς ληγούσης τὸὁράᾳ πεποίηκεν. οὕτω καὶ «ἠιόνες βοόωσι» καὶ «κῦμα βοάᾳ ποτὶ χέρσον». Ὅτι ἔοικε τὸ παλαιὸν ὁ οἶνος μέλας εἶναι τὴν χρόαν μήπω περιεργασαμένηςτῆς τρυφῆς τούς τε λευκοὺς καὶ τοὺς κιρροὺς καὶ τοὺς ἀνθοσμίας. καὶ βότρυεςδὲ ὡς ἐπὶ πολὺ τοιοῦτοι· οἷον «μέλανες δ' ἀνὰ βότρυες ἦσαν». ὅθεν καὶ πόντονοἴνοπά φησιν ὁ ποιητὴς τουτέστιν οἴνου ὄψιν ἔχοντα καθ' ὁμοιότητα τοῦ» αἶθοψ οἶνος» ἀντὶ τοῦ μέλας, ὡς μετ' ὀλίγα ἐρεῖ ὁ ποιητής. εἰ δὲ καὶ πολιὰνἅλα λέγει ἀντὶ τοῦ λευκήν, ἀλλὰ τοῦτο ἢ τοῦ περὶ τὸν αἰγιαλὸν μέρους τῆςθαλάσσης κατὰ τοὺς παλαιούς ἐστιν ἐπίθετον ὡς ἀεὶ τῆς παραιγιαλίτιδοςλευκοτέρας οὔσης τοῦ πόντου, ὅς ἐστι τὸ τῆς θαλάσσης βαθύ, [ἢ τὴν ἐπαφρίζουσαν δηλοῖ καὶ οὕτω λευκανθίζουσαν. διὸ καὶ Μέλανθος Ποσειδῶν παρὰ Λυκόφρονι, τὸ μὲν διὰ τὴν τοῦ πόντου μελανίαν, τὸ δὲ διὰ τὸ οἷον ἐπανθοῦν καὶὑποπόλιον τοῦ ἀφροῦ.] λέγονται δέ που ὁμοίως καὶ βόες οἴνοπες οἱ μέλανες. Σημείωσαι δὲ ὅτι πολλῶν ὄντων ἐπιθέτων θαλάσσης οὐ πάντα τῇ ὅλῃ προσαρμόττουσι θαλάττῃ ἀλλὰ τὰ πλείω μέρεσί τισιν αὐτῆς. γλαυκὴ γοῦν οὐ πᾶσα, μόνη δὲ ἡ καὶ ἀβαθὴς καὶ ἄμμον δὲ ὑποκειμένην ἔχουσα λευκὴν καὶ οὕτωχρῶμα γλαυκὸν παραυγάζουσα. καὶ πολιὰ δὲ θάλασσα ὁμοίως οὐ πᾶσα, ἡπρὸς τῷ αἰγιαλῷ δέ. μέλας δέ γε πόντος ὁ ἀκράτως τοιοῦτος. τὸ μέντοι πορφύρεον καὶ τὸ κυάνεον καὶ τὸ οἰνωπὸν διαφοραὶ μελανίας, ὥσπερ καὶ τὸ δνοφερὸνὕδωρ. ὅτε τοίνυν πόντος μέλας ἢ πορφύρεος ἤ τι τῶν τοιούτων λέγεται, ὡς ἀπὸμερῶν εἰς τὸ πᾶν τὸ ἐπίθετον φέρεται. Ἐνταῦθα δ' ἐνθυμητέον ὡς, καθὰὈδυσσεὺς ἐν Ὀδυσσείᾳ τῆς πατρίδος ἀποδημῶν ἐκάθητο παρὰ τὸν αἰγιαλὸν πενθῶν καὶ τοὺς ὀφθαλμοὺς διαπεταννύων ἐκεῖ, ὅθεν ὁ πλοῦς αὐτῷ ἔμελλενοἴκαδε γίνεσθαι, οὕτω καὶ Ἀχιλλεὺς ἐνταῦθα ἐκάθητο παρὰ τὸν αἰγιαλὸν ὁρῶνἐπὶ πόντον καὶ ἀποπλέων οἷον τῇ θέᾳ εἰς τὴν πατρίδα καὶ σώματι μὲν ἐν τῇ Τροίᾳ παρών, τῇ φαντασίᾳ δὲ τὴν Φθίαν ὁρῶν. ἔχει δὲ καὶ ἄδειαν οὕτω πενθεῖνἀμέμπτως μηδενὸς ὁρῶντος· ἀπρεπὲς γὰρ ἐν ὄψει πολλῶν διὰ τὴν Βρισηΐδαδακρύειν τὸν ἥρωα. προοικονομεῖ δὲ πιθανῶς ἐνταῦθα ὁ ποιητὴς καὶ τὸ ἐντυχεῖνεὐπλάστως κατὰ μόνας τὸν Ἀχιλλέα τῇ μητρὶ Θέτιδι ἐκ θαλάσσης ἐλθούσῃ. [̓ Ιστέον δὲ ὅτι πολιὰν ἅλα ὁ μῦθος λέγει τὴν γραῖαν, καθὰ καὶ τὸν Νηρέαγέροντα. ὁ δ' αὐτὸς καὶ Γραίας τινὰς πλάττει θαλασσίας δαίμονας «πολιὰς ἐκγενετῆς», καθὰ καὶ ὁ τῆς ἱστορίας Κύκνος περιᾴδεται, ὡς ἐν ἄλλοις δεδήλωται. δῆλον δὲ ὡς ἐπὶ μὲν ἄλλων τινῶν ἐπίθετον ἡ πολιά, ἐπὶ δὲ τριχῶν ἰδιάζει· ἀρκεῖγὰρ ἀντὶ πολιῶν τριχῶν πολιὰς μόνον εἰπεῖν.] (ῃ. 352) Ὅτι δύο κῆρες, ὡς ἡ ἱστορίαφησίν, εἰς Ἅδου κατῆγον τὸν Ἀχιλλέα, ἡ μὲν ὀλιγοχρόνιος ἔντιμον, ἡ δὲ πολυετὴς καὶ οὐ μετὰ τιμῆς, καὶ τοῦτο καὶ ἀλλαχοῦ ῥηθήσεται. ἐνταῦθαδὲ συντομώτατα λέγων ὁ Ἀχιλλεὺς δυσχεραίνει, ὅτι μινυνθάδιος ὢν τουτέστινὀλίγος τῷ χρόνῳ δηλαδὴ τῆς ζωῆς, ἤγουν μίνυνθα καὶ ἐπ' ὀλίγον ζῆσαι μέλλων, ὅμως οὐδὲ τιμὴν ἔχει. ταύτην δὲ τὴν ἱστορίαν τόποις διαφόροις καταμερίσει ὁποιητὴς ἐνταῦθα μὲν συντόμως εἰπών, ἀλλαχοῦ δὲ τὸ αὐτὸ ἱστορήσων πλατύτερον. ὥσπερ δὲ ἀμφαδὸν ἀμφάδιος, οὕτω μίνυνθα μινυνθάδιος. [Προϋπάρχει δὲἀμφοῖν τὸ μινυόν, ὅ, καθὰ τὸ τυννοῦτον, οὕτω καὶ αὐτὸ δηλοῖ παρ' Ἀττικοῖςτὸ μικρόν. ἐξ οὗ καὶ μινύθω, τὸ ἐλαττῶ καὶ σμικρύνω, καὶ μινύρω καὶ μινυρίζω, τὸ ὑποκλαίω. τοῦτο δὲ καὶ κινύρεσθαι λέγεται.] εὐφήμως δὲ εἰπόντος τοῦ Ἀχιλλέως τὸ «μινυνθάδιος» ἡ μήτηρ μετ' ὀλίγα περιπαθέστερον «ὠκυμορώτατον» αὐτὸν ἐρεῖ. σημείωσαι δὲ ὅτι καὶ ἐπὶ χρόνου λέγεται τὸ μινυνθάδιος, ὡς τὸ» μινυνθάδιος δέ οἱ αἰὼν ἔπλετο» ἤγουν ὀλίγη καὶ βραχεῖα ἡ ζωή. (ῃ. 353 ς.) Ὅτι ἐπὶ ἀποτυχίᾳ ὀφειλομένης τιμῆς ἔστιν εἰπεῖν τὸ «τιμήν πέρ μοι ὄφελλενὈλύμπιος ἐγγυαλίξαι, νῦν δ' οὐδέ με τυτθὸν ἔτισεν». [Ἔστι δὲ τυτθὸν τὸ μικρὸν ἐκ μεταφορᾶς, φασί, τῶν ὑποτιτθίων ἤγουν ὑπομαζίων βρεφῶν τροπῇ συνήθειτοῦ ˉι εἰς τὸ ˉυ. ἐκ δὲ τοῦ τυτθόν γίνεται καὶ ὁ Τυδεὺς ὁ μικρὸς τὸ δέμας κατὰσυγγένειαν τοῦ ˉθ καὶ τοῦ ˉδ, ἣν δηλοῖ σὺν ἄλλοις μυρίοις καὶ τὸ Προμηθεύς καὶἘπιμηθεύς γινόμενα ἐκ τοῦ μήδω, καὶ τὸ μηδείς, μηθείς, καὶ τὸ οὐδενῶ, ἐξουθενῶ.] (ῃ. 359) Ὅτι ἐν ἄλλοις μὲν δαίμονά τινα καταδυομένην εἰς τὴνθάλασσαν μολιβδαίνῃ εἰκάσει– βάρους γὰρ χρεία τοῖς καταδυομένοις– ἐνταῦθα δὲ τὴν Θέτιν ἀναβαίνουσαν ἐκ θαλάσσης ἀναδῦναι λέγει καθὰ ὀμίχλην. καὶ γὰρ καὶ οἱ ἀναδυόμενοι κουφότητος δέονται καὶ ἡ ὀμίχλη τοιοῦτόν ἐστι. καὶ ὅρα ὅτι δύεσθαι μὲν καὶ καταδύεσθαι λέγεται τὸ εἰς βάθος ὑγρὸν κατιέναι, ὡς καὶ ὁ Ἥλιος δύεται εἰς τὸν μυθικὸν Ὠκεανόν· ὅθεν καὶ ζῷα δυτικὰ παρ' Ἀριστοτέλει τὰ καθ' ὕδατος δυόμενα. τὸ δὲ ἐκεῖθεν ἀνιέναι ἀναδύεσθαι. λέγεται δέ ποτε ἀναδύεσθαι καὶ ἐπὶ τοῦ ὀκνεῖν ἢ καὶ ἀργεῖν ἐξ ὁμοιότητος τοῦῥηθέντος ἀναδύεσθαι καὶ τῆς κατ' αὐτὸ ἀργίας ἐπὶ τῶν βαρυτέρων μάλιστασωμάτων· ῥᾷον γὰρ καταδύεσθαι δοκεῖ τὰ βάρη ἤπερ ἀναδύεσθαι. ἡ δὲ τοιαύτηἔννοια παρήγαγέ πως καὶ τὸ ἀναβάλλεσθαι ἤτοι ὀκνεῖν καὶ ἀναδύεσθαι καὶ ἀργεῖν· βράδιον γάρ τι ἀναβάλλεται κάτωθεν ἄνω ἤπερ καταβάλλεται [καὶ μάλιστα, εἴ τις ἐπὶ νοῦν λάβοι, ὡς ὁ ὀρύσσων ἀναβάλλειν ἤγουν ἄνω ῥίπτειν λέγεται τὸνχοῦν. οὗ ἀνάπαλιν ἔχει τὸ καταβάλλειν.] Πρώτη δὲ παρὰ τῷ ποιητῇ παραβολὴσύντομος τὸ «ἠΰτ' ὀμίχλη». περὶ δὲ παραβολῆς ἐν τῇ βῆτα ῥαψῳδίᾳ πλατύτερονῥηθήσεται. Αἰολικῶς δὲ ψιλοῦται τὸ ὀμίχλη, ὡς δῆλον ἐκ τῆς ἐνταῦθα συναλιφῆς· φησὶ γάρ «ἠΰτ' ὀμίχλη». [Ἔτι δὲ καὶ Ἰωνικῶς ἔχει τὴν ψιλήν, κοινῶς δέ γε δασύνεται παρὰ τὴν ὁμοῦ εἴλησιν. εἰσὶ δὲ οἳ καὶ ἄλλως ψιλοῦσιν αὐτὸ παρὰ τὸἀχλύειν, δι' ἧς ἀχλύονται ὄμματα.] Ἔστι δὲ τὸ ἠΰτε παραβολικὸν ἐπίρρημαἰσοδυναμοῦν τῷ καθά καὶ τοῖς τοιούτοις, πλὴν ὅσον ἐκεῖνα μὲν λόγου πεζοῦκαὶ κοινά, τοῦτο δὲ ποιηταῖς εὔχρηστον, ὡς καὶ τὸ εὖ, ὃ καὶ αὐτὸ παραβολῆςἐστιν ἐπίρρημα, ὡς δηλοῖ τὸ «εὖτ' ὄρεος κορυφαῖς» ἐν τῇ γʹ ῥαψῳδίᾳ, ἐξοὗ καὶ γίνεται τὸ ἠΰ. εὖ γὰρ καὶ κατὰ διάλυσιν ἐῢ καὶ κατὰ ἔκτασιν ἠῢ καὶμετὰ παραπληρώσεως ἠΰτε, ὥσπερ καὶ εὖ εὖτε, καθὰ προείρηται. [Οὐχ' ἧττονδὲ τοῦ εὖτε καὶ ἠΰτε ποιητικὸν ἐπίρρημα παραβολικὸν τὸ ᾧπερ ἀντὶ τοῦ καθάκατὰ τοὺς τεχνικοὺς καὶ τὸ ᾧτε, οἷον «ᾧτε χερνᾶτις γυνά» ἤγουν ὡς χερνῆτις, ὅ ἐστι ταπεινὴ κατὰ τὴν Ὁμηρικὴν ἔριθον. γίνεται δὲ κατὰ Ἡρωδιανὸν οὕτως· ὡσείτε καὶ ὡσείπερ, καὶ ἀποβολῇ τοῦ ˉσ καὶ κράσει τοῦ ˉω καὶ ˉε εἰς τὴνˉω δίφθογγον διὰ τὴν τοῦ ˉι συναίρεσιν ᾧτε καὶ ᾧπερ. περὶ δὲ τῆς διαλύσεωςτοῦ εὖτε εἰς τὸ ἠΰτε ἐν τῇ ἑξῆς ῥαψῳδίᾳ ῥηθήσεται.] Ἰστέον δὲ ὅτι, καθάπερὀμίχλη διὰ τοῦ ˉη, οὕτω καὶ κίχλη καὶ ζεύγλη καὶ τρίγλη, ὡς ἀρέσκον ἐστὶνἩρωδιανῷ. τὰ μέντοι εἰς ˉα, φησί, τοιαῦτα ὀνόματα ὑπὲρ τὸ ˉλ καὶ ἕτερον ἔχειˉλ ἤγουν διὰ δύο ˉλ ἐκφέρονται, οἷον Σιβύλλα, Ἀνθύλλα, ἀδελφὴ Μέμνονος, ἀφ' ἧς ἐν τῷ Νείλῳ πόλις ὁμώνυμος· ὅθεν, φησί, τὸ στρέβλα παραλόγωςγραφὲν ὑπό τινων διορθωτέον· ἀναλογώτερον γὰρ τὸ στρέβλη. (ῃ. 361) Ὅτι ἐν τῷ «χειρί τέ μιν κατέρεξεν, ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζε» καταρέζειν ἐστὶτὸ ῥέζειν ἤγουν ποιεῖν πρᾶγμα οἰκεῖον καὶ αὐτὸ τῇ χειρί· ὅπερ ἐστὶ καταψᾶν καὶἅπτεσθαι ἠρέμα κολακευτικῶς. Ἰστέον δὲ ὡς τὸ μὲν πράττειν ἀσυνθέτωςλέγεται ῥέζειν, ὡς τὸ «τίς νύ σε τοιάδ' ἔρεξε;» καὶ «ὡς εἴ τι κακὸν ῥέζουσανἐνωπῇ». τὸ δ' αὐτὸ καὶ ἔρζω κατὰ μετάθεσιν, ἐξ οὗ τὸ «ἔρξον ὅπως ἐθέλεις». τὸ δὲ καταψᾶν συνθέτως καταρέζειν καὶ ἐν συγκοπῇ δέ ποτε καρρέζειν· ὅθεντὸ καρρέζουσα ἐν τοῖς ἑξῆς ἐρεῖ ὁ ποιητής. διὸ καὶ οἴονταί τινες παρὰ τὴνˉκˉαˉτˉα πρόθεσιν καὶ τὸ ἕζειν σὺν τῷ ˉῥˉα συνδέσμῳ γενέσθαι καταρέζειν, τὸοἱονεὶ συγκαθίζειν λεαντικῶς τῇ καταψήσει τὰ ἐπανιστάμενα. κοινῶς δὲκατέρεξε δι' ἑνὸς ˉρ εἴρηται, ὡς καὶ τὸ ἔρεξεν ἐν τῷ «τίς νύ σε τοιάδ' ἔρεξεν;» Ἀττικῶς γὰρ διὰ δύο ˉρ τὰ τοιαῦτα προφέρονται. Τὸ δὲ ἐξονόμαζεν οἱ μὲνἀντὶ τοῦ ἐξ ὀνόματος ἐκάλει φασίν· ὅπερ ἐν πολλοῖς οὐκ ἀληθὲς εὑρεθήσεται, ὥσπερ οὐδὲ ἐνταῦθα· οὐ γὰρ Ἀχιλλέα προσφωνεῖ τὸν υἱὸν ἡ Θέτις ἐξ ὀνόματος, ἀλλά «τέκνον», φησί, «τί κλαίεις;» οἱ δὲ ἀκριβέστεροι ἀντὶ τοῦ «ἐλάλησεν» ἁπλῶς, ὡς εἶναι ἐκ παραλλήλου ταὐτὰ τό τε ἔφατο ἔπος καὶ τὸ ἐξωνόμαζεν, ὥσπερ καὶ ἐν τῇ ςʹ ῥαψῳδίᾳ φησί· «διαπέφραδε καί μοι ἔειπε»· καὶ ἐκεῖγὰρ τὸ φράζειν καὶ τὸ εἰπεῖν τὸ αὐτὸ ἐκ παραλλήλου ἐστί. καὶ ἄλλως δὲ εἰπεῖνκατὰ τοὺς παλαιούς, ἐξονομάζειν ἐστὶ τὸ διεξοδικῶς λέγειν ἤτοι μὴμετρίαις τισὶ λέξεσιν, ἀλλὰ λόγῳ χρᾶσθαι τῷ ἐξ ὀνομάτων πολλῶν συγκειμένῳἤτοι ἐκ λέξεων· ὄνομα γὰρ καὶ ῥῆμα παρὰ τοῖς ῥήτορσι πᾶσα λέξις ἐλέγετο. τὸμέντοι ὀνομαστὶ καλεῖν ὀνομαίνειν καὶ ἐξονομαίνειν λέγεται, ὡς ἐν τοῖςἑξῆς φανήσεται. (ῃ. 362 ς.) Ὅτι γεροντικόν τι πρόσωπον, εἰ ἀνακρίνει τινὰνεώτερον, τί παθὼν πενθεῖ, καλῶς ἂν εἴποι τὸ «τέκνον, τί κλαίεις; τί δέ σεφρένας ἵκετο πένθος; ἐξαύδα, μὴ κεῦθε νόῳ, ἵνα εἴδομεν ἄμφω». Ἰστέον δὲ ὅτιτὸ τὰ λυποῦντα ἐκτιθέναι εἰς διήγησιν κουφισμὸν ποιεῖται τῆς λύπης. διόπερἐνταῦθα ἡ Θέτις τὸν υἱὸν ἐρωτᾷ «τί κλαίεις» καὶ τὰ ἑξῆς, οὐχ' ἵνα μάθῃ, ὅπερἠγνόει· οἶδε γάρ, ὡς καὶ ὁ Ἀχιλλεὺς ἐρεῖ· ἀλλ' ἵνα κουφίσῃ τὴν ψυχὴν τῇἐκφορᾷ τοῦ βαρύνοντος. Κἀκεῖνο δὲ ἰστέον, ὡς παρ' ἡμῖν μὲν τὸ εἴδομενἐπὶ ἐνεστῶτος παντελῶς ἐστιν ἄχρηστον, παρὰ δέ γε τῷ ποιητῇ πολλαχοῦεὐχρηστεῖται. κλίνει γὰρ αὐτὸ ὡς ἀπὸ τοῦ εἴδω εἴδεις θέματος ἀχρήστουἡμῖν· ἡμεῖς γὰρ εἰδῶμέν φαμεν περισπωμένως, ὅπερ ταὐτόν ἐστι τῷ γνωσόμεθα. [Τὸ δέ «τί δέ σε φρένας ἵκετο πένθος;» οὐ πάνυ εὐσύντακτον ὂν ὅμοιόν ἐστιτῷ «περὶ γάρ ῥά ἑ χαλκὸς ἔλεψε φύλλα τε καὶ φλοιόν», περὶ οὗ προγέγραπται. Τὸ δέ «ἐξαύδα» καὶ τὸ «μὴ κεῦθε νόῳ» τῆς αὐτῆς ἐννοίας εἰσί. δύναται δὲ τὸτοιοῦτον ἐξαυδᾶν λεχθῆναι καὶ ἀνακαλύπτειν καὶ ἐκκαλύπτειν νοῦν.] (ῃ. 365) Ὅτι ὥσπερ τὸ ἐπεί κατὰ πλεονασμὸν ἐπειῆ γέγονεν, οἷον «ἐπειῆ πολὺ φέρτερόςἐστιν», οὕτω καὶ τὸ τί τιή· οἷον «τιή τοι ταῦτα εἰδυίῃ ἀγορεύσω;» σημείωσαιδὲ ὅτι οἱ παλαιοὶ ἐν μὲν τῷ ἐπειῆ, καθὰ καὶ προείρηται, περισπῶσι τὸ ˉη τῆςληγούσης, ἐνταῦθα δὲ βαρύνουσιν ἐγκλίνοντες, ὡς ἐν τοῖς Ἀπίωνος καὶἩροδώρου φέρεται. οἱ δὲ Ἀττικοὶ ὀξυτόνως λέγουσι τιή καὶ ὁτιή. [δῆλον δὲ ὡς ἐπέκτασίς τίς ἐστιν ἐν τοῖς τοιούτοις τὸ ˉη, ἑτεροία μέντοι παρὰ τὴν ἐν τῷνυνί καὶ τοῖς ὁμοίοις.] (ῃ. 366 σς.) Ὅτι τὸ «ᾠχόμεθα ἐς Θήβην ἱερὴν πόλινἨετίωνος» καὶ ἑξῆς, ἱστορία ἐστὶ πρὸ τοῦ χόλου πάντως πραχθεῖσα τοῦ Ἀχιλλέως. εἰ γὰρ καὶ ἤρξατο ἐκ τῆς μήνιδος ὁ Ὅμηρος, ἀλλὰ μυρίας ὅσας τῶνπρὸ αὐτῆς ἱστορίας καὶ πράξεις Τρωϊκάς τε καὶ Ἑλληνικὰς τῇ ποιήσειπαρενσπερεῖ, ὡς προείπομεν, μηδέν τι παραλείπων τῶν καιριωτέρων. ἱστορεῖτοίνυν ἐνταῦθα, ὅτιπερ ἡ Χρυσηῒς οὐκ ἐκ τῆς Χρύσης πόλεως ᾐχμαλώτιστο, ὅπερ ἄν τις ὡς εἰκὸς ὑπολάβοι, ἀλλ' ἐκ τῆς ὑποπλακίου Θήβης, ἀποσταλεῖσαἐκεῖ, φασί, παρὰ τοῦ πατρὸς Χρύσου ὡς εἴς τι κρησφύγετον ἐρυμνόν, κατὰ δέτινας εἰς ἑορτὴν Ἀρτέμιδος ἐκεῖ ἀπελθοῦσα· ὁ μέντοι Ἀχιλλεὺς πολεμαρχῶν καὶ τὰ περὶ Φρυγίαν ληϊζόμενος καὶ ταύτην τὴν Θήβην εἷλε καὶ τὴν Χρυσηΐδαμετὰ τῶν ἄλλων ἠνδραποδίσατο. Περὶ δὲ τῆς Θήβης ταύτης καὶ ἐν τοῖς ἑξῆςῥηθήσεται. νῦν δὲ τοῦτο ἰστέον, ὅτι τὴν παρὰ τῷ ποιητῇ ταύτην Θήβην πληθυντικῶς ἄλλοι Θήβας φασὶ καί εἰσι καὶ ἄλλα πολλὰ τοιαῦτα διφορούμενα κατ' ἀριθμόν· Ἀθήνην γὰρ τὴν πόλιν καὶ Ἀθήνας εὑρίσκομεν καὶ Κρήτην καὶΚρήτας καὶ ἀκρωτήριον Μάλειαν Μαλείας καὶ ἄλλα διάφορα. Ἱστοροῦσι δέ τινες, ὅτι ἐκ τῶν ὑποπλακίων Θηβῶν ἡ Χρυσηῒς ἐλήφθη οὔτε καταφυγοῦσαἐκεῖ οὔτ' ἐπὶ θυσίαν Ἀρτέμιδος ἐλθοῦσα, ὡς ὁ τὰ Κύπρια γράψας ἔφη, ἀλλὰπολῖτις ἤτοι συμπολῖτις Ἀνδρομάχης οὖσα. ὁ δὲ Γεωγράφος λέγει καὶ ὅτι τὸτῆς Θήβης πεδίον δι' ἀρετὴν περιμάχητον ἦν ποτε Μυσοῖς καὶ Λυδοῖς, ὕστερονδὲ τοῖς ἐξ Αἰολίδος καὶ Λέσβου Ἕλλησι, καὶ ὅτι ὕστερον ἔρημος καὶ ἡ Θήβηκαὶ ἡ Λυρνησσὸς διέχουσα Ἀδραμυττείου σταδίους, ἡ μὲν ἑξήκοντα, ἡ δὲὀγδοήκοντα. Ἱερὰ δὲ οὐ μόνον ἡ ῥηθεῖσα Θήβη, ἀλλὰ καὶ πᾶσα πόλις, ὡςφυλακτικὴ τῶν ἐντός, ὅπερ θεῖον τῷ ὄντι ἐστίν. ὅθεν ἐν τοῖς ἑξῆς ὁ ποιητὴςκαὶ τοὺς νύκτωρ φυλάσσοντας τὸ στρατόπεδον καὶ ὑπεραγρυπνοῦντας τῶνἄλλων ἱερὸν τέλος φυλάκων φησί· καὶ ἱερὰ δέ που λέγει τείχεα καὶ ἐν Ὀδυσσείᾳδὲ ἱερὸν Τροίης πτολίεθρον. [οἱ δὲ μεθ' Ὅμηρον καὶ εἰς ἱερόσυλον ἀποτάσσουσιπολίτην ἐκεῖνον, ὃς καθέλῃ χάριν οἰκείαν τεῖχος πόλεως.] Πόλιν δὲ Ἠετίωνοςτὴν Θήβην λέγει, τοῦ πατρὸς Ἀνδρομάχης τῆς γυναικὸς Ἕκτορος, ὡς τοῦ Ἠετίωνος εἰ καὶ μὴ οἰκιστοῦ, ἀλλ' ὅμως βασιλέως ἐν αὐτῇ ὄντος· τοῦ γὰρκρατοῦντος, φασίν, ἡ πόλις νομίζεται. Κίλικες δέ, ὡς καὶ προεγράφη, οἱ περὶτὴν τοιαύτην Θήβην ἐλέγοντο, ὧν ἦρχεν Ἠετίων ἀπὸ ἀετοῦ αὐτὸς παρονομαζόμενος. τῶν δὲ ῥηθέντων Κιλίκων ἔνδοξος ἀποικία λέγεται. ἱστορεῖται γὰρὅτι οἱ κατὰ Παμφυλίαν Κίλικες ἀπὸ τῶν πρὸς τῇ Ἴδῃ ᾠκίσθησαν. αὐτοὶ δὲπόθεν ἐκλήθησαν, προγέγραπται. Ὅτι δὲ Θῆβαι ἦσαν πολλαί, ἀλλαχοῦ εἴρηται. Τὸ δέ «ᾠχόμεθα ἐς Θήβην» ἁπλῶς εἴληπται ἀντὶ τοῦ ἤλθομεν. λαμβάνεται δέποτε ἡ λέξις καὶ ἐπὶ τῶν ἀφανῶν γενομένων, οἷον· ὁ δεῖνα ποιήσας τόδε τιᾤχετο· ἀλλὰ καὶ ἐπὶ θανάτου, οἷον· πρὸ ὥρας ᾤχετο· ἐξ οὗ καὶ οἰχόμενος καὶἀποιχόμενος ὁ θανών. (ῃ. 367) Ὅτι ἐν τῷ «τὴν δὲ διεπράθομεν καὶ ἤγομεν ἐνθάδε πάντα» κοινῶς ἄγειν λέγει ἐπί τε ἐμψύχων καὶ μὴ τοιούτων. καὶ παράγεταιἀπὸ τοῦ τοιούτου ῥήματος καὶ ἡ ἀπαγωγὴ ἐπὶ αἰχμαλωσίας. (ῃ. 368) Κεῖταιδὲ ἐνταῦθα καὶ τὸ εὖ ἐπὶ ἀρετῆς ἐν τῷ «καὶ τὰ μὲν εὖ δάσαντο» τουτέστι κατὰδικαιοσύνην καὶ ἰσότητα διεμοιράσαντο [«μετὰ σφίσιν», ὅ ἐστιν ἐν αὐτοῖς. τοῦτοδὲ ἔν τισι τῶν ἀντιγράφων «μετά σφισιν» ἐγκλιτικῶς γράφεται.] (ῃ. 369) Ὅτι ἐξελεῖν καὶ ἐξελέσθαι παρὰ τῷ ποιητῇ τὸ ἐπιλέξασθαι καὶ δοῦναί τι ὡςἐξαίρετον· αἱρεῖν γὰρ καὶ ἑλεῖν ἐπὶ τῆς αὐτῆς ἐννοίας λαμβάνονται· ὅθεν καὶσυνθέτως ἐξαιρεῖν καὶ ἐξελεῖν ταὐτὰ νοοῦνται καί, εἴπερ ἦν ἐν χρήσει, ὥσπερ τὸἐξαίρετον, οὕτω καὶ τὸ ἐξέλετον, οὐκ ἂν ἦν ἔξω ἀναλογίας ἡ παραγωγή. νῦνδὲ τὸ μὲν ἐξέλετον ἄχρηστόν ἐστι, τὸ δὲ ἐξελεῖν ἔστι παρὰ τῷ ποιητῇ, καθ' ὃ ἐξεῖλον Ἀχαιοὶ τὴν Χρυσηΐδα τῷ βασιλεῖ. ἐξελεῖν δέ ποτε λέγεται καὶ τὸἐκβαλεῖν καὶ ἀπολέσαι καὶ ὑπεξελεῖν τὸ εἰς μέρος θεῖναι. τοῦτο δὲ καὶ ἐξαιρεῖνὀνομάζεται, ὅθεν ἐξαίρεσιν λίθου φησί που Ἡρόδοτος. (ῃ. 370 σς.) Ὅτι ἐνταῦθα ὁ ποιητὴς σχήματι ἀνακεφαλαιώσεως χρῆται διὰ τοῦ Ἀχιλλέως ἐπαναλαμβάνωντὰ πρὸ μικροῦ ἱστορηθέντα εἰς ἀνάμνησιν τοῦ ἀκροατοῦ· ἅπερ εἰσὶν ἡ τοῦ Χρύσου ἱκετεία, ἡ τῶν δώρων προβολή, ὁ τῶν Ἀχαιῶν ἐπευφημισμός, ἡ τοῦ βασιλέως ἀπειλή, ἡ τοῦ Ἀπόλλωνος μῆνις, ἡ τοῦ Κάλχαντος μαντεία, ὁ χόλοςτοῦ βασιλέως, ἡ τῆς Χρυσηΐδος ἀποστολὴ καὶ ἡ τῆς Βρισηΐδος ἀφαίρεσις. Ἰστέον δὲ ὅτι ἕως μὲν τῆς τοῦ Ἀγαμέμνονος ἀπειλῆς αὐτοὺς ἐκείνους ξηροὺς ἔθετο τοὺς στίχους ὁ ποιητὴς παλιλλογῶν, οὓς ἐν τοῖς φθάσασιν ἔγραψε, διδάσκων, ὡς καὶ ἐν ἄλλοις μυρίοις, ὅτι ἐν πολλοῖς ἔξεστι τῷ ῥητορεύοντι ἀνεπιλήπτως ταὐτολογεῖν καὶ μὴ τὰ καλῶς ῥηθέντα παρακινεῖν μηδὲ κόπους ἑαυτῷπαρέχειν ἐν κενοῖς μηδενὸς κατεπείγοντος μηδὲ μελετᾶν ἀγωνιᾶν εἰσαεί. τὰμέντοι ἐφεξῆς ἄλλαις λέξεσι καὶ σχήμασιν ἐπιτέμνει ἐπιτροχάδην ἀνακεφαλαιούμενος καὶ διδασκαλίαν ἑτέραν ταύτην ἀνακεφαλαιώσεως ὑποτιθείς, ἐν ᾗ τὰμακρότερον προδιηγηθέντα ἐπιτετμημένως προάγονται. καὶ τοίνυν ἐν τῇτοιαύτῃ ἐπιτρόχῳ ἀνακεφαλαιώσει εὔξασθαι μὲν τὸν Χρύσην φησί, τὸν Ἀπόλλωνα δὲ ὑπακοῦσαι καὶ τοὺς Ἀχαιοὺς πυκνοὺς θνῄσκειν καὶ τὸν μάντιν εὖεἰδότα θεοπροπίας εἰπεῖν καὶ τὰ ἑξῆς. οὔτε δὲ ὁποία τις ἦν ἡ εὐχὴ λέγει οὔτετὴν τοῦ Ἀπόλλωνος μῆνιν ἐκφράζει οὔτε τοὺς τοῦ Κάλχαντος λόγους φράζειοὔτε ἄλλο διασκευάζει οὐδέν, ἀλλ' ἐπιτρέχει μόνα τῶν προϊστορηθέντων τὰκαιριώτατα. ὥστε ἔχομεν ἐνταῦθα δύο τρόπους ἀνακεφαλαιώσεων, ἕνα μὲν τὸναὐτὰ ἐκεῖνα ξηρὰ τὰ προλεχθέντα πάντα φράζοντα, ἕτερον δὲ τὸν ἐπιδρομάδηντοῖς καιρίοις μόνοις ἐπεξιόντα. (ῃ. 387 ς.) Ὅτι Ἀχιλλεὺς ὑψῶν ῥητορικῶς τὴν εἰς αὐτὸν βασιλικὴν ἀδικίαν ἀσεβείας τὸν Ἀγαμέμνονα γράφεται, εἴγε, ὡς πρὸς τὴν μητέρα φησίν, αὐτὸς μὲν ἐκέλευε θεὸν ἱλάσκεσθαι, τὸν δὲ Ἀτρείδηνδιὰ τοῦτο χόλος ἔλαβεν. [ἐκέλευσε δὲ τὸ ῥηθὲν Ἀχιλλεὺς ἐν τῷ «ἀλλὰ σὺ μὲν νῦντήνδε θεῷ πρόες». (ῃ. 388) Ὅτι σφοδρὰν ἐπεξέλευσιν φράζει τὸ «αἶψα δ' ἀναστὰςἠπείλησε μῦθον, ὁ δὴ τετελεσμένος ἐστίν» ἤγουν ὃς δὴ τετέλεσται.] (ῃ. 389) Ὅτιἑλίκωπες Ἀχαιοὶ οὐ μόνον, ὡς εἴρηται, οἱ τὰς κώπας ἑλίσσοντες ἢ τοὺς τῶνὁρώντων ὀφθαλμοὺς ἑλίσσοντες ἐπ' αὐτούς, ὡς καὶ εἶδος ἀγητοὶ ὄντες, ὅ ἐστι θαυμαστοί, ἀλλὰ καὶ οἱ τὴν ὄψιν γοργοὶ καὶ συχνὰ τοὺς ὦπας ἑλίσσοντες, ὅποι δέον ἐστί, καὶ μὴ νωθροί· ἢ οἱ πρὸς τὴν Ἑλίκην, τὴν μεγάλην ἄρκτον, ὡς καὶ τοῦτο ἐρρέθη, βλέποντες ἐν τῷ πλέειν· πρὸς ταύτην γὰρ Ἕλληνεςἐναυτίλλοντο. τὸ δὲ πρὸς τὴν ἑτέραν ἄρκτον τὴν μικράν, τὴν Κυνόσουραν, πλέειν Φοινίκων ὕστερον εὕρημα. τὸ δὲ λέγειν ἑλίκωπας τοὺς μελανοφθάλμουςοὐκ ἀρέσκει τοῖς παλαιοῖς· φασὶ γὰρ κόραις μᾶλλον πρέπειν τὸ ἐπίθετον, ὡς προείρηται. (ῃ. 390) Ὅτι ὥσπερ τὸ στέλλειν, ἀφ' οὗ ὁ στόλος, οὕτω καὶτὸ πέμπειν, ἐξ οὗ καὶ ὁ πομπίλος ἰχθύς, οἰκεῖον ἐπὶ θαλάσσης, οἷον· «τὴν μὲνσὺν νηῒ εἰς Χρύσην πέμπουσι». καὶ ἐν ἄλλοις δὲ μυριαχοῦ τοῦτο φανεῖται. Τὸδέ «εἰς Χρύσην» δύναται καὶ ἀρσενικῶς νοηθῆναι εἰς τὸν πατέρα Χρύσην καὶθηλυκῶς εἰς τὴν Χρύσην πόλιν. (ῃ. 391) [Ὅτι κατὰ μόνας μὲν ὁ Ἀχιλλεὺς λαλῶν εἶπεν, ὡς ἑλὼν ὁ βασιλεὺς ἔχει γέρας, τὴν τοῦ Βρισέως δηλαδή, αὐτὸςἀπούρας, ὅ ἐστιν ἀφορίσας, ἐκ τοῦ Ἀχιλλέως· ἐνταῦθα δὲ κατὰ πρόσωπονὁμιλῶν τῇ μητρὶ αὐτὸ λέγει τὸ πραχθὲν ἤγουν, ὅτι νέον αὐτὴν κλισίηθεν ἔβανκήρυκες ἄγοντες.] (ῃ. 392) Ὅτι Ὁμήρου εἰπόντος κούρην Βρισῆος παρασημειοῦνται καὶ ἐντεῦθεν οἱ παλαιοὶ πατρωνυμικῶς ἐσχηματίσθαι καὶ τὴν Χρυσηΐδα καὶ τὴν Βρισηΐδα, λέγοντες κύρια εἶναι ταύταις ὀνόματα τὰ προρρηθέντα. τὸ δὲ σχῆμα καλοῦσιν ἀντονομασίαν· ἀντὶ γὰρ τοῦ εἰπεῖν τὸ κύριονὄνομα τῆς γυναικὸς κούρην Βρισῆος εἶπεν αὐτήν. ἐνταῦθα δὲ σημείωσαι, ὅτικαθ' ὁμοιότητα τῆς ἀντωνυμίας εἶπον ἀντονομασίαν τὸ ῥηθὲν σχῆμα οἱ παλαιοί· ἀντονομάζουσι γὰρ καὶ τοῦτο καὶ ἡ ἀντωνυμία, πλὴν ἡ μὲν ἀντωνυμία ἐν μιᾷλέξει ὡς μέρος λόγου, ἡ δὲ ἀντονομασία ἐν δύο, ποτὲ δὲ καὶ πλείοσι· σχῆμαγάρ ἐστι. (ῃ. 393) Ὅτι ὁ ἀξιῶν τινα βοηθῆσαι πρὸς δύναμιν εἴποι ἂν τὸ» ἀλλὰ σύ, εἰ δύνασαί γε, περίσχεο», ἤγουν βοήθησον, περισσῶς ἀντίσχου. [τούτου δὲ ὁ κοινὸς ἐνεστὼς ἀντέχου ἐστίν. Ἰστέον δὲ ὅτι ἐν τῷ «ἀντίσχεοπαιδὸς ἑῆος» τὸ ἑῆος ἢ ἀπὸ τοῦ ἑός, ὁ ἴδιος, γίνεται ἑῢς καὶ ἐκτάσει τοῦ ˉε ἠΰς, γενικὴ ἠέος καὶ μεταθέσει ἑῆος· ἢ καὶ ἄλλως ἀπὸ τοῦ εὖ ἐΰς, ὁ ἀγαθός, καὶ τὰλοιπὰ καθ' ὁμοίαν ἀγωγήν· ἢ καὶ παρὰ τὸ ἥδω, τὸ εὐφραίνω, ἡδὺς καὶ ἀποβολῇ τοῦ ˉδ ἡῢς καὶ τὰ ἄλλα ὁμοίως τοῖς ἀνωτέρω· ἢ παρὰ τὸ ἕω, τὸ ἀπολαύω, ἑΰς, καὶ τροπῇ τοῦ ˉε κατὰ τὴν εἰρημένην ὁμοιότητα τὰ ἑξῆς· ἢ καὶ ὡς πνίγωπνιγεύς, οὕτως ἕω ἑεύς, ὅθεν Ἰωνικὴ γενικὴ ἑῆος.] (ῃ. 394 ς.) Ὅτι ἀξιοῖ ὁ ποιητὴς μεμνῆσθαι ἡμᾶς χαρίτων, εἴ ποθεν ἢ λόγῳ ἢ ἔργῳ ὄνησιν σχοίημενἔκ τινος. διὸ καὶ ἡ Θέτις Ἀχιλλέως ὑποθεμένου ἀναμνήσει τὸν Δία παλαιᾶςεὐεργεσίας καὶ ἀντ' αὐτῆς αἰτήσεται τιμὴν τῷ υἱῷ, εὖ ποιήσασά ποτε τὸν Δίακαὶ αὐτὴ κατὰ τὸν μῦθον καὶ ἔπει καὶ ἔργῳ· ἔπει μέν, ὅτε τὴν ἐπιβουλὴνἐμήνυσε τῷ Διΐ· ἔργῳ δέ, ὅτε τὸν ῥηθησόμενον Βριάρεων ἀνήγαγε συμμαχήσοντα. [Τὸν δὲ Δία ἐνταῦθα περιφράζων «κραδίην Διός» λέγει, οἷον «εἴ ποτεδή τι ἢ ἔπει ὤνησας κραδίην Διὸς ἠὲ καὶ ἔργῳ».] (ῃ. 396) Ὅτι ἦθος ὑπογράφειγυναικεῖον ὁ ποιητὴς ἐν τῇ διηγήσει τοῦ «πολλάκι γάρ σου ἤκουσα εὐχομένηςἀμῦναι τῷ κελαινεφέϊ Διΐ». ἔθος γὰρ γυναιξίν, εἴ που ἅπαξ καλόν τι ἐνδείξονται, συνεχῶς αὐχεῖν καὶ μεμνῆσθαι αὐτοῦ καὶ τῷ κατορθωθέντι ἐναγλαΐζεσθαι. ἀνὴρ μέντοι γελοῖός ἐστιν, εἰ τοῦτο πάσχοι. αἴτιον δὲ ὅτι γυναιξὶ σπάνιον τὸκατορθοῦν. διὸ κἄν τι καταπράξωνται εἰσάπαξ μέγα, φέρουσιν ἀεὶ ἐπὶ στόματοςτὸ καινὸν τοῦ πράγματος· ἀνὴρ δὲ οὐκ ἀγαπᾷ ἑνὸς ἀγαθοῦ εὐστοχήσας. διὸκαὶ ἡ κωμῳδία πολλὰ καταπαίζει Κλέωνος ἑνὶ καὶ μόνῳ βρενθυομένου τῷκατὰ Πύλον ἀριστεύματι. καὶ ἡ παροιμία δὲ μῶκον ἔχει κατὰ τοιούτου ἀνδρὸςἐν τῷ «σαυτὴν ἐπαινεῖς ὥσπερ Ἀστυδάμας, γύναι», ὡς τοῦ Ἀστυδάμαντος γυναικιζομένου ἐν τῷ ἀπρεπῶς περιαυτολογεῖν. ἐὰν δὲ καὶ Ὀδυσσέα μιᾶςπόλεως ἅλωσις σεμνύνῃ, ἀλλ' οὔτε προφέρει τοῦτο ἐκεῖνος καυχώμενος καὶἄλλως δέ, ὡς ἐν τῇ βῆτα ῥαψῳδίᾳ ὁ ποιητὴς ἐρεῖ, μυρία ἔοργεν ἀγαθὰ Ὀδυσσεὺςκαὶ οὐ τῷ ἑνὶ μόνῳ τούτῳ σεμνύνεται οὐδὲ πολλάκις αὐτῷ ἐναβρύνεται. [Νέστορι δὲ οὐδ' αὐτῷ νέμεσις ἐλλαμπομένῳ ἄλλοτε ἄλλως τοῖς ὑπὲρἑαυτοῦ λόγοις καὶ οὕτω χορηγοῦντι ἀγαθὰς ὕλας τῷ ποιητῇ ἐς τὸ γράφειν δίχαγε τοῦ ἀδολεσχεῖν ταὐτολογικῶς.] Τὸ δὲ πολλάκι ἀποβολὴν ἔπαθε τοῦ ˉσ, ὡςκαὶ τὸ πλειστάκι καὶ τοσαυτάκι καὶ δηθάκι καὶ τὰ ὅμοια. καὶ ἔστι μεταπλασμόςτις καὶ τοῦτο ἐπιρρηματικός. τελικὸν γὰρ ἐπιρρημάτων ὥσπερ τὸ ˉιˉς βαρύτονον, οἷον πολλάκις, δηθάκις, οὕτω καὶ τὸ ˉι, οἷον αὐτόθι, κεῖθι, ὅθι· πρὸς ἃ μεταπέπλασται τὸ πολλάκι καὶ τὰ κατ' αὐτό, καθάπερ καὶ τὸ χῶρι· χωρὶς μὲν γὰρὀξύνεται, ὡς τὸ λικριφίς· ἐκπεσὸν δὲ τοῦ ˉσ εἰς τὴν ἀναλογίαν τῶν ῥηθέντων εἰςˉι ἐπιρρημάτων ἀπηυτομόλησε. (ῃ. 397) Ζεὺς δὲ κελαινεφὴς παρὰ τὸ κελαινὸςφαίνεσθαι· τοιοῦτος γὰρ ὁ ἀήρ. ἐντεῦθεν δὲ καὶ αἷμά που ἐρεῖ κελαινεφές. ἢ παρὰτὸ κελαίνεσθαι καὶ νείφειν, οἱονεὶ κελαινονεφής· ἢ παρὰ τὸ κελαίνεσθαι νέφεσι· νεφεληγερέτης γάρ. εἰ δὲ εἰς νοῦν ἀλληγορεῖται, τότε κάλλιόν ἐστιν εἰπεῖναὐτὸν κελαινὸν μὲν διὰ τὸ βαθύ, φαεινὸν δὲ διὰ τὸ φύσει φωσφόρον. (ῃ. 396 σς.) Ἰστέον δὲ ὅτι τῶν διηγήσεων αἱ μέν εἰσιν ὁμιλητικαὶ κατὰ τοὺς παλαιούς, ὅτετις δηλαδὴ ἀκούσας ποτὲ ἀπό τινός τι αὐτῷ ἐκείνῳ διηγεῖται τῷ εἰπόντι τὸπροακουσθέν· αἱ δὲ ἀπαγγελτικαί, ἤγουν ὅταν τις κελευσθεὶς ἀγγείλῃ τὸ παρ' ἑτέρου ἐπιταχθέν· αἱ δὲ ὑποστατικαί, ὅταν τις οἴκοθεν ἀφηγῆταί τι παρ' ἑαυτοῦ ἢ παρ' ἑτέρου πραχθέν, ὡς πολλαχοῦ ὁ Νέστωρ ποιεῖ. ἐνταῦθα δὲ ὁἈχιλλεὺς ὁμιλητικὴν ἐκτίθεται διήγησιν ἐκεῖνα λέγων τῇ μητρί, ἅπερ ἤκουσενἀπ' αὐτῆς· φησὶ γάρ «πολλάκις ἤκουσά σου ἐν μεγάροις πατρὸς λεγούσηςτάδε». (ῃ. 399 ς.) Ὅτι ὥσπερ τἆλλα παρὰ τοῖς ποιηταῖς ἀνθρωποπαθὲς τὸδαιμόνιον φῦλον, οὕτω δὴ καὶ κατὰ τὴν βασιλείαν· αὐστηρὸς γὰρ ὢν ὁ Ζεὺςἔχει τοὺς τυραννιῶντας καὶ ἐπανισταμένους. φησὶ γοῦν ὁ μῦθος, ὅτι συνδῆσαιτὸν Δία ἤθελον Ἥρη τε καὶ Ποσειδάων καὶ Παλλὰς Ἀθήνη· ἡ μὲν Ἥρακατὰ τοὺς μυθικοὺς διὰ ζηλοτυπίαν, ἐπεὶ παρευδοκιμούμενος αὐτὴν παρηνόμειπερὶ τὴν εὐνὴν πολλαῖς ἀναχρωνύμενος γυναιξίν· ὁ δὲ Ποσειδῶν διὰ τὸ τῆςμερίδος ἑτερόζηλον· Ζεὺς μὲν γὰρ εἶχε τὰ περὶ οὐρανόν, Ποσειδῶνι δὲ τὰ περὶθάλασσαν ἔλαχεν· ἡ Ἀθηνᾶ δέ, διότι αὐτὴν ἀφῆκε βιασθῆναι ὑπὸ Ἡφαίστου, ὁπηνίκα τῆς κεφαλῆς αὐτοῦ γεννηθεῖσα τελεία προέκυψε. τινὰ δὲ τῶν ἀντιγράφων ἀντὶ τοῦ «καὶ Παλλὰς Ἀθήνη» γράφουσι «καὶ Φοῖβος Ἀπόλλων». ἄτοπον γάρ φασιν ἐπιθέσθαι τῷ πατρὶ Διῒ τὴν οὕτω πάνυ στεργομένην Ἀθηνᾶν· τὸνδέ γε Ἀπόλλωνα εὐλόγως τῷ Διῒ μηνίειν ὡς θητεῦσαι παραχωρήσαντι καὶ δι' ἄλλας αἰτίας, ἃς οἱ μυθογράφοι φασίν. (ῃ. 401– 4) Οἳ σὺν Ὁμήρῳ λέγουσικαί, ὅτι Θέτις ἐλθοῦσα τότε ὑπελύσατο ἤτοι λεληθότως ἐρρύσατο τοῦ δεσμοῦτὸν Δία καλέσασα τὸν ἑκατόγχειρον εἰς Ὄλυμπον, «ὃν Βριάρεων καλέουσι», φησί, «θεοί, ἄνδρες δέ τε πάντες Αἰγαίωνα», ὃν καί φασι τοῦ οἰκείου πατρὸς Ποσειδῶνος ἀμείνονα τῇ βίᾳ εἶναι· ὃν καὶ δείσαντες οἱ θεοὶ οὐκ ἔδησαν τὸν Δία. καὶ ταῦτα μὲν τὰ τοῦ μύθου, ᾧ χρᾶται ὁ Ὁμηρικὸς Ἀχιλλεὺς λέγωνἐπιβουλὴν μὲν τὸν Δία παθεῖν ὑπὸ Ἥρας καὶ Ποσειδῶνος καὶ Ἀθηνᾶς τῶν τοῖς Ἀχαιοῖς ἄρτι βοηθούντων, μεῖναι δὲ ὅμως αὐτὸν ἀβλαβῆ διὰ τὴν τοῦἑκατόγχειρος Βριάρεω συμμαχίαν συνεπιλαμβανομένης τῆς Θέτιδος. ἔνθακαὶ ὅρα τὴν τοῦ νεανίου ῥήτορος δεινότητα, ὃς ἐπίτηδες θαρρύνων τὴν Θέτινἐπιβούλους μὲν κατέλεξε τοῦ Διὸς Ἥραν καὶ Ποσειδῶνα καὶ Ἀθηνᾶν τοὺς βοηθοῦντας τοῖς Ἀχαιοῖς, σώτειραν δὲ Διὸς τὴν Θέτιν ἔδειξεν, ὡς δέον εἶναιτὸν Δία ταύτῃ βοηθῆσαι, εἰς ἃ θέλει, ἤπερ τοῖς ποτε ἐπιβούλοις· ὃ καὶ γίνεται. διὸ κἂν ἡ Ἥρα ἐναντιωθῇ, ἀνύσει οὐδέν. Ἡ δὲ ἀλληγορία Ἥραν μὲν καὶἐνταῦθα τὸν ἀέρα νοεῖ, Ποσειδῶνα δὲ τὸ στοιχεῖον τοῦ ὕδατος, Ἀθηνᾶν δὲτὴν γῆν, ὡς ἀπὸ τοῦ ἀνθεῖν, καὶ διότι, φασίν, ἐργάνη μὲν Ἀθηνᾶ λέγεται, γῆς δὲ τὸ ἐργάζεσθαι· Δία δέ φησι τὸν ὑπερκείμενον πάντων αἰθέρα· Θέτιν δὲτὴν τοῦ παντὸς θέσιν, ταὐτὸν ἄμφω ἡγούμενοι τήν τε Θέτιν καὶ τὴν θέσιν, ὥσπερ καὶ φάτιν καὶ φάσιν· Βριάρεων δὲ ἑκατόγχειρα τὸν ἥλιον, ὃς πολλαῖςοἷον χερσὶ κατεργάζεται τὰ ὑφ' ἥλιον. καὶ ἔχει μὲν ὁ λόγος οὗτος ὁ περὶΒριάρεω καὶ ἄλλως τὸ πιθανόν· βοηθεῖται δὲ καὶ ὑπὸ τῆς ῥοδοδακτύλουἨοῦς. ἐὰν γὰρ διὰ τὸν ἥλιον καὶ τὰς αὐτόθεν ἀκτῖνας δάκτυλοι τῇ ἡμέρᾳπλάττωνται, λέγοιτ' ἂν καὶ αὐτὸς ὁ ἥλιος οὐκ ἀπιθάνως χεῖρας ἔχειν καὶταύτας ἑκατόν, ὅ ἐστι πολλάς. τῶν τοίνυν ῥηθέντων προσώπων οὕτω κατ' ἀλληγορίαν ἐκλαμβανομένων ἡ τοῦ ῥηθέντος μύθου θεραπεία οὕτω πως διατίθεται, εἰπεῖν συντομώτατα, ὡς οὐδὲν ἂν ἐκώλυε τὸν αἰθέρα Δία καταστασιασθῆναιὑπὸ τῶν λοιπῶν στοιχείων καὶ ἄνω κάτω πάντα γενέσθαι καὶ σύγχυσιν τὸσύμπαν παθεῖν, εἰ μὴ Θέτις, τουτέστιν ἡ τοῦ παντὸς κατὰ φύσιν θέσις, μένειναὐτὰ κατὰ χώραν ἐποίησε διὰ μέσου τοῦ ἑκατόγχειρος τουτέστι τοῦ ἡλίου, ὃς καὶ αὐτὸς θέσιν ἔχων τὴν πρέπουσαν καταλλάττειν οἶδε τὴν στάσιν καὶ τὰμέγιστα τῇ τοῦ παντὸς διευθετήσει συμβάλλεται. Ἰστέον δὲ ὅτι ἡ τοιαύτηἀλληγορία οὐ συμβιβάζεται πρὸς τὰ Τρωϊκά. καὶ εἰκότως. τῶν γὰρ μύθων, ὅσοιτῷ Τρωϊκῷ πολέμῳ σύγχρονοι, θεραπεύοιντο ἂν πρὸς τὰ Τρωϊκά. ὅσοι δὲπαλαιγενεῖς καὶ πρὸ αὐτοῦ Ὁμήρου τεθέντες, εἰ καὶ ἀλληγοροῖντο, ἀλλ' οὐδὲν αὐτοῖς μετέσται τοῦ Τρωϊκοῦ πολέμου. Τινὲς δὲ καὶ οὕτω τὸν τοιοῦτονμῦθον θεραπεύουσιν Ἥραν μὲν καὶ Ποσειδῶνα τὸν ἀέρα καὶ τὸ ὕδωρ νοοῦντες, Ἀθηνᾶν δὲ τὸ αἰθέριον πῦρ διὰ τὸ τῆς χροιᾶς, φασίν, ἄνθος οὕτως ὀνομαζομένην, ὥσπερ καὶ Παλλάδα διὰ τὸ εὐκίνητον· Δία δὲ τὸν θεῖον νοῦν, τὴν ψυχὴν τοῦπαντός· Θέτιν δὲ τὴν τῶν ὅλων διάθεσίν τε καὶ διακόσμησιν. ἑκατόγχειρον δὲκαὶ Βριάρεων τὴν τῆς τοιαύτης διακοσμήσεως βριαρὰν ἀνάγκην τε καὶ ἰσχύν, ἥτις διάθεσις καὶ ὅστις Βριάρεως τὰ τοιαῦτα στοιχεῖα διὰ τὸ τῆς ὕλης ἄτακτονκατεπιχειρεῖν θέλοντα τοῦ Διὸς καὶ οἷον ἐπικρατεῖν ἔπαυσαν τοῦ ἐγχειρήματος. ἄλλοι δὲ τῇ τοῦ Ζηνοδότου γραφῇ στοιχοῦντες τῇ λεγούσῃ «Ἥρη τε καὶ Ποσειδάων καὶ Φοῖβος Ἀπόλλων» καὶ Ἥραν μὲν καὶ Ποσειδῶνα καὶ Ἀπόλωνα συνήθως ἀέρα νοήσαντες καὶ ὕδωρ καὶ ἥλιον, εἶτα δὴ τὸν Αἰγαίωνα εἰςαἰῶνά τινα καὶ χρόνον ἀλληγοροῦντες, ἑκατόγχειρον δὲ τὴν ἐν τῷ αἰῶνι τῶνἔργων πολυχειρίαν νοοῦντες, τὸν δὲ Δία ἤτοι Ζῆνα εἰς τὸ ζῆν ἐκλαμβάνοντες, συμβιβάζουσιν οὕτω τὸν μῦθον· ὅτι κίνδυνος ἦν μὴ ζῆν τοὺς περὶ γῆν, ἀλλὰἀπολέσθαι τὸν ζωτικὸν Δία συνδεθέντα ὥσπερ τῇ τῆς στοιχειακῆς ὕληςἀταξίᾳ, εἰ μὴ φυσική τις θέσις ἦν τοῖς στοιχείοις καὶ αἰὼν ἤτοι χρόνος παρήχθηκαὶ χειρῶν ἐργασία ἐπετηδεύθη καὶ κίνησις ἡλίου ἐκολάσθη τῇ τῆς κινήσεωςἀντιστρόφῳ φορᾷ. καὶ σημείωσαι οἷον ὁ ἑκατόγχειρ ἐνταῦθα· ἔχεις γὰρ ἐντεῦθεν ἐγκώμιον ἐργατικῆς πολυχειρίας πορίσασθαι. καὶ τοιαῦτα μέν τινα οἱἀλληγορηταί. ἡ δὲ ἱστορία λόφον τινὰ οἶδεν Αἰγαίωνος περὶ τὴν Ἀσίαν, ἐξ οὗπηγαί τινες ἑκατὸν ἀναπιδύουσαι, ἤτοι πολλαὶ ἢ αὐτὸ τοῦτο ἑκατόν, καὶ τὰ ἐκεῖπεδία λιπαίνουσαι τὴν τοῦ ἑκατόγχειρος μυθολογίαν παρήγαγον. φησὶ γὰρ ἡτοῦ Ἀρριανοῦ ἱστορία, ὅτι Βριάρεως, γῆς καὶ οὐρανοῦ παῖς, θαλαττοκρατήσαςὁρμητηρίῳ ἐχρήσατο Εὐβοίᾳ τῇ νήσῳ κἀκεῖθεν ὁρμώμενος κατεστρέψατο τὰς Κυκλάδας, ὃς καὶ Αἰγαίων ὠνόμασται ὑπὸ τῶν ἀνθρώπων. οὗτος δὲ καὶ αἰτίανπαρασχεῖν λέγεται τῷ Αἰγαίῳ πελάγει εἰς ἐπωνυμίαν. σῆμα δὲ αὐτοῦ δείκνυσθαικατὰ τὸν Ῥυνδακὸν ποταμὸν οὐ πόρρω θαλάσσης λόφον τινὰ καὶ τοῦτονἐπικαλεῖσθαι Αἰγαίωνος καὶ ἀπὸ τοῦ λόφου τούτου πίδακας ἐκδιδόναι ἑκατὸνκαὶ ταύτας καλεῖσθαι παλάμας Βριάρεω. Ἰστέον δὲ ὅτι, ὥσπερ ἑκατογκέφαλοντὸν Τυφῶνα ὁ μῦθος, οὕτω καὶ τὸν Αἰγαίωνα ἑκατόγχειρον ἔπλασε. καὶ ἔστικαθ' ἱστορίαν ἐκεῖνο μὲν περινοίας ἀρχικῆς σύμβολον καὶ τοῦ πολλὰ δοκεῖν τὸν Τυφῶνα φρονεῖν, τοῦτο δὲ τοῦ πολλὰ πράττειν αἴνιγμά ἐστιν. ὅθεν καὶ ὁπολυμήχανος Ἀρχιμήδης μιᾷ προσβολῇ πολλὰ βέλη ἀφιεὶς ἑκατόγχειρ πρὸςτῶν βαλλομένων ἐκλήθη. [καὶ ἄλλως δὲ φράσαι εἴη ἂν ἑκατόγχειρ ὁ πολύχειρἢ πράξεσιν ἢ πλήθει στρατοῦ ἢ μηχαναῖς. ἡ δ' ἐν τοιούτοις δραστηριότηςὀξυλάβεια ἔργων λέγεται.] τὸ δὲ ἑκατόγχειρον ἀπὸ γενικῆς ἐστι τῆς τοῦἑκατόγχειρος, ἥτις εἰς εὐθεῖαν ἀναδραμοῦσα παρήγαγε τὸν ἑκατόγχειρον. (ῃ. 402 ς.) Ὅρα δὲ ὅπως, ὡς ἐν ἀνθρώποις εἰσὶ πολλάκις παῖδες οὐχ' ὅμοιοιἤγουν ὁμονοητικοὶ τῷ πατρί, οὕτως οὐδὲ ὁ μυθικὸς Βριάρεως φίλα φρονεῖτῷ πατρὶ ἢ Κρόνῳ ὄντι κατὰ τὸν Ἀρριανὸν ἢ Ποσειδῶνι κατά τινας, ἀλλὰ καταβραβεύει αὐτόν, ὥς φασιν οἱ παλαιοί, τοῦ φυσικοῦ θεσμοῦ προθέμενος τὸδίκαιον. οὕτω καὶ ἐν μύθοις φαντάζει ὁ ποιητὴς τά τε ὑψηλότερα καὶ τὰἀνθρώπινα δέ, φιλοσοφῶν ἀμφοτέρωθεν. τριώνυμος δὲ ὁ τοῦ Διὸς οὗτος ἐκδικητὴς Βριάρεώς τε καλούμενος καὶ Αἰγαίων καὶ ἑκατόγχειρ εἴτ' οὖν ἑκατόγχειρος. Ὅρα δὲ καὶ τὴν ἐμβρίθειαν καὶ σεμνότητα τοῦ λόγου· δυνάμενος γὰρ ὁ ποιητὴςἐγγυτάτω παραθεῖναι δύο εὐθείας τὸ «κύδεϊ γαίων» καὶ τὸ «Αἰγαίων» καὶ οὕτωςἐπαναστροφὴν ἢ παρήχησιν αὐθαδεστέραν ποιῆσαι ῥητορικήν, οἷον «Αἰγαίωνγαίων κύδεϊ» ἢ ἄλλως πως, ὁ δὲ οὐκ ἐποίησεν οὕτως, οἷα μὴ θέλων ἄκαρπονἄνθος γραφῆς ἐνθεῖναι τῇ ποιήσει παρὰ καιρὸν καὶ ἀμεθόδως καλλωπίσαι τὸνλόγον. οὐ γὰρ ἔδει ποιῆσαι τοιαῦτα παίζειν πενθοῦντα τὸν Ἀχιλλέα. Ἰστέον δὲ ὅτι αἰθέρος, ὡς ἀνωτέρω ἐρρέθη, νοηθείσης τῆς Ἀθηνᾶς, προσεθεώρησάν τινεςἀκολούθως καὶ ταῦτα· κορυφῆς μὲν αὐτὴν ἐκγενέσθαι Διὸς διὰ τὸ δοκεῖναἰθέρα τὸν ὑψηλότατον εἶναι ἀέρα, παρθένον δὲ διατελεῖν διὰ τὸ ἁγνὸν τοῦτοιούτου ἀέρος, γλαυκῶπιν δὲ καλεῖσθαι διὰ τὸ τοῦ στοιχείου ἔγγλαυκον καὶφωσφόρον διὰ τὸ διαφανές. Ὅτι, ὡς καὶ ἐν τοῖς ἑξῆς πολλαχοῦ φαίνεται, σκληρὸν ὁ μῦθος τὸ τῆς Ἥρας ἦθος πλάττει ἀντικαθισταμένης ἀεὶ τῷ Διΐ. ποιεῖ δὲ ὁ ποιητὴς τοῦτο λαβὼν ἀφορμὰς ἐκ τοῦ προρρηθέντος παλαιτάτουμύθου. σκοπητέον γάρ, ὡς εἰκός, οἵα κακοτροπία γυναικὸς βουλευσαμένηςτυραννίδα τῷ ἀνδρί. ἔχει δὲ τὰς ἀρχὰς ὁ μῦθος ἐκ τῆς φυσικῆς ἀληθείας. τῷὄντι γὰρ τῇ Ἥρᾳ πρὸς τὸν Δία, ὅ ἐστι τῷ ἀέρι πρὸς τὸν αἰθέρα, οὐ μόνονστοργή τις ὕπεστι κατὰ τὴν κοινὴν ἀμφοῖν ποιότητα τῆς θερμότητος, ἀλλὰ καὶμάχη καὶ διάστασις ἀσύμβατος κατὰ τὴν ἀεὶ ξηρότητα καὶ ὑγρότητα· ξηρὸςμὲν γὰρ ὁ αἰθήρ, ὑγρὸς δὲ ὁ ἀήρ. (ῃ. 403 ς.) Ὅτι πολλά εἰσι διώνυμα παρὰτῷ ποιητῇ τουτέστι δυσὶν ὀνόμασι καλούμενα· καὶ τῶν τοιούτων ὀνομάτων τὸμὲν ὁ ποιητὴς εἰς θεοὺς ἀναφέρει, τὸ δὲ ἀνθρώποις ἀπονέμει δηλῶν, ὅτι μουσοτραφὴς ὢν οἶδε καὶ τὰ θεῖα καὶ τῆς τῶν θεῶν ἐπαΐει διαλέκτου. παρασημειοῦνταιδὲ οἱ παλαιοί, ὅτι τὸ μὲν ὅλως κρεῖττον τῶν ὀνομάτων θεοῖς δίδωσιν ἡ ποίησιςὡς θειότερον, τὸ δὲ μὴ τοιοῦτον ἀνθρώποις· ὥσπερ ἐνταῦθα τὸ Βριάρεωςεὐγενέστερον τοῦ Αἰγαίων ἐστὶ καὶ σεμνότερον, ἔτι δὲ καὶ ὀγκηρότερον εἰςφωνήν. διὸ καὶ εἰς θεοὺς ὡς θεῖόν τι ἀνάγεται. οὕτω καὶ ἐν τοῖς ἑξῆς Ξάνθονμέν τινα ποταμὸν καλοῦσι θεοί, ἄνδρες δὲ Σκάμανδρον· καὶ ὄρνιν τινὰ θεοὶ μὲνχαλκίδα κικλῄσκουσιν, ἄνδρες δὲ κύμινδιν· ἐν δὲ Ὀδυσσείᾳ τὸ μῶλυ θεοὶμόνοι οὕτω καλοῦσιν, ἀνθρώποις δὲ οὔτε ἔγνωσται οὔτε ὠνόμασται. Ὅτι δὲτρόπον τινὰ καὶ τριώνυμος ὁ Βριάρεως, πρὸ βραχέων εἴρηται. ἐξ ἀνθρώπων δὲτῷ μύθῳ καὶ ἡ ῥηθεῖσα πολυωνυμία παρείλκυσται, παρ' οἷς ἄλλο μὲν ὄνομαοἰκειακόν, ἄλλο δὲ ἐν τοῖς ἐκτός, ὡς καὶ ἡ Ἀλκυόνη δηλοῖ ἐν τοῖς ἑξῆς, ἡ καὶ Μάρπησσα. Ἰστέον δὲ ὡς τὸν μυθικὸν Αἰγαίωνα ὁ Στωϊκὸς ὍμηροςΠοσειδῶνος εἶναί φησιν. ὁ δὲ ποιητής φησι καί, ὅτι τοῦ πατρὸς ἀμείνων ἦν, ὅπερ σπάνιον κατὰ τὸν Ἡσίοδον λέγοντα· «παῦροι δέ τε πατρὸς ἀρείους». φασὶ δὲ οἱ παλαιοί, ὅτι Ζηνόδοτος ὁ ἀντὶ τοῦ «Παλλὰς Ἀθήνη» μεταγράψας» Φοῖβος Ἀπόλλων» καὶ ἐνταῦθα ἀντὶ τοῦ «οὗ πατρὸς ἀμείνων» γράφει «πολὺφέρτερος ἁπάντων, ὁπόσοι ναίουσιν ὑπὸ Τάρταρα εὐρώεντα». ἀμελεῖται δὲ ὁ Ζηνόδοτος καὶ ἐν τούτῳ· οὐ γὰρ ἐκ τῶν ἀπὸ Ταρτάρου Τιτάνων ὁ Βριάρεως, ἀλλὰ δαίμων, φασί, θαλάσσιος. [Ὅτι δὲ τὸ Βριάρεως καὶ πεντασυλλάβωςλέγεται Ὀβριάρεως, ἔστιν ἀλλαχοῦ γνῶναι.] Ὅτι τὴν μὲν τοῦ Αἰγαίωνος παρήχησιν ἐξέκλινεν, ὡς εἴρηται, ὁ ποιητὴς ἐν τῷ μὴ ὁμοιοπτώτως εἰπεῖν» Αἰγαίων κύδεϊ γαίων», ἀλλ' ἐν ἀρχῇ μὲν στίχου ἑνὸς εἰπεῖν Αἰγαίωνα, ἐν δὲτέλει τοῦ ἑτέρου Αἰγαίων, αἰτιατικὴν δηλονότι καὶ εὐθεῖαν, εἰ καὶ ἄλλως ἡἔκθλιψις τοῦ ˉα τῆς αἰτιατικῆς εἰς τρισυλλαβίαν συστείλασα τὸν Αἰγαίωναἔμφασιν δίδωσι παρηχήσεως. καὶ οὕτω μὲν οὐ καθαρῶς παρήχησεν ὁ ποιητὴςἐν τῷ Αἰγαίωνι. ἐφεξῆς δ' ἑτέρᾳ παρηχήσει χρᾶται εἰπών, ὅτι τὸν Αἰγαίωναὑπέδδεισαν μάκαρες θεοὶ οὐδέ τ' ἔδησαν. τοῦτο δὲ πάνυ καινότροπον. διὸ καὶσπάνιοι αἱ τοιαῦται πανταχοῦ παρηχήσεις. ὡς ἐπὶ τὸ πλεῖον γὰρ αἱ παρηχήσειςἤγουν αἱ ταὐτὸν ἠχοῦσαι λέξεις διαφορὰν ἔχουσιν οὐ μόνον κατὰ τὴν σημασίανἀλλὰ καὶ κατὰ τὴν προφοράν, οἷον τὸ «Εὐπείθει πείθοντο» καὶ «κατὰ πεδίονἈλήϊον οἶος ἀλᾶτο πάτον ἀνθρώπων ἀλεείνων». τὸ δὲ πάντῃ ταὐτοφώνους εἶναιτὰς παρηχήσεις σπάνιον καὶ μεμετρημένον παρὰ τῷ ποιητῇ οἷον καὶ τὸ «χόλοςδέ μιν ἄγριος ᾕρει», «Ἥρῃ δ' οὐ κέχαδε στῆθος χόλον». τοιοῦτόν τι καὶ τὸ πρὸὀλίγου ῥηθὲν τὸ «ἀλλὰ πίθεσθε καὶ ὔμμες, ἐπεὶ πείθεσθαι ἄμεινον». καὶ γὰρ καὶτὸ πίθεσθε μέσου ἀορίστου δευτέρου προστακτικοῦ πληθυντικοῦ καὶ τὸπείθεσθαι ἀπαρέμφατον ἐν διαφόρῳ γραφῇ τὸν αὐτὸν ἦχον ἔχουσι. καὶ ἐν τοῖςἑξῆς δὲ τὴν τῆς Ἥρας κλητικὴν διὰ τῶν δύο ˉη καὶ τὴν τῆς Ἴριδος διὰ τῶν δύο ˉι ἐγγὺς ἀλλήλων τίθησι κατὰ τοιαύτην παρήχησιν παντελῶς μὲν ἠχοῦσανταὐτόν, ἀνομοιότητα δὲ ἔχουσαν κατά τε τὴν ἔννοιαν καὶ κατὰ τὴν γραφήν. φησὶ γάρ· «Ἶρι θεά, τίς γάρ σε προέηκε;» «Ἥρη με προέηκε». τούτου τοῦ εἴδους ἐστὶ καὶ τὸ «οὐκ ὀφθήσῃ κενὸς ἐναντίον μου, ἀλλ' ἄλλον τρόπονκαινός». καὶ γὰρ καὶ ἐνταῦθα κενὸς μὲν καὶ καινὸς τὰ αὐτὰ κατὰ τὸν ἦχον ἀπαραλλάκτως εἰσί, πλὴν τὸ μὲν πρῶτον διὰ τοῦ ˉε ψιλοῦ γράφεται, τὸ δὲ δεύτεροντὴν διὰ διφθόγγου γραφὴν ἀπηνέγκατο. τοιοῦτον καὶ παρὰ Θεοκρίτῳ τὸ» ὅρη, φίλε, ὃ μελύδριον ὥρῃ ἐξεπόνησα» [τουτέστιν «ὅρα τὸ μέλος, ὃ καθ' ὥρανἐπονησάμην». καὶ παροιμιῶδες τὸ «ζεῖ χύτρα, ζῇ φιλία».] καὶ τοῦτο μὲν τοιοῦτον παρηχήσεως εἶδος ταὐτοφωνίαν ἔχον παντελῆ, διαφορὰν δὲ φέρον κατὰμόνην γραφήν· ὅπερ ἐστὶ διάφορον πρὸς τὴν ῥητορικὴν παρήχησιν, ἥτιςταὐτογραφουμένη διαφορὰν ἔχει κατὰ τὴν ἐκφώνησιν. ἔστι δὲ καὶ ἄλλο ξενίζονπαρηχήσεων εἶδος, ᾧ χρᾶται καὶ ὁ ποιητής. καὶ κεῖνται τούτου ἱκανὰ παραδείγματα ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν. ἔστι δὲ τοιοῦτον, ὅταν καὶ παρηχῇ τις ἐνἀνομοιότητι γραφῆς φωνηέντων ὁμοίως τοῖς πρὸ τούτου καὶ τὴν ταὐτοφωνίανδέ πως ἀλλοιοῖ· καθὸ καὶ ἠναντίωται τοῦτο τῷ πρὸ αὐτοῦ, τῷ παντελῶςταὐτοφώνῳ, οἷον τὸ «Σκύλλη κοίλης ἐκ νηός» καὶ «Ἐπειὸς ἐποίησε σὺνἈθήνῃ» καὶ «φίλησε δὲ φῦλον ἀοιδῶν» καὶ Ἀρριανός «φῦναι Φινέα» καὶ Ἡσίοδος «Φυλέα φίλον μακάρεσσι θεοῖσι»· καὶ Εὐριπίδης «ἐλελίζει αἴλινον» καὶ ὅσα ἄλλα ὅμοια. τὰ δὲ τοιαῦτα οὐκ ἐπιτηδευτὰ ἔοικεν εἶναι, ἀλλ' ἐκ τοῦπαρατυχόντος παρήχηνται, ὡς καὶ ἐν τῇ Ὀδυσσείᾳ εἴρηται. ἔστι τι καὶ ἄλλοπανοῦργον παρηχήσεως εἶδος, ὅπερ κατὰ γραμμάτων μετάθεσιν γίνεται, ὁποῖόν τι περιειργάσατο ὁ εἰπὼν τὸ τοῦ λόγου νᾶμα μάννα δοκεῖν τοῖς ἀκροαταῖς· τὸ γὰρ νᾶμα χωρῆσαν ὡς ἐς ἀνάρρουν εἰς μάννα μετερρύη. τοιοῦτον καὶ τὸ «οὐλίθῳ βαλών, ἀλλὰ τῇ χειρὶ λαβών» καὶ τὸ λέπας καὶ πέλας παρὰ Λυκόφρονι. καίεἰσι καὶ τούτου σπέρματα παρὰ τῷ ποιητῇ, ὃς εἰπὼν ἐν Ὀδυσσείᾳ «ἠμείψατομύθῳ» ἐπήγαγε «θυμὸν ὤρινας», ὡς τοῦ μύθου καὶ τοῦ θυμοῦ τοῖς αὐτοῖςδιοικουμένων γράμμασι. καὶ ἐν τῷ «θυμοδακὴς δὲ μῦθος» τὸ αὐτὸ ἐμφαίνεται· καὶ ἐν τῷ «οὐχ' ἥνδανε θυμῷ, κρατερὸν δ' ἐπὶ μῦθον ἔτελλεν». οὕτω δὲ περιεργασαμένων τινῶν τὴν μίαν λέξιν καὶ διαστρεψάντων αὐτὴν ἄλλοι μένειν αὐτὴνκατὰ χώραν ἀφέντες ἔπαιξαν ἄλλως, ἅπερ ἤθελον. ἡ γοῦν κωμῳδία τοιαῦτάτινα διθυραμβώδη ἐποίει ἐν μιᾷ λέξει ἀναγκάζουσα γραφὰς διαφόρους νοεῖν· οἷον ὅτε εἴπῃ, ὅτι ὁ Ζεὺς λήροις τοὺς νικῶντας ἀναδῶν στεφανοῖ. τὸ γὰρ λήροιςλέγεται μέν, ὡς τῶν νικώντων ἐν Ὀλυμπίοις φλυάρῳ καὶ κενῷ κόμπῳ θελγομένων. βούλεται δὲ λέγειν καί, ὅτι λειρίοις ἤγουν ἄνθεσι τοὺς νικῶντας ἀναδεῖ. τὸ αὐτὸ ποιεῖ ὁ Κωμικὸς καί, ὁπηνίκα κηρύλου μεμνημένος τοῦ ζῴου, ὅπερτὴν διὰ τοῦ ˉη ἔχει γραφήν, ἀποσκώπτει εἰς κουρέα τινὰ κηρύλον ἐκεῖνον θέλωννοεῖσθαι, ὡς ἀπὸ τοῦ κείρω, τὸ κουρεύω, ὅπερ διὰ διφθόγγου γράφεται. ὅμοιον καὶ τὸ «ἐστεφάνιξα κἀδωρησάμην». δοκεῖ μὲν γὰρ λέγειν, ὅτι «δώροιςἐδεξιωσάμην», παραλαλεῖ δὲ καὶ τὸ Δωρικῶς εἰπεῖν ὡς τοῦ ἐστεφάνιξαδιαλέκτου ὄντος Δωρικῆς. ταῦτα δὲ παίγνια κωμικὰ κατά τινα δῆθεν ὁμωνυμίαν, οὐ μὴν παρηχήσεις. ἡ γὰρ παρήχησις οὐ μιᾷ μόνῃ λέξει ἐμπεριγράφεται, ἀλλ' ἐν δυσὶ τὸ ἐλάχιστον. Ἔστιν οὖν ὅλως τοιαύτη τις ἡ τῶν ῥηθεισῶν παρηχήσεωνθεωρία. ἡ παρήχησις ἢ διαφορὰν μέν τινα ἔχει ἐν λέξεων προφορᾷ, ταὐτότηταδὲ ἐν γραφῇ, καὶ ταύτην διχῶς· ἢ γὰρ ὀρθῶς κειμένων τῶν παρηχουσῶνλέξεων ἢ ἀνεστραμμένως· ὀρθῶς μὲν ἐν τῷ «οὐδ' Εὐπείθει πείθοντο» καὶ τοῖςὁμοίοις, ὃ δὴ καὶ μόνον καιριωτάτη ἐστὶ παρήχησις· ἀνεστραμμένως δέ, οἷοντὸ μῦθος καὶ θυμός καὶ βαλών καὶ λαβών καὶ τὰ τοιαῦτα· ἢ ἀνάπαλιν ταὐτότηταμὲν ἔχει περὶ λέξεων προφοράν, διαφορὰν δὲ ἐν τῇ τῶν φωνηέντων γραφῇ· οἷοντὸ «ἔδδεισαν οὐδέ τ' ἔδησαν». πολλάκις δὲ καὶ ἀμφότερα ἤγουν διαφορὰν καὶφωνῆς καὶ γραφῆς, ὡς τὸ «Φυλέα φίλον μακάρεσσι»· καὶ «εἴδωλον δ' ἑτέρωθενἑταίρου πόλλ' ἀγόρευε». [καὶ «ἥλῳ γὰρ ἧλος» κατὰ παροιμίαν τὴν ἐν Πολιτείαιςπαρὰ τῷ Ἀριστοτέλει κειμένην, ἣν οἱ μὴ εἰδότες ἄλλως γράφουσιν. ὡς γὰρπάσσαλος πασσάλῳ ἐκκρούεται, οὕτω καὶ αὐτοί «ἧλος ἥλῳ» φασίν.] (ῃ. 407) Ὅτι τὸ μνήσασα, ὅ ἐστιν ἀναμνήσασα, αἰτιατικῇ συντάσσει μετὰ γενικῆς· οἷον μνήσασα τὸν Δία τῶνδέ τινων. (ῃ. 408 σς.) [Ὅτι προαναφώνησιςτεχνικὴ τὸ «αἴ κέν πως ἐθέλῃσιν», ὁ Ζεὺς δηλαδή, «ἐπὶ Τρώεσσιν ἀρῆξαι» ἤγουν ἐπαρῆξαι τοῖς ἐν τῇ Τροίᾳ, «τοὺς δὲ κατὰ πρύμνας τε καὶ ἀμφ' ἅλαἕλσαι», ὅ ἐστιν εἰλῆσαι ἢ ἐλάσαι, «Ἀχαιοὺς κτεινομένους» καὶ τὰ ἑξῆς. προαναφωνεῖ γὰρ τὰ γενησόμενα Ὅμηρος νῦν, δι' ὧν ὁ Ἀχιλλεὺς πρὸς τὴν μητέρα φησίν.] (ῃ. 410– 2) Ὅτι πρὸ μικροῦ ὁ Ἀχιλλεὺς τὸ πλεῖον τοῦ πολέμου αὐτὸς διέπειν εἰπὼν καὶ ἄριστον ἑαυτὸν Ἀχαιῶν ἀποκαλέσας καὶ νῦνπαρὰ τῇ μητρὶ περιαυτολογῶν τοιοῦτον πάλιν ἑαυτὸν ὀνομάζει [εἰπών· «ἵναπάντες ἐπαύρωνται βασιλῆος» ἤγουν ἐπαπολαύσωσι καὶ ἐπιχαρεῖεν τῷ βασιλεῖ·» γνῷ δὲ καὶ Ἀτρείδης εὐρυκρείων Ἀγαμέμνων ἣν ἄτην» ἤγουν τὴν αὐθαίρετον βλάβην, «ὅτ' ἄριστον Ἀχαιῶν», ἤγουν ἐμέ, «οὐδὲν ἔτισε».] Σοφοκλῆς δὲ τὸτοιοῦτον νόημα παραφράζων ἐπὶ Αἴαντος περιφραστικώτερόν φησιν, ὅτιτοιοῦτος ἦν ὁ Αἴας, οἷον οὔ τινα ἡ Τροία εἶδε μολόντα γῆς ἀπὸ Ἑλληνίδος. ἐμφαντικῶς δὲ ἄριστον ἄρτι ἑαυτὸν ὁ Ἀχιλλεὺς λέγει. εἰ μὲν γὰρ συγκατατίθεται ἡ μήτηρ ἄριστον αὐτὸν εἶναι, ἵνα τί μὴ τιμᾶται ὡς ἄριστος; εἰ δὲ μήἐστιν ἄριστος, διὰ τί οὐκ ἔστι τοιοῦτος; ἀλλὰ μινυνθάδιος μὲν γέγονε, τιμὴν δὲοὐκ ἔχει, ὁποίαν οἱ ἄριστοι. (ῃ. 410) [Σημείωσαι δὲ ὅτι ἐν τῷ «πάντες ἐπαύρωνται βασιλῆος» νοηθείη ἂν βασιλεὺς καὶ ὁ κατὰ τὸν ἐν Ὀδυσσείᾳ Ἔχετον βασιλέα βροτῶν δηλήμονα, ἵνα λέγῃ σεμνῶς καὶ εὐφήμως, ὡς πάντες ἐπαύρωνταιβασιλέως τούτου κακοῦ κατὰ τὸ «πολλάκι καὶ ξύμπασα πόλις κακοῦ ἀνδρὸςἀπηύρα». ἔνθα ὅρα τὸ ἀπαυρεῖν ταὐτὸν ὂν τῷ Ὁμηρικῷ ἐπαυρεῖν. διὸ καλῶςἡ αὐτῶν ἑρμηνεία, ἤγουν τὸ ἐπαπολαύειν, τὰς ἐκείνων ἔχει προθέσεις.] (ῃ. 414) Ὅτι μονῳδικῷ ἔοικε σχήματι τὰ τῆς Θέτιδος πρὸς Ἀχιλλέα εἰπούσης· «ὤ μοι, τέκνον ἐμόν, τί νύ σ' ἔτρεφον αἰνὰ τεκοῦσα» καὶ τὰ ἑξῆς. πενθεῖ δὲ αὐτόν, ὅτι ἅμα τε ὠκύμορός ἐστι καὶ ὀϊζυρὸς περὶ πάντων ἤτοι περισσότερον πάντων. καὶ σημείωσαι τὴν συντομίαν τοῦ «τί σ' ἔτρεφον αἰνὰ τεκοῦσα;» δύο γὰρ ἐνὀλίγῳ συνέστρεψε νοήματα, οἱονεὶ οὕτως εἰποῦσα· οὐκ ὤφελόν σε τεκεῖν. εἰ δὲκαὶ ἔτεκον, τί δήποτε δυστυχῶς ἔτρεφόν σε; Τὸ δὲ αἰνὰ τεκοῦσα ἀντὶ τοῦαἰνῶς, ὥσπερ καὶ ἐν τοῖς ἑξῆς ἐρεῖ, ὅτι οὐ καλὰ πόλεμόνδε συνοισόμεθα ἀντὶτοῦ οὐ καλῶς. (ῃ. 417) Τὸ δὲ ὀϊζυρός τοιαύτην ἔχει παραγωγήν· ὥσπερ παρὰτὸ αἴ ἐπίρρημα γίνεται τὸ αἰάζω καὶ παρὰ τὸ ὤ ὤζω ἐν Αἰσχύλῳ, ἐξ οὗ τὸοἰμώζω, οὕτω παρὰ τὸ οἴ οἴζω, ἐξ οὗ παράγωγον οἰζύω καὶ κατὰ διάλυσινὀϊζύω· ὡς τὸ «ἀλλ' ἄγε δὴ περὶ κεῖνον ὀΐζυε», ἐξ οὗ ὀϊζὺς ἡ ἀξία θρήνωνκακοπάθεια καὶ ὀϊζυρὸς ὁ θρήνων ἐπάξιος. (ῃ. 415– 8) [Τῷ δὲ ῥηθέντι ὡςμονῳδικῷ πρόσκειται καὶ ταῦτα· «αἴθ' ὄφελες παρὰ νηυσὶν ἀδάκρυτος καὶἀπήμων ἧσθαι, ἐπεί νύ τοι αἶσα μίνυνθά περ, οὔ τι μάλα δήν· νῦν δ' ἅμα τ' ὠκύμορος καὶ ὀϊζυρὸς περὶ πάντων ἔπλεο, τῷ σε κακῇ αἴσῃ τέκον ἐν μεγάροισιν». ἔστι δὲ ἐναντία τὸ μίνυνθα καὶ τὸ δήν, ὧν ἐκ τοῦ μὲν γίνεται ὁ μινυνθάδιος, ὡςἐδηλώθη, τοῦ δὲ ὁ δηναιός, ὅ ἐστι πολυχρόνιος, καὶ δηρόν τὸ ἐπὶ πολύ, τροπῇ τοῦˉν εἰς ˉρ, καὶ δήνεα τὰ βουλεύματα, οἷς χρόνου δεῖ. διὸ καὶ παροιμία κεῖται» δηρὸν βουλεύειν, ἵν' ἔχῃ καὶ πολλὸν ἄμεινον», εἰς ἣν συντελεῖ καὶ Σοφοκλέουςτὸ «φρονεῖν γὰρ οἱ ταχεῖς οὐκ ἀσφαλεῖς».] (ῃ. 420) Ὅτι ἐν τῷ «Ὄλυμπον ἀγάννιφον» φανερῶς Ὄλυμπον τὸ ὄρος λέγει. ὁ γὰρ Ὄλυμπος ὁ εἰς οὐρανὸν λαμβανόμενος οὐ νίφεται, ὅτι μηδὲ νεφελοῦται, ὅπου γε κατὰ τοὺς παλαιοὺςκαὶ αὐτοῦ τοῦ Ὀλύμπου τοῦ ὄρους τὰ ἄκρα ὡς ὑπερνεφῆ οὔτε νίφεται οὔτεκατομβρεῖται, ὡς καὶ ἐν Ὀδυσσείᾳ φανερῶς φησιν ὁ ποιητής. Ἰστέον δὲ ὅτι διχρόνῳ παραλήγεται τὸ «ἀγάννιφον» ἐκ τοῦ διφορουμένου νείφω. ἢ γὰρ ἐκτοῦ ἐνεστῶτος τοῦ ἔχοντος τὸ ˉι ἢ ἐκ τοῦ γραφομένου ἐν διφθόγγῳ, οὗ δεύτεροςἀόριστος ἔνιφον, ὅθεν δοκεῖ ἡ νιφὰς εἶναι καὶ ὁ νιφετός. ἐκεῖθεν δὲ καὶ τὸ νέφοςκαὶ τὸ νένοφα, οὗ μεμνημένος ὁ Ἡρωδιανὸς ἀπορεῖ, πῶς ὁ Ἀριστοφάνης νένοφα εἶπε καὶ οὐ νένοιφα, ἵνα ἦν, ὥσπερ λείβω λέλοιβα, λείπω λέλοιπα, οὕτω καὶνείφω νένοιφα. [Περὶ οὗ ἔστιν εἰπεῖν, ὡς οὐκ ἐκ τοῦ νείφω ἐκλίθη κατὰ τὸ πείθωπέποιθα καὶ ὅσα ἕτερα ἐπὶ ἐνεστῶτος ἔχουσι τὸ ˉε μετὰ τοῦ ˉι, ἀλλ', ὡς εἰκός, ἐκ τοῦ νέφω, ἵνα ᾖ, ὥσπερ λέγω λέλογα, οὕτω καὶ νέφω νένοφα, κατὰ τὰ ἔχοντατὸ ˉε μόνον ἐν τῷ ἐνεστῶτι. τοῦ δὲ νέφω, εἰ καὶ μὴ ἔστι χρῆσις, ἀλλὰ δοκεῖὅμως πρωτότυπον αὐτὸ εἶναι τοῦ νείφω, ὡς ὑποδηλοῖ καὶ τὸ ἐξ αὐτοῦ νέφος καὶἡ νεφέλη.] Ἔτι ἰστέον καὶ ὅτι τὸ ἄγαν οὐκ ἀεὶ [ἐν ταῖς συνθέσεσι] φυλάσσει τὸ τοῦτέλους ἀμετάβολον, ἀλλ' ἔστιν οὗ, ὡς ἔστι μαθεῖν ἐξ ἐπαγωγῆς. (ῃ. 421) [ Οτι ἐρεθιστικὸν τῷ Ἀχιλλεῖ πρὸς τῆς μητρὸς ῥηθὲν τὸ «ἀλλὰ σὺ μὲν νῦν νηυσὶπαρήμενος μήνι' Ἀχαιοῖς, πολέμου δ' ἀποπαύεο πάμπαν.] (ῃ. 423) Ὅτι τὸ τὸν Δία εἰς Ὠκεανὸν ἔρχεσθαι ἐπὶ τοὺς ἀμύμονας Αἰθιοπῆας, θεοὺς δ' ἅμαπάντας ἕπεσθαι, δωδεκάτῃ δὲ αὖθις ἔρχεσθαι εἰς Ὄλυμπον, τινὲς μὲν ἱστορικῶςθεραπεύουσι λέγοντες, ὅτι ἐν Διοσπόλει μέγιστόν ἐστι Διὸς ἱερόν, ἀφ' οὗλαβόντες Αἰθίοπες Διὸς ξόανον καὶ ἄλλων δαιμόνων σὺν αὐτῷ κατά τινα καιρὸντεταγμένον περινοστοῦσι τὰ κατὰ τὴν Λιβύην καὶ πανηγυρίζουσι πολυτελῶςἐπὶ δώδεκα ἡμέρας, ἐπεὶ καὶ τοσοῦτοι παρ' αὐτοῖς οἱ θεοί. τοῦτο γοῦν, φασίν, εἰδὼς ὁ ποιητής, οἷα καὶ τοιούτων ἐθῶν ἔμπειρος, ὅνγε καὶ Αἰγύπτιον γενεαλογοῦσί τινες, πλάττει ἐνταῦθα δωδεκαήμερον ἀποδημίαν Διὸς ἐξ ἱστορικῆςἀφορμῆς καὶ νῦν εἰς τὸ πλάσμα ἐλθών. Ἕτεροι δὲ ἀλληγορίαν τινὰ καὶ εἰς τοῦτόφασι λέγοντες Δία μὲν τὸν ἥλιον, Ὠκεανὸν δέ, ὡς ὁ Γεωγράφος φησί, τὸν καθ' ὅλον τὸ μεσημβρινὸν κλίμα τεταγμένον, ἤγουν τὰ νότια τῆς οἰκουμένης τὰ πρὸςτοῖς Αἰθίοψιν, ὅπου κατὰ τὸν χειμέριον καιρὸν ὁ τοιοῦτος ἄπεισι Ζεύς «ἐπὶκυανέων ἀνδρῶν δῆμον» κατὰ τὴν ποίησιν ἤτοι ἐπὶ Αἰθιοπίαν. ἐπεὶ δὲ καὶ ὁ τῶνπραγμάτων τούτων καιρὸς καὶ ὁ λοιμὸς μετὰ χειμῶνα γενέσθαι φαίνεται, εἰκότως ἂν χθιζός που καὶ πρῴην ὁ τῆς ἀλληγορίας ταύτης Ζεὺς Αἰθιοπικώτεροςὢν μετά τινας οὐ πολλὰς ἡμέρας εἰς τὸ Ἑλλαδικὸν κλίμα τελέως ἀποκαταστήσεσθαι λέγοιτ' ἂν συντελέσων τι πρὸς βοήθειαν τῷ Ἀχιλλεῖ. καὶ ταῦτα μὲν τοιαῦτα. ἐν οἷς σημείωσαι ὡς καὶ εἰς ἥλιον ἀλληγορεῖται ὁ Ζεύς· ὁ δ' αὐτὸς καὶ εἰςοὐρανόν, ὡς καὶ ἐν Ἀράτῳ δηλοῦται καὶ ἐν Ἡροδότῳ δὲ εἰπόντι, ὅτι τὸν κύκλον πάντα τοῦ οὐρανοῦ Δία καλοῦσιν οἱ Πέρσαι, ὥστε πολλὰ τῇ Ζεὺς ἱστορούμενος, λέξειπαρυφίσταται σημαινόμενα. ἔστι γὰρ μυθευόμενος, ἀλληγορούμενος· τοῦτο δὲ εἰς νοῦν, εἴτ' οὖν ψυχὴν τοῦ παντός· εἰς ἀέρα, εἰςαἰθέρα, εἰς ἥλιον, εἰς οὐρανόν. καὶ οὕτω μὲν καὶ ταῦτα. Ὁ δὲ ποιητὴς ἐπίτηδες ἄλλως οἰκονομεῖ ἀποδημεῖν τὸν Δία, ὡς ἂν ἐν τῷ μέσῳ καὶ οἱ Ἕλληνεςἀπὸ τοῦ λοιμοῦ ἑαυτοὺς ἀναλάβωσι καὶ ὁ Ἀχιλλεὺς παρ' ἑαυτῷ ταλαντεύσαςτὰ καθ' ἑαυτὸν ἢ ἐπιμείνῃ τῇ μήνιδι ἢ ῥοπήν τινα σχοίη πρὸς καταλλαγήν· ἔτι δέ, ὃ καὶ μάλιστα πρὸς τὸ πιθανὸν συμβάλλεται, ἵνα καὶ οἱ Τρῶες μαθόντες, ὡς εἰκός, τὰ τῆς μήνιδος θαρσήσωσι τὴν μάχην καὶ οὕτω τέλος ἕξει ὁ σκοπὸςτοῦ Ὁμηρικοῦ Διός. ἐκ πρώτης γὰρ ἢ δευτέρας ἡμέρας καί τινων ὀλίγων τῶνἐφεξῆς οὐκ ἦν εἰκὸς πληροφορίαν τοῖς Τρωσὶν ἐντελῆ γενέσθαι τῆς τοῦ Ἀχιλλέωςμήνιδος, ἀλλ' ἦν ἂν ἡ εἰς τὴν μάχην αὐτοῖς τόλμα ἀπίθανος. Περὶ δὲ Αἰθιόπωνκαὶ ὅτι κατὰ παραγωγὴν Αἰθιοπῆες λέγονται καὶ ἐν Ὀδυσσείᾳ ἐδηλώθη. [Πολλὰ δὲ καὶ ἄλλα ὅμοια· ἐν οἷς καὶ ἡγεμονεύς καὶ ἡνιοχεύς καὶ ὁ ἐκ τοῦ Ἀλκαῖος Ἀλκεύς, ὅθεν Ἀλκείδης Ἡρακλῆς, καὶ ὁ ἐκ τοῦ παρὰ Πινδάρῳ διάβολοςκοινῶς διαβολεύς.] Ἀμύμονας δὲ αὐτοὺς λέγει, οὐχ' ὅτι πάντες ἀγαθοὶ ἀλλ' ὅτιτινές· πολλοὶ γὰρ ἀπ' αὐτῶν ἀνθρωποφαγοῦσιν. ἕτεροι δὲ τοὺς μακροβίους Αἰθίοπας ἀμύμονας λέγεσθαι νοοῦσι, περὶ ὧν καὶ ἐν τοῖς τοῦ Περιηγητοῦ γέγραπται. ἄλλοι δὲ γράφουσι «μετὰ Μέμνονας Αἰθιοπῆας» λέγοντες Αἰθίοπάς τιναςεἶναι οὕτω καλουμένους ἀπὸ Μέμνονος υἱοῦ Τιθωνοῦ καὶ Ἡμέρας. [Ὁ δὲ Ὠκεανὸς σεσημείωται συστέλλων τὸ ˉα. τὰ γὰρ διὰ τοῦ ˉαˉνˉοˉς ὀξύτονα ὑπὲρ τρεῖςσυλλαβὰς ἐκτείνει τὸ ˉα χωρὶς τῶν παρὰ τοῖς ὕστερον, οἳ τὴν παραλήγουσαν τοῦἸουλιανός συστέλλουσιν. ὁ ἐανὸς πέπλος συστέλλων τὸ ˉα οὐκ ἀντίκειται· τρισύλλαβος γάρ ἐστιν. Ἰστέον δὲ ὅτι τὸ «Ζεὺς ἐς Ὠκεανὸν εἰς τοὺς δεῖνα χθιζὸς ἔβη μετὰ δαῖτα», ἤγουν εὐωχίαν, «θεοὶ δ' ἅμα πάντες ἕποντο, δωδεκάτῃ δέ τοιαὖτις ἐλεύσεται Οὔλυμπόνδε», παρῳδηθήσεταί ποτε εἰς πανδαισίαν πολυτελῆμακροήμερον.] (ῃ. 427) Ὅτι τοῖς παλαιοῖς ἔθος ἦν, ὁπηνίκα ἱκέτευον, κεφαλῆςτε λαμβάνεσθαι τῆς τοῦ ἱκετευομένου καὶ χειρὸς δεξιᾶς ἢ καὶ γονάτων· κεφαλῆς μὲν διὰ μέσης γενειάδος κατὰ Εὐριπίδην ἢ ἀνθερεῶνος καθ' Ὅμηρονδιὰ τὸ ἡγεμονικόν· ἐν αὐτῇ γὰρ τὸ λογιστικόν, ὡς προείρηται· δεξιᾶς δὲ διὰτὸ πρακτικόν· γονάτων δὲ διὰ τὸ κινητικὸν καὶ βαδιστικόν. καὶ ἤθελον συμβολικῶς τοὺς ἱκετευομένους παρακαλεῖν διὰ μὲν τῆς κεφαλῆς εἰς τὸ συνθέσθαι καὶκατανεῦσαι, διὰ δὲ τῆς δεξιᾶς εἰς τὸ πρᾶξαι, διὰ δὲ γονάτων εἰς τὸ κινηθῆναι, πρὸς ἃ ζητοῦνται, ἢ καὶ ἐπικλασθῆναι τὴν ψυχὴν καὶ καμφθῆναι, οἷς ἱκετεύονται. καὶ γὰρ ἐν τοῖς γόνασι μάλιστα κλᾶται τὸ σῶμα. καὶ ἦσαν ταῦτα σύμβολά τινακαὶ οἷον οἰωνισμοὶ τοῦ τῆς ἱκετείας τέλους. σκαιᾶς μέντοι ἤτοι ἀριστερᾶςχειρὸς οὐ προσήπτοντο διὰ τὸ δυσοιώνιστον. οὐ γὰρ προσεῖχον τοῖς ἀριστεροῖς, ὅπου γε καὶ τὰ μὴ αἴσια σκαιὰ καὶ ἐπαρίστερα ἔλεγον, ὥσπερ τὰ ἀγαθὰ δεξιά, τύχην λέγοντες δεξιὰν καὶ νόημα δεξιὸν καὶ δεξιοῦσθαι τὸ φιλοφρονεῖσθαι. κεφαλῆς δὲ οὐ τῆς ὅλης ἥπτοντο ἀλλὰ τοῦ ἀνθερεῶνος καὶ τοῦ γενείου, ὡς καὶ Εὐριπίδης δηλοῖ λέγων· «ὁρῶ σε δεξιὰν κρύπτοντα καὶ πρόσωπον ἔμπαλιν στρέφοντα, ὡς μή σου προσθίγω γενειάδος». τούτου δὲ δηλωτικὸν καὶ τὸ «μὴπρὸς γενείου μὴ' ξέλῃ τὰ φίλτατα» καὶ τὸ «ἀλλ', ὦ φίλον γένειον, αἰδέσθητίμε». Ἰστέον δὲ ὅτι, εἰ καὶ κεφαλῆς καὶ χειρὸς καὶ γονάτων οἱ ἱκέται ἥπτοντο, ἀλλὰ τὴν ὅλην ἱκετείαν γουνάζεσθαί φασιν ἐκ μέρους οἱ παλαιοί, διότι τοῖςἱκετεύουσιν, εἰ καὶ μὴ κεφαλῆς ἢ χειρὸς ἔστι λαβέσθαι, τῆς μὲν ἔμπαλιν τυχὸνστρεφομένης τῆς δὲ κρυπτομένης, ἀλλὰ γόνατος γοῦν οὐ πάνυ δυσχερὲς ἅπτεσθαι. οἱ δὲ μεθ' Ὅμηρον τὴν τοῦ γονυπετεῖν λέξιν ἐντεῦθεν ἐφεῦρον συνθέντεςἐκ τοῦ γόνυ καὶ τοῦ πέτειν, ἐξ οὗ τὸ πίπτειν παράγεται, ὡς τὸ ῥίπτειν ἀπὸ τοῦῥέπειν. ἀκολούθως δὲ τούτῳ καὶ ἡ γονυκλισία ὠνόμασται. Ὅτι δὲ πέτω ἐστὶῥῆμα βαρύτονον ἄρρητον, δηλοῖ ὁ πέσω μέλλων εὔχρηστος, ὃ Δωριεῖς καὶ Αἰολεῖς πεσῶ λέγουσιν, ὡς ἐσῶ, κλαυσῶ, ἐξ ὧν τὸ πεσεῖται, ἐσεῖται, κλαυσεῖταικαὶ τὰ ὅμοια. [ἐκ δὲ τοῦ πεσῶ ἀνελθόντος εἰς ἐνεστῶτα καὶ τὸ πέσημα, ὅ ἐστιπτῶμα, κεῖται παρὰ τοῖς τραγικοῖς.] Ὅτι ὁ θαρρῶν ἱκετεῦσαι καὶ πεῖσαί τιναεἴποι ἂν καιρίως τὸ «καί μιν γουνάσομαι καί μιν πείσεσθαι ὀΐω». καὶ ὅρα νῦν μὲν τὸ πείσεσθαι σαφῶς ἔχει· ὅτε δὲ Ἀχιλλεὺς θυμομαχῶν εἶπεν· «ἅ τιναοὐ πείσεσθαι ὀΐω», ἀσαφῶς εἶχεν ὁ λόγος. ἢ γὰρ εἰς ἃ οὐ πείσεσθαι οἴομαί τιναἢ εἰς ἃ ἐγὼ οὐ πεισθήσομαι, ὃ καὶ κάλλιον. ἔφη γὰρ κατωτέρω ἐκεῖ· «οὐ γὰρἔγω γέ τί σοι πείσεσθαι ὀΐω». Τὸ δέ «καί μιν» προτεθὲν ἐν τῷ «καί μινγουνάσομαι καί μιν πείσω» σχῆμα καλὸν ποιεῖ τὸ κατ' ἐπαναφοράν. (ῃ. 429) Ὅτι συνήθη Ἀττικὴν ἔλλειψιν ἔχει τὸ «χωόμενον κατὰ θυμὸν εὐζώνοιο γυναικός». τὸ γὰρ πλῆρες· χωόμενον ὑπὲρ γυναικὸς ἢ ἕνεκεν γυναικός. Ἰστέονδὲ ὅτι τοῦ κατὰ θυμὸν χώεσθαι ἤγουν συγχέεσθαι τὸν Ἀχιλλέα τέλος τὸμηνίειν Ἀχαιοῖσι, πολέμου δ' ἀποπαύεσθαι πάμπαν, ὃ παρῄνεσεν ἡ μήτηρ Θέτις τῷ φίλῳ υἱῷ προαναφωνητικῶς καὶ αὐτὸ ὑπὸ τοῦ ποιητοῦ τεθέν. Εὔζωνον δὲ γυναῖκα τὴν Βρισηΐδα λέγει ἀντὶ τοῦ εὐκόσμητον, ἀπὸ μέρουςτινὸς τοῦ γυναικείου κόσμου, τῆς ζώνης δηλαδή. ὡς καὶ εἴ τις εἴπῃ ἄνδραμιτροχίτωνα καθ' ὁμοιότητα τοῦ «ἀμιτροχίτωνας ἑταίρους». ὡς γὰρ ἀνὴρὁπλίζεταί ποτε μερικῶς μίτρᾳ, οὕτω καὶ γυνὴ κατὰ τῶν ἐραστῶν ὁποῖά τιὅπλον τὸ ἑαυτῆς εὔζωνον προβάλλεται. οἱ μέντοι μεθ' Ὅμηρον εὔζωνον ὁδίτηνλέγοντες ἢ τοιοῦτόν τι ἐπὶ ἀσκεύου καὶ εὐσταλοῦς τὴν λέξιν τιθέασιν. Ὅρα δὲὅτι γυναῖκα οὐ μὴν κόρην ἐνταῦθα τὴν Βρισηΐδα εἶπεν, ὡς ἀλλαχοῦ. Ὅτικρίνει καὶ ὁ ποιητὴς ἠδικῆσθαι τὸν Ἀχιλλέα λέγων βίῃ ἀέκοντος ἀφαιρεθῆναιτὴν Βρισηΐδα. πάντως δὲ τὸ βίᾳ οὐ δίκαιον. (ῃ. 430) Ἀέκουσα δὲ καὶ ἐκείνηκατὰ τὸν ποιητὴν ἐπορεύθη. Τὸ δὲ ἀέκοντος ἑρμηνεία ἐστὶ τοῦ βίῃ, ὅπερ λέξιςἐστὶν ὁμώνυμος καὶ διὰ τοῦτο ἔχει τι ἀσαφείας, εἰ μὴ ἑρμηνεύοιτο. λέγεταιγάρ ποτε βία καὶ ἡ κατὰ ῥώμην δύναμις. (ῃ. 432) Ὅτι ὥσπερ οἶκος μὲν καὶδόμος τὸ ὅλον λέγεται, μέρος δὲ αὐτῶν ἡ ἑστία, ἥτις καὶ ἱστία ὀνομάζεται, καὶπάλιν ὅλον μέν τι ὁ ναός, μέρος δὲ αὐτοῦ ὁ βωμός, οὕτω καὶ ὅλον μὲν ὁλιμήν, μέρος δὲ ὁ ῥηθησόμενος ὅρμος· αὐτὸ δὴ τὸ πρὸς τῇ γῇ, ἔνθα καὶ ὁρμεῖ ἡναῦς καὶ ὑπὸ τῶν ναυτῶν ὁρμίζεται. καὶ εἰς μὲν τὸν λιμένα πλησίστιοι καταβαίνουσιν οἱ πλέοντες, εἰς δὲ τὸν ὅρμον ἐρετμοῖς καθιστῶσι τὴν νῆα. διὸ ὁ μὲνὁρμισθεὶς ἐνελιμενίσθη, οὐ μὴν ὁ ἐν λιμένι ἐξ ἀνάγκης καὶ ὥρμισται, εἰ μὴκαὶ πρὸς τῇ γῇ γένηται. ἐὰν δὲ βωμὸς ὁ ὅλος λεχθῇ που ναὸς ἢ ἑστία ὁ σύμπαςοἶκος, ἀπὸ μέρους ἐλέχθη τὸ πᾶν ὁμοίως καὶ ἐὰν τὸν πάντα λιμένα ὅρμον τιςεἴποι· ὁ γὰρ λιμὴν ὅρμων περιεκτικός. διὸ ἡ καθωμιλημένη γλῶσσα ὁρμισίαςτὰς τοῦ λιμένος προσγείους λέγει κατατομὰς καὶ καταγωγάς. ὅτι δὲ ὅρμοςκυρίως ἐστὶ τὸ τοῦ λιμένος πρὸς τῇ γῇ πέρας, δηλοῦται σαφῶς καὶ ἐν τῷ» λιμένα Ναύπλιον ἐκπληρῶν πλάτῃ ὁρμεῖ», ὡς μὴ ἂν ἄλλως ἐξὸν ὂν ὁρμισθῆναινῆα τοιαύτην, εἰ μὴ κώπαις ἐκπληρώσασα τὸν ὅλον λιμένα πρὸς τῇ γῇ γένηται. [δηλοῖ δὲ φανερῶς τὴν ἐν τούτοις διαφορὰν καὶ τὸ «λιμὴν εὔορμος».] Δῆλον δὲκαὶ ὅτι ἀρετὴ λιμένος τὸ πολυβενθὲς ἤγουν ἀγχιβαθές, ὡς ἂν ἔχοι τὰς τῶνἀνέμων στέγειν ἐμβολὰς καὶ μὴ τὰς νῆας λύειν προσαρασσομένας ταῖς ἀκταῖς. εἰ δέ τις λιμὴν μὴ τοιοῦτος εἶναι τετυχηκὼς ἄπιστός ποτε τοῖς ἐλλιμενισθεῖσινἀποβαίη, ἀστείως ἂν παραγραμματισθεὶς πολυπενθὴς ἀντὶ πολυβενθέοςκληθήσεται. Ἰστέον δὲ [ὅτι τε ἐκ τοῦ ῥηθέντος ὅρμου ἔξορμος λέγεται ἐν τῷἀναπλεῦσαι ὁ ἔξω τούτου γεγονώς· καὶ ὅτι καὶ κόσμος περιτραχήλιός τις ὅρμοςποτὲ καλεῖται ὁ καὶ ὁρμίσκος καθ' ὑποκορισμόν. (ῃ. 432– 7) Ἐνταῦθα δ' ἰστέονκαὶ] ὅτι ἔργον διασκευῆς τὸ ἐν τοῖς πράγμασι τὸν τρόπον λεπτολογεῖν, καθ' ὃναὐτὰ γίνονται, κἂν μὴ πάνυ ἀναγκαῖον εἴη ἔστιν ὅτε τὸ τοιοῦτον τῷ ἀκροατῇ. καὶ πλεονάζει ὁ ποιητὴς τούτῳ τῷ σχήματι γυμνάζων τὸν ἀκροατήν, ὅπως ἔστικαὶ ἐν τοῖς εὐτελέσιν εὐπορεῖν τοῦ γράφειν. τίθησιν οὖν καὶ ἐνταῦθα διασκευήν, ἐν οἷς λέγει, τοὺς Ἕλληνας εἰς Χρύσην ἀπελθόντας τοιαῦτά τινα, ὡς εἰκός, ποιεῖν· «οἳ δ' ὅτε δὴ λιμένος πολυβενθέος ἐντὸς ἵκοντο, ἱστία μὲν στείλαντο, θέσαν δ' ἐν νηῒ μελαίνῃ, ἱστὸν δ' ἱστοδόκῃ πέλασαν προτόνοισιν ὑφέντες· τὴνδ' εἰς ὅρμον προέρυσαν ἐρετμοῖς. ἐκ δ' εὐνὰς ἔβαλον, κατὰ δὲ πρυμνήσιαἔδησαν· ἐκ δὲ καὶ αὐτοὶ βαῖνον ἐπὶ ῥηγμῖνι θαλάσσης» καὶ ἑξῆς. καὶ σημείωσαιὅτι τὸν μὲν τῆς προδιειλημμένης νηὸς ἀνάπλουν τὸν ἐκ Τροίας καὶ τὸν ἐκεῖαὖθις κατάπλουν οὐ διεσκεύασεν ὁ ποιητὴς ὡς ἀγωνιῶν καὶ σπεύδων εἰς ἔργακαὶ οὐδὲ σκυθρωποῖς πράγμασι παραμῖξαι θέλων πανηγυρικοῦ σχήματοςἱλαρότητα. τὴν δὲ εἰς Χρύσην αὐτῆς καταγωγὴν καὶ τὰ τῆς θυσίας ὡς πανηγυρικὰ τῷ συγγενεῖ φιλοτιμεῖται σχήματι, τῇ διασκευῇ, οὐ στενολεσχήσας, ἀλλὰ κατακόρως ἐπιστοιβάσας διασκευάς. τὸν δὲ τοιοῦτον πλοῦν μετρῶνὁ Γεωγράφος φησίν, ὅτι ἀπὸ τῆς Κιλίκων Χρύσης ἐπὶ τὸν ναύσταθμον ἑπτακόσιάπου στάδια πλοῦς ἡμερήσιος, ὅσον φαίνεται πλεύσας ὁ Ὀδυσσεύς. (ῃ. 433) Ἰστέον δὲ ὅτι ἱστία μέν εἰσι τὰ ἐπὶ τοῦ κέρως λίνα, οἷς ὅσα καὶ πτεροῖς ἡ ναῦς τὸνδρόμον ταχύνει. Στείλασθαι δὲ παρὰ μὲν τοῖς ὕστερον καὶ ἐπὶ πορείας τίθεται. στέλλεται γοῦν τις ὁδόν τινα. ἐνταῦθα δὲ τὸ «στείλαντο ἱστία» ἀντὶ τοῦσυνέστειλαν εἴρηται. [Σημαίνει δέ ποτε καί τινα κοσμιότητα τὸ στέλλειν, ὡςδηλοῖ ὁ στολμός καὶ ὁ εὐσταλής. ἀπὸ δὲ τοῦ Ὁμηρικοῦ στέλλειν καὶ περιστέλλεινλέγεταί τις κακὸν ἀντὶ τοῦ περικρύπτειν, περικαλύπτειν. τὸν δὲ ναυτικὸνστόλον ἑτεροῖόν τι στέλλειν παράγει.] (ῃ. 434) Ἱστὸς δὲ τὸ ὀρθὸν ξύλον, οὗπερ τὸ κέρας καὶ τὰ ἱστία ᾐώρηνται, κατ' ἐξοχήν τινα οὕτω λεχθείς. αὐτὸςγὰρ μάλιστα ὀρθὸς ἵσταται. Ἱστοδόκη δὲ ξύλον κατὰ πρύμναν ἐξέχον, καθ' οὗκλίνεται ὁ ἱστός. γράφεται δὲ διὰ τοῦ κ, διότι τὰ παρὰ τὸ δέχω οὕτω προάγονταιἸωνικῶς, οἷον ξεινοδόκος, δουροδόκη, ἱστοδόκη· ἤδη δὲ καὶ Ἀττικῶς. πανδοκεύτριαν γοῦν ὁ Κωμικός φησι καὶ ξυροδόκην, καπνοδόκην καὶ τοιαῦτάτινα. δῆλον δὲ ὅτι κοινωνία τις ἦν τῇ παλαιᾷ Ἰάδι καὶ Ἀτθίδι. Πρότονα δὲ κατά τινας μὲν σχοινία, δι' ὧν τὰ ἱστία πῇ μὲν ἀνέλκονται, πῇ δὲ χαλῶνται, μάλιστα δὲ τὰ συνδέοντα τὸ κέρας πρὸς τὸν ἱστόν, ὥς φασιν οἱ εἰδότες. φυλάσσεται γὰρ ἡ λέξις ἔτι καὶ νῦν παρὰ τοῖς Ἀνατολικοῖς. εὕρηται δὲ καὶἀρσενικῶς ὁ πρότονος. Τὸ δὲ ὑφέντες καιρίως εἴρηται ἀντὶ τοῦ χαλάσαντες. ἐντεῦθεν καὶ παρὰ τοῖς μεθ' Ὅμηρον καθυφιέναι τὸ ἀνίεσθαί τινος ἐνστάσεωςκαὶ δίκη καθυφέσεως, ὅτε τις δικηγόρος χαυνωθεὶς προδῷ τὴν ὑπόθεσινὑπενδοὺς καὶ οἷον καταχαλασθείς. (ῃ. 435) Ὅρμος δὲ τί ἐστιν, ἀνωτέρωἐγράφη. (ῃ. 436) Εὐναὶ δὲ νῦν οὔτε αἱ κοῖται οὔτε αἱ διατριβαί, ἀλλὰ αἱ τὴν νῆαεὐνάζουσαι ἄγκυραι ἐν τῷ χαλᾶσθαι κατὰ τοῦ ὕδατος. πολλαχοῦ δὲ ἡ λέξιςεὑρεθήσεται. Πρυμνήσια δὲ τὰ ἀπόγεια σχοινία τουτέστιν, οἷς ἡ ναῦς ἀποδεῖταιεἰς γῆν καὶ οἷς ὥσπερ πείθεται. διὸ τὰ αὐτὰ καὶ πείσματα λέγονται. (ῃ. 437) Ῥηγμὶν δὲ ἐνταῦθα μὲν ὁ αἰγιαλός, ᾧ τὰ κύματα προσρήσσονται, ὥς πούφησιν ὁ ποιητής· «χέρσῳ ῥηγνύμενον μεγάλα βρέμει». ἐν δὲ Ὀδυσσείᾳ καὶ τὴνἐπιφάνειαν τῆς θαλάσσης, ἣν αἱ κῶπαι ῥήσσουσι, ῥηγμῖνα καλεῖ. καὶ νῦνμὲν οὕτω διεσκεύασεν ὁ ποιητής, προϊὼν δὲ θυτικὴν διασκευὴν ἑτέραν ποιήσειἐν τῷ «ἀνέρυσαν μὲν πρῶτα καὶ ἔσφαξαν καὶ ἔδειραν» καὶ τὰ ἑξῆς. ἀλλαχοῦ δὲδιασκευάζων τὸν ἐξ ὕπνου νυκτερινοῦ ἐγερθέντα ἐρεῖ· «μαλακὸν ἔνδυνε χιτῶνα, περὶ δὲ μέγα βάλλετο φᾶρος» καὶ τὰ ἐφεξῆς. Περὶ δὲ ὁπλίτου ἀνδρὸς ἐν ἑτέροιςδιασκευάσει, ὅτι κνημῖδας μὲν πρῶτα περὶ κνήμαις ἔθηκε καὶ τὰ ἑξῆς. ὅλωςγὰρ χαίρει διασκευαῖς ὡς περιφραζούσαις τὸ πρᾶγμα καὶ πλατυνούσαις, ναὶμὴν καὶ γλυκαζούσαις τῇ ἀφελείᾳ, ἐχούσαις δὲ καὶ διδασκαλίαν πραγμάτων καὶλόγου σαφήνειαν τῇ κατὰ φύσιν τῶν πραγμάτων διεξόδῳ καὶ τάξει, ὡς πολλαχοῦδειχθήσεται. (ῃ. 436– 9) Ὅτι δέ ποτε καὶ κάλλους ἐκφανοῦς χρεία ταῖς διασκευαῖς, δηλοῦν ἐντεῦθεν· ἄρχεται ὁ ποιητὴς κεφαλαιώσας τέσσαρα ἔπη διὰ τῆς ˉἐˉκπροθέσεως κατὰ σχῆμα εὐειδὲς ἐπαναφορικὸν καὶ εἰπών· «ἐκ δ' εὐνὰς ἔβαλον, ἐκ δὲ καὶ αὐτοὶ βαῖνον, ἐκ δ' ἑκατόμβην βῆσαν, ἐκ δὲ Χρυσηῒς νηὸς βῆ». ὡς δὲτὰς ῥηθείσας εὐνὰς εὐναίας που Εὐριπίδης φησίν, οἶδεν ὁ περιτυχών. (ῃ. 440 ς.) Ὅτι τὸ «τὴν μὲν Ὀδυσσεὺς πατρὶ φίλῳ ἐν χερσὶν ἐτίθει» ἁπλῶς εἶπεν ἀντὶ τοῦ ἐδίδου ἢ παρετίθει, ἄλλως γὰρ ἐνταῦθα οὐ πάνυ κυριολεκτεῖται τὸ τιθέναι. (ῃ. 442– 5) [Ὅτι Ὀδυσσεὺς ἀποδοὺς τῷ Χρύσῃ τὴν θυγατέρα ἐν τῷ ἀγαγεῖν ἐπὶ βωμόν, ἵνα οὕτως ἐμφήνῃ μὴ τῷ Χρύσῃ ἀλλὰ τῷ Φοίβῳ τὴν χάριν γενέσθαι, εἶτα χρᾶται καὶ διηγήσει ἁπλῇ αὐτὸ διεξελθὼν ψιλὸν τὸ πρᾶγμα ἐν στενῷ.» ὦ Χρύση, πρό μ' ἔπεμψεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων», ὡς ναύαρχον δηλαδή,» παῖδά τέ σοι ἀγέμεν, Φοίβῳ θ' ἱερὴν ἑκατόμβην ῥέξαι ὑπὲρ Δαναῶν, ὄφρ' ἱλασόμεσθα ἄνακτα, ὃς νῦν Ἀργείοισι πολύστονα κήδε' ἐφῆκεν». Ὅτι δὲ τοῦ «ἄναξ ἀνδρῶν» πολὺ ἐνδοξότερον τὸ εὐρυκρείων, οὐκ ἄδηλόν ἐστιν.] (ῃ. 446) Ἐνταῦθα δὲ ἔδει μὲν εἰπεῖν τι τὸν Χρύσην αὐτίκα, ὅτε ἀπέλαβε σταλεῖσαντὴν θυγατέρα. ὁ δὲ ποιητὴς δεξιώτατα σιγῶντα ποιεῖ αὐτόν, ὡς καὶ πρὸ μικροῦτοὺς κήρυκας, καθὰ καὶ προείρηται. οὔτε γὰρ ἐπαινεῖν ὁ γέρων ἔχει τοὺςἀποδιδόντας μεμνημένος, ὅσα ἠπείληται, καὶ εἰδὼς οὐχ' ἑκουσίαν τὴν ἀπόδοσιν, καὶ οὐδὲ ψέγειν καλὸν ἔγνωκε τοὺς δωρησαμένους. παροξυντικόν τε γὰρ τοῦτοκαὶ οὐδὲ πρέπον εὐεργετουμένῳ ἀνδρί. τάχα δὲ καὶ ἡ πολλὴ χαρὰ παραιρεῖταιτοὺς λόγους τῷ γέροντι. διὸ καὶ ὁ ποιητὴς ἐπεσημήνατο εἰπών· «ὃ δ' ἐδέξατοχαίρων». ἄλλως τε κατὰ τοὺς παλαιοὺς οὐδὲ τοσαύτην ἔχει κίνησιν τὰ ἡδέα, ὅσην τὰ λυπηρά. διὸ τὴν μὲν ἐπὶ τῇ θυγατρὶ λύπην ἔχων καὶ ὡδοιπόρησε καὶἐλάλησε, χαρᾶς δὲ οὐδὲν ποιεῖ ἐπίσημον, ἀλλ' ἢ μόνον εὔχεται ἀγαθὰ τοῖςἝλλησιν ὕστερον, εἰς ὃ προεκλήθη ὑπὸ τοῦ Ὀδυσσέως. ὅτε καὶ λαλεῖ πρὸς ὃν ἐχρῆν, ἤγουν πρὸς τὸν Φοῖβον, οὗ χάριν ἔλαβε τὸ θυγάτριον, ὃ ἐπὶ βωμὸν ἄγωνὈδυσσεὺς ἐν χερσὶν αὐτῷ ἔθετο. Ὅρα δὲ πεισμονῆς ἀκαίρου βασιλικῆς ἀποτέλεσμα, ὡς καὶ προεγράφη. ὁ γὰρ ἀπερείσια μὴ λαβὼν δῶρα ἀπριάτηντε ἀπέδωκε τὴν αἰχμάλωτον καὶ ἑκατόμβην προσαποδέδωκεν. (ῃ. 446 ς.) Ὅτι ὁ τιμηθεὶς μέν τινι βαθμῷ στάσεως, ὀλεθρίως μέντοι γε ἢ ἄλλως ἐπιζημίως, εἴποι ἂν εὐκαίρως, ὅτι ὡς ἐν ἑκατόμβης μοίρᾳ ἐγένετο. κἀκεῖ γάρ ἐστι μὲν κατὰτὸν ποιητὴν τὸ τῆς στάσεως ἐφεξῆς κατὰ τὸν βωμόν. «ἑξείης γάρ», φησίν,» ἔστησαν περὶ βωμόν». τῶν δὲ ἑστώτων οὐδὲν περισῴζεται· σφάττονται γάρ. (ῃ. 448) [Ἐΰδμητος δὲ νῦν ὁ εὐδόμητος, ᾧ ἴσον ἐν ἄλλοις ὁ ἐϋκτίμενος, οὗθηλυκὸν ἡ ἐϋκτιμένη.] (ῃ. 449) Ὅτι καὶ θύοντες χερνίπτονται οἱ παλαιοί ὡςἐνταῦθα καὶ εὐχόμενοι δέ, ὡς ἐν Ὀδυσσείᾳ φαίνεται. δεῖ γὰρ καθαροὺς τῶνθείων γίνεσθαι. φησὶ γάρ· «χερνίψαντο δ' ἔπειτα καὶ οὐλοχύτας προβάλοντο» ἤγουν προέθεντο, προέρριψαν. εἰσὶ δὲ οὐλοχύται, ὡς μὲν ἓν ἀνθ' ἑνὸς εἰπεῖν, τὰπροθύματα. οὐλοχύτας γὰρ πρὸ τῆς θυσίας μετεχειρίζοντο καί, ὡς ὁ ποιητήςφησι, προεβάλοντο. εἰ δὲ χρὴ καὶ πλατύτερον εἰπεῖν διὰ τὸ σαφέστερον, οἱοὐλοχύται οὐλαὶ ἦσαν τουτέστι κριθαὶ μετὰ ἁλῶν, ἃς ἐπέχεον τοῖς βωμοῖςπρὸ τῆς ἱερουργίας. ἐποίουν δὲ τοῦτο ἢ πολυπλήθειαν καρπῶν οἰωνιζόμενοι, ὧν ἀπαρχαὶ οἷον αἱ οὐλαὶ αὗται προσήγοντο, ἢ ἄλλως διὰ τὸ πρὸς θεοὺςεὐχάριστον ὑπὲρ τῆς εἰς τὸ ζῆν εὐεργεσίας, ἐπεὶ τοῦ βαλανηφαγεῖν καὶ τῆςτῶν δρυκάρπων ἀπαλλαγέντες τροφῆς εἰς ἥμερον βίον τὸν ἐκ τῶν σπορίμωνμετέπεσον. διὰ τοῦτο γὰρ καὶ κριθὰς προεβάλοντο, σπέρμα ἥμερον, ἃς πρώταςκρατεῖ λόγος εἰς χρῆσιν ἐλθεῖν τοῖς πάλαι ποτὲ ἀπαλλαγεῖσι τοῦ βαλανηφαγεῖν. διὸ καὶ κριθαί, φασίν, ἐκλήθησαν, διότι αὐτῶν εὑρεθεισῶν διεκρίθησαν τῶνἀλόγων ζῴων οἱ ἄνθρωποι. ἐντεῦθεν δὲ καὶ ὁ κρίβανος οἱονεὶ κριθῆς βαῦνος. καλοῦσι δὲ βαῦνον μέχρι καὶ ἐσάρτι Πελοποννήσιοι τὸν τοῦ πυρὸς τόπον, ὃν καὶπαριστίαν λέγομεν ἰδιωτικῶς. ἐκεῖθεν δὲ καὶ οἱ παρὰ τῷ Κωμικῷ κριβανωτοί, ἄρτοι δηλαδὴ ὀπτηθέντες κριβάνῳ, ὃν καὶ κλίβανον διὰ τοῦ ˉλ φασιν, ὁμοίωςτῷ κεφαλαργία, κεφαλαλγία. εἰς εὐχάριστον οὖν μνήμην τῆς παλαιᾶς βρώσεωςαἱ οὐλαὶ προεβάλλοντο, αἵτινες τὴν ἀρχὴν ὅλαι ἤτοι σῶαι ἠσθίοντο πρὶν ἢγενέσθαι τὰ τοῦ ἀλετοῦ. διὸ καὶ οὐλαὶ λέγονται κατὰ πρόσληψιν τοῦ ˉυ ὁλαὶἄλλως ὀφείλουσαι λέγεσθαι. ὅθεν καί, ὁπηνίκα μὴ παρῆσαν οὐλαὶ τουτέστικριθαί, ἀντὶ κριθῶν δρυὸς φύλλα προεβάλλοντο ἀνατρέχοντες καὶ οὕτω πρὸςπαλαιτάτην μνήμην διαίτης καὶ ἀναμιμνῃσκόμενοι τῆς ἐκ τῶν δρυκάρπωνπαλαιφάτου τροφῆς, ὡς καὶ ἐν Ὀδυσσείᾳ οἱ τοῦ Διὸς ἑταῖροι μὴ ἔχοντες κρῖλευκὸν φύλλα δρεψάμενοι τέρενα δρυὸς ηὔχοντο. οἱ δ' αὐτοὶ καὶ οἶνον λείβεινμὴ ἔχοντες ὕδωρ ἔσπενδον εὐπόριστα ταῦτα σπονδήν τε καὶ οἷον οὐλοχύταςἐξευρηκότες. καὶ αὕτη μὲν αἰτία τῆς τῶν κριθῶν παραλήψεως ἐν τοῖς οὐλοχύταις. ἅλας δὲ ταῖς οὐλαῖς ἀνεμίγνυον οὐ μόνον διὰ γονιμότητα καὶ τὸ ἐν τροφαῖςνόστιμον, ἀλλὰ καὶ διότι φιλίας οἱ ἅλες σύμβολον. διὸ καὶ τοῖς ἐπιξενουμένοιςπαρετίθεντο πρὸ τῶν ἄλλων βρωμάτων ἢ διὰ τὸ τῆς φιλίας νόστιμον καὶπαράμονον· παραμονῆς γὰρ αἴτιος πολλοῖς τῶν σωμάτων καὶ ὁ ἅλς· ἢ καὶ εἰςσύμβολον τῆς κατὰ φιλίαν ἑνώσεως. ὡς γὰρ ἃλς ἐξ ὑδατίων πολλῶν ῥυτῶν καὶχυτῶν παγεὶς ἔν τι στερεὸν γέγονε σῶμα, οὕτω καὶ οἱ συνελθόντες εἰς ξενίαν ἐκδιεστώτων εἰς ἓν τῷ τε τόπῳ καὶ τῇ φιλικῇ διαθέσει συνήχθησαν. οἶνος δὲ εἰκαὶ μὴ τοῖς οὐλοχύταις συμπαρελαμβάνετο, ἀλλ' οὖν ἐν ταῖς σπονδαῖς χρήσιμοςἦν μετὰ τοὺς οὐλοχύτας, διότι καὶ ἡ τούτου εὕρεσις, ὥσπερ καὶ ἡ τῶν κριθῶν, πολιτικοῦ βίου καὶ ἡμέρου ἐστὶ καταρχή· ὀψὲ γάρ ποτε εὕρηται. Ἰστέον δὲ ὅτιτοῦ ποιητοῦ οὐλοχύτας εἰπόντος τινὲς τῶν ὕστερον, ὧν ἐστι καὶ ὁ Ῥωμαῖος Δίων, οὐ συνθέτως οὐλοχύτας, οὐλὰς δὲ μόνον φασίν. ἔστι δὲ καὶ ἄλλωςσυντομώτατα φράσαι περί τε οὐλοχυτῶν καὶ τῆς δι' οἴνου σπονδῆς, ὅτιδιττῆς οὔσης ἐν ἡμῖν τροφῆς τῆς ἀναγκαιοτάτης, ξηρᾶς τε, ἥτις ἐν σπέρμασιθεωρεῖται καὶ ἄλλοις καρποῖς, ἔτι δὲ καὶ τῆς ὑγρᾶς τῆς θεωρουμένης πρώτωςμὲν ἐν ὕδατι, δευτέρως δὲ καὶ ἐν οἴνῳ, ἀπαρχὰς οἱονεὶ τῆς ὅλης ζῳογόνουτροφῆς εὐχαρίστως οἱ παλαιοὶ τούς τε οὐλοχύτας ἐν ταῖς θυσίαις προεβάλλοντοἀπὸ ξηρᾶς τινος τροφῆς, ἀλλὰ μὴν καὶ τὰς σπονδὰς ἐν ἄλλοτε ἄλλῳ ὑγρῷγινομένας πρὸς τοὺς καιρούς. μετὰ δὲ τοὺς οὐλοχύτας αἱ θυσίαι καὶ ἡ ἐναὐταῖς κρεωφαγία, διότι καὶ μετὰ τὴν τῶν ἀναγκαίων τροφῶν εὕρεσιν ἡ τῆςκρεωδαισίας πολυτέλεια καὶ τὸ τῆς τρυφῆς ἐπείσακτον εὕρηται. δεῖ δὲ εἰδέναι, ὅτι τινὲς παντελῶς ἑτέραν τραπόμενοι οὐ θύματα ἢ προθύματα ἢ προβολὴνθυμάτων τοὺς οὐλοχύτας φασίν, ἀλλ' αὐτὰ τὰ κανᾶ, εἴτ' οὖν τὰ ἀγγεῖα, δι' ὧν αἱοὐλαὶ χέονται, οὐλὰς νοοῦντες ἀπὸ μέρους, καθὰ καὶ ὁ Δίων ἔφρασε, τὸ μῖγμα τὸἐκ κριθῆς καὶ ἁλῶν. αἱ δὲ οὐλαὶ ὀξύνονται πρὸς διαστολὴν τοῦ οὖλαι τρίχες, εἰ καὶ ἄλλως συμπίπτουσι ταῖς τραυματικαῖς οὐλαῖς. (ῃ. 450) Ὅτι χεῖραςἀνασχών ἀντὶ τοῦ ἀνατείνας εἰς εὐχήν. λέγεται δὲ τὸ ἀνασχεῖν καὶ ἐπὶ ἀνατολῆς· ἀνίσχειν γὰρ ὁ ἥλιος καὶ ἀνασχεῖν λέγεται. Τὸ δέ «χεῖρας ἀνασχών» ἐν ἄλλοιςἀνασχόμενος εὑρεθήσεται παθητικῶς, ὅπερ ἕτερος ποιητής «ἀναπτύξας χεῖρας» φησί. Σημείωσαι δὲ ὅτι τῷ ἀνίσχειν ἀντίκειται τὸ κατίσχειν, ὡς Ἡρόδοτοςδηλοῖ λέγων· «κατίσχει σέλας ἐκ τοῦ οὐρανοῦ ἐπὶ τὴν βοῦν τὴν γεννῶσαν τὸνἎπιν»· καὶ ὅτι τὸ ἀνασχεῖν καὶ ἐπὶ ὑπομονῆς ποτε λέγεται. φησὶ γοῦν ὁ αὐτὸςμέγα ἢ σμικρὸν λυπηρὸν ἀνασχήσειν ἤγουν ἀνέξεσθαι. [Ἐνταῦθα δὲ τὸ «μεγάλ' εὔχετο χεῖρας ἀνασχών» ἢ ἐξάκουστον εἶναι δηλοῖ τὴν εὐχὴν ἐκπεφωνημένηνεἰς ἐπήκοον ἢ λέγει ὅτι μεγάλα τινὰ πρὸς θάρρος εὔξατο.] (ῃ. 451) Ὅτιταὐτολογεῖ τὰ τοῦ Χρύσου ἐνταῦθα ὁ ποιητὴς ἐν δυσὶ στίχοις εἰπὼν καὶνῦν τὸ «κλῦθί μευ, ἀργυρότοξε» καὶ ἑξῆς, παραδηλῶν ὡς καὶ ἐν ἄλλοις, ὅτιπεροὐ δεῖ τὰ ἤδη εὖ γραφέντα, ἐν οἷς οὐ δέον, παρακινεῖν. (ῃ. 456) Ἐνταῦθα δὲσημείωσαι καὶ τὴν τοῦ Χρύσου εὐχὴν πάνυ ἀπεστενωμένην· ἑνὶ γὰρ στίχῳσφίγγεται τῷ «ἤδη νῦν Δαναοῖσιν ἀεικέα λοιγὸν ἄμυνον». καὶ οὐκέτι τὰ καλὰἐκεῖνα εὔχεται, ἃ παρὰ τῷ Ἑλληνικῷ ναυστάθμῳ δακνόμενος ἔτι τὴν ψυχήν, ἐφ' οἷς ἔπαθε. διὸ καὶ τὸ «νῦν» προσέθετο τῇ εὐχῇ μονονουχὶ λέγων, ὡς οὐκέτιεὔχομαι αὐτοὺς εὖ οἴκαδ' ἱκέσθαι· ἀγαπητὸν γάρ, εἰ καὶ τοῦ νῦν ἀπαλλαγεῖενκακοῦ. Ὅρα δὲ καὶ ὅπως ἄνετος ὁ ἱερεὺς τὰ οἰκεῖα νέμεται μηδὲν πρὸς τῶνπολεμίων Ἀχαιῶν βλαπτόμενος. (ῃ. 454) Ἐν τούτοις δὲ κεῖται καὶ χρῆσις τοῦ ἰψάμην μέσου ἀορίστου ἀντὶ τοῦ ἔβλαψα. φησὶ γάρ· «μέγα δ' ἴψαο λαὸνἈχαιῶν». [ὅθεν καὶ ἴψα καὶ πλεονασμῷ τοῦ ˉδ δίψα, ὡς βλαπτική, καὶ πολυδίψιονκατά τινας Ἄργος, τὸ πολυβλαβές, εἰ καὶ ἕτεροι τὸ πολυπόθητόν φασιν.] (ῃ. 458– 67) Ὅτι ἔννοια διασκευῆς καὶ ἐνταῦθα ἐν τῷ «αὐτὰρ ἐπεί ῥ' εὔξαντο καὶ οὐλοχύτας προβάλοντο, αὐέρυσαν μὲν πρῶτα καὶ ἔσφαξαν καὶἔδειραν, μηρούς τ' ἐξέταμον κατά τε κνίσσῃ ἐκάλυψαν δίπτυχα ποιήσαντες, ἐπ' αὐτῶν δ' ὠμοθέτησαν. καῖε δ' ἐπὶ σχίζῃς ὁ γέρων, ἐπὶ δ' αἴθοπα οἶνονλεῖβε. νέοι δὲ παρ' αὐτὸν ἔχον πεμπώβολα χερσίν. αὐτὰρ ἐπεὶ κατὰ μῆρ' ἐκάηκαὶ σπλάγχν' ἐπάσαντο, μίστυλλόν τ' ἄρα τἆλλα καὶ ἄμφ' ὀβελοῖσιν ἔπειρον, ὤπτησάν τε περιφραδέως». διασκευάζει δὲ τὸν τρόπον τῆς θυσίας λέγων, ὅπωςἐγίνετο. ἃ δὲ ἐν τούτοις λεχθῆναι χρή, εὐθὺς εἰρήσεται· (ῃ. 459) Ὧν πρῶτον, ὡςἔθος Ἑλληνικόν, εἰ μὲν τοῖς ἄνω ἔθυον, ἀνακλᾶν τὸν τοῦ ἱερείου τράχηλον, ὥστεἀφορᾶν ὡς εἰς οὐρανόν. καὶ ἐλέγετο τοῦτο αὖ ἐρύειν ἐν παραθέσει δύο λέξεωνἢ αὐερύειν ἐν συνθέσει κατὰ ὑφέν, τουτέστιν ὀπίσω ἕλκειν καὶ ἀναφέρειν ἐν τῷἀνακλᾶν· [ὃ δὴ ἑρμηνεύειν δοκεῖ Σοφοκλῆς ἐν τῷ «ἄνω τρέπων ἔσφαζεν».] ἐὰνμέντοι ἥρωσιν ἢ ὅλως τοῖς κατοιχομένοις ἔθυον, κάτω τὸ ἱερεῖον ἀποβλέπονἐσφάζετο. Τοῦ δὲ σφάζειν πρωτότυπον τὸ φῶ φάζω [καὶ πλεονασμῷ τοῦσῖγμα σφάζω κατὰ τὸ μικρόν σμικρόν καὶ μέρδω σμέρδω καὶ μῶ σμῶ, ὅθεν τὸσμήχω.] Ἐξ αὐτοῦ δὲ ἡ διασφάξ ἐπὶ σχίσματος εἴτε πετραίου εἴτε καὶ τοῦ κατὰσῶμα, ὁποία καὶ ἡ τῆς ῥίνης παρὰ τῷ Ὀππιανῷ καὶ ἡ τοῦ κατὰ τοὺς κωμικοὺςαἰδοίου, [ὃ καὶ κριθὴν ἐκεῖνοι καθ' ὅμοιον λόγον ἐκάλεσαν. καὶ οὕτω μὲν οἱ παλαιοὶ αὖ ἔρυον.] (ῃ. 460) Τοὺς δὲ μηροὺς κνίσσῃ τουτέστι πιμελῇ καλύπτοντεςἔκαιον, [ἧς δὴ κνίσσης τῆς καὶ προγραφείσης ὄνομα σῴζεται μέχρι καὶ νῦνπαρὰ τοῖς κνισσάριον καλοῦσιν αὐτήν.] (ῃ. 461) Ἔκαιον δὲ δίπτυχα ποιοῦντεςἤγουν δίπλωμα τῇ πρὸς ἀλλήλους ἐπιθέσει τῶν μηρῶν ἢ μάλιστα διπλοῦντεςἐν αὐτοῖς τὴν κνίσσαν. ἦν γὰρ σπουδὴ ὁλοκαυτωθῆναι τοὺς μηροὺς λαμπρῷκαταφλεχθέντας πυρί, ὡς, εἴγε μὴ τοῦτο ἀπέβαινεν, ἀπαίσιον ἦν τοῖς Ἕλλησι τὸγινόμενον καὶ οὐκ ἐδόκουν καλλιερεῖν, ὁπηνίκα κατὰ τὴν τραγῳδίαν οἱ μηροί» καταρρυεῖς καλυπτῆς ἐξέκειντο πιμελῆς». καὶ οὕτω μὲν τοὺς μηροὺς ὥς τιτίμιον ὡλοκαύτουν ἐξαιροῦντες ἀπὸ τῶν ἄλλων τοῦ ζῴου μερῶν διὰ τὸ συντελεῖντοῖς ζῴοις εἰς βάδισίν τε καὶ εἰς γένεσιν τῇ προέσει τοῦ σπέρματος. τῶν δὲλοιπῶν τοῦ ζῴου μελῶν μικρά τινα ἐκτέμνοντες οἷόν τινας ἀπαρχὰς τοῦ ὅλουζῴου ἐπετίθουν αὐτὰ τοῖς διπτύχοις. καὶ τοῦτο ὠμοθετεῖν ἐκάλουν τὸ τοῖς μηροῖςὠμὰ πάντοθεν ἀκρωτηριάζοντας κρεάτων ἐπιτιθέναι τμήματα, ὡς δοκεῖν κατὰτοὺς παλαιοὺς ὅλα οὕτω τὰ μέρη τοῦ ἱερείου καρποῦσθαι. Τινὲς μέντοι ὠμοθετεῖν ἄλλως εἶπον ὡς ἀπὸ τοῦ ὤμου. ἐν γοῦν ῥητορικῷ Λεξικῷ εὕρηται οὕτως· ὠμοθέτησαν. τὸ ἀφ' ἑκάστου μέλους τοῦ ἱερείου ἀπετέμοντο καὶ ἀπήρξαντοἀπ' ὤμου καὶ ἐνέβαλον εἰς τὰ μηρία κατὰ τὴν θυσίαν. καὶ οὕτω μέν πωςὠμοθέτουν θύοντες. (ῃ. 464) Κατακαυθέντων δὲ τῶν μηρῶν τότε δὴ πρὸ τοῦφαγεῖν ἐμερίζοντο ἑαυτοῖς εἰς βρῶσιν τὰ τῷ σπληνὶ παρωνυμούμενα σπλάγχνα τουτέστι τὰ ἐντοσθίδια, σπλῆνα, καρδίαν, ἧπαρ. τοῦτο γὰρ δηλοῖ τὸ» σπλάγχνα ἐπάσαντο». δηλοῦντες ἐνδιαθέτως ἐκ ψυχῆς τελεῖν τὴν θυσίαν. Ἔστιδὲ πάσασθαι τὸ γεύσασθαι, ἀφ' οὗ καὶ «ἄπαστος ἐδητύος» ὁ ἄγευστος, [ὧνπροϋπάρχει τὸ πῶ, τὸ κτῶμαι. ὅθεν καὶ τὸ πῶϋ καὶ πηός ὁ ἐξ ἀγχιστείαςἐπίκτητος συγγενὴς καὶ πολυπάμμων ὁ πολυθρέμμων, εἴτ' οὖν πολύκτητοςταὐτὸν δὲ φάναι πολυκτήμων.] (ῃ. 465 ς.) Ἐπεὶ δὲ καὶ τοῦτο ποιήσειαν, τότεδὴ τὰ μελεϊστὶ τμηθέντα μιστύλλοντες τουτέστιν εἰς μεῖστα, ὅ ἐστι σμικρότατα, κόπτοντες ἀμφ' ὀβελοῖσιν ἔπειρον ἢ πεμπωβόλοις, περὶ ὧν κατωτέρω εἰρήσεται, καὶ περιφραδέως ὀπτῶντες ἤσθιον. καὶ ταῦτα μὲν ἱστορεῖ περὶ Ἑλλήνωνὁ ποιητής. Ὁ δὲ Γεωγράφος οἶδε Περσικὴν ἑτεροίαν θυσίαν γράφων οὕτω·» θύουσιν ἐν ὑψηλῷ τόπῳ Πέρσαι τὸν οὐρανὸν ἡγούμενοι Δία. τῶν δὲ ἱερείων οἱμάγοι τὰ κρέα διελόμενοι τοῖς θεοῖς οὐδὲν ἀπένεμον λέγοντες τῆς ψυχῆς τοῦἱερείου δεῖσθαι τὸν θεόν, ἄλλου δὲ οὐδενός. τοῦ δὲ ἐπίπλου μικρόν τι ἐπὶ τὸ πῦρτιθέασιν». (ῃ. 462) Ἰστέον δὲ ὅτι τε τὰς σχίζας εἰς ἐντελείαν διασκευῆςπαρέλαβεν ἁπλῶς οὕτως ὁ ποιητὴς καὶ ὅτι τὰ μηρὰ οἱ ἀνωτέρω κείμενοι μηροὶμετέπλασαν καὶ ὅτι, [ὡς καὶ προεφάνη,] ὁ σπλὰν Δωρικῶς ἤγουν ὁ σπλὴνπαράγει τὰ σπλάγχνα κατὰ τοὺς παλαιούς. καὶ ὅτι μιστύλλειν μὲν παρὰ τῷποιητῇ, ὡς εἴρηται, τὸ διαιρεῖν εἰς μερίδας μικράς, παρὰ δὲ τοῖς Ἀττικοῖςμιστυλᾶσθαι κατὰ δευτέραν συζυγίαν περισπωμένης τὸ διὰ μιστύλης, ὅ ἐστιδιὰ κοίλου ἄρτου, ζωμὸν ἀρύεσθαι, ἴσως δὲ καὶ τὸ ἐν μικροῖς ἀρτίσκοις, ὡςδηλοῖ τὸ «μεμιστυλημένοι ἐπ' ὀλιγίστοις ἀλφίτοις». Σημείωσαι δὲ καί, ὅτικατὰ τοὺς παλαιοὺς τὸ μὲν μεῖστον, ὅ ἐστι τὸ σμικρότατον, διὰ διφθόγγουγράφεται ὡς ἀπὸ τοῦ μεῖον, [καθὰ καὶ ἀπὸ τοῦ πλεῖον τὸ πλεῖστον,] αὐτὸ δὲ τὸμιστύλλειν τὸ ˉε τῆς διφθόγγου ἀπέβαλε. τὸ δ' αὐτό, φασί, πέπονθε καὶ τὸμικρὸν ἀπὸ τοῦ μεῖον γενόμενον. καὶ γὰρ τὸ μὲν μεῖον διὰ διφθόγγου, τὸ δὲμικρὸν τὴν διὰ τοῦ ˉι ἔχει γραφήν, ὅπου γε καὶ τὸ μεῖστον, οὐδὲν καινόν, εἰ διὰτοῦ ˉι ἐγράφη, ὡς τὸ χερείων χείριστος, ἀρείων ἄριστος. (ῃ. 466) Κἀκεῖνο δὲἰστέον ὅτι, ὡς πολλαχοῦ δειχθήσεται, ὀπτητοῖς, ὅ ἐστι κατὰ συγκοπὴν ὀπτοῖς, οἱ ἥρωες ὡς ἐπὶ πολὺ χρῶνται κρέασι καὶ τούτοις ἐκ τῶν προχείρων ζῴων. ἡ δὲ τρυφὴ πάνυ μακρὰν αὐτῶν ἀπεσκήνου. ἰχθυοφαγίαν δὲ καὶ θήραν ὀρνίθωνὁ λιμὸς ἀναγκάζων ἐσχεδίαζεν, ὡς ἐν Ὀδυσσείᾳ φαίνεται. Τὸ δὲ περιφραδέωςὀπτᾶν ταὐτόν ἐστι τῷ ἐπιστημόνως. ἐμπειρίας γάρ, φασί, χρεία τοῖς ὀπτῶσικαὶ ἐποπτείας συχνοτέρας ἤπερ τοῖς ἕψουσι. διὸ καὶ τὸ ὀπτᾶν ὡς ἀπὸ τῆςτοιαύτης ἐποπτείας εἴρηται, [καθὰ καὶ τὸ ὀπταίνω ἄχρηστον, ἀφ' οὗ τὸ ὀπτανεῖον.] Ἀττικοὶ δὲ ἀπανθρακίζειν τὸ ὀπτᾶν λέγουσιν, ὡς δηλοῖ καὶ ὁ Κωμικός. δῆλον δὲ ὅτι τοῦ περιφραδέως προϋπάρχει τὸ φραδής φραδέος ἀπὸ τοῦ φράζω, ὡς τὸ «φραδέος νόου ἔργα τέτυκται». [ὅθεν σύνθετον ὁ παρὰ Σοφοκλεῖ ἀριφραδὴςἀνήρ καὶ ὁ πρὸς διαστολὴν αὐτοῦ βαρυνόμενος Ἀριφράδης τὸ κύριον. (ῃ. 458) Ἰστέον δὲ ὅτι ἐν τῷ «αὐτὰρ ἐπεί ῥ' εὔξαντο» κατὰ προσπάθειαν Ὁμηρικὴν κεῖται συναλιφεὶς ὁ ˉῥˉα σύνδεσμος. πάνυ γὰρ αὐτῷ χαίρει ὁ ποιητὴς καὶ γέμειαὐτοῦ διὰ παντὸς ἡ τούτου γραφή, ὡς οἷα τῷ τοιούτῳ ῥῶ χαίροντος κατὰ τοὺςἐν τῇ Βοιωτίᾳ εἰρησομένους Ἐρετριεῖς. Τὸ δέ «εὔξαντο» καὶ ὅσα τοιαῦτα, εἰσὶ μὲν Ἀττικῶς ἀναύξητα, κεκοίνωται δὲ πλέον ἤπερ τὰ μετὰ αὐξήσεωςκοινά. (ῃ. 459) Τὸ δέ «πρῶτα» πεπλήθυνται κἀνταῦθα κείμενον ἐπιρρηματικῶςἀντὶ τοῦ πρῶτον. (ῃ. 461) Τοῦ δέ «δίπτυχα» θέμα τὸ πτύσσω, καθὰ καὶ τοῦ πτύξπτυχός καὶ τοῦ πολύπτυχος. πρωτότυπον δὲ τοῦ πτύσσω τὸ πτῶ, ἐξ οὗ καὶπτήσσω τὸ κατὰ φόβον συστέλλομαι.] (ῃ. 462) Αἶθοψ δ' οἶνος ὁ οἷον ἐπικεκαυμένος τὴν ὄψιν ἤτοι μέλας ἢ ἐρυθρός, ὁποίαν σύνθεσιν ἔχει καὶ ὁ Αἰθίοψτὸ ἐθνικὸν διαφέρων κατὰ μόνον τὸ τρισυλλαβεῖν, ἢ καὶ ὁ θερμὸς καὶ ἐκκαίωνπαρὰ τὸ αἴθω. (ῃ. 463) [Τοῦ δὲ λείβειν οἶνον καιρὸς οὐ μόνον ὁ κατὰ θυσίαςἀλλὰ καὶ ὁ κατ' ἀρχὴν ὁδοιπορίας καὶ ἀπόπλου καὶ ὕπνου καὶ ξενίας καὶ ὅσατοιαῦτα.] Ἐν δὲ τῷ «νέοι δὲ παρ' αὐτὸν ἔχον πεμπώβολα χερσί» φασὶν οἱπαλαιοί, ὡς οἱ μὲν ἄλλοι τρισὶν ἔπειρον ὀβελοῖς, οἳ λέγοιντο ἂν τριώβολα· μόνοι δὲ οἱ Κυμαῖοι– Αἰολικὸν δὲ οὗτοι ἔθνος– πεμπωβόλοις ἐχρῶντο. ἔστι δὲ ἡ τοῦ πεμπωβόλου λέξις Αἰολική, καθὰ καὶ ἡ χρῆσις. πέμπε γὰρ οἱ Αἰολεῖς τὰ πέντε φασίν· ὅθεν καὶ πεμπάζειν κυρίως τὸ κατὰ πεντάδας ἀριθμεῖν, ἐξ οὗ ἀναπεμπάζειν μεταφορικῶς τὸ ἀναμετρεῖν καὶ ἀναλογίζεσθαι. ἔοικε δὲ τὸπαρὰ τοῖς Κυμαίοις τοῦτο πεμπώβολον δακτύλοις πτύου λικμητικοῦ ἢ ὀδοῦσιτριαίνης, οἷς ἐνεπείρετο τὸ ὀπτώμενον. Ὅρα δὲ ὅπως τὸ μὲν ἁπλοῦν ὀβελός διὰτοῦ ˉε παρὰ τὸ βέλος, τὸ δὲ ἐξ αὐτοῦ σύνθετον διὰ τοῦ ˉο ἀπὸ τῆς βολῆς· πεμπώβολον γάρ. καὶ οὕτω μὲν τὸ πεμπώβολον λέξις Αἰολικὴ καὶ δηλοῖ ἐργαλεῖόν τι μαγειρικὸν πενταδάκτυλον καί, ὡς ἄν τις ἰδιωτευόμενος εἴπῃ, πεντάσουβλον. εἰ δέ τις εἴπῃ πεντώβολον, παρήγαγε μὲν τὴν λέξιν, ὥσπερ καὶ τὸπεμπώβολον, οὐκέτι δὲ ἀφῆκεν αὐτὴν Αἰολικὴν εἶναι, ἀλλὰ διαλέκτου Ἀτθίδοςαὐτὴν ποιεῖ. καὶ δηλοῖ τοὺς πέντε ὀβολούς, ὥσπερ τοὺς τρεῖς τὸ τριώβολον καὶτοὺς δύο τὸ διώβολον. ἔοικε δὲ παρὰ μὲν τῷ ποιητῇ ταὐτοδύναμα εἶναι ὁὀβολὸς καὶ ὁ ὀβελός, σκεῦός τι μαγείρου ἐν τῷ ἄκρῳ ὀξὺ καὶ βάλλειν δυνάμενονκαὶ βολὴν ὡς βέλους ποιεῖν· παρὰ μέντοι τοῖς ὕστερον μεγάλην ἔσχον διαφοράν, οἵπερ ὀβελὸν μὲν διὰ τοῦ ˉε τὸν αὐτὸν λέγουσι τῷ ποιητῇ, τὸν μαγειρικόν, ὀβολὸν δὲ σιδήρου τι ἔλασμα ἔλεγον σχῆμα μέν πως ἔχον ὀβελοῦ, οὐ μὴν καὶ εἰςπάντῃ ὀξὺ λῆγον. οὕτω δὲ ἁδρὸν ἦν τῇ παχύτητι ἐκεῖνο τὸ ἔλασμα τοῦ ὀβολοῦ, ὥστε ὀβολοὶ ἓξ τὴν δράκα ἐπλήρουν καὶ τοῦτο ἐλέγετο δραχμή, ὀβολῶντοιούτων ἑξάς, ὅσων ἐπιδεδράχθαι δύναται χείρ. οἱ δὲ τοιοῦτοι, ὡς εἰκός, ὀβολοὶ χρόνῳ τοῦ ὕψους ὑποσπώμενοι καὶ κατὰ μικρὸν ὑποκαταβαίνοντεςτοὺς ὕστερον ταπεινοὺς καὶ πετηλώδεις καί, ὡς ἄν τις ἐρεῖ, ἐπιπέδους ἐποίησανὀβολοὺς τοὺς λεγομένους φόλλεις. Ἀπὸ δὲ τοῦ Ὁμηρικοῦ ὀβελοῦ καὶ τὸ γραφικὸν σημεῖον μετήνεκται ὁ ὀβελός, ὅς ἐστι γραμμή τις εὐθεῖα προτιθεμένημὲν στίχων ἤτοι ὀρδίνων ἔξω, ἀπαιτοῦσα δὲ τὸν θεατὴν δοκεῖν, ὅτι ῥυεῖσαἐπέπεσε τοῖς γράμμασιν, ὥσπερ ὀβελὸς μέλας ἀπὸ σιδήρου, καὶ ἠμαύρωσεναὐτά. ὃ καὶ λέγεται μεταφορικῶς ὀβελίζειν. [Ἰστέον δὲ ὅτι τὴν τῶν σπλάγχνωνοἰκονομίαν ἐν ἄλλοις οὕτω φράζει ὁ ποιητής· «σπλάγχνα δ' ἂρ ἀμπείραντεςὑπείρεχον Ἡφαίστοιο».] (ῃ. 467) Ὅτι πόνος παρὰ τῷ ποιητῇ ἡ ἐνέργεια, ὡς καὶ ἐν τῷ «αὐτὰρ ἐπεὶ ἐπαύσαντο πόνου», ὅπερ ἐφερμηνεύων φησί· «τετύκοντότε δαῖτα». οἱονεὶ γάρ φησιν, ὅτι πόνος νῦν ἡ ἑτοιμασία τῆς δαιτός. τίθησι δέποτε τὴν λέξιν καὶ ἐπὶ κακοπαθείας. Τὸ δὲ τετύκοντο οὕτω γίνεται. ἔστι ῥῆματεύχω δηλοῦν τὸ κατασκευάζω· οὗ κινηθέντος εἰς δεύτερον ἀόριστον γίνεται τὸἔτυχον καὶ Ἰωνικῶς ἔτυκον– ἐξ οὗ καὶ τυκίζω τὸ κτίζω καὶ τυκίον ἐργαλεῖονοἰκοδομικόν– καὶ ἐκ τούτου μέσος ἀόριστος Ἰωνικὸς τετυκόμην, οὗ τὸ τρίτονπληθυντικὸν τετύκοντο ἀντὶ τοῦ ἐποίησαν, κατεσκεύασαν. (ῃ. 468 ς.) Ὅτιἀνοίκειον ἐλευθέροις μέχρι κόρου ἐσθίειν καί, ὡς οἱ παλαιοί φασι, δουλοπρεπές. τὰ γοῦν σεμνὰ πρόσωπα ὁ ποιητὴς ἐσθίειν φησίν, ἕως οὐκέτι «θυμὸς ἐδεύετοδαιτὸς ἐΐσης» καὶ ἕως «πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο» ἤγουν ἕως ἐξεπλήρωσαντὴν τοῦ φαγεῖν καὶ πιεῖν ἔφεσιν. ἐξέντο γὰρ τὸ ἐξεπλήρωσαν παρὰ τὸ ἕω τὸπληρῶ, ἐξ οὗ καὶ τὸ ὅλος. ἀφ' οὗ παράγωγον ἕημι, οὗ δεύτερος ἀόριστος ἧν, ὁμέσος ἥμην, τρίτον πληθυντικὸν ἧντο καὶ Ἰωνικῶς ἕντο. ἀπὸ δὲ τοῦ τοιούτουἕημι καὶ τὸ «ἐξ ἔρον εἷναι» παρὰ τῷ ποιητῇ ἐν τοῖς ἑξῆς ἀντὶ τοῦ ἐκπλῆσαι τὸνἔρον δασυνομένης καὶ ἐκεῖ τῆς ἀρχούσης τοῦ εἷναι. ἐξ αὐτοῦ δὲ καὶ τὸ «ἐπεί χ' ἑῶμεν πολέμοιο» ἀντὶ τοῦ ἐπειδὰν πληρωθῶμεν καὶ κορεσθῶμεν μάχης. Τὸ δὲἔρον Αἰολικόν ἐστι καὶ εὕρηται αὐτοῦ εὐθεῖα παρὰ τῷ ποιητῇ καὶ παρὰ τῷἩσιόδῳ δὲ ἐν τῇ Θεογονίᾳ· κεῖται δὲ καὶ παρὰ Κοΐντῳ ἐν τῷ «πολέμου δ' ἔρος ἔμπεσε θυμῷ». τὸ δὲ λέγειν ὅτι διαφορά τίς ἐστι τοῦ ἔρος τοῦ γραφομένουδιὰ τοῦ ˉο μικροῦ καὶ τοῦ διὰ τοῦ ˉω μεγάλου, ὅτι τὸ μὲν ἐπὶ τῆς πάντων τῶνἄλλων ἐφέσεως λέγεται, τὸ δὲ διὰ τοῦ ˉω μεγάλου ἐπὶ τῶν κατὰ τὴν Ἀφροδίτηνἐρώτων, οὐκ ἀποδέχονται οἱ παλαιοί, οἷα τὸν ποιητὴν εὑρίσκοντες ἐν τῷ «οὐγάρ πώ ποτέ με θεᾶς ἔρος οὐδὲ γυναικός», σμικρύνοντα μὲν τὴν λέξιν, τιθένταδὲ αὐτὴν ἐπὶ σωματικοῦ ἔρωτος. ἐκεῖνο οὖν μᾶλλον ῥητέον, ὅτι Αἰολικὸν μὲν τὸδιὰ τοῦ ˉο μικροῦ, Ἀττικὸν δὲ καὶ Ὁμήρου ὕστερον τὸ διὰ τοῦ ˉω μεγάλου κατὰ ἔκτασιν ἀπὸ τούτου γενόμενον, ὡς καὶ ὁ παρ' Ὁμήρῳ κάλος ἤγουν σχοῖνοςἐκταθεὶς παρὰ Ἀττικοῖς τοὺς κάλωας ἔκλινεν. εὕρηται δὲ καὶ ὁ λαγός συστέλλωντὴν λήγουσαν, ὡς δηλοῖ καὶ ὁ Ἀθήναιος. καὶ τὸ γελοῖον δὲ τοιοῦτόν τι εἰς τὸνγέλων παραδηλοῖ· ἀπὸ γὰρ τοῦ γέλως γέλωτος γελῷον ὤφειλεν εἶναι, τὸ δὲγελοῖον ἀπὸ συστολῆς γενέσθαι φαίνεται, ὡς τὸ ἄλλος ἀλλοῖος καὶ τὰ ὅμοια. Ἰστέον δὲ ὅτι τὴν πόσιν ἐνταῦθα τῆς ἐδητύος προέθετο, τάχα μὲν καὶ ἐκ τοῦπαρατυχόντος, ἴσως δὲ καὶ ὅτι βιαιότερον ἡ δίψα τῆς πείνης. διὸ καὶ τὸ τοῦἀναγκαίου θεραπευτικὸν τὴν πόσιν τῆς ἐδητύος προέθετο. [Θέμα δὲ τῆς ἐδητύοςοὐ τὸ ἐδῶ ἐδέσω, ἐξ οὗ τὸ ἐδεστόν, ἀλλὰ τὸ ἐδῶ ἐδήσω ἄχρηστον. ὅθεν ἴσωςκαὶ ἡ ἐδηδοκώς μετοχὴ ἐπενθέσει τῆς ˉδˉο συλλαβῆς, ὡς ὑπεμφαίνει καὶ τὸ» λέων κατὰ ταῦρον ἐδηδώς». ἐκεῖνο δὲ μέσος Ἀττικός ἐστι παρακείμενος τοῦἔδω. ὡς δὲ ἐΐση δαίς ἡ κατὰ ἰσότητα ἢ διὰ παντὸς ἰοῦσα τοῦ σώματος πλεονασμῷτοῦ ˉε καὶ ὡς καὶ νηός ἐστιν ἡ τοιαύτη λέξις ἐπίθετον, οὐ κεῖται εἰς ἀμάρτυρον.] (ῃ. 470) Ὅτι τὸ τοὺς κρατῆρας ἐπιστέψασθαι ποτοῖο τὸ ἐπιχειλεῖς ποιῆσαιαὐτοὺς καὶ μέχρι στεφάνης, ὅ ἐστι χείλους, πληρῶσαι δηλοῖ. ὃ καὶ παρὰ τῷ Χρυσολόγῳ εὕρηται εἰπόντι «κρατῆρας ἐστεμμένους οἴνου», ὅπερ ἡ ποίησιςκρατῆρας ἐπιστεφέας οἴνου φησίν. ὥσπερ δὲ ἀνωτέρω οἱ νέοι ἔχον πεμπώβολα, οὕτω κἀνταῦθα κοῦροι κρητῆρας ἐπεστέψαντο ποτοῖο. νεωτέρων γὰρ αἱτοιαῦται ὑπηρεσίαι. διὸ καὶ μέχρι νῦν τοὺς ἐν τοιούτοις καθυπουργοῦνταςπαῖδας καὶ παιδίσκας φαμέν. ὡς δὲ τὸ γένος, οὕτω καὶ ὁ τόνος διάφορος τοῦποτοῦ ἤτοι τοῦ πινομένου ὑγροῦ καὶ τοῦ πότου ἤγουν τοῦ συμποσίου. τὸ μὲνγὰρ ὀξύνεται, ὁ δὲ πότος βαρύνεται. (ῃ. 471) Ὅτι ὥσπερ στρέφω καὶ ἐξαὐτοῦ στρόφος καὶ ἀπ' αὐτοῦ τὸ στρωφῶ κατὰ ἔκτασιν καὶ δηλοῖ τὸ στρέφω, οὕτω τρέπω τρόπος τρωπῶ, τρέχω τρόχος τρωχῶ καὶ νέμω νόμος νωμῶ, τὸπαρέχω, ἐξ αὐτοῦ δὲ καὶ τὸ κινῶ. ὡσαύτως καὶ πέλω πόλος πωλῶ, τὸ ἀναστρέφομαι. καὶ αὐτὸ γὰρ καὶ τὸ πωλέσκω διὰ τὸν τοιοῦτον κανόνα μεγεθύνονταιπαρὰ τῷ ποιητῇ. [Περὶ δὲ τοῦ παλιντροπάασθαι καὶ τοῦ τροχάζειν καὶ τοῦδέμω δόμος δομῶ, μένω μόνος μονῶ καὶ ἑτέρων τοιούτων εὐλόγως ἀπορουμένωνζητητέον ἐν ἄλλοις.] (ῃ. 472– 4) Ὅτι ᾠδαὶ διάφοροι παρὰ τῷ ποιητῇ· αἱ μὲνἐπὶ θείοις, οἷον «οἳ δὲ πανημέριοι μολπῇ θεὸν ἱλάσκοντο καλὸν ἀείδοντες», μέλποντες, «ὃ δὲ φρένα τέρπετ' ἀκούων». οἰκεῖος δὲ ὁ λόγος ἐπὶ ἐνδελεχοῦςθείας μολπῆς. ἕτεραι δὲ ᾠδαὶ ἔν τε γάμοις καὶ εἰλαπίναις καὶ ἁπλῶς ἐν εὐωχίαις, ὁποία ἡ ἐν τῇ Ὁπλοποιΐᾳ μουσικὴ καὶ ἡ παρὰ τοῖς μνηστῆρσί τε καὶ τοῖς Φαίαξιν. Ἀχιλλεὺς δὲ προϊόντος τοῦ λόγου ἄλλον τρόπον μεταχειρίζεται τὴν ᾠδὴν ἀείδων κλέα ἀνδρῶν. εἰσὶ δὲ καὶ πενθητήριοι ᾠδαὶ καὶ ἀοιδοὶ θρήνωνἔξαρχοι παρὰ τῷ ποιητῇ. ὅλως δέ, ὡς οἱ παλαιοὶ σημειοῦνται, πέντε εἰσὶνᾠδαὶ παρὰ τοῖς ἥρωσι· σωφρονιστική, ὁποία ἡ τοῦ τῇ Κλυταιμνήστρᾳ συνόντοςἀοιδοῦ· ἐγκωμιαστική, ὡς ἡ ῥηθεῖσα τοῦ Ἀχιλλέως· θρηνητική· ὀρχηματική, ὡς ἡ τοῦ νεανίου τοῦ ἐν τῇ Ὁπλοποιΐᾳ ᾄδοντος· καὶ παιανική, ὁποία ἐστὶν ἡ νῦναὕτη παρὰ τῷ ποιητῇ. φησὶ γάρ. «καλὸν ἀείδοντες παιήονα». ἔστι δὲ παιήωνὕμνος τις, φασίν, εἰς Ἀπόλλωνα οὐ μόνον ἐπὶ παύσει λοιμοῦ, ὡς ἄρτι, ᾀδόμενος, ἀλλὰ καὶ ἐπὶ παύσει πολέμου, ὡς ἐν τοῖς ὕστερον φανήσεται παρ' αὐτῷ τῷποιητῇ· πολλάκις δὲ καὶ προσδοκωμένου τινὸς δεινοῦ ᾀδόμενος. καὶ ὁ μὲνποιητὴς παιήονα τοῦτον καλεῖ· οἱ δὲ μετ' αὐτὸν καὶ παιῶνα, ἐξ οὗ καὶ ῥῆμαπαιωνίζειν. ἔτι δὲ καὶ παιᾶνα, ἐξ οὗ καὶ οἱ παιᾶνες καὶ τὸ τούτου ῥῆμα παιανίζειν. γίνονται δὲ αἱ τοιαῦται λέξεις ἐκ τοῦ παίω, τὸ θεραπεύω, αὐτὸ δὲ ἐκ τοῦπαύω τροπῇ τοῦ διχρόνου εἰς δίχρονον, ἐπεὶ ἐπὶ καταπαύσει κακοῦ τινος ὁτοιοῦτος ὕμνος ἐξεύρηται. Ἔστι δὲ καὶ Παιήων ὄνομα ἰατροῦ τοῦ παρὰ θεοῖς, ὡς ἐν τοῖς ἑξῆς ῥηθήσεται. ἐτυμολογεῖται δὲ καὶ αὐτὸ ὁμοίως, ἐπεὶ θεραπευτικὸνκαὶ καταπαυστικὸν κακοῦ τὸ τῶν Ἀσκληπιαδῶν φῦλον. τὸν δὲ ῥηθέντα ἰατρὸν Παιήονά τινες τὸν αὐτὸν εἶναι νομίζουσι τῷ Ἀπόλλωνι. διὸ καὶ ἐνταῦθα στίζοντες εἰς τὸ «καλὸν ἀείδοντες» ἐπάγουσι· «Παιήονα μέλποντες ἑκάεργον» ἀντὶ τοῦ ὕμνον ᾄδοντες εἰς τὸν Παιήονα Ἀπόλλωνα. οὐκ ἀρέσκει δὲτοῦτο τοῖς ἀκριβεστέροις· ἀντιλέγεται γάρ. [Ὥσπερ δὲ παίω παιήσω ἐπὶ τοῦτύπτω κατὰ τὸ «τοιαῖσδε σφενδόναις παιήσομεν», οὕτως ἴσως καὶ παίωπαιήσω ἐπὶ θεραπείας, ἐξ οὗ ὁ Παιήων. ὅθεν κατὰ συστολὴν Παιάων, εἶταὥσπερ Ἀλκμάων Ἀλκμᾶν παρὰ Πινδάρῳ, οὕτω Παιάων Παιάν. ὁ δὲ Παιήων συγκοπεὶς Παιών γίνεται, ὡς τὸ «ἰὴ Παιών» καὶ «Παιῶνος εὐμενοῦς τυχών». ὅθεν καὶ παιωνία θεραπευτικὴ βοτάνη. δοκεῖ δὲ ὁ Παιὼν ἀναλογεῖν κατά τεὀξυτόνησιν καὶ φυλακὴν τοῦ ˉαˉι τῆς εὐθείας διόλου πρὸς τὸ αἰών καὶ Ληναιώνκαὶ τοὺς λοιποὺς Ἀττικοὺς μῆνας καὶ πρὸς διαστολὴν δὲ τοῦ Παίων Παίονοςβαρυτόνου ἐθνικοῦ καὶ κυρίου ὀξύνεσθαι αὐτὸς καὶ τὸ ˉω τῆς ληγούσης ἐν ταῖςἐφεξῆς πλαγίαις τηρεῖν. ὁ μέντοι παίων βαρύνεται καὶ συστέλλει τὸ ˉω κατὰ τὰςπλαγίας ὡς οἷά τι μετοχικόν. καθάπερ γὰρ ὁ Ἰάσων τὸ κύριον ἐκπέφευγε τῇμετὰ τοῦ ˉν μόνου κλίσει τὴν μετοχικὴν σύγκρουσιν, οὕτω καὶ ὁ Παίων τὸκύριον καὶ τὸ κατ' ἔθνος. παίων μὲν γὰρ παίοντος μετοχή, Παίων δὲ Παίονοςὄνομα, ἐξ οὗ καὶ Παιονία χώρα. ἐνθυμητέον δ' ἐνταῦθα καὶ τὸ «παιωνία χείρ», ὅ ἐστι θεραπευτική, καὶ τὸ «καί μοι θάνατος παιὰν ἔλθοι».] (ῃ. 474) Ἰστέον δὲκαὶ ὅτι τοῦ «καλὸν ἀείδοντες Παιήονα» ἐφερμηνευτικὸν Ὅμηρος ἐπάγειεὐθὺς τὸ «μέλποντες Ἑκάεργον· ὃ δὲ φρένα τέρπετ' ἀκούων», ἵνα ᾖ τὸμέλπειν μὲν ταὐτὸν τῷ ἀείδειν, τὸ δὲ Ἑκάεργον ἴσον τῷ Παιήονα, τὸ δὲτέρπετ' ἀκούων διασαφητικὸν τοῦ καλὸν ἀείδειν. πάντως γὰρ τὸ καλὸν τερπνόνἐστι καὶ τοῦ καλὸν ἀείδειν τέλος τὸ τέρπειν ἀκοήν. Ὅτι δὲ Ἑκάεργος Ἀπόλλων ὁ ἕκαθεν εἴργων ὡς τοξότης ἢ ᾧ ἐχρησίμευσεν εἰς ἐκτροφὴν γυνὴ Ἑκαέργηἢ ὁ ἕκαθεν ἐργαζόμενος τὰ περὶ γῆν ὡς ἥλιος, καθωμίληται τοῖς παλαιοῖς. (ῃ. 472) [Τὸ δέ «μολπῇ ἱλάσκοντο» διαστολὴν ἔχει ἑτεροίων ἱλασμῶν, ὁποῖοςπροεδηλώθη καὶ ὁ δι' ἑκατόμβης καὶ ἀποδόσεως τῆς Χρυσηΐδος. ὡς δὲ ὁφρένα τερπόμενος ἐν τῷ ἀκούειν ἤδη καὶ ἱλάσκεται, δῆλόν ἐστι. καὶ ὅτι μέλπεινγίνεται παρὰ τὸ μέλει ἕπεσθαι· καὶ ὅτι τὸ μολπῇ Ἀττικὸν ἦν, εἴπερ εὐθὺς παρέκειτο τὸ μέλπεσθαι, ἵνα ἦν μολπῇ μέλποντες. (ῃ. 475) Ὅτι καὶ ἄλλως μὲνδῆλον ὡς φωτὸς στέρησίς ἐστι τὸ σκότος– διὸ καὶ κνέφας λέγεται ὡς κενὸνφάους– Ὅμηρος δὲ σαφέστερον δηλοῖ αὐτὸ εἰπών· «ἦμος δ' ἠέλιος κατέδυ καὶἐπὶ κνέφας ἦλθεν». (ῃ. 476) Ὅτι τὰ ἀπόγεια σχοινία τῆς νεὼς οὐ μόνονπείσματα λέγονται ἀλλ' ἰδοὺ καὶ πρυμνήσια. «κοιμήσαντο γάρ», φησί, «παρὰπρυμνήσια νηός».] (ῃ. 477) Ὅτι τὸ ἠριγένεια καὶ ῥοδοδάκτυλος ἠώς ἐπώνυμάεἰσι τῆς πρωϊνῆς ἡμερινῆς καταστάσεως. καὶ οὐκ ἔστιν ἠῶ νοῆσαι τὴν πρωΐανσαφῶς, ἐὰν μὴ καὶ κροκόπεπλος λεχθείη ἢ ἠριγένεια ἢ ῥοδοδάκτυλος. ἐγράφηδὲ περὶ τούτου εἰς τὰ τῆς Ὀδυσσείας ἐντελῶς. ἐνταῦθα δὲ τοῦτο μόνον προσθετέον, ὅτι ῥοδοδάκτυλος ἠὼς κατὰ τοὺς παλαιοὺς διὰ τὸ πυρῶδες τοῦ ἀέρος περὶἀνατολὰς ἡλίου. ἀκριβέστερα δὲ τὰ ἐν τῇ Ὀδυσσείᾳ γραφέντα. (ῃ. 478) Ὅτι ὥσπερ ἀναβαίνειν, οὕτω καὶ ἀνάγεσθαι τὸ ἐκ τοῦ λιμένος ἀναπλέειν· οὗ τὸἀνάπαλιν καταπλέειν τε καὶ κατάγεσθαι ὡς ἄνω γῆς κειμένου καὶ οὕτωςἀναβαινομένου τοῦ πλεομένου ὕδατος διὰ τὸ ὑψοῦ κεῖσθαι, καθὰ μετ' ὀλίγα ἐντῷ «ὑψοῦ ἐν νοτίῳ» δηλοῖ ὁ ποιητής. [Ἰστέον δὲ ὡς τὸ «ἀνάγοντο μετὰ στρατὸνεὐρὺν Ἀχαιῶν» συγκροτεῖ τὸ εἶναι τὸν Ἀγαμέμνονα εὐρυκρείοντα. γὰρ τοιοῦτός ἐστι βασιλεύς, ᾧ εὐρὺς εἴκει λαός.] (ῃ. 479) Ὅτι ἐν τῷ «ἴκμενονοὖρον ἵει ἑκάεργος Ἀπόλλων» ἤγουν ἥλιος, λελύσθαι τε τὸν λοιμὸν ὁ ποιητὴςἐμφαίνει· λοιμοῦ γὰρ στυγνότητα διασκεδάννυσιν ἄνεμος· καὶ φύσιν δὲ ἀνέμουδιδάσκει, ὃς ἐξ ἰκμάδος ὑδάτων ἀτμιζομένης ὑπὸ ἡλίου γίνεται. διὸ καὶ ἐνἄλλοις φησίν· «ἀνέμων μένος ὑγρὸν ἀέντων». ὑγρότης γὰρ ὑλικὸν ἀνέμουαἴτιον, ὅθεν καὶ ψιλοῦται τὸ ἴκμενος ἀπὸ τῆς ἰκμάδος. ὅτι δὲ καὶ δασύνεταιπαρὰ τὸ ἱκέσθαι ὡς οἱονεὶ ἱκόμενός τις ὢν ἤγουν ἐπιτήδειος εἰς τὸ ἱκέσθαι, λέγουσι καὶ αὐτὸ οἱ παλαιοί, [ἵνα προσφυῶς ὁμοῦ εἴη τὸ ἵκμενος καὶ τὸ οὖρος, ὁ μὲν παρὰ τὸ ἱκέσθαι ὤν, ὁ δὲ παρὰ τὸ ὀρούειν, Ἰωνικῇ ἐπενθέσει τοῦ ˉυ. ὁ δὲτοιοῦτος ἄνεμος εἴη ἂν Ὁμηρικῶς εἰπεῖν καὶ πλησίστιος, οὗ πρὸς ὁμοιότηταεἴρηκέ τις καὶ ἄρτον πλησίγναθον, ὥσπερ αὖ πάλιν πρὸς τοῦτο εἴρηται ὁφυσίγναθος.] (ῃ. 480– 2) Ὅτι διασκευάζων ὁ ποιητὴς καὶ οἷον ἐκφράζωνἀνάπλου εὔπλοιάν φησιν· «οἳ δ' ἱστὸν στήσαντο ἀνά θ' ἱστία λευκὰ πέτασαν· ἐν δ' ἄνεμος πρῆσεν μέσον ἱστίον, ἀμφὶ δὲ κῦμα στείρῃ πορφύρεον μεγάλ' ἴαχενηὸς ἰούσης· ἣ δ' ἔθεε κατὰ κῦμα διαπρήσσουσα κέλευθον». καὶ ὅρα ὅπως ἐνμὲν τῇ στάσει τοῦ ἱστοῦ καὶ τῇ ἐκπετάσει τῶν ἱστίων λεία ἐστὶν ἡ φράσις τῷποιητῇ, ἐν δὲ τοῖς ἑξῆς ἐτράχυνε τὴν φωνὴν τῇ τε ὀνοματοποιΐᾳ τοῦ ἴαχε καὶτῷ συχνῷ ῥοίζῳ τοῦ ˉρ τὸν τραχὺν ἦχον τοῦ πλοῦ μιμούμενος. ἔστι δὲ τὸ μέν» ἱστὸν ἐστήσαντο» τρόπος ἐτυμολογικός, ὡς καὶ ἐν Ὀδυσσείᾳ τὸ «ἱστὸνστησαμένη ὕφαινεν». ἑκάτερος γὰρ ἱστὸς ἐκ τοῦ ἵστασθαι λέγεται. τοιοῦτο δὲ καὶτὸ «μολπῇ μέλποντες». Τὸ δὲ ἱστία παρηχεῖται πρὸς τὸν ἱστόν. Τὸ δέ «ἱστίαλευκὰ πέτασαν» δηλοῖ μὲν τὸ ἀνεπέτασαν καὶ ἥπλωσαν· ἀρχὴ δὲ γέγονε τοῦπτερὰ νηὸς καὶ τὰ ἱστία λέγεσθαι. διαπετάννυνται γὰρ καὶ ὠκύτητός εἰσιν αἴτια, ὥσπερ τὰ πτερὰ τοῖς πτηνοῖς, οὕτω καὶ αὐτὰ ταῖς ναυσί. [κατὰ τὸ παρέλκονδὲ καὶ οὐκ ἀναγκαίως κεῖται τὸ λευκά.] Τὸ δέ «ἄνεμος πρῆσεν», ὅ ἐστινἐφύσησε, καὶ τὸ «διαπρήσσουσα κέλευθον», ὅ ἐστι διαπερῶσα, παρήχησίς τίςἐστι καὶ αὐτὸ οὐ πάνυ εὐχρηστουμένη. διὸ οὐδὲ ἐγγυτάτω κεῖνται αἱ λέξεις, ἀλλὰ διΐστανται ἱκανῶς, ἵνα μὴ πάνυ ἐκφανὴς ὁ τούτων ἦχος αὐτίκα γίνηται. [θέμα δὲ τοῦ πρῆσεν ἢ τὸ πρήθω ἢ τὸ περῶ συγκοπέν, ἐξ οὗ καὶ τὸ πρήσσουσα.] (ῃ. 482) Στεῖραν δὲ τὴν τρόπιν λέγει ἀπὸ τοῦ στερρόν πλεονασμῷ τοῦ ˉι· ἐντεῦθενδὲ καὶ τὸ στεῖρα βοῦς ἢ γυνή. Σημείωσαι δὲ ὅτι τὸ δειρή μέν, ὃ δηλοῖ τὸντράχηλον, ὀξύνεται τῇ διφθόγγῳ παραληγόμενον, ἀποβολῇ δὲ τοῦ ˉι βαρύνεται· δέρη γὰρ βαρυτόνως φαμέν. τὸ μέντοι στείρη ἐναντίως ἔχει· δίχα μὲν γὰρτοῦ ˉι λεγόμενον τάσιν ἔχει ὀξεῖαν, εἴπερ στερρὰν καὶ στερεὰν λέγομεν· μετὰ δὲδιφθόγγου βαρύνεται. Πορφύρεον δὲ κῦμα ἀντὶ τοῦ μέλαν, ὥσπερ αἷμα πορφύρεον. ἐοίκασι γάρ πως ἄμφω τὰ χρώματα, ἐπεὶ ἐγγὺς μελανίας ἐστὶ καὶ τὸπορφυροῦν. καὶ ἐπὶ θαλάσσης δὲ τὸ πορφύρειν λέγεται, ἐξ οὗ καὶ τὸ ἐν βάθειδιανοεῖσθαι καὶ οἷον κυμαίνεσθαι λογισμοῖς πορφύρειν λέγεται, οἷον «καρδίη δέοἱ πόρφυρε». [Τὸ δέ «μεγάλα ἴαχε» ταὐτὸν ἂν ἐλάλει καὶ εἴπερ ἑνικῶς ἦν» μέγα ἴαχε». Τὸ δέ «νηὸς ἰούσης» χρήσιμον εἰς νόησιν τῆς ἐΐσης νηός.] (ῃ. 483) Τὸ δέ «ἔθεε κατὰ κῦμα» τὸ ῥῆμά ἐστιν, ἐξ οὗ θοὴ λέγεται ναῦς. (ῃ. 485) [Ὅτι ὕπεστι διαφορά τις τοῦ ἐρύειν καὶ τοῦ ἐρύεσθαι, εἴγε οἱ Ἀχαιοὶ νῆα μὲν ἐπ' ἠπείροιο ἔρυσαν, τὰ δὲ πρὸ βραχέων ὀπτηθέντα ἐρύσαντο πάντα, εἶτα δαίνυντο.] (ῃ. 486) Ὅτι διττὸν τῇ νηῒ τὸ ὑψοῦ ἵστασθαι, ποτὲ μὲν ὑψοῦ ἐν νοτίῳ, καθὰ ἐνὈδυσσείᾳ λέγεται, ὅτε δηλονότι ἐν ὕδατι ὥρμισται, ποτὲ δὲ ὑψοῦ ἐν ψαμάθοις, ὅτε ἔξω ἑλκυσθῇ ἐπὶ ἠπείρου, ἔνθα καὶ τὰ μακρὰ ὑπ' αὐτῇ τανύονται ἕρματα. Εἰσὶ δὲ νῦν ἕρματα τὰ ὑποκείμενα ταῖς ναυσὶν ἐκ ξύλων ἐρείσματα, ἐφ' ὧν αἱνῆες ἐρείδονται, ἃ δὴ κατὰ τεχνικήν τινα γλῶτταν καλοῦσιν οἱ πολλοὶ φαλάγγια. καὶ ὤφειλε μὲν ἡ λέξις ψιλοῦσθαι διὰ τὴν ἐκ τοῦ ἐρείσματος συγκοπήν, δασύνεται δὲ ἄλλως κανόνι τοιούτῳ. Τὰ βραχυνόμενα φωνήεντα καταλήγοντα δὲ εἰςˉρ ἐπιφερομένου τοῦ ˉμ δασύνεται· ὅρμος, ἅρμα, ὁρμαθός. οὕτω δή, φασί, καὶ τὸἕρμα, πλὴν τοῦ ἄρμενον τὸ ἁρμόδιον καὶ πλὴν τοῦ Ὄρμενος, κυρίου ὀνόματος. τὸ δὲ ἁρμοῖ ἐπίρρημα, ὃ δηλοῖ τὸ νεωστί, διφορεῖται μὲν κατὰ τοὺς παλαιούς, ἡ δὲ πλείων χρῆσις δασύνει αὐτὸ [Συρακουσίων ὂν κατὰ τὸν Τεχνικόν. ἁρμὸςγάρ, φησίν, ἁρμοῦ ἁρμῷ καὶ συστολῇ ἁρμοῖ κατὰ τὸ ἔξω ἐξοῖ καὶ ἔνδον ἐνδοῖπαρὰ Θεοκρίτῳ.] Ἰστέον δὲ ὅτι ἕρμα παρὰ τῷ ποιητῇ καὶ κόσμος γυναικεῖοςἐνώτιος. φησὶ δέ που καὶ ἕρμα ὀδυνῶν τὸ ἐνέρεισμα. οἴδαμεν δὲ καί τιναπλοίου ἔνθεσιν ἕρμα λεγομένην, ὅπερ ἡ μὴ ἔχουσα ναῦς ἀνερμάτιστος λέγεται. Ὅτι δέ, καθὰ διχῶς τῆλε καὶ τηλοῦ καὶ ἄγχι καὶ ἀγχοῦ, οὕτω καὶ ὕψι καὶ ὑψοῦλέγεται, δῆλόν ἐστιν. (ῃ. 485– 7) [Ἐν τούτοις δὲ καὶ πλοίου καταγωγὴν εἰς λιμέναἔφρασεν Ὅμηρος οὕτω· «νῆα μὲν οἵ γε μέλαιναν ἐπ' ἠπείροιο ἔρυσαν ὑψοῦ ἐπὶψαμάθοισιν· ὑπὸ δ' ἕρματα μακρὰ τάνυσαν· αὐτοὶ δ' ἐσκίδναντο» καὶ ἑξῆς. Ὅραδὲ ὡς, εἰ καὶ ψάμμος ἐν δυσὶ μῦ προφέρεται, ἀλλ' ἡ ψάμαθος, ὥσπερ καὶ ἡ ἄμαθοςἓν αὐτὸ ἔχει. (ῃ. 486 ς.) Τοῦ δὲ σκίδναντο πρωτότυπον τὸ σκεδῶ σκίδνημι, ὡς καὶἀλλαχοῦ φανεῖται, ὡς καὶ τοῦ πίλνατο τὸ πελῶ πίλνημι. τὸ δὲ σκεδῶ εὕρηταικαὶ δίχα τοῦ ˉσ καὶ ἀπ' αὐτοῦ γίνεται τὸ κίδνασθαι καὶ τὸ ἀκιδνότερον. τοῦ δὲκεδῶ οὐ μόνον τὸ κεδάζω παράγωγον, ὡς τοῦ σκεδῶ τὸ σκεδάζω καὶ τοῦ ἰσῶτὸ ἰσάζω, ἀλλὰ καὶ τὸ κεδαίω πρὸς ὁμοιότητα τοῦ ἰσῶ ἰσαίω παρὰ Ἀράτῳ καὶτῶν ὁμοίων. Τὸ δὲ τάνυσαν πρὸς τὸ μακρά εἴρηται· ἄλλως δὲ ἦν εἰπεῖν ἔθεντο.] (ῃ. 488– 92) Ὅτι τῷ ἐνεργεῖ καὶ ἐντρεχεῖ οὐ φορητὸν ἡ τοῦ καλοῦ ἀργία. οὐ γὰρἀνέχεται ἀπρακτεῖν, ἀλλ' οἱονεὶ φθίνειν δοκεῖ, ἐπειδάν, κατὰ τὸν ποιητὴν εἰπεῖν, μάθοι μὲν ἔμμεναι ἐσθλός, ἀεργὸς δὲ κάθηται. καὶ Ἀχιλλεὺς οὖν ἐν τῷ μηνίειν, ἐπεὶ οὔτε εἰς ἀγορὰν πωλέσκετο κυδιάνειραν οὔτε ποτ' ἐς πόλεμον, τουτέστινἐπεὶ οὔτε λόγοις οὔτε ἔργοις ἐνέπρεπε, φθινύθεσκε φίλον κῆρ· ἐπόθει δὲ ἀϋτήντε πόλεμόν τε. (ῃ. 490 ς.) Ὅρα δὲ ὅτι τὸν μὲν πόλεμον δίχα ἐπιθέτου ἐξήνεγκε· τὴν δὲ ἀγορὰν ἐσέμνυνεν εἰπὼν αὐτὴν κυδιάνειραν, προτιθεὶς τὸν λόγον τῆς ἐνμάχαις εὐδοκιμήσεως. (ῃ. 492) Ἀϋτὴ δὲ ἡ βοὴ παρὰ τὸ αὔω, τὸ φωνῶ. λαμβάνονται δὲ καὶ ἄμφω ποτὲ ἐπὶ πολέμου. ἀϋτὴ γὰρ καὶ βοὴ πολλαχοῦ ἡ μάχη ἐκτοῦ παρακολουθοῦντος· παρακολουθεῖ γὰρ ἡ μεγάλη βοὴ τῇ μάχῃ. διὸ καὶφύλοπις λέγεται ἐκ τῆς τῶν φύλων ὀπὸς καὶ Ἐνυὼ δὲ ἀπὸ τοῦ ἐναύω, τὸ φωνῶ. (ῃ. 490) [Τὸ δὲ πωλέσκετο πολλαχοῦ φανεῖται, ὅτι ἐκ τοῦ πέλω πόλος πωλῶ ἤγουνἀναστρέφομαι γίνεται κατὰ τὸ τρέπω τρόπος τρωπῶ καὶ τὰ ὅμοια. μέλλων γὰρτοῦ πωλῶ πωλέσω, ἐξ οὗ τὸ πωλέσκω, ὡς ἀρῶ ἀρέσω ἀρέσκω.] (ῃ. 493) Ὅτιαἱ διὰ τοῦ ˉοˉιˉο γενικαὶ κατὰ μὲν ἄλλους Θετταλικαί, ὡς προείρηται, εἰσίν, ἐνδὲ τοῖς Ἀπίωνος καὶ Ἡροδώρου Βοιωτῶν φέρονται γλώττης, τοῖο, οἷο, καλοῖο. Ὅτι ἐν τῷ «δωδεκάτη ἐγένετο ἠώς» ἠῶ τὸ νυχθήμερον λέγει. ποσαχῶς δὲ λέγεταιἠώς, ἐν Ὀδυσσείᾳ εἴρηται. (ῃ. 494) [Ὅτι τὸ «ἴσαν» πληθυντικὸν τρίτον ῥῆμα ὧδε μὲν ἀντὶ τοῦ ἐπορεύθησαν, ἀλλαχοῦ δὲ ἀντὶ τοῦ ἔγνωσαν, οἷον· «τὰ δ' οὐκἴσαν ὡς ἐτέτυκτο». τὸ δ' ἐνταῦθα «πρὸς Ὄλυμπον ἴσαν θεοί»] (ῃ. 496) Ὅτι τὸ μὲν ἀπὸ βάθους ἀνελθεῖν ἀναδῦναι λέγεται. Θέτις οὖν ἀνεδύσετο κῦμα θαλάσσης. τὸ δὲ ἐκεῖθεν ἀνωτέρω ἀναβῆναί φαμεν. ὥστε καὶ τὸ ἐξ οὐρανοῦ μὲν ἕως τῆςθαλαττίας ἐπιφανείας καταβῆναί ἐστι, τὸ δὲ ἐκεῖθεν καταδῦναι. (ῃ. 497) Ὅτιοὐ μόνον τὸν πρὸς ἑσπέραν καιρὸν οἶδεν ὁ ποιητὴς λιταῖς πρέποντα, ὡς ἐν τῇιʹ ῥαψῳδίᾳ εὕρηται καὶ ἐν τῇ τοῦ Πριάμου ἱκετείᾳ καὶ ὅτε δὲ Ὀδυσσεὺς τὴν Ἀρήτην ἱκετεύει, ὁπηνίκα αἱ ψυχαὶ πρὸς ἔλεον ἀνίενται, ἀλλὰ καὶ τὸν ὄρθρονἐπιτήδειον οἶδε τοῖς γουναζομένοις εἰς ἔντευξιν διὰ τὸ νηφάλιον τοῦ καιροῦ. Θέτις γοῦν ὄρθρου τῷ Διῒ ἐντυγχάνει. φησὶ γὰρ ὁ ποιητής· «ἠερίη δ' ἀνέβημέγαν οὐρανὸν Οὔλυμπόν τε». τοῦτο δὲ τρόπος ὑστερολογίας ἐστί. πρῶτον γὰρὑπεραναβῆναι δεῖ τὰς τοῦ Ὀλύμπου κορυφάς, εἶτα τὸν ὑπὲρ τὰ νέφη τόπονκαταλαβεῖν οὐρανὸν καὶ αὐτὸν λεγόμενον ὁμωνύμως τῷ στερεμνίῳ. Τὸ δέ «ἠερίη», ἐὰν ἀντὶ τοῦ ὀρθρινή, ὡς εἴρηται, λαμβάνηται, πλεονασμὸν ἔχει τοῦ ˉε. ἦρ γὰρὁ ὄρθρος καὶ κλίνεται ἦρος ἦρι, οἷον «ἦρι μάλα Ἑλλήσποντον πλεούσας». ὅθεν καὶ ἠὼς ἠριγένεια, ὡς ἀλλαχοῦ εἴρηται. ἠρίη γοῦν ἡ ὀρθρινὴ καὶ πλεονασμῷἠερίη, οἷον καὶ τὸ «ἠερίη γέ τοι παρέζετο καὶ λάβε γούνων». τινὲς δὲ ἠερίαν τὴνἀερίαν νοοῦσιν· οὐ γὰρ ἔστιν εἰς οὐρανὸν κάτωθεν ἀνελθεῖν, εἰ μὴ διὰ μέσουἠέρος ἤτοι ἀέρος. (ῃ. 498) Ὅτι εὐρύοπα τὸν Δία λέγει ἢ ὡς μεγαλόφθαλμονδιὰ τὸ προνοητικὸν ἢ ὅτι εὐρὺ βλέπομεν διὰ τοῦ ἀέρος, ὅς ἐστι Ζεύς, ἢ ὅτιεὐρεῖαν ἔχει ὄπα. Βροντητικὸς γὰρ ὁ αὐτὸς Ζεὺς καὶ ἐριβρεμέτης καὶ ραγος. λέγεται δὲ καὶ διηχὴς ὑπὸ τῶν φυσικῶν. καὶ Δία μὲν οὕτως εὐρύοπαλέγει ὁ ποιητής. Ἥρα δὲ βοῶπις, ὡς μὲν ἀὴρ καὶ αὐτὴ ἔοικε τῇ βοῇ παρονομάζεσθαι διὰ τοὺς ἀερίους ἤχους· μυθικῶς δὲ ἡ λέξις ἔπαινός ἐστιν αὐτῆςὡς γυναικὸς διὰ τὸ κατὰ βοῦν μεγαλόφθαλμον· ἐξ οὗ καὶ κύριον ὄνομα Εὐρώπητέθειται. [Ὅρα δὲ ὡς νῦν μὲν ἀναλόγως κατὰ πτῶσιν αἰτιατικὴν ἔφη εὐρύοπα Δία· ὅτε δὲ εἴπῃ «εὐρύοπα Ζεύς», καινοσχημάτιστος ἐκείνη εὐθεῖα, ὡς προδεδήλωται, κατὰ αἰτιατικὴν καὶ κλητικὴν ἐκπεφωνημένη.] (ῃ. 499) Ὅτι λαβὼνὁ μῦθος ἐκ τῆς ἀληθείας τὸ τὸν Δία ἤτοι τὸν αἰθέρα ὑψηλότατον καὶ ὑπέρτατονεἶναι καθίζει ἐν τῇ ῥαψῳδίᾳ ταύτῃ τὸν μυθευόμενον Δία ἐν ἀκροτάτῃ κορυφῇπολυδειράδος Ὀλύμπου. Ἰστέον δὲ ὅτι, ὥσπερ κορυφὴ ὄρους μεταφορικῶς ἀπὸ τῆς τῶν ζῴων κορυφῆς, οὕτω καὶ δειρὴ ἡ ἐξοχὴ ἡ λήγουσα εἰς στενὸν ἀπὸ τῆςτῶν ζῴων δειρῆς. ὅθεν καὶ πολυδειρὰς Ὄλυμπος, τὸ ὄρος δηλαδὴ τὸ ἔχονπολλὰς ἐξοχάς. ὅτι δὲ καὶ πόδες ὄρους καὶ κνημοὶ καὶ ῥάχεις καὶ ἕτερα τοιαῦταἐκ τῶν ζωϊκῶν, ἀλλαχοῦ φανήσεται. [Ἡ δὲ κλίσις τοῦ πολυδειράδος ὡς Ἀρκάδος. προσφυῶς δὲ παράκειται κορυφή καὶ πολυδειράς διὰ τὸ καὶ ἐν ζῴοις συμπεφυκέναι τὰ τοιαῦτα.] (ῃ. 500) Ὅτι λαβεῖν γούνων τὸ ἅψασθαι λέγει ἢ ἔχεσθαι. διὸ καὶ παρακατιών φησι· «Θέτις δ' ὡς ἥψατο γούνων, ὣς εἴχετο ἐμπεφυυῖα». (ῃ. 501) Ὅτι σκαιᾷ μὲν χειρί, ὅ ἐστι λαιᾷ, τῶν γονάτων ἥψατο τοῦ Διὸς ἡ Θέτις, δεξιτερῇ δὲ ὑπ' ἀνθερεῶνος ἑλοῦσα ἐλίσσετο. ἔστι δὲ ἀνθερεὼν ὁ τόπος, φασί, περὶ ὃν ἀνθεῖ τὸ γένειον. λέγεται δέ ποτε καὶ ἐπὶ γυναικὸς καταχρηστικῶς. τίδὲ οἰωνίζεται διὰ τούτων ἡ Θέτις, προγέγραπται ἐν τοῖς περὶ τοῦ γουνάζεσθαι. ἐκ δὲ τοῦ ἀνθηροῦ παρῆκται ὁ ἀνθερεὼν συστολῇ τοῦ ˉη εἰς ˉε καὶπλεονασμῷ ἑτέρου ˉε. ὁ δὲ τύπος ὡς τὸ ἀκανθεών, χαραδρεών, αὐγουστεών καὶτὰ τοιαῦτα. ζητητέον δὲ μάλιστα ἐν τῇ εʹ ῥαψῳδίᾳ ποῦ καθ' Ὅμηρον ὁ ἀνθερεών, πρὸ δὲ αὐτοῦ ἐν τῇ δέλτα. τὸ δέ «ὑπ' ἀνθερεῶνος ἑλοῦσα» ἢ ἀντὶ τοῦ κάτωθεντοῦ ἀνθερεῶνος ἑλοῦσα ἢ ἀντὶ τοῦ ὑφελοῦσα καὶ ὑφαψαμένη τοῦ ἀνθερεῶνος. [Γίνεται δὲ ἡ τοιαύτη σκαιὰ χεὶρ καὶ ὁ ἀπ' αὐτῆς σκαιὸς καὶ ἐπαρίστεροςἄνθρωπος, ποτὲ δὲ καὶ ἀνόητος, ἀπὸ τοῦ σκάζειν, φασίν, ὅ ἐστι χωλεύειν, ὅθεν καὶ ὁ σκαμβός· Ἵνα ᾖ σκαιὰ χεὶρ ἡ σκάζουσα περὶ τὸ ἐνεργεῖν ὡς ἀνυστικωτέρας οὔσης τῆς δεξιᾶς. ὡς δὲ καὶ τὰ δυτικὰ σκαιὰ λέγονται καὶ ὅτι καὶ Σκαιὸς κύριον ὄνομα, ἐξ ὧν καὶ Σκαιαὶ πύλαι Τρωϊκαί, φανεῖται ἐν τοῖς ἑξῆς.] (ῃ. 504 ς.) Ὅτι λαβοῦσα ἡ Θέτις ἀρχὰς ἐπιχειρημάτων ἐκ τοῦ υἱοῦ ἀναμιμνῄσκει τὸν Δία, ὡς ὠφέλησέ ποτε αὐτὸν ἔπει καὶ ἔργῳ, καθὰ προεγράφη. καὶοὕτως ὀφειλέτην ἐκεῖνον δείξασα εἰς χάριν ἀνταπαιτεῖ τὸ «τίμησόν μοι τὸνυἱόν, ὃς ὠκυμορώτατός ἐστι τῶν ἄλλων». οὐ λέγει δὲ καὶ πῶς τὸν Δία ὠφέλησε, διότι τε οὐ χρὴ φανερῶς ἐξονειδίζειν τὸν εἰδότα καὶ ὅτι οὐδὲ θέλει ὁ ποιητὴςἀκαίρως διττολογεῖν. φθάσας γὰρ ἤδη προϊστόρησε μελετᾶσθαι δεσμοὺς Διόςποτε, οἷς ἡ Θέτις ἐβοήθησεν ὁ δὲ Ζεὺς τὴν μὲν χάριν μὴ ἀποδοῦναι οὐκ ἔχει, κατανεῦσαι δὲ ἐπὶ βλάβῃ τῶν Ἑλλήνων δυσχερῶς ἔχει. νικᾷ μέντοι ἡ τῆςεὐεργεσίας ἀνταπόδοσις. ἀγεννὲς γὰρ τὸ μὴ ἀντιτίνειν τοῖς εὐεργέταις χάριτας. εἰδὲ ἡ Ἥρα μὴ θέλει, ἀλλ' οὐδὲν αὐτῆς μέλον ἐστὶ τῷ Διῒ διδάσκοντος τοῦποιητοῦ, ὅτι καὶ τῶν οἰκειοτάτων ἐν πολλοῖς προτιμητέον τὸν εὐεργέτην. καὶἄλλως δὲ ἡ Ἥρα, εἰ μὴ Θέτις ἐξεβοήθησέ ποτε, κατήγαγεν ἂν τὸν Δία τῆςἀρχῆς. βέλτιον οὖν τῇ Θέτιδι, ὡς καὶ προγέγραπται, ὑπακοῦσαι κατὰ τῶνἈχαιῶν, ὡς εὐεργέτιδι, καὶ μὴ πεισθῆναι τῇ Ἥρᾳ ὑπὲρ αὐτῶν, τῇ ἐπιβούλῳ. εἰ δὲ καὶ ἠράσθη ποτὲ τῆς Θέτιδος ὁ Ζεύς, ὡς μῦθος φέρεται, ἔχοι ἂν καὶτοῦτο συλλαβέσθαι τι αὐτῇ πρὸς πειθὼ τοῦ Διός. (ῃ. 505) Τὸ δέ «ὠκυμορώτατοςἄλλων» ψευδῶς εἴρηται διὰ λύπην· πολλοὶ γὰρ πρὸ Ἀχιλλέως ὠκύμοροι. [̓ Ιστέον δὲ ὅτι τὸ «εἴ ποτε δή σε ὄνησα ἢ ἔπει ἢ ἔργῳ, τόδε μοι κρήηνον ἐέλδωρ· τίμησόν μοι υἱόν, ὃς ὠκυμορώτατος ἄλλων ἔπλετο», ἤγουν πέλει, ἁρμόσει ποτὲπροσώπῳ παρακλητεύοντι εὐηργετημένον τινά. τὸ δέ «σε ὄνησα» «ὤνησαςκραδίην Διός» πρὸ τούτων ἔφη ὁ Ἀχιλλεύς.] Ὅτι τὸ ἀκάματος καὶ ἀθάνατος ἀεὶ παρὰ τῷ ποιητῇ ἐκτείνει τὴν ἄρχουσαν ἤγουν τὸ ἐν ἀρχῇ στερητικὸνἐπίρρημα, ὡς ἂν γινόμενα εἰς δάκτυλον τὸ εὔμετρον συνεργάζωνται. (ῃ. 509 ς.) Ὅτι ἐν τῷ «τόφρα ἐπὶ Τρώεσσι τίθει κράτος, ὄφρ' ἂν Ἀχαιοὶ υἱὸν ἐμὸν τίσωσιν ὀφέλλωσί τέ ἑ τιμῇ» προεκτίθεται οἷον ὁ ποιητὴς τὰ ὕστερα, μονονουχὶλέγων πρὸς τὸν φιλέλληνα ἀκροατήν, ὅτι οὐ διὰ τέλους κρατήσουσιν οἱ Τρῶες, ἀλλ' ἕως ὁ Ἀχιλλεὺς ὑπὸ Ἀχαιῶν τιμηθῇ. τοῦτο δὲ ταχὺ γενήσεται. Ὅρα δὲ τὸ» ὀφέλλωσιν αὐτὸν τῇ τιμῇ». αὔξησις γάρ τις ἀνθρώπῳ καὶ ἡ τιμή. τινὲς δὲγράφουσιν· «ὀφέλλωσίν τέ ἑ τιμήν», ἵνα συνήθως Ὁμήρῳ νοῇ τις οὕτω τριχῶς· αὐξήσωσιν αὐτὸν κατὰ τὴν τιμήν· ἢ αὐξήσωσιν αὐτὸν ἤγουν τὴν εἰς αὐτὸν τιμήν· ἢ αὐξήσωσιν αὐτοῦ τὴν τιμήν. (ῃ. 513) Ὅτι ἐμπεφυκέναι καὶ ἐμφῦναι τὸἐγκρατῶς καὶ δυσαποσπάστως δράξασθαι. οὕτω καὶ πολύπους ἐμφύεσθαιτῇ πέτρᾳ λέγεται καὶ Θέτις τοῖς γόνασι τοῦ Διὸς ἐμπεφυυῖα εἶναι. καὶ χερσὶδέ τις ἐμπέφυκεν, ὅταν χειρὸς χειρὶ δράξηται· καὶ τοῖς χείλεσι δὲ ὀδὰξ ἐμφύεται, ὅταν τοῖς ὀδοῦσιν ἐνδάκῃ τὸ χεῖλος, [ὀδὰξ κατεσθίει.] Ἰστέον δὲ ὅτι μέσοςπαρακείμενός ἐστι τὸ ἐμπεφυυῖα κατὰ κανόνα, ὃν ἐκτίθεται καὶ Ἡρωδιανὸςλέγων καθαρεύοντι τῷ ἐνεστῶτι συγκαθαρεύειν καὶ τὸν μέσον παρακείμενον, οἷον φύω πέφυα, [ἀκούω ἀκήκοα.] ἐτυμολογία δὲ τοῦ ἐμφῦναι ὁμοία τῷσυμφῦναι. δοκεῖ γὰρ ἐμφῦναι εἶναι τὸ εἰς ἓν φῦναι καὶ μίαν οἷον φυὴν τόδε τιγενέσθαι μεθ' ἑτέρου τινὸς ἐν τῷ στερρῶς δράξασθαι, [ὡς μηδὲ δοκεῖν ἅπτεσθαι, ἀλλὰ προσπεφυκέναι ἤγουν κατὰ φύσιν ἡνῶσθαι ἢ φύσει ἐνεῖναι κατὰ τὸ» τρίχες κρανίῳ ἐμπεφύασιν».] (ῃ. 514) Ὅτι ὁ ζητῶν ἀπό τινος ἢ κατάνευσινἀληθῆ ἢ ἀνάνευσιν καλῶς ἂν εἴπῃ τὸ «νημερτὲς δή μοι ὑπόσχεο καὶ κατάνευσονἢ ἀπόειπε». [ἔστι δὲ νημερτές τὸ μὴ ἡμαρτημένον διὰ τὸ ψεύδεσθαι, ἀλλὰ ἀληθές.] (ῃ. 517) Ὅτι ὀχθῆσαι τὸ δεινοπαθῆσαι ἢ πονῆσαι· ὅθεν καὶ Ἡσίοδος εὐοχθεῖν λέγει τὸ ἐπὶ καλοῖς κοπιᾶν· ἢ καὶ ἄλλως ὀχθῆσαι τὸ εἰς ὕψος ἐπᾶραι τὸν θυμόν, ὃ δή φησι Σοφοκλῆς ἐν τῷ «ὑψοῦ δ' αἴρει θυμὸν Οἰδίπους» ἐν λύπαις. ὄχθος γὰρτοπικὴ ἐπανάστασις. τὸ γοῦν «μέγ' ὀχθήσας» ἀντὶ τοῦ ὑπερλυπηθείς· καὶ τὸ» ὤχθησαν θεοί» ἀντὶ τοῦ ἐδεινοπάθησαν, ἠχθέσθησαν ἢ ὕψωσαν τὸν θυμὸν ἢ τὸνφόβον. [ἐκ δὲ τοῦ Ὁμηρικοῦ ὀχθεῖν καὶ τὸ παρὰ τοῖς ὕστερον προσοχθίζεινπαρῆκται καὶ τὸ ἐξ αὐτοῦ προσόχθισμα.] (ῃ. 518) Ὅτι ἐν τῷ «ἦ δὴ λοίγια ἔργαἔσεται, ὅτε με ἐχθοδοπῆσαι ἐφήσεις τῇ Ἥρᾳ» λοίγια μὲν λέγει τὰ ὀλέθρια, ἐχθοδοπήσαι δὲ τὸ ἐχθρανθῆναι. τὸ δὲ ἐφήσεις ἀντὶ τοῦ ἀναπείσεις ἐκ τοῦ ἐφίημι τὸἐντέλλομαι. γίνεται δὲ τὸ μὲν λοίγια ἐκ τοῦ λοιγός, ὁ ὄλεθρος· αὐτὸ δὲ ἀπὸ τοῦὀλίγον κατὰ μετάθεσιν τοῦ ˉο, ὥς φασιν οἱ παλαιοί. ὀλιγοῖ γὰρ τὰ ζῷα, οἷςἐμπέσῃ ὁ λοιγός. προεγράφησαν δὲ καὶ ἕτεραι ὅμοιαι μεταθέσεις ἐν τοῖς περὶἭρας λόγοις. τὸ δὲ ἐχθοδοπῆσαι ἢ ἀπὸ τοῦ ἔχθω, τὸ μισῶ, γίνεται καὶ τοῦὄπτω, τὸ βλέπω, πλεονασμῷ τοῦ ˉδ, ὡς καὶ προεγράφη, ἢ ἐκ τοῦ ἔχθος καὶὂψ ὀπός, ἡ φωνή, ἵνα ᾖ ἐχθοδοπὸς καὶ ὁ τὰ πρὸς ἔχθος φωνῶν. [Οὐκ ἄδηλον δὲὅτι τὸ «ἦ δὴ λοίγια» τινὲς μὲν ἤδη ἔγραψαν παροξυτόνως, ὡς καὶ προεδηλώθη· τινὲς δὲ τὸ μὲν ἦ ἀντὶ τοῦ ὄντως φασί, τὸ δὲ δή ἄνευ τόνου προφέρουσιν, ὁμοίως τῷ ἐπιδητούτοις.] (ῃ. 519) Ὅτι τὸ «ὅτ' ἄν με ἐρέθῃσιν ὀνειδείοιςἐπέεσσιν» ἀρχή ἐστιν ἤγουν πρωτότυπον τοῦ ἐρεθίζω, ὡς τὸ «ἀλλ' ἴθι, μή μ' ἐρέθιζε». (ῃ. 522 ς.) Ὅτι ἀγαθῆς εὐλαβοῦς ὑποσχέσεως τὸ «ἀλλὰ σὺ μὲν νῦναὖτις ἀπόστιχε, μή σε νοήσῃ ὁ δεῖνα· ἐμοὶ δέ κε ταῦτα μελήσεται, ὄφρατελέσσω». [Ἀττικὸν δὲ τὸ μελήσεται, καθὰ εὐθὺς καὶ τὸ κεφαλῇ κατανεύσομαι. τὰ δὲ κοινὰ τούτων ἐστὶ μελήσει καὶ κατανεύσω.] (ῃ. 524) Ὅτι τὸ «εἰ δ' ἄγετοι κεφαλῇ κατανεύσομαι» ὅμοιόν ἐστι τῷ «εἰ δ' ἄγε μὴν πείρησαι», περὶ οὗπροείρηται. τὸ δὲ κατανεῦσαι τῇ κεφαλῇ τὸν Δία μέγιστον ἦν τέκμωρ ἤτοιτέλος πράξεων. (ῃ. 526 ς.) Διὸ καί φησιν ἐκεῖνος ὅτι «οὐ γὰρ ἐμὸν παλινάγρετονοὐδ' ἀπατηλὸν οὐδ' ἀτελεύτητον, ὅ τί κεν κεφαλῇ κατανεύσω». ὁ δὲ λόγοςοἰκεῖος ἐνδόξῳ προσώπῳ μεγάλα ὑποσχομένῳ. εὐτελεῖ δέ τινι οὐ προσήκει ὁλόγος ἅπας. τριῶν γὰρ ὄντων, δι' ἅ τις οὐ ποιεῖ τὸ ὑπεσχημένον ἀπάτης, μεταμελείας, ἀδυναμίας, ἀπατηλὸς μὲν οὐκ ἐξ ἀνάγκης ἔσται τοῖς εὐτελέσιν ὁλόγος τῆς ὑποσχέσεως, ἀλλ' οὐδὲ παλινάγρετος, ὅ ἐστιν ἐκ μεταμέλου ἀνάπαλινἀγειρόμενος· ἀτελεύτητος δὲ κατ' ἀνάγκην τινὰ ἔσται ἤγουν ἀτελής, ἐὰν μέγαᾖ τὸ ὑπεσχημένον καὶ μὴ τελευτηθῆναι δυνάμενον. τῷ δὲ δυνατωτάτῳ εἰκὸςταῦτα πάντα προσεῖναι. δηλοῖ δὲ ὁ λόγος δεῖν εἶναι τοὺς εὖ γεγονότας ἐμμένεινταῖς ὑποσχέσεσιν, ἐφ' αἷς κατανεύσουσι. τίμιον γὰρ ἡ κεφαλὴ καὶ οὔτε τὴναὐτῆς δεῖ κατάνευσιν ἀπρακτεῖν οὔτε τοὺς λόγους ψεύδεσθαι, ἐφ' οἷς τῷβασιλικῷ λογισμῷ ἡ γλῶσσα καθυπουργεῖ. Παρασημειοῦνται δὲ οἱ παλαιοὶἐνταῦθα, ὅτι καὶ διὰ τῆς κατανεύσεως ταύτης τῆς οὕτω τιμίας φαίνεταιδοξάζων ὁ ποιητὴς ἐν τῇ κεφαλῇ τὸ λογιστικὸν ἱδρῦσθαι, ὥσπερ τὸ θυμικὸν περὶτὴν καρδίαν, ὁπηνίκα εἴπῃ ὅτι «κραδίη δέ οἱ ἔνδον ὑλάκτει» καὶ «οἰδάνεταιδὲ κραδίη χόλῳ», τὸ δὲ ἐπιθυμητικὸν περὶ τὸ ἧπαρ, ἐν οἷς δι' ἐπιθυμίανπταίσαντι τῷ Τιτυῷ γῦπες τὸ ἧπαρ κείρουσιν. ἡ δὲ ἀλληγορία τὴν τοῦ Διὸςκατάνευσιν, ὡς καὶ ἐν τῇ βῆτα ῥαψῳδίᾳ εἰρήσεται, σημείων τινῶν οὐρανίωνἔκφανσιν βούλεται εἶναι, οἷον δι' ἀστέρων κινήσεως ἢ ἀστραπῶν ἢ βροντῶν ἢκαὶ οἰωνῶν, δι' ὧν ὁ ἀνωτάτω καὶ κορυφαῖος Ζεὺς δοκεῖ τοῖς κάτω τὰ μέλλονταὑπισχνεῖσθαι καὶ κατανεύειν οἷον ἐπὶ τῇ ἐκβάσει αὐτῶν. (ῃ. 526) Ἰστέον δὲὅτι τὸ «οὐ γὰρ ἐμὸν παλινάγρετον οὐδ' ἀπατηλὸν οὐδ' ἀτελεύτητον» καὶ οὕτωφασὶν οἱ παλαιοί, ὅτι διὰ μὲν τοῦ «οὐ παλινάγρετον» δηλοῖ, ὡς βέβαιός ἐστι· διὰ δὲ τοῦ «οὐδ' ἀπατηλόν» ἐμφαίνει, ὅτι καὶ φιλαλήθης ἐστί· διὰ δὲ τοῦ» οὐδ' ἀτελεύτητον», ὅτι καὶ τελεσιουργός ἐστιν. ἐν δὲ τῷ «οὐ γὰρ ἐμόν» λείπει τὸ ἔπος ἤ τι τοιοῦτον, ὡς καὶ ἐν τῷ «κερτομίοις Δία Κρονίωνα προσεῖπε» λείπει τὸ ἔπεσιν. (ῃ. 527) Ὅρα δὲ ὅτι, ὥσπερ ἀνωτέρω τὸ μελήσει μελήσεταιεἶπεν, οὕτω καὶ τὸ κατανεύσω καὶ παθητικῶς ἔφη κατανεύσομαι. [τῷ δὲ κατανεύσω ἀκόλουθον μετ' ὀλίγα τεθὲν καὶ τὸ νεῦσεν, οὐ μὴν νεύσατο.] (ῃ. 528) Ὅτι πάντα ὑποτυπούμενος ἄριστα ὁ ποιητὴς παραφαίνει καὶ οἷαι ἂν ὦσιν αἱκαλαὶ ὀφρύες λέγων· «κυανέῃσιν ἐπ' ὀφρύσι νεῦσε Κρονίων», ὁ μυθικὸς δηλαδὴ Ζεύς, ὡς τοιούτων οὐσῶν τῶν καλῶν ὀφρύων. τῷ μέντοι ἀλληγορουμένῳ Διῒοὐ τοιαῦται ἂν εἶεν ὀφρύες. (ῃ. 528 ς.) Τὰς δὲ τῆς κεφαλῆς αὐτῷ τρίχας οὔφησιν, οἵου χρώματος ἦσαν, ἀλλὰ ἀρκεῖται μόνον εἰπὼν αὐτὰς θείας τρίχας ἐντῷ «ἀμβρόσιαι δ' ἄρα χαῖται ἐπερρώσαντο ἄνακτος». [Σημείωσαι δὲ ὅτι ἐκ τῶνὉμηρικῶν κυανέων ὀφρύων ἐκέρδησέ τις τὸ εἰπεῖν «ὀφρύων νέφωσιν» τὴνσκυθρωπότητα. ἔχοι δ' ἂν πάντως νεφώσιας ὀφρύων ἀλληγορικῶς καὶ ὁ ἀὴρ Ζεύς, ὅτε νεφούμενος αἴσιόν τι δηλοῖ λόγῳ διοσημίας.] Ὅρα δὲ ὅτι τὸ Κρονίων ἐνταῦθα ἐξέτεινε τὴν παραλήγουσαν, ὡς καὶ ἀλλαχοῦ· ὡς ἐπὶ πολὺ μέντοισυστέλλεται. [Ἰστέον δὲ ὡς, εἰ καὶ πολυλογοῦνται αἱ σωματικαὶ ὀφρύεςἐτυμολογικῶς, ἀλλὰ νῦν ἀρκεῖ φάναι ὡς παρὰ τὸ ὄπτω γίνεται καὶ τὸ ῥύω, τὸφυλάσσω, τροπῇ συνήθει ἐν πολλοῖς τοῦ ˉπ εἰς ˉφ. φυλάσσουσι γὰρ τὴν ὄψιν ἔκ τεἄλλων καὶ τοῦ μὴ κακουργεῖσθαι ὑπὸ ἱδρώτων.] (ῃ. 529) Χαίτη δὲ οὐ μόνονἐπὶ ἀνθρώπου κυριολεκτεῖται, ὡς καὶ ὧδε φαίνεται καὶ ἐν τῷ «κυανοχαίτης Ποσειδῶν», ἀλλὰ καὶ ἐπὶ λέοντος λέγεται· [ὅθεν καὶ χαιτήεις ἐκεῖνος. καὶἄρκτος δὲ χαιτήεσσα·] καὶ ἐπὶ ἵππου· ἐπ' αὐτοῦ δὲ καὶ ἡ θρὶξ λέγεται, ὡς δηλοῖτὸ «ἵπποι καλλίτριχες», [οἱ καὶ λασιαύχενες διὰ τὴν τοιαύτην τρίχωσιν. γίνεται δὲ χαίτη παρὰ τὸ χῶ καὶ τὸ ἀΐττω· χεῖται γὰρ ἀΐσσουσα ὧδε καὶ ἐκεῖκαὶ μάλιστα τοῖς δρομιχαίταις κατὰ τὸ «ἀμφὶ δὲ χαῖται ὤμοις ἀΐσσονται». ὥστε ἀπὸ ἐλλόγου συναιρέσεως ἡ χαίτη ἔχει τὴν δίφθογγον.] Ἐν δὲ τῷ «κυανέαις ἐπ' ὀφρύσιν» ἡ ὅλη νοεῖται κεφαλὴ ἀπὸ μέρους συνεκδοχικῶς καὶ κατὰσύλληψιν, ὡς οἱ Τεχνικοί φασι διὰ τὸ συνεκδέχεσθαι καὶ συλλαμβάνεσθαιἤγουν συνεννοεῖσθαι ταῖς ὀφρύσι τὴν ὅλην κεφαλήν, ὅπερ ἐστὶν ἴδιον συνεκδοχῆς ἤτοι συλλήψεως, ὡς πολλαχοῦ φανήσεται. διὸ καί φησιν· «ἀμβρόσιαι χαῖταιἐπερρώσαντο». οὐ γὰρ ἂν μόνων κινηθεισῶν τῶν ὀφρύων αἱ χαῖται συνεκινήθησαν. [Ὅτι δὲ ὀφρύες λέγονται τροπικῶς καὶ ποιαί τινες ἐξοχαὶ ὀρειναί, ἡ Βοιωτίακαλῶς δηλώσει. τὴν δὲ ἀνωτέρω ῥηθεῖσαν συγγένειαν τοῦ ˉφ πρὸς τὸ ˉπ δηλοῖκαὶ τὸ Φύγελλα ἰδιωτισθὲν εὐφημότερον ἐκ τοῦ Πύγελλα.] Φέρεται δὲ ἐνταῦθαἱστορία, ὅτι Εὐφράνωρ Ἀθήνησι γράφων τοὺς δώδεκα θεοὺς καὶ ἀπορῶν πρὸςοἷον ἀρχέτυπον γράψει τὸν Δία παρῄει ἐν διδασκάλου καὶ ἀκούσας τῶν ἐπῶντούτων «ἀμβρόσιαι δ' ἄρα χαῖται» καὶ τὰ ἑξῆς, ἔφη ὡς ἤδη ἔχει τὸ ἀρχέτυπονκαὶ ἀπιὼν ἔγραψεν. οἱ δέ φασιν, ὅτι ἀπὸ τούτων τῶν δύο στίχων ὁρμηθεὶς Φειδίας ὁ ἀγαλματοποιὸς ἐποίησε τὸν ἐν Ὀλυμπίᾳ Δία οὕτω καμπτόμενον. καὶ ὁ Γεωγράφος δέ φησιν, ὅτι πρὸς Ὁμηρικὸν παράδειγμα τὸ «ἐπ' ὀφρύσινεῦσεν» ὁ Φειδίας ἐποίησε τὸν ἐν Ὀλυμπίᾳ Δία ἐλεφάντινον. οὕτω δέ, φησί, μέγας ἦν, ὡς ἅπτεσθαι σχεδὸν τῆς κορυφῆς τῆς ὀροφῆς. διὸ καὶ κοσμίωςεἴρηται, φησί, τὸ «Ὅμηρος ὁ τὰς τῶν θεῶν εἰκόνας ἢ μόνος ἰδὼν ἢ μόνοςδείξας». Ἰστέον δὲ ὅτι τὸ ἐπερρώσαντο μετηνέχθη ἀπὸ ἀνδρῶν ἐρρωμένως εἴςτι ἔργον κινουμένων. [Ῥώονται δὲ καὶ ἵπποι, ὅτε εἰς δρόμον συντείνονται. συντόνου δὲ κινήσεως εἶναι δοκεῖ τὸ «χαίτας ἐπιρρώσασθαι κρατὸς ἀπ' ἀθανάτοιο», ἵνα πιθανῶς οὕτω πλασθείη καὶ ἡ εὐθὺς ἐφεξῆς τοῦ Ὀλύμπου κίνησις.] (ῃ. 530) Ὅτι κατανεύσας ὁ Ζεὺς τῇ κεφαλῇ μέγαν ἐλέλιξεν Ὄλυμπον. ἔθος δὲ τῷ ποιητῇ τοιαῦτά τινα τερατολογεῖν ἐπὶ τῶν θείων κινήσεων κατὰ ἔννοιανσωματικωτέραν. ὡς γὰρ ἐν τοῖς κάτω μέγα σῶμα κινούμενον σαλεύσοι ἄν ποτετὸ ὑποκείμενον, οὕτω δῆθεν καὶ ἐπὶ τῶν ἀνωτάτω γενήσεται. διὸ καὶ Ἥρα ἐντοῖς ἑξῆς σεισαμένη ἐν τῷ θρόνῳ μέγαν ἐλέλιξεν Ὄλυμπον, ὡς ἐκεῖ φανήσεται. καὶ ἄλλα δὲ ὅμοια ῥηθήσεται. καὶ εὐδοκιμεῖ καὶ ἐν τοῖς τοιούτοις ὁ ποιητὴςἀναλόγως τοῖς προσώποις πλάττων τὰ τῶν ἔργων ἀποτελέσματα. Τὸ δέ» ἐλέλιξεν» ἐπαινεῖται παρὰ τῶν παλαιῶν ὡς τῷ τάχει καὶ τῷ λείῳ καὶ ἀπροσκόπῳ τῆς ἐκφωνήσεως τῶν συλλαβῶν δηλοῦν τὸ ταχὺ τῆς Ὀλυμπίας κινήσεως, καθὰ καὶ ἀλλαχόθι φανήσεται. πολλαχοῦ γὰρ ὁ ποιητὴς ἢ τραχύνει ἢ λεαίνει τὰςλέξεις καὶ τὴν αὐτῶν συνθήκην ἐπίτηδες ἀναλόγως τοῖς φραζομένοις πράγμασιν. (ῃ. 537) [Ὅτι ὥσπερ ἐν τῷ νοῶ νοήσω καὶ κράσει νώσω καὶ πλεονασμῷ τοῦ ˉκνώσκω προτίθεται κατ' ἀρχὰς τὸ ˉγ καὶ γίνεται γνώσκω καὶ κατὰ ἀναδιπλασιασμὸν γιγνώσκω– κατὰ δὲ ὅμοιον πλεονασμὸν καὶ τὸ γίνεται ποιεῖται γίγνεταικαὶ ἡ σύννοια ξύγγνοια, ὃ δηλοῖ συγγνώμην, καὶ ὁ δοῦπος γδοῦπος, ὅθεν καὶῥῆμα γδουπῶ γδουπήσω ἐν τοῖς ἑξῆς, ἔτι δὲ καὶ ἐρίγδουπος, ὥσπερ καὶ γνόφοςπαρὰ τὸ νείφω– οὕτω καὶ τὸ μὴ νοεῖν ἀγνοεῖν· αὐτὸ δὲ πλεονασμῷ τοῦ ˉι καὶἀγνοιεῖν λέγεται πρὸς εὐχρηστίαν μέτρου, οἷον «οὐδέ μιν Ἥρη ἠγνοίησεν».] (ῃ. 532) Ὅτι εἰ καὶ τὸ ἅλλομαι δασύνεται, ὃ δηλοῖ τὸ πηδῶ, ἀλλὰ τὸ ἆλτο ψιλοῦται. τάχα μὲν καὶ ὡς Αἰολικόν, μάλιστα δὲ κατὰ τοὺς παλαιοὺς διὰ τὴν τοῦ ˉτἐπιφοράν. τὸ γὰρ ˉα λῆγον εἰς ˉλ, ἐπαγομένου ἑνὸς τῶν τῆς τρίτης συζυγίαςσυμφώνων ἤγουν τοῦ ˉδ ἢ ˉθ ἢ ˉτ ψιλοῦται· οἷον ἀλδαίνω, τὸ αὔξω, ἀλθαίνω, τὸθεραπεύω, Ἄλτης κύριον· οὕτως οὖν καὶ τὸ ἆλτο ἀντὶ τοῦ ἐπήδησε. καὶ τὸἁλός δὲ ψιλωθῆναι ἄν φασι κατὰ τὸν κανόνα τοῦτον, ἐὰν ἀλτός ἐκλίθη διὰ τοῦ ˉτ, ὑποσταλέντος δὲ αὐτοῦ ἐκληρονόμησε τοῦ οἰκείου καὶ ἐδασύνθη, καθὰ καὶ ἡ εὐθεῖα. (ῃ. 531– 3) Ἰστέον δὲ ὅτι ἐν τῷ «ἣ μὲν ἔπειτα εἰς ἅλα ἆλτο βαθεῖαν, Ζεὺς δ' ἑὸν πρὸς δῶμα», ἐξ ἀναλόγου νοητέον ἔξωθεν ῥῆμα, ἵνα ᾖ, ὡς Θέτιςμὲν ἥλατο εἰς θάλασσαν, Ζεὺς δὲ πρὸς τὸ ἴδιον δῶμα ἦλθε. πολλὰ δὲ καὶ ἄλλατοιαῦτα παρὰ τῷ ποιητῇ, ὧν ἕν, ὡς ἀλλαχοῦ φανεῖται, καὶ τὸ «σῖτον καὶ οἶνονἔδοντες». (ῃ. 534) Ὅτι ἕδος οὐ μόνον ἔδαφος, ἀλλὰ καὶ ἡ καθέδρα ἐκ τοῦ ἕζω. ἐνταῦθα οὖν τῷ Διῒ ἀναστάντι θεοὶ ἅμα πάντες ἕποντο ἐξ ἑδέων, περὶ ἃ ἐκάθηντο. τοιοῦτον καὶ τὸ «λιπὼν ἕδος, ἔνθα θάασσε»· [καὶ τὸ «οὐχ' ἕδος ἐστὶ γεραιέ».] (ῃ. 533– 5) Ὅτι παιδευτικὸν ἤθους τὸ εἰπεῖν, ὡς τοῦ ἄρχοντος ἐπερχομένουοἱ περὶ αὐτὸν καθήμενοι ἀνέστησαν, ᾧ ἔοικε τὸ ἐπανέστησαν, ἐν τῇ βῆτα ῥαψῳδίᾳ κείμενον. τοῦτο δὲ νῦν ἄλλως φράζων φησίν· «οὐδέ τις ἔτλη μεῖναι ἐπερχόμενον» καὶ πάλιν· «ἀλλ' ἀντίοι ἔσταν ἅπαντες». παλιλλογεῖ γὰρ καὶ νῦνἐγκαθίζων δι' ἐπιμονῆς τῇ ψυχῇ τῶν ἀκροατῶν τὴν παίδευσιν. ἐντεῦθεν τοῖς Λάκωσι νόμος ἐπανίστασθαι τοὺς νέους τοῖς πρεσβυτέροις. ὅρα δὲ τὸ ἀρχαϊκὸντῆς λέξεως τοῦ ἐπανίστασθαι. πάλαι μὲν γάρ ποτε τὸ ἐπὶ τιμῇ ἀνίστασθαιἐδήλου· ὕστερον δὲ μάχιμος ἡ λέξις τοῦ ἐπανίστασθαι καὶ τῆς ἐπαναστάσεωςτῆς ˉἐˉπˉι προθέσεως τὸ ˉκˉαˉτˉα δηλούσης, ὡς καὶ ἐν τῷ «ἥκεις ἐφ' ἡμᾶς» παρ' Εὐριπίδῃ καὶ «Ἑπτὰ ἐπὶ Θήβας» παρ' Αἰσχύλῳ, ἤγουν κατὰ Θηβῶν· ὡςεἶναι παρὰ τοῖς ὕστερον τὸ ἐπανίστασθαι ὅμοιον τῷ κατεξανίστασθαι. Σημείωσαιδὲ ὅτι τὸ «οὐδέ τις ἔτλη μεῖναι ἐπερχόμενον» ἀσαφὲς ὄν– δύναται γάρ ποτεὡς ὁμώνυμος καὶ ἀμφίβολος ἔννοια λεχθῆναι καὶ ἐπὶ ἀριστέως, ὃν οὐδεὶςδύναται τλῆναι ἐπιόντα– διεσαφήθη ἀναγκαίως διὰ τοῦ «ἀλλ' ἀντίοι ἔστανἅπαντες». ἔστι δὲ ἄλλως καὶ αὐτὸ εἰπεῖν ποτε κατὰ καιρὸν ἐπὶ ἀνδρῶν ἀφόβων, οἳ κινδύνου ἐφεστῶτος οὐ φεύγουσιν, ἀλλ' ἀντίοι ἵστανται. αἴτιον δὲ τῆς τῶνῥηθεισῶν δύο ἐννοιῶν ἀσαφείας καὶ τοῦ ἐντεῦθεν δυασμοῦ ὁ σχεδιασμός, καθ' ὃνπνέων τὰ ἔπη Ὅμηρος ἢ καί, ὡς εἰπεῖν, ἀπνευστὶ γράφων καὶ λαλῶν ἐξηρεύγετοπολλαχοῦ καὶ τοιαῦτα, ἐν οἷς διάφοροι ἄλλως καὶ ἄλλως ἔννοιαι παραφαίνονται. (ῃ. 531) [Ὅτι ὃ φθάσας διϊστᾶν ἔφη Ὅμηρος ἐν τῷ «διαστήτην ἐρίσαντε» τοῦτο καὶ διατμήγειν φησίν, ὅ ἐστι διακόπτειν, διαιρεῖν. ἐνταῦθα οὖν λέγει, ὅτι Θέτιςκαὶ Ζεὺς ὣς βουλεύσαντε ἤγουν βουλευσάμενοι διέτμαγεν ἤτοι διεχωρίσθησαν.] (ῃ. 538) Ὅτι ἀλληγορικῶς μὲν ἡ θαλασσία Θέτις ἀργυρόπεζα, διότι αἱ ὡσανεὶπέζαι τῆς θαλάσσης τουτέστι τὰ ἔσχατα, ὅσα πρὸς τῷ αἰγιαλῷ, ἀργύρεά εἰσινὡς διάλευκα, μελάντερα δὲ τὰ ἐνδοτέρω. διὸ καὶ ὁ ποιητὴς ἐπὶ μὲν αἰγιαλοῦ φησι·» θῖνα ἐφ' ἁλὸς πολιῆς» ἤτοι λευκῆς· ἐπὶ δὲ τοῦ ἐσωτέρω μέλανά τε καὶ οἴνοπαπόντον λέγει· σωματικῶς δὲ κατὰ μῦθον ἀργυρόπεζα ἡ λαμπρόπους, ὁποία τίςἐστι καὶ ἡ καλλίσφυρος καὶ ἡ παρ' Εὐριπίδῃ «ἁβρὸν βαίνουσα παλλεύκῳ ποδί». τινὲς δὲ πέζαν ἐνταῦθα νοοῦσι κόσμον τινὰ πρὸς τῷ τοῦ ἱματίου ὄντακάτω τέρματι, ἵνα εἴη ἀργυρόπεζα ἡ κόσμον λαμπρὸν περὶ τὰς ᾤας τοῦ ἱματίουἔχουσα. (ῃ. 540) Ὅτι καὶ ἐνταῦθα δηλοῖ σαφέστατα ὁ ποιητής, ὡς πολλάκιςτις διά τι πάθος ψυχῆς ἐρωτᾷ καὶ περὶ οὗ ἀκριβῶς οἶδεν. ἡ Ἥρα γὰρ οὐκἀγνοοῦσα, ὅτι συνεφράσατο βουλὴν ἡ Θέτις τῷ Διΐ, ὅμως ἐρωτᾷ· «τίς δ' αὖ τοιδολομῆτα συμφράσατο βουλάς», ὃ δὴ σκῶμμά ἐστι δολίου ἀνδρός. οὔκουν ἀεὶδιὰ μάθησιν ἐρωτᾷ τις, ἀλλ' οὐδὲ διὰ μόνην παραμυθίαν τοῦ ἐρωτωμένου, ὡςἡ Θέτις τὸν υἱὸν Ἀχιλλέα ἠρώτησεν. ἔστι δὲ ὅτε καὶ διὰ ἔλεγχον καὶ διὰ θυμόν. (ῃ. 541– 3) Ὅτι πρὸς φίλον κρυψίνουν εἴποις ἂν τὸ «αἰεί σοι φίλον ἐστὶν ἐμεῦἀπὸ νόσφιν ἐόντα κρυπτάδια φρονέοντα δικαζέμεν, οὐδέ τί πώ μοι πρόφρωντέτληκας εἰπεῖν ἔπος, ὅττι νοήσεις». καὶ ὅρα ἐνταῦθα ὅτι τὸ νοέοντα καὶ τὸφρονέοντα οὐ πρὸς τὸ σοί ἀπεδόθη κατὰ πτῶσιν δοτικήν, ἀλλὰ πρὸς τὸ δικάζειν, ἵνα λέγῃ, ὅτι ἀεί σοι φίλον ἐστὶ δικάζειν σε νόσφιν ἐόντα καὶ κρυπτὰ φρονέοντα. καί εἰσι τοιαῦται πολλαὶ συντάξεις ἐπαμφοτερίζουσαι καὶ δυνάμεναι τοῖς τε ηγουμένοις καὶ τοῖς ἐφεπομένοις συντάττεσθαι, οἷον· «χαίρω τῷ λόγῳ, ᾧλέγεις»· καὶ αὖθις· «χαίρω τῷ λόγῳ, ὃν λέγεις». καὶ τοῦτο γὰρ ἀσόλοικον, ἐπεὶ τὸ λέγειν αἰτιατικὴν σύνταξιν δέχεται, οἷον «λόγον λέγεις». καὶ τὸποῶτον δὲ καλῶς ἔχει διὰ τὸ προηγούμενον. τὸ γὰρ χαίρω δοτικῇ συντάσσεται, οἷον «χαίρω, οἷς λέγεις». τοιοῦτον καὶ τὸ «ἥδομαι τοῖς ῥήμασιν, οἷς ἤκουσα» καὶ αὖ πάλιν «ἥδομαι τοῖς ῥήμασιν, ἃ ἤκουσα». μυρία δὲ καὶ ἄλλα τοιαῦτα. οὕτως οὖν καὶ τὸ Ὁμηρικὸν δυάζεται τῇ συντάξει. καλὸν γὰρ καὶ τὸ «ἀεί σοιφίλον ἐστὶ νόσφιν ἐόντι καὶ κρυπτὰ φρονοῦντι δικάζειν». ὁμοίως δὲ ὀρθὸν καὶτὸ «φίλον σοι ἀεί ἐστι δικάζειν σε νόσφιν ἐόντα καὶ κρυπτάδια φρονέοντα». Τὸδὲ ἀπὸ νόσφιν πλεονασμὸν ἔχει τῆς προθέσεως, ὡς καὶ ἐπὶ ἄλλων γίνεται. (ῃ. 542) Τὸ δὲ κρυπτάδια ὁμοιότητα ἔχει πρὸς τὸ ἀμφάδια, ὃ δηλοῖ τὰ φανερά. Δικάζειν δὲ λέγει τὸ σεμνῶς καὶ βασιλικῶς οἰκονομεῖν καὶ ἐπικρίνειν. Τὸ δέ» πώ μοι» ὀξύνεται ὡς ἐγκλινόμενον, καθὰ δηλοῖ καὶ τὸ οὔπω καὶ τὸ «ἐσθλὸν δ' οὔτέ τι πω εἶπας» καὶ τὸ «οὐ γάρ πω τοίους ἀνέρας ἴδον». τὰ γὰρ ἐγκλινόμενα, εἴ ποτε τόνου κληρονομήσουσιν, ὀξὺν αὐτὸν ἔχουσιν, οἷον· «φημί σοι», «σοίφημι» καὶ τὰ ὅμοια. διὸ καὶ τὸ πώποτε καλῶς δι' ὀξείας ἐκφέρεται τάσεως, ὡςκαὶ τὸ πώμαλα. οἱ γὰρ περισπῶντες αὐτὸ δυσαπολογήτως εἰς ἀπόδοσιν αἰτίαςἔχουσι. τὸ γὰρ ἐν ἁπλότητι μὴ περισπώμενον πῶς ἂν ἐν συνθέσει περισπασθήσεται; (ῃ. 543) Τὸ δέ «εἰπεῖν ἔπος» ὡς καὶ τὸ «εἶπας ἔπος» τρόπος ἐτυμολογίαςἐστίν· ἐκ γὰρ τοῦ εἰπεῖν τὸ ἔπος γίνεται. (ῃ. 544) Ὅτι Ζεὺς ἀλλαχοῦ μὲνἁπλῶς πατὴρ ἐλέχθη διὰ τὸ τοῦ ἀέρος ζῳογόνον, ἐνταῦθα δὲ πατὴρ ἀνδρῶν τεθεῶν τε, ἤτοι κηδεμὼν οὐ μόνον στοιχείων καὶ ἀστέρων καὶ ὅλως τῶν θειοτέρων, ἀλλὰ καὶ ἀνδρῶν τουτέστιν ἀνθρώπων ὡς ἀπὸ μέρους. ἀπὸ δὲ τῶν ἀνθρώπων, τοῦ τιμιωτάτου γένους, καὶ εἰς τὰ ἄλλα διαβαίνει τὸ νόημα. ὁ δὲ μῦθος πατέραθεῶν καὶ ἀνδρῶν ἄλλως τὸν Δία φησὶ λέγων, ὅτι κατὰ τοὺς Ὁμηρικοὺς μύθουςτῶν ἄλλων δαιμόνων οἱ μὲν μόνων θνητῶν πατέρες λέγονται, ὡς Ποσειδῶν Κύκλωπος καὶ Ὤτου καὶ Ἐφιάλτου, Ἀφροδίτη Αἰνείου, Θέτις Ἀχιλλέκαὶ ἄλλοι ἄλλων, οἱ δὲ μόνων ἀθανάτων, ὡς Κρόνος Διός, Ἥρας, Ἅδου, Ποσειδῶνος, Ζεὺς δὲ μόνος καὶ ἀθανάτων πατήρ, οἷον Ἀπόλλωνος, Ἡφαίστου, Ἄρεος, καὶ θνητῶν δέ, οἷον Σαρπηδόνος, Αἰακοῦ, Μίνωος, Ἡρακλέους, Περσέως. (ῃ. 545– 50) Ὅτι περίεργον μὲν ἡ γυνὴ καὶ πάντα εἰδέναι θέλει ὅσα βούλεται ἀνήρ. ἀλλ' ὁ συνετὸς οὐ ποιήσει οὕτως, ἕψεται δὲ τῷ ποιητῇ εἰςἀρίστην ὑποθήκην καὶ λυσιτελεστάτην ἀνδρὶ τῷ μὴ πάντα τῇ γυναικὶ φράζειν, ἀλλ', ὡς παραγγέλλει ἀλλαχοῦ, τὸ μέν τι ἐκκαλύπτειν αὐτῇ, τὸ δὲ κρύπτειν. διὸκαὶ Ὀδυσσεύς που οὕτω ποιεῖ οὐδὲν φράσας τῇ Πηνελόπῃ, ἐξ ὧν ἔμελλε ποιεῖν. καὶ ὁ Ζεὺς δὲ ἐνταῦθά φησι πρὸς τὴν Ἥραν, ὅτι μὴ δὴ πάντας ἐμοὺς ἐπιέλπεομύθους εἰδήσειν· χαλεποί τοι ἔσονται [ἀλόχῳ περ ἐούσῃ.] ἀλλ' ὃν μέν κ' ἐπιεικὲς ἀκουέμεν οὔ τις αὐτὸν πρότερος εἴσεται· ὃν δ' ἂν ἐγὼν ἀπάνευθενἐθέλοιμι νοῆσαι, μή τι σὺ ταῦτα ἕκαστα διείρεο μηδὲ μετάλλα. Ἰστέον δὲ ὅτι ὁποιητὴς παιδευτικὸς ὢν οὐ μόνον ἐν ἱστορίαις ἀλλὰ καὶ ἐν μύθοις διδάσκει τὸποιητέον, ὃς τὸ μὴ πάντα φράζειν ταῖς γυναιξὶν ἱστορικῶς μὲν ἐπὶ Ὀδυσσέωςἐδίδαξε, μυθικῶς δὲ ἐνταῦθα διὰ τοῦ Διός. οὕτω καὶ ἐν τοῖς μετὰ ταῦτα τὸ μὴδεῖν παννύχιον τὸν ἄρχοντα ὑπνοῦν πραγματικῶς τε διδάξει διὰ τοῦ Ἀγαμέμνονος καὶ μυθικῶς δὲ διὰ τοῦ Διός. Ἰστέον δὲ καὶ ὅτι τὸ «μὴ δὴ πάντας ἐμοὺςἐπιέλπεο μύθους εἰδήσειν» καὶ τὰ ἑξῆς, ὡς προγέγραπται, οἰκεῖά εἰσι λέγεσθαιπαρά τινος πρὸς τὸν ἀκαίρως θέλοντα μαθεῖν ἐξ αὐτοῦ μυστήρια. (ῃ. 547) Ὅραδὲ τὸ ἐπιεικές ἀντὶ τοῦ πρέπον καὶ ἐοικός. οὕτω δὲ ἀεὶ παρὰ Ὁμήρῳ ἡ τοιαύτηλέξις λαμβάνεται· παρὰ μέντοι τοῖς νεωτέροις τὸ ἐπιεικὲς ἐπὶ πραότητοςλέγεται. Τὸ μέντοι ἐπιεικῶς ἐπίρρημα ἔστιν ὅτε καὶ ἄλλο τι δηλοῖ· ἀντὶ τοῦλίαν γὰρ λαμβάνεται ἐν τῷ ἐπιεικῶς ἄτοπον καὶ τοῖς τοιούτοις. (ῃ. 550) [Τὸ δέ» ταῦτα ἕκαστα» καινότερον ἔχει σχηματισθέν, εἴτε πρὸς τὸν λόγον τοῦ Διὸςεἴτε πρὸς τοὺς λόγους ἀποδοθήσεται· μετέπεσε γὰρ ἀπὸ ἀρσενικοῦ γένους εἰςοὐδέτερον. Τὸ δὲ κοινότερον ἦν εἰπεῖν· «μή τι σὺ τοὺς ἐμοὺς μύθους ἢ τὸνἐμὸν μῦθον διείρεο μηδὲ μετάλλα».] Μεταλλᾶν δὲ τὸ πολυπραγμονεῖν ἀεὶ παρ' Ὁμήρῳ, ἀφ' οὗ καὶ ἐπὶ τῶν ὑπὸ γῆν τὸ μεταλλεύειν εἴρηται καὶ τὰ ἐκεῖθενἀνορυττόμενα μέταλλα λέγονται κληθέντα, φασίν, οὕτω διὰ τὸ μετὰ τὰ ἄλλαπάντα ἐπινοηθῆναι. καὶ γὰρ ἔοικε τῶν περὶ γῆν πάντων τῶν ἄλλων εὐθετηθέντωντότε δὴ μετὰ τὰ ἄλλα ἐκεῖνα ἐπιχειρῆσαι τοὺς ἀνθρώπους καὶ ταῖς γεωρυχίαιςκαὶ ἀφεῖναι μὲν τὰ νῶτα τῆς γῆς, ἐπιχειρῆσαι δὲ ταῖς λαγόσιν αὐτῆς, ὡς ἂνἔχοιέν τι κερδαίνειν καὶ ἀπ' αὐτῶν. (ῃ. 552) [Ὅτι ἐν τῷ «αἰνότατε Κρονίδηποῖον τὸν μῦθον ἔειπας;», ὃ δὴ ὄνειδος φίλον τῇ Ἥρᾳ κατὰ τοῦ Διός, περιττῶςκεῖται τὸ ἄρθρον ἐν τῷ «τὸν μῦθον ἔειπας». τὸ γὰρ κοινὸν καὶ σύνηθες «ποῖονμῦθον ἔειπας;» Αἰνότατος δὲ ὁ δεινότατος ἀποβολῇ τοῦ ˉδ καὶ τροπῇ Δωρικῇτῆς ˉεˉι διφθόγγου εἰς τὴν ˉαˉι, καθὰ καὶ Ἑρμογένης ὑποδηλοῖ, ἔνθα λέγων τὰ τῆςδεινότητος σημαινόμενα προήνεγκέ που εἰς μαρτυρίαν τὸ «αἰνῶς ἀθανάτῃσιθεῇς εἰς ὦπα ἔοικεν» ἤγουν δεινῶς ἔοικε θεαῖς ἡ Ἑλένη. (ῃ. 552) Ἰστέον δὲ ὅτι, ὡς ἐν τῷ «ποῖον τὸν μῦθον ἔειπας;», οὕτω δοκεῖ καὶ παρὰ Σοφοκλεῖ ἐν τῷ» ὃν σὺ τὸν νεκρὸν ἀπεῖπας» περιττὸν εἶναι τὸ ˉτˉοˉν ἄρθρον.] (ῃ. 553– 6) Ὅτιἀπράγμονος προσώπου λόγος τὸ «καὶ λίην σε πάρος γ' οὔτ' εἴρομαι οὔτεμεταλλῶ, ἀλλὰ μάλ' εὔκηλος τά» ἤγουν ταῦτα «φράζεαι, ἅσσ' ἐθέλῃσθα. νῦνδ' αἰνῶς δείδοικα κατὰ φρένα, μή σε παρείπῃ» ὁ δεῖνα ἤγουν παραπείσῃ, παραλογίσηται, περὶ οὗ ἐν τοῖς μετὰ ταῦτά που ἀκριβέστερον δηλωθήσεται. (ῃ. 554) Ἰστέον δὲ ὅτι τὸ ἅσσα, ὃ δηλοῖ τὸ ἅτινα, ἐκ τοῦ ἅ γίνεται, ὅπερ ἐστὶν ἄρθρονοὐδέτερον ὑποτακτικὸν πληθυντικόν, καὶ ἀπὸ τοῦ ˉσˉα, ὃ δηλοῖ τό τινά Μεγαρικῶςκαὶ Δωρικῶς. διὸ καὶ δασύνεται ὁμοίως τῷ ἅτινα. φασὶ δὲ οἱ παλαιοὶ καί, ὅτιτρία σημαίνει τὸ ἅσσα, τὸ ἅτινα καὶ τὸ ὅσα καὶ τό τινά. καὶ ὅτε μὲν ἰσοδυναμεῖτῷ ἅτινα καὶ τῷ ὅσα, δασύνεται, οἷον «τὰ φράζεαι, ἅσσ' ἐθέλῃσθα» καὶ «ἅσσ' ἂν ἐμοί περ αὐτῇ». ὅτε δὲ κεῖται ἀντὶ τοῦ τινά, ψιλοῦται. τὸ δ' αὐτὸ ῥητέον καὶἐπὶ τοῦ ἅττα. ἐκ τοῦ ἅσσα γὰρ ἐκεῖνο γίνεται. φασὶ δὲ οἱ παλαιοὶ περὶ τοῦἅττα καί, ὅτι τρία δηλοῖ· τό τινά, ὅτε καὶ ψιλοῦται. τὸ ἅτινα, ὅτε δασύνεται.– τοῦτο Ἴωνες ἅσσα λέγουσι– καὶ τρίτον τό ποτέ ἢ τὸ ἰσοδυναμοῦν τούτῳ. Ἀριστοφάνης· «πύθου, χελιδὼν πηνίκ' ἄττα φαίνεται». (ῃ. 555) Τοῦ δὲδείδοικα πρωτότυπον ὂν τὸ δέδοικα, ἐκ τοῦ δείδω τὸ δειλιῶ, ἔχει ἀπορίαν, πῶς διὰ τοῦ κ ἐκφέρεται καὶ μὴ διὰ τοῦ θεματικοῦ ˉδ, διὰ τὸν κανόνα, δι' οὗὥρισται καθολικῶς, ὅτι ἐπὶ τῶν βαρυτόνων, δι' οὗ συμφώνου ἐκφέρεται ὁἐνεστώς, δι' αὐτοῦ καὶ ὁ μέσος παρακείμενος, οἷον λείβω λέλοιβα, λέγω λέλογα, κατὰ τὸν Ἡρωδιανόν, καθ' ὃν ἔδει ἀπὸ τοῦ δείδω δέδοιδα εἶναι τὸν μέσονπαρακείμενον. λύσις δὲ τῆς ἀπορίας ταύτης τὸ μὴ χρῆναι τρία παράλληλα δέλταπαραλαμβάνεσθαι· τὸ γὰρ τοιοῦτον ψελλισμῷ, φησίν, ὑποπίπτει. διὸ ἀντεισῆλθετοῦ τρίτου ˉδ τὸ ˉκ τοῦ ἐνεργητικοῦ παρακειμένου τοῦ δείδω δείσω δέδεικα, ὃςἐσιγήθη διὰ τὸ τοῦ μέσου παρακειμένου πολύχρηστον. [Ὅτι δ' ἐν πολλοῖς ἡπαραλληλία φεύγεται, δηλοῖ καὶ ὁ τεμένιος, ὃς δέον ὂν διφθόγγῳ παραλήγεσθαικατὰ τὸν κανόνα τοῦ κήτειος, κήδειος, ἐπιτήδειος καὶ τῶν ὁμοίων, ὅμως, ἵναμὴ ἐπάλληλα εἴη τὰ τρία ˉε, ἐγράφη διὰ μόνου τοῦ ˉι. Σοφοκλῆς· «τεμενίαν τεφυλλάδα». οὕτω καὶ τὸ «Ἴριδι δίῃ» κακίζεται διὰ τὸ ἀλλεπάλληλον τῶνδιχρόνων. (ῃ. 554) Τοῦ δὲ εὔκηλος τοιαύτη τίς ἐστιν ἡ παραγωγή. ἕκηλος ὁἥσυχος ἢ παρὰ τὸ ἑκὰς περί τινα ἐσχατιὰν ἀλᾶσθαι– δοκεῖ γὰρ ὡς τὰ πολλὰἐρημάζων εἶναι ὁ ἡσυχάζων– ἢ παρὰ τὸ ἓ ἤγουν ἑαυτὸν κηλεῖν, ὅ ἐστιθέλγειν. εἰ γὰρ καὶ μὴ πολλοῖς, ἑαυτῷ γοῦν ὅμως χρηστός ἐστι καὶ ἡδὺς ὁπροθέμενος καθ' ἡσυχίαν ζῆν. δασυνόμενον δὲ τὸ ἕκηλος ἀπό τε τῆς ἓ ἀντωνυμίας καὶ ἀπὸ τοῦ ἑκάς ὅμως ψιλοῦται διὰ τὴν Αἰολικὴν ἢ καὶ Ἰωνικὴν τοῦ ˉυἐπένθεσιν κατὰ τὸ ὅρος οὖρος καὶ τὰ ὅμοια, ἐν οἷς καὶ ὁ ἀπὸ τοῦ εἷς ἑνόςγινόμενος εὖνις, ὅ ἐστι μεμονωμένος καὶ ὡς εἰπεῖν ἑνιαῖος.] (ῃ. 557) Ὅτικεῖται καὶ ἐνταῦθα τὸ λαβεῖν ἐπὶ γενικῆς· φησὶ γάρ· «ἠερίη γάρ σοι παρέζετοκαὶ λάβε γούνων» ἀντὶ τοῦ ἥψατο. οἱ δὲ νεώτεροι λαβέσθαι τοῦτό φασι κατὰφωνὴν παθητικήν. τί δὲ δηλοῖ τὸ «ἠερίη» προείρηται, ὅτι δηλαδὴ ἀερία ἢὀρθρινή. τὸ δὲ γούνων ἀπὸ τοῦ γονύων γίνεται μεταθέσει τοῦ ˉυ, ὡς καὶ γόνυοςγουνός, γόνυα γοῦνα. (ῃ. 561– 4) Ὅτι ὁ θυμούμενος κατά τινος πολυπράγμονοςμέν, ἀδυνάτου δὲ βλάψαι, δύναται Ὁμηρικῶς εἰπεῖν τὸ «δαιμονίη ἀεὶ μὲν ὀΐεαι» τουτέστι νοεῖς «οὐδέ σε λήθω· πρῆξαι δ' ἔμπης» ἤγουν ὅμως «οὔ τι δυνήσεαι, ἀλλὰ ἀπὸ θυμοῦ μᾶλλον ἐμοὶ ἔσεαι· τὸ δέ τοι ῥίγιον ἔσται. εἰ δ' οὕτω τοῦτ' ἔστιν, ἐμοὶ μέλλει φίλον εἶναι». λέγει δὲ ὅτι οὐδέποτε μέν σε λανθάνω κωλῦσαι δέ μεοὐ δύνασαι, ἀλλὰ καὶ μῖσος ἔχεις ἐξ ἐμοῦ καὶ φρικτόν σοι ἔσται τὸ πρᾶγμα. τοῦτο γὰρ δηλοῖ τὸ ῥίγιον· φρίσσουσι γὰρ οἱ ῥιγοῦντες. (ῃ. 562) Τὸ δὲ ἀπὸθυμοῦ ἀντὶ τοῦ ἔξω ψυχῆς ἤτοι ἀποθύμιος, ὡς μετὰ ταῦτα ἐρεῖ ὁ ποιητής. ὅπερ οἱ νεώτεροι ἀκαταθύμιον λέγουσιν. εἰ δὲ ἀπὸ θυμοῦ τις λέγεται παρὰ τῷποιητῇ, ὅτε ἐν θυμῷ τινος ὢν ἤτοι ἔσω ψυχῆς, εἶτα ἐκπέσῃ ἐκεῖθεν, ἄρα ἐξὉμήρου λαβόντες οἱ ὕστερόν φασιν «ἐξ ὀμμάτων» τὸν πηρωθέντα, οἷον» Δίδυμος ὁ ἐξ ὀμμάτων». ὁμοίως καί τινας ἀπὸ ἐπάρχων καὶ ἑτέρους ἀπὸβασιλέων καὶ ἄλλα τοιαῦτα πολλά. ἰστέον δὲ καὶ ὅτι ἐναντίον τῷ ἀποθυμίῳ τὸκαταθύμιον, ἐξ οὗ γυνή τις παρ' Ἡροδότῳ Καταθυμία κέκληται. (ῃ. 564) Τὸ δέ «ἐμοὶ μέλλει φίλον εἶναι» ἠθικῶς εἶπεν, οἷον «ἐμοί, ὡς ἔοικε, φίλον ἐστίν» ἀντὶ τοῦ «οὕτω μοι ἀρέσκει, οὕτως ἐγὼ θέλω». (ῃ. 565) Ὅτι τὸ «ἀλλ' ἀκέουσα κάθησο» προστακτικὸν προπαροξύνεται. τὰ γὰρ σύνθετα προστακτικὰβραχυκατάληκτα ὡς ἐπὶ πολὺ ἀναπέμπει τὸν τόνον, οἷον λέγε κατάλεγε, σπεῖρεκατάσπειρε· οὕτως οὖν καὶ ἧσο κάθησο. τὸ μέντοι «ἀκέουσα καθῆστο», ἀντὶτοῦ ἡσυχάζουσα ἐκάθητο, προπερισπᾶται, διότι τὰ τροχαϊκὰ περισπώμεναφυλάττει τὴν αὐτὴν ἐκφώνησιν ὡς ἐπὶ πλεῖστον καὶ μετὰ σύνθεσιν, οἷον ἦγεκατῆγεν, εὗρεν ἐφεῦρεν, εἶχε κατεῖχεν, εἶδε παρεῖδεν, εὗδε καθεῦδεν, οἷον» ἔνθα καθεῦδεν ἀναβάς». οὕτως οὖν καὶ ἧστο καθῆστο. ἐὰν μέντοι μεταποιηθῇεἰς βραχὺ τοῦ τροχαίου ἡ ἄρχουσα, τότε δὴ καὶ ὁ τόνος ἐν τῇ συνθέσει ἀναβιβάζεται, ὡς δηλοῖ τὸ ἄναγεν, ἔτι δὲ καὶ τὸ κάτεσχεν, ὅσα τε ἄλλα τούτοις ὅμοια. τὸδὲ ὡς ἐπὶ πλεῖστον πρόσκειται τῷ κανόνι διὰ τὸ οἶδα σύνοιδα, οἶσθα κάτοισθακαὶ εἴ τι τοιοῦτον. Οἱ δὲ παλαιοί φασι καὶ ὅτι τὸ καθῆστο προπερισπᾶται ὡςἀπὸ τοῦ ἕζω ἧσμαι, ἀφ' οὗ τὸ ἥσμην, ἧσο, ἧστο καὶ καθῆστο. οἱ γὰρ δισύλλαβοιπαρακείμενοι ἔχοντες δύο σύμφωνα φυλάττουσι καὶ ἐν τῇ συνθέσει τὸν τόνον, οἷον εἷργμαι καθεῖργμαι, ἦγμαι κατῆγμαι. οὕτως οὖν καὶ ἧσμαι καθῆσμαι, ἥσμην καθήσμην, ἐξ οὗ τὸ καθῆστο. εἰ δὲ ἦν, φασίν, ἀπὸ τοῦ ἧμαι ἥμην, ἀνεδίδου ἂν τὸν τόνον ὁμοίως τῷ κάθημαι κάθητο. (ῃ. 565– 7) [Ἰστέον δὲ ὅτι τὸ» ἀλλ' ἀκέουσα κάθησο, ἐμῷ δ' ἐπιπείθεο μύθῳ, μή νύ τοι οὐ χραίσμωσιν, ὅσοιθεοί εἰσ' ἐν Ὀλύμπῳ, ἆσσον ἰόνθ', ὅτε κέν τοι ἀάπτους χεῖρας ἐφείω» ἤγουνἐφῶ, ἐπιπέμψω, ἐπιβαλῶ, δηλοῖ μὲν συμβολικῶς καὶ τὸ τοῦ αἰθέρος δραστήριονκατὰ τῶν στοιχείων, δύναται δὲ χρησιμεύειν παραποιηθὲν ἐν καιρῷ καὶ εἰς ἀπειλὴν τὴν ἀπό τινος κρείττονος εἰς μὴ τοιοῦτον.] (ῃ. 567) Εἰσὶ δὲ χεῖρες ἄαπτοιαἱ δειναὶ καὶ ἀπτόητοι κατὰ Ἀρίσταρχον. διὸ καὶ ἐψιλοῦτο, φασί, τὸ δεύτερονˉα, ἢ ἀΐαπτοι κατὰ ἔλλειψιν τοῦ ˉι, ἃς οὐ δύναταί τις ἰάψαι, ὅ ἐστι βλάψαι, ἢκατὰ ἐπίτασιν αἱ πολλὰ ἰάπτειν δυνάμεναι. Ἀριστοφάνης δὲ ἐν ταῖς Γλώσσαις, ὥς φασιν οἱ παλαιοί, ἀέπτους γράφει διὰ τοῦ ˉε οἱονεὶ ἀρρήτους, ἃς οὐ δύναταίτις εἰπεῖν, ἢ δυσπαρακολουθήτους, αἷς οὐ δύναταί τις ἕπεσθαι. καὶ ἄλλως δὲχεῖρες ἄαπτοι αἱ ἀπροσπέλαστοι, ὧν οὐκ ἂν ἅψαιτό τις. τούτῳ δὲ τῷ λόγῳ καὶἐδασύνετο τὸ δεύτερον ˉα. ὅτι δὲ παρὰ τοῖς ἀρχαίοις οὐ μόνον τὰ ἀρκτικὰ τῶνλέξεων φωνήεντα ἐπνευματίζοντο ἀλλὰ καὶ τὰ διὰ μέσου ἐν ταῖς συλλαβαῖς, ὡμολόγηται ὑπὸ τῶν ἀντιγράφων, ὡς ῥηθήσεται καὶ ἐν τοῖς ἑξῆς, ὅπερ δηλοῖπου καὶ ὁ Ἀθήναιος. [Ἐν δὲ τῷ «θεοί εἰσ' ἐν Ὀλύμπῳ» οὐκ ἐκθλίβεται τοῦ εἰσί, καθά τινες οἴονται, τὸ ˉι σὺν τῷ νῦ, ἀλλὰ μόνον τὸ ˉι, πρὶν ἢ διὰ χασμῳδίαν προσλάβῃ τὸ νῦ. τὸ δ' αὐτὸ καὶ ἐπὶ ἄλλων μυρίων τοιούτων κουφισμῶν. (ῃ. 567) Τὸ δέ «ἆσσον ἰόντε» κατὰ τὴν συνήθη ἐν τοῖς τοιούτοις ἀδιαφορίαν δυϊκῶςἐκφωνηθὲν ὅμως ὡς πληθυντικὸν κεῖται. δύναται δὲ καὶ κυρίως εἶναι δυϊκὸνδιὰ τὸ διγενὲς τῶν τε θεαινῶν καὶ τῶν ἐν αὐταῖς ἀρρένων. Τὸ δὲ ἐφείω πλεονασμὸν συνήθη ἔχει τῆς ˉεˉι διφθόγγου.] (ῃ. 569) Ὅτι τὸ ἐπιγνάμψασα ἤτοικάμψασα φίλον κῆρ ἀντὶ τοῦ κλιθεῖσα, ταπεινωθεῖσα, ὑποχαλασθεῖσα τοῦἀτενοῦς ἤθους. ἡ δὲ μεταφορὰ ἐκ τῶν καμπτομένων σωμάτων. λέγεται δέ τιςκαὶ ἄλλον κάμπτειν ἤτοι πείθειν, μετάγειν, ὡς τὸ «ἐπέγναμψε γὰρ ἅπαντας». [Δοκεῖ δὲ ἢ ἐκ τοῦ γόνυ ῥῆμα εἶναι ἄρρητον γνῶ τὸ εἰς γόνυ κλίνω, ἐξ οὗγνάπτω καὶ γνάμπτω· ἢ ἐκ τοῦ κνῶ, ἀφ' οὗ καὶ τὸ «αἴγειον κνῆ τυρόν», γενέσθαι κνάπτω τὸ παρὰ Σοφοκλεῖ καὶ κνάμπτω καὶ τροπῇ γνάμπτω. διὸ καὶκναφεὺς ὁ αὐτὸς καὶ γναφεύς. τοῦ δὲ κνάμπτω κοινότερον τὸ κάμπτω ἐκδραμόντος τοῦ ˉν. ὡς δὲ ὁ γομφίος ἐκ τοῦ γνάμπτω παρῆκται τροπῇ τοῦ ˉα εἰς ˉο, δι' οὗκάμπτεται ἡ τροφή, δηλοῦσιν οἱ παλαιοί.] (ῃ. 570) Ὅτι καὶ ἐνταῦθα ὀχθῆσαιτὸ ἀχθεσθῆναι ἢ ὑψῶσαι τὸν φόβον ἢ τὸν θυμὸν μεταφορικῶς ἀπὸ τῆς τῶνποταμῶν ὄχθης, ὡς προείρηται. [φησὶ γάρ· «ὄχθησαν δ' ἀνὰ δῶμα Διὸς θεοὶ Οὐρανίωνες». (ῃ. 571) Ὅτι κλυτοτέχνην λέγει τὸν Ἥφαιστον διὰ τὰ περίκλυταἔργα, οἷς λυσιτελεῖ πρὸς ἀπαρτισμὸν ὁ εἰς πῦρ ἐκλαμβανόμενος Ἥφαιστος.] Ὅτι ὁ Ἥφαιστος ὁ καταλλάσσων ἐνταῦθα τῷ Διῒ τὴν Ἥραν τοιαύτην τινά, ὡς ἐν συντόμῳ εἰπεῖν, ὑποβάλλει ἔννοιαν. Ἥρα μὲν γὰρ ὁ ἀὴρ θερμὸς ὤν, φασί, καὶ ὑγρός, εἰ καὶ ἄλλως αὐτοῦ τὸ θερμὸν ἀντιλέγεται· αἰθὴρ δὲ ὁ Ζεύς, δραστικὸντοῦτο στοιχεῖον ποιότησι συγκεκροτημένον τῇ τε ξηρᾷ καὶ θερμῇ. τὰ τοίνυνστοιχεῖα ταῦτα πῇ μὲν φιλίως ἀλλήλοις ἔχει, ὡς καὶ προεγράφη, καθὸ ἄμφωθερμὰ εἶναι δοκεῖ, πῇ δὲ εἰς ἔχθραν διχάζονται κατὰ τὴν τοῦ ὑγροῦ καὶ ξηροῦἐναντιότητα. Ὁ τοίνυν μῦθος ἑνώσας αὐτὰ κατά τινα εἰκασίαν φαντασιώδη γάμουκαὶ τὸν μὲν ἀέρα ἐκθηλύνας τῷ ὀνόματι καὶ εἰς Ἥραν μεταθέμενος, τῷ δὲ Διῒ ὡς δραστηριωτέρῳ φυλάξας τὸ ἀνδρῶδες τοῦ ἄρρενος ὄνομα, ὅμως καὶμετὰ τὴν φιλίωσιν καὶ γαμικὴν ταύτην συζυγίαν φυλάττει ἐν αὐτοῖς ἐκεῖνα τὰπρὶν ἰδιώματα οὐ μόνον τὴν ἐν τῇ θερμότητι εὔνοιαν καὶ οἷον συνάφειαν, ἀλλὰκαὶ τὴν ἔριν καὶ διάστασιν τὴν κατὰ τὸ ξηρὸν καὶ ὑγρόν· καὶ διὰ τοῦτο ποιεῖμὲν αὐτοὺς ἔστιν ὅτε ἀνθισταμένους ἐριστικῶς, αὖθις δὲ καταλλάσσεσθαι λέγειαὐτούς. εἴ ποτε τοίνυν μεσίτην τινὰ τῇ αὐτῶν καταλλαγῇ θελήσει πλάσασθαι, ποιεῖ μὲν καὶ ἄλλα τινά, ὅσα δοκεῖ αὐτῷ, παράγει δέ που καὶ Ἥφαιστοναὐτοὺς καταλλάσσοντα, τουτέστιν ἁπλῶς τὴν θερμότητα. Ἥφαιστος γὰρ εἰςτὸ θερμὸν ἀλληγορικῶς ἐκλαμβάνεται δαίμων λεγόμενος ἐπιστατῶν τῇ θερμῇοὐσίᾳ. οὕτω τοίνυν καὶ ἐνταῦθα ἔριδος παρεισπεσούσης τῇ Ἥρᾳ καὶ τῷ Διῒ αὐτὸςμέσος ἐλθὼν τὴν καταλλαγὴν πραγματεύεται. οὐ γὰρ θέλει ὁ μῦθος παντελῶςλέγειν ἀπίθανα, ὅπερ ἔπαθεν ἄν, ἐὰν ἕτερόν τινα παρεισήγαγε μεσιτεύοντα εἰςτοιαύτην ὁμόνοιαν. οὔτε γὰρ Ἀθηνᾶ οὔτε Ἄρης οὔτε Ἄρτεμις οὔτε ἄλλος τιςτῶν τοιούτων κατὰ φυσικὴν ἔννοιαν λέγοιτ' ἂν λύειν τὴν ἔριν τῇ Ἥρᾳ καὶ τῷ Διῒ καὶ ἐκ διαστάσεως ἄγειν εἰς ἕνωσιν οἰκειότερον ἤπερ ὁ Ἥφαιστος, θερμή τις αὕτη φύσις. Ποσειδῶνα δὲ εἴ τις εἶπε τοῦτο ποιεῖν, οὐδὲν τὸ παράπανἔλεγε. Ποσειδῶν μὲν γὰρ εἰς ὑγρότητα ἐκλαμβάνεται· ὑγρότης δὲ εἰρήνην καὶσύμβασιν ἀέρι καὶ Διῒ οὐκ οἶδε ποιεῖν, ἀλλὰ μάλιστα μάχην, ὡς ἡ φύσις τοῦπράγματος παριστᾷ. συγχέει γὰρ μᾶλλον τὸ περιέχον καὶ συγκροτεῖ τὴν ἔριντῷ ἀέρι τὴν τοῦ αἰθέρος ἀφανίζων ἱλαρότητα καὶ ταῖς κάτωθεν ἀναθυμιάσεσιν» ἄχος οὐράνιον» κατὰ τὴν τραγῳδίαν γίνεται. Ἥφαιστος μέντοι τουτέστι τὸθερμόν, ἐὰν κατισχύσῃ, τόν τε ἀέρα γαληνιᾶν ποιεῖ καὶ νηνεμίαν αὐτῷ ἐμποιεῖ, ὡς καὶ τῷ αἰθέρι οὕτω σπένδεσθαι, καὶ εἰς εἰρηνικὰς ἄγει καταστάσεις τὸπᾶν, ὁποία ἥ τε ἐαρινὴ καὶ ἡ μετ' αὐτὴν καὶ εἴ τις δὲ ἄλλη παρεμπέσοι τῷἐνιαυτῷ. οὐκ ἔστι γὰρ τὴν Ἥραν ἀποθέσθαι τὸ σκυθρωπὸν οὐδὲ βοῶπινφανῆναι καὶ λευκώλενον μὴ μεσολαβοῦντος Ἡφαίστου, τῆς ἁπλῶς δηλονότιθερμότητος. πιθανῶς ἄρα ὁ μῦθος τὸν Ἥφαιστον ἐνταῦθα παράγει λύοντατὴν ἔριν τῇ τε Ἥρᾳ καὶ τῷ Διΐ. Δεῖ δὲ εἰδέναι, ὅτι οὐ πάντοτε ὁ Ἥφαιστος εἰς τὴν ἁπλῶς θερμότητα ἐκλαμβάνεται, ἀλλὰ τοῦτο μὲν σπανίως. διὸ καὶοὐράνιος νοεῖται καὶ Διὸς ἤτοι αἰθέρος υἱὸς καὶ τοῖς θεοῖς ἄνω ἤτοι τοῖςἄστροις, οἷς ἡ φύσις διὰ τὸ φωσφόρον ἐκ πυρὸς εἶναι δοκεῖ, αὐτὸς οἴκους τεκτήνασθαι λέγεται. ὡς ἐπὶ πλεῖστον δὲ Ἥφαιστον ἡ ἀλληγορία τὸ πῦρ αὐτὸ νοεῖ, τουτέστι τὴν καυστικὴν θερμότητα, καὶ τοῦτο ἢ τὸ διακονικὸν καὶ περὶ γῆν ἢ τὸἐκ πάθους ἐν τοῖς μετεώροις γινόμενον, οἷον τὸ ἐν κεραυνοῖς καὶ ἀστραπαῖς καὶτοῖς τοιούτοις, ἅπερ οὐχ' ἁπλῶς θερμότης ἐστίν, ἀλλὰ καυστικὴ καὶ οἵα αἴθειντὴν ἁφήν, ὡς ἡ ἐτυμότης τοῦ Ἡφαίστου δηλοῖ. ὃς Ἥφαιστος καὶ χωλὸς λέγεται οἷα σκάζων, ἐὰν μή τινα ὕλην τὴν ὑπανέχουσαν ἔχῃ καὶ ἀμφοτέρουςτοὺς πόδας γυιὸς ἤγουν χωλός· τοῦτο γὰρ ὁ ἀμφιγυήεις δηλοῖ. ἀμφοτέρωθενγὰρ σκάζει μὴ ἔχων ὕλην τὴν ὑπερείδουσαν, οἷον κάτω μὲν ξύλα καὶ εἴ τι ἄλλοἐξάπτεται γήϊνον, ἄνω δὲ τὴν ξηρὰν καὶ καπνώδη ἐκ γῆς ἀναθυμίασιν. οὐτοίνυν ὁ τοιοῦτος Ἥφαιστος, ἡ ὑπερβολὴ τῆς θερμότητος, ὁ καυστικός, ὁ φθαρτικὸς τοῦ παραπίπτοντος, μεσολαβεῖ τὰ εἰς φιλίαν τῇ Ἥρᾳ καὶ τῷ Διΐ, ἀλλ' ἐκεῖνος ὁ εὔκρατος, ἡ ζωογόνος δηλαδὴ στοιχειακὴ θερμότης, ὁ τῷ Διῒ σύστοιχόςτε καὶ φίλιος. ὁ γὰρ λοιπὸς οὐράνιος Ἥφαιστος, ὁ χωλός, ὁ φλογώδης, οὐ πάνυφιλητὸς τῷ Διΐ. διὸ οὐδὲ πολυωρεῖ ἐν τοῖς ἄνω, ἀλλὰ κάτω ῥίπτεται ἀπὸ βηλοῦθεσπεσίοιο, ὥς φησι μετ' ὀλίγα ὁ ποιητής. οὐ γὰρ φίλος ἐκεῖνος τῷ Διΐ, ἀλλὰμᾶλλον τῇ μητρὶ Ἥρᾳ. πάθος γὰρ Ἥρας ὁ τοιοῦτος Ἥφαιστος ἤτοι ἀέροςσύμπτωμα, ὅτε μὴ φιλίως ἔχει πρὸς τὸν αἰθέρα μηδὲ κατὰ φύσιν, ἀλλὰ ταῖςγῆθεν ἀναθυμιάσεσιν ὥσπερ φραγνυμένη πρὸς τὸν Δία ἐκπεπολέμωται. τότεγὰρ οἱ κεραυνοὶ καὶ οἱ σκηπτοὶ γίνονται καὶ εἴ τι ἄλλο τοιοῦτον τῷ αἰθέριἐπιπροσθοῦν. διὸ καλῶς ἂν μήτηρ τοῦ τοιούτου οὐρανίου Ἡφαίστου τοῦ, ὡςἐρρέθη, χωλοῦ ἡ Ἥρα κατὰ μόνας λέγοιτο καὶ μόνη τεκεῖν αὐτόν, καθά τινεςτῶν μυθογράφων φασίν, ὡς αὐτὴ αἰτία οὖσα τῆς τῶν τοιούτων ἐν μετεώρῳπαθῶν γενέσεως. ἀστεῖοι δὲ ὁμοίως καὶ οἱ μὴ τῆς Ἥρας μόνης υἱὸν αὐτὸνποιοῦντες, ἀλλὰ ὁμοῦ μὲν Ἥρας καὶ Διός, πλὴν ἀπὸ κλεψιγαμίας, ὅτε «φίλουςλήθοντε τοκῆας» εἰς εὐνὴν ἐφοίτων. κλέπτουσι γάρ πως τὰ τοιαῦτα πάθη τὸγίνεσθαι καὶ οὐ παρρησιάζονται τὴν φυσικὴν ἀεὶ γένεσιν. Ἐπεὶ δὲ χωλὸς καὶ ὁλοιπὸς τῆς ἀλληγορίας Ἥφαιστος, τὸ περὶ γῆν δηλονότι, ὡς ἐρρέθη, πῦρ, ἀστείως ἂν καὶ τούτου μήτηρ ἡ αὐτὴ ὁμοίως Ἥρα λέγοιτο. ἐξ ἀέρος γὰρἀληθῶς καὶ ὁ τοιοῦτος Ἥφαιστος, οὐ μόνον διότι ἡ φλὸξ ἀήρ ἐστιν ἐξαφθείς, ἀλλὰ καὶ ὅτι τὴν ἀρχὴν ἔοικεν εἰς γῆν ἄνωθέν ποθεν ἐλθεῖν ἢ κεραυνοῦ ὡς εἰκὸςκατενεχθέντος καὶ ξύλῳ ἐνσκήψαντος καὶ οὕτως ἀρχήν τινα καὶ σπέρμα πυρὸςἐνδόντος ἀνθρώποις ἢ καὶ διά τινος μηχανῆς πυρὸς ἐξ ἀέρος κατενεχθέντος, ὁποῖα καὶ τὰ διὰ λίθων, κρυστάλλων καὶ ὑέλων ἐξαπτόμενα. καὶ τὰ πυρεῖα δὲτῇ τοῦ μεταξὺ ἀέρος ἐκπυρώσει ἐκφαίνουσι πῦρ· καὶ ξύλον δὲ σιδήρῳ συχνὰπροστριβόμενον ἢ καὶ ξύλον ξύλῳ ἐξεπύρωσε τὸ μεσολαβοῦν τοῦ ἀέρος καὶ πῦρἄφαντον ἔφηνε. καὶ οὕτως Ἥρας υἱὸς ὁ χωλὸς Ἥφαιστος ὅ τε οὐράνιος ἄνω καὶ κάτω ὁ περὶ γῆν· εἰ δὲ βούλει σὺν τῇ Ἥρᾳ καὶ Διὸς διὰ τὴν ἄνωθεν ἐκμετεώρου κατένεξιν, ὡς εἶναι διὰ ταῦτα τὸν μὲν ὑπερβολικὸν Ἥφαιστον φίλονἭρᾳ μᾶλλον ἤπερ Διΐ, τὸν δὲ εὔκρατον τὸν στοιχειακὸν Διῒ μᾶλλον ἤπερ τῇἭρᾳ πεφιλιῶσθαι. Ὅλως δέ, ἵνα τὰ μακρὰ τῆς ἀλληγορίας ἐπιτμηθῇ τῆς ἤδη διὰ πλειόνων ἐκτεθείσης, Ἥφαιστός ἐστιν ἢ ἡ ἁπλῶς θερμότης ἢ ἡ καθ' ὑπερβολὴνκαὶ καυστική. τούτων δὲ ἡ μὲν ἁπλῶς θερμότης φιλίαν τε μεσιτεύει τῷ Διῒ καὶτῇ Ἥρᾳ καὶ θεοῖς οἰνοχοεῖ καὶ τῶν ἄνω οὐκ ἀπολείπεται. ἡ δὲ καθ' ὑπερβολὴνκαὶ καυστική, ἀλλ' αὕτη χωλή τέ ἐστιν ἀεί, ὡς προείρηται, καὶ ἄνωθεν κάτωῥίπτεται. διὸ οὔτε μόνον οὐρανία ἐστὶν οὔτε μόνον χθονία, ἀλλὰ καὶ περὶ γῆν διὰτὴν ἐξ ἀνθρώπων χρῆσιν αὐτοῦ καὶ διὰ τὰς πολλαχοῦ ἀναδόσεις τῶν αὐτομάτωνθερμοτήτων, καὶ οὐρανία δὲ διὰ τὰς τῶν ἀστραπῶν γενέσεις καὶ τῶν κεραυνῶνκαὶ τῶν τοιούτων μετεώρων παθῶν. ἔστι δ' ὅτε ἡ αὐτὴ καὶ ἄμφω κατὰ ταὐτὸνἄνω μὲν γενομένη, κάτω δὲ ἐνεχθεῖσα καὶ τῷ ἀξιολόγῳ τῆς ὕλης ἐξαρκέσασαἕως καὶ εἰς γῆν. (ῃ. 572) Ὅτι ἐπίηρα παρὰ τοῖς νεωτέροις τὰ ἐπιθυμητὰ παρὰτὸ ἐρᾶν, ὡς ἀπὸ εὐθείας τῆς τὸ ἐπίηρον. οἱ δὲ παλαιοὶ ἐπίηρά φασι τὴν μετὰ κουρίας χάριν καὶ παράγουσι τὴν λέξιν οὕτως· ὥσπερ κόπτω κόπανον καὶ ἔχωὄχανον, τὸ τῆς ἀσπίδος κράτημα, [δρέπω δρέπανον, ἥδω καὶ ἐν συστολῇ ἕδωἕδανον καὶ ἕδνον κατὰ συγκοπήν, φρύγω φρύγανον, πέττω ἢ πέπτω πόπανον, ξέω ξόανον], οὕτως ἐρῶ, τὸ ἐπιθυμῶ, ἔρανον καὶ ἐκτάσει ἤρανον καὶ ἐπιήρανον, οὗ πληθυντικὸν ἐπιήρανα καὶ ἀποκοπῇ ἐπίηρα. εὕρηται δὲ καὶ ἀσυνθέτως παρὰτῷ ποιητῇ ἦρα, οἷον «ἦρα Πριάμῳ φέρων» τουτέστι χάριν. ὁ μέντοι Ἡρωδιανὸςἁπλούστερον παράγων φησίν· ἢρ ἡ ἐπικουρία ὀξυτόνως· γενικὴ ἦρος, αἰτιατικὴἦρα καὶ ἐν συνθέσει ἐπίηρα. μήποτε δὲ δυσλύτως ἀπορηθείη ἂν ἐνταῦθα ὁ τόνος. εἰ γὰρ ὀξυτόνως ἢρ ἡ ἐπικουρία, διὰ τί μὴ ὠξύνθη ἡ γενικὴ καὶ αἱ κατ' αὐτὴνπλάγιοι πρός τε ὁμοιότητα τοῦ κήρ κηρός καὶ ἵνα μὴ συνεμπέσῃ τῇ κλίσει τοῦἦρος, ὃ δηλοῖ ἔαρος; χρῆσις δὲ τῆς ῥηθείσης λέξεως τὸ «μητρὶ φίλῃ ἐπίηραφέρων»· καὶ μετ' ὀλίγα τὸ «μητρὶ δ' ἐγὼ παράφημι καὶ αὐτῇ περ νοεούσῃ πατρὶφίλῳ ἐπίηρα φέρειν». ἔνθα τὸ «μητρὶ δ' ἐγὼ παράφημι» ταὐτόν ἐστι τῷσυμβουλεύω. ἐξ ὁμοίας δὲ ἀγωγῆς καὶ τὸ πεῖσαι λόγοις παρειπεῖν ὁ ποιητὴςλέγει, ὥσπερ πρὸ ὀλίγου ἔφη· «δέδοικα, μή σε ἡ Θέτις παρείπῃ». ταὐτὸν γὰρτὸ φάναι, ἀφ' οὗ τὸ παράφημι, καὶ τὸ εἰπεῖν, ἐξ οὗ τὸ παρειπεῖν. οὕτω δὲ λέγειὁ ποιητὴς καὶ παραρρητοὺς τοὺς λόγοις πειθομένους, ὃ καὶ οἷον ἐτυμολογῶνφησι· «παράρρητοί τ' ἐπέεσσιν». ὁμοίως δὲ παρῆκται καὶ τὸ παραυδᾶν καὶ τὸπαραμυθεῖσθαι. εἰ δὲ καὶ τὸν αἶνον ἐπὶ τοῦ ἁπλῶς λόγου θήσει τις, ὅμοια τό τεπαραινῶ καὶ τὸ παράφημι, ἐξ οὗ ἡ παραίφασις. τὸ δὲ παρηγορεῖσθαι κοινότερονμὲν καὶ αὐτὸ ἴσον δύναται τῷ παραυδᾶν καὶ παραμυθεῖσθαι. Εὐριπίδης δὲ τὸτὴν δημηγορίαν παραποιῆσαι παρηγορῆσαί φησιν. (ῃ. 573 ς.) Ὅτι ἐπὶ μεγάληςἔριδος οἰκεῖον λεχθῆναι πρὸς τοὺς ἐρίζοντας τὸ «ἦ δὴ λοίγια ἔργα τάδ' ἔσσεταιοὐδέ τ' ἀνεκτά, εἴπερ ὑμεῖς ἐριδαίνετε ὧδε». δηλοῖ δὲ ὅτι ὄντως δὴ ὀλέθρια τὰγινόμενα καὶ οὐ φορητά, ἐὰν ὑμεῖς οὕτως ἐρίζητε. τινὲς δὲ τὸ «ἦ δή», ὡς Ἀπίωνκαὶ Ἡρόδωρός φασιν, ἐν ἑνὶ μέρει λόγου «ἤδη» φασὶ λέγοντες ὅτι, ὡς καὶπροερρέθη, ἐπὶ τριῶν χρόνων τὸ ἤδη λαμβάνεται, ἐπί τε παρῳχημένου καὶἐνεστῶτος, ὡς παρεδειγματίσθη ἐκεῖ, καὶ ἐπὶ μέλλοντος δέ, ὡς τὸ «ἤδη λοίγιαἔργα ἔσσεται». καὶ εἰ τοῦτο ὀρθόν, ποῦ λοιπὸν θήσομεν τὸν Λουκιάνειον κισμὸν τὸν λέγοντα «ἤδη σολοικιῶ»; [Οἱ δὲ τοιοῦτοι ὁμοίαν ἐπικρίνουσι γραφὴνκαὶ ἐν οἷς φθάσας ὁ Ζεὺς ἔφη «ἦ δὴ λοίγια ἔργα ὅτε» καὶ ἑξῆς· οὐκ ἀπεικὸςγὰρ ἐκεῖ οὕτω νοῆσαι αὐτούς.] (ῃ. 574) Τὸ δὲ ἐριδαίνω ἀπὸ τοῦ ἐρίζω παράγεταιτραπέντος καὶ ἐνταῦθα τοῦ ˉζ εἰς ˉδ κατὰ συγγένειαν, καθὰ καὶ ἐν τῷ ἕζω ἕδος, ῥέζω ἔρδω, σκύζω σκυδμαίνω, ὥσπερ καὶ ἐριδμαίνω· εὕρηται γὰρ ἐν χρήσεικαὶ τοῦτο. ἰστέον δὲ ὅτι οὐ μόνον τὸ ˉζ εἰς ˉδ μεταποιεῖται, ὡς ἐν τοῖς ῥηθεῖσικαὶ ἐν τῷ ἐρίζω ἐρίσδω καὶ τοῖς ὁμοίοις Δωρικοῖς, ἀλλὰ καὶ ἔμπαλιν τὸ ˉδ εἰς ˉζ, ὡς ἐν τῷ ἀρίδηλος ἀρίζηλος ἀστήρ καὶ ἐν τοῖς εἰς ˉζˉε λήγουσιν ἐπιρρήμασιν. ὡςγάρ ἐστι τὸ οἴκαδε, οὕτω καὶ Ἀθήναδε, Θήβαδε, ἔραδε τὸ εἰς ἔραν ἤτοιγῆν· τροπῇ δὲ τοῦ ˉδ γέγονεν Ἀθήναˉζε, ἔραζε. τὸ δ' αὐτὸ καὶ ἐν τοῖς ὁμοίοις. Ἰστέον δὲ ὅτι κοινῶς παραδείγματα τῆς εἰς ἄλληλα μεταχωρήσεως τοῦ ˉδ καὶτοῦ ˉζ καὶ τὸ κνίζα κνίδη, ἁρμόζω ἁρμόδιον, φράζω ἀριφραδές καὶ φράδμων, ˉζˉα ἐπιτατικὸν ˉδˉα, ἴζμεν κατὰ τοὺς παλαιοὺς ἴδμεν, εἰ καὶ οἱ ὕστερον ἐπέκρινανμὴ εὑρίσκεσθαι ἐν συλλήψει πρὸ ἀμεταβόλου διπλοῦν σύμφωνον, πέδον πεζός, ὄζω, οὗ μέσος παρακείμενος ὄζωζα καὶ ὄδωδα, ὥσπερ καὶ χάζω κέχαδα, φράζωπέφραδα, ῥάζω τὸ ῥαίνω ἔρραδα, ὅθεν καὶ τὸ «τοῖχοι ἐρράδαται», ἕζεσθαι καθεδεῖσθαι, χλάζω κέχλαδα παρὰ Πινδάρῳ, πεδοῖ παρ' Αἰσχύλῳ, τὸ δ' αὐτὸ καὶπεζῇ, δεύω τὸ βρέχω Δεύς καὶ Ζεύς ὁ ἀήρ, ὀκλάζω ὀκλαδίας δίφρος, ἕζω ἑδώλιον ἡ τῆς νηὸς κληΐς· ἐκ δὲ τοῦ αὐτοῦ καὶ ἕδρα καὶ ἰδνῶ τὸ ἐν τοῖς ἑξῆςῥηθησόμενον καὶ ἱδρύω καὶ ἀΐδιος, ὁ μὴ ἵζων ἀλλὰ βέβαιος καὶ στάσιμος· ὄζω ὀδμή, ζήμιος δήμιος, ὁ ζημιῶν τοὺς κολαζομένους, κλύζω κλύδων, μερίζωσμερδαλέον καὶ σμερδνόν, μήδεα μέζεα τὰ αἰδοῖα, ἀδιεχές ἔν τε Ὀδυσσείᾳ καὶ τῷ δʹ τῆς Ἰλιάδος. οὕτω δὲ καὶ μαδὸς μαζός, ὡς ἐν τοῖς ἑξῆς φανεῖται. (ῃ. 574) [Ἰστέον δὲ ὡς Ὁμήρου εἰπόντος ἐνταῦθα «εἰ δὴ σφώ», ἤγουν εἴπερ ὑμεῖς, «θνητῶν ἕνεκα ἐριδαίνετον», φασὶν οἱ τεχνικοί, ὅτι τε τὸ νώ καὶ σφώ ἀπὸτοῦ νῶϊ, σφῶϊ γεγόνασιν ἀποβολῇ τοῦ ˉι καὶ ὅτι οὐ περισπῶνται διὰ τὴνἀποκοπὴν κατὰ τὸ ἱδρῶτα ἱδρῶ, δῶμα δῶ, ἀλλ' ὀξύνονται ἀναλόγως ὡς δυϊκά· καὶ ὅτι ἀναγκαίως ἀπεκόπη τὸ νώ καὶ τὸ σφώ ἐκ τοῦ νῶι καὶ τοῦ σφῶι. οὐδέποτεγάρ, φασί, τὸ ˉω κείμενον πρὸ καθαρεύοντος τοῦ ˉι περισπᾶται, ἀλλ' ἢ ὀξύνεται, ὡς ἐν τῷ Τρωΐ καὶ δμωΐ, ἢ προπαροξύνεται, ὡς ἐν τῷ ἥρωϊ, Μίνωϊ. διὸ καὶ ἐντῷ νῶϊν καὶ σφῶϊν, ἐπειδὴ τὸ ˉω προκείμενον τοῦ ˉι περισπᾶται, ἐπενοήθησυναίρεσις τοῦ νῷν καὶ σφῷν πρὸς ἀποφυγὴν παραλογίας, οἷον «οὐ γὰρ σφῷνγένος ἀπόλωλε τοκήων», τὸ ἐν Ὀδυσσείᾳ κείμενον.] (ῃ. 575) Ὅτι κολῳὸς ὁ θόρυβος κατὰ μὲν Φιλόξενον ἀπὸ τοῦ κλῶ γίνεται ὀνοματοπεποιημένου ῥήματοςκατὰ πρόσληψιν συλλαβῆς. διὸ οὐδὲ προσγέγραπται, φησί, τὸ ˉι. ἀπὸ δὲ τοῦτοιούτου κλῶ καὶ τὸ κλάζω γέγονε κατὰ παραγωγήν. κατὰ δὲ ἑτέρους ἀπὸ τοῦκολοιός γίνεται κατὰ ἔκτασιν τοῦ ˉο εἰς ˉω μείναντος δηλαδὴ τοῦ ˉι προσγεγραμμένου. κολῳός τε γὰρ ὁ θόρυβος καὶ ὁ κολοιὸς δὲ θορυβητικόν. διὸ καὶ εἰς παραβολὴν θορύβου χρησιμεύσει που τῷ ποιητῇ. [Τινὲς δὲ καὶ οὕτω φράζουσιν· ὥσπερἐκ τοῦ κλείω κλοιὸς καὶ ἐκτάσει κλῳὸς σὺν τῷ ˉι, οὕτω καὶ κολῳὸς ὁ θόρυβοςἐκ τοῦ κολοιός τὸ ὄρνεον. ὅθεν καὶ τὸ κολῳῶ ῥῆμα ἔχει τὸ ˉι ἐν προσγραφῇ.] Ἄλλοι δὲ ἀπὸ τοῦ κολούω παράγουσιν αὐτὸ τραπέντος τοῦ ˉοˉυ εἰς ˉω, ὡς καὶ ἐντῷ Μοῦσα Μῶσα. κολούει γάρ πως ὁ θόρυβος ἤγουν κολοβοῖ καὶ ἀφαιρεῖταί τιτῶν σπουδαίων ἔργων πολὺς ἐλαυνόμενος κατὰ τὸν ποιητήν. φησὶ γάρ· «κολῳὸνἐλαύνετον». καὶ ὅρα τὸ ἐλαύνετον ἀντὶ τοῦ ἐπιτείνετε ἀπὸ μεταφορᾶς ῥηθὲν τοῦἐλαυνομένου ἵππου ἢ σιδήρου. πεποίηται δέ, φασί, τὸ ἐλαύνειν διαλέκτοις τρισί. Βοιωτῶν μὲν γὰρ τὸ ἐλάω διὰ τοῦ ˉα, Αἰολέων δὲ τὸ προστιθέναι τῷ ˉα τὸ ˉυ· ἐλαύω γὰρ λέγουσιν· ἡ δὲ πρόσθεσις τοῦ ˉν Δώριος. τὸ γὰρ δύω δύνω φασὶ Δωριεῖς καὶ τὸ θύω θύνω· «θῦνε γὰρ ἀνπεδίον». [Ἔτι ἰστέον καὶ ὅτι ἐκ ἀνωτέρω εἰρημένου κλῶ καὶ τὸ κλάζω παρῆκται καὶ τὸ κλώζω, καθ' ὃ κλώζεσθαιλέγονται καὶ ἀποσυρίττεσθαι οἱ ἐν θεάτροις νικώμενοι καὶ κλωγμὸν πάσχειν. καὶ ὅτι ἐκ τοῦ κολούω καὶ κόλον κέρας καὶ κόλος βοῦς ὁ κεκολουσμένος τὰκέρατα, ἐξ οὗ συντέθειται ὁ κολοβός, καὶ κύκλοι δὲ τροπικώτερον μαθηματικοὶκατ' οὐρανὸν καλούμενοι κόλουροι καὶ ψωμοὶ δὲ ἄκολοι οἱ ἐν Ὀδυσσείᾳ.] (ῃ. 576) Ὅτι καὶ ἐνταῦθα σχῆμά ἐστι τὸ λεγόμενον κατὰ τὸ σιωπώμενον ἐντῷ «οὐδέ τι δαιτὸς ἐσθλῆς ἔσσεται ἦδος» ἤγουν ἡδονή. νοητέον γάρ, κἂνσεσιώπηται, ὅτι δαινυμένοις ἕωθεν τοῖς περὶ τὸν Δία ἡ ἔρις ἐπιγέγονε. διὸπροϊὼν λέγει, ὅτι πρόπαν ἦμαρ δαίνυντο. αἰνίττεται δὲ ὁ τῆς τοιαύτης δαιτὸςλόγος, ὡς ἑξὸν μύθῳ, τὸ ἀεὶ ἐν ῥᾳστώνῃ ἔμφρονι τὰ θεῖα εἶναι. τοιοῦτον δὲσχῆμα ἦν καὶ ἐν τοῖς προλαβοῦσιν, ὅπου περὶ Ἀχιλλέως ἔφη ὁ ποιητής, ὅτιοὐδέποτε εἰς ἀγορὰν πωλέσκετο, ἐπόθει δὲ ἀϋτήν τε πόλεμόν τε. νοητέον γὰρἐκεῖ, ὅτι διὰ μέσων τῶν δώδεκα ἡμερῶν καὶ ἀγοραί, ὡς εἰκός, ἐγίνοντο καί τινεςἐκδρομαὶ πολέμων οἷον ἐν λόχοις ἢ ἐν λείαις. Ὅμηρος μέντοι οὐ θέλει περὶμικρά τινα τὸν λόγον ἀπασχολεῖν, ἀλλὰ ἁπλῶς οὕτω τὰ περὶ αὐτῶν παραρριπτεῖδεικνύς, ὡς εὐπορεῖ μὲν τοῦ καὶ τοιαῦτα γράφειν, ἀπαξιοῖ δὲ αὐτά. Ἰστέον δὲὡς τὸ «οὐδέ τι δαιτὸς ἐσθλῆς ἔσσεται ἦδος, ἐπεὶ τὰ χερείονα νικᾷ», [δύναταί τιςκαὶ ἐπ' ἀλλά τινα παρῳδήσας μεταγαγεῖν, οἷον «οὐδέ τι νίκης ἐσθλῆς ἢ φήμηςἐσθλῆς ἔσσεται ἦδος, ἐπεὶ τὰ χερείονα νικᾷ».] Εὐριπίδης [δὲ] παραφράζων [αὐτό] φησιν· «ἐπεὶ δὲ κρεῖσσον τὸ κακόν ἐστι τοῦ ἀγαθοῦ». ἔνθα ὅρα τὸκρεῖσσον ὡς χρήσιμον καὶ αὐτὸ εἰς τὸ «κρείσσων γὰρ βασιλεὺς ὅτε χώσεται» καὶ ἑξῆς. ἐνταῦθα δὲ καὶ σχῆμα παραμέμικται ἀντίθετον ὡς τοῦ ἐσθλοῦἀντικειμένου πρὸς τὰ χείρονα. ἔστι δὲ ἐσθλὴ δαὶς ἡ τῶν σοφῶν καὶ σπουδαίωνπροσώπων, ἐν ᾗ ἐρίζειν οὐ χρή. Ὅτι δὲ μονῆρες ἐν ὀνόμασι τὸ ἦδος, καθὰ καὶτὸ ὄφελος, καὶ ὅτι ψιλοῦται κατὰ τὴν ἄρχουσαν ὡς τροχαϊκόν, καθὰ καὶ τὸἦμαρ, οὐκ ἔστι τὸν περὶ λόγους ἀμφιβαλεῖν. Ἡρωδιανὸς δὲ ἐν τῷ αὐτοῦ Συμποσίῳ δασύνεσθαι αὐτὸ λέγει πρός τινων ὡς ἀπὸ τοῦ ἥδω καὶ τῆς ἡδονῆς. ἐκρίναμεν δέ, φησίν, ὥστε μᾶλλον ψιλοῦν αὐτό. φέρεται δὲ καὶ κανὼν τοιοῦτος· τὰ εἰς ˉοˉς οὐδέτερα δισύλλαβα ἀρχόμενα ἀπὸ φύσει μακρᾶς ψιλοῦσι τὸ κατ' ἀρχὰς φωνῆεν, οἷον εὖχος, ἦδος. ὅλως δὲ πάντα τὰ τροχαϊκὰ ψιλοῦται, ὡς καὶτὸ ἦχος, ἦμος, ἀντὶ τοῦ ἡνίκα· οὕτω δὲ καὶ τὸ ἦμαρ μετασχηματισθὲν ἀπὸ τοῦἡμέρα, ὡς καὶ τὸ ἦδος Αἰολικῶς ἀπὸ τῆς ἡδονῆς· ὥσπερ καὶ ἀπὸ τοῦ μηχανήμετεσχηματίσθη τὸ μῆχος, ὅπερ καὶ μῆχαρ λέγεται, ὡς ἦμαρ καὶ ὡς μῶμαρ, ὁμῶμος παρὰ Λυκόφρονι, [προσφυέστερον δὲ εἰπεῖν, ὡς ἀλκὴ ἄλκαρ.] σεσημείωται ἐν τῷ ῥηθέντι κανόνι τῶν τροχαϊκῶν τὸ ἧλος δασυνθὲν καὶ τὸ ᾗχι ἀντὶτοῦ ὅπου, ἐφ' ὧν ἐστι καὶ ἀπολογία εὔλογος τοῦ δασύνεσθαι αὐτά. [Σημείωσαιδὲ ὅτι τὸ «ἐπεὶ τὰ χερείονα νικᾷ» παραφράσας τις ὕστερον ἐγνωμάτευσεν οὕτω·» τὸ μὲν παράνομον ἐπὶ τὸ χεῖρον ἀνηβᾷ, τὸ δὲ καλὸν ταχέως ἀφίπταται τῆς τῶνἀνθρώπων πολιτείας».] (ῃ. 579) Ὅτι ἐν τῷ «δαῖτα ταράξῃ» τὸ μὲν σχῆμαἔοικέ πως ῥητορικῇ ἐπαναστροφῇ· τὸ γὰρ τέλος τῆς πρώτης λέξεως ἀρχὴ τῆςδευτέρας γίνεται, [ὡς καὶ ἐν τῷ «ἔνθα θάασσεν», ἤγουν ἐκάθητο, καὶ ἐν τῷ «ἦλθεθέων».] Τὸ δὲ ταράξῃ ὠνοματοπεποίηται καὶ ἔστι καιριωτάτη λέξις. διὸ καὶἀνερμήνευτος ἢ δυσερμήνευτός ἐστιν. ἐξ αὐτῆς δὲ παρὰ τοῖς νεωτέροις ἡταραχὴ καὶ ὁ τάραχος. ἐκεῖθεν δὲ καὶ ὁ τάρταρος καὶ τὸ ταρβεῖν, ὡς φανήσεταίπου. Ἰστέον δὲ ὅτι σκωπτικὸν εἰς ταραχώδη γέροντα τὸ «ὄφρα μὴ αὖτενεικείῃσι πατήρ, σὺν δ' ἡμῖν δαῖτα ταράξῃ». (ῃ. 580 ς.) Ὅτι καὶ ἐνταῦθασχῆμα κεῖται καινοπρεπὲς ἐλλειπτικὸν τὸ «εἴ περ γάρ κ' ἐθέλῃσιν Ὀλύμπιοςἐξ ἑδέων στυφελίξαι· ὃ γὰρ πολὺ φέρτατός ἐστι». καὶ ἔστι τοῦτο ὅμοιον τῷ» εἰ μὲν γὰρ δώσουσι γέρας μεγάθυμοι Ἀχαιοί» καὶ ἑξῆς, ὡς ἐκεῖ γέγραπται, ἵνα λέγῃ νῦν, ὡς εἴπερ ὁ Ζεὺς ἐθέλοι ἐκ τῶν οὐρανίων ἑδρῶν μετακινῆσαι ἡμᾶς, ἀνύσει, ὃ θέλει· δύναται γάρ. Τὸ δὲ ἀνύσει, ὃ θέλει, λείπει ὡς φανερὸν ὂν, κἂνμὴ λέγηται· ἢ καὶ ἄλλως λείπει τὸ στυφελίξει ὡς ἀπὸ κοινοῦ λαμβανόμενον, ἵνα ᾖ ὁ λόγος, ὅτι ἐὰν θελήσῃ στυφελίξαι, πάντως ἂν στυφελίξῃ· δύναται γάρ. ἕτεροι δὲ θεραπεύοντες καὶ τοῦτο τὸ σχῆμα εἰς ἀνελλιπές φασιν, ὡς εἴπερἐθελήσει Ὀλύμπιος, πάντως ἂν στυφελίξαι ἐκ τῶν ἑδέων. γίνεται δὲ τὸ στυφελίζειν ἀπὸ τοῦ στύφειν καὶ ἑλίσσειν ἢ ἐλελίζειν καὶ δηλοῖ τὸ στρυφνῶς καὶἐστυμμένως συστρέφειν. Τὸ δὲ ἕδος ἀπὸ τοῦ ἕζω, ἐξ οὗ καὶ ἡ ἕδρα. καὶ ὅρακαὶ νῦν ὡς ἕδος οὐ μόνον τὸ ἔδαφος ἀλλὰ καὶ ἡ καθέδρα. (ῃ. 582) Ὅτι τὸκαθάπτεσθαι λόγοις οὐκ ἀεὶ ἐπὶ αὐστηρότητος καὶ ὕβρεως, ἀλλὰ καὶ ἁπλῶςἐπὶ τοῦ ὁμιλεῖν καὶ λόγου τινὰ ἀξιοῦν, ὡς καὶ ἐν Ὀδυσσείᾳ εἴρηται. Ὅμηρος οὖν καὶ ἐνταῦθά φησιν· «ἀλλὰ σὺ τόν γ' ἐπέεσσι καθάπτεσθαι μαλακοῖς». καὶὅρα ὅτι τὸ καθάπτεσθαι καὶ ἀντὶ προστακτικοῦ τοῦ καθάπτου εἶπεν, ὅπερ ἐστὶσχῆμα ἐλλειπτικὸν Ἰωνικὸν ἢ καὶ Ἀττικόν, ὡς προγέγραπται· καὶ πτώσει αἰτιατικῇ συνέταξεν. ὅτι δὲ καὶ γενικῇ συντάσσεται τὸ ἅπτεσθαι λεγόμενον ἐνἁπλότητι, δῆλον καὶ ἐκ τοῦ «ἥψατο γούνων». Σημείωσαι δὲ ὅτι καινότερονεὕρηται παρ' Ἡροδότῳ τὸ καθάπτεσθαι ἐν τῷ «Δημαράτου καὶ τῶν ἄλλωνμαρτύρων καθαπτόμενος» ἤγουν μάρτυρας προφέρων τὸν Δημάρατον καὶ τοὺςλοιπούς. [Ὅτι δὲ τὸ ἅπτεσθαι μετὰ τῆς ˉἐˉπˉι προθέσεως δοτικῇ συντάσσεται, φανεῖται ἐν τοῖς ἑξῆς, ὅπου ἐρεῖ ὁ ποιητὴς τὸ «ἐφῆπται τοῖσδέ τισιν ὀλέθρουπείρατα».] Μαλακοὶ δὲ λόγοι οἱ κολακευτικοὶ καὶ ψυχὴν σκληρὰν μαλάσσοντεςκαί, ὡς εἰπεῖν, μαλακοποιοί, ὡς καὶ δέος χλωρὸν τὸ χλωροποιόν. (ῃ. 583) Ὅτι ἀγαθῆς θεόθεν ἐλπίδος τὸ «αὐτίκ' ἔπειθ' ἵλαος Ὀλύμπιος ἔσσεται ἡμῖν». (ῃ. 586) Ὅτι πραϋντικὸν ἀνθρώπου θυμουμένου ἐν τῷ κακῶς πάσχειντὸ «τέτλαθι καὶ ἀνάσχεο κηδόμενός περ». (ῃ. 587– 9) Εἰ δὲ καὶ ὑπὸ μεγιστᾶνοςπάσχει τις, οἰκεῖον ἐπαγαγεῖν καὶ τὸ ἐφεξῆς· «μή σε φίλον περ ἐόντα ἐνὀφθαλμοῖσιν ἴδωμαι θεινόμενον· τότε δ' οὔ τι δυνήσομαι ἀχνύμενός περχραισμεῖν· ἀργαλέος γὰρ ὁ δεῖνα ἀντιφέρεσθαι», ὅ ἐστιν ἐναντιοῦσθαι· γίνεταιδὲ παρὰ τὸ ἀπεναντίας φέρεσθαι. ἡ δὲ λέξις ἢ πάθος δηλοῖ, ἵνα λέγῃ, ὅτιἀργαλέος ἐστὶ πάσχειν ἐναντίωσιν, ἢ ἐνέργειαν νοουμένη ἀντὶ τοῦ ἀργαλέοςἐστίν, ὥστε τινὰ ἀντιφέρεσθαι ἤγουν ποιεῖν ἐναντίωσιν πρὸς αὐτόν. [Πρωτότυπονδὲ τὸ ἀντιφέρεσθαι τοῦ ἀντιφερίζειν. ἄμφω δὲ οὐκ ἂν εἶεν πάνυ μακρὰν τοῦἰσοφαρίζειν ὡς ἰσότητα δηλούσης τῆς προθέσεως. καὶ μὴν δύνανται καὶἐναντιότητα δηλοῦν καθ' ὁμοιότητα τοῦ ἀντία φάσθαι. ἰστέον δὲ ὅτι τὸ τέτλαθιἐκ τοῦ τλῆθι γέγονεν ἀναδιπλασιασμῷ καὶ συστολῇ τῆς παραληγούσης. (ῃ. 587) Τὸ δέ «φίλην περ ἐοῦσαν» καὶ πρὸ αὐτοῦ τὸ «μητρὶ φίλῃ» καὶ πρὸ τούτων τὸ «παῖδα φίλην» σχέσεώς ἐστι συγγενικῆς ἐπίτασις, ἵνα ὥσπερ ἐπιτείνεταιἡ φιλία δι' ἑτεροίας φιλίας κατὰ τὸ «ἑταῖρος φίλος» καὶ τὸ «φίλους κἄτιμᾶλλον ἢ φίλους» τὸ Εὐριπίδειον, οὕτω αὔξοιτο καὶ τὸ συγγενικὸν στέργηθρονδιὰ τοῦ φίλον καὶ τῶν τοιούτων. Τὸ δέ «ἐν ὀφθαλμοῖς ἴδωμαι» διέσταλται τοῦκατὰ νοῦν βλέπειν καὶ ἄλλως δὲ φαντάζεσθαι. Ἴδω δὲ εἰπεῖν καὶ ἴδωμαιταὐτόν ἐστιν, ὡς μυριαχοῦ φανεῖται.] (ῃ. 590– 4) Ὅτι πολλὰ τῶν ἱστορουμένωνκαὶ μυθευομένων ὁ ποιητὴς οὐκ ἐντελῶς ἐν ἑνὶ τόπῳ ἐκτίθεται, ἀλλ' εὐμεθόδωςτέμνει χάριν ποικιλίας καὶ διαφόροις τόποις ἐπιμερίζει τὸ ἕν, ὥσπερ καὶἐνταῦθα ἐν τοῖς κατὰ τὴν Ἥραν αὐτὸ τοῦτο μόνον λέγει, ὅτι καὶ ἄλλοτέ ποτε Ζεὺς μὲν θυμὸν ἔσχε κατὰ τῆς Ἥρας, Ἥφαιστος δὲ ἀλεξῆσαι σπεύσας ἔπαθετὰ μυθευόμενα· ἐν ἄλλοις δὲ καὶ τὴν αἰτίαν ἐρεῖ, δι' ἣν ὁ Ζεὺς ἐχολώθη τῇ Ἥρᾳ, διηγήσεται δὲ καὶ ἅπερ ἐκείνη ἔπαθεν. (ῃ. 591) Ὅτι τὸ ποδὸς ῥιφῆναι τὸνἭφαιστον ἀπὸ βηλοῦ θεσπεσίοιο ὑπὸ τοῦ Διὸς οὐδὲν ἄλλο δηλοῖ, καθὰ καὶπροείρηται, ἢ ὅτι πολλάκις αἱ ἄνω ἐκπυρωθεῖσαι ἀναθυμιάσεις ἐν τοῖςμετεώροις κάτω ῥιπτοῦνται, ὥσπερ οἱ κεραυνοὶ καὶ εἴ τι ἄλλο τοιοῦτον, καὶ οὐκἔστιν ἐπὶ πολὺ παραμεῖναι τοῖς ἄνω τόποις τοιοῦτον Ἥφαιστον, ἀλλὰ ἢ ἄλλωςἀφανιζόμενος λύεται καὶ σκεδάζεται ἢ κάτω βάλλεται. Βηλὸς δὲ συνήθως ὁ τῆςοἰκίας βατὴρ παρὰ τὸ βαίνεσθαι, ὡς καὶ οὐδὸς παρὰ τὸ ὁδεύεσθαι, ὅθεν καὶτόποι ἀβέβηλοι μὲν οἱ ἱεροὶ καὶ ἄβατοι, βέβηλοι δὲ οἱ βατοὶ καὶ τοῖς τυχοῦσι. διὸ καὶ Ὅμηρος οἴκους ἐν οὐρανῷ πλάττων, οὓς ὁ μυθικὸς Ἥφαιστος τεύχει ἑκάστῳ θεῷ οἶκον καὶ δῶμα περικλυτὸν σκευάζων, διὰ τοῦτο ἀκολούθωςκαὶ βηλὸν λέγει, θεσπέσιον μέντοι. ὅτι δὲ οὐδὸς παρὰ τὸ ὁδεύεσθαι, ὡς εἴρηται, γίνεται, δηλοῦσι καὶ παρὰ Σοφοκλεῖ ἐν Οἰδίποδι τῷ ἐπὶ Κολωνῷ πολλὰ τῶνἀντιγράφων ὁδόν δίχα τοῦ ˉυ γράφοντα τὸν οὐδὸν ἐν τῷ, «καταράκτην ὁδὸνχαλκοῖσι βάθροισι γῆθεν ἐρριζωμένον». καὶ τοῦτο μὲν τοιοῦτον. Βηλὸν δέτινες τῶν ἀρχαίων ἐνταῦθά φασι τὴν περίοδον τοῦ αἰθέρος καὶ τῶν ἄστρων, ἕτεροι δὲ τὸν ἀνωτάτω καὶ πάντα περιέχοντα ἀέρα. τινὲς δέ φασι τὸν τοιοῦτονβηλὸν κατὰ Δρύοπας μὲν Ὄλυμπον εἶναι, κατὰ δὲ Χαλδαίους οὐρανόν. Ὀξύνεται δὲ ὁ ῥηθεὶς βηλός· τὸ δὲ κύριον καὶ ποταμοῦ δὲ ὄνομα προπερισπᾶται, [ἵνακἀνταῦθα διάφορος εἴη τόνος πρὸς τὸ τῆς σημασίας διάφορον, τὸ μυριαχοῦφαινόμενον, ὁποῖόν τι καὶ τὸ ὀχή μὲν ὀξυτόνως ἡ τροφή, ἀφ' ἧς καὶ τὸ εὐοχθεῖνκατά τινας παρ' Ἡσιόδῳ καὶ ἡ εὐωχία δὲ κατὰ ἔκτασιν. ὅμοιον δὲ πρὸς τὰῥηθέντα καὶ τὸ πλεῖον πλείονος τὸ συγκριτικὸν καὶ τὸ πλειών ὀξυτόνως κατὰπεριοχὴν ὁ ἐνιαυτὸς ὁ καιρικὰ πλείω ἐμπεριειληφώς. ἔτι δὲ Τύρος πόλιςβαρυτόνως καὶ τυρὸς ὀξυτόνως ὁ ἀπὸ γάλακτος. καὶ νόμος μὲν ὁ τὸ δίκαιονδιδούς, νομὸς δὲ ἐν ὀξείᾳ τάσει ὁ τῆς νομῆς τόπος καὶ ὁ κατὰ Αἰγυπτίους ἐνἐνορίαις. καὶ καιρὸς μὲν κατὰ τόνον ὀξὺν ὁ χρονικός, καῖρος δὲ προπερισπωμένως τὸ μίτωμα, ὃ καὶ ἐν Ὀδυσσείᾳ δηλοῦται. καὶ Ἄνεκτος μὲν προπαροξυτόνως κύριον, ἀνεκτὸς δὲ ὀξυτόνως ὁ φορητός. ὁμοίως καὶ Νικήτης μὲν κύριον, νικητὴς δὲ ὁ νικήσας. καὶ Κάκος μὲν λῃστής, κακὸς δὲ τὸ ἐπίθετον. καὶ ἄλλαδὲ ὅμοια πολλά.] Ἰστέον δὲ ὅτι ἡ τοῦ Ἡφαίστου ῥῖψις οὐρανόθεν καὶ τοιοῦτόν τι δηλοῖ, ὡς ὁ ἄνω τόπος ὁ αἰθέριος, περὶ ὃν οἱ θεοί, οὐδὲν φθαρτικὸν καὶἐπιβλαβὲς καὶ ὅλως φαῦλόν τι παραμένον ἔχουσι. διὸ οὔτε ὁ μυθικὸς Βρόντηςκαὶ Στερόπης καὶ Ἄργος φιλοῦνται τῷ Διΐ, ἀλλὰ καὶ ἡ Ὁμηρικὴ Ἄτηἐκεῖθεν κατηνέχθη. ὅθεν καὶ λόφος Ἄτης ἐν Τροίᾳ παρὰ Λυκόφρονι, ἔνθα ὑπὸΔιὸς ἐκείνη ἐρρίφη, ὡς καὶ ἐν τοῖς Ἀπίωνος καὶ Ἡροδώρου δηλοῦται. οὕτως οὖν καὶ ὁ καυστικὸς Ἥφαιστος ἐκεῖθεν ὀστρακιζόμενος ῥίπτεται· οἱ δὲ Τιτᾶνεςκαὶ ὑποταρτάριοι γίνονται, οὓς ἡ ἀλληγορία δηλοῖ. Ἰστέον δὲ ὅτι ἐν τῷ «ῥῖψεποδὸς τεταγὼν ἀπὸ βηλοῦ θεσπεσίοιο» [τὸ μὲν ῥῖψε ποδὸς τεταγών ἤγουν τείναςἢ λαβόμενος, ὡς εἰρήσεται, ἀστείως ἔφη, ὡς εἰ καὶ λαγὼν ἤ τι τοιοῦτον ἑλὼν ὁ Ζεὺς καὶ κουφίσας ἐκ ποδὸς ἐξέρριψε.] Θεσπέσιος [δὲ] βηλὸς εἴρηται πρὸςδιαστολὴν τῶν μὴ θείων ἀλλὰ βεβήλων. Τὸ δὲ τεταγών Ἰωνική ἐστι μετοχὴμετὰ συνήθους ἀναδιπλασιασμοῦ ἐν χρόνῳ ἀορίστῳ δευτέρῳ ἐκ τοῦ τάζω τάξω, ἐξ οὗ καὶ τὸ τόξον, ὅθεν ἀόριστος πρῶτος οὐ χρηστὸς ἔταξα, δεύτερος ἔταγον, οὗ μετοχὴ ταγὼν καὶ Ἰαστὶ τεταγών. [Οἱ δὲ τεχνικοὶ ἐθάρρησαν εἰπεῖν καὶὡς ἐκ τοῦ τῶ τὸ λαμβάνω γίνεται τάζω κατὰ παραγωγήν, ὡς φρῶ φράζω, ῥῶῥάζω τὸ ῥαίνω, καὶ ἐξ αὐτοῦ τὸ τεταγών κατὰ τὴν ῥηθεῖσαν ἐπιβολήν, ἵνα ᾖποδὸς τεταγὼν ἤγουν λαβὼν ἔρριψεν. ἐκ δὲ τοῦ ῥηθέντος τῶ καὶ τὸ τῆ, ὅ ἐστιλάβε, γίνεται κατὰ τὸ ζῆ προστακτικὸν τὸ καὶ παρὰ Σοφοκλεῖ.] (ῃ. 592– 4) Ὅτι φησὶν ὁ μυθικὸς Ἥφαιστος καὶ ταῦτα· «πᾶν δ' ἦμαρ» ἤ «πανδῆμαρ φερόμην», ὅτε δηλαδὴ ὁ Ζεὺς αὐτὸν ἄνωθεν ἔρριψεν, «ἅμα δ' ἠελίῳ καταδύντικάππεσον ἐν Λήμνῳ· ὀλίγος δέ μοι θυμὸς ἐνῆεν». καὶ ὅρα ὅτι τὸ φέρεσθαι μὲνλέγεται παρὰ τῷ ποιητῇ ἐπὶ κινήσεως, ἡ δὲ φορὰ οὐχ' εὕρηται παρ' αὐτῷ. λέγει δὲ καὶ ὅτι ἐνταῦθά με πεσόντα Σίντιες ἄνδρες κομίσαντο. ταῦτα δὲμύθου τε πιθανότητα ἔχουσιν ἀσφαλῆ ἐν τῷ πλάσματι, ὡς ἐξ ἀφορμῆς τινοςἱστορικῆς, καί που καὶ ἀλληγορικῶς θεραπεύονται. μυθικῶς μὲν γὰρ ἀκόλουθονἦν τῇ ἄνωθεν ῥίψει τοῦ Ἡφαίστου τὸ καὶ εἰς γῆν που εἰπεῖν κατενεχθῆναιαὐτὸν καὶ περισωθῆναι ὑπό τινων περί τινα καιρόν. καὶ τοίνυν ἦν ἡ μὲν γῆ Λῆμνος, οἱ δὲ ἄνδρες Σίντιες, ὁ δὲ καιρὸς ἠέλιος καταδὺς ἤγουν ἑσπέρα, ὅθεν καὶἱερὰ ἡ Λῆμνος ἐνομίσθη Ἡφαίστου καὶ ἱκανῶς ἐτιμᾶτο ἐκεῖ καὶ πόλις Ἡφαιστία ἦν αὐτόθι. καὶ ὁ μὲν μῦθος οὕτω πιθανῶς πέπλασται, ἡ δὲ ἀλληγορία κατὰ τὸδυνατὸν συμβιβαζομένη τοιαῦτά τινα νοεῖ. ὁ ῥιπτόμενος μὲν Ἥφαιστοςοὐρανόθεν εἴη ἂν ἡ τῶν ἄνωθεν κατασκηπτόντων εἰς γῆν πυρωδῶν κατένεξις, ᾧτινι Ἡφαίστῳ καὶ ὀλίγος θυμὸς ἔνεστι, διότι τὰ τοιαῦτα ἐπ' ὀλίγον ἐξαρκεῖ. τὰ μὲν γὰρ πολλὰ ἐν τῷ μέσῳ σβέννυνται, ὅσα δὲ καὶ μέχρι γῆς ἐνεχθῶσι, ταχὺἀφανίζονται καὶ αὐτά, εἰ μή τινος ὕλης δραξάμενα βραχύ τι παραμείνωσι. καὶτοιαύτη μὲν ὁλικώτερον ἡ περὶ τοῦ τοιούτου Ἡφαίστου ἀλληγορία. Τὸ δὲ ἐν Λήμνῳ κατενεχθῆναι αὐτὸν τῇ μυθικῇ συμβάλλεται πιθανότητι ὡς ἀπὸἱστορίας, οὐχ' ὡς τῶν ἀερίων ἐκπυρωμάτων ἐν Λήμνῳ καταπιπτόντων, ἀλλ' ὅτι πῦρ καὶ ἐκεῖ γῆθεν ἀνεδίδοτό ποτε αὐτόματον. διόπερ [ἀποκληρωτικῶς] ἔδοξε τῷ μύθῳ αὐτόθι καταρρῖψαι τὸν Ἥφαιστον ὡς εἰς τόπον τινὰ συγγενῆ. προσφυὴς γὰρ πάντως τῷ πυρὶ Ἡφαίστῳ τόπος πῦρ τε ἀναβλύζων καὶ ἄλλασημεῖα ἔχων θερμότητος, οἷον τὴν τῶν ἐκεῖ θερμῶν ὑδάτων ἀνάδοσιν, τὸ ψιλὸντῆς γῆς, τὴν πενίαν τῆς πιότητος. διὸ οὐδὲ λασία ἐστὶν ἡ νῆσος ὕλαις ὀρειναῖς. οὕτω καὶ τὸν Τυφῶνα ὁ μῦθος πνεῦμα μὲν ὄντα θερμὸν καὶ ἀπὸ τοῦ τύφω τὸκαίω παρονομαζόμενον, δαίμονα δὲ ὅμως λεγόμενον ἀντίπαλον τῷ Διΐ, ὁ μῦθοςεἰς τόπον ἄγει προσφυῆ. ἀπάγει γὰρ αὐτὸν εἰς τὴν Σικελίαν καὶ ἐκεῖ καταθεὶςαὐτὸν ἐπικεῖσθαι μὲν τῷ Τυφῶνι τὴν Αἴτνην τὸ ὄρος λέγει, τὸν δὲ Τυφῶνακάτωθεν κρατῆρας ἀναφυσᾶν πυρός. τοῦτο δὲ ποιεῖ ὁ μῦθος διὰ τὸ ἀληθῶς καὶἐν τῇ Αἴτνῃ πῦρ κάτω μὲν ὑποτύφεσθαι, ἄνω δὲ ἐκφυσᾶσθαι ἀναπεμπόμενον. ὥσπερ οὖν ἐκεῖ ἔδοξε τῷ μύθῳ ὑποθεῖναι τὸν Τυφῶνα τῇ Αἴτνῃ, οὕτω κἀνταῦθαἠθέλησε τῇ πυροέσσῃ Λήμνῳ ἐπιρρῖψαι τὸν Ἥφαιστον. καὶ οὕτω μὲν ταῦτα. (ῃ. 594) Ἡ δὲ ἱστορία καὶ ἄλλως προσοικειοῖ τῷ Ἡφαίστῳ τὴν Λῆμνον, οὐ μόνον διὰ τοὺς ἐν αὐτῇ γῆθεν ἀναβαίνοντας κρατῆρας τοῦ πυρός, ὡς εἴρηται, ἀλλὰ καὶ διότι χαλκεῖς ἄνδρας ἤνεγκέ ποτε ἡ νῆσος, οἳ πρῶτοι χαλκευσάμενοιβέλη διὰ τοῦτο Σίντιες ἐπεκλήθησαν διὰ τὸ σίνεσθαι ἤτοι βλάπτειν τῇ εὑρέσειτῶν ὅπλων. οἱ τοιοῦτοι καὶ ἄφαρ κομίσασθαι λέγονται τὸν Ἥφαιστον πεσόντα. δηλοῖ δὲ ὁ λόγος, ὡς, εἰ καὶ ἀλλαχόθι τοιαῦτά εἰσι πυρά, ὅμως οἱ Λήμνιοι ᾠκείωνται τῷ Ἡφαίστῳ μάλιστα καὶ διὰ τὴν χαλκευτικὴν τέχνην, δι' ἣν καὶκλυτοτέχνης αὐτὸς λέγεται, ὡς οὐ μόνον πῦρ αὐτόματον ἔχοντες, ἀλλὰ καὶ ὡςἄλλως τοῦ πυρὸς ἐπιμελόμενοι καὶ διὰ τὴν τέχνην περιποιούμενοι αὐτόν. ἔστιγὰρ κομίσασθαι τὸ ἐπιμεληθῆναι· ἐξ οὗ καὶ κομιδὴ ἡ ἐπιμέλεια καὶ κομιδῇἐπίρρημα ἀντὶ τοῦ λίαν καὶ ἐν πάσῃ ἐπιμελείᾳ. καὶ ἄλλως δὲ Σίντιες οἱ Λήμνιοι, καθότι πειραταὶ ἦσαν, ὡς ἡ ἱστορία φησίν· ὥστε εἶναι καὶ αὐτοὺς Λήμνια κακά, καθάπερ ὕστερον αἱ γυναῖκες, αἳ τοῖς ἀνδράσιν ἐν Λήμνῳ εἰς φόνον βούλευσαν. καὶ ἄλλως δὲ ὡς οἱ Λήμνιοι ἄγριοι δηλοῖ καὶ παροιμία Λημνίαν χεῖραεἰποῦσα τὴν ἀπαραίτητον καὶ Λήμνιον βλέπειν ἀντὶ τοῦ δεινὸν καὶ πυρῶδες. ἐκεῖθεν δὲ καὶ Λήμνιον κακὸν ἢ ἀπὸ τῆς κατὰ στόμα δυσωδίας τῶν Λημνιάδων ἢ μᾶλλον ἀπὸ τῶν θρυλλουμένων φόνων. δηλοῖ δέ τι περὶ τούτουκαὶ Ἡρόδοτος. ὅτι δὲ οἱ Σίντιες οὗτοι καὶ ἑτέρως ὕστερον ὠνομάσθησαν, δηλοῦται ἐν τοῖς τοῦ Περιηγητοῦ. ὅρα δὲ ὅπως ὁ μὲν βλαπτικὸς σίντης λέγεταιδιὰ τοῦ ˉη, ὡς ὁ Χρύσης, τὸ δὲ ἐθνικὸν διὰ τοῦ ˉι καὶ ἔχει τὴν κλίσιν τοῦ ὄφεως. ὅτι δὲ πρὸς ἄλλαις κλήσεσι καὶ Σίντοι ἐλέγοντο οἱ τοιοῦτοι Σίντιες, ὁ Γεωγράφος φησίν. [Ὡς δὲ καὶ Σίνις Σίνιδος ὕστερον λῃστὴς δίχα τοῦ ˉτ, αἱ ἱστορίαιδηλοῦσι περιᾴδουσαι καὶ αὐτόν, καθὰ καὶ τὸν Σκείρωνα καὶ τὸν Πιτυοκάμπηνκαὶ τὸν Κάκον καὶ τὸν Λίβυν Ἀνταῖον καὶ τοὺς τοιούτους. καί εἰσιν ἀληθῶςφερώνυμα τὸ Σίντιες οἱ παρ' Ὁμήρῳ καὶ ὁ Σίνις, ἐπὶ κακῷ μέντοι, ἵνα καὶαὐτοὶ ὡς βλαπτικοὶ κατὰ τὴν παροιμιαζομένην Σιδηρώ, θρασεῖαν ἐκείνηνγυναῖκα, φέροιεν τὸ οἰκεῖον ὄνομα. (ῃ. 593) Τὸ δέ «ὀλίγος θυμὸς ἐνῆεν» ἔχειμὲν ἀκόλουθόν ποτε τὸ καὶ θανεῖν ἂν τὸν Ἥφαιστον ὀλιγούμενον, λύεται δὲ καὶἄλλως μὲν τῷ μὴ ἐξ ἀνάγκης ἀεὶ τῇ ὀλιγώσει φθορὰν ἐπακολουθεῖν, μάλιστα δὲἀλληγορικῶς τῷ μὴ ὀλιγούμενα τὰ ἐναέρια πάθη, ἐν οἷς ἐστι καὶ τὰ κατὰ τὸνἭφαιστον, ἤδη καὶ παντελῶς ἐπιλείπειν, ἀλλ' εἶναι εἰσαεὶ κατὰ τὸ γίνεσθαιπάλιν καὶ πάλιν. ὅρα δὲ ὡς κομίζω μὲν τὸ ἁπλοῦν, ἱπποκομῶ δὲ καὶ νοσοκομῶτὰ σύνθετα.] (ῃ. 591 ς.) Ἰστέον δὲ καὶ ὅτι δύο ῥίψεις τοῦ Ἡφαίστου ὁ μῦθος λέγει, προτέραν μὲν τὴν μετὰ γένεσιν ὑπ' αὐτῆς τῆς Ἥρας, ὅτε καὶ ἐχωλάνθη· δευτέραν δὲ τὴν ὑπὸ τοῦ Διός, ὅτε τῇ μητρὶ ἀλεξῆσαι ἤθελε δεσμευθείσῃ πρὸςτοῦ Διός. Τὸ δὲ πανῆμαρ τὸν Ἥφαιστον οὐρανόθεν εἰς γῆν φέρεσθαι, εἰ καὶθεραπεύεται τοῖς ἀλληγορηταῖς, ἀλλὰ τῷ μύθῳ μάλιστα δοτέον πρὸς ἔνδειξιντοῦ ἐν μέσῳ πλείστου διαστήματος κατὰ τὸ «ὅσον οὐρανός ἐστ' ἀπὸ γαίης». (ῃ. 594) [Τὸ δὲ ἄφαρ, ὃ μέχρι καὶ ἐς ἄρτι περιφέρεται παρὰ τοῖς λέγουσιν ἀφαρίτὸ αὐτίκα, οὐ κολλητέον μετὰ τοῦ πεσόντα– οὐ γὰρ ἂν ἄφαρ, ἤγουν εὐθέως, πέσοι ὁ πᾶν ἦμαρ φερόμενος– ἀλλὰ μετὰ τοῦ κομίσαντο, ἵνα λέγῃ ὅτι μετὰ τὸπεσεῖν ἐπιμέλειαν ἔσχεν εὐθὺς φιλοξενικήν, ἣν ὀκνεῖ διασκευάζειν ὡς ἄκαιρον. ὅτι δὲ τὸ ἄφαρ ἐκ τοῦ ἅπτω ἅψω ἧφα γίνεται συστολῇ Δωρικῇ καὶ ψιλώσει Αἰολικῇ καὶ ὅτι δηλοῖ τὸ αὐθωρόν καὶ συναπτῶς ὡς ἐκ τοῦ ἅπτω, δηλοῦται καὶἀλλαχοῦ.] (ῃ. 596) Ὅτι κύπελλον ποτηρίου εἶδος ἐπὶ τὰ ἔσω κύπτον οὕτω λεγόμενον ὡς ἀπὸ τοῦ ἔκυπον δευτέρου ἀορίστου. τὸ δ' αὐτὸ καὶ ἀμφικύπελλον λέγεται οἱονεὶ πανταχόθεν ἐπὶ τὰ ἔσω κεκυφός· πολλάκις γὰρ ἡ ἀμφί πρόθεσις τὸκύκλῳ σημαίνει, ὡς δηλοῖ καὶ τὸ «νῆσος ἀμφίαλος» καὶ «βροντὴ ἀμφίπυρος» ἡ πάντοθεν κεραυνώσασα καὶ οὕτω πυρώσασα. ἄλλοι δὲ κύπελλον τὸ οἰνηρόνφασι ποτήριον, εἰς ὃ χύεται, τουτέστιν ἐγχέεται, πηλὸς εἴτ' οὖν οἶνος. χρὴ δὲεἰδέναι, ὅτι τὸ ἀμφικύπελλον, ὡς Ἀριστοτέλης ἐμφαίνει, καινήν τινα κατασκευὴνἔχει καὶ ἀξίαν ἐν τοῖς νῦν ζητήσεως. φησὶ γὰρ ἐκεῖνος, ὅτι αἱ θυρίδες τοῦμέλιτος ἀμφίστομοι· περὶ γὰρ μίαν βάσιν δύο θυρίδες εἰσὶν ὥσπερ τῶν ἀμφικυπέλλων, ἡ μὲν ἐκτός, ἡ δ' ἐντός. Ἀριστοτέλης μὲν οὖν ὡς ἀπὸ δήλων τῶνἀμφικυπέλλων ἱστόρει τὰ τοῦ μέλιτος. νῦν δὲ χρὴ τὸ μέλι κατασκέψασθαι, ἵνανοηθῇ καλῶς ἐξ αὐτοῦ τὸ ἀμφικύπελλον. τέως γε μὴν ὡς ἐν εἰκασμῷ δοκεῖταὐτὸν εἶναι ἀμφικύπελλον εἰπεῖν καὶ δικύπελλον, ὡς κατὰ τὰς ἀντιθέτουςθυρίδας ἤτοι σύριγγας καὶ θήκας τοῦ μέλιτος μιᾷ βάσει, τουτέστι πυθμένι, δύοκυπέλλων διοικουμένων ὡς ἐν διδυμότητι, τοῦ μὲν ἄνω, τοῦ δὲ κάτω, ἵνα καὶ ἡβάσις ἐν τοῖς τοιούτοις εἴη, ὅτε δεήσει, πρὸς πόσιν χρήσιμος. (ῃ. 595) Ὅτι τὴνἔριν τὴν σφοδράν, τὴν μέσον Ἥρας καὶ Διός, ἔπαυσεν ἐνταῦθα οὐ μόνον ἀπειλὴ Διὸς καὶ φόβος, ὃν ἡ Ἥρα ἔπαθεν, ἔτι δὲ καὶ συμβουλὴ τοῦ Ἡφαίστου ἐχέφρων, ἀλλὰ καὶ ἀστεῖος τοῦ αὐτοῦ λόγος κινήσας τὴν Ἥραν εἰς μειδίαμα. σύνηθεςδὲ Ὁμήρῳ, καθὰ καὶ προείρηται, ὁπηνίκα τὰς τῶν πραγμάτων δυσχερείας αὐξήσει καὶ εἰς παντελῆ δυσκολίαν ἀναγάγοι, τοιούτοις τισὶ νοήμασι χρῆσθαι εἰςλύσιν τοῦ κινδυνώδους καὶ ἀλύτου τῶν περιπετειῶν. μειδίαμα δὲ Ἥραςμυθικῶς μὲν τὸ ἐπὶ τοῖς ἀστείοις λόγοις Ἡφαίστου τοῦ παιδὸς διαχεθῆναι αὐτὴνκαὶ ὑπογελάσαι· ἀνθρωποπαθὲς γὰρ παρὰ τοῖς ποιηταῖς τὸ δαιμόνιον φῦλον, ὡς καὶ προγέγραπται. διὸ καὶ θυμοῦσθαι Ζεὺς καὶ Ἥρα ἐνταῦθα λέγονται ἀλλήλοις καὶ Ἥφαιστος ἄνωθεν ῥιπτεῖσθαι κάτω καὶ σῴζεσθαι ὑπὸ ἀνθρώπων καὶὀλίγον ἔχειν θυμόν, ὅπερ παρὰ τοῖς ὕστερον συνθέτως ὀλιγοθυμεῖν λέγεται. καὶοἱ θεοὶ ἄσβεστον γέλων παθεῖν λέγονται ἐπὶ τῷ Ἡφαίστῳ πονουμένῳ καὶ σπεύδοντι, ἐπειδὴ ἀνθρωπίνως γέλοιον ἀμφιγυήεις ἀνὴρ συντόνως κινούμενος καὶ τῇχωλείᾳ κυμαινόμενος, οἷον καὶ ὧδε καὶ ἐκεῖ παραφερόμενος. οὕτω γοῦν καὶἭρα οὐκ ἄσβεστον καὶ χανδὸν γελῶσα, μειδιῶσα δὲ σεμνότερον, ὡς τοιούτῳπροσώπῳ ἔπρεπε, τὸ τοῦ παιδὸς ἐδέξατο χειρὶ κύπελλον. ἡ δὲ ἀλληγορία μειδίαμα Ἥρας τὴν ἐν τῷ ἀέρι βούλεται νοεῖν ἡσυχίαν καὶ ἱλαρότητα τὴν ἐκ τοῦγαληνιᾶν, καθά που καὶ εἰρήνη γλυκὺ μειδιᾷ καὶ ἡμέρα διαγελᾷ καὶ ἡ χθὼνγελᾶν λέγεται παρὰ τῷ ποιητῇ, ὡς φανήσεται· καὶ αἰγιαλὸς δὲ ὁμοίως παρ' ἑτέρῳ ποιητῇ γελᾷ κύμασιν ἐαρινοῖς ἠρέμα κλυζόμενος. φησὶ δέ που καὶἹμέριος, ὅτι ἦρος ἡ γῆ μειδιᾷ ἡδύ τι καὶ χρυσαυγές. τὸ δὲ τοιοῦτον τῇ Ἥρᾳ μειδίαμα Ἥφαιστος περιποιεῖται, δηλαδὴ θερμότης κατακρατήσασα καὶ σκυθρωπότητα χειμερινὴν ἀπελάσασα, ὅτε οὐ μόνον μειδιᾶν ἡ Ἥρα λέγεται ἀλλὰκαὶ χρυσόθρονος εἶναι, καθάπερ ὁ ποιητὴς κατωτέρω φησί, διὰ τὴν ἐκ τοῦπυρσοειδοῦς καὶ χρυσοφαοῦς ἡλίου ἐν ἀέρι λαμπρότητα. ὁ δὲ τοιοῦτος Ἥφαιστοςκαὶ κυπελλοφόρος γίνεται τῇ Ἥρᾳ διὰ τὴν σύμμετρον ἀναθυμίασιν, ἣν ἀνάγουσαἡ θερμότης εἰς ἀέρα διαδίδωσι. (ῃ. 597 ς.) Λέγεται δὲ καὶ τοῖς ἄλλοις θεοῖςἐνδέξια πᾶσιν οἰνοχοεῖν γλυκὺ νέκταρ ἀπὸ κρατῆρος ἀφύσσων, ἐπειδὴ ταῖςκάτωθεν ἀναγομέναις ὑγρότησι καὶ οἱ ἀστέρες, οἳ θεοὶ λέγονται παρὰ τὸ θέειν, ἐδόκουν τρέφεσθαι κατὰ τὴν τῶν Ἑλλήνων δόξαν. ἃς δὴ ἀναθυμιάσεις νέκταρὁ μῦθός φησιν ἀντλούμενον ὡς ἀπὸ κρατῆρός τινος τῶν περὶ γῆν κοιλάνσεων. ἐνδέξια δὲ οἰνοχοεῖν λέγει τὸ ἐπιδεξίως ἢ ἀρξάμενον ἐκ τῶν δεξιῶν. (ῃ. 598) Ἰστέον δὲ ὅτι τὸ οἰνοχοεῖν οὐ κυριολεκτεῖται ἐπὶ τοῦ νέκταρος ἀλλὰ πάντως ἐπὶτοῦ οἴνου· τέθειται δὲ κατ' ἀνάγκην καὶ ἐπὶ νέκταρος, ὡς καὶ ἐν τῇ γάμμαῥαψῳδίᾳ φανήσεται, διὰ τὸ μὴ εὐπορεῖν τὸν ποιητὴν σεμνοτέρας συμποσιακῆςλέξεως. εἰσὶ δὲ καὶ ἕτερά τινα τοιαῦτα, οἷον καὶ τὸ «ἐχειρονόμησε τοῖς σκέλεσινὁ Ἱπποκλείδης ἐκεῖνος», ὃς καὶ μεμφθεὶς εἶπε τὸ θρυλλούμενον, ὡς οὐ φροντὶςἹπποκλείδῃ. καὶ ἐνταῦθα γὰρ τὸ χειρονομεῖν οὐκ ἔστι κυρία λέξις ἐπὶ ποδῶν. τοιοῦτον καὶ τὸ «τρισχίλιαι ἵπποι κατὰ τὸ ἕλος βουκολέοντο». οὐ γὰρ οἰκεῖονἐπὶ ἵππων τὸ βουκολεῖν. [Ἰστέον δὲ ὅτι τε ἀστείως ὁ κωμικὸς Ἀντιφάνης ἀνάπαλιν πρὸς τὸ «ὠρχήσατο σκέλεσιν» ἔφη τὸ «οὐχ' ὁρᾷς ὀρχούμενον ταῖς χερσὶτὸν βάκηλον;» καὶ ὅτι ὅμοιον τοῖς εἰρημένοις καὶ τὸ «εἶχεν ἐπὶ χειρὸς πέδην», ὅθεν σύνθετον ἡ χειροπέδη· καὶ γὰρ πέδη κυρίως ἐπὶ ποδῶν. ἔτι] ἰστέον καὶὡς τὸ μὲν οἶνον οἰνοχοεῖν καὶ βουλὴν βουλεύειν καὶ τὰ τοιαῦτα σύστοιχα καὶὁμοειδῆ ὄντα ὀρθῶς φράζεται διὰ συνήθειαν καὶ σαφήνειαν. καὶ γοῦν ὁ Παραβάτης ἔν τινι μύθῳ, οὗ ἀρχή «πλουσίῳ ἀνδρὶ πρόβατα ἦν πολλά» γράφεικαὶ ὅτι βουκόλοι βοῶν, αἰγῶν αἰπόλοι, ἱπποφορβοὶ ἵππων καὶ πολλὰ κτήματα. καὶ τὰ μὲν τοιαῦτα συνηθέστερον ἔχει, ὡς εἴρηται. τὸ δὲ ἄλλως ἀνομοειδὲςἔχει καινότητα, οἷον τὸ «τρισχίλιοι ἵπποι κατὰ ἕλος ἐβουκολοῦντο», ὧν τοὺςνομέας ἱπποβουκόλους ἀκολούθως Ὁμήρῳ Εὐριπίδης φησί, καὶ «ἐχειρονόμησεσκέλεσι» καὶ «νέκταρ ἐῳνοχόει». ἐπενοήθη δὲ ταῦτα διὰ συντομίαν λόγου. οἰνοχοεῖν μὲν γὰρ νέκταρ τὸ ἐγχέειν νέκταρ δίκην οἴνου, οὗ χρεία τῷ συμποσίῳ· χειρονομεῖν δὲ σκέλεσι τὸ ποιεῖν τοῖς ποσίν, ὅπερ ὁ χειρονομῶν. τρισχίλιαι δὲ ἵπποι ἐβουκολοῦντο ἤτοι ἐνέμοντο σὺν βουσὶν ἢ ἐνέμοντο ἔνθα καὶ βόεςἄν. ὅμοιον καὶ τὸ «ᾠκοδόμησε πόλιν» ἤγουν πόλιν καὶ οἴκους ἔδειμε. τὸμέντοι «ᾠκοδόμησε θυσιαστήριον» πάνυ καινῶς εἴρηται. καὶ παρὰ Λυκόφρονιδὲ τὸ «λέοντα κείροντα ὀδόντι καὶ γνάθοις λήϊον» ἐμφαίνει γοργῶς, ὅτι ὁ Τήλεφος ὅμοιος ἦν καὶ λέοντι καὶ συῒ δέ· λέων γὰρ οὐ κείρει λήϊον. τοιούτουτύπου καὶ παρὰ τῷ Κωμικῷ τὸ «βουθυτεῖ ὗν καὶ τράγον». οὕτω δὲ καὶ Εὐριπίδης φησὶ τὴν Μήδειαν τοκάδος δίκην λεαίνης ταυρουμένην, ἤγουνἀγριουμένην ὡς λέαιναν καὶ ὡς ταῦρον. ἰστέον δὲ καὶ ὅτι ὅμοιον τῷ χειρονομεῖνσκέλεσι τὸ καθ' Ἡλιόδωρον χειραγωγὸν εἰπεῖν ἱμάντα τὸν ἐκδεδεμένον ποδός. καὶ οὕτω μὲν ταῦτα. ἐν οἷς καὶ τὰ κατὰ τὴν ἱστορίαν τοῦ Νείλου τυφλοστόματα. οὐ γὰρ ἂν λεχθείη τὸ στόμα τυφλόν, ἀλλ' ἐμφαίνει γοργῶς τὸ τυφλόστομα, ὡς δυνάμεθα καὶ ὀφθαλμὸν καὶ στόμα εἰπεῖν τὴν τοῦ ποταμοῦ ἐκβολήν. Τὸ δὲνέκταρ καὶ ἡ ἀμβροσία πέπλασται τῇ ποιήσει· καί εἰσιν ὀνόματα τροφῆς θείας, ἣν καὶ αὐτὴν οἱ ποιηταὶ οἴδασιν ὡς μουσοτραφεῖς· τὸ μὲν νέκταρ ὑγρᾶς καὶἀναλογούσης οἴνῳ, διὸ καὶ οἰνοχοεῖσθαι εἴρηται, ἡ δὲ ἀμβροσία ξηρᾶς. ἐτυμολογεῖται δὲ τὸ μὲν νέκταρ ἀπὸ τοῦ κτῶ τὸ κτῶμαι καὶ τοῦ ˉνˉε στερητικοῦ, οἱονεὶτὸ ἄκτητον, ὃ οὐδενὸς θνητοῦ γίνεται κτέαρ ἤτοι κτῆμα. ἡ δὲ ἀμβροσία ἢ ἀπὸτοῦ ˉα στερητικοῦ καὶ τοῦ βροτός, ἣν οὐδεὶς ἔχει βροτός, πλεονάσαντος τοῦ ˉνπρὸ τοῦ β διὰ ὄγκον φωνῆς, ὡς ἐν πολλοῖς γίνεται· ἢ μάλιστα ἐκ τοῦ ὑπεραναβαίνειν ῥοὴν ἤγουν ὑπεράνω εἶναι φθορᾶς. ὅτι δὲ καὶ ἀνάπαλιν νέκταρ μὲν παράτισι λέγεται ἡ ξηρὰ ἐν θεοῖς τροφή, ἀμβροσία δὲ ἡ ὑγρά, φανήσεται ἀλλαχοῦ. περὶ δὲ τούτων ῥηθήσεται καὶ ἐν τῇ ἀρχῇ τῆς δʹ ῥαψῳδίας· (ῃ. 599) [Ἰστέονδὲ ὅτι τε σεμνότερος πάντων, ὡς εἰκός, ὁ τοῦ μύθου Ζεύς, ὡς μὴ συνδιατεθεὶςὅλως, οἷς ὁ Ἥφαιστος καὶ λαλεῖ καὶ γελοίως πονεῖται· Ἥρα δὲ μετ' αὐτὸν τηρεῖ τὸ σεμνὸν μειδιάσασα· οἱ δ' ἄλλοι θεοὶ τοῦ τοιούτου ὕψους ὑποκατέβησανἄσβεστον γέλων παθόντες. (ῃ. 600) Καὶ ὅτι τὸ πονεῖσθαι μετὰ συνέσεωςποιπνύειν ἡ ποίησις λέγει· ὃ γίνεται ἀπὸ τοῦ πονῶ πονύω, ὡς ἀλῶ ἀλύω, κινῶκινύω, καὶ ἐν συγκοπῇ πνύω καὶ ἀναδιπλασιασμῷ ποπνύω καὶ πλεονασμῷ τοῦˉι ποιπνύω. ὁμοίου δὲ ἀναδιπλασιασμοῦ καὶ τὸ ποιφύσσω ἤγουν φυσῶ παρὰ Λυκόφρονι καὶ ἄλλα δέ τινα. ὡς δὲ ἐκ τοῦ ῥηθέντος πνύω καὶ τὸ πεπνῦσθαι καὶὁ πεπνυμένος λέγεται, δῆλόν ἐστιν ἐκ τῶν παλαιῶν. Σημείωσαι δὲ ὅτι πάνυσεμνῶς ἡ καθ' Ὅμηρον ἀείδουσα θεὰ γελᾶν μὲν θεοὺς ἔφη· ὅτι δὲ διὰ τὸνκυλλοποδίονα ἐγέλων, σιγᾷ, ἵνα μὴ δοκοίη σιλλαίνειν ἀκαίρως.] τὸ δὲ ἄσβεστος γέλως δηλοῖ ἔκ τινος θερμότητος τὸν γέλωτα γίνεσθαι καὶ συμβάλλεταίπως τοῖς γραμματικοῖς, οἳ τὸν γέλωτα παρὰ τὴν ἕλην, ὃ δηλοῖ τὴν θερμότητα, ἐτυμολογεῖσθαί φασιν. (ῃ. 601– 4) Ὅτι τὸ «ὣς τότε μὲν πρόπαν ἦμαρ ἐςἠέλιον καταδύντα δαίνυντο» λεχθείη ἂν ἐπὶ τῶν διὰ πάσης ἡμέρας ἑστιωμένων. εἰ δὲ καὶ μουσικὴ χάρις ἐπανθεῖ τῷ συμποσίῳ, προσφυὲς εἰπεῖν καὶ τὰ ἐφεξῆς, οἷον· «οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης, οὔτε μὴν φόρμιγγος περικαλλέος, ἣν ἔχεν ὁ δεῖνα», οἷον ὁ Ἀπόλλων, «Μουσάων θ', αἳ ἄειδον ἀμειβόμεναι ὀπὶκαλῇ». (ῃ. 601) Ἰστέον δὲ ὅτι τὸ «ἐς ἠέλιον καταδύντα» ἐφερμηνευτικόν ἐστιτοῦ «πρόπαν ἦμαρ», ἵνα νοῆται τὸ πρόπαν ἦμαρ ἕως δύσεως ἡλίου, ὅ ἐστινἑσπέρας, οὐ μὴν καὶ ἐπέκεινα. Τὸ δὲ ἠέλιος δοκεῖ ἐκ τοῦ ἥλιος γενέσθαι κατὰἐπένθεσιν τοῦ ˉε. ψιλοῦται δὲ διὰ τὸν κανόνα τὸν λέγοντα, ὅτι τὸ ˉη πρὸ φωνήεντοςὂν κατὰ διάστασιν ψιλοῦται, οἷον ἠΐθεος, ἤϊος ὁ τοξικός· οὕτως οὖν καὶ ἠέλιος. σημειοῦνται δὲ οἱ παλαιοὶ καὶ ὅτι ἀεὶ οὕτως λέγει ὁ ποιητὴς τετρασυλλάβως, ἅπαξ δέ ποτε καὶ τρισυλλάβως ἔφη ἥλιον. Ἰστέον δὲ καὶ ὅτι, ἐπειδή ἐστιν ἄω τὸλάμπω καὶ προσθέσει τοῦ ˉυ αὔω, ἐξ ὧν ἀώς ἡ ἡμέρα καὶ αὔως Αἰολικῶς, δύναται τὸ ἠέλιος ἐκ τοῦ ἄω ἔχειν τὴν ψιλήν, ἐξ οὗ καὶ ἐτυμολογεῖται. γίνεταιγὰρ ἀπὸ τοῦ ἄω τοῦ ῥηθέντος καὶ ἐκ τοῦ ἕλη, ἡ θερμασία, ἀέλιος, ὡς τὸ «ἀκτὶςἀελίου» παρὰ Σοφοκλεῖ· ἀμφότερα γὰρ ἔχει ὁ ἥλιος· λάμπει τε γὰρ φωτιστικῶς, ἔτι δὲ καὶ θερμαίνει· καὶ τροπῇ τῆς ἀρχούσης γίνεται ἠέλιος. (ῃ. 602) Ἐΐσην δὲδαῖτα λέγει ἢ τὴν ἴσην κατὰ πλεονασμὸν Ἰωνικὸν τοῦ ˉε– ἰσομοίρως γὰρἐδαίνυντο διὰ τὸ ἀφιλόνεικον– ἢ παρὰ τὸ ἐΐω τὸ πορεύομαι ἡ διὰ παντὸςἱκνουμένη τοῦ σώματος ἤτοι πορευομένη καὶ ἅπαν αὐτὸ διοικοῦσα. (ῃ. 604) Ἀμείβεσθαι δὲ ὀπὶ καλῇ αἱ Μοῦσαι λέγονται ἢ ἑαυτὰς ἐν μέρει ἢ τὸν Ἀπόλλωνα, ὃς εἶχε τὴν φόρμιγγα. ὑπ' ἐκείνῳ γὰρ ὡς κορυφαίῳ τῆς ᾠδῆς ᾄδειν αὐταὶλέγονται [ἀμοιβαδὸν δηλαδή· ἐξ οὗ καὶ αἱ ῥητορικαὶ ἀλληλογραφίαι ἀμοιβαῖοιλόγοι λέγονται καὶ ἔπη ἀμοιβαῖα.] Ἐνταῦθα δὲ συλλογιστικῶς ὁ Ὅμηρος οὐ μόνον μουσόληπτον ἑαυτὸν ὑπεμφαίνει ἀλλὰ καὶ Ἀπόλλωνι κάτοχον. αὐτὸςμὲν γὰρ ὅσα λέγει, ἐκ Μουσῶν ἐμπνεόμενος ᾄδει, ὡς ἐν προοιμίοις ἐφάνη· Μοῦσαι δὲ ὑπ' Ἀπόλλωνι ἀρχηγέτῃ τῆς ᾠδῆς ᾄδουσιν. οὐκοῦν ἡ ποίησις καὶ ὁ ποιητὴς ὑπὸ Μούσαις τε καὶ Ἀπόλλωνι καταρτίζονται, ὡς καὶ Ἡσίοδος παραδηλοῖ κατάγων γενεαλογικῶς τοὺς ἀοιδοὺς ἤτοι τοὺς ποιητὰς ἐκ Μουσῶνκαὶ Ἀπόλλωνος; διόπερ οὐ μόνον λόγιον χρῆμα ὁ ποιητὴς διὰ τὰς Μούσας, ἀλλὰ καὶ μαντικὸν διὰ τὸν Ἀπόλλωνα καὶ τὴν ἐκ τοῦ ἡλίου φιλοσοφίαν. καί τιναπρολέγων καὶ Ὅμηρος μαντικῶς ἐν τοῖς μετὰ ταῦτά που φανήσεται. ὅρα δὲ καὶὅτι τὸ «ἀμειβόμεναι ὀπὶ καλῇ» κοινὸν μέν ἐστιν ἐνέργημα τῶν Μουσῶν· ὠνόμασται δέ, ὡς καὶ προείρηται, ἡ Καλλιόπη ἐξ αὐτοῦ κατ' ἐξαίρετον τὸκοινὸν τῆς ἐνεργείας ἐξιδιωσαμένη τῇ κλήσει· παρὰ τὸ καλόν γὰρ ἢ τὸκάλλος τῆς ὀπὸς ὠνόμασται ἡ Καλλιόπη, ὡς τὸ ἐν φωνῇ κάλλος ἔχουσα. ἔοικεδὲ μηδεμίαν ἔχειν ὁ ποιητὴς λέξιν ἐπὶ τῶν ἐμμούσων ᾠδῶν καιριωτέραν τοῦκαλή. διὸ οὐ μόνον ὄπα καλὴν λέγει, ἀλλὰ καὶ τὴν τοῦ Ἀπόλλωνος φόρμιγγαπερικαλλῆ ὀνομάζει, ὡς ἄν τις εἴποι καλὴν λίαν· ἐντεῦθεν γὰρ ὁ τοῦ ˉλ ἐν τῇτοιαύτῃ λέξει διπλασιασμός. κἀκεῖθεν ἐοίκασιν ἀφορμὴν λαβόντες οἱ μεθ' Ὅμηρον τέλος τοῦ πανηγυρικοῦ τῆς ῥητορικῆς εἴδους τὸ καλὸν εἰπεῖν· δῆλον δὲ ὅτιπανηγυρικὸν καὶ ἡ ποίησις. παρασημειοῦνται δὲ οἱ παλαιοί, ὅτι τὸ μὲν καλόνἐκτείνει ἀεὶ παρὰ τῷ ποιητῇ τὸ δίχρονον, τὸ δὲ κακόν ἐν συστολῇ ἔχει τὴνἄρχουσαν. ὅτι δὲ καὶ τὸ καλεῖν συστέλλεταί ποτε, ἀφ' οὗ καὶ τὸ καλὸν παράγεται, ἐδήλωσεν ὁ ποιητὴς ἔν τε ἄλλοις καὶ ἐν τῷ «καλέσαντο γὰρ αὐτοί». [Ἰστέον δὲὅτι κατὰ τὸ «ἐς ἠέλιον καταδύντα» εἴρηται παρ' Εὐριπίδῃ ἐν Ἱππολύτῳ τὸεἰς τόδε ἀντὶ τοῦ ἕως τότε. τοιοῦτον δὲ καὶ τὸ ἐς τόδε ὥρας καὶ ἐς τόδε καιροῦ. τὸ μέντοι ἔστε ἀντὶ τοῦ ἕως μόνον αὐτὸ καθ' αὑτὸ κείμενον, οἷον παρὰ Θεοκρίτῳ·» ἔστε κ' ἀπείπῃς» ἤγουν μέχρις ἂν ἀπαγορεύσῃς, συγκοπὴν ἔπαθεν ἐκ τοῦ ἕως. διὸ καὶ δασύνεται.] (ῃ. 607) Ὅτι δέδονται τόποι τινὲς τοῖς πλανήταις, οὓςοἴκους αὐτῶν καλοῦσιν οἱ νεώτεροι, ἐν οἷς αὐτοὺς ὄντας καὶ οἰκοδεσποτεῖνλέγουσιν. Ὁμήρου τοίνυν ἐνταῦθα εἰπόντος, ὅτι ὁ Ἥφαιστος ἑκάστῳ τῶν θεῶν δῶμα ἐποίησε, γράφουσιν οἱ παλαιοί, ὅτι πρῶτος Ὅμηρος ἔδωκε τοῖς ἀπὸμαθημάτων ἀφορμὴν τῆς τοιαύτης δόξης εἰπὼν ἐνταῦθα ἕκαστον τῶν θεῶν ἴδιονοἶκον ἔχειν. ὅτι δὲ ἐπὶ ἀστέρων ἔστιν ὅτε τὸ τῶν θεῶν κεῖται ὄνομα, προείρηται. Ἥφαιστος δὲ λέγοιτ' ἂν τὰ τοιαῦτα ποιεῖν δώματα πιθανευομένου καὶ νῦν τοῦμύθου τοῦτο διὰ τὴν ἄνω αἰθερίαν θερμότητα καὶ διὰ τὸ αὐτῆς δραστικόν. (ῃ. 606) Ἐνταῦθα δὲ κεῖται καὶ τὸ κακκείοντες ἀντὶ τοῦ ἔφεσιν ἔχοντες τοῦ κατακεῖσθαιεἰς ὕπνον. οὕτω καὶ ὀψείοντες οἱ ἔχοντες ἐπιθυμίαν τοῦ ὄψεσθαι καὶ βρωσείοντεςκαὶ πολεμησείοντες οἱ ἐπιθυμοῦντες βρώσεως καὶ πολέμου. καὶ ἄλλα δέ εἰσιτοιαῦτα μυρία. τὸ δὲ πρῶτον ˉκ τὸ ˉτ ἐστι τῆς κατά προθέσεως εἰωθυίας ἐν τῇ τοῦˉα ἀποκοπῇ συνεξομοιοῦσθαι τῷ ἐπαγομένῳ συμφώνῳ, ὡς καὶ ἐν τῷ «κάππεσονἐν Λήμνῳ» δηλοῦται καὶ ἐν τῷ κάλλιπον ἀντὶ τοῦ κατέλιπον. [Ἰστέον δὲ ὅτιτοῦ κεῖσθαι καὶ τῶν ἀπ' αὐτοῦ κινήσεων προϋπάρχει τὸ κέω, οὗ μετοχὴ κέων ἐνὈδυσσείᾳ· «ὄρσο κέων, ὦ ξεῖνε». τοῦτο ἐνθέσει τοῦ ˉι γίνεται κείων, ὅθεν τὸ» κακκείοντες ἔβαν», ἤγουν κατακεισόμενοι εἰς ὕπνον. τῆς δὲ συστοιχίας τοῦκακκείοντές ἐστι καὶ τὸ καρρέζειν ἤτοι καταψᾶν καὶ τὸ κάββαλε καὶ τὸ καδ δ' ἔπεσε καὶ τὸ κὰπ φάλαρα δὲ καὶ τὸ κάτθανεν, ὡς ἀλλαχοῦ φανεῖται σαφῶς.] (ῃ. 608) Ὅτι πραπίδας τὰς φρένας εἰπεῖν χρήσιμον εἰς οὐδὲν τῇ λογογραφίᾳ, διὸ φυλαττέσθω ἀπόθετον τῇ ποιήσει. χρῆσις δὲ αὐτοῦ ἐν τῷ «Ἥφαιστοςποίησεν εἰδυίῃσι πραπίδεσσι». γίνεται δὲ ἴσως ἡ πραπὶς ἐκ τῆς ˉπˉρˉο καὶ ˉἀˉπˉοπροθέσεως καὶ τοῦ ἰδεῖν ἢ εἰδέναι, ἵνα ᾖ πραπὶς ἡ προβλεπτικὴ καὶ προγνωστικὴτοῦ μέλλοντος φρήν. ἕτεροι δέ φασι τὴν πραπίδα γίνεσθαι, ὅθεν καὶ ἡ φρὴνγίνεται, ἤγουν ἐκ τῆς ˉπˉρˉο προθέσεως καὶ τοῦ ὧ δασυνομένου ῥήματος, ἐξ οὗ τὸἱῶ ἵημι, εἰ καὶ ἡ μὲν φρὴν διὰ τοῦ ˉφ προάγεται κατὰ τὸ φρουρός καὶ φροίμιον, ἡδὲ πραπὶς ψιλοῦται Ἰωνικῶς τε καὶ Αἰολικῶς. (ῃ. 610) Ὅτι τὸν κατὰ φύσιν ὕπνον γλυκὺν ὀνομάζει λέγων· «ἔνθα Ζεὺς ἐκάθευδεν, ὅτε μιν γλυκὺς ὕπνοςἱκάνοι». καὶ σημείωσαι ὅτι οὐχ' ἡμᾶς δεῖ κατακλινομένους εἰκῇ ἐπισπᾶσθαι τὸνὕπνον, ἀλλὰ κοιμᾶσθαι ὅτε ὁ ὕπνος ἱκάνει, τουτέστι καταλαμβάνει ἡμᾶς. ὁμέντοι σπουδαῖος οὐ μόνον οὐκ ἂν καλέσοι τὸν ὕπνον, ἀλλὰ καὶ ἀπώσεταιἥκοντα, εἴπερ οὐ χρὴ παννύχιον εὕδειν τὸν σπουδαῖον ἄνδρα. Ὅρα δὲ καὶ ἐνταῦθαὅτι τὸ ἱκάνει, ὡς καὶ προεγράφη, ἐκτείνει τὴν παραλήγουσαν. γίνεται δὲ ἐκ τοῦἵκω, ὅπερ παρ' Ὁμήρῳ μὲν ἀεὶ τὴν διὰ τοῦ ˉι ἔχει, ὡς καὶ ἀλλαχοῦ δηλοῦται, γραφήν, παρὰ δὲ τοῖς μεθ' Ὅμηρον διφορεῖται. (ῃ. 609) Ἰστέον δὲ ὅτι Ζεύς ἀκλίτως ἔχει διὰ κανόνων ἐναντιότητα, καθά φασιν οἱ παλαιοί. εἷς μὲν γὰρ κανὼν διὰ τοῦˉεˉωˉς κλίνει αὐτὸ τῷ λόγῳ τῶν εἰς ˉεˉυˉς, ἵνα τοῦ ὑποτακτικοῦ φωνήεντος ἤγουντοῦ ˉυ ἐκπεσόντος κλιθείη Ζεύς Ζέως. ἕτερος δὲ φυλάσσεσθαι θέλει καὶ ἐν τῇγενικῇ τὴν τῆς μονοσυλλάβου εὐθείας δίφθογγον, ὡς καὶ ἐν τῷ κλείς κλειδός, παῖς παιδός, δαίς δαιτός. ἡ γοῦν τοιαύτη στάσις τῶν κανόνων ἐξώθησε μὲν τὴν Δίς εὐθεῖαν διὰ τήν, ὡς προείρηται, πρὸς τὸ ἐπίρρημα συνέμπτωσιν· ἀφῆκε δὲταῖς πλαγίαις ἐκείνης ἐπείσακτον οἷον μητέρα τὴν Ζεύς εὐθεῖαν ἀπωρφανισμένην τῶν οἰκείων πλαγίων οἷα γνησίων παίδων τινῶν. (ῃ. 611) Ὅτι ἐν τῷ» ἔνθα καθεῦδ' ἀναβάς, παρὰ δὲ χρυσόθρονος Ἥρη» τὸ μὲν καθεῦδε προπερισπᾶται, ὡς πρὸ τούτου ἐγράφη, τὸ δέ «παρὰ δὲ χρυσόθρονος Ἥρη» ἔλλειψιν ἔχει· ὡς γὰρ τὸ μετὰ δὲ ἀντὶ τοῦ μετὰ ταῦτα δὲ καὶ ἐπὶ δὲ καὶ πρὸς δὲ ἀντὶ τοῦ ἐπὶτούτοις καὶ πρὸς τούτοις, οὕτω καὶ τὸ «παρὰ δὲ χρυσόθρονος Ἥρη», ἤγουνπαρὰ δὲ αὐτῷ ἡ χρυσόθρονος Ἥρα. ἐν δὲ τῷ «χρυσόθρονος» φασὶν οἱ παλαιοὶτὸν χρυσὸν ἀντὶ πυρὸς εἰλῆφθαι ἀλληγορικῶς. πυρώδη γάρ, φασί, τὰ πρὸςτῷ αἰθέρι καὶ τῷ ἡλίῳ. ΕΚ ΤΩΝ ΤΗΣ ΒΗΤΑ ΡΑΨΩΙΔΙΑΣ ΗΣ ΜΕΡΟΣ ΚΑΙ Η ΒΟΙΩΤΙΑ Ὅτι τῆς ῥαψῳδίας ταύτης ἡ μὲν ἔμμετρος ἐπιγραφὴ αὕτη· Βῆτα δ' ὄνειρονἔχει, ἀγορὴν καὶ νῆας ἀριθμεῖ· ἡ δὲ πεζὴ τοιαύτη· ὄνειρος καὶ κατάλογος· ὥστε μέρος τῆς βῆτα καὶ ἡ Βοιωτία ἤγουν ὁ κατάλογος τῶν νεῶν. Ὅτιἐνταῦθα μὲν διὰ μύθου διδάσκει ὁ ποιητὴς μὴ δεῖν εἶναι τὸν ἄρχοντα παννύχιονεὕδειν λέγων, ὅτι ἄλλοι μέν ῥα θεοί τε καὶ ἀνέρες ἱπποκορυσταί, οἱ περὶ Τροίανδηλονότι πολεμισταί, εὗδον παννύχιοι, Δία δ' οὐκ ἔχε νήδυμος ὕπνος. μετ' ὀλίγα δὲ καὶ γνώμην ἐξάγει αὐτὸ τοῦτο ἀποφαινομένην καὶ διδάσκουσαν, ὡςῥηθήσεται, ἔνθα ὁ ὄνειρος ὀνειδίζει τὸν παννύχιον ὕπνον τῷ Ἀγαμέμνονι. ἐνμέντοι τοῖς ἑξῆς καὶ πραγματικῶς αὐτὸ παραδώσει, τοὺς μὲν ἄλλους Ἕλληναςκοιμωμένους νύκτωρ ποιῶν, τὸν βασιλέα δὲ ἀγρύπνως ἔχοντα. [(ῃ. 1) Ἰστέονδὲ ὅτι τε χαίρει ὡς μάλιστα ὁ ποιητὴς τῷ ῥα συνδέσμῳ, καθὰ καὶ προδεδήλωται· καὶ ὅτι ἐγκλίνεται καὶ αὐτὸς ἐν δέοντι, καθὰ καὶ ἐνταῦθα ἐν τῷ, «ἄλλοι μέν ῥα». καὶ ὅτι κατὰ τοὺς τεχνικούς ἐστι καὶ ἕτερον ῥᾴ, ὃ σημαίνει μὲν τὸ εὐχερῶς, ὥςφασι, γίνεται δὲ ἀπὸ τοῦ ῥᾴδιον κατὰ ἀποκοπήν, διὸ καὶ ὀξύνεται καὶ σὺν τῷˉι γράφεται καὶ οὐδὲ ἐγκλίνεται· λέγεται δέ, φασί, καὶ σὺν τῷ ˉβ βρᾴ, ἐπεὶ καὶ τὸῥᾴδιον Αἰολικῶς βρᾴδιον λέγεται.] (ῃ. 2) Καὶ ὅτι νήδυμος ὕπνος ὁ βαθὺς καὶἀνέκδυτος ἤτοι ὃν οὐ δύναταί τις ῥᾳδίως ἀποδύσασθαι. καὶ γίνεται παρὰ τὸ δύωδύμος καὶ μετὰ τῆς ˉνˉη στερήσεως νήδυμος ἢ ἄγαν δύνων παρὰ τὸ ˉνˉη ἐπιτατικὸνκαὶ τὸ δύω· ἔστι γὰρ ἐπίτασις καὶ διὰ τοῦ ˉνˉη, ὡς δηλοῖ τὸ «πόντος νήχυτος». ὥσπερ δὲ ἀπὸ τοῦ δύω δύμος καὶ νήδυμος, οὕτω καὶ δύμος δίδυμος· δίδυμοι γὰροἱ ὄντες δύο ἐν γαστρὸς καταδύσει μιᾷ. οἱ δὲ νήδυμον ὕπνον φασὶ τὸν ἡδὺνπλεονασμῷ τοῦ νῦ.– καίτοι τινὲς οὐ βούλονται φωνήεντι δασυνομένῳ τὸ ˉν προστίθεσθαι.– οἱ δὲ παλαιοί φασι καὶ δίχα τοῦ νῦ εὑρίσκεσθαι ἥδυμον παρὰ τοῖς μεθ' Ὅμηρον, ὡς παρὰ Ἀντιμάχῳ καὶ Σιμωνίδῃ. τινὲς δὲ καὶ ἐπὶ Ὁμήρου τὴνλέξιν ταύτην εἰς ταὐτὸ ἐβιάσαντο ἀναγνόντες νῦν οὕτω· Δία δ' οὐκ ἔχεν· εἶτα, ἥδυμος ὕπνος. οἱ δὲ οὕτως ἀναγινώσκοντες ἐνταῦθα μὲν εὐπόρως ἔχουσιν εἰς ὃβούλονται διὰ τὴν τοῦ ἔχε τρίτου προσώπου συνθήκην ἐφέλκεσθαι δυναμένου τὸνῦ. ἐν μέντοι τοῖς ἑξῆς εὑρεθήσονται τόποι, ἐν οἷς οὐ δυνήσονται τοιοῦτόν τιποιῆσαι, ἀλλὰ προδήλως τὸ νήδυμος ἀρχόμενον εὑρεθήσεται ἀπὸ τοῦ ˉν στοιχείουμὴ δυναμένου τῇ ὄπισθεν λέξει προστίθεσθαι. Σημείωσαι δὲ καὶ ὅτι ἄλλο μὲντὸ καθεύδειν, ἄλλο δὲ τὸ ὑπνοῦν καὶ οὐκ ἀεὶ τὸ αὐτὸ ἐξ ἀνάγκης δηλοῦσι. καὶγὰρ ἀνωτέρω μὲν ὁ Ζεὺς ἀναβὰς ἐκάθευδεν, ἐνταῦθα δὲ νήδυμος ὕπνος οὐκ εἶχεναὐτόν. ἔστι γὰρ καθεύδειν μὲν τὸ ἁπλῶς ἀναπίπτειν ὡς ἐπὶ ὕπνῳ, ὑπνοῦν δὲ αὐτὸδὴ τὸ ἐκλελύσθαι καὶ ἀπρακτεῖν τὰς αἰσθήσεις. καὶ τοῦτο καὶ ἐν τοῖς ἑξῆςπολλαχοῦ φανήσεται. οὕτω δὲ καὶ τὸ κοιμᾶσθαι τοῦ ὑπνοῦν διενήνοχεν ἐν πολλοῖςὁμοίως τῷ καθεύδειν, ὡς καὶ ὅτε εἴπῃ, ὅτι «κοιμήσαντο καὶ ὕπνου δῶρονἕλοντο». Ἰστέον δὲ ὅτι ἱπποκορυστὰς ἐνόησάν τινες τοὺς ἔχοντας ἱππείας τρίχαςἐν ταῖς κόρυσιν. ἀλλ', εἰ τοῦτο ἦν, ὤφειλεν ἱπποκόρυθας εἰπεῖν ἢ οὕτω πως, ὁμοίως τῷ κορυθάϊκες καὶ κορυθαιόλος. ἔστιν οὖν ἱπποκορυστής ὁ καὶ ἱππιοχάρμης ἤγουν ὁ ἱππότης πολεμιστής. Ὅτι ἐνταῦθα ἔοικεν ἐφερμηνεύειν ὁ ποιητής, τίς ἐστιν ἡ βουλὴ τοῦ Διὸς ἡ ἐν τῇ αʹ ῥαψῳδίᾳ. φησὶ γὰρ ὅτι Ζεὺς μερμήριζεκατὰ φρένα, ὡς Ἀχιλῆα τιμήσῃ, ὀλέσῃ δὲ πολέας ἐπὶ νηυσὶν Ἀχαιῶν. αὕτη ἄρα ἡ βουλὴ τοῦ Διός. (ῃ. 4) Ὅρα δὲ τὸ πολέας· σχῆμα γὰρ ἀμφιβολίαςποιεῖ. ἄδηλον γὰρ εἴτε πολλοὺς τῶν Ἀχαιῶν ὀλέσει, ὧν ὀλλυμένων ἐτιμᾶτοἈχιλλεύς, εἴτε πολλοὺς Τρῶάς τε καὶ Ἕλληνας ἐπὶ ταῖς ναυσὶ τῶν Ἀχαιῶν, ὅπερ καὶ κάλλιον. καὶ γὰρ προϊὼν ἐρεῖ, ὅτι τεθήσονται Ἀχαιοῖς καὶ Τρωσὶνἄλγεα καὶ στοναχαί. Ὅτι ἀποδεχόμενος ὁ ποιητὴς ἐν τῇ ῥαψῳδίᾳ ταύτῃ ἑαυτὸντῆς τοῦ ὀνείρου πλάσεως τοῦ ἀπατήσαντος τὸν Ἀγαμέμνονά φησιν, ὡς πολλὰσκεψαμένῳ τῷ Διΐ– λέγοι δὲ ἂν Δία ὁ ποιητὴς τὸν ἑαυτοῦ νοῦν– αὕτη ἀγαθὴἐφαίνετο βουλή, ἐπιπέμψαι οὖλον ὄνειρον, ὃς κελεύσει τῷ βασιλεῖ θωρῆξαικαρηκομόωντας Ἀχαιοὺς καὶ ἐρεῖ αὐτῷ ὅτι νῦν ἕλοι ἂν πόλιν εὐρυάγυιαν Τρώων. ἐπαινεῖ δὲ ὁ ποιητὴς τὸ τοιοῦτον πλάσμα διά τε τὸ τοῦ ὀνείρου λοξόν, [ὃμάλιστα ἐπιπρέπει χρησμοῖς τοῖς τε ἄλλοις καὶ τοῖς δι' ὀνείρων δὲ οὐχ' ἥκιστα,] καὶ διὰ τὸ πιθανὸν τοῦ τῶν Ἀχαιῶν εἰς τὸν πόλεμον θάρρους. οὐ γὰρ ἂν ἄλλωςἐθάρρησαν οὔτε ὁ βασιλεὺς οὔτε ὁ στρατὸς τὴν ἔξοδον δίχα τοῦ πολεμάρχουἈχιλλέως, εἰ μὴ τοιοῦτος αὐτοὺς ἠρέθισεν ὄνειρος. καὶ οὕτω μὲν πιθανῶςἔσχεν ἡ τῶν Ἑλλήνων τόλμα. (ῃ. 12) Ὁ δὲ ὄνειρος εὖ πέπλασται καὶ εὐφυῶς καὶ χρησμολογικῶς διὰ τὴν λοξότητα· οὐ γὰρ αὐτὸ ἀριδήλως τὸ πρᾶγμα δηλοῖ, ἀλλὰ δι' ὁμωνυμίας ἐπικρύπτει τὴν ἀλήθειαν. τὸ γάρ «νῦν ἕλοι πόλιν Τρώων» διὰ τῆς ὁμωνυμίας τοῦ «νῦν» συνέχεε τὴν ἀλήθειαν λέγοντος μὲν τοῦ ὀνείρου, ὅτι κατὰ τὸ παρὸν δέκατον ἔτος ἁλίσκεται ἡ Τροία, νοηθέντος δὲ λέγειν ὅτισήμερον ἕλοις ἂν τὴν Τροίαν. ἰστέον γὰρ ὅτι τὸ «νῦν» κατὰ τοὺς παλαιοὺς τοὺςτρεῖς χρόνους δηλοῖ, τὸν ἐνεστῶτα, οἷον· «ἦ γὰρ ἄν, Ἀτρείδη, νῦν ὕσταταλωβήσαιο»· καὶ τὸν παρῳχημένον, ὡς τὸ «νῦν ὤλετο πᾶσα Ἴλιος κατ' ἄκρης»· καὶ τὸν μέλλοντα, οἷον· «νῦν δὲ δὴ Αἰνείαο βίη Τρώεσσιν ἀνάξει». καὶ σημείωσαιὅτι οὐδὲ τὴν ἐν τοῖς λογίοις ἤτοι τὴν ἐν τοῖς χρησμοῖς λοξότητα ἠγνόησεν ὁποιητής, ὅσγε καὶ πλάττει ἄρτι τοιοῦτον λόγιον. χρησμὸς γάρ τίς ἐστι πάντωςκαὶ ὁ ὄνειρος ὁ ῥηθείς, ὅς, καθάπερ ἐφάνη, λελόξωται διὰ τὸ τοῦ «νῦν» πολυσήμαντον. (ῃ. 5) Ὅτι δὲ τὸ τοιοῦτον πλάσμα πάνυ Ὅμηρος ἀπεδέξατο, δῆλον ἐκ τοῦ εἰπεῖν τὴν τοιαύτην βουλὴν οὐ πυκνήν, καθάπερ μετ' ὀλίγα ἐρεῖ τὸν Ἀγαμέμνοναπυκινὴν ἀρτύνεσθαι βουλήν, ἀλλὰ ἀρίστην ὑπερθετικῶς. φησὶ γὰρ ὅτι βουλευσαμένῳ πολλὰ τῷ Διῒ αὕτη ἀρίστη κατὰ θυμὸν ἐφαίνετο βουλή, ἡ μετὰ τὰςπολλὰς δηλαδὴ τὰς προτέρας ἐκείνας. καὶ σημείωσαι καὶ ἐνταῦθα τὴν τῆςπαροιμίας ἀλήθειαν τῆς καὶ παρ' Εὐριπίδῃ λεγούσης ὅτι «αἱ δεύτεραίπως φροντίδες σοφώτεραι». τῇ γὰρ ὑστέρᾳ βουλῇ ὁ Ζεὺς ἐνταῦθα συγκατατίθεται. (ῃ. 6 ς.) Ἰστέον δὲ ὅτι ἡ τοῦ ὀνείρου ἀπάτη γίνεται εἰς τοῦτο καὶ μόνον τὸπεῖσαι τὸν βασιλέα ἐξαγαγεῖν εἰς μάχην τὸν λαὸν δίχα τοῦ Ἀχιλλέως, ὡςἔκτοτε τῶν Ἀχαιῶν ἐξ ἀνάγκης ἡττηθησομένων πιθανῶς. ὁ δὲ βασιλεὺς πείθεταιθεῖον εἶναι μαθὼν τὸν ὄνειρον· ὑπαχθεὶς δὲ καὶ ὡς ὑπὸ δελέατός τινος τοῦταχὺ ἁλῶναι τὴν Τροίαν ἤτοι νῦν αὐτίκα σήμερον. Οὖλον δὲ ὄνειρον ἐνταῦθαὁ ποιητὴς λέγει τὸν ὀλέθρου αἴτιον τοῖς Ἕλλησι διὰ τὴν ἀπάτην, ὑφ' ἧςθαρρήσαντες τὸν πόλεμον δίχα τοῦ Ἀχιλλέως κακῶς ἔπαθον. προϊὼν δὲ τὸναὐτὸν καὶ θεῖον ὄνειρον ὀνομάζει, ὅπερ ἐστι διάφορον πρὸς τὸ «οὖλος ὄνειρος», ὥσπερ καὶ τὸν Φοῖβον ὁ μῦθος διαφόροις ὀνόμασι καλεῖ, ποτὲ μὲν Ἀπόλλωναὀνομάζων αὐτόν, ποτὲ δὲ ἰατρόν, ὡς προγέγραπται. οὕτω γοῦν καὶ ὁ ὄνειροςοὖλος μὲν διὰ τὸ τέλος· ὄλεθρον γὰρ ποιήσει· θεῖος δὲ ὡς θεόπεμπτος· Διὸςγάρ ἐστιν ἄγγελος· τινὲς δὲ οὖλον ὄνειρον τὸν ὑγιῆ φασιν ἀπὸ τοῦ ὅλος, ὅθενκαὶ οὖλος ἄρτος ὁ ὁλόκληρος. εἰ γὰρ καὶ ὁ βασιλεὺς οἰήσεται τὸν ὄνειρονἀτελῆ διὰ τὴν ἄγνοιαν τοῦ νῦν, ἀλλ' αὐτὸς τέλειος ἦν. δύναται δὲ καί, ὥσπεροὔλη θρὶξ ἡ συνεστραμμένη, παρὰ τὸ εἰλῶ, ἀφ' ἧς ὁ οὐλόθριξ, οὕτω καὶ οὖλοςὄνειρος λέγεσθαι ὁ στρεβλὸς καὶ σκολιὸς διὰ τὴν ἀσάφειαν. (ῃ. 11) Καρηκομόωντας δὲ λέγει τοὺς Ἀχαιοὺς ἤτοι κομῶντας τὰ κάρηνα καὶ πολύτριχας, διότιἔθος ἦν αὐτοῖς κόμην τρέφειν, οὐ μόνον εἰς κάλλος ἀλλὰ καὶ διὰ τὸ φοβερόν. οὕτω γὰρ καὶ λέων χαιτήεις φοβερώτερος τοῦ μὴ χαίτην ἔχοντος. λέγονταιδὲ τὸν μὲν ἄλλον πάντα χρόνον κομᾶν οἱ Ἕλληνες, ἐν δὲ πένθους καιρῷ κείρεσθαι. ὡσαύτως δὲ καὶ ἐν καιρῷ ἀκμῆς ἤτοι τελείας ἡλικίας. τηνικαῦτα γὰρ πλόκαμονκείραντες ἀνετίθουν Ἀπόλλωνι κουροτρόφῳ καὶ ποταμοῖς, καθάπερ ὁ Ὅμηρος ἱστορήσει ἐν τοῖς ἑξῆς. καὶ ἦν οὗτος μὲν ὁ πλόκαμος «θρεπτήριος» κατὰ τὸν Αἰσχύλον, πενθητήριος δὲ ὁ ἕτερος. λέγεται δὲ τῆς τομῆς τοῦ θρεπτηρίουπλοκάμου κατάρξαι Θησεύς· κειράμενος γάρ, φασί, τὴν ἐμπροσθίαν κόμηνεἰς Δῆλον ἀνέθετο τῷ Ἀπόλλωνι. εἰ δέ τινες τῶν Ἑλλήνων οὐκ ἦσαν καρηκομόωντες, παρεσημειώσατο αὐτοὺς ἡ ἱστορία καὶ ἐκ τοῦ τοιούτου παρασήμουτοὺς ἄνδρας ὠνόμασε Κουρῆτας αὐτοὺς ὀνομάζεσθαι λέγουσα, τοὺς δὲἀντιθέτους αὐτοῖς Ἀκαρνᾶνας ἱστοροῦσα λέγεσθαι, ὡς καὶ ἐν τοῖς μετὰ ταῦταλεχθήσεται. Ἰστέον δὲ [ὅτι τε φυσικαῖς θριξὶν ἔθαλλον οἱ Ὁμηρικοὶ καρηκομόωντες, οὐ μὴν ἐντριβόμενοι κατὰ τοὺς ὕστερον καὶ προκόμια περίθεταφέροντες ἐφενάκιζον γυναικικώτερον. καὶ] ὅτι τὸ καρηκομόωντας οἱ μὲν τῶνπαλαιῶν ὑφ' ἓν ἀναγινώσκουσιν, οἳ δὲ ἐν δυσὶ μέρεσι λόγου «κάρη», εἶτα «κομόωντας». καὶ ὅτι ἐκ τοῦ τοιούτου κομᾶν λέγεται κομᾶν καὶ τὸ ἐπί τινι κατορθώματιἐπαίρεσθαι, ὡς ἄλλοι τε δηλοῦσι καὶ Ἡρόδοτος ἐν τῷ «ἐπὶ τυραννίδι ἐκόμησε». καὶ ὅτι κατὰ τὴν Ἡροδότου ἱστορίαν ποτὲ χρόνου Ἀργεῖοι μὲν διά τι πένθος κατεκείροντο τὰς κεφαλὰς πρότερον κομῶντες· Λακεδαιμόνιοι δὲ οἱ νικήσαντεςἔθεντο νόμον μὴ κομῶντες πρώην ἀπὸ τούτου κομᾶν. [ὡς δὲ καὶ συγγενῶςἔχει ὁ καρηκομόων καὶ ὁ ἀκειρεκόμης καὶ ὁ ἀκερσεκόμας, αἱ χρήσεις δηλοῦσιν]. (ῃ. 8) Ὅτι τὸ «βάσκ' ἴθι» ταὐτολογίαν ἔχει, ὡς καὶ ἐν τῇ ἄλφα ῥαψῳδίᾳγέγραπται, κατὰ τὸ σχῆμα τὸ ἐκ παραλλήλου λεγόμενον. καί εἰσιν ἰσοδύναμοιλέξεις τό τε ἴθι καὶ τὸ βάσκε· ἢ καὶ ἄλλως, τὸ μὲν βάσκε ἀντὶ τοῦ πορεύθητι, τὸ δὲ ἴθι κατὰ τοὺς παλαιοὺς ἐπίρρημα παρακελεύσεως, ὡς καὶ παρὰ Σοφοκλεῖ·» ἴθ' ἐκκάλυψον, ὡς ἴδω τὸ πᾶν κακόν». τοὺς δὲ γράφοντας ὑφ' ἕν, «βάσκιθι», ἀνατρέπουσιν οἱ παλαιοί. καθ' ὁμοιότητα δὲ τοῦ βάσκ' ἴθι ῥηθήσεταί που ἐντοῖς ἑξῆς καὶ τὸ «δεῦρ' ἴθι», ἐπὶ προσκλήσεως μέντοι ἐκεῖνο. Ἰστέον δέ, ὡςἀσύνδετον ὧδε σχῆμα τὸ «βάσκ' ἴθι, οὖλε ὄνειρε, ἐλθὼν ἐς κλισίην Ἀγαμέμνονος ἀγορεύεμεν ὡς ἐπιτέλλω· θωρῆξαί ἑ κέλευε Ἀχαιοὺς πανσυδίῃ». ἀσυνδέτως γὰρ εἶπε βάσκ' ἴθι, ἀγόρευε, κέλευε. καὶ ἔστι, φασίν, ὁ λόγος ἀρχοντικὸςἤτοι ἄρχοντι πρέπων. Ὅρα δὲ τὸ «ἀγόρευε ὡς ἐπιτέλλω». ἀρέσκει γὰρ Ὁμήρῳ τοὺς ἀγγέλους αὐτὰ ἐκεῖνα λέξεσιν αὐταῖς ἀγγέλλειν, ὅσα παρηγγυήθησαν. διὸ καὶ ταὐτολογεῖ ἐν ταῖς ἀγγελίαις ὁ ποιητής. εἰ δέ τι καὶ πλεῖον ἐπινοησάμενος προσθήσει ὁ ἄγγελος, τοῦτο τῆς ἐκείνου συνέσεως. τὸ μὲν γὰρ ἐπιταχθὲνοὐ μετεποίησεν· ὃ δὲ ἔδει προσεπιθεῖναι, εἶπε καὶ αὐτὸ εὖ ποιήσας. «ἐσθλὸνγὰρ καὶ τοῦτο τέτυκται» κατὰ τὸν ποιητήν, «ὅτ' ἄγγελος αἴσιμα εἰδῇ». ὁγοῦν ὄνειρος, καίτοι μὴ παραγγελθείς, ὅμως εἰκάζεται τῷ Νέστορι, ὀνειδίζειδὲ καὶ τῷ βασιλεῖ τὸν πάννυχον ὕπνον, οὐδέν τι ποιῶν ἀπεικός. οὐ γὰρ ἔβλαπτεταῦτα τὴν ἀγγελίαν. σημείωσαι δὲ ὅτι καθ' Ἡρόδοτον καὶ τὸν Ξέρξην ὄνειρονἔπεισε στρατεύσασθαι, «ἵνα τὸ χρεών», φησί, «γένηται». ἔνθα καὶ ὅρα τὸ ὄνειρονοὐδετέρως λεχθὲν καὶ τὸ χρεὼν ἤτοι πεπρωμένον, ὅπερ τὸν παρ' Ὁμήρῳ Δία ἀλληγορεῖ τὸν εἰς εἱμαρμένην λαμβανόμενον. [ἄλλος δὲ ῥήτωρ εἰπών, ὡς ἀπῆλθεν ὁ δεῖνα εἰς τὸ χρεών, τὸν φυσικὸν οὕτω θάνατον ἔφρασεν, ὃν χρεωστοῦντες οἱ ἐν γενέσει ἀποτίνουσιν ἀναλύοντες.] (ῃ. 11) Ἰστέον δὲ ὡς Ὅμηρος μὲν θωρήσσειν ἀεὶ ἐπὶ ὁπλισμοῦ φησιν, οἱ δὲ μετ' αὐτὸν καὶ ἐπὶ μέθης τὴνλέξιν τιθέασιν, ὅθεν καὶ θώρηξις κατὰ τοὺς παλαιοὺς οἰνοποσία καὶ ἀκρατοποσία, ἴσως δὲ καὶ αὐτὸ διὰ τὸ μάχιμον τῶν μεθυόντων. (ῃ. 12) Τὸ δὲ πανσυδίῃ καὶδιὰ τῶν δύο σίγμα γράφουσιν οἱ παλαιοί, ὡς τὸ σύσσιτος, σύσσωμος καὶτὰ ὅμοια. δηλοῖ δὲ κατά τινας τὸ παμπληθεί· ἕτεροι δέ φασι πασσυδίῃ ἀντὶτοῦ πανστρατιᾷ, μηδενὸς ἀπομάχου μένοντος· [ἄλλοι δὲ πανσυδίῃ ἀντὶ τοῦπανορμεί·] Αἴλιος δὲ Διονύσιος ἀντὶ τοῦ παντελῶς, ὅθεν παρὰ Θουκυδίδῃ τὸ» πασσυδεὶ διεφθάρθαι». Ἰστέον δὲ ὅτι τε τὴν ῥηθεῖσαν θώρηξιν διὰ τοῦ ˉομικροῦ καὶ ἰῶτα γράφουσί τινες ὡς ἀπὸ τοῦ θόρω τὸ πηδῶ διὰ τὸ θούρουςεἶναι τοὺς μεθύοντας καὶ ὅτι χρῆσις αὐτῆς ἐν τῷ «λιμὸν θόριξις λύει». Ὅτιτὴν Τροίαν περιφράζων πόλιν εὐρυάγυιαν Τρώων καλεῖ. ἔστι δὲ εὐρυάγυιαἡ πλατύρρυμος· ἀγυιὰ γὰρ ἡ κοινῶς λεγομένη ῥύμη, ἀφ' ἧς καὶ ἀγυιεὺς κίωνἱερὸς Ἀπόλλωνος πρὸ θυρῶν ἑστώς, λήγων εἰς ὀξύ. γίνεται δὲ παρὰ τὸ ἄγειν· ὅθεν καὶ ὁ ἀγὼν καὶ ἡ ἀγορά. ἐναντία δὲ ἡ εὐρυάγυια ταῖς στενωποῖς. ἔφηδέ τις καὶ «ἀγυιάτιδας θεράπνας» τοὺς πρὸ τῶν θυρῶν βωμούς, [οἳ πρὸς χάρινἈγυιέως Ἀπόλλωνος ἵδρυντο, τιμωμένου πρὸ πυλῶν ὡς ἀλεξικάκου. ὅτι δὲ καὶ προπαροξύνεται ἡ ἀγυιά, δηλωθήσεται ἐν τοῖς ἑξῆς.] (ῃ. 13) Ὅτιτὸ ἀμφιβάλλειν καὶ ἀμφισβητεῖν καὶ ἀμφιλέκτως ἔχειν ἀμφὶς φράζεσθαι λέγει. [Οὕτω διχονοητικὸν καὶ τὸ «ἀμφὶς φρονέοντε». σημαίνει δέ ποτε ἡ λέξις καὶτὸ ἐκτός, οἷον «ἀμφὶς ὁδοῦ δραμέτην»· ἔτι δὲ καὶ τὸ ἀμφότεροι, ὡς τὸ «ἀμφὶςἀριζήλω». ἰστέον δὲ ὅτι καθάπερ ἀπὸ τῆς εἰς προθέσεως καὶ τῆς ἐξ καὶ τῆςπρός καὶ τῆς ἀνά καὶ κατά γίνεται ἐπιρρήματα τὸ εἴσω, τὸ ἔξω, τὸ πρόσω, ἀφ' οὗ τὸ πόρρω, τὸ ἄνω, τὸ κάτω, καὶ ἐκ τῆς περί τὸ πέριξ, ὅθεν τὸ ἀπρίξ κατὰσυγκοπήν, καὶ ἐκ τῆς ἀπό τὸ ἄπο, οὕτως καὶ τὸ ἀμφίς ἐκ τῆς ἀμφί, οὐ τῆςλαμβανομένης ἀντὶ τῆς περί, οἷον· «ἀμφ' ἀγαθὸν θεράποντα» ἢ ἀντὶ τῆς ἐν, οἷον· «ἀμφὶ πυρὶ στῆσαι τρίποδα» ἢ ἀντὶ τῆς ἐπί, οἷον· «ἣν κτεῖνεν ἀμφ' ἐμοί»· ἀλλὰ τῆς σημαινούσης τὸ δύο ἐν τῷ ἀμφίδυμος, ἀμφίστομος.] (ῃ. 15) Ὅτι ἐν τῇ αʹ ῥαψῳδίᾳ τὸ ἅπτεσθαι συντάξας αἰτιατικῇ, ὡς ἐκεῖ ἐδηλώθη, ἐνταῦθα δοτικῇ συντάσσει. φησὶ γάρ «Τρώεσσι δὲ κήδε' ἐφῆπται» ἤτοι τῶν Τρώων κατὰ λόγον ἀντιπτώσεως. τινὲς δὲ τὸ ἐφῆπται ἀντὶ τοῦ ἐπίκειται, ἐπικρέμαται. λέγεται δὲ καὶ ἐπὶ τοῦ κρέμασθαι τὸ ἅπτεσθαι, ὡς δηλοῖ τό «βρόχονἥψατο». ἐρεῖ δὲ καὶ ἐν τοῖς ἑξῆς ὁ ποιητής· «ὀλέθρου πείρατ' ἐφῆπται» κατὰὁμοίαν ἔννοιαν. κήδεα δὲ αἱ βλάβαι ἀπὸ τοῦ κήδω τὸ βλάπτω, τοῦ ἀντιφραζομένου μὲν πρὸς τὸ ἕτερον κήδω, ἐξ οὗ καὶ ὁ κηδεμὼν καὶ ὁ κηδεστής, ἔχοντοςδὲ καί τινα ὁμοιότητα· καὶ γὰρ καὶ ὁ κηδόμενος φροντίζει τῶν φιλουμένωνκαὶ ὁ κήδων τῶν μισουμένων, πλὴν ὁ μὲν εἰς καλόν, ὁ δὲ εἰς κακόν. (ῃ. 19) Ὅτι ἐν μὲν τῷ τέλει τῆς ἄλφα ῥαψῳδίας γλυκὺν ἔφη τὸν ὕπνον, ἐνταῦθα δὲμελίφρονα καὶ ἀμβρόσιον, τὴν αὐτὴν δηλῶν ἔννοιαν. γλυκὺ γὰρ καὶ ἡ ἀμβροσία, ἧς παρώνυμον ὁ ἀμβρόσιος, οἷον· «περὶ δ' ἀμβρόσιος κέχυτο ὕπνος». προϊὼνδὲ καὶ τὴν νύκτα, καθ' ἣν ὁ ὕπνος, ἀμβροσίαν ἐρεῖ. Τὸ δὲ ἐκέχυτο ὡς ἐπὶ ὑγροῦἔφη περιχεομένου ὅλῳ τῷ σώματι. τοῦτο δὲ διὰ τὴν ἐν ὕπνῳ ἀπραξίαν ὅλουτοῦ σώματος καὶ διότι ὁ ὕπνος, φασίν, ἐξ ὑγρότητος. ὁ δὲ περικεχυμένος ὕπνοςεἰκότως ἂν καὶ νήδυμος λέγοιτο, ἐξ οὗ ὡς ἀπὸ ὑγροῦ τινος βαθέος οὐκ ἔστινἀναδῦναι τὸν ὑπνώττοντα. ὅρα δὲ ὡς ἡ Ὁμηρικὴ ἀμβροσία καὶ ὁ ἐξ αὐτῆςἀμβρόσιος ὕπνος, ἀλλὰ δὴ καὶ τὸ νέκταρ, ἀπέχρησε τοῖς ὕστερον καὶ εἰς κυρίωνὀνομάτων εὕρεσιν· Ἀμβρόσιος γάρ τις ἀνὴρ ἐκλήθη καί τις ἕτερος Νεκτάριος. Ὅτι Ὅμηρος εἰδὼς, ὡς εἰώθαμεν ἄνθρωποι ἐν ὕπνοις ἐκείνους ὡς ἐπὶ πολὺ φαντάζεσθαι, οἷς προσπαθῶς πως ἔχομεν [κατὰ τὸ «οὗ περ ὀΐω μεμνήσεσθαιἔν περ ὀνείρῳ»], τῷ Νέστορι πλάττει ἀπεικασθῆναι τὸν ὄνειρον. διὰ τί; διότι, φησί, μάλιστα γερόντων αὐτὸν ὁ Ἀγαμέμνων ἐτίμα, οὐ μόνον ὡς συνετὸνἀλλὰ καὶ ὡς φιλοβασιλέα, καθὰ καὶ ἐν τῇ αʹ ῥαψῳδίᾳ ἐδείχη καὶ μετὰ ταῦταδὲ φανήσεται. δῆλον δὲ ὅτι πᾶς ὄνειρος καθ' αὑτὸν μὲν ἀθέατος, τῇ δὲ πρὸςτὰ πρόσωπα ἢ πρὸς ἕτερά τινα σώματα ἐξομοιώσει τῇ φαντασίᾳ γίνεται θεατός. (ῃ. 20) Ἵστασθαι δὲ ὑπὲρ κεφαλῆς τῷ βασιλεῖ λέγει τὸν ὄνειρον αἰνιττόμενοςἐν τῇ κεφαλῇ τὸ λογιστικὸν εἶναι, ὅπου καὶ ὁ ἐγκέφαλος, ἐξ οὗπερ ἡ ἀρχὴτῶν αἰσθήσεων. Ἡρόδοτος δὲ εἰς ὅμοιον ἱστορίας τρόπον ἐλθὼν ἄλλως ἔφρασενεἰπών· «ὑπερστὰν δὲ τὸ ὄνειρον τοῦ Ἀρταβάνου εἶπε». (ῃ. 21) Γέροντας δέφασιν οἱ παλαιοὶ παρ' Ὁμήρῳ τοὺς ἐντίμους λέγεσθαι, ὥσπερ δὴ καὶ ἐνταῦθακαὶ μετ' ὀλίγον ἐν τῷ «βουλὴ μεγαθύμων γερόντων». ἐν οἷς καὶ Διομήδης ἦνκαὶ οἱ Αἴαντες, οἳ χρόνῳ μὲν οὐκ ἦσαν γέροντες, ἄλλως μέντοι ὡς ἔντιμοιμετὰ τῶν γερόντων κατελέγοντο. ὅτε μέντοι ὁ ποιητὴς γέροντα ἑνικῶς εἴπῃ, τότε δὴ τὸν τῷ χρόνῳ πεπαλαιωμένον δηλοῖ. Σημείωσαι δὲ ὅτι καὶ ἐν τῷ» γέροντας ἀριστῆας Παναχαιῶν» γέροντας τοὺς ἐντίμους εὑρήσομεν δηλουμένους, ἐν οἷς οὐ μόνον γέροντες τῇ ἡλικίᾳ καί ποτε ὄντες ἀριστεῖς, ἀλλὰκαὶ νέοι ἐνεργοῦντες ἄρτι τὸ ἀριστεύειν, οἳ παραχωροῦντες τῆς κλήσεως τῶνἀριστέων τοῖς γηραιοῖς ἀντιλαμβάνουσι τὸ λέγεσθαι καὶ αὐτοὶ γέροντες, οὐμόνον διὰ τὸ ἄξιοι εἶναι τοιοῦτοι γενέσθαι διὰ μακροβιότητος, ἀλλὰ καὶ διὰφρόνησιν, δι' ἣν καὶ ὁ Τυρσηνὸς Τάρκων καὶ ὁ Τρωϊκὸς Κύκνος πολιοὶ ἐκγενετῆς φημίζονται. τάχα δὲ καὶ ὡς οἷον ἐκ μέρους ἀριστεῖς μὲν οἱ γέροντεςδιὰ τοὺς ἐν τῷ τοιούτῳ συλλόγῳ ἀριστέας, γέροντες δὲ αὖ πάλιν οἱ ἀριστεῖςδιὰ τοὺς συναναμεμιγμένους αὐτοῖς γέροντας κατά τινα οἷον ἐπάλλαξιν ἢἀντίδοσιν. (ῃ. 24) Ὅτι «οὐ χρὴ παννύχιον εὕδειν βουληφόρον ἄνδρα, ᾧ λαοίτ' ἐπιτετράφαται καὶ τόσσα μέμηλε». γνωματεύει δὲ ὁ λόγος ὅτι ἀνὴρ μὲνἰδιώτης τάχα ἂν οὐκ ἐπιψόγως ὑπνώσῃ παννύχιος καὶ οὐδὲ ὁ ἁπλῶς βουληφόροςἄγρυπνος ἔσται, ὁ μέντοι βουληφόρος βασιλεὺς οὐκ ἂν διὰ πάσης δεόντωςὑπνώσῃ νυκτός. (ῃ. 25) Τὸ γάρ «ᾧ λαοὶ ἐπιτετράφαται καὶ τόσσα μέμηλε» τὸν βασιλέα δηλοῖ, ᾧτινι οὐ λαὸς ἐπιτέτραπται ἀλλὰ λαοί· καὶ οὐδὲ ἁπλῶςὀλίγα μέμηλεν, ἀλλὰ τόσσα, τουτέστι πολλὰ κατὰ σχῆμα θαυμασμοῦ. δεῖτοίνυν τὸν τοιοῦτον ἄρχοντα διδόναι τι ἐγρηγόρσεως καὶ τῇ νυκτὶ διὰ τὰςτηνικαῦτα σκέψεις τῶν βουληφόρων κατὰ τὴν παροιμίαν τὴν λέγουσαν «ἐννυκτὶ βουλή». διὸ καὶ εὐφρόνη λέγεται ἡ νύξ, ὥς φασιν οἱ παλαιοί. ὅθεν λαβὼν Εὐριπίδης ἔφη τὸ «ἤδη πότ' ἄλλως νυκτὸς ἐν μακρῷ χρόνῳ ἐφρόντισα» καὶἑξῆς, ὡς τῶν καιριωτέρων σκέψεων νυκτὸς μάλιστα φροντιζομένων. τὸ δ' ἐπιτετράφαται ἔστι μὲν Ἰωνικὸν ὅμοιον τῷ τετύφαται, δηλοῖ δὲ ἐπίτροπονεἶναι τὸν βασιλέα λαοῦ· πάντως γὰρ ἐπίτροπος λέγοιτ' ἂν καὶ ᾧπερ ὁ λαὸςἐπιτέτραπται, ὥσπερ καὶ οἰκίας ἐπίτροπος ὁ οἰκονόμος. μέμηλε δὲ τὸ διὰφροντίδος γίνεται· ἔστι δὲ μέσος παρακείμενος, καθὰ καὶ τὸ προβέβουλα, ὡςἐν τῇ αʹ ῥαψῳδίᾳ εἴρηται. [Ἰστέον δὲ ὅτι πάντως εὐρυκρείων, ᾧ λαοὶ ἐπιτετράφαται, καὶ ὅτι δοκεῖ εὐλόγως παρὰ Λάκωσι Ζεὺς Ἀγαμέμνων ἐπιθετικῶςεἶναι, ὡς ὁ Λυκόφρων λαλεῖ· Ἀγαμέμνων τε γὰρ εὐρυκρείων καὶ Ζεὺς εὐρυμέδων. εἰ δὴ ταὐτὸν εὐρυκρείων καὶ εὐρυμέδων, λέγοιτ' ἂν διὰ τοῦτο διθυραμβικώτερον καὶ Ἀγαμέμνων Ζεύς, καθότι καὶ εὐρυκρείων. Τὸ δέ «τόσσα μέμηλε» ἤγουν πάνυ πολλὰ καὶ ὡς οἷον ἄρρητα, συντελεῖ τι εἰς τὸ μὴ χρῆναι παννύχιονεὕδειν τὸν τοιοῦτον βουληφόρον. οὐ γὰρ ἂν αὐτῷ ἀρκοίη πρὸς βουλὴν ἡ ἡμέρα, μεμήλοι δὲ ἂν πολλὰ καὶ νύκτωρ· ἀγρυπνητέον ἄρα. δῆλον δὲ καὶ ὡς τοῦπαννύχιος προϋπάρχει τὸ πάννυχος.] (ῃ. 26) Ὅτι καὶ ἐνταῦθα τὸ ξυνίημιγενικῇ συντάσσει ὁ ποιητὴς λέγων· «νῦν δ' ἐμέθεν ξύνες ὦκα, Διὸς δέ τοιἄγγελός εἰμι». οὕτω δὲ καὶ ἐν τῇ αʹ ῥαψῳδίᾳ συνέταξεν, ὅτε ξυνιέναι εἶπεν ὁ Νέστωρ τῶν ἑαυτοῦ βουλευμάτων τοὺς Λαπίθας. Διὸς δὲ ἄγγελον εἰπὼνὍμηρος τὸν ὄνειρον τὸν ῥηθέντα ἐδήλωσε τὸ διοπέμπτους εἶναι τῶν ὀνείρωντινάς, ὡς καὶ ἐν τῷ «καὶ γάρ τ' ὄναρ ἐκ Διός ἐστιν». ἔτι δὲ καὶ ἐτυμολογίανἐνέφηνε τῆς λέξεως· αὐτός τε γὰρ ἄγγελος εἶναί φησι Διός, οὗπερ οὐκ ἀπατηλὰεἶναι τὰ ἔπη προείρηται, καὶ ὄνειρος δὲ λέγεται παρὰ τὸ τὸ ὂν εἴρειν, ὅ ἐστινἀγγέλλειν τὸ ἀληθές· ἐξ οὗ καὶ ἡ Ἶρις παράγεται ἡ τῶν θεῶν κατὰ τὸν μῦθονἄγγελος, ὡς δηλοῖ καὶ τὸ «Ἶρις ἀγγελέουσα». (ῃ. 27) Ὅτι τὸ «ὃς σεῦ ἄνευθεν ἐὼν μέγα κήδεται ἠδ' ἐλεαίρει» εἴποι ἄν τις περὶ τοῦ ἐν τῷ ἀποδημεῖνἐπιστρεφομένου τινὸς τῶν ὑποδεῶν. [Ἰστέον δὲ ὅτι πρὸς σαφήνειαν ἐτέθητὸ ἐλεαίρει μετὰ τὸ κήδεται, διότι τὸ κήδειν καὶ ἐπὶ βλάβης λέγεται.] (ῃ. 33) Ὅτι τὸ «ἀλλὰ σὺ σαῖς ἔχε φρεσίν» ἀρχή ἐστι τοῦ ἐχέφρων συνθέτου ὀνόματος· ὁ γὰρ ἔχων ἐν φρεσὶ καὶ μὴ ἐπιλανθανόμενος ἐχέφρων ἂν λέγοιτο. καὶγὰρ καὶ ἔχειν ἐν φρεσὶν ἐνταῦθα οὐ τὸ φυλάξασθαι καὶ μηδενὶ ἐξειπεῖν, ἀλλὰτὸ διαμνημονεύειν. διὸ καὶ ἐφερμηνεύων φησί· μηδέ σε λήθη αἱρείτω. [(ῃ. 34) Ὅτι ἐν τῷ «εὖτ' ἄν σε μελίφρων ὕπνος ἀνήῃ» μελίφρων μὲν ὁ γλυκύς, ἃ δὴκαὶ οἴνου εἰσί ποτε ἐπίθετα. Τὸ δὲ ἀνήῃ σημαίνει μὲν τὸ ἀνήσει, ἀφήσει, χαυνώσῃ· γίνεται δὲ ἢ ἀπὸ τοῦ ἀνῶ, ἀνῇς, ἀνῇ, πλεονασμῷ τοῦ ˉη ἢ ἀπὸ τοῦἀνείη εὐκτικοῦ τροπῇ συνήθει τοῦ ˉε εἰς ˉη, ὡς προσγεγράφθαι τὸ ˉι. λέγεταιδέ ποτε ἀνεῖναι καὶ τὸ ἀναπεῖσαι καὶ τὸ ἐρεθίσαι δέ. οὕτω γάρ τις ἀνίησι κύναεἰς θήραν. ἐκ τοῦ τοιούτου δὲ ῥήματος καὶ ἄνετοι βόες οἱ ἄφετοι καὶ ἀγελαῖοικαὶ ἀνειμένος ὁ ἀπόλυτος καὶ ἀνεπίτακτος, ὡς τὸ «ἀνειμένη μέν, ὡς ἔοικας, αὖ τρέφῃ»· καὶ ἀνέδην ἐπίρρημα τὸ ἀνέτως καὶ ἐλευθέρως. ἔστι δὲ τὸ «εὖτ' ἄν σε μελίφρων ὕπνος ἀνήῃ» περίφρασις τοῦ «ὅτ' ἂν ἀφυπνισθῇς».] (ῃ. 36) Ὅτι ὁ ἐλπίζων τὰ μὴ γενησόμενα λέγοιτο ἂν ταῦτα φρονεῖν ἀνὰ θυμόν, ἃ οὐτελέεσθαι ἔμελλον. (ῃ. 38) Ὅτι ἔθος Ὁμήρῳ ἐν πολλοῖς ἀναφωνεῖν τὸ νήπιος ἐπὶ τῶν μὴ βουλευομένων ἢ μὴ νοούντων καλῶς. ὥσπερ δὴ καὶ ἐνταῦθα νήπιοναὐτὸν ὁ ποιητὴς λέγει τὸν Ἀγαμέμνονα ὡς μὴ σκεψάμενον, τί βούλεται ὁχρησμός. ὁ μὲν γάρ, ὡς προείρηται, τὸ νῦν πλατικῶς λέγει, ὡς καὶ ὅτε Ἡσίοδόςφησι· «νῦν γὰρ γένος ἐστὶ σιδήρεον». ὁ δὲ Ἀγαμέμνων ἀπραγμόνως οὕτωτὸ «νῦν ἕλοις πόλιν εὐρυάγυιαν Τρώων» ἀκαριαίως ἀντὶ τοῦ τῷ ἤματι ἐκείνῳκαὶ αὐθημερόν ἐνόησε. διὸ καὶ νήπιον αὐτὸν λέγει ὡς μὴ οἴκοθεν νοήσανταἤγουν ἀλλά, ὡς ἑτέρως ἐχρῆν, ἢ μάντιν ἐπερωτήσαντα ἢ ἄλλο τι πεποιηκόταεἰς διασάφησιν τῆς ὁμωνυμίας τοῦ χρησμοῦ. καὶ τοῦτό ἐστιν ὁ πᾶς ψόγοςτοῦ Ἀγαμέμνονος, ὅτι οὐκ ἐπέστησε τῇ σημασίᾳ τοῦ νῦν. καίτοι καὶ ἄλλωςἔπταισεν, ὥς φασιν οἱ παλαιοί. πανσυδίῃ γὰρ κελευσθεὶς πολεμῆσαι, ὁ δὲοὐχ' οὕτως ἐποίησεν, ἀλλὰ τοὺς Μυρμιδόνας ἀφεὶς καὶ τὸν Ἀχιλλέα ἐπολέμησεν. ἀλλ' ὁ ποιητὴς τοῦτο οὐ παρασημαίνεται. τάχα γὰρ τὸ πανσυδίῃ οὐ τὸ παμπληθεί δηλοῖ ἀλλὰ τὸ προθύμως καὶ πάσῃ ὁρμῇ, ἐκ τοῦ πᾶν καὶ τοῦ σύω, τὸ ὁρμῶ, ὅπερ ὁ Ἀγαμέμνων πεποίηκεν. (ῃ. 39 ς.) Ὅτι ἐν τῷ εἰπεῖν «ὡς ἔμελλεν ὁ Ζεὺς ἄλγεά τε στοναχάς τε θήσειν Τρωσὶ καὶ Δαναοῖς» παρεμφαίνει ὁ ποιητής, ὡς ἐν καταρχαῖς γέγραπται, Ἰλιάδα λέγεσθαι, ὡς περιέχουσαν μὴ μόνα τὰτῶν Ἰλιέων ἀλλ' ἁπλῶς τὰ συμβάντα κατὰ τὴν Ἴλιον. τὸ δὲ σχῆμα προαναφώνησις. (ῃ. 41) Ὅτι τὸν ὄνειρον καὶ ὀμφὴν λέγει· ἐκεῖνο μέν, ὡς τὸ ὂν εἴροντα, καθάπερ εἴρηται, τουτέστιν ἀγγέλλοντα· Διὸς γὰρ αὐτὸν ἔφη ἄγγελον. τοῦτοδὲ παρὰ τὸ τὸ ὂν φαίνειν. ταὐτὸν οὖν δηλοῦσιν ἐνταῦθα ὄνειρός τε καὶ ὀμφή. ὥσπερ δὲ ἐκεῖνον θεῖον ὄνειρον εἶπεν, οὕτω καὶ ταύτην θείαν ὀμφήν· φησὶγάρ· «θείη δέ μιν ἀμφέχυτ' ὀμφή». ἀπ' αὐτῆς δὲ καὶ Ζεὺς Πανομφαῖος ἤτοιΚληδόνιος. ὀμφὴ γὰρ αὖ πάλιν καὶ κληδὼν τὸ αὐτὸ δηλοῦσι, ναὶ μέντοι καὶ ὄσσα· οἱ δὲ νεώτεροι ἐπὶ ἁπλῶς λόγου τιθέασι καὶ τὴν ὄσσαν καὶ τὴν ὀμφήν. Τὸ δὲ ἀμφέχυτο ἐνταῦθα ἐπαινεῖται παρὰ τῶν παλαιῶν· σημαίνει μὲν γὰρτὸ περιῆλθεν· ἐμφαίνει δέ, φασίν, ὅτι εἰς οὐδὲν αὐτῆς ὁ Ἀγαμέμνων ἐπιλέλησται. (ῃ. 42– 6) Ὅτι σχῆμά ἐστι καὶ ἐνταῦθα διασκευαστικόν, ἐν ᾧ ἐκτίθεται ὁποιητής, ὅτι ὁ Ἀγαμέμνων ἐγερθεὶς ἐξ ὕπνου ἕζετο ὀρθωθείς, μαλακὸν δ' ἔνδυνεχιτῶνα, καλόν, νηγάτεον, περὶ δὲ μέγα βάλλετο φᾶρος, ποσσὶ δ' ὑπὸ λιπαροῖσινἐδήσατο καλὰ πέδιλα, ἀμφὶ δ' ἂρ ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον, εἵλετοδὲ σκῆπτρον πατρώϊον ἄφθιτον αἰεί. τοιαῦτα δὲ σχήματα καὶ ἐν τῇ αʹ ῥαψῳδίᾳἦσαν, ὅτε ἡ ναῦς τῷ λιμένι προσώκειλε καὶ ὅτε ἡ ἑκατόμβη ἐτύθη. πολλαχοῦδὲ καὶ ἀλλαχοῦ τοιαῦται παρὰ τῷ ποιητῇ εὑρεθήσονται διασκευαί. εἴωθε γάρ, ὡς προείρηται, ἐπὶ διδασκαλίᾳ τῶν ἀκροωμένων ἐνασχολεῖν τὸν αὐτοῦ λόγονκαὶ τοῖς λεπτοῖς, ὡς ἂν αὐτοὶ μάθοιεν ῥητορικῶς καὶ ἐν τοῖς τοιούτοις εὐδοκιμεῖν. ἰστέον δὲ ὅτι καὶ κατὰ τάξιν αὐτῷ ἐν τῇ τοιαύτῃ διασκευῇ ἔχει τὰ πράγματα· ὑπόκειται μὲν γὰρ ὁ χιτών, ἐπίκειται δὲ τὸ φᾶρος, ὧν περιβληθέντωνὑποδήσασθαι ἔδει, εἶτα ξίφος ἀμφιβαλέσθαι, μετὰ δὲ τὸ σκῆπτρον ἑλέσθαι. ὅρα δὲ καὶ ὅπως ἑκάστῳ τῶν διασκευασθέντων ἐπίθετόν τι δέδωκε, μαλακὸνμὲν τὸν χιτῶνα εἰπὼν καὶ καλόν, μέγα δὲ συλλογιστικῶς τὸ φᾶρος διὰ τὸ τοῦφοροῦντος δηλαδὴ μέγεθος, λιπαροὺς δὲ τοὺς πόδας, καλὰ δὲ τὰ πέδιλα, τὸξίφος ἀργυρόηλον, τὸ σκῆπτρον ἄφθιτον. ὅρα δὲ καὶ διαφορὰν ἐνταῦθα τοῦπεριβαλέσθαι καὶ ἀμφιβαλέσθαι, εἴπερ φᾶρος μὲν περιβάλλεται, ξίφος δὲ ἀμφιβάλλεται. (ῃ. 42) Γίνεται δὲ ὁ μὲν χιτὼν παρὰ τὸ χύω, οἱονεὶ χυτών τις ὤν, ὡςἀμέσως αὐτίκα περικεχυμένος τῷ σώματι, ἢ καὶ ὡς μὴ στατὸς ἀλλ' οἷον χυτόςτις διὰ τὸ λεπτὸν καὶ οὕτως εὐαφές. διὸ καὶ μαλακὸς λέγεται πρὸς ἀντιδιαστολὴντοῦ φάρους. ἐκεῖνο γὰρ οὐκ ἐξ ἀνάγκης μαλακόν, ὡς καὶ τῇ ὑφῇ ἀρηρὸς καὶδιὰ τοῦτο πυκνὸν μᾶλλον ἤπερ ὁ χιτών. καὶ ὅρα ὅτι λόγος μὲν μαλακὸς ἐντοῖς πρὸ τούτου ὁ μαλακοποιός, χιτὼν δὲ μαλακὸς ὁ αὐτὸς ὢν τοιοῦτος. σημειοῦνται δὲ οἱ παλαιοὶ ἐπὶ ἀνδρὸς τὸν χιτῶνα λέγεσθαι, καθάπερ τὸν πέπλονἐπὶ γυναικός, ὡς καὶ αἱ βαθύπεπλοι καὶ καλλίπεπλοι δηλοῦσι καὶ ἡ κροκόπεπλοςκαὶ τὸ «πέπλοισιν ἐκπονεῖ» παρ' Εὐριπίδῃ. καὶ μὴν αὐτὸς καὶ ἐπὶ ἀνδρῶντὸν πέπλον τίθησιν ἔν τε τῷ Ἱππολύτῳ καὶ ἐν οἷς δέ που μελάμπεπλονπαρεισάγει τὸν Τυνδάρεων καὶ τὸν Ὀρέστην πέπλοις κεκρύφθαι φησίν. ὡςδὲ τροπικῶς καὶ πολεμικόν τι φόρημα ὁ χιτών, ἐν τοῖς ἐφεξῆς πολλαχοῦφανεῖται. δῆλον δὲ καὶ ὅτι οὐδὲ πάντοτε χιτὼν λέγεται τὸ ἐκ λίνου μὲν ὑφανθέν, ἐπικείμενον δὲ αὐτίκα τῷ σώματι, εἴγε καὶ ἐξ οὔλων ἐρίων χιτὼν λέγεταιπαρὰ τοῖς παλαιοῖς. (ῃ. 43) Καλὸν δὲ τὸν εὐειδῆ λέγει. οὕτω καὶ ὁ χρυσὸςκαλός. καλὰ δὲ καὶ τὰ ἐκ χρυσοῦ καὶ ὅσα τοιαῦτα, ἐν οἷς καὶ κρήδεμνα. ἐκεῖθενδὲ καὶ σκῶμμά ποτε δριμὺ τὸ φιλόκαλος ἐπὶ πορνικοῦ καὶ ἡ ἐν ἐπαίνῳ ἀπειροκαλία ἤγουν ἡ λίαν εὐείδεια. τῆς δ' αὐτῆς ἐννοίας καὶ τὸ «ὁ δεῖνα καλός» καὶ «ἡδεῖνα καλή», ἅπερ ἐν φλοιοῖς δένδρων τὸ παλαιὸν ἐγράφοντο, καθὰ ἐν τοῖςἑξῆς δηλωθήσεται· εὐμορφίαν γὰρ ἐνταῦθα ἐδήλουν τὰ γράμματα. οὕτω καὶτέλος πανηγυρικοῦ λόγου τὸ καλόν, ἐπεὶ κάλλους μάλιστα ὁ πανηγυρικὸς λόγοςἐφίεται. Νηγάτεον δὲ ἢ τὸ νεωστὶ γενόμενον οἱονεὶ νεήγατον ἢ παρὰ τὸ ˉνˉηστερητικὸν καὶ τὸ γατόν τὸ γεγενημένον, ἵνα δηλοῖ τὸ ἀγένητον καί, ὡς εἰπεῖν, ἀχειρότευκτον· ὥσπερ γάρ, φασίν, ἀπὸ τοῦ τείνω τατός, οὕτω καὶ ἀπὸ τοῦγείνω γατός καὶ νηγάτεος. (ῃ. 44) Λιπαροὺς δὲ πόδας λέγει οὐ τοὺς διὰ τρυφὴνἀλλὰ διὰ τὸ γυμνάσιον τοιούτους. ἀπὸ μέρους δὲ νοητέον τὸ πᾶν, ὡς καὶ τοῦὅλου σώματος εὐσαρκοῦντος δι' εὐεξίαν τῷ βασιλεῖ. ὅτι δὲ τὸ γυμνάσιον τοιαῦταποιεῖ τὰ σώματα, ζητητέον καὶ εἰς τὸν Κωμικόν. [Ὅτι δὲ καὶ ἐπὶ κρηδέμνῳτίθεται τὸ λιπαρόν, δῆλον ἐκ τῆς λιπαροκρηδέμνου, ἐν ᾗ δηλοῦνται τροπικῶςἡ τοῦ κρηδέμνου λειότης τε καὶ στιλπνότης ἐκ λευκότητος. δοκεῖ δὲ ξενίζονεἶναι, εἰ καὶ γυναικῶν πόδες λιπαροί ποτε λέγονται. ἰστέον δὲ ὅτι τὸ «ὑπὸλιπαροῖσί» τινες «ὑπαὶ λιπαροῖσι» γράφουσιν ὀκνοῦντες νοεῖν ὡς καὶ αὐτὴ ἡὑπό πρόθεσις μακρὸν ἐνταῦθα ἔχει τὸ ˉο διὰ τὴν ἐπιφορὰν τοῦ ˉλ κατὰ λόγονκοινῆς συλλαβῆς.] Τὸ δὲ ὑπεδήσατο δέδωκεν ἀρχὴν τῆς τῶν ὑποδημάτωνκλήσεως. ὑποδεῖσθαι γὰρ πάντως ἐπὶ ποδῶν, ὥσπερ τὸ ἀναδεῖσθαι ἐπὶ κεφαλῆς. (ῃ. 45) Ὅρα δὲ καὶ ὅτι, ὥσπερ πρὸ τούτου ὁ Ἀχιλλεύς, οὕτω καὶ νῦν ὁ Ἀγαμέμνων ξίφος φέρει. καὶ ἦν, ὡς καὶ προεγράφη, ἔθος τοῦτο παλαιὸνὁπλοφορεῖν ἀεὶ τοὺς ἥρωας, ὡς καὶ ὁ Τηλέμαχος ἐν Ἰθάκῃ ποιεῖ. περὶ δὲτοὺς ὤμους τὰ ξίφη ἔφερον καὶ οὐκ ἐζώνυντο αὐτά, καθάπερ οἱ ὕστερον. (ῃ. 46) Ἄφθιτον δὲ αἰεὶ τὸ σκῆπτρον τοῦ Ἀγαμέμνονος ἀντὶ τοῦ ἄφθαρτον, ἀδιάδοχον, ὡς αὐτὸς ἑρμηνεύσει μετὰ ταῦτα πλατύτερον. διὸ καὶ τὸ πατρῷον πρόσκειται. φησὶ γάρ· «πατρώϊον ἄφθιτον αἰεί». [ἐπίτασις δὲ τοῦ ἄφθιτον τὸ αἰεί. ὅρα δὲκαὶ ὡς ἐν μὲν τῷ «μέγα βάλλετο φᾶρος» διὰ δύο ˉλ ἡ γραφὴ λόγῳ παρατατικοῦ· ἐν δὲ τῷ «βάλετο ξίφος ἀργυρόηλον» ἑνὶ ˉλ διοικεῖται τὸ ῥῆμα, μέσου ὂν ἀορίστουδευτέρου ἐν συνήθει χρόνου ὑπαλλαγῇ.] (ῃ. 48) Ὅτι θέλων εἰπεῖν, ὡς γέγονενἡμέρα, περιφράζει οὕτως· «Ἠὼς μέν ῥα θεὰ προσεβήσατο μακρὸν Ὄλυμπον, Ζηνὶ φόως ἐρέουσα», ἤτοι ἀπαγγελοῦσα, καὶ τὰ ἑξῆς. προσέθετο δὲ τὸ θεά, ἵνα μυθικῶς νοηθῇ· τῆς γὰρ σωματοειδοῦς Ἠοῦς ἐστι τὸ ἀγγέλλειν φῶς τῷ τε Διῒ καὶ τοῖς ἄλλοις ἀθανάτοισιν οἱονεὶ δᾳδουχοῦσαν. ὅπερ δηλοῖ ἀλληγορικῶςτὸ ἡμέρας οὔσης τόν τε ἀέρα Ζῆνα, ἤγουν Δία, πεφωτίσθαι καὶ τὰ λοιπὰ δὲστοιχεῖα κατὰ τὸ ἐγχωροῦν. (ῃ. 49) Ἰστέον δὲ ὅτι Ὅμηρος μὲν φῶς ἀγγέλλειν θεοῖς ἔφη τὴν μυθικὴν Ἠῶ ἀφυπνίζουσαν οἷον ἐκείνους, Εὐριπίδης δὲ ἀλληγορικῶς θεοῦ λαμπάδα τὴν ἡμέραν φησί. τὸ δὲ φῶς ἐρεῖν ταὐτόν πώς ἐστι τῷφωσφορεῖν. Ἐνταῦθα δὲ σημειοῦνται οἱ παλαιοὶ ὅτι δεξιώτατα ὁ ποιητὴς ἅματῇ τοῦ ὀνείρου θέᾳ διαφαῦσαι τὴν ἡμέραν πεποίηκεν οὐ μόνον πρὸς ἔνδειξιντοῦ παννύχιον εὕδειν τὸν Ἀτρείδην, ἀλλὰ καὶ ἵνα δηλώσῃ, φασίν, ὅτι οἱ πρὸςτὴν ἠῶ ὄνειροι μᾶλλον ἀληθεῖς ὡς ἤδη πεττομένων τῶν σιτίων καὶ τοῦ λογιστικοῦνήφοντος καὶ μὴ ἐπιπροσθουμένου ταῖς ἐκ τῶν βρωμάτων ἀτμίσι. Λέγουσι δὲκαὶ ὅτι τρίτη καὶ εἰκοστὴ αὕτη ἡμέρα τῆς Ἰλιάδος· δέκα μὲν γάρ, φασίν, αἱτοῦ λοιμοῦ καὶ μέχρι τῆς μήνιδος, ἥτις ἦν ἡ δεκάτη· δώδεκα δὲ τῶν θεῶνἐν Αἰθιοπίᾳ ὄντων, ἡ τοίνυν ἀνατολὴ αὕτη τρίτη καὶ εἰκοστή. καὶ οὕτω μὲνπιθανῶς οἱ παλαιοί. δύναται δὲ καὶ ἄλλως ἔχειν τὸ πρᾶγμα· ἐν γὰρ τῇ ῥηθείσῃδεκάτῃ τοῦ λοιμοῦ ἡ Θέτις ἐλθοῦσα ἔφη τῷ Ἀχιλλεῖ χθιζὸν ἀπελθεῖν τὸν Δίαεἰς τοὺς Αἰθίοπας τῇ δωδεκάτῃ ἐλευσόμενον. εἰ γοῦν χθιζὸς ἀπῆλθε, δευτέραἦν ἄρα ἡμέρα τῷ Διῒ ἡ δεκάτη τοῦ λοιμοῦ. μεθ' ἣν ἔδει ἄλλας δέκα καὶ μόναςδιελθεῖν αὐτῷ ἡμέρας, αἵτινες μετὰ τῶν δέκα ἡμερῶν τοῦ λοιμοῦ εἴκοσι συνεπλήρουν ἡμέρας. ἡ τοίνυν μετὰ τὴν δωδεκάτην αὕτη οὐκ ἂν εἴη εἰκοστὴ τρίτηἡμέρα, ἀλλ' εἰ μὲν εὐθὺς περὶ αὐτὴν ἐκείνην τὴν δωδεκάτην ἦλθεν ὁ Ζεύς, εἴη ἂν εἰκοστὴ πρώτη ἡ σήμερον ἀνατολή. εἰ δὲ τῇ μετ' αὐτὴν ἤτοι τῇ τρισκαιδεκάτῃ ἐπανῆλθεν ὁ Ζεύς, ἔστιν εἰκοστὴ δευτέρα ἡ ἐν τῇ ῥαψῳδίᾳ ταύτῃ ἀνατολή. [̓ Ιστέον δὲ ὡς, καθάπερ θῶκος θόωκος πλεονασμῷ τοῦ ˉο καὶ Ξενοφῶν Ξενοφόωνκαὶ Κῶς νῆσος Κόως, οὕτω καὶ φῶς φόως.] (ῃ. 50– 2). Ὅτι ἀρετὴ κήρυκος τὸλιγύφθογγον εἶναι, ἤτοι ὀξύφωνον, καὶ ὅτι καιριωτάτη ἐπ' αὐτοῦ λέξις τὸκηρύσσειν. διό φησιν ἐπιμένων τῇ λέξει διὰ τὸ καίριον· «κηρύκεσσι λιγυφθόγγοισι κέλευε κηρύσσειν ἀγορήνδε καρηκομόωντας Ἀχαιούς· οἳ μὲν ἐκήρυσσον, τοὶ δ' ἠγείροντο μάλ' ὦκα». ὁ δὲ τρόπος ἐτυμολογία, ὡς τοῦ κήρυκοςἐκ τοῦ κηρύσσειν ἐτυμολογουμένου, καθάπερ τῆς ἀγορᾶς ἐκ τοῦ ἀγείρειν. διὸ εἶπε κηρύσσειν ἀγορήνδε· τοὶ δ' ἠγείροντο. ὅρα δὲ καὶ τὸ κηρύσσειν Ἀχαιοὺςἐντελῶς ῥηθέν. λέγει γὰρ κηρύσσειν ἤτοι τῇ βοῇ συγκαλεῖσθαι τοὺς Ἀχαιούς. τὸ δέ «οἳ μὲν ἐκήρυσσον» ἐλλιπῶς ἔχει τοῦ Ἀχαιούς. οἱ δὲ μεθ' μετὰ δοτικῆς τὸ κηρύσσειν συντάσσουσιν, οἷον «κηρύσσειν Ἀχαιοῖς». Τὸ δὲ» μάλ' ὦκα» τῆς εὐπειθείας τῶν Ἀχαιῶν σημεῖόν ἐστι κατὰ τὸ «καί οἱ πείθονταιἈχαιοί». (ῃ. 53) Ὅτι ἀγορὰ μὲν ἡ κοινὴ πάντων συνέλευσις διὰ κηρύκων λιγυφθόγγων, βουλὴ δὲ ἡ μόνων τῶν γερόντων. διόπερ εἰπὼν ὅτι ἐκέλευσεκηρύσσειν εἰς ἀγοράν, ὃ καὶ ἐγίνετο, ἐπάγει· «βουλὴν δὲ πρῶτον μεγαθύμωνἷζε γερόντων» ἤγουν πρὸ τῆς ἀγορᾶς βουλὴν ἐποίει σύγκλητον. διδοὺς δὲ καὶ τοῖςὕστερον ἀφορμὴν τοῦ εἰπεῖν σύγκλητον τὸ τοιοῦτόν φησι· «τοὺς ὅ γε συγκαλέσας», ἤτοι τοὺς γέροντας, «πυκινὴν ἠρτύνετο βουλήν», ὡς καὶ ἀλλαχοῦ· «κίκλησκεδὲ γέροντας». ὅθεν τραγικός τις «σύγκλητον λέσχην γερόντων» τὸ τοιοῦτονὠνόμασεν. Ἡρόδοτος δέ «σύλλογον ἐπίκλητον» λέγει «Περσῶν». τινὰ δὲτῶν ἀντιγράφων «βουλή» γράφουσι δίχα τοῦ νῦ, ἵνα λέγῃ, ὅτι βουλὴ πρῶτονἐκαθέσθη γερόντων. καί φασιν οἱ παλαιοὶ ἀστειοτέραν καὶ Ἀριστάρχειονεἶναι τὴν τοιαύτην γραφήν. Γέροντας δὲ τοὺς ἐντίμους λέγει, ὡς καὶ πρὸμικροῦ γέγραπται, ἤτοι τοὺς ἡγεμόνας καί, ὡς εἰπεῖν, τὴν γερουσίαν, δηλῶν, ὅτι δεῖ τοὺς τοιούτους καὶ πρὸ τῆς πρεσβυτικῆς ἡλικίας γέροντας τοῖς ἤθεσιφαίνεσθαι. εἰ δὲ σεμνὸν τῶν Λακώνων ἡ τῶν γερόντων βουλὴ καὶ οἱ δύο βασιλεῖς, φθάνει τὴν τοιαύτην πολιτείαν ὁ ποιητὴς προειδώς, οἷς τε δύο κοσμήτοραςτῷ τῶν Ἀχαιῶν λαῷ τοὺς Ἀτρείδας καθιστᾷ καὶ ἐν τοῖς καιρίοις βουλὴν τῶν γερόντων καθίζει αὐτοῖς. (ῃ. 55) Πυκινὴ δὲ βουλὴ ἡ στερρὰ ἐκ μεταφορᾶς τῶνπυκνῶν σωμάτων, ἃ δυσπαθέστερά εἰσι τῶν ἀραιῶν. Τὸ δὲ ἀρτύνεσθαι πλεονασμῷ τοῦ νῦ Δωρικῶς ἀπὸ τοῦ ἀρτύω γίνεται, ὡς ἀπὸ τοῦ θύω τὸ θύνω, τὸ ὁρμῶ, καὶ ἀπὸ τοῦ χύω τὸ ἐκχύνω. δηλοῖ δὲ τὸ ἀπηρτισμένον τι ποιεῖν. Ἰστέον δὲ ὅτι τὸ μὲν ἐκάθιζε βουλὴν ἀντὶ τοῦ συνῆγε νοεῖται καὶ συνεισάγειτὸν συνάξαντα τὴν βουλήν· τὸ δὲ ἐκάθιζε βουλή δίχα τοῦ νῦ ἀντὶ τοῦ συνήγετοκαὶ οὐ παραδηλοῖ τὸν συνάξαντα. ἐκ τοῦ τέλους δὲ εἴρηται τὸ ἐκάθιζε· κληθέντεςγὰρ καὶ συνελθόντες οἱ τῆς βουλῆς εἶτα ἐκάθηντο. [(ῃ. 54) Ἰστέον δὲ ὡς ἐντούτοις κεῖται σχῆμα καινὸν τοιοῦτον· ἀπὸ κτητικοῦ ὀνόματος ἀναλυθέντοςποιεῖται Ὅμηρος γενικὴν σύνταξιν οὕτως· «Νεστορέῃ παρὰ νηῒ Πυλοιγενέοςβασιλῆος» ἤγουν παρὰ τῇ νηῒ τοῦ Νέστορος τοῦ Πυλίου βασιλέως. τοιοῦτονκαὶ τὸ «τῷ Λαβδακείῳ παιδὶ Πολυδώρου τε» καὶ ἑξῆς, ἤγουν τῷ υἱῷ τοῦ Λαβδάκου καὶ τοῦ Πολυδώρου καὶ τοῦ Κάδμου καὶ τοῦ Ἀγήνορος. ὅμοιον καὶ τὸ «τοῖς Τευταρείοις βουκόλου πτερώμασιν», ἤγουν τοῖς τοῦ Τευτάρου Σκύθου ὀϊστοῖς, καὶ τὸ «ἀπαρκτίαις πρηστῆρος αἴθωνος πνοαῖς», ἤγουν ταῖςπνοαῖς τοῦ ἀπὸ τῶν ἄρκτων Βορρᾶ. εἴη δ' ἂν τοιοῦτον καὶ τὸ οἶκος βασιλικὸςτοῦ πάντα δυναμένου ἤγουν οἶκος βασιλέως παντοδυνάμου καὶ πρᾶγμα ἐμὸντοῦ εὐτελοῦς ἤγουν ἐμοῦ τοῦ ταπεινοῦ. Πυλοιγενής δέ ἐστι μὲν διὰ διφθόγγουπλεονασμῷ τοῦ ˉι ἐκ τοῦ Πύλος. εἰ δὲ γράφεται διὰ τοῦ ˉη Πυληγενής, τροπὴνἔπαθεν, ὁποίαν καὶ τὸ ἐλαφηβόλος καὶ τὰ ὅμοια.] (ῃ. 56 ς.) Ὅτι νυκτερινῇἀληθεῖ ὀπτασίᾳ οἰκεῖον τὸ «θεῖός μοι ἐνύπνιον ἦλθεν ὄνειρος ἀμβροσίην διὰνύκτα» ἤτοι κατὰ νύκτα, ἵνα ᾖ πρόθεσις ἀντὶ προθέσεως. ἀμβροσία δὲ ἡ γλυκεῖα, καθὰ καὶ ἀνόπιν εἴρηται. [Ὥσπερ δὲ πρὸς ἄνδρας εἴρηται τὸ «κλῦτε, φίλοι, θεῖός μοι ἐνύπνιον» καὶ ἑξῆς, οὕτω καὶ πρὸς γυναῖκας λαληθήσεταιτὸ «κλῦτε, φίλαι» καὶ τὸ ἑξῆς] (ῃ. 58). Ὅτι ὅτε λέγει ὡς Νέστορι ἄγχισταἐῴκει ὁ ὄνειρος εἶδός τε μέγεθός τε φυήν τε, φυήν τινες νενοήκασι τὸ ἐξ εἴδουςτε καὶ ψυχῆς ἀγαθόν, ὃ φύσις ὑπ' ἄλλων καὶ ἦθος λέγεται. εἴρηται δέ τι περὶτῆς λέξεως ταύτης καὶ ἐν τῇ αʹ ῥαψῳδίᾳ. καὶ νῦν δὲ ῥητέον ὡς διττὴ ἡ φυή, ἡμὲν κατὰ τὰ ἐκτός, ὡς τὸ «οὐ δέμας οὐδὲ φυήν», δεξιότης οὖσα σωματικὴκαὶ εἰς ταὐτὸν ἥκουσα τῷ κάλλει, ἣν καὶ φύσιν ἡ τραγῳδία καλεῖ «μέγα κακόν» οὖσαν καὶ αὖ πάλιν «σωτήριον τοῖς καλῶς χρωμένοις». ἡ δὲ τοιαύτη φυή, [ἀφ' ἧς καὶ πρόσωπον εὐφυές, ὡς καὶ μηροὶ εὐφυεῖς] καὶ εἶδος λέγεται κατὰτὸ «οὐκ ἄρα σοί γ' ἐπ' εἴδεϊ καὶ φρένες ἦσαν» καὶ «οὕνεκα εἶδος μὲν καλή, ἀτὰρ οὐκ ἐχέθυμος» καὶ «πρῶτον μὲν εἶδος ἄξιον τυραννίδος». καὶ αὕτη μὲνἡ κατὰ σῶμα φυή, καθ' ἣν εἴρηται καὶ τὸ «φυήν γε μὲν οὐ κακός ἐστιν». ἑτέρα δὲ κατὰ νοῦν, ὅθεν καὶ εὐφυής ὁ εὖ ἔχων τοιαύτης φυῆς εἰς τὸ εἰδέναικαὶ «σοφὸς ὁ πολλὰ εἰδὼς φυᾷ», ὁ ἀντιδιαστελλόμενος, κατὰ τὸν αὐτομαθῆ καὶθυμόσοφον εἰπεῖν Λυρικόν, τῷ μαθόντι. Τὸ δὲ ἄγχιστα ἀντὶ τοῦ ἐγγυτάτω, ὃ ταὐτόνἐστι τῷ σχεδόν. (ῃ. 60– 70) Ὅτι οὐκ ᾐδέσθη ὁ ποιητὴς ἀδολεσχικῶς οἷον ταὐτολογῆσαι καὶ τρὶς εἰπεῖν αὐταῖς λέξεσι τὴν αὐτὴν καὶ ἐνταῦθα ἔννοιαν. ἃ γὰρὁ Ζεὺς εἶπε πρὸς τὸν ὄνειρον, αὐτὰ ἐκεῖνα ὁ μὲν ὄνειρος ἐξεῖπε τῷ βασιλεῖ, ὁ δὲ βασιλεὺς τῇ γερουσίᾳ, διδάσκοντος καὶ νῦν τοῦ ποιητοῦ, ὡς καὶ προέφαμεν, οὐδὲν εἶναι καινὸν κατὰ καιρὸν πολλάκις ταὐτολογίᾳ χρῆσθαι τὸν ῥήτορα. καίτοι Ζηνόδοτος ὑπερπαθῶν οἷον τοῦ Ὁμήρου καὶ προμηθούμενος ἰάσατοτὴν τρίτην ταὐτολογίαν ἐπιτεμὼν καὶ μεταγράψας οὕτως· «ἀνώγει σε πατὴρὑψίζυγος, αἰθέρι ναίων, Τρωσὶ μαχήσασθαι προτὶ Ἴλιον. ὣς ὃ μὲν εἰπὼν ᾤχετ' ἀποπτάμενος» καὶ ἑξῆς. φασὶ δὲ πρὸς τοῦτον οἱ παλαιοὶ ὡς δυσωπητέον ἐντοῖς τοιούτοις τὴν ταὐτολογίαν. τὰ γὰρ ἀπαγγελτικὰ ἐξ ἀνάγκης δὶς καὶ τρὶςἀναπολεῖται ταῖς αὐταῖς λέξεσιν. ἦν δέ, φασί, καὶ ἄλλως ἀναγκαῖον τοῖς συγκεκλημένοις βουλευταῖς διηγήσασθαι τὰ τοῦ ὀνείρου. (ῃ. 70 ς.). Σημείωσαιδὲ ὅτι Ὁμήρου εἰπόντος ὡς «ὁ ὄνειρος τάδε εἰπὼν ᾤχετο ἀποπτάμενος», πτερωτοὶ ἐντεῦθεν οἱ ὄνειροι ἀνεπλάσθησαν. διὸ καὶ Εὐριπίδης τὴν Γῆν «μελανοπτερύγων ὀνείρων μητέρα» καλεῖ. σημείωσαι δὲ καὶ ὅτι μνημονικώτατονὍμηρος ἐμφαίνει τὸν βασιλέα, ὃς τοσοῦτον οὐκ ἐξελάθετο τοῦ ὀνείρου, καθὰκαὶ παρηγγέλθη [ἐν τῷ «μηδέ σε λήθη αἱρείτω»], ὥστε καὶ αὐταῖς λέξεσι τὰἐκείνου λαλεῖ. Ὅτι τὸ ἀφιέναι καὶ ἀνιέναι λέγεται, οἷον «ἐμὲ δὲ γλυκὺς ὕπνοςἀνῆκε». Σοφοκλῆς δὲ λύειν τοῦτό φησιν εἰπών· «ὁ παγκρατὴς ὕπνος λύει πεδήσας, οὐδ' ἀεὶ λαβὼν ἔχει». (ῃ. 73– 5) Ὅτι θέμις τοῖς στρατηγοῖς ἔστιν ὅτε πειρᾶσθαι τῶν στρατιωτῶν πρὸ τοῦ πολέμου, εἴτε οἰκείᾳ γνώμῃ πολεμοῦσιν εἴτεἀνάγκῃ, τουτέστιν εἴτε προθύμως ἔχουσι πολεμεῖν εἴτε καὶ μή· ὡς ἂν προθύμουςμὲν ὄντας ἐπιρρώσειαν εἰς πλέον, μὴ προθυμουμένους δὲ εἰς θάρσος ἀγάγοιεν. καὶ Ἀγαμέμνων οὖν ἐνταῦθα, ἐπεὶ Ἀχιλλέως μηνίσαντος ὑπόπτως ἔχει τοῖς Ἀχαιοῖς, «πρῶτον ἔπεσι πειρήσομαι», φησίν, «ᾗ θέμις ἐστί, καὶ φεύγειν σὺν νηυσὶπολυκλήϊσι κελεύσω· ὑμεῖς δὲ ἄλλοθεν ἄλλος κωλύετε». οἴεται γὰρ ἐθελοκακεῖντυχὸν τοὺς Ἕλληνας διὰ τὴν τοῦ πολεμάρχου Ἀχιλλέως ἀργίαν καὶ διὰ τοῦτο θέλει σχηματίσασθαι τὸν οἴκαδε ἀπόπλουν ὡς ἤδη ἀπογνοὺς τὴν τῆς Τροίας ἅλωσιν. ἐπεὶ δὲ ὕπεστι δέος, μή ποτε ἡδέως οἱ Ἕλληνες τὸν λόγον προσηκάμενοι ὁρμήσωσιν ἀποπλεῖν, συμβουλεύει τοῖς γέρουσιν, ἵνα κωλύσωσινἀντιστάντες τῇ τοῦ βασιλέως δημηγορίᾳ. καὶ ἔστι μὲν ἡ βουλὴ ἀγαθὴ καὶ κατὰτὸν Ὅμηρον πυκινὴ καὶ τῷ ὄντι στρατηγική. τὸ δὲ πρᾶγμα μικροῦ δεῖν εἰςμέγα κατέστρεψεν ἂν κακόν, οἷα τοῦ ὄχλου ἅμα τῷ λόγῳ τοῦ βασιλέως ὑποκινηθέντος εἰς ἀπόπλουν πόθῳ τῶν οἴκοι. καὶ οὐκ ἤδη διὰ τοῦτο μεμπτέον τὴνβασιλικὴν βουλήν. οὐ γὰρ ἐκ τῶν ἀποτελεσμάτων ἀεὶ κριτέον τὰ καλὰ εἴτεκαὶ φαῦλα. κατὰ γὰρ τὴν Ἡροδότειον Μοῦσαν «εὖ βουλεύεσθαι κέρδος. εἰγὰρ καὶ ἐναντιωθῇ τι, βεβούλευται μὲν οὐδὲν ἧττον εὖ, ἥττηται δὲ ὑπὸ τῆςτύχης τὸ βούλευμα. ὁ δὲ βουλευσάμενος κακῶς ἐὰν εὐτυχήσῃ, εὕρημα εὕρηκεν· οὐδὲν δὲ ἧττον κακῶς βεβούλευται». οὔκουν οὐδ' ἐνταῦθα ἐκ τοῦ ἀποτελεσθέντοςγνωματευτέον, ἐπαινετέον δὲ τὸ βούλευμα διότι, ὅπερ ἤθελεν ὁ βασιλεύς, ἤνυσται. πεπείραται γὰρ ὅπως οἱ Ἕλληνες ὀκνοῦσι τὴν μάχην· καὶ ἀναλαβὼναὐτοὺς διὰ τῶν δύο σοφῶν Ὀδυσσέως τε καὶ Νέστορος τὰ μὲν ἀπειλαῖς, τὰ δὲπληγαῖς, πολλὰ δὲ καὶ λόγοις μαλθακοῖς, ἤδη δὲ καὶ ὀνειδισμοῖς, οὐ μόνονεἰς τὸ ἀρχαῖον ἀποκατέστησε τοὺς ὀκνοῦντας, ἀλλὰ καὶ τεραστίως διέθετο. ἐρεῖγὰρ ὁ ποιητὴς ὅτι εὐθὺς αὐτοῖς γλυκίων ὁ πόλεμος ἐγένετο ἢ ὁ εἰς τὰ οἰκεῖανόστος. (ῃ. 73) Ἰστέον δὲ ὅτι τὸ θέμις ἐστὶν ἀντὶ τοῦ θεσμός· θέμις γάρ ἐστιν, ὡς εἴρηται, στρατηγῷ ἀποπειρᾶσθαι πρὸ τῆς μάχης τοῦ στρατεύματος. [Σημείωσαι δὲ ὡς τὸ μὲν ᾗ ἀντὶ τοῦ ὅπου σὺν τῷ ˉι γράφουσιν οἱ τεχνικοί, καθὰ καὶτὸ πῇ καὶ ὅπῃ καὶ ἄλλῃ, ὅ ἐστιν ἀλλαχοῦ· τὸ δέ «ᾗ θέμις ἐστί» δίχα προσγραφῆςτοῦ ˉι τιθέασι, καθὰ καὶ τὸ «φὴ νέος, οὐκ ἀπάλαμνος», ἤγουν ὡς νέος οὐκ ἄναλκις, καὶ τὸ μή, οἷον· μὴ τύψῃς, καὶ τὸ νή, οἷον· νὴ τὴν Ἀθηνᾶν, καὶ τὸ ἦ τὸ σχετλιαστικὸν καὶ θαυμαστικόν, καὶ τὸ ὠή ἀνακλητικόν· οἷον· «ὠὴ τίς ἐν πύλαισι δωμάτωνκυρεῖ» ἔτι δὲ καὶ τὸ ὠή σχετλιαστικὸν καὶ τὸ ἤδη χρονικόν καὶ νῦνδη ἀντὶ τοῦἀρτίως ἐν ἑνὶ τόνῳ, ὃ καί φασι μόνῳ παρῳχημένῳ συντάσσεσθαι.] (ῃ. 74) Τὸδὲ πολυκλήϊσι προπαροξυτόνως ἀναγινώσκουσιν οἱ παλαιοί. ἔστι μὲν γὰρὀξυτόνως κληΐς ἡ ναυτικὴ καθέδρα παρὰ τὸ κλῶ, ἔνθα κλᾶται τὸ σῶμα συγκαμφθέν· ἡ δὲ σύνθεσις βαρύνει αὐτὸ καὶ γίνεται πολυκλήϊς, πολυκλήϊδος, ὡςπολυψήφιδος, μελαγκρήπιδος. Ἰστέον δὲ ὅτι πολυκλήϊδες νῆες οὐ μόνον αἱπολυκάθεδροι κατὰ τὴν ῥηθεῖσαν ἐτυμολογίαν, ἀλλὰ καὶ μᾶλλον αἱ πολυκλείδωτοι παρὰ τὴν κληῗδα, τουτέστι κοινῶς τὴν κλεῖδα. πολυκλείδωτοι γὰρ ἀληθῶςαἱ νῆες διὰ τὸ πολυγόμφωτον καὶ εὐάρμοστον. ταὐτὸν δὲ κατὰ τοὺς παλαιοὺςκληῒς καὶ ἑδώλιον. [γενικὴ δὲ τοῦ κληΐς κληῖδος καὶ συναιρέσει κλῇδος, ὡς Νηρῇδος· ὅθεν τὸ «κλῃδῶν θρόνοι» παρὰ Λυκόφρονι. δοκεῖ δὲ καὶ ὁ τῆς εἰρεσίαςζυγὸς ἑδώλιον εἶναι.] (ῃ. 75) Τὸ δὲ ἄλλοθεν σημειῶδές ἐστι τοῖς παλαιοῖςὡς προπαροξυνόμενον, οἳ καὶ λέγουσι κανόνα τοιοῦτον· τὰ εἰς ˉθˉεˉν ἐπιρρήματατῷ ˉο μόνῳ παραληγόμενα παροξύνονται· Κυπρόθεν, Ἰλιόθεν, Αἰνόθεν, Ἀβυδόθεν. τὸ ἄλλοθεν, πάντοθεν, οἴκοθεν, προπαροξύνονται, διότι ἀόριστά εἰσικαὶ κοινὴν τόπου σημασίαν ἀναδέχονται. ἕτεροι δέ φασιν ἁπλῶς ὡς πάντατὰ εἰς ˉθˉεˉν παροξύνονται χωρὶς τῶν ῥηθέντων τριῶν ὡς σεσημειωμένων. (ῃ. 76) Ὅτι καὶ ἐνταῦθα σχῆμα κεῖται, ὃ λέγεται κατὰ τὸ σιωπώμενον. ὅτι μὲνγὰρ ὁ βασιλεὺς δημηγορήσας ἕζετο, εἶπεν ὁ ποιητής· ὅτι δὲ φθάσας ἀνέστηδημηγορῆσαι, οὐκ ἐπεσημήνατο, ἀλλ' ἐσιώπησε· καὶ ἔστι καὶ τοῦτο μέθοδοςσυντομίας, ὡς μὴ θέλοντος τοῦ ποιητοῦ ἐνδιατρίβειν τοῖς μὴ καιρίοις. καὶνῦν μὲν τὸ τέλος εἰπὼν ἀπεσιώπησε τὴν ἀρχήν, ἀλλαχοῦ δὲ ἀνάπαλιν ποιεῖ, ὡς καὶ ὅτε τραπέζας παρατίθεσθαι λέγων τὴν ὕστερον ἀφαίρεσιν αὐτῶν σιωπᾷ. (ῃ. 77) Ὅτι τὸ «Πύλου ἠμαθόεντος» ἀντὶ τοῦ ἠμαθοέσσης, εἰ μὴ ἄρα τιςἀρσενικῶς ὀνομάσει τὸν Πύλον– ὅπερ, εἰ καὶ παρὰ ἄλλοις ἐστίν, ὡς προείρηται, ἀλλὰ παρὰ τῷ ποιητῇ οὐ φαίνεται– τοιοῦτον δὲ καὶ ἐν Ὀδυσσείᾳ τὸ «ὑλήεντι Ζακύνθῳ» ἀντὶ τοῦ ὑληέσσῃ, ὁμοφωνοῦντος τοῦ θηλυκοῦ τῷ ἀρσενικῷ, ὡςκαὶ ἐπὶ ἄλλων καταλήξεων γίνεται, οἷον ἐν τῷ «κλυτὸς Ἱπποδάμεια» καὶ» ἀγγελθεῖσά μοι γενναῖος» καὶ «φωκάων ὀλοώτατος ὀδμή» καὶ «πικρὸς ὀδμή» καὶ «ἀκοὴ λίχνος» καὶ «νεκρὸν δάμαρτα» καὶ ἐν ἄλλοις μυρίοις. ἠμαθόειςδὲ Πύλος ἢ ἡ γῆν ἀμαθώδη ἔχουσα ἤτοι ὑπόξηρον– τοιοῦτον γὰρ ἡ ἄμαθος– ἢπερὶ ἣν ποταμὸς ῥέει καλούμενος Ἄμαθος, ὥς φησιν ὁ Γεωγράφος λέγων· Ἄμαθος ποταμὸς περὶ Πύλον, ἀφ' οὗ ἠμαθόεις δοκεῖ καλεῖσθαι αὐτὸς ἤγουνὁ Πύλος. τὸ δὲ ἀμαθώδη τὴν ὅλην ἐκεῖ χώραν ἢ τὸν Πύλον εἶναι ψεῦδος ἐκεῖνοςεἶναί φησι. τινὲς δὲ καὶ τριῶν Πύλων οὐσῶν περὶ ἑκάστην αὐτῶν ποταμὸνῥέειν φασὶν Ἄμαθον. ἔσται δὲ τούτου μνεία καὶ ἐν τῇ Βοιωτίᾳ. (ῃ. 79). Ὅτι ἡγήτορες καὶ μέδοντες οἱ βασιλεῖς. δηλοῦται δὲ διὰ μὲν τοῦ ἡγήτορες τὸ τῶνβασιλέων ἡγεμονικόν, διὰ δὲ τοῦ μέδοντες τὸ βουλευτικὸν ἀπὸ τοῦ μήδω, τὸβουλεύομαι. οὐ γὰρ μόνον ἡγεῖσθαι τὸν ἄρχοντα χρὴ ἀλλὰ καὶ πρόβουλονεἶναι. (ῃ. 81) Ὅτι νοσφίζεσθαι παρὰ μὲν τῷ ποιητῇ τὸ νόσφι καὶ χωρὶς γίνεσθαικαὶ ἀφίστασθαι ἢ ἐνεργητικῶς τὸ χωρίζειν καὶ νόσφι καὶ πόρρω ποιεῖν. παρὰμέντοι τοῖς ὕστερον τὸ ἰδιοποιεῖσθαι νοσφίζεσθαι λέγεται, τὸ δ' αὐτὸ καὶσφετερίζεσθαι. [Καὶ ἄλλως δὲ φράσαι, πάλαι μὲν νοσφίζεσθαι τινας ἦν τὸ νόσφιτινὸς ἑαυτὸν ἀπάγειν καὶ οὕτω χωρίζειν, εἴτε λόγος ἦν ἐκεῖνο εἴτε πρᾶγμα· νῦν δὲ νοσφίζεταί τις εἰς ἑαυτὸν ἐπισπώμενος τὸ ἀλλότριον καὶ νόσφι τοῦ ἔχοντοςποιῶν αὐτό. ὅτι δὲ τὸ νόσφι ἐκ τοῦ ἴς ἰνός γίνεται ἴνοσφι, καὶ ἀφαιρέσει καὶσυγκοπῇ νόσφι, δηλοῦσιν οἱ παλαιοί]. (ῃ. 80– 2) Ἰστέον δὲ ὅτι Νέστορος εἰπόντος, ὡς «εἰ μέν τις ἄλλος τῶν Ἀχαιῶν εἶπε τὸν ῥηθέντα ὄνειρον, ψεῦδος ἂν φαῖμεν», τουτέστιν ἔφημεν, «καὶ νοσφιζοίμεθα μᾶλλον», τουτέστι χωριζοίμεθα, πόρρωγενοίμεθα, ὡς προδεδήλωται, «νῦν δὲ ἴδεν ὃς μέγ' ἄριστος ἐν στρατῷ εὔχεταιεἶναι», δοξάζειν φαίνεται ὁ ποιητὴς τοὺς τῶν σπουδαίων ἀνδρῶν ὀνείρουςὡς ἐπὶ πολὺ ἀληθεῖς εἶναι, ὥσπερ δὴ καὶ ἐνταῦθα. εἰ μὲν γὰρ ὁ τυχών, φησίν, ἄνθρωπος ἔφη τὸν ὄνειρον, τάχ' ἂν ἐνομίσθη ψεύδεσθαι· ἐπεὶ δὲ Ἀγαμέμνωνὁ διοτρεφὴς καὶ διογενὴς εἶδεν αὐτόν, οὐκ ἀπεικὸς τῷ τοιούτῳ ἀληθῆ Διὸςἄγγελον ὄνειρον ὡς ἀγχιθέῳ καταπεμφθῆναι. καίτοι τινὲς ἄλλως εὐήθη τὸνλόγον εἶπον εἶναι τοῦ Νέστορος ἢ κολακευτικὸν λέγοντες, ὡς οὐ κατὰ διαφορὰν οἱ δυνατώτεροι τοὺς ἀληθεῖς ὀνείρους ὁρῶσιν. ἔτι δὲ καὶ ἄλλον τρόπονοἱ παλαιοί φασιν ἀληθεύειν ἂν τὸν τοῦ βασιλέως ἐπὶ τοιούτοις ὄνειρον. οἷς γάρ, φασίν, οἰκεῖον τὸ μεριμνᾶν, τούτοις ἀληθεῖς αἱ θεόθεν ἐμφάσεις. τοῖς δ' αὐτοῖςοἰκεῖον καὶ τὸ ἀληθεύειν ἐπὶ τῇ αὐτῶν ἀφηγήσει. οἷς γὰρ ἡ ἀποτυχία κίνδυνονφέρει, οὐκ ἂν οἱ τοιοῦτοι ψεύσωνται. διόπερ οὐκ ἂν ὁ Ἀγαμέμνων, ἐφ' οἷςἰδεῖν λέγει, ψεύσεται. καὶ μὴν καὶ ἄλλως εἰπεῖν, οὐ ψευδεῖς τοὺς τῶν ἄλλωνὀνείρους ὁ Νέστωρ λέγει οἷα μόνων τῶν βασιλικῶν ἀληθευομένων, ἀλλ' ἐκείνους μὲν ὑπόπτους εἶναι καὶ μᾶλλόν φησι νοσφιζομένους ἤτοι χωριζομένουςπίστεως, τοὺς δὲ βασιλικοὺς οὐ τοιούτους εἶναι. τίνι γὰρ ἂν χαριζόμενος ὁβασιλεὺς μείζονι ψεύσηται; ἔτι δὲ οὐδὲ εἶπεν ὁ γέρων ὅτι, ἐὰν ἄλλος εἶπε, ψευδὴς ἦν ὁ ὄνειρος· ἀλλ' ἐκεῖνος ἂν ὁ εἰπὼν ἰδεῖν ἐψεύσατο τὸ ἰδεῖν. ὁ δὲἈγαμέμνων οὐ ψεύδεται τὸ ἰδεῖν· οὐ γὰρ ἂν ἑαυτὸν ἀπατῴη. ὅτι δὲ καὶ ἀληθεύει ὁ ὄνειρος τοῦ βασιλέως, οὐδ' αὐτὸ εἶπεν ὁ Νέστωρ σαφῶς, ἀλλ' ἔστιναὐτῷ τοιοῦτος ὁ λόγος· «εἰ μέν τις ἄλλος εἶπεν ἰδεῖν», δηλονότι τὸν ὄνειρον,» τυχὸν ἂν ἔδοξε ψεύδεσθαι, ἐπεὶ δὲ ὁ βασιλεὺς ἰδεῖν φησιν», ὁ ἐν τῷ στρατῷμέγα ἄριστος, «ἴδεν ἄρα». οὔκουν λέγει ὅτι ἀληθὴς ὁ ὄνειρος, ἀλλ' ὅτι ἀληθῶςἴδεν αὐτὸν ὁ βασιλεύς. ὅρα δὲ ὅτι καὶ τὸν σοφώτατον Νέστορα ἡ λοξότης τοῦὀνείρου ἔλαθε καὶ τοὺς ἄλλους δὲ πάντας διὰ τὸ πεπρωμένον, ὡς ἂν εἴποι τις. ἔνθα καὶ ἔστιν εἰπεῖν, ὡς ἐὰν ὁ Ἀγαμέμνων, ὡς προεγράφη, νήπιος παρὰτῷ ποιητῇ, ὡς μὴ ἐπιστήσας τῷ τοῦ ὀνείρου σκοπῷ, διὰ τί μὴ καὶ οἱ ἄλλοινήπιοι οἱ συναγνοήσαντες μηδὲ βασανίσαντες; καὶ τάχα λύει τὸ τοιοῦτον ἄπορονἡ τοῦ Ζηνοδότου γραφή· ἐκεῖνος γάρ, ὡς πρὸ ὀλίγου ἐρρέθη, οὐ γράφει τὸνβασιλέα ἐξηγησάμενον τὸν ὄνειρον, ὡς ἐκ τοῦ Διὸς ἐμηνύθη, ἀλλὰ συνέτεμετὴν φράσιν. διὸ οἱ βουλευταὶ ὡς μὴ ἀκούσαντες οὐδὲ ἐνόησαν· ὅθεν οὐδὲ νήπιοίεἰσιν. ἀλλὰ τοῦτο μὲν οὐκ ἔξω πιθανότητος· χαριέστερον δέ ἐστιν εἰπεῖν ὅτιφαίνεται διὰ τοῦ Ὀδυσσέως μὴ νοηθῆναι καὶ ὑπὸ τῶν γερόντων τὸν ὄνειρονὁμοίως τῷ βασιλεῖ περὶ τοῦ αὐθημερὸν τελεσθῆναι τὸ πᾶν, ὡς δηλώσει ἐντοῖς ἑξῆς αὐτὸς ἐκεῖνος ἐν τῷ λέγειν ἀορίστως· «μείνατ' ἐπὶ χρόνον» καὶ» νῦν δὴ πάντα τελεῖται». οὔκουν νήπιος οὔτ' αὐτὸς οὔθ' οἱ κατ' αὐτόν, ὡςεἰκός. Ὅρα δὲ καὶ ὅπως φιλοβασιλεὺς ὁ Νέστωρ μέγα ἄριστον αὐτὸν λέγων. καὶ εἶπε μέν τι τοιοῦτον καὶ ὁ Ἀχιλλεύς, ὅτε πολλὸν ἄριστον αὐτὸν ἐν τῷστρατῷ εἶπεν εἶναι· ἀλλ' ἐκεῖνο ἀπ' ἐναντίας τε ἦν διαθέσεως καὶ οὐκ ἐνδιάθετον [καὶ οὐδ' εἰς ταὐτὸν ἥκει τῷ τοῦ Νέστορος. οὐ γὰρ οὕτω πάνυ σεμνὸν ἀορίστωςλεχθὲν τὸ πολλὸν ἄριστος, ὡς τὸ μέγα ἄριστος]. (ῃ. 81) Τὸ δὲ φαῖμεν ἀπὸτοῦ φαίημεν συνεκόπη, ἐξ οὗ φαῖεν τὸ τρίτον. ὅμοια δὲ τούτῳ καὶ τὸ δοῖμενδοῖεν καὶ τὸ σταῖεν καὶ τὸ τυφθεῖεν καὶ ὅσα τοιαῦτα, [ἐν οἷς καὶ τὸ «ξυγγνοῖμενἡμαρτηκότες», οὗ πάντως τὸ τρίτον ξυγγνοῖεν, ὡς καὶ τοῦ εἰδεῖμεν τὸ εἰδεῖεν. (ῃ. 84) Ὅτι ἀρχικὸν τὸ «ὣς ἄρα φωνήσας βουλῆς ἐξῆρχε νέεσθαι» ἤγουνἀρχὴν αὐτὸς ἐνέδωκε τοῖς βουλευταῖς προϊέναι εἰς ἀγοράν.] (ῃ. 85) Ὅτι τὸἐπανέστησαν, ὡς καὶ προείρηται, παρὰ μὲν τοῖς ὕστερον ἔριδός ἐστι δηλωτικόν, ὡς ὅτε ὁ ὄχλος ἐπαναστῆναι τῷ ἄρχοντι λέγεται. ὁ μέντοι ποιητὴς ἐπαναστῆναικαὶ νῦν λέγει τὸ καθήμενόν τινα εἶτα εἰς τιμήν τινος ἀναστῆναι, οἷον «οἳ δ' ἐπανέστησαν πείθοντό τε ποιμένι λαῶν». τινὲς μέντοι πανέστησαν γράφουσινἤτοι πάντες ὀρθοὶ ἔστησαν, ὡς καὶ πρὸ τούτου «πάντες ἀνέσταν» καὶ «ἀντίοιἔσταν ἅπαντες». δῆλον δὲ ὅτι, καθὰ καὶ Ἡρόδοτος δηλοῖ, τιμὴ τοῖς ἀγαθοῖς ἦντὸ ἐπιοῦσιν ἐκ τῆς ἕδρης τοὺς καθημένους ἀνίστασθαι (ῃ. 87– 90). Ὅτι πολλοῖςἡδύσμασι παραρτύων ὁ ποιητὴς τὴν ἑαυτοῦ ποίησιν ἕν τι τῶν τοιούτων ἀγαθῶνἔχει καὶ τὴν παραβολήν, δι' ἧς πολλά τινα ἐξανύει καλά. δι' αὐτῆς γὰρ πολλαχοῦκαὶ ζῴων ἰδιότητας καὶ φυσικὴν ἱστορίαν ποικίλην ἐκτίθεται, ὡς ἐν τοῖς ἑξῆςδηλωθήσεται. καὶ ὅλως οὐ μόνον φιλόσοφόν τι πρᾶγμα ἡ παραβολὴ παρὰ τῷποιητῇ, ἀλλὰ καὶ πραγμάτων τῶν ὁσημέραι γινομένων διδασκαλία καὶ ἐναργείαςποιητικὴ καὶ πολυπειρίας περιποιητική. ἔργον δὲ αὐτῆς καὶ τὸ διδάσκεινἀριδήλως τὰ ὑποκείμενα πράγματα, ὧν χάριν παρείληπται. ὁ γὰρ ἀκούων ὅτι ὁἝκτωρ μάλα προθύμως εἶχεν ἀντιστῆναι τῷ Ἀχιλλεῖ, εἶτα τοῦ ποιητοῦ εἰπόντος ἀκούσας, ὅτι ὥσπερ δράκων ὀρέστερος βεβρωκὼς κακὰ φάρμακαμένει ἄνδρα, ἔδυ δέ μιν χόλος αἰνός, οὕτως ὁ Ἕκτωρ ἄσβεστον ἔχων μένοςοὐχ' ὑπεχώρει, ἐδιδάχθη πάντως σὺν τῇ περὶ τοῦ δράκοντος ἱστορίᾳ καὶ τὴνπολλὴν προθυμίαν τοῦ Ἕκτορος. Ἔστιν οὖν παραβολὴ νόημα πιστούμενον τῶν καθεκάστην γινομένων τὰ λεγόμενα ἢ λόγος διδάσκων καὶ πιστούμενος τὸὑποκείμενον ἐκ τῶν εἰωθότων ἀεὶ γίνεσθαι. λέγεται δὲ παραβολή, διότι τοῖςλεγομένοις παραβάλλει, τουτέστι συγκρίνει καὶ παρατίθησι πρᾶγμά τι γνώριμονεἰωθὸς ἀεὶ γίνεσθαι, ὅπερ ὀφείλει πάντως γνωριμώτερον εἶναι τοῦ δι' ὃ παρείληπται. κακία γὰρ παραβολῆς τὸ ἄγνωστον καὶ ἀσύνηθες, εἰς ὃ αἱ τοῦ Χοιρίλουκακίζονται παραβολαί, διότι οὐδὲ διδασκαλικὴ ἡ τοιαύτη ἐστὶ παραβολή. λαμβάνεται δὲ ἀπὸ πάντων, λογικῶν τε καὶ ἀλόγων, ἐμψύχων τε καὶἀψύχων, ὡς μυριαχοῦ δειχθήσεται. χαρακτηρίζεται δὲ ὡς ἐπὶ πολὺ διὰ τῶνπαρακειμένων αὐτοῖς παραβολικῶν ἐπιρρημάτων· ὧν τὰ μέν εἰσι κοινά, οἷοντὸ ὡς, τὸ ὥσπερ, τὸ καθάπερ, τὰ δὲ ποιητικά, οἷον τὸ εὖτε, ἠΰ, ἠΰτε, ἅτινα καὶαὐτὰ τὸ καθά δηλοῦσι. Δύναται δέ ποτε καὶ δίχα τούτων εἶναι παραβολή, οἷον ὡς εἴ τις μονομαχίαν φράζων, εἶτα θέλων παραβολὴν εἰπεῖν, ἐρεῖ οὕτως· οὕτω καὶ θῆρες μάχονται, λέων τυχὸν καὶ κάπρος τάδε καὶ τάδε ποιοῦντες· ἢ καὶἄλλως, ὅτι λόγος ἔχει καὶ λέοντα καὶ κάπρον ἀλλήλοις μαχομένους τὰ καὶ τὰποιεῖν. ἢ ὅτι εἶδον ἐγώ ποτε καὶ λέοντα καὶ κάπρον τὰ καὶ τὰ ποιοῦντα ἢ ὅτιοὐδὲ λέων οὐδὲ κάπρος τοιάνδε μάχην συστήσουσι τὰ καὶ τὰ ποιοῦντες. καὶ τοιαῦτα μέν, ὡς ἐπιτόμως εἰπεῖν, τὰ τῆς παραβολῆς, περὶ ἧς πολλαχοῦ καὶ ἐνἄλλοις τὰ δέοντα λαληθήσεται. Ἰστέον δὲ καὶ ὅτι ὡς ἐπὶ πολὺ μὲν προηγεῖταιἡ παραβολὴ τῆς ἀνταποδόσεως, οἷον· ὡς τόδε γίνεται, οὕτω τόδε. ποτὲ δὲ καὶἀνάπαλιν, οἷον· οὕτω διεπράχθη τόδε τι, ὡς ὅτε τόδε τι γένηται. καὶ ὅτι τῶνπαραβολῶν αἱ μέν εἰσιν ἀναπόδοτοι, ὡς ὅτε τις εἴποι, ὅτι ἐμάχοντό τινες ὡςθῆρες τοιάδε τινὰ ποιοῦντες· αἱ δὲ μετὰ ἀποδόσεως, ὡς ὅτε τις εἴποι, ὅτι, ὡςδ' ὅτε θῆρες μαχόμενοι τάδε τινὰ διαπράττονται, ὧς ἢ οὕτω καὶ οἵδε τάδεἐποίουν. ἀποδέδοται γὰρ ἡ τοιαύτη παραβολὴ ἐν τῷ ὧς καὶ ἐν τῷ οὕτως. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων. τοιαύτη τις καὶ ἐνταῦθα παραβολὴ παρὰ τῷποιητῇ, ἔνθα τὴν τῶν Ἀχαιῶν ὁρμὴν εἰς τὴν ἀγορὰν παραβολικῶς θέλωνδιδάξαι μελίσσαις εἰκάζει αὐτοὺς καὶ λέγει οὕτως· «ἠΰτε ἔθνεα εἶσι μελισσάωνἀδινάων πέτρης ἐκ γλαφυρῆς αἰεὶ νέον ἐρχομενάων, βοτρυδὸν δὲ πέτονται ἐπ' ἄνθεσιν εἰαρινοῖσιν, αἳ μέν τ' ἔνθα ἅλις πεποτήαται», ἤγουν πέτονται Ἰωνικῶς, ὡς ῥηθήσεται μετ' ὀλίγον, «αἳ δὲ ἔνθα· ὣς τῶν ἔθνεα πολλὰ νεῶν ἄπο καὶκλισιάων ἔστιχον ἰλαδὸν εἰς ἀγοράν». καὶ τοιαύτη μὲν ἡ παραβολὴ δηλοῦσα καὶδιδάσκουσα τὴν τῶν Ἑλλήνων κίνησιν ἀπὸ πράγματος γνωρίμου καὶ εἰωθότοςπάντοτε γίνεσθαι. Λέγει γὰρ ὅτι, ὥσπερ αἱ μέλισσαι ἀπὸ πέτρας γλαφυρᾶς, δηλονότι σπηλαίου τινὸς ὡς εἰκὸς ὀρεινοῦ, ἐξερχόμεναι πολλαὶ ὁμοῦ καὶ πυκναὶπέτονται βοτρυδόν, οὕτω καὶ οἱ Ἕλληνες εἰς ἀγορὰν ἤρχοντο ἰλαδόν. πρὸςτοῦτο γὰρ καὶ μόνον ἡ παραβολὴ τῷ ποιητῇ καὶ οὐ πρὸς ὅλον τὸ πρᾶγμα. οὐ γὰρἡ παραβολὴ ὅλη τῷ πράγματι ὅλῳ προσαρμόζειν ἐνταῦθα δύναται. καὶ γὰρ τὰμὲν ἔθνη τῶν μελισσῶν ἐκ μιᾶς πέτρας ἐξερχόμενα σκεδάζονται ἐν τοῖς ἄνθεσιν· οἱ δὲ Ἕλληνες τοὐναντίον ἀπὸ πολλῶν σκηνῶν καὶ νηῶν ἐξερχόμενοι εἰς ἕνατόπον τὸν τῆς ἀγορᾶς εἶχον τὴν ὁδόν, ὥστε κατὰ τοῦτο ἐναντία ἐστὶ καὶἀνομοία ἡ παραβολὴ τῷ πράγματι. πρὸς ἓν γοῦν καὶ μόνον παρέλαβεν ὁ ποιητὴςἐνταῦθα τὴν παραβολήν, ἵνα δείξῃ ὅτι, ὥσπερ αἱ μέλισσαι πολλαὶ καὶ βοτρυδόν, οὕτως οἱ Ἕλληνες πολλοὶ καὶ ἰλαδόν. ἐὰν δὲ ἐκ πέτρας αἱ μέλισσαι, ἀπὸ δὲ τῶνσκηνῶν οἱ Ἕλληνες, τοῦτο ὁ ποιητὴς οὐ προσλογίζεται. δεῖ γὰρ εἰδέναι ὅτι οὐσυχναὶ παρ' αὐτῷ εὑρεθήσονται παραβολαὶ ὅλαι διόλου συμβιβαζόμεναι τοῖςὑποκειμένοις πράγμασιν, ὡς ἐπὶ πολὺ δὲ τὸ μὲν πλεῖον μέρος τῆς παραβολικῆςδιασκευῆς ἄχρηστον τῷ ποιητῇ· ἔστι δ' ὅτε καὶ ἐναντίον πρὸς τὸ πρᾶγμα εὑρίσκεται, ὀλίγον δέ τι μέρος ἐκ τῆς παραβολῆς τῷ πράγματι συμβιβάζεται. ἔστιγὰρ ἡ μέθοδος τοιαύτη τις τῷ ποιητῇ ἐν ταῖς παραβολαῖς. τῶν παραβολῶν τὰςμὲν πάνυ συντομώτατα καὶ ἀπερίττως ἐξάγει, οἷον ὡς ὅτε εἴπῃ, ὅτι ἡ Θέτιςἀνέδυ τῆς θαλάττης «ἠΰτ' ὀμίχλη». παραβολὴ γὰρ τὸ καθὰ ὀμίχλη. τοιοῦτονκαὶ τὸ «ὄρνιθες ὥς» καὶ «οἳ δὲ λύκοι ὣς ἐπόρουσαν». τὰς δὲ εἰς πλάτος μὲνἐνδιασκεύως ἐκφέρει ἀφηγουμένας ἀπαραλείπτως χάριν ἱστορίας ἅπαν τὸπρᾶγμα, ὡς εἴωθεν αὐτὸ γίνεσθαι, ἀφίησι δὲ τῷ ἀκροατῇ ἐπιλέγεσθαι τῆςπαραβολῆς τὰ τῷ πράγματι χρήσιμα, τὰ δὲ λοιπὰ ἐᾶν κεῖσθαι εἰς ἐντέλειανπαραβολικῆς ἀφηγήσεως. οὕτω τοίνυν καὶ ἐνταῦθα τῆς παραβολῆς ἐχούσης, ὅτι αἱ μέλισσαι ἐκ πέτρας ἔρχονται καὶ ὅτι πέτονται καὶ ὅτι ἐπὶ ἄνθεσιν ἐαρινοῖςκαὶ ὅτι αἱ μὲν ἐνταῦθα, αἱ δὲ ἐνταῦθα, καὶ ὅτι βοτρυδὸν πέτονται, τοῦτο καὶμόνον ἐκ τῆς παραβολῆς χρήσιμον πρὸς τὸ πρᾶγμα. ὡς γὰρ αὐταὶ βοτρυδόν, οὕτως οἱ Ἕλληνες ἰλαδόν, ὡς ταὐτὸν ὂν τὸ βοτρυδὸν συνῆχθαι τὰς μελίσσαςκαὶ ἰλαδὸν ἵεσθαι τοὺς Ἕλληνας, ὅ ἐστι φαλαγγηδὸν καὶ κατὰ ἴλας. συστροφὴνγὰρ πλήθους δηλοῖ καὶ τὸ βοτρυδόν καὶ τὸ ἰλαδόν καὶ ποιότητος ἀμφότεράεἰσιν ἐπιρρήματα. τάχα δὲ καὶ τὸ ἅλις αὐτὰς πέτεσθαι, ἤγουν ἠθροισμένως, χρήσιμον εἰς τὴν παραβολήν· τὸ γὰρ ἅλις πέτεσθαι ὅμοιόν ἐστι πρὸς τὸ βοτρυδόνκαὶ ἰλαδόν. τὰ δὲ ἄλλα πάντα τῆς παραβολῆς πρὸς μὲν τὴν ἱστορίαν τῶνμελισσῶν καλῶς ἔχει καὶ ἐντελῶς, πρὸς δὲ τὸ πρᾶγμα πάντῃ ἔχει ἀργῶς. οὔτεγὰρ ἐκ πέτρας οἱ Ἕλληνες οὔτε πέτονται οὔτε ἐπὶ ἄνθη, οὔτε οἱ μὲν ὧδε, οἱδὲ ἐκεῖ. ταύτην δὴ τὴν παρατήρησιν φυλακτέον καὶ ἐπὶ τῶν ἐφεξῆς πλατειῶνπαραβολῶν. ὀλιγάκις γάρ, ὡς εἴρηται, παραβολὴ ὅλη διόλου ἐφαρμόζει τῷπράγματι. καὶ ταῦτα μὲν οὕτω. Τὰ δὲ κατὰ μέρος τῆς ῥηθείσης παραβολῆςτοιαῦτα. [(ῃ. 87) Τὸ μὲν ἠΰτε παραβολικὸν ἐπίρρημά ἐστιν, ὡς προδεδήλωται, οὗ προηγεῖται τὸ εὖτε, ὡς καὶ αὐτὸ εἴρηται, διαλυθὲν εἰς τὸ ἠΰτε. ἰστέονγὰρ ὡς ἡ ˉεˉυ δίφθογγος πολλαχῶς ἀλλοιοῦται καὶ οὐ μόνον φυλάσσεται κινουμένη, ὡς ἐν τῷ εὔχω εὐχή, ἀλλὰ καὶ μεταμορφοῦται πολυειδῶς ἢ τοῦ ˉυ ἐκπίπτουσα, ὡς ἐν τῷ σπεύδω σφεδανόν, τεύχω τέχνη· ἢ τὸ ˉε ἀποπτύουσα, ὡς ἐν τῷφεύγω φυγή, ἐρεύγω ἐρυγή, πεύθω Πυθών· ἢ τὸ ˉε μόνον τρέπουσα εἰς ˉο, οἷονσπεύδω σπουδή, ἢ τὸ ˉυ εἰς ˉι, οἷον φεύγω φευδωδός, φασί, καὶ φειδωλός ὁφεύγων τὸ διδόναι· ἢ ἅμα μεταβάλλουσα τὸ ˉε εἰς ˉο καὶ τὸ ˉυ εἰς ˉι, οἷον λευγαλέοςλοίγιος, ὑφ' ὧν δηλοῦται τὸ ὀλέθριον. ἔτι δὲ ἀλλοιοῦται καὶ διαλυομένη, εἶτατρέπουσα τὸ ˉε εἰς ˉη, οἷον εὔκομος ἠΰκομος. οὕτως οὖν καὶ ἐκ τοῦ εὖτε διαλύσεικαὶ ἐκτάσει γίνεται ἠΰτ' ὀμίχλη καὶ ἠΰτ' ἔθνεα.] Ἔθνεα [δὲ] μελισσῶν καταχρηστικῶς λέγει· κυρίως γὰρ ἐπὶ ἀνθρώπων τίθεται ἡ λέξις, ἐφ' ὧν καὶ τὸ ἔθοςκυριολεκτεῖται, ἀφ' οὗ καὶ τὸ ἔθνος παράγεται. λέγει δὲ καὶ ἐν τοῖς ἑξῆςὁμοίως χηνῶν καὶ γεράνων καὶ κύκνων ἔθνεα καὶ μυιάων ἔθνεα παραχρώμενοςτῇ λέξει καὶ ἐκεῖ καὶ μὴ θέλων ἀγέλην εἰπεῖν. κἂν γὰρ οἱ νεώτεροι ἀγέλας ἐπὶὀρνέων τιθῶσι, ἀλλ' Ὅμηρος τὴν τοιαύτην λέξιν τῷ τῶν βοῶν πλήθει προσήρμοσε. βούλονται δὲ οἱ νεώτεροι ἐπὶ μελισσῶν οὐκ ἔθνος λέγειν, ἀλλὰ σμῆνος· μάλιστα δὲ ἑσμὸν μετὰ δασέος πνεύματος, ὡς δηλοῖ παρὰ Ἀριστοτέλει ὁἀφεσμός. τὸ γὰρ σμῆνος οὐ μόνον ἐπὶ πλήθους λέγεται μελισσῶν, ἀλλὰ καὶτὸ σίμβλον ἤτοι τὸ ἀγγεῖον, ἐν ᾧ τὸ μέλι ἀποτιθέασιν αἱ μέλισσαι, σμῆνοςκαλεῖται. Τὸ δὲ μελισσάων καὶ τὸ ἀδινάων καὶ τὸ ἐρχομενάων καὶ τὸ κλισιάωνσχῆμα μὲν ποιοῦσι καλὸν ἐπὶ κόσμῳ τῆς παραβολῆς, τὸ λεγόμενον ὁμοιοκατάληκτον καὶ πάρισον· εἰσὶ δὲ Αἰολικὰ πλεονασμὸν ἔχοντα τοῦ ˉα μακροῦ· ὄγκονδὲ ποιοῦσι φωνῆς πρεπούσης μεγαλοφωνίᾳ ποιητικῇ διὰ τὴν χασμῳδίαν τὴν ἐκτοῦ ˉα καὶ ˉω. Ἀδιναὶ δὲ μέλισσαι αἱ πυκναὶ παρὰ τὸ ἄδην, ὃ δηλοῖ τὸ δαψιλῶς. διὸ καὶ δασύνεσθαι αὐτό τινες βούλονται, καθὰ ἐν τοῖς Ἀπίωνος καὶ Ἡροδώρου δηλοῦται, ὡς τοῦ ἅδην δασυνομένου παρὰ τοῖς Ἀττικοῖς. ἔνθα καὶ σημείωσαιτὴν διὰ ἑνὸς ˉδ γραφὴν τοῦ ἄδην καὶ τὴν τοῦ ˉα συστολήν. [Ἰστέον δὲ ὅτι κατὰτοὺς παλαιοὺς πολλαχῶς τὸ ἀδινόν ἤγουν τὸ ἀθρόον, ὡς ἐνταῦθα, καὶ τὸοἰκτρόν, ὡς ἐν τῷ «ἀδινὸν στοναχῆσαι», καὶ τὸ ἁδὺ ἤγουν ἡδύ, οἷον «Σειρήνωνἀδινάων», καὶ τὸ πυκνὸν καὶ ἰσχνόν, οἷον «ἀμφ' ἀδινὸν κῆρ». κατὰ δέ τιναςκαὶ τὸ ἠρέμα, οἷον «ἀδινῶς ἀνενείκατο φώνησέν τε».] (ῃ. 88) Πέτραν δὲγλαφυρὴν τὸ σπήλαιον λέγει, ὡς εἴρηται, ἵνα νοῶμεν ἐκ τοιαύτης πέτραςἤτοι σπηλαιώδους τὰς ῥηθείσας ἀδινὰς μελίσσας ἐξέρχεσθαι· ἀπὸ γὰρ μικροῦἀγγείου ἑτέρου πολλαὶ οὕτως οὐκ ἂν ἐξέλθοιεν μέλισσαι, ἵνα ἐξ αὐτῶν ὁποιητὴς ποιήσῃ παραβολὴν εἰς τὸ τοσοῦτον στράτευμα τῶν Ἀχαιῶν. Ἰστέον δὲ ὅτι τὸ πέτρα γλαφυρή καὶ τὸ παρ' Ἡσιόδῳ «γλάφυ πετρῆεν» ταὐτὸν δηλοῦσι· καὶ ὅτι ἐνταῦθα μὲν ἐπὶ αὐτοφυοῦς πράγματος ἥρμοσε τὸ γλάφειν, ἐξ οὗ τὸγλαφυρόν, κυρίως δὲ ἐπὶ χειροκμήτων τὸ τοιοῦτον τίθεται ῥῆμα κατὰ ὀνοματοποιΐαν, ὡς καὶ τὸ γράφειν. καὶ δηλοῖ ὁ ποιητὴς τοῦτο ἐν Ὀδυσσείᾳ εἰπών·» εὐνὰς διαγλάψασα», ὅ ἐστι κοιλάνασα. οὕτω καὶ τὸ σκάπτειν ἀπροσφυὲς ὂν τῷπλοίῳ ἐποίησεν ὅμως σκάφος αὐτὸ λέγεσθαι, ὅπερ ἐπὶ γῆς μᾶλλον ἁρμόττει, ὡς τὸ «σκάφος οὐκέτι οἰνέων». οἰκειότερον δὲ μᾶλλον ἐπὶ νηὸς τὸ γλαφυρόν, [καθὰ καὶ ἡ κοιλότης, δι' ἣν καὶ κοῖλαι νῆες λέγονται.] Αἰεὶ δὲ νέον ἔρχεσθαιτὰς μελίσσας λέγει διὰ τὸ πολὺ πλῆθος, ἵνα λέγῃ ὅτι οὕτω πολλαὶ ἦσαν, ὥστε συνεχῶς προϊοῦσαι νεωστὶ ἐδόκουν ἐξέρχεσθαι. οἱ δὲ νέον τὸ ἔαρ νοοῦσιν, εἰ καὶ ἄλλως πολιὸν λέγεται διὰ τὰ τότε ἄνθη, καὶ λέγουσιν ὅτι κατὰ τὸ νέονἤτοι κατὰ τὸ ἔαρ ἔρχονται· τότε γὰρ μάλιστα τῶν σίμβλων ἐκπέτονται ἐς τὰἄνθη. ἄλλοι δέ φασιν, ὅτι τὰ μὲν ἄλλα ζῷα τὴν πτῆσιν ἀποτεταμένην ποιοῦσιν, αἱ δὲ μέλισσαι κατὰ βραχύ. διὸ καί, οἷον εἰπεῖν, ἀεὶ νέον δοκοῦσι πέτεσθαιὥσπερ ἄρτι ἀρχόμεναι καὶ μικρὸν ἐπικαθεσθεῖσαι τοῖς ἄνθεσιν εἶτα αἴρονταικαὶ πάλιν ἐφιζάνουσαι αὖθις πέτονται. καὶ ἄλλως δέ, φασί, νέον πέτονται ἤτοιἀκμαῖον, ὡς ἀεὶ ὁμότονον ἀπ' ἀρχῆς ἕως τέλους τὴν πτῆσιν ποιούμεναι. (ῃ. 89) Τὸ δὲ βοτρυδὸν πέτεσθαι τὰς μελίσσας εἴληπται μὲν ὁμοιοτελεύτως πρὸςτὸ ἰλαδὸν ἰέναι τοὺς Ἕλληνας. πάνυ δὲ ἡ λέξις ἔχει ἐμφαντικώτατα· εἴποιςγὰρ ἂν ἰδὼν τὸ ἔθνος τῶν μελισσῶν, ὅταν ἐπικαθεσθῇ ἄνθεσι, βότρυϊ ἐοικέναι, ὡς ἀπὸ ῥαγῶν συγκειμένῳ ξανθῶν. ἐξήρτηνται γὰρ ἀλλήλων ὡς ῥᾶγες· καὶπετόμεναι δὲ ἐγγὺς ἀλλήλων εἰσίν, οὐ μόνον ὅτι ὑπὸ βασιλεῖ πέτονται προάρχοντιτῆς πτήσεως, ἀλλὰ καὶ διὰ δειλίαν τὴν ἀπὸ τῶν μελισσοφάγων ὀρνίθων. συνασπίζουσι γὰρ ὥσπερ τῇ πυκνώσει, καθὰ καὶ τὰ τῶν προβάτων ποίμνια. ἤδη δὲ καὶ διὰ τὸ δύσριγον, ψυχραὶ γάρ εἰσιν, ἐγγὺς ἀλλήλων πέτονται θερμότηταἑαυταῖς ἐντεῦθέν τινα μηχανώμεναι. ἰστέον δὲ ὅτι Ὁμήρου εἰπόντος βοτρυδὸντὰς μελίσσας πέτεσθαι, ἐναλλάξας τὸ σχῆμα παλαιός τις σμῆνος ἔφη βοτρύωνκαὶ ἐπεσημήνατο ἀντιστρόφως εἰπεῖν τῷ ποιητῇ εἰπόντι τὸ βοτρυδόν ἐπὶμελισσῶν· ὡς καὶ ἐάν τινος εἰπόντος τοὺς ἄνδρας ὡς θῆρας μάχεσθαι, ἕτεροςἀναστρέψας εἴπῃ τοὺς θῆρας ἀνδρῶν δίκην μαχεσθῆναι. ποιεῖ δὲ τοιαῦτα καὶ Πίνδαρος. Ὁμήρου γὰρ ἐν ταῖς αὐτοῦ ποιήσεσι τὴν Μοῦσαν ἀείδειν διεγείραντος, αὐτός φησιν ὅτι ἀνέηκέ με ἡ Μοῦσα ἤγουν ἀνέπεισε· πάλιν Ὁμήρουνέφος εἰπόντος πεζῶν ὁ Πίνδαρος στρατόν φησι νεφελῶν, ἀντιστρέψας καὶοὕτω τὸ Ὁμηρικόν, ὡς καὶ ἐν τοῖς ἑξῆς ῥηθήσεται. Τὸ δέ «ἐπὶ ἄνθεσιν ἐαρινοῖς» ἀντὶ τοῦ «ἐπὶ ἄνθη ἐαρινά» ὅμοιον τῷ «ἦλθεν ἐπὶ Κρήτεσιν» ἀντὶ τοῦ «ἐπὶ τοὺς Κρῆτας». ἠρινῶν δὲ ἀνθέων μέμνηται διὰ τὸ φύσει κατὰ ἔαρ πλεονάζειν αὐτά. χειμὼν γὰρ ἄνθη οὐκ οἶδε· μετοπώρῳ δὲ εἴπερ εἰσί, τὴν παροιμίαν ξενίζουσιν» ἐν μετοπώρῳ τὰ ἄνθη» λέγουσαν. (ῃ. 90) Τὸ δὲ ἅλις παρὰ τὸ ἁλίζω γίνεται, ὅθεν καὶ ἁλία Περσῶν παρ' Ἡροδότῳ ἡ ἄθροισις. ἴσως δὲ ἐκεῖθεν παρ' αὐτῷκαὶ τὸ ἀλέες ἀντὶ τοῦ ἠθροισμένοι ὁμοῦ, ὅπερ Ὅμηρος ἀολλέες φησί. (ῃ. 93) Τοῦ δὲ ἰλαδόν χρῆσις καὶ παρὰ Ἡσιόδῳ. πρωτότυπον δὲ αὐτοῦ ἡ ἴλη, ὃ σημαίνει τὴν τάξιν. καὶ πάλαι μὲν καὶ ἡ ἴλη καὶ τὸ ἰλαδόν διὰ τῆς ˉεˉι διφθόγγου εἶχε τὴνἄρχουσαν, ὡς ἀπὸ τοῦ εἰλῶ, τὸ συστρέφω, ἐξ οὗ τότε καὶ τὸ πέδειλον. ὕστερονδὲ οὐχ' οὕτως, ἀλλ' ἐν τῷ ˉι αὐτοῖς ἡ γραφή. Σημείωσαι δὲ καὶ ὅτι διχῇχρωμένου τοῦ ποιητοῦ ταῖς παραβολαῖς, ταῖς μὲν δι' ὀλίγου καὶ πάνυ στενῶς, ταῖς δὲ εἰς πλάτος, ὡς προείπομεν· πρώτη μὲν αὐτῷ βραχυτάτη παραβολὴ καὶἀναπόδοτος ἐν τῇ αʹ ῥαψῳδίᾳ ἐστὶ τὸ «ἠΰτ' ὀμίχλη», πλατεῖα δὲ πρώτη αὕτηἐνταῦθα ἐκ τῶν μελισσῶν ληφθεῖσα, ζῴου συγγενοῦς τῇ ποιήσει, ὥς φασιν οἱπαλαιοί, διά τε τὸν μόχθον τὸν ἐπὶ τῇ ἐργασίᾳ καὶ διὰ τὴν τοῦ ἔργου γλυκύτητακαὶ τὸ τοῦ κηρίου εὐσύνθετον. ὧν πάντων μετέχει καὶ ἡ ποίησις πόνῳ τεπροϊοῦσα– οὐδὲν γὰρ τῶν καλῶν πόνου χωρίς– ἔχουσα δὲ καὶ γλυκύτηταοὐκ ὀλίγην, ἐναγλαϊζομένη δὲ καὶ τῇ τοῦ μέτρου εὐσυνθεσίᾳ. (ῃ. 92) [Ἐντούτοις δὲ τὸ ἔστιχον ἐστιχόωντό φησιν Ὅμηρος ὡς ἀπὸ ἐνεστῶτος τοῦ στιχῶ. ὡς γὰρ στείβω, οὗ δεύτερος ἀόριστος ἔστιβον καὶ μέλλων δεύτερος στιβῶ, ἀφ' οὗ ἐξ ἀναδρομῆς τῆς εἰς θέμα ἐνεστὼς ὁ στιβῶ· οὕτω καὶ ἐκ τοῦ στείχω, ἔστιχον, στιχῶ, θεματικὸς ἐνεστὼς συζυγίας δευτέρας τῶν περισπωμένωνστιχῶ, ἐξ οὗ τὸ ἐστιχῶντο. τὸ μέντοι στιβῶ στιβήσω οὐ φαίνεται οἵας συζυγίαςἐστίν. Ὅτι τὸ «ἠϊόνος προπάροιθε βαθείης ἐστιχόωντο» ἀγχιβαθῆ εἶναι δηλοῖτὸν τοῦ ναυστάθμου αἰγιαλόν. ὅτι δὲ Ἠών δισυλλάβως καὶ τόπος ἐστὶ Στρυμόνιος καὶ Ἠϊών τρισυλλάβως πόλις ἐν Χερονήσῳ παρὰ Θουκυδίδῃ καὶ ἄλληπρὸς τῇ Πιερίᾳ, ὧν οἱ πολῖται Ἠϊονεὺς καὶ Ἠϊονίτης, δηλοῦσιν οἱ παλαιοί.] (ῃ. 93) Ὅτι τὴν ὄσσαν ἐνταῦθα φανερῶς ἄγγελον Διὸς λέγει, τουτέστιν ἀέρος, ἐν τῷ «μετὰ δέ σφισιν ὄσσα δεδήει ὀτρύνουσ' ἰέναι, Διὸς ἄγγελος», ἥτιςἐξακουομένη διὰ τοῦ ἀέρος ὀτρύνει τοὺς Ἕλληνας εἰς ἀγοράν. εἴη δ' ἂν λέγωνἀλληγορικῶς ὄσσαν ἢ τὴν τῶν βασιλέων ἄρτι κέλευσιν, οἷς πειθόμενοι συνήγοντο, ἢ τὴν πάντων τῶν Ἀχαιῶν πρὸς ἀλλήλους ἐγκέλευσιν, οἳ ἐπέκεινα τῶν ἐννέακηρύκων ὤτρυνον καὶ αὐτοὶ ἑαυτοὺς εἰς τὴν ἀγοράν. Ὅρα δὲ τὸ «ὄσσα δεδῄει» ἀντὶ τοῦ ἔλαμπε, καθ' ὁμοιότητα φρασθὲν τοῦ «ἐνοπή», ὅ ἐστι μάχη, «δεδῄει», ὡς ἀπὸ τοῦ δαίω, τὸ καίω· ἴσως δὲ καὶ ἀπὸ τοῦ δαίω, τὸ μερίζω· πολλοὶ γὰροἱ βοῶντες· ἢ ἀπὸ τοῦ δαίω, τὸ μανθάνω, ἀφ' οὗ ὁ διδάσκαλος, ἵνα δηλοῖτὴν διδάσκουσαν τοὺς ἀκούοντας τὸ ποιητέον. ποιηταῖς δὲ μόνοις ἡ λέξις αὕτηφιλεῖται. [ὡς δὲ θεία λέξις παρὰ ποιηταῖς ἡ ὄσσα δηλοῦσά ποτε καὶ μαντείαν, πολλαχοῦ φαίνεται.] (ῃ. 94– 6) Ὅτι ἐκφράζων ἐν ὀλίγῳ τὸν τῆς ἀγορᾶς θροῦνφησιν· «οἳ δ' ἀγέροντο· τετρήχει δ' ἀγορή, ὑπὸ δ' ἐστοναχίζετο γαῖα λαῶνἱζόντων, ὅμαδος δ' ἦν». (ῃ. 95) Ἔστι δὲ τετρήχει μὲν κατὰ ὀνοματοποιΐαν τὸτετάρακτο ἢ τετράχυντο ἀπὸ τοῦ τεταράχει συγκοπῇ καὶ τροπῇ τοῦ ˉα εἰς ˉη. Τὸδὲ στοναχίζεσθαι ὠνοματοπεποίηται καὶ αὐτὸ καὶ δηλοῖ ποιὰν βοήν τινα, καθὰ καὶ τὸ στένειν ἐπὶ θαλάσσης παρὰ Σοφοκλεῖ λεγόμενον· οὐ μόνον γὰρ ἐπὶθρήνου ἡ λέξις τίθεται ἀλλὰ καὶ ἐπὶ ἁπλῶς θορύβου. (ῃ. 96) Ὅμαδος δὲ ἡ ὁμοῦαὐδή, ὁ κοινὸς θόρυβος, ὅπερ καὶ ἀλαλητὸς λέγεται, οἱονεὶ ὁμολαλητός. [Ὅραδὲ ὡς ἀναλόγως τῇ ὀτρυντύϊ τῆς ὄσσης κατεσπευσμένα παρενέσπαρται κομματικὰ ποιοῦντα γλυκύτητα, τὸ «οἳ δ' ἀγέροντο» καὶ ἑξῆς ἕως τοῦ «ὅμαδος δ' ἦν». (ῃ. 95) Τοῦ δὲ στεναχίζετο, οὗ πολλάκις ἡ ἄρχουσα καὶ διὰ τοῦ ˉο μικροῦπροφέρεται, διπλῆ ἡ παραγωγὴ ἐκ τοῦ στένω· στενάχω γὰρ ἐξ αὐτοῦ, εἶταστεναχίζω.] (ῃ. 96 ς.) Ὅτι ἐννέα κήρυκες βοῶντες τοὺς Ἕλληνας κατεσίγαζον. αὔξησις δέ ἐστι καὶ τοῦτο τοῦ θορύβου τῆς ἀγορᾶς, εἰ τοσοῦτοι κήρυκες μόλιςἔπειθον αὐτοὺς σχέσθαι μὲν τῆς βοῆς, ἀκοῦσαι δὲ τῶν βασιλέων. Σημείωσαιδὲ καὶ νῦν ὅτι, ὡς καὶ ἐν τοῖς ἑξῆς πολλαχοῦ φανήσεται, προσπαθῶς ἔχει ὁποιητὴς τῷ ἐννέα ἀριθμῷ διά τε ἄλλας αἰτίας, ἃς λέγουσιν οἱ παλαιοί, οἷον καὶὅτι τετράγωνός ἐστι καὶ τέλειος ἐκ τελείου τοῦ τρία γινόμενος πολυπλασιασθέντος εἰς ἑαυτόν, ἀλλὰ καὶ διὰ τὰς Μούσας, αἳ τῷ ἀριθμῷ τούτῳ περιγράφονται. οἱ δ' αὐτοὶ παλαιοὶ καὶ ὡς περισσάκις περισσὸν τὸν ἐννέα σεμνύνουσιν ἀριθμὸνεἰς τρεῖς διαιρούμενον τριάδας, ὧν ἑκάστη πάλιν τριὰς εἰς μονάδας τρεῖς. πολλαχοῦ τοίνυν ὁ ποιητὴς εὐεπίφορός ἐστιν εἰς τὸν ἐννέα ἀριθμόν, ὡς δειχθήσεται. διὸ καὶ ἐνταῦθα τοὺς κήρυκας ἐννέα εἶναί φησι καὶ ἐν τοῖς ἑξῆς δέ πουἐννέα τινὰς ἀντανιστᾷ τῷ Ἕκτορι πολεμίους. Τινὲς δὲ πειρῶνται καὶ ἱστορικῶςἀποκαθιστᾶν τὴν τῶν κηρύκων τούτων ἐννεάδα λέγοντες, ὅτι Ταλθύβιος καὶ Εὐρυβάτης Ἀγαμέμνονος κήρυκες, Ὀδίος Αἴαντος, Εὐρυβάτης ἕτεροςὈδυσσέως, Ἀσφαλίων καὶ Ἐτεωνεὺς Μενελάου. συγκαταριθμοῦσι δὲ αὐτοῖςκαὶ Στέντορα τὸν εὐρυβόαν, οὗπερ Ὅμηρος ἐν τοῖς ἑξῆς μεμνήσεται, καὶ τὸν Θοώτην, ἤδη δὲ καὶ τὸν Κάλχαντα μεγαλόφωνον καὶ αὐτὸν τεκμηριούμενοι ἐξὧν εὕρηταί που ἐν τοῖς μετὰ ταῦτα ὁ Ποσειδῶν τῷ Κάλχαντι ἐξομοιούμενοςκαὶ τοῖς Ἕλλησιν ἐμβοώμενος καὶ κελεύων μάχεσθαι. (ῃ. 99 ς.) Ὅτι τὸ «σπουδῇ ἕζετο λαὸς παυσάμενοι κλαγγῆς» ἀντὶ τοῦ μόλις ἐκαθέσθη καὶ δυσχερῶς. διὸ καὶ ὁ Ἕκτωρ νυκτός που κατὰ τῶν Ἑλλήνων βουλευόμενός φησι «μὴ ἀσπουδεὶ φύγοιεν», ἀντὶ τοῦ μὴ δίχα σπουδῆς καὶ εὐχερῶς καὶ ἄνευ βίας. ὅτε μέντοι ἐρεῖ τις ἀπὸ σπουδῆς τι λέγειν, τότε ἡ λέξις τὸ ὁλοψύχως καὶἐνδιαθέτως καὶ ἐναγωνίως δηλοῖ. [Ἰστέον δὲ ὡς οἱ τεχνικοὶ τὸ σπουδῇ ἤγουντὸ ῥηθὲν Ὁμηρικὸν ἐπίρρημα λογίζονται ὁμοίως τῷ κομιδῇ ἀντὶ τοῦ λίαν καὶσὺν ἐπιμελείᾳ.] (ῃ. 100) Ὅρα δὲ τὸ κλαγγή ἐνταῦθα ἐπὶ ἀνθρώπων κραυγῆςτεθέν. (ῃ. 101– 8) Ὅτι φθάσας μὲν ἄφθιτον ἔφη τὸ πατρῷον τοῦ Ἀγαμέμνονος σκῆπτρον, ὅπερ Ἥφαιστος ἔκαμε τεύχων· ἐνταῦθα δὲ ἐφερμηνεύων, πῶς τον ἦν, διότι δηλαδὴ ἀδιάδοχον, καθὰ προγέγραπται, ἢ καὶ ὡς θεόθεν εἰς αὐτὸνκατελθόν, καὶ ἅμα καὶ γενεαλογίαν ἐκτιθέμενος, φησίν, ὅτι Ἥφαιστος μὲναὐτό «δῶκε Διῒ Κρονίωνι ἄνακτι· αὐτὰρ ἄρα Ζεὺς δῶκε διακτόρῳ Ἀργεϊφόντῃ· Ἑρμείας δὲ ἄναξ δῶκε Πέλοπι πληξίππῳ· αὐτὰρ ὁ αὖτε Πέλοψ δῶκ' Ἀτρέϊ ποιμένι λαῶν· Ἀτρεὺς δὲ θνῄσκων ἔλιπε πολύαρνι Θυέστῃ· αὐτὰρ ΘυέστηςἈγαμέμνονι λεῖπε φορῆναι πολλῇσι νήσοισι καὶ Ἄργεϊ παντὶ ἀνάσσειν». Οὕτω τοίνυν τὸ σκῆπτρον ἄφθιτον ὡς θεόθεν τε δοθὲν τῷ γένει τῶν Ἀτρειδῶν καὶ ἐκ προγόνων εἰς τοὺς ἐπιγόνους διαβεβηκός. Ὅρα δὲ ὅτι ἐν τῷ περὶ τοῦσκήπτρου λόγῳ δεῆσαν ἢ τῷ ἀτάρ συνδέσμῳ χρήσασθαι ἢ τῷ δέ, ἐν ἑκάστῳστίχῳ ἕνα παρ' ἕνα χάριν ποικιλίας τοὺς τοιούτους συνδέσμους ὁ ποιητὴςτίθησιν ἐκκλίνων τὸ μονοειδές. φησὶ γάρ· αὐτὰρ Ζεὺς ἔδωκεν, Ἑρμείας δὲἔδωκεν, αὐτὰρ Πέλοψ ἔδωκεν, Ἀτρεὺς δὲ ἔλιπεν, αὐτὰρ Θυέστης ἔλειπε. καὶὅρα καὶ ὅπως κατὰ σχῆμα ἐπιμονῆς τετράκις μὲν εἶπε τὸ ἔδωκε, δὶς δὲ τὸ ἔλιπεν. ἐποίησε δὲ ὁ ποιητὴς τοῦτο οἷα μὴ ἔχων λέξεις καιριωτέρας τούτων εἰπεῖν. ὅρα δὲ καὶ ὅτι τὸ μέν «Ἀτρεὺς ἔλιπε» διὰ τοῦ ˉι γέγραφεν· ἔστι γὰρ χρόνου ἀορίστου δευτέρου· τὸ δέ «Θυέστης Ἀγαμέμνονι λεῖπε» διὰ διφθόγγου, χρόνονἀντὶ χρόνου λαβὼν ἤγουν ἀντὶ ἀορίστου παρατατικόν, ὁποῖόν τι καὶ ἐπὶ τοῦεἶδον γίνεται. τὸ γὰρ εἶδον καὶ ἡ λοιπὴ κλίσις τοῦ τοιούτου ῥήματος, ὅπερ ἀντὶτοῦ ἐθεασάμην λαμβάνεται, τὰ μὲν πλείω παρὰ τῷ ποιητῇ τὴν διὰ τοῦ ˉι ἔχειγραφὴν τῷ λόγῳ τοῦ δευτέρου ἀορίστου, ἐξ οὗ καὶ τὸ ἰδεῖν ἀπαρέμφατον καὶἡ ἰδών μετοχή· ἔστι δὲ ὅτε καὶ διὰ διφθόγγου γράφεται, ὅπερ ἐστὶ ῥῆμα χρόνουπαρατατικοῦ δηλοῦντος μὲν τὸ ἔβλεπον, λαμβανομένου δὲ ἀντὶ ἀορίστου τοῦἐθεασάμην. τὸ δὲ σχῆμα τοῦ ῥηθέντος χωρίου κλίμακα καὶ κλιμακωτὸν λέγουσινοἱ παλαιοί, ἕτεροι δὲ ἐποικοδόμησιν. γίνεται δὲ σχῆμα κλιμακωτόν, ὅταν τὸλῆγον τῆς φθασάσης ἐννοίας ἀρχὴ γένηται τῆς ἐφεξῆς, οἷον ὡς εἴ τις εἴπῃ· ὁβασιλεὺς ἀγαθός· ὁ ἀγαθὸς ἀγαθὰ ποιεῖ· ὁ ἀγαθὰ ποιῶν εὐεργετεῖ· ὁ εὐεργετῶνθεὸν μιμεῖται. τοιοῦτόν τι κἀνταῦθα τὸ σχῆμα· Ἥφαιστος μὲν ἔδωκε Διΐ, Ζεὺςδὲ τῷ Ἑρμῇ, Ἑρμῆς δὲ Πέλοπι καὶ καθεξῆς. κάλλους δὲ σχῆμα κατὰ τοὺς παλαιοὺς τὸ κλιμακωτὸν οἰκεῖον ὂν πανηγυρικαῖς ἐννοίαις, ὁποία τις ἐνταῦθακαὶ ἡ κατὰ τὸ βασιλικὸν σκῆπτρον γενεαλογία. τῆς δ' αὐτῆς ἰδέας καὶ τὸαὐτάρ τρὶς κείμενον ἐνταῦθα ἐπαναφορικῶς ἐν καταρχῇ στίχων ἕνα παρ' ἕνα, καὶ ἡ ῥηθεῖσα ἐπιμονὴ καὶ τὰ ποιητικὰ πάρισα, τὸ «πολλῇσι νήσοισιν ἀνάσσειν» καὶ τὸ «αὐτὰρ ὁ αὖτε» δὶς τεθὲν κατ' ἐπαναφορὰν ἐν δυσὶ στίχων ἀρχαῖς, εἰ καὶποιητικῶς πέφρασται. παρίσωται δὲ καλῶς καὶ τὸ «Διῒ Κρονίωνι ἄνακτι». Ὅρα δὲ καὶ ὅτι δίχα τοῦ Ἡφαίστου τὰ λοιπὰ πρόσωπα ἐνταῦθα μετὰ ἐπιθέτων ἐξάγει, τὸν Δία μὲν εἰπὼν Κρονίωνα καὶ ἄνακτα, τὸν Ἑρμῆν δὲ διάκτορονἈργεϊφόντην, ἔτι δὲ καὶ ἄνακτα. θεία δὲ λέξις τὸ ἄναξ, ὡς καὶ ἐν τῇ αʹ ῥαψῳδίᾳγέγραπται· διὸ καὶ ἐπὶ Ἑρμοῦ μόνου καὶ Διὸς αὐτὴν ἐνταῦθα τέθεικε. τὸν δὲ Πέλοπα πλήξιππον προσέφη· τὸν δὲ Ἀτρέα ποιμένα λαῶν, σεμνῶς ὀνομάσας αὐτόν· τάχα γὰρ κρείττων ἦν τοῦ πατρὸς τὰ εἰς βασιλείαν· τὸν δὲ Θυέστηνπολύαρνα, οἱονεὶ λέγων, ὅτι Ἀτρεὺς μὲν λαῶν ἦγε ποίμνια, ὁ δὲ Θυέστηςἀρνῶν καὶ τοιούτων ζῴων· τὸν Ἀγαμέμνονα δὲ προάγει μὲν ἐπιθέτου χωρίς, περιφραστικῶς δὲ ἄνακτα καὶ αὐτὸν εἰπεῖν βούλεται λέγων αὐτὸν Ἄργεϊ παντὶἀνάσσειν. (ῃ. 103) Ἔστι δὲ διάκτορος μὲν ἢ ὁ διάτορος, ὅ ἐστι σαφὴς ἐν ταῖςἀγγελίαις· τορὸν γὰρ τὸ τρανὲς καὶ σαφές· ἢ ὁ αὐτὸ τοῦτο ἄγγελος ἀπὸ τοῦἄγω, ἐξ οὗ καὶ ὁ ἄγγελος. ἄγγελός τε γὰρ ἀπὸ τοῦ ἄγειν φαίνεται γίνεσθαι καὶδιάκτωρ δὲ ὁμοίως ἀπὸ τοῦ ἄγω, ὥσπερ ἀπὸ τοῦ λέγω λέκτωρ καὶ ἀλέκτωρ. τὸδὲ ἄκτωρ κλιθὲν εἰς τὴν ἄκτορος γενικὴν πεποίηκε [τῇ εἰς ἀρχὴν ἀναδρομῇ] εὐθείαν τὴν ὁ διάκτορος ἤτοι ὁ ἄγγελος. καὶ αὐτὸ δὲ τὸ Ἑρμῆς ἀπὸ τοῦ εἴρω, τὸ ἀγγέλλω, ἐτυμολογοῦσί τινες, ἐξ οὗ Ἐρέας ὄνομα ὡς ὁ Αἰνέας καὶ πλεονασμῷ τοῦ ˉμ Ἑρμέας, ἐξ οὗ ὁ καὶ ἐν τῇ Ὀδυσσείᾳ δηλούμενος Ἑρμῆς. πλεονάζειν γάρ φασι πολλαχοῦ τὸ ˉμ, ὥσπερ καὶ ἐν τῷ μοχλός ἀπὸ τοῦ ὀχλῶ, καὶ ἀπὸ τοῦ εἴρω εἶραξ καὶ μεῖραξ, καὶ ἐκ τοῦ ἀχύρου ἀχυρμιά, καὶ ἐκ τοῦ τέκωτέκμωρ, τὸ τέλος. οὕτως οὖν καὶ Ἐρέας καὶ κατὰ πλεονασμὸν Ἑρμέας, ἐξ οὗ Ἑρμῆς ὁ τὰ τῶν θεῶν εἴρων ἤτοι ἀγγέλλων, ἵνα ἐκ τοῦ Ἑρμέας ἐπενθέσει μὲν τοῦ ˉι ὁ Ἑρμείας γίνηται, ὡς Αἰνέας Αἰνείας, Αὐγέας Αὐγείας, κατὰ κρᾶσινδὲ Ἑρμῆς, ὡς Ποδέας Ποδῆς, Σωσέας Σωσῆς. Ἡ μέντοι ἀλληγορία Ἑρμῆντὸν λόγον νοοῦσα καὶ ἐκ τοῦ ἑρμηνεύειν αὐτὸν ἐτυμολογεῖ ὡς ἑρμηνεύοντα τὰτῆς ψυχῆς βουλήματα καὶ ἐξαγγέλλοντα, ὅθεν καὶ διάκτορον αὐτὸν καλεῖ οἷατορῶς, ὅ ἐστι σαφῶς, ὡς προείρηται, αὐτὰ προάγοντα. τὸν δ' αὐτὸν καὶἈργεϊφόντην ἐπονομάζει ὡς ἀργὸν φόνου· εἰρηνικὸν γὰρ ὁ λόγος. Ὁ δὲ Ἀργεϊφόντην τὸν φονέα τοῦ Ἄργου καλεῖ, ὃν φύσεως τέρας ἡ ἱστορία παραδίδωσιν ὀφθαλμοὺς αὐτῷ ἀνοίξασα διὰ παντὸς τοῦ σώματος, οὓς ἄλλοτεἄλλους ἀνοίγων καὶ τοῖς μὲν μύων, τοῖς δὲ βλέπων, ἄϋπνος ἦν διὰ βίουἄστροις μέν τισιν ἀνατέλλουσιν ἐπανοίγων τοὺς μύοντας ὀφθαλμοὺς συνανατέλλοντας ὥσπερ καὶ αὐτούς, ἑτέροις δὲ αὖ πάλιν τῶν ἀστέρων δυομένοιςἐγκαταμύων τοὺς βλέποντας ὀφθαλμοὺς καὶ ὥσπερ συγκαταδύων τὸν ἐν αὐτοῖςὀπτικὸν ἥλιον, ὃ καὶ Εὐριπίδης δηλοῖ ἐν οἷς φησιν Ἄργου ὄμματα «τὰ μὲν ξὺνἄστρων ἐπιτολαῖσι βλέποντα, τὰ δὲ κρύπτοντα δυνόντων μέτα». καὶ οὕτω μὲνὁ μῦθος πολυωπὸν πλάττει τὸν Ἄργον. Ἡ δὲ ἱστορία τὸν Ἄργον τοῦτον, ὃς καὶπανόπτης ἐπεκαλεῖτο, πολυπράγμονα τὰ εἰς ὄψιν εἶναι βούλεται καὶ ὀριγνώμενον πᾶσι παρεῖναι πράγμασι καὶ ἀεί ποτε καὶ ὡς οἷόν τε συνεχῶς πάντα ὁρᾶνκαὶ μηδὲν τῶν ὑπὸ τὴν ἀρχὴν αὐτοῦ διαλανθάνειν αὐτόν. ἴσως δὲ καὶ ἀγχίνουςὁ ἄνθρωπος ἦν καὶ τὰ μὲν ὁρῶν, τὰ δὲ προορῶν, ὁποῖον ὁ ποιητὴς λέγει τὸνβλέποντα τά τε ἔμπροσθεν καὶ τὰ ὄπισθεν, ὡς προγέγραπται. τυχὸν δὲ καὶὀξὺς ἦν τὴν θέαν, ἀλλὰ καὶ ἐγρηγορὼς τὰ πολλὰ καὶ ὀλίγῳ ὕπνῳ ἑαυτὸνἐπιτρέπων. διόπερ ὁ μῦθος πολλοὺς ὀφθαλμοὺς αὐτῷ ἐφιλοτιμήσατο. εἰκὸς δὲκαὶ εὐθυόνειρον εἶναι τὸν ἄνθρωπον καὶ ἐδόκει καὶ κατὰ τοῦτο ἄϋπνος εἶναι ὡςκαὶ ἐν τῷ ὑπνοῦν ἐοικὼς καθορᾶν διὰ τὴν ἀληθῆ τῶν φαντασιῶν ἔκβασιν. Ὥσπερ δὲ τὸν Ἄργον ὁ μῦθος αἰνιγματωδῶς ἐσέμνυνεν, οὕτω καὶ ἄλλον τινὰ πολλὰ πράττοντα ταῖς χερσὶν Ἑκατόγχειρα ἔπλασε καί τινι ἀκαμάτῳ τὴνπορείαν ὄντι ἀπὸ χαλκοῦ τὸ σκέλος ἐσφυρηλάτησε. καὶ ἀκουστικὸν δέ τινα ὄνταὄνου φέρειν ὦτα εἶπε τερατολογῶν πολυτρόπως τὰς φιλοτιμίας τῆς φύσεως. Ἦν δὲ ὁ Ἄργος βασιλεὺς χώρας, ἥτις ἀπ' αὐτοῦ μὲν Ἄργος, ἀπὸ δὲ Πέλοποςὕστερον ὠνομάσθη Πελοπόννησος. τὸν τοιοῦτον Ἄργον ἡ Ἥρα ἐπιστῆσαι λέγεται φύλακα τῆς Ἰοῦς, ἵνα ὁ Ζεὺς ὑπὸ τοιούτῳ σκοπῷ ἀΰπνῳ τηρούμενοςἀπέχοιτο τῆς τοιαύτης γυναικός. Ἑρμῆς δὲ δόλῳ τὸν Ἄργον καταγωνίζεταιΔιὸς ἀξιώσαντος καί, ἐπεὶ λαθραίως οὐκ εἶχεν αὐτὸν ἀνελεῖν, λίθῳ βαλὼνπεφόνευκε. κἀντεῦθεν Ἀργεϊφόντης λέγεται, οἷον Ἀργοφόντης, καὶ τροπῇ τοῦ ˉο εἰς ˉε καὶ πλεονασμῷ διχρόνου Ἀργεϊφόντης, ὥσπερ καὶ ἀνδροφόντηςἀνδρεφόντης καὶ κατὰ πλεονασμὸν ἀνδρεϊφόντης. καίτοι τὸ ἀνδρεϊφόντης τινὲςὡς ἀπὸ τῆς ἀνδρί δοτικῆς διὰ τοῦ ˉι γράψαντες διφορεῖσθαι τὴν λέξιν πεποιήκασι· τὸ μέντοι Ἀργεϊφόντης ἀεὶ τὴν διὰ διφθόγγου ἔχει γραφήν. [Ἰστέον δὲ ὅτι Ἀργεφόντης, καθὰ καὶ τὸ ἀνδρεφόντης, ἐξ ὧν Ἀργεϊφόντης καὶ ἀνδρεϊφόντης, Δωρικά εἰσιν, ὡς Ἡρωδιανὸς δηλοῖ ἐν οἷς λέγει τοιαῦτα· αἱ εἰς ˉοˉς ὀξύτονοι γενικαὶ συντιθέμεναι συμφώνου ἐπιφερομένου ἢ διὰ τοῦ ˉο λέγονται, οἷον Ζηνός Ζηνόθεος, θριπός θριπόβρωτος, ἁλός ἁλοθήκη· ἢ διὰ τοῦ ἰῶτα, οἷον Αἰγίπαν, [πυρίχαλκος], νυκτικόραξ. οὕτως οὖν, φησί, καὶ ἁλοτρίβανος, ὡς ἁλοπώληςκαὶ ἁλοθήκη. ὁ μέντοι διὰ τοῦ ˉε ἁλετρίβανος μήποτε Δώριόν ἐστιν; οἱ γὰρτὸν Ἀπόλλωνα Ἀπέλλωνα εἰπόντες καὶ τὸν ἀνδροφόνον ἀνδρεφόνον, οὗτοι καὶ τὸν ἁλοτρίβανον ἁλετρίβανον εἴποιεν ἄν.] Ἔτι ἰστέον καὶ ὡς ἐν τῷ Παυσανίου Λεξικῷ φέρεται ἀργεϊφόντης ὁ ὀφιοκτόνος· ἄργην γάρ, φησίν, ἔνιοι τὸνὄφιν καλοῦσιν. οὐ μέντοι ἱστορεῖ καὶ πῶς ὀφιοκτόνος ὁ Ἑρμῆς. (ῃ. 104) Τὸνδὲ Πέλοπα πλήξιππον λέγει ὡς ἡνιοχικόν. τοιοῦτον γὰρ αὐτὸν ἡ ἱστορίαπαραδίδωσιν, ὃς Φρὺξ μὲν ἀνέκαθεν ὤν, εἰς τὴν Ἑλλάδα δὲ διαβάς, κατέχειτὴν ἀπ' αὐτοῦ ῥηθεῖσαν, ὡς εἴρηται, Πελοπόννησον, καταγωνισάμενος ἅρματιτὸν Οἰνόμαον καὶ λαβὼν ἔπαθλον τήν τε βασιλείαν ἐκείνου καὶ τὴνθυγατέρα Ἱπποδάμειαν, ἣν ἐκεῖνος ἆθλον ἐτίθει τῷ νικήσαντι αὐτὸν ἅρματι. Οἱ δὲ παλαιοὶ καὶ ἄλλως πλήξιππόν φασι κληθῆναι τὸν Πέλοπα, ὡς αὐτόν ποτεκατ' ἀνάγκην τινὰ ἑαυτῷ ἡνιοχήσαντα. τοῦτο δὲ λέγουσι διὰ τὰ ἐπὶ τῷ Μυρτίλῳθρυλλούμενα, ὃς ἡνιόχει μὲν Οἰνομάῳ τῷ τῆς ῥηθείσης Ἱπποδαμείας πατρὶἙρμοῦ παῖς λεγόμενος διὰ τὸ δόλιος εἶναι καὶ λόγιος· προὔδωκε δὲ τὸνδεσπότην πεισθεὶς τῇ παιδὶ θελούσῃ τὸ κακὸν κατὰ ἔρωτα Πέλοπος καὶ τοὺςπασσαλίσκους ἤτοι ἐμβόλους ἐξελών, οἳ ταῖς χοινικίσιν ἤτοι τῷ ἄκρῳ τοῦἄξονος ἐνειρόμενοι κατέχουσι τοὺς τροχούς, διεκπεσεῖν αὐτοὺς ἐν τῷ καιρῷ τῆςἁρματηλασίας πεποίηκεν. οὐ γὰρ ἔτι τοὺς ἐμβόλους εἶχον οἱ χοίνικες διὰ τὴντοῦ Μυρτίλου πανουργίαν. καὶ οὕτω νενίκηται μὲν ὁ δεσπότης Οἰνόμαος ἢ κατάτινας καὶ ἀνῄρηται πρὸς τοῦ [πενθεροφθόρου] Πέλοπος [ὁ πρὶν γαμβροκτόνος] δεινὰ τῷ Μυρτίλῳ ἐπαρασάμενος. ἦν δὲ τὸ λοιπὸν Ἱπποδάμεια ὑπὸ τῷ Πέλοπικαὶ ὁ Μυρτίλος πρὸς τῆς δίκης ἐνηδρεύετο κατὰ τὴν ἀρὰν τοῦ Πέλοπος. ἦλθε δὴ καιρὸς καὶ ὁ Πέλοψ ὑπὸ ἡνιόχῳ τῷ αὐτῷ Μυρτίλῳ ἐφ' ἅρματοςὥδευεν ἔχων καὶ τὴν Ἱπποδάμειαν παραβαίνουσαν. διψᾷ ἡ γυνή· ἐκλαλεῖ τὸπάθος· κάτεισιν ὁ Πέλοψ· ἄπεισιν ὑδρευσόμενος καὶ τὸν τῆς δίψης καύσωνασβέσων τῇ γυναικί. τῇ δὲ ἄλλο πάθος ἐκκαίεται καὶ πῦρ ἔρωτος ὑπανάπτεταικαὶ ἦν ὁ ἔρως ἐπὶ Μυρτίλῳ τῷ τοῦ δεσπότου προδότῃ· ὡς δὴ κατήπειγε τὸπάθος, ἐκφαίνει αὐτὸ ἡ γυνὴ καὶ τὸν Μυρτίλον προκαλεῖται κατὰ τοῦ πυρός. ὁ δὲ ἐνταῦθα γοῦν φρένας λαβὼν οὐ πείθεται. ἐπάνεισιν ἐπὶ τούτοις ὁ Πέλοψ. καὶ ἡ γυνὴ τὸν ἔρωτα εἰς μανίαν τρέψασα– τοιοῦτον γὰρ ἔρως ἐξαμαρτάνων– φθάνει κατειπεῖν τοῦ Μυρτίλου ψευδῆ, ὡς ἄρα ὁ τοῦ πατρὸς Οἰνομάου προδότηςἐπὶ τῷ πρώτῳ δεσπότῃ ἐν οὐδενὶ τίθησι καὶ τὸν δεύτερον καὶ ἅρματι ἐπιβουλευσάμενος τότε καὶ νῦν καταδιφρεῦσαι τὸν Πέλοπα ἐν οὐ καλοῖς βεβούληταικαὶ τὸν Οἰνόμαον καταρρίψας τοῦ ἅρματος διεκπεσεῖν ἄρτι τῆς εὐνῆς πειρᾶταιτὸν Πέλοπα. ταῦτά τε οὖν, ὡς εἰκός, ἐλάλησε καὶ βίαν ἐξετραγῴδησε καὶ δόλον Μυρτίλου καὶ λόγους αἱμύλους καὶ ὅσα ἄλλα ὁ δυστυχήσας ἔρως εἰς κατηγορίαν ὑπηγόρευε τῇ γυναικί. πιστεύει τοῖς λόγοις ὁ Πέλοψ καὶ πείθεται καὶ τοῦ Μυρτίλου καταδιαιτήσας ἐρήμην οὐκ ἤθελεν ἐκεῖνον ἔτι ζῆν· ἤδη γὰρ αἱ τῆςδίκης ἄρκυες τῷ Μυρτίλῳ ἐπήγνυντο. καὶ τέως μὲν ὁ Πέλοψ ἐχεμυθῶν ἔπεττετὸν χόλον. ἐπειδὴ δὲ πρὸς κρημνῷ βαθυτάτῳ γένοιτο καὶ στενοχωρίᾳ ὁδοῦ καὶθάλασσα μὲν ὑπέξυε τὸν κρημνόν, ὁ δὲ πυκναῖς πάγων ἐξετραχύνετο προβολαῖς, καὶ ὁ Μυρτίλος ἀφυλάκτως εἶχεν οὐδέν τι συνειδὼς ἑαυτῷ δεινόν, λαβόμενοςἀπροόπτως ὁ Πέλοψ ἐκείνου βάλλει κατωκάρα τὸν ἄνδρα. καὶ ὁ μὲν κατέβαινεθανούμενος ταύτην εὑρὼν ποινήν, οἷς τὸν δεσπότην Οἰνόμαον ἔσφηλεν, ὁ δὲ Πέλοψ ἐφ' ὁμοίοις ἑαυτῷ κηλῖδα δυσδαιμονίας ἐνέτριψεν ἐν οὐ καλοῖς τὸν εὐεργέτην Μυρτίλον ἀμυνάμενος. ἔτι γὰρ ἑαυτοῦ ὢν ὁ Μυρτίλος καὶ εἰδώς, ὡς οὐκ ἐνδίκῃ πίπτει, ἐπαρᾶται, καθά που Οἰνόμαος αὐτῷ, οὕτως αὐτὸς πανωλεθρίαντῷ γένει τοῦ Πέλοπος. καὶ αὐτὸς μὲν οὕτως εἰπὼν οὐκέτι λαλεῖν εἶχεν, ἀλλὰκατενεχθέντα αὐτὸν εἶχε τὸ ὑποκείμενον πέλαγος, ὃ καὶ Μυρτῷον ἐκεῖθενἐκλήθη· περὶ ὃ καὶ ἡ Αἴγινα νῆσος κεῖται κατά τινας καὶ ἡ Ἐλευσίν. ἡ δὲ δίκηἐπιστρέφεται τοῦ Μυρτίλου καὶ τρέπεται κατὰ τοῦ γένους τῷ Πέλοπι καὶ εἰςτοὺς ἐπιγόνους παραπέμπει τὰς ποινάς. ἐντεῦθεν οἱ Πελοπίδαι Ἀτρεύς τε καὶ Θυέστης τῇ τραγῳδίᾳ πολλὴν ἐχορήγησαν ὕλην, ὁ μὲν ἀδικήσας εἰς λέχοςτὸν Ἀτρέα καὶ τὸ χρυσόμαλλον ἀρνίον ὑποσπάσας, ὃ πρὸς Ἑρμοῦ ἐκεῖνος εἶχεν ἐν τοῖς θρέμμασιν ἐξαίρετον, ὁ δὲ τῷ Θυέστῃ παραβαλὼν εἰς τροφὴν τὰ φίλτατα, ὧν καὶ γευσάμενος ἐκεῖνος πόλιν ἐξ αὐτοῦ ἀφῆκε καλεῖσθαι τὴν Ἔμειαν, ὅπουδηλαδὴ τὰ καταβρωθέντα ἐξήμεσε. καὶ ταῦτα μὲν Ἀτρεὺς καὶ Θυέστης, ἵνα τιςἐπιτέμῃ τὰ πολλά. Ἀγαμέμνων δὲ ὁ τοῦ Ἀτρέως καὶ Αἴγισθος ὁ τοῦ Θυέστου καὶ αὖ Ὀρέστης ὁ τοῦ Ἀγαμέμνονος, ὅπως τοὺς πατρῴους οἴκους διέθεντο, αἱ ἱστορίαι θρυλλοῦσι. ῥίπτει γὰρ Ἀγαμέμνονα μὲν Αἴγισθος ἀλάστωρ γενόμενοςτοῦ βασιλικοῦ λέχους τε καὶ σώματος, Αἴγισθον δὲ Ὀρέστης ἀμύνων τῷ πατρί, αὐτός τε τροχηλατούμενος κατὰ τὴν τραγῳδίαν τῷ τῆς μητρὸς αἵματι οὐκεὐδαιμόνως ἔζησεν. οὕτως αἱ τοῦ Μυρτίλου Ἐριννύες τὸ τοῦ Πέλοπος γένοςμετῆλθον, ὃς τὸν Μυρτίλον ἀνελὼν καὶ ἑαυτῷ ἡνιοχήσας πλήξιππος ὑπὸ Ὁμήρουκέκληται ὡς τὴν ἡνιοχείαν αὐτουργήσας, [ὡς εἴπερ ἦν πλήξιππος, κεντρηνεκέαςἄρα ἤλαυνεν ἵππους.] ἀλλὰ ταῦτα μὲν ἄλλοι. (ῃ. 106 ς.) Ὅμηρος δὲ τὰ μὲνκατὰ τὸν Ἀγαμέμνονα καὶ τὸν Αἴγισθον οἶδε, τὰ δὲ κατὰ τὸν Ἀτρέα καὶ Θυέστην οὐχ' ὁμοίως τοῖς λοιποῖς ἱστορεῖ, ἀλλὰ φαίνεται εἰδὼς αὐτοὺς φίλια φρονοῦντας ἀλλήλοις. Φησὶ γάρ, ὅτι Ἀτρεὺς θνῄσκων ἔλιπε τὸ σκῆπτροντῷ Θυέστῃ, ὡς ἐπὶ παιδὶ ἀτελεῖ τῷ Ἀγαμέμνονι θνῄσκων τῷ πρεσβυτάτῳ τῶνπαίδων καὶ ἀναθεὶς τῷ ἀδελφῷ Θυέστῃ ἐπιτροπεύειν τοῦ Ἀγαμέμνονος. ὁ δὲαὖθις ἔλιπε τὸ σκῆπτρον, οὐ τῷ παιδὶ Αἰγίσθῳ περιόντι, ἀλλὰ τῷ Ἀγαμέμνονιτῷ ἐπιτροπευομένῳ δίκαια ποιῶν. Τινὲς δέ φασι τὸν ποιητὴν εἰδέναι μὲν καὶαὐτὸν τὰ κατὰ τὸν Ἀτρέα καὶ Θυέστην κακά, σιωπῆσαι δὲ αὐτὰ διὰ τὸ τῆςἱστορίας οὐκ εὔφημον καὶ ἵνα μὴ βλασφημήσῃ τὸ γένος· οὐ γὰρ εἴωθε κακολογεῖν Ὅμηρος. ἐμφαίνει μέντοι, φασίν, ὥσπερ διὰ τοῦ πλήξιππος τὰ κατὰ τὸν Μυρτίλον μιᾷ λέξει τὸ πολὺ παραφήνας τοῦ πράγματος διὰ τὸ μὴ εὐκαίρωςἔχειν πολυλογεῖν, οὕτω καὶ ἐνταῦθα ὁμοίως τὰ κατὰ τὸν Ἀτρέα καὶ Θυέστηνδιὰ τοῦ ἔλιπεν. ἐπὶ μὲν γὰρ τῶν ἄλλων προσώπων, παρ' οἷς οὐκ ἦν τις διαφορά, τὸ ἔδωκε λέγει· ἔδωκεν Ἥφαιστος, ἔδωκε Ζεύς, ἔδωκεν Ἑρμῆς, ἔδωκεΠέλοψ· ἐπὶ δὲ τῶν ἀλλήλοις διαφόρων τὸ ἔλιπεν ἔθετο, ὡς μήτε τοῦ Ἀτρέως αὐτόθεν ἑκοντὶ τὸ σκῆπτρον δόντος τῷ Θυέστῃ, μήτ' αὖ τοῦ Θυέστου τὸοἰκεῖον δόντος τῷ Ἀγαμέμνονι· τὸ μὲν γὰρ ἔδωκε φιλίας σημεῖόν φασιν οἱπαλαιοί, τὸ δὲ καταλιπεῖν ἀνάγκης. καὶ τὸ πολύαρνα δὲ τὸν Θυέστην εἰπεῖνἔμφασιν οἴονται διδόναι τοῦ νοσφισμοῦ τῆς χρυσέας ἀρνός· καίτοι τοῦτο ἄλλωςδηλοῖ τὸν πολυθρέμμονα ὡς ἀπὸ μέρους τῶν ἀρνῶν, ἐξ ὧν καὶ τὸ ἄρνυσθαι, ὡςκαὶ ἐν Ὀδυσσείᾳ εἴρηται. καὶ ταῦτα μὲν οὕτως. Ἐν δὲ τῷ χωρίῳ τούτῳ καὶ ἄλλο τι σημειοῦνται οἱ παλαιοί, ὅτι ἐξ ἑκάστου τῶν προσώπων ἡ τοῦ σκήπτρουδιάβασις ἀνομοίως γίνεται, κἀντεῦθεν ποικιλίαν μηχανησαμένου τοῦ ποιητοῦτῷ γενεαλογικῷ τόπῳ τούτῳ οὐ γὰρ κατὰ τὸν αὐτὸν λόγον Ἥφαιστος Διῒ καὶ Ζεὺς Ἑρμῇ καὶ οἱ ἑξῆς τοῖς μετ' αὐτοὺς τὸ σκῆπτρον διδόασιν, ἀλλ' Ἥφαιστοςμὲν τῷ Διῒ τεῦξεν ἢ ὡς τεχνίτης χειρῶναξ βασιλεῖ χαρισάμενος ἢ ὡς ἐπιτεταγμένος ὑπὸ Διός· Ζεὺς δὲ τῷ Ἑρμῇ δίδωσιν ὡς κηρύκιον. ῥάβδος δὲ τὸκηρύκιον σύμβολον οὖσα τοῦ κήρυκα εἶναι τὸν φέροντα. Ἑρμῆς δὲ τῷ Πέλοπι τυχὸν μὲν δωρεῖται, ὃ εἶχε κηρύκιον, τυχὸν δὲ καὶ ὡς λαβὼν αὐτὸ πρὸς Διὸς καὶ κελευσθεὶς κομίσαι τῷ Πέλοπι· Πέλοψ δὲ τῷ Ἀτρεῖ ὡς υἱῷ κληρονομήσαντι τῆς ἀρχῆς· Ἀτρεὺς δὲ Θυέστῃ ὡς ἐπιτρόπῳ τοῦ παιδός, καθὰ γέγραπται· ἐτελεύτησε γὰρ ἐπὶ μικροῖς τοῖς παισί· Θυέστης δὲ τῷ Ἀγαμέμνονι ὡςπληρῶν τὸ ἐπιτραπέν. (ῃ. 108) Τὸ δέ «πολλαῖς νήσοις καὶ Ἄργεϊ παντὶἀνάσσειν» δεῖγμά ἐστι τοῦ μὴ ἁπλῶς χειροτονητὸν εἶναι εἴτ' οὖν αἱρετὸνβασιλέα τὸν Ἀγαμέμνονα κατά τινας, οἷς καὶ ὁ Εὐριπίδης ἐν τῇ κατ' αὐτὸνἸφιγενείᾳ συνηγορεῖ· οὐ γὰρ Μυκήνης μόνον αὐτὸν βασιλέα λέγει, ἀλλὰπαντός τε τοῦ Ἄργους, ὅπερ ἐστὶν ἡ Πελοπόννησος, καὶ νήσων πολλῶν, οἷον Ῥοδίων, Αἰγινητῶν, Ἰθακησίων. φησὶ γοῦν καὶ Ὀδυσσεὺς πρὸς Κύκλωπα·» λαοὶ δ' Ἀτρείδεω Ἀγαμέμνονός ἐσμεν». ἐκ πατέρων οὖν, φασί, Πελοποννήσου καὶ νήσων ἀρχὴν εἰληφὼς οὐ χειροτονητὸς ἦν. Καὶ ὅρα ὅτι νήσων μὲν πολλῶντὸν Ἀγαμέμνονά φησιν ἄρχειν, Ἄργους δὲ παντός. οὐκ ἄρα Μυκηναίων μόνων εἶναι ἄρχων δοκεῖ. τινὲς μέντοι νήσους ἐνταῦθα κώμας τινὰς τοῦ Ἄργουςἐννέα φασί, χερσαίας μέν, καλουμένας δὲ νήσους, καὶ ὑπὸ ἐξουσίαν οὔσας τῷἈγαμέμνονι. καὶ τοιαῦτα μὲν ταῦτα. Ὅρα δὲ καὶ ὡς, εἰ καὶ καλὸν ὑπομειδιᾷ ἡ ῥηθεῖσα γενεαλογία, οἷς ἐκ τοῦ ῥητορικοῦ κάλλους ἔχει, ἀλλὰ καὶ ἑτεροίως ταῖςποιητικωτέραις τῶν λέξεων χρῴζεται. τοιαῦται δὲ μάλιστα τό τε φορῆναι ἤτοιφέρειν, οὗ θέμα φοραίνω ἢ φόρημι, ὡς καὶ ἀλλαχοῦ φανεῖται, καὶ τὸ Θυέσταἀντὶ τοῦ Θυέστης ἐν τῷ «αὐτὰρ ὁ Θυέστ' Ἀγαμέμνονι λεῖπε», οὗ ὁ μὲν ποιητικὸςχαρακτὴρ κατὰ τὸ «ἱππότα Φοίνιξ» καὶ «ἱππηλάτα Πηλεύς», ὁ δὲ κοινὸς κατὰτὸ πενέστης, Ὀρέστης, ἀργέστης. Ὅτι βουλευσάμενος ὁ βασιλεὺς πειράσασθαι τῶν Ἑλλήνων, καθὰ προγέγραπται, ὡς ἂν γνῷ, εἴτε θέλουσιν ἀποκινδυνεύσεινεἴτε καὶ μή, καὶ παραγγείλας τῇ τῶν γερόντων βουλῇ ἀντιπεσεῖν καὶ κωλῦσαιαὐτόν, ἐφ' οἷς δηλονότι μέλλει δημηγορῆσαι ὡς ἐπὶ φυγῇ καὶ καταλύσει τοῦπολέμου, εἶτα καθίσας Πανελλήνων ἀγοράν, ἀνίσταται καὶ δημηγορεῖ τοιαῦτα, ἐξ ὧν φαίνεται μὲν κατασκευάζειν τὴν τοῦ λόγου ἀξίωσιν, τῇ δὲ ἀληθείᾳ τὸἐναντίον τῇ ἀξιώσει συνάγει. Ἀξιοῖ μὲν γὰρ κατὰ τὸ φαινόμενον φεύγεινἀφέντας τὸν πόλεμον. καὶ τοῦτό ἐστιν αὐτῷ πέρας τῆς δημηγορίας. αἱ δὲκατασκευαί, δι' ὧν δείκνυται δῆθεν τὸ δεῖν φεύγειν, τοὐναντίον ἅπαν συνάγουσιν, οὔτε σταθεραὶ οὖσαι ἀλλὰ καὶ λίαν εὐδιάλυτοι. καὶ οὕτω ποιεῖται δημηγορίαντὴν λεγομένην ἐσχηματισμένην. Σχήματι γὰρ μόνῳ καὶ προσποιήσει καὶ κατὰμόνον τὸ φαινόμενον ἐξ ἐπιπολῆς λέγει τὸ «φεύγωμεν». ἐν δὲ τῷ βάθει τῶνλεγομένων καὶ τῇ τοῦ λόγου ψυχῇ τὸ μὴ φεύγειν καὶ κατασκευάζει καὶ βούλεται, χρώμενος ἐννοίαις ἀμφιβόλοις τε καὶ διπλαῖς καὶ ὡς οἷον εἰπεῖν ἀμφιταλάντοις, δοκούσαις μὲν κατασκευάζειν τὸ δέον εἶναι φυγεῖν, ῥεπούσαις δὲ μᾶλλον εἰς τὸἀνάπαλιν, ὡς εἶναι δυνατὸν τῷ λέγοντι εἰπεῖν, ὡς διὰ ταῦτα μάλιστα οὐφευκτέον, ὦ βασιλεῦ, δι' ἅτινα σὺ φεύγειν ἀξιοῖς. Οὕτω τοίνυν ὁ βασιλεὺς τὴνδημηγορίαν στρεπτὴν κατασκευάσας καὶ ἀφορμὰς ἐνδοὺς ἀντιλογιῶν τοῖςἀριστεῦσι καραδοκεῖ μὲν ἀπ' αὐτῶν, ὡς εἰκός, ἐναντίωσιν, καθὰ καὶ παρῄνεσεν, οὐ φθάνει δέ τις ἐκείνων ἀντιλαλῆσαι καὶ ὁ ὄχλος πρὸς μόνον τὸ φαινόμενονἀπιδὼν ἅμα τε ἤκουσεν, ὅτι φεύγωμεν, καὶ εὐθὺς ἀναστὰς τῆς ἀξιώσεωςταύτης γίνεται. Εἰ γὰρ καὶ ἄλλως ἐν τοῖς κινδυνώδεσι κατὰ τὴν Ὁμηρικὴνἱστορίαν ἐπείθοντο οἱ Ἀχαιοὶ τῷ βασιλεῖ καὶ μάλα ἦσαν εὐπειθεῖς, πολλῷπλέον ἐνταῦθα τοιοῦτοι γένοιντο ἄν. Καὶ ὅρα τὸ ἐν τοῖς πρακτέοις ἀβέβαιον. ὁγὰρ βασιλεὺς ὁ πυκινὴν βουλὴν ἀρτύνας καὶ ἄριστα βουλευσάμενος τὴν τῶνἙλλήνων διάπειραν μικροῦ δεῖν εἰς κακὸν ἂν ἀπώνατο τοῦ βουλεύματος. ἀλλ' οὐκ ἤδη διὰ τοῦτο καὶ κακῶς ἐβουλεύσατο· οὐ γὰρ ἐξ ἅπαντος, ὡς καὶ προείρηται, ἐκ τῶν ἀποτελεσμάτων κριτέον τὰ πράγματα. Ἔστι γὰρ οὗ καὶ βουλῆςοὐκ ἀγαθῆς τὸ τέλος εἰς ἀγαθὸν ἀπέβη, ὁποῖα τὰ τῶν Ἀθηναίων ὁ Κωμικὸςεἶναι λέγει βουλεύματα. οὐκ ἤδη δὲ διὰ τὸ τοῦ τέλους ἀγαθὸν ἀγαθὴν ἂν εἴποιτις καὶ τὴν προηγησαμένην εἶναι βουλήν. οὕτω καὶ ἀγαθὴν συμβουλὴν τέλοςπολλάκις οὐκ ἀγαθὸν διεδέξατο. καὶ οὐ δήπου τῇ τοῦ τέλους φαυλότητι συναποδοκιμαστέον καὶ τὴν πρὸ ταύτης βουλήν, ἀλλ' αὐτὴν μὲν ἀποδεκτέον, τὸ δὲτέλος ἐπιγραπτέον τῇ τῶν πρακτέων φύσει, ἅπερ ἐνδεχόμενα ὄντα ποτὲ μὲνοὕτω, ποτὲ δὲ ἄλλως ἐκβαίνουσι, [τοῦ τυχᾳδίου ἔστιν οὗ ἢ συνεπωθοῦντος ἢἀντιπράττοντος, ὡς εἶναι οὐκ ἀπροσφυὲς εἰπεῖν, ὅτι καὶ ἐν τοῖς τοιούτοις οἱἄνθρωποι πρὸς τὰς τύχας τὰς φρένας κέκτηνται.] Ἀγαθὴ μὲν οὖν ἡ βουλὴ τῷβασιλεῖ καὶ στρατηγικὸν ἡ πρὸ τῆς μάχης διάπειρα τῶν στρατιωτῶν, ὡςγέγραπται. εἰ δὲ διεξέπεσε τοῦ σκοποῦ, ἀλλ' αὐτὸς μὲν συγγνωστέος· οἱ δὲγέροντες ἀντιστήσονται τῷ τῆς τύχης ἀστάτῳ καὶ κωλύσουσι τὸν λαὸν καὶἀθροίσαντες εἰσαῦθις αὐτὸν εὐοδώσουσι τῷ βασιλεῖ τὸν σκοπόν, ὡς μετὰ ταῦταφανήσεται, καὶ δείξουσιν οἷόν τε ἡ σύνεσις ἀγαθὸν καί, ὅτι καλῶς ὁ βασιλεὺςπεποίηκε τὸ προβούλιον. εἰ γὰρ μὴ τὴν τῶν γερόντων βουλὴν καθίσας ἐδημηγόρησεν ἐκ πρώτης τὸ φεύγωμεν, οὐκ ἦν ἂν ὁ κωλύσων σκεδαννυμένηντὴν ἀγοράν, ἀλλ' ᾤχοντο ἂν οἱ Ἕλληνες φεύγοντες. Ὅρα δὲ ὅτι ψεύσεταί ποτε ὁ σπουδαῖος, ὡς καὶ ἐνταῦθα ὁ βασιλεὺς λέγων τὸ φεύγωμεν καὶ ὅσα ἄλλα τὸσυμφέρον ὑπέβαλλεν. Ὅτι δὲ ἡ δημηγορία τῷ βασιλεῖ ἐσχημάτισται, δῆλονἐντεῦθεν. αὐτὸς μὲν γὰρ βούλεται φεύγωμεν εἰπεῖν, τὰ δὲ εἰς τοῦτο συνωθοῦντανοήματα, τὰ μὲν φανερῶς εἰσι κωλυτικὰ τούτου αὐτοῦ τοῦ φεύγειν, τὰ δὲμέσως πως ἔχει καὶ ἀμφοτέρων ἐστὶ σημαντικὰ τοῦ τε φεύγειν καὶ τοῦ μή· καὶ ἀδηλίαν ἐμποιεῖ ὁπότερον βούλεται. ἔχουσι γὰρ οὕτω πως τὰ τῆς δημηγορίας. (ῃ. 110– 41) Ἐκ προοιμίου μὲν οὕτως αὐτοὺς προσφωνεῖ· «ὦ φίλοι ἥρωες Δαναοί, θεράποντες Ἄρηος». εἶτα λέγει ὅτι ὁ Ζεὺς αὐτὸν ἄτῃ ἐνέδησε βαρείῃ καὶ σχέτλιον ἐκεῖνον καλεῖ, διότι ὑποσχόμενος καὶ κατανεύσας τὴν τῆς Τροίαςἅλωσιν νῦν ἠπάτησε καὶ κελεύει δυσκλέα Ἄργος ἱκέσθαι, ἐπεὶ πολὺν ὤλεσε λαόν. εἶτα τὸν Δία σεμνολογῶν φησιν· «οὕτω που Διῒ μέλλει ὑπερμενέϊ φίλον εἶναι». λέγει δὲ καὶ ὅτι πολλὰ πόλεων κάρηνα ἐκεῖνος ἔλυσε καὶ εἰσέτι λύσει. μετὰ δὲταῦτα αἰσχύνων τοὺς Ἕλληνάς φησιν, ὅτι «αἰσχρὸν τόδε γ' ἐστὶ καὶ ἐσσομένοισιπυθέσθαι μάψ», ἤγουν μάτην, «οὕτω τοιόνδε τοσόνδε τε λαὸν Ἀχαιῶν ἄπρηκτονπόλεμον πολεμίζειν ἠδὲ μάχεσθαι ἀνδράσι παυροτέροις, τέλος δ' οὔ πώ τιπέφανται». εἶτα δηλῶν, πόσον εἰσὶν οἱ Τρῶες ὀλιγώτεροι, διδάσκει δι' ὑποθετικοῦ τινος σχήματος, ὡς μετ' ὀλίγα εἰρήσεται, ὑπὲρ δεκαπλασίονας εἶναι τοὺςἝλληνας τῶν ἐφεστίων Τρώων, ἤγουν ἐγκατοίκων, οἷς καὶ μάλιστα μεμέληκετῆς μάχης, ὡς τῶν ἐπικούρων, εἰ καὶ ἐκ πολλῶν πόλεων ἦσαν ἐγχέσπαλοι, ὅμως μὴ ὁλοψύχως μαχομένων. Ταῦτα εἰπὼν ἐπάγει καὶ ὅτι ἐννέα βεβάασι Διὸς μεγάλου ἐνιαυτοὶ καὶ δὴ δοῦρα σέσηπε νεῶν καὶ σπάρτα λέλυνται. καὶὅτι αἱ ἡμέτεραι ἄλοχοι καὶ τὰ νήπια τέκνα κάθηνται προσδεχόμεναι ἡμᾶς, ἡμῖν δὲ τὸ ἔργον αὔτως ἀκράαντον, οὗ ἕνεκα δεῦρο ἤλθομεν. καὶ ἐπὶ τούτοις ὡςἤδη κατασκευάσας δῆθεν, ὃ ἤθελεν, ἐπάγει· «ἀλλ' ἄγεθ', ὡς ἂν ἐγὼ εἴπω, πειθώμεθα πάντες· φεύγωμεν σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν· οὐ γὰρ ἔτι Τροίαν αἱρήσομεν εὐρυάγυιαν». Οὕτω τῆς δημηγορίας ἐχούσης τῷ βασιλεῖσκοπητέον τὰ κατ' αὐτήν. σκοπὸς μὲν γὰρ αὐτῷ δῆθεν τὸ φεύγωμεν. τούτουδὲ προκατάρχουσι κεφάλαια ταῦτα· μέμψις Διὸς ὡς ἀπατήσαντος, ὅπερἀδύνατον δειχθήσεται· καὶ ὄνειδος τῶν Ἑλλήνων, διότι τοσοίδε καὶ τοιοίδε ὄντεςἐπὶ μακρὸν οὕτω πολεμοῦντες οὐκ ἤνυσαν, ὃ προέθεντο, ἀλλὰ καὶ τροπαιοῦχοιἐλπιζόμενοι ἐπανελθεῖν τοῖς ἑαυτῶν, οἱ δὲ οὐ τοιοῦτοι ἐπανελεύσονται. καὶ ἄλλαδὲ ἐφεξῆς, ὡς φανήσεται, κεῖνται κεφάλαια, οἷς οὐκ ἂν ἐπενεχθείη τὸ φεύγωμενδυναμένων τῶν ἀκουσάντων εἰπεῖν πρός γε τέως τὰ ῥηθέντα νῦν κεφάλαια ὡςοὔτε Ζεὺς ψεύδεται οὔτε ἡμεῖς ἀκλεῶς οὕτω καὶ ἀγεννῶς ἀναχωρήσομεν. καὶ οὕτω μὲν ταῦτα. Τὰ δὲ κατὰ μέρος τῶν νοημάτων τοιαῦτα. (ῃ. 110) Τὸ μέν» ὦ φίλοι» μέσως πως ἔχει, ὅτι τε φίλος ὢν ἐγώ, κἂν ἀκλεῶς ἀναζεῦξαι μέλλω, ὅμως δι' ὑμᾶς ἀνέξομαι. καὶ αὖ πάλιν ὅτι φίλοι ὄντες ὑμεῖς οὐκ ἂν ἀνέξοισθέμου τῆς δυσκλείας οὐδὲ θελήσητε δυσκλέα Ἄργος ἱκέσθαι. τὸ δέ «ἥρωες, θεράποντες Ἄρηος» φανερῶς ἐπὶ κωλύσει ἔθετο, ὡς μὴ δέον ὂν τοὺς τοιούτουςφεύγειν. ἐπαίρει γάρ, φασίν, ἐπίτηδες αὐτοὺς ἐγκωμίοις, ὅπως αἰδοῖντοφεύγειν. καὶ ὅρα ὅτι τοὺς ὅλους Ἕλληνας ἥρωας λέγει. θεράποντες δὲ Ἄρηος οἱ στρατιῶται, ὡς καὶ Διὸς οἱ βασιλεῖς καὶ Μουσῶν οἱ ἀοιδοί. τοῦ δὲ Ἄρηοςεὐθεῖα Ὁμήρῳ ἄρρητος, ὁ Ἄρευς Αἰολική, ὡς καὶ Ἡρωδιανῷ δοκεῖ, καθὰκαὶ ἐν τοῖς ἑξῆς που σαφῶς δηλωθήσεται. (ῃ. 111) Τὸ δέ «ἄτῃ ἐνέδησε βαρείῃ» ἀστείως τέτραπται, ὡς ἀπὸ δεσμοῦ βαρύνοντός τινα καὶ μὴ ἐῶντος προκόπτειν, ἐφ' οἷς χρή. εἰ γὰρ καὶ τῇ μυθικῇ Ἄτῃ ἁπαλοὶ οἱ πόδες, ἀλλὰ ἡ ἀληθὴς βαρύνεινοἶδε. τὸ δὲ τὸν Δία ἀπατῆσαι μετὰ τὸ κατανεῦσαι φανερῶς κωλύει τὸν ἀπόπλουν. οὐ γὰρ δυνατὸν ἐκεῖνον ψεύσασθαι μετὰ τὴν κατάνευσιν, εἴπερ οὐκ ἔστιν οὐδὲνἔπος ἐκείνου ἀπατηλόν, ὅ τι κεφαλῇ κατανεύσει. ὅτι δὲ κατένευσεν, οἱ γέροντεςἐν τοῖς ἑξῆς δηλώσουσι. καὶ ἄλλως δὲ οὐδεὶς ἂν σπουδαῖος ἐναντία ἑαυτῷβουλεύσηται. (ῃ. 115) Τὸ δὲ εἰπεῖν, ὅτι δυσκλέα με κελεύει ὁ Ζεὺς ἀπελθεῖν, ἐπεὶ πολὺν ὤλεσα λαόν, οὐκ ἀφίησιν οὐδὲ αὐτὸ τὸν ἀκούοντα νοεῖν, ὅτι θέλειἀναχωρεῖν ὁ βασιλεύς· ψυχῆς γὰρ βαρυνομένης ὁ λόγος· συγκέκοπται δὲ τὸδυσκλέα ἐκ τοῦ δυσκλεέα, καί εἰσι καὶ πληθυντικαὶ χρήσεις τοιαίδε. ἄλλως μέντοι συνῃρῆσθαι ὤφειλεν ἡ τοιαύτη τρισυλλαβία σὺν περισπασμῷ κατὰ τὸὑγιέα ὑγιᾶ, εὐφυέα εὐφυᾶ. (ῃ. 116) Τὸ δέ «οὕτω που Διῒ μέλλει φίλον εἶναι» διὰ τὸν δισταγμὸν τοῦ ποὺ ἐπιρρήματος τοῦ δηλοῦντος τὸ ἴσως οὐδὲ αὐτὸγενναίως ἔχει πρὸς δημηγορίαν. οὐ γὰρ διστάζειν δεῖ τὸν ἐπὶ μεγίστοις οὕτωβουλευόμενον, ἀλλὰ ἀξιωματικῶς ἀποφαίνεσθαι. (ῃ. 117) Τὸ δέ «ὃς πολλὰςπόλεις κατέλυσε καὶ ἔτι λύσει» οὐδ' αὐτὸ συμβάλλεταί τι πρὸς τὸ φεύγωμεν, ἀλλ' ἀνάμνησίς ἐστι τῶν προτέρων ἀνδραγαθιῶν, ἐν αἷς πολεμαρχοῦντοςἈχιλλέως κγʹ εἷλον πόλεις, ὅθεν οὐκ ἀδύνατον καὶ τὴν Τροίαν αἱρεθῆναι, καθὰ καὶ ἐκείνας. Ἐνταῦθα δὲ σκεπτέον, ὅπως ταὐτὸν σημαίνει τὸ καταλύεινκαὶ τὸ λύειν ὡς δεσμοῦ μέν τινος ὄντος τοῦ οἰκοδομεῖν, λύσεως δὲ τῆς καταρρίψεως. (ῃ. 119– 21) Τὸ δὲ αἰσχρὸν εἶναι λαὸν τοσοῦτον τῷ πλήθει καὶ τοιόνδετῇ ἀνδρείᾳ μὰψ οὕτω πολεμεῖν ὀλιγωτέροις ἀνδράσιν ἐπ' οὐδενὶ τέλει, ἀναντιρρήτως ἐμποδιστικὸν τοῦ φεύγειν ἐστίν, ὡς μὴ ἂν πρέπον ὂν ἐπονειδίστωςφεύξεσθαι τοῖς τοιούτοις. καὶ ἄλλως δέ, φασί, ταχεῖαν ἐγγυᾶται τὴν νίκην, εἰπλείους αὐτοὶ τῶν Τρώων καὶ ἰσχυρότεροι καὶ Δία δὲ ἔχουσι σύμμαχον, οὗκράτος ἐστὶ μέγιστον. ὅθεν ὁ Πυθαγόρας λαβών φησι· «θεός ἐστι τὸ πάντωνκρατοῦν, ὅσγε καὶ πολέμων ἐξουσίαν ἔχει. τίς ἂν οὖν εἴην ἐγώ;» (ῃ. 120) Αἰολέων δὲ ἡ τοῦ μάψ βραχυλογία ἐκ τοῦ μάτην, ὧν καὶ τὸ ἄψ ἐκ τοῦ ὀπίσω καὶτὸ ὅ ἐκ τοῦ ὅτι καὶ αἱ ἀποκοπαὶ δὲ τοῦ δῶμα δῶ [καὶ ῥᾴδιον ῥᾴ] καὶ κρίμνον κρῖκαὶ τῶν ὁμοίων, ἔτι δὲ καὶ αἱ συγκοπαί. τῶν δ' αὐτῶν ὡς ψιλωτικῶν καὶ τὸαὔτως· οὐ γὰρ ἀναντιρρήτως δασύνεται, ὡς φανεῖται καὶ ἑτέρωθι. (ῃ. 134) Τὸδέ «ἐννέα δὴ βεβήκασιν ἐνιαυτοί» οὐδ' αὐτὸ προτρεπτικόν ἐστιν εἰς τὸ φυγεῖν. εἶχε γὰρ ἄν τις εἰπεῖν, ὅτι οὐκ ἦν ἡμῖν καιρὸς τοῦ τὴν Τροίαν ἁλῶναι ὁ ἔνατοςἐνιαυτός, ὡς ἤδη τῶν ἐννέα βεβηκότων καιρὸν εἶναι τοῦ φυγεῖν· δεκάτῳ δὲἐνιαυτῷ ἁλῶναι τὴν Τροίαν ἔδει, οὗ παρελθόντος καιρὸς ἦν ἀναχωρήσεως. ἐπεὶδὲ οὔπω παρῆλθεν ὁ δέκατος, μενετέον ἀλλ' οὐ φευκτέον καὶ ἐκδεκτέον τὸ πέραςτῆς μάχης· (ῃ. 135) Τὸ δὲ τὰ δοῦρα σαπῆναι καὶ τὰ σπάρτα λελύσθαι ἀριδηλότατα κώλυμά ἐστιν οὐ μόνον φυγῆς ἀλλὰ καὶ τῆς ἁπλῶς ἐπανόδου. διὰ τοῦτογάρ φησι καὶ τὸ πλέον τοῦ κινδύνου τοῖς Ἕλλησιν ἐν τῷ νόστῳ γενέσθαι ναυαγίοις περιπεπτωκόσι διὰ τὴν τῶν νηῶν σαθρότητα· Ὅθεν τινὲς καὶ τοὺς περὶ Κάλχαντα καὶ Ἀμφίλοχον πεζοὺς ἀπαλλαγῆναί φασι. μαντικοὶ γὰρ ὄντες προείδοντο τὸν ἐν θαλάσσῃ κίνδυνον. τοῦτο δέ, φασί, τὸ νόημα εἶπεν ἄν τιςτοῖς Ἕλλησι, κἂν ἐξ ὀρθοῦ ἀποπλέειν αὐτοὺς ἐκώλυε. πρὸς μέντοι τὸ φαινόμενον βούλεται λέγειν, ὅτι φευκτέον πρὶν διαφθαρῶσιν ἡμῖν αἱ νῆες τέλεον. (ῃ. 136 ς.) Καὶ τὸ τὰς ἀλόχους δὲ καὶ τὰ τέκνα προσμένειν τοὺς Ἕλληνας, αὐτοὺςδὲ μηδὲν ἔτι ἀνῦσαι ἐπ' ἀμφότερα νοεῖται, ὅτι τε ἐπανιτέον τοῖς ποθοῦσιν, ἵνα, εἰ καὶ μὴ μετὰ λαφύρων ἐπανέλθωμεν, κἂν γοῦν ἡμᾶς αὐτοὺς ἐπανασωσώμεθα, καὶ ὅτι οὐκ ἐπανιτέον ἀκλεῶς ἐπὶ ἀτελέστῳ ἔργῳ, ἵνα μὴ τὰς ἐλπίδας ἐκείναιςαἰσχύνωμεν. Καὶ τὸ τῶν ἐνιαυτῶν δὲ ὁμοίως διπλόην ἔχει· οὐ φευκτέον ὡςτοῦ χρόνου τῆς ἁλώσεως πληρουμένου καὶ φευκτέον διὰ τὸ ἄπρακτον τοῦτοιούτου χρόνου. καὶ τὰ ἄλλα δὲ ὁμοίως συμβιβασθήσεται κατὰ ἐννοίας διπλᾶς. νικῶσι μέντοι αἱ τοῦ φεύγειν ἀποτρεπτικαί, διότι ἐνταῦθά ἐστι τῷ βασιλεῖ ὁ τῆςδημηγορίας σκοπός. (ῃ. 141) Μόνον δὲ ἀπὸ πάντων τὸ «οὐ γὰρ ἔτι Τροίηναἱρήσομεν εὐρυάγυιαν» παρασημειοῦνται οἱ παλαιοὶ ὡς παντελῶς λύον τὴνἔμφασιν καὶ μὴ νοούμενον ἐν διπλότητι κατὰ ἀκολουθίαν τοῦ φεύγωμεν. Φασὶδὲ καὶ ὅτι ἔν τισι τῶν ἀντιγράφων οὐδὲ ἐφέρετο τὸ τοιοῦτον, ὡς ἀφανιστικὸν τοῦσχηματισμοῦ. (ῃ. 139) Ὅρα δὲ καὶ ἐν τῷ «ἀλλ' ἄγετε, ὡς ἂν ἐγὼ εἴπω, πειθώμεθα πάντες», ὅτι τὸ πάντες οὐ μάτην παρέρριψεν ὁ ποιητής, ἀλλ' ἵνα τις τῶνγερόντων ἐντεῦθεν λαβὼν ἀφορμὴν ἀπάρξηται ἀντιλέγειν, ὡς ἐν τῷ προβουλίῳἤδη ὥρισται, εἰ καὶ μὴ ἔφθη τις οὕτω ποιῆσαι κινηθείσης τῆς ἀγορᾶς. ἔχει δέ τιβαθὺ καὶ τὸ «πειθώμεθα». εἰπὼν γάρ «πειθώμεθα» καὶ ἑαυτὸν τοῖς πειθομένοιςσυντέταχεν. αὐτὸς δὲ οὐ μόνον οὐ πείσεται, ἀλλὰ καὶ τοὺς ἄλλους κωλύσει. (ῃ. 140) Καὶ τὸ φεύγωμεν δὲ ἄριστα τέθεικεν, ἵνα τις ἀντειπεῖν ἔχῃ· διὰ τί φευξούμεθα μηδενὸς διώκοντος φανερῶς; εἰ καὶ οἱ ἀκροαταὶ μηδέν τι περινοούμενοιτῶν λεγομένων ἐγένοντο καὶ πάνυ εὐπειθεῖς ὄντες κατὰ τὸ «καί οἱ πείθονταιἈχαιοί» εὐθὺς ἀνίστανται καὶ τοῦ νόστου γίνονται κατὰ τὸ βασιλικὸν κέλευσμα· οἱ δ' αὐτοὶ μετ' ὀλίγα καὶ τῷ Ὀδυσσεῖ κοιρανέοντι μετὰ τοῦ βασιλικοῦ σκήπτρουῥᾷον πείθονται. Τὸ δέ «πατρίδα γαῖαν» ἐντελῶς καὶ νῦν πέφρασται, ὡς καὶ ἐνἄλλοις καὶ ἐν τῷ «φράζει δ' ἀπὸ πατρίδος αἴης». ἐν οἷς ὅρα ὡς τὸ μέν «πατρίδαγαῖαν» διὰ τὸ ἀχάσμητον στοιχεῖ τῷ ˉγ ἐν τῷ γαῖαν, τὸ δέ «πατρίδος αἴης» ἀπεστράφη αὐτό, οἷα καὶ αὐτοῦ δίχα εὔφωνον ὄν. καὶ οὕτω μὲν τοῦτο. Πατρίδαδὲ μόνον εἰπεῖν ἐλλιπῶς ἔχει, ὥσπερ καὶ τὸ πατρίς, καθὰ μυριαχοῦ φαίνεται. πατρίς τε γὰρ γῆ δηλαδὴ ἡ ἐκ πατέρων καὶ ὁ πατρίδα δὲ εἰπὼν γῆν συνεισάγει. πρωτότυπον δὲ πατρίδος ἡ πάτρα, ἧς χρῆσις καὶ ἐν τῷ «εὖ δ' ἐς πάτρανπλεύσαιμεν» καὶ ἐν τῷ «ὅρκους προδοῦσα καὶ πάτραν». [Οὐχ' ὑποκοριστικὸν δὲἡ πατρίς, ὡς οὐδὲ ἡ μητρίς, ἀλλ' ἁπλῶς παράγωγον. Ὡς δὲ ἀπὸ τοῦ γῶ τὸ χωρῶκαὶ τίκτω γέα διὰ τοῦ ˉε ψιλοῦ, ὅθεν κατὰ κρᾶσιν τὸ γῆ, ἔτι δὲ καὶ γαῖα διὰδιφθόγγου, ὡς τὸ μῶ μαῖα, δηλοῦσιν οἱ παλαιοί. παρ' οἷς καὶ ὅτι Γαιζῆται παρὰτὴν γαῖαν οἱ Γαλάται, οἳ τῆς οἰκείας ἐκπεσόντες γαῖαν ἐζήτουν, ἐφ' ἧς οἰκήσουσι· καὶ ὅτι ἐκ τῆς γαίας καὶ γαῖος ἀπόγειος ἄνεμος καὶ βοῦς γαῖος ὁ ἐργατικός· καὶ ὅτι ἐκ τοῦ γέα, ὃ γράφεται διὰ ψιλοῦ τοῦ ˉε, γέϊος ἢ καὶ ἄλλως γάϊος παρὰἸταλιώταις καὶ Ταραντίνοις ὁ μίσθιος, ἔστι δ' ὅτε καὶ ὁ παχὺς καὶ ἀναίσθητοςἄνθρωπος. Τὸ δὲ παρῆχθαι τὴν γαῖαν ἀπὸ τῆς γῆς, ἵνα ᾖ, ὡς σελήνη σεληναία, οὕτω γῆ γαῖα, οὐκ ἀρέσκει τοῖς παλαιοῖς. καὶ καλῶς ἄρα τοῦτο· ἐχρῆν γὰρ τῷλόγῳ τούτῳ τὴν γαῖαν μὴ προπερισπᾶσθαι ἀλλὰ παροξύνεσθαι.] (ῃ. 112) Σχέτλιον δὲ τὸν Δία καλεῖ ὡς σχετλιοποιὸν καὶ τοῦ σχετλιάζειν πολλοῖςγινόμενον αἴτιον. ὅτι δὲ καὶ ἄλλως οὐχ' ὑβριστικὸν ἀεὶ τὸ σχέτλιος, ἐν τοῖςἑξῆς ἀριδήλως φανήσεται· σχέτλιος γὰρ ἔοικε λέγεσθαι ὁ πλέον τοῦ δέοντος καὶἐφ' οἷς οὐ καιρὸς προθυμούμενος καὶ ὡς εἰπεῖν ὁρμητίας, ὃν ἔδει σχέσθαι καὶτλῆναι καὶ μὴ ὁρμῆσαι εἰς τὰ παρόντα. ὥσπερ δὲ τὸ νήπιος παρὰ τῷποιητῇ λέξις ἐστὶν ἐπιφωνητικὴ ἐπὶ τοῖς μὴ κατὰ βαθεῖαν σύνεσιν γινομένοις, οὕτω καὶ τὸ σχέτλιος ἐπιφωνεῖται ὡς ἐπὶ πολὺ τραχυτέροις καὶ αὐθεκάστοιςπροσώποις. ἔστι δὲ ὅτε σχέτλιος καὶ ὁ πολλὰ ἀνασχόμενος καὶ τλάς. (ῃ. 112– 4) Σημείωσαι δὲ καὶ ὡς πρός τινα ὑποσχόμενον, εἶτα δὴ ἀπατήσαντα, λεχθείη ἂντὸ «σχέτλιος, ὃς πρὶν μέν μοι ὑπέσχετο καὶ κατένευσε, νῦν δὲ κακὴν ἀπάτηνβουλεύσατο». ὅτι δέ ἐστιν οὐ μόνον κακὴ ἀπάτη ἀλλὰ καὶ ἀγαθή, Αἰσχύλοςδηλοῖ εἰπών· «ἀπάτης δικαίας οὐκ ἀποστατεῖ θεός». εἴη δὲ ἂν ἀπάτη ἀγαθὴἡ ἐν καιρῷ καὶ οὐδ' ἐπιβλαβής. [τῇ δὲ τοιαύτῃ γνώμῃ συγγενὲς καὶ Ἡροδότουτὸ «ἔνθα χρή τι ψεῦδος λέγεσθαι, λεγέσθω». οὕτω καὶ δόλιος Ὀδυσσεὺςκατὰ ἔπαινον καὶ πᾶς δὲ ὁστισοῦν στρατηγός.] Ἀπάτη δὲ καὶ ἀπατῶ γίνεταιἐκ τοῦ ˉα στερητικοῦ καὶ τοῦ πάτος ἡ τετριμμένη ὁδός· ἀπάτη γάρ ἐστιν ἡτοῦ ὀρθοῦ ἔκνευσις εἰς τὸ πλάγιον καὶ δόλιον. τάχα δὲ καὶ ἐκ τοῦ ἀτῶ τὸ βλάπτωκαὶ ἐκ τῆς ἄτης γίνεται ἡ ἀπάτη καὶ τὸ ἀπατᾶν, ὡς καὶ ἐκ τοῦ ἰδεῖν τὸ ἀπιδεῖν. καὶ ἐν τοῖς ἑξῆς δὲ ῥηθήσεταί τι περὶ τοῦ ἀπατᾶν. (ῃ. 116) Τὸ δέ «οὕτω που Διῒ μέλλει» κατὰ λέξιν μίαν παρῳδηθὲν γένοιτ' ἂν οἰκεῖον ῥηθῆναι ὑπό τινοςἀπορουμένου ἐπὶ θείαις οἰκονομίαις, οἷον· «οὕτω που θεῷ μέλλει ὑπερμενέϊφίλον εἶναι». (ῃ. 117 ς.) Στρατηγῷ δὲ ἢ μάλιστα γενναίῳ βασιλεῖ πρέπονἐπιλεχθῆναι τὸ «ὃς δὴ πολλάων πολίων κατέλυσε κάρηνα ἠδ' ἔτι καὶ λύσει· τοῦγὰρ κράτος ἐστὶ μέγιστον». [(ῃ. 118) Ἔστι δὲ τὸ «ἠδ' ἔτι καὶ λύσει» ἀντὶ τοῦ» καὶ ἔτι λύσει», ὥστε περιττῶς κεῖται ὁ ˉκˉαˉι σύνδεσμος.] (ῃ. 117) Μεγαλοπρεπῶς δὲ εἴρηται τὸ κάρηνα διὰ τὰς ὑψηλὰς πόλεις καὶ ἐπιδόξους. εἰ δὲ κάρηναπόλεων τετόλμηται εἰπεῖν τὰς ἀκροπόλεις ἢ ἁπλῶς τὰς ἐξοχὰς καὶ οἷονκορυφάς, ἀσφαλῶς ἂν προϊὼν καὶ πόλεως ἐρεῖ κρήδεμνα. κεφαλῆς γὰρ ἤτοικαρήνου κόσμος τὸ κρήδεμνον, ὃ καὶ ἐπίκρανον κεφαλῆς ἡ τραγῳδία φησίν, ἣνζηλοῦσι καὶ οἱ κίονος ἐπίκρανον φάμενοι. εἰ δ' οὕτω ταῦτ' ἔστι, προσφυῶς Εὐριπίδης περὶ Τροίας φησὶ τὸ «ἀπὸ δὲ στεφάναν κέκαρσαι πύργων». ὡς γὰρκρήδεμνον κεφαλῆς, οὕτω καὶ τὸ στεφανοῦσθαι αὐτῆς ἴδιον, ἤδη δέ ποτε καὶτὸ κείρεσθαι. διὸ οἷα συστοίχως ἔχοντα χρηστά εἰσιν εἰς μίαν τροπήν. ὡς δὲκαὶ πίθου κρήδεμνον λέγεται, ἡ Ὀδύσσεια δηλοῖ. Ὅρα δὲ ὅτι οὐκ Ἄρεϊ οὐδὲἈθηνᾷ ἢ Ἐνυοῖ τὴν τῶν πόλεων ἅλωσιν ὁ ποιητὴς ἀλλὰ τῷ Διῒ ἐπιγράφει ὡς ἐφόρῳ τῶν στρατευμάτων. διὸ κατὰ Ἡρόδοτον Κᾶρες Διῒ Στρατίῳ θυσίαςἀνάγουσι καὶ ἡ θυγάτηρ Ἀθηνᾶ Στρατία. ἴσως δὲ κάρηνα πόλεων καὶ αἱκεφαλαὶ αὐτῶν ἤγουν οἱ βασιλεῖς. (ῃ. 119) Ἔτι ἰστέον καὶ ὅτι ὁ δυσανασχετῶνἐπί τινι κακῶς γινομένῳ ἐρεῖ ἄν, ὡς αἰσχρὸν τόδε γ' ἐστὶ καὶ ἐσσομένοισι πυθέσθαι, [ὅτε εἰ καὶ ἐπὶ πολέμῳ ἡ αἰσχύνη, πρέπει ἐπαγαγεῖν καὶ τὸ «μὰψ οὕτωτοιόνδε τοσόνδε τε λαὸν ἄπρηκτον πόλεμον» καὶ ἑξῆς, ὡς προέκκειται· (ῃ. 121 ς.) Καὶ ὅτι ταὐτολογεῖ τὸ πολεμίζειν καὶ τὸ μάχεσθαι·] Καὶ ὅτι τὸ «τέλος οὔπωτι πέφανται» ἀντὶ τοῦ πέφηνεν ἀπὸ τοῦ φαίνω, ὥσπερ καὶ ἀπὸ τοῦ ξηραίνωἐξήρανται, οἷον «ἐξήρανται ἡ χείρ». πολλὰ δὲ καὶ ἕτερα τοιαῦτα, ἐν οἷς καὶ τὸ» κατέξανται δέμας» παρ' Εὐριπίδῃ καὶ «πέφανται λιμήν» καὶ παρὰ Σοφοκλεῖ» κλεινὸν ἔπος πέφανται». (ῃ. 123– 8) Ὅτι θέλων δεῖξαι ὁ ποιητὴς ὑπὲρδεκαπλασίονας εἶναι, ὡς προείρηται, τῶν Ἑλλήνων τοὺς ἐφεστίους Τρῶας, χρᾶται τοιούτῳ σχήματι ὑποθετικῷ· «εἴπερ ἂν ἐθέλοιμεν Ἀχαιοί τε Τρῶές τεὅρκια πιστὰ ταμόντες ἀριθμηθήμεναι ἄμφω, Τρῶας μὲν [λέξασθαι», ἤγουνἐπι] λέξασθαι, «ὅσοι εἰσὶν ἐφέστιοι, ἡμεῖς δ' ἐς δεκάδας διακοσμηθεῖμεν Ἀχαιοί, Τρώων δ' ἄνδρα ἕκαστον ἑλοίμεθα οἰνοχοεύειν, πολλαί κεν δεκάδες δευοίατοοἰνοχόοιο». Λέγει δὲ ὅτι, ἐὰν καθ' ὑπόθεσιν ὁρκίων ἡμῖν γενομένων καὶ πολέμουἀνοχῆς ὁρισθείσης ἐνσπόνδου ἡμεῖς μὲν δαιτυμόνων νόμῳ ἀνακλιθῶμεν, ἑλοίμεθα δὲ οἰνοχοεῖσθαι ὑπὸ τῶν ἐφεστίων Τρώων διαιρεθέντες κατὰ δεκάδας, ἐπιστήσωμεν δὲ ἑκάστῃ δεκάδι Ἑλληνικῇ Τρωϊκὸν ἕνα οἰνοχόον, πολλαὶ ἂνδεκάδες δέοιντο καὶ οὐκ ἔχοιεν τὸν οἰνοχοήσοντα, ὡς ἐκ τούτου φαίνεσθαιπολλαπλασίους ἤγουν ὑπὲρ δεκαπλασίους εἶναι τῶν Τρώων τοὺς Ἕλληνας. διὸ καὶ λέγει θαυμαστικῶς· «τόσσον ἐγώ φημι πλέας εἶναι Ἀχαιοὺς Τρώων, οἳ ναίουσι κατὰ πτόλιν». τοῦτο δὲ ἐφερμηνευτικόν ἐστι τοῦ ἐφέστιοι (ῃ. 125) Ἐφέστιος γὰρ ὁ κατὰ πόλιν οἰκῶν καὶ ἑστίαν ἔχων. οἱ δὲ ἐπίκουροι κατὰ τοῦτοντὸν λόγον οὐκ ἐφέστιοι. οὕτω δὲ καὶ ἀνωτέρω τὸ «ὑπερμενέϊ Διΐ» ἑρμηνεύων ἔφη·» τοῦ γὰρ κράτος ἐστὶ μέγιστον». καὶ κατωτέρω δὲ εἰπών «οἵ με μέγα πλάζουσιν», ἐπάγει διασαφῶν· «καὶ οὐκ ἐῶσιν ἐκπέρσαι Ἴλιον», οἱονεὶ λέγων, ὅτι πλάζεσθαιλέγω τὸ μὴ ἐᾶσθαι ἑλεῖν τὴν Ἴλιον. (ῃ. 124) Ὅρα δὲ τὸ ἄμφω τεθὲν ἐπὶΤρώων καὶ Ἑλλήνων. οὐ γὰρ μόνον ἐπὶ δύο προσώπων ἡ λέξις τίθεται, ὡς ἐν τῷ «ἄμφω ὁμῶς θυμῷ φιλέουσα», ἀλλὰ καὶ ἐπὶ δύο λαῶν ἢ στρατευμάτων, ὡς ἐνταῦθα ἐν τῷ «ἀριθμηθῆναι ἄμφω». (ῃ. 125 ς.) Σημείωσαι δὲ καὶ τὴνκαινότητα τοῦ σχήματος τοῦ «Τρῶας μὲν λέξασθαι, ἡμεῖς δ' ἐς δεκάδαςδιακοσμηθεῖμεν». ὤφειλε μὲν γὰρ εἰπεῖν· Τρῶας μὲν λέξασθαι, ἡμᾶς δὲδιακοσμηθῆναι. ὁ δὲ καινότερον ἐσχημάτισεν οὐκ ἀκολούθως τῷ Τρῶαςἐπενεγκὼν τὸ ἡμεῖς. διὸ ἔν τισιν ἀντιγράφοις εὕρηται, φασί, «Τρῶες μέν», ἵναὁμοίως ἐπάγηται τὸ ἡμεῖς δέ. (ῃ. 129) Ὅρα δὲ καὶ τὴν συγκοπὴν τοῦ πλέαςἀπὸ τοῦ πλέονας καὶ ἔστιν ὁμοία τῷ χέρηϊ καὶ τοῖς τοιούτοις. (ῃ. 126) συγκέκοπται δὲ ὁμοίως καὶ τὸ «κοσμηθεῖμεν», οὗ τὸ δεύτερον εἴη ἂν ἀκολούθωςκοσμηθεῖτε, τὸ δὲ τρίτον κοσμηθεῖεν. Κατὰ δεκάδας δὲ διαιρεῖ τοὺς δαιτυμόνας ὁ βασιλεύς· ἐπεί, φασί, ἔθος ἦν μὴ πλέονας τῶν δέκα συνεσθίειν. Ἱστορεῖγοῦν καὶ ὁ σοφώτατος Ἰάμβλιχος τὰ Πυθαγορικὰ συσσίτια μὴ ἔχειν πλεῖον ἢδέκα ἀνθρώπους συνευωχουμένους. Φασὶ δὲ οἱ παλαιοὶ ἐνταῦθα καί, ὅτι μεγαλοπρεπῶς καὶ ἀστείως ὁ βασιλεὺς καὶ ἐν τῷ καθ' ὑπόθεσιν τούτῳ συμποσίῳδουλείαν τοῖς Τρωσὶν οἰωνίζεται· ὑπηρετικὸν γὰρ τὸ οἰνοχοεῖν. Λέγουσι δὲ καὶἐπίτηδες οἰνοχοεύειν εἰπεῖν τοὺς Τρῶας ἢ μυκτηρίζοντα εἰς τὸν Γανυμήδην, ὃν λόγος ἦν οἰνοχοεύειν τῷ Διῒ Τρωϊκὸν ὄντα, ὡς δι' ἐκεῖνον τοιούτους εἶναικαὶ τοὺς Τρῶας, ἢ διαπαίζοντα ἐκείνους ὡς ἐν συμποσίοις ἀλαζονευομένους. Παρασημειοῦνται δὲ καί, ὅτι Ἴλιον μὲν ὁ ποιητὴς πολλαχοῦ τὴν Τροίαν λέγει, ἐθνικὸν δὲ οὐδαμοῦ λέγει τοὺς Ἰλιεῖς, ἀλλὰ Τρῶας ἁπανταχοῦ. οὕτω καὶ τὴν Εὔβοιαν εἰδὼς τοὺς πολίτας οὐ λέγει Εὐβοεῖς ἀλλὰ Ἄβαντας. τοῦτο δὲ καὶ ἐπὶ ἄλλων ἐν τοῖς ἑξῆς φανεῖται γινόμενον. Παραπηγνύουσι δὲ σημείωσιν καὶ περὶτῆς τοῦ Ἀχιλλέως ὕβρεως εἰπόντος οἰνοβαρῆ τὸν Ἀγαμέμνονα. ἰδοὺ γάρ, φασίν, ἐνταῦθα τοὺς Ἕλληνας ἀριθμῶν ἀπὸ συμποσίου τὴν μέθοδον ἔλαβενὡς φίλοινος καὶ περὶ τοιαῦτα κεχηνώς· ἐνῆν γὰρ καὶ ἄλλως μεθοδεῦσαι τὴναὐτῶν ἀρίθμησιν. Τὸ δὲ ὑπὲρ δεκαπλασίους εἶναι τῶν Τρώων τοὺς Ἕλληναςὑπερβολικῶς εἰρῆσθαί φασι λέγοντες Τρώων μὲν εἶναι μυριάδας πέντε, Ἑλλήνων δὲ δώδεκα, ἢ κατὰ τὸν Ἀρίσταρχον δεκατέσσαρας καὶ δύο χιλιάδες καὶτριακόσιοι εἴκοσι. Σημείωσαι δὲ ὅτι Ἀγαμέμνων μὲν Ἀχαιοῖς δέκα ἕνα ἐπιστήσας οἰνοχόον Τρῶα μετρίως ἔφη· ὁ δὲ παρ' Ἡροδότῳ Ξέρξης ὀγκηρόταταμετρεῖ τοὺς ἑαυτοῦ εἰπὼν πρὸς Δημάρατον, ὅτι τῷ στρατῷ τῶν Λακεδαιμονίωνσυγκρινόμενοι πλείονες περὶ ἕνα ἕκαστον γινόμεθα ἢ χίλιοι. (ῃ. 129) [Τὸ δέ» ἐγώ φημι» σεμνόν ἐστιν ὡς ἀξιωματικῶς λεχθέν· οὐ γὰρ ἔφη ἐγὼ οἴομαι, ἀλλ' ἐγὼ ἀποφαίνομαι.] (ῃ. 124) Τὸ δέ «ὅρκια πιστὰ ταμόντες» ἀντὶ τοῦτελέσαντες, θύσαντες. τοῦτο γὰρ δηλοῖ τὸ ταμόντες· διὰ τομῆς γὰρ ζῴωνθυομένων οἱ ἐπὶ μεγάλοις ὅρκοι ἐγίνοντο. ἀεὶ τοίνυν οὕτω λέγει ὁ ποιητὴςκατὰ διάλεκτον Ἰωνικήν, ὡς καὶ παρὰ Ἡροδότῳ ἐστὶν εὑρεῖν. (ῃ. 130 σς.) Ἰστέον δὲ ὅτι πάνυ ὀνειδιστικῶς εἰπὼν καὶ πικρῶς τὸ ὑπὲρ δεκαπλασίουςὄντας τοὺς Ἕλληνας τῶν Τρώων, ὅμως μηδὲν ἀνῦσαι εἰς κρίσιν νίκης ἢ ἥττηςπαραμυθεῖται προσηνέστερον τὸ ὄνειδος ἐπαγαγών, ὅτι «ἀλλ' ἐπίκουροιπολλέων ἐκ πολίων ἐγχέσπαλοι ἄνδρες εἰσίν», ἀνισάζοντες τοῖς Τρωσὶ τὸἐλάττωμα, «οἵ με μέγα πλάζουσι» καὶ τὰ ἑξῆς· ἐν οἷς καὶ τὸ «Διὸςμεγάλου ἐνιαυτοί» καὶ τὸ «δοῦρα σέσηπε» καὶ «σπάρτα λέλυνται» καὶ τὸ» νήπια τέκνα» καὶ τὸ «ἔργον ἀκράαντον, οὗ εἵνεκα δεῦρ' ἱκόμεσθα», [ὧν ἡπεριοχὴ πρὸς ἱστορίαν «ἐννέα δὴ βεβάασι» καὶ ἑξῆς, ὡς προείρηται.] δι' ὧνὀνειδίζει τῷ ἑαυτοῦ συμμαχικῷ ὁ βασιλεύς, ὡς δέον ὂν ἀναχωρῆσαι, εἴπερ οἱμὲν ἐπίκτητοι τῶν Τρώων οὕτω μάχονται, αὐτοὶ δὲ οὔκ εἰσιν ἀξιόμαχοιπρὸς ἐκείνους. Καὶ [ὅρα τό τε «πολλέων ἐκ πολίων» κάλλος τι ἔχον παρηχητικὸνκαὶ τὸ «τοιόνδε τοσόνδε τε» καλὸν ὂν ὡς πάρισον καὶ] τὸ «πλάζουσιν» ἀντὶ τοῦἀποπλανῶσι τοῦ σκοποῦ. χρησιμεύει γὰρ τοῦτο εἰς τὸ παλιμπλαγχθέντας, ὅπερἐν τῇ αʹ ῥαψῳδίᾳ εἴρηται. [(ῃ. 134) Τὸ δὲ βεβάασιν Ἰωνικὴν ἀπέλευσιν ἔχειτοῦ ˉκ καὶ συστολὴν τοῦ ˉη εἰς ˉα καὶ γεννᾷ κατὰ κρᾶσιν τὸ βεβᾶσι κατὰ τὸἑστήκασιν, ἑστήασιν, ἑστάασιν, ἑστᾶσι.] Διὸς δὲ μεγάλου ἐνιαυτοὶ ἀντὶ τοῦἡλίου· μέτρον γὰρ κινήσεως ἡλιακῆς ὁ χρόνος ἐστίν. [Εἰ δέ που καὶ Κρόνοςμέγας εὕρηται λεγόμενος, εὑρίσκεται δὲ οἰκεῖον καὶ ἐκεῖ τὸ μέγας διὰ τὸ τοῦἀστέρος πολὺ μέγεθος.] Σημείωσαι δὲ ὅτι ὁ ἐνιαυτός γίνεται μὲν ἀπὸ τοῦ ἰαύω, τὸ διατρίβω, δηλοῖ δὲ χρόνον μακρόν· ἰαύειν μὲν γὰρ τὸ διατρίβειν, διατρίβεινδὲ τὸ ἀργεῖν. Ἐνιαυτὸς γοῦν χρόνος ὁ διατριβὴν ἔχων καὶ μὴ σύντομος. διὸκαὶ ἐπίθετον τοῦ ἔτους εἴληπται παρὰ τῷ Κωμικῷ εἰπόντι ἐτῶν ἐνιαυτούς. (ῃ. 135) Τὸ δέ «δοῦρα σέσηπεν» Ἀττικόν· Ἀθηναῖοι γὰρ πληθυντικοῖς οὐδετέροις ἑνικὰ ἐπάγουσι ῥήματα. τὸ μέντοι «σπάρτα λέλυνται» κοινόν. διὸ καίφασιν οἱ παλαιοί, ὅτι ἑνὶ στίχῳ ἔθηκε τὴν Ἀτθίδα καὶ τὴν κοινὴν χρῆσιν. [Δοῦρα δὲ νεῶν πρὸς διαστολὴν τῶν τε κατὰ τὴν μάχην καὶ τῶν ἁπλῶς ξύλωνκατὰ τὸ «ἀνήλυθεν ἐκ δόρυ γαίης». παθητικὸν δὲ τὸ σέσηπε, καθὰ καὶ τὸδιέφθορεν ἐν τῷ «μαινόμενε, φρένας ἠλέ, διέφθορας». Τινὲς μέντοι αὐτὸἐνεργητικῶς νοοῦσιν, ἵνα λέγῃ ὅτι διέφθαρκας, ἃς εἶχες φρένας. αὐτοὶ δὲπαραφέρουσι καὶ χρῆσιν ὁμοίαν ἐκ Μενάνδρου τὸ «εἰ δ' ἔστιν οὗτος τὴν κόρηνδιεφθορώς» καὶ Ἀριστοφάνους τὸ «διέφθορας τὸν ὅρκον ἡμῶν». Ὥστε διέφθορέ τις, φασίν, ἕτερον, διέφθαρται δὲ ὑφ' ἑτέρου. προσθετέον δὲ καὶ Σοφοκλέους τὸ» τὰς οὔσας τέ μου καὶ τὰς ἀπούσας ἐλπίδας διέφθορας.] Σπάρτα δὲ τὰ σχοινίαὡς ἀπὸ παλαιοῦ ἔθους· ἐοίκασι γάρ, ὃ δὴ καὶ νῦν πολλαχοῦ γίνεται, σπάρτωνφυτοῖς χρᾶσθαι οἱ παλαιοὶ εἰς πλοκὴν σχοινίων. καὶ ἦν ἐν λόγῳ σπάρτοςἸβηρικὴ παρὰ τοῖς παλαιοῖς. λέγει δέ που καὶ γῆν σπαρτοφόρον ὁ Γεωγράφοςκαὶ σχοινοπλοκικὴν σπάρτον. καὶ μέχρι δὲ νῦν εἶδός τι σχοινίου οἱ ἰχθυοβόλοισπαρτίναν ὀνομάζουσι. καὶ ὁ Κωμικὸς δὲ τοῦτο παρεμφαίνει ἐν τοῖς Ὄρνισιν, ἔνθα παίζων περὶ τῆς Λακωνικῆς Σπάρτης ὡς παρωνυμουμένης ἀπὸ φυτοῦσπάρτου φησὶ μὴ ἂν δεηθῆναι σπάρτης κειρίαν ἔχων ἤτοι μὴ δεηθῆναι σπαρτίνουπλέγματος, ἐὰν ἄλλην ἔχῃ κειρίαν ἤτοι δεσμὸν κλίνης. ἀλλὰ τί πλείωλέγειν; ὅπου καὶ σχοῖνος ἐκ τοῦ φυτοῦ τῆς σχοίνου λέγεται· ἐπεὶ τὸ παλαιὸνἐκ φυτῶν σχοίνων ἐπλέκοντο τὰ τοιαῦτα, ὃ καὶ νῦν ἔτι πολλαχοῦ παραμένει. Ἐν γοῦν Πελοποννήσῳ πολλοὶ οὕτω ποιοῦντες ἐπιλέγουσι καὶ καιρὸν ἐπιτήδειοντῇ τοῦ τοιούτου σχοίνου τομῇ λέγοντες· «Μαΐου βροῦλον, ποντία κάνναβις». Ἴδε δὲ καὶ ὅτι ἐπὶ ξύλου μὲν ἔθηκε τὸ σήπεσθαι, ἐπὶ δὲ σχοίνου τὸ λύεσθαι, [ὅἐστιν ἀναλύεσθαι· καὶ ὅτι οὐκ ἀεὶ ὁ μέσος παρακείμενος καὶ ἐνέργειαν δηλοῖ, ὡς ἐν τῷ «δέδορκά σε» ἤγουν βλέπω σε· καὶ πάθος, ὡς ἐν τῷ «δεδορκὼςἄστρον ὣς λάμψειν» ἤγουν θεαθείς. ἀλλὰ μυριαχοῦ ποτὲ μὲν μόνην ἐνέργειανὑποβάλλει νοεῖν, ὡς καὶ ἐν τῷ λέλοιπα καὶ λέλογχα, ποτὲ δὲ μόνον πάθος, ὡςἐνταῦθα σέσηπε τὸ ἐσάπη. ὅμοιον δὲ καὶ τὸ τέτηκεν· ἀντὶ τοῦ ἐτάκη γάρ. Δῆλον δὲ ὡς μεταπλασμὸν γένους ἔχει τὸ σπάρτα· ὡς γὰρ ἡ κέλευθος, τὸκέλευθον, οὕτω καὶ ἡ σπάρτος, τὸ σπάρτον.] (ῃ. 136) Νήπια δὲ τέκνα φησὶτὰ κατὰ τὸν καιρὸν τοῦ ἀπόπλου ἐαθέντα τοιαῦτα. νῦν γὰρ οὐκέτι ἂν εἶεν νήπιαδεκαετῆ που ὄντα, ἐὰν τηνικαῦτα ἦσαν ἡλικίας βρεφικῆς. (ῃ. 137) Σημείωσαιδὲ [ὅτι τε τὸ εἵαται, εἰ καὶ νοεῖται νῦν ἀντὶ τοῦ κάθηνται, ὅμως προσφυέστερονκαὶ οὐδὲ ἔξω ἀναλογίας ἐστὶ ληφθῆναι ἀντὶ τοῦ εἰσί, καθὰ ἐν τῷ υʹ τῆς Ὀδυσσείας δηλοῦται σαφῶς, καὶ] ὅτι ἀνωτέρω εἰπών, ὡς πολεμοῦσιν ἡμῖν οὔπω τιτέλος πέφανται, παρακατιὼν τὸ αὐτὸ παρέφρασε λέγων σαφέστερον· «ἡμῖν δὲτὸ ἔργον οὕτως ἀκράαντον, οὗ ἕνεκεν δεῦρο ἱκόμεθα», μονονουχὶ λέγων, ὅτι, κἂν πόλεις πολλὰς ἄλλας παρεστησάμεθα, ἀλλ' ὁ σκοπὸς ἡμῖν οὐκ ἤνυσται, ἡτῆς Τροίας ἅλωσις, ναὶ μὴν καὶ ἡ τῆς Ἑλένης ἀνακομιδή. ἐρεῖ οὖν ὁ ποιητής·» ἧς ἕνεκεν πολλοὶ Ἀχαιῶν ἐν Τροίᾳ ὤλοντο». Καὶ σημείωσαι ἐν τούτοις, ὅτιπρῶτος Ὅμηρος τέλος εἶπεν εἶναι τὸ οὗ ἕνεκεν. (ῃ. 142 ς.) Ὅτι τὸν κοινὸν λαὸν πολύν φασιν οἱ σοφοὶ διαστέλλοντες πρὸς τοὺς βουλευτὰς οὐ πολλοὺςὄντας. εἰλήφασι δὲ καὶ τοῦτο ἐκ τοῦ ποιητοῦ πληθὺν ἐνταῦθα εἰπόντος τοὺς ἐντῇ ἀγορᾷ ἐν τῷ «τοῖς δὲ θυμὸν ὄρινε πᾶσι μετὰ πληθύν, ὅσοι οὐ βουλῆς ἐπάκουσαν». ἐκ δὲ τῆς τοιαύτης ἀγοραίας πληθύος καὶ ἀγοραῖος ἀνὴρ ἢ ὄχλος ἐπὶσκώμματος λέγεται. καὶ ἀγοράζειν δὲ ἐντεῦθεν τὸ διατρίβειν ἐν ἀγορᾷ. (ῃ. 144– 9) Ὅτι τὴν τῶν Ἀχαιῶν κίνησιν τὴν ἀπὸ τῆς ἀγορᾶς, ὅτε οἴκαδε ἵεντο, δυσὶ παραβολαῖς διδάσκει, ὁποία τις ἦν, μιᾷ μὲν ἀπὸ θαλάσσης λέγων·» κινήθη δ' ἀγορὴ ὡς κύματα μακρὰ θαλάσσης πόντου Ἰκαρίοιο, τὰ μέν τε», ἤγουν ἅπερ, «Εὖρός τε Νότος τε ὤρορ' ἐπαΐξας πατρὸς Διὸς ἐκ νεφελάων». ἑτέρᾳ δὲ ἠπειρωτικῇ τοιαύτῃ· «ὡς δ' ὅτε κινήσει Ζέφυρος βαθὺ λήϊον ἐπελθὼνλάβρος, ἐπαιγίζων, ἐπί τ' ἠμύει ἀσταχύεσσιν, ὣς τῶν πᾶσ' ἀγορὴ κινήθη». Ἔστι δὲ κατὰ τοὺς παλαιοὺς αὕτη μὲν ἡ παραβολὴ διὰ τὴν ὁμοθυμαδὸν ὁρμὴνἑκάστου τῶν Ἑλλήνων· ἡ δὲ πρώτη πρὸς τὸν τάραχον. διὸ καὶ ἐπάγει ὁποιητής, ὅτι ἀλαλητῷ εἰς τὰς νῆας ὥρμων. Καὶ ἔχει καλῶς ὁ τοιοῦτος τῶνπαλαιῶν λόγος· οὐ γὰρ τὴν ἁπλῶς κίνησιν τῶν Ἑλλήνων ἔδει κύμασι παραβαλεῖνἀλλὰ τὴν μετὰ πολλοῦ θορύβου. τάχα δὲ καὶ ἄλλως αὐτὴ μὲν τὴν κατὰ ἴλας καὶφῦλα κίνησιν τῶν Ἀχαιῶν δηλοῖ, ἡ δὲ τοῦ ληΐου τὴν κατὰ ἄνδρα ἕκαστον, ὅπερὍμηρός φησι φῶτα ἕκαστον μετ' ὀλίγα. ἡ γὰρ ἁπλῶς ἑνὸς ἑκάστου τῶνἙλλήνων ὁρμὴ καλῶς ἂν εἰκάζοιτο ἀσταχύεσσιν, οἳ ἀνέμου ἐπιπνέοντοςἐπικεκυφότες κινοῦνται. (ῃ. 144) Κύματα δὲ μακρὰ τὰ ὑψηλὰ λέγει, τουτέστιτὰ εἰς ὕψος κορυφούμενα· οὕτω γὰρ καὶ μακρὸς Ὄλυμπος ὁ ὑψηλός. ἔστι δὲὅτε ἡ λέξις καὶ τὸ βαθὺ σημαίνει, ὡς ὅτε φρέατα μακρὰ λέγονται, ἤγουν βαθέα, καὶ οὐχ' ἁπλῶς, ἀλλὰ πάνυ βαθέα· οὐ γὰρ πᾶν βαθὺ ἤδη καὶ μακρὸν λέγεται. ἐνταῦθα γοῦν κύματα μὲν μακρά, λήϊον δὲ βαθύ, οὐ μὴν μακρόν. (ῃ. 145) Πόντος δὲ Ἰκάριος μέρος τι τοῦ Αἰγαίου Εὔρῳ καὶ Νότῳ μάλιστα κυμαινόμενος· ἔνθα, ὡς καὶ ὁ Περιηγητὴς ἱστορεῖ, μεγάλα ἐγείρονται κύματα· καὶ ἡαἰτία ἐρρέθη ἐκεῖ. Ἰκάριος δὲ πόντος ἢ ἀπὸ Ἰκάρου τοῦ θρυλλουμένου υἱοῦΔαιδάλου, ὃς αὐτόθι καταπεσὼν ἀπεπνίγη καὶ ἀφῆκε τῷ πόντῳ τὴν ἐξ αὐτοῦκλῆσιν, ἢ ἀπὸ νησίου τινὸς αὐτόθι ὄντος, ὡς ἐρρέθη ἐν τοῖς εἰς τὸν Περιηγητήν. Κἀνταῦθα δὲ ἀρκέσει τοσοῦτον εἰπεῖν, ὅτι κατὰ τὸν Γεωγράφον παράκειται τῇ Σάμῳ νῆσος Ἰκαρία, ἀφ' ἧς τὸ Ἰκάριον πέλαγος. αὐτὴ δὲ ἐπώνυμος Ἰκάροπαιδὸς Δαιδάλου, ὃς κηρίνοις, φησί, πτεροῖς μετεωρισθεὶς πρὸς ἥλιον καὶ μὴκρατήσας τοῦ δρόμου τακέντος τοῦ κηροῦ καὶ περιρρυέντων τῶν πτερῶν αὐτόθικατέπεσεν. Ἰστέον δὲ ὅτι χαριέντως νοηθείη ἂν Ἴκαρος ἅπας ὁστισοῦν τῶν νῦν ἐπιτρίπτων ἀποτελεσματικῶν, οἳ κατά τινα κῆρα πτερυσσόμενοι ἄνω δι' εὕρεσιν ἀληθείας, εἶτα εἰς πόντον ψεύδους καταδύονται πίπτοντες. Ἔρημοςδέ, φασίν, ἡ Ἰκαρία· νομὰς δ' ἔχει, αἷς χρῶνται Σάμιοι. ἐν τῷ Ἰκαρίῳ δὲ πελάγει, φασί, καὶ ἡ Σάμος κεῖται, ᾧ συνάπτει πρὸς Νότον τὸ Καρπάθιον. (ῃ. 146) Τὸ δὲ ὤρορε γίνεται μὲν ἐκ τοῦ ὦρα παρακειμένου, Ἀττικῶς ὄρωρε, καὶ δηλοῖ τὸ διήγειρεν. ἔπαθε δὲ ὑπέρθεσιν χρόνου μετατεθέντος τοῦ ˉω μεγάλουεἰς τὴν ἄρχουσαν. καὶ τοῦτο καὶ ἐν τοῖς ἑξῆς πολλαχοῦ εὑρεθήσεται. Οὕτω ποτὲκαὶ ἡ τοῦ Κρονίωνος συστέλλεται παραλήγουσα χρόνου μεταθέσει. ὁ γὰρΚρονίων, εἰ μὲν βραχύνει τὸ παραλῆγον δίχρονον, φυλάττει τὸ ˉω ἐν τῇ γενικῇ· εἰ δὲ ἐκτείνει αὐτό, ἀλλάσσει τὸ μακρὸν ˉω ἐν τῇ γενικῇ. οὕτω καὶ τὸ ἠνάλωτοἐκ τοῦ ἀνήλωτο μετηλλάγη τῷ χρόνῳ καὶ τὸ ἠναντιοῦτο ἀπὸ τοῦ ἐνηντιοῦτο. Ὅρα δὲ καὶ τὸ πατρός, ὅτι νῦν μὲν ἀπολύτως εἴρηκεν ἐπὶ Διός, ἀλλαχοῦ δὲπροστίθησιν, ὡς καὶ προείρηται, καὶ ὅτι πατήρ ἐστιν ἀνδρῶν τε θεῶν τε. Διὸς δὲ νεφέλας ἀντὶ τοῦ ἀερίας νεφέλας· ἐντεῦθεν γὰρ νεφεληγερέτης ὁ Ζεύς, ὃς οὐδ' ἂν εἴη εὔδιος ἢ εὐδίαν ποιῶν, ὅτε νεφέλας ἀγείρει. (ῃ. 147) Ὁ δὲ Ζέφυρος Βορρᾶς τίς ἐστι καὶ αὐτὸς συμπληρῶν τοὺς ἀστάχυας κἀντεῦθενοὕτω καλούμενος ὡς τὸ ζῆν φέρων ἡμῖν ἤτοι ζωοφόρος. καὶ Βορρᾶς δὲ κατὰτοὺς παλαιοὺς παρὰ τὴν βοράν, ὅ ἐστι τὴν τροφήν, ὡς ἐν τῇ μεστώσει τῶνσταχύων τροφὴν διδούς. διὸ καὶ ἐπὶ τοῦ Ἰκαρίου πόντου Εὖρον εἰπὼν καὶ Νότον τοὺς μάλιστα ἐκεῖνον κυμαίνοντας, ἐνταῦθα οὐκ ἐκείνων ἀλλὰ Ζεφύρου ἐμνήσθη, οὗ μάλιστα χρεία τῷ ληΐῳ. οὐδὲ γὰρ εἰκῇ οὐδὲ τὰ τοιαῦταλαλεῖ ὁ ποιητής. Καίτοι τινὲς ἑσπέριον, ὅ ἐστιν ἀπὸ δύσεως, ἄνεμον εἶναι τὸν Ζέφυρον λέγοντες ζόφουρόν τινα ἐτυμολογοῦσιν αὐτὸν ἤτοι οὖρον ἀπὸ ζόφουἀντὶ τοῦ ἄνεμον δυτικόν, [οὗ καταπνέοντος καὶ ἁδρύνεται τὸ λήϊον καὶ ὡς οἷονκυμαίνεται. οὐδὲ γὰρ οὐδὲ ἡ δευτέρα παραβολὴ ἀπέχεται τοῦτό γε τῆς πρώτης, εἴ τις βαλὼν ὄψεις εἰς λήϊον Ζεφύρῳ κινούμενον εἰκασμόν τινα κυμάτωνκινήσεως ἐν αὐτῷ φαντάσεται. εἰπεῖν γὰρ κατὰ τὸν ποιητήν· «πρὸ μέν τ' ἄλλοιστάχυες, αὐτὰρ ἔπ' ἄλλοι» ἐπικύπτοντες τῇ καταπνοῇ καὶ αὖ ἐξανιστάμενοικυμάτων ὑποφρίκας διαφαίνουσι.] Βαθὺ δὲ λήϊον ἐν τῇ παραβολῇ κεῖται, ἵναφαντάσῃ ἐναργῶς τὴν τῶν Ἑλλήνων κίνησιν· οὐ γὰρ οὕτω τὰ ψιλά τῶν ληΐων, οὐδὲ οἱ μικροὶ στάχυες ὑποκινοῦνται Ζεφύρῳ, καθὰ τὸ βαθὺ λήϊον. Τὸ δὲ λήϊονἀπὸ τοῦ γῆ ἐτυμολογοῦσιν οἱ παλαιοὶ οἷον γήϊον τραπέντος τοῦ ˉγ εἰς ˉλ, ὁποῖόντι καὶ ἐν τῷ μόγις καὶ μόλις γίνεται. τὸ δ' αὐτὸ καὶ λάϊον Δωρικῶς λέγεται. διὸ συνελὼν ὁ Θεόκριτος λαῖον αὐτὸ λέγει, [ὥσπερ αὖθις τὰ λήϊα λῇα ποιεῖ ἡσυναίρεσις, καθὰ καὶ τὸ ληΐδιον λῄδιον καὶ τὸν ληϊστὴν λῃστὴν καὶ τὸ λεληΐσθαιλελῇσθαι ἀπὸ τοῦ ληΐζω.] (ῃ. 148) Λάβρος δὲ ὁ λίαν βαρύς· ὁ γὰρ ἠρεμαῖος Ζέφυρος οὐχ' οὕτω σαλεύει τὸ βαθὺ λήϊον. Ἐπαιγίζειν δὲ τὸ ἐφορμᾶν δηλοῖ καὶ ἄνωθεν ἐπιπνέειν· ὅθεν καὶ αἰγίδες καὶ καταιγίδες. τὸ δ' αὐτὸ καὶ καταιγίζεινλέγεται· δηλοῖ δὲ οὐ πάνυ βιαίαν πνοὴν ἀλλὰ σύντονον. γίνεται δὲ ἀπὸ τοῦἀΐσσειν, ὥσπερ καὶ ἡ αἰγίς, ἥτις ἐκ μέσου παρακειμένου προάγεται τοῦ ἤϊγα. διὸ καὶ ἀνωτέρω ἔφη· «Εὖρός τε Νότος τε ἐπαΐξας ἐκ νεφελῶν». Τὸ δὲ ἀΐξαιἀπὸ τῶν νεφελῶν τοῦτό ἐστι τὸ ἐπαιγίζειν. Τὸ δέ «ἐπί τε ἠμύει ἀσταχύεσιν» ἀντὶ τοῦ ἐπικλίνεται τὸ λήϊον τοῖς ἀσταχύεσιν ἤγουν διὰ τῶν ἀσταχύων. διττὸν γὰρ τὸ λήϊον· αὐτό τε γὰρ τὸ ὑποκείμενον ἔδαφος λήϊον λέγεται καὶ οἱἀστάχυες δὲ λήϊον λέγονται καὶ αὐτοί. Ἐπικλίνεται γοῦν τὸ λήϊον οὐ κινούμενον αὐτῷ δὴ τῷ ἐδάφει ἀλλὰ τοῖς ἀσταχύεσιν. ἡ γῆ μὲν γὰρ ἀκινητίζει, οἱ δὲστάχυες ἐπικλίνονται, [ἵνα, ὥσπερ ἡ μάχη φρίσσει ἐγχείῃσιν, οὕτω τὸ λήϊονἀνάπαλιν ἐπικλίνηται ἀσταχύεσσι.] Γίνεται δὲ τὸ ἠμύει ἀπὸ τοῦ μύω πλεονασμῷτοῦ ˉη· μύει γὰρ καὶ συστέλλεται τὸ ἐξ ὀρθῆς στάσεως ἐπικλιθέν. οὕτω καὶ τὸτεῖχος τῆς Τροίας ἠμύσειν λέγει που ὁ ποιητής, τουτέστι κάτω κλιθῆναι. Ὁ δὲἄσταχυς πλεονασμὸν ἔχει τοῦ ˉα· στάχυς γὰρ τὸ πρωτότυπον οἱονεὶ σίταχυςπαρὰ τὸ σῖτον ἔχειν. ὅτι δὲ καὶ μέρος σώματος ὁ στάχυς, ἐν τῇ γάμμα ῥαψῳδίᾳῥηθήσεται. (ῃ. 149) Ὅρα δὲ [ὡς ἀρξάμενος ἐκ τοῦ «κινήθη δ' ἀγορή» ἐπέρανενὡς οἷον κυκλικῶς τὰς παραβολὰς εἰς τὸ «ἀγορὴ κινήθη». ἤρεσε δὲ νῦν αὐτῷἡ τοῦ κινεῖσθαι λέξις ἐν τῷ «κινήθη ἀγορή» καὶ «κινήσῃ Ζέφυρος» καὶ «ἀγορὴκινήθη». Ἔστι δὲ καὶ τὸ ὤρορε ταὐτὸν τῷ κινήσῃ, ὥσπερ καὶ τὸ ἐπαΐξας τῷἐπαιγίζων.] (ῃ. 149– 54) Ὅτι σπουδῆς ναυτικῆς ἐπὶ ἀπόπλῳ συντονίαν φράζειὍμηρος ἐν τῷ «πᾶσ' ἀγορὴ κινήθη, τοὶ δ' ἀλαλητῷ νῆας ἐπεσσεύοντο, ποδῶνδ' ὑπένερθε κονίη ἵστατ' ἀειρομένη· τοὶ δ' ἀλλήλοισι κέλευον ἅπτεσθαι νηῶνἠδ' ἑλκέμεν εἰς ἅλα δῖαν, οὐρούς τ' ἐξεκάθαιρον· ἀϋτὴ δ' οὐρανὸν ἷκεν οἴκαδεἱεμένων, ὑπὸ δ' ᾕρεον ἕρματα νηῶν». καὶ οὕτω μὲν ἡ διασκευή. (ῃ. 150 ς.) Ὅρα δὲ τὸ «κονίη ἀειρομένη», ἐξ οὗ ἐπενοήθη τοῖς ὕστερον ἡ τοῦ κονιορτοῦσύνθεσις. δῆλον γὰρ ὡς ταὐτὸν κονιορτός καὶ κόνις ἀειρομένη, [οὐ μὴν κειμένηκάτω, ὅτε οὐδὲ κοινιορτός συνθέτως λέγεται, ἀλλὰ κόνις καὶ κονίη ἐν ἁπλότητι.] (ῃ. 152) Ἔτι ὅρα καὶ ὡς ἐνταῦθα μὲν τὸ ἅπτεσθαι γενικῇ συντάσσει εἰπών·» ἀλλήλοις ἐκέλευον ἅπτεσθαι νηῶν» [καὶ μετ' ὀλίγα· «οὐδ' ὅ γε νηὸς ἐϋσσέλμοιομελαίνης ἅπτετο».] ἐν μέντοι τῇ αʹ ῥαψῳδίᾳ αἰτιατικῇ αὐτὸ συνέταξεν, ὡςπροερρέθη. Καὶ σημείωσαι ὅτι τὸ μὲν ἅπτεσθαι ἀντὶ τοῦ ἐπιλαμβάνεσθαιγενικῇ συντέτακται· εἰ δὲ ἐπὶ φιλοφροσύνης ἢ ἁπλῶς ὁμιλίας ἡ λέξις λαμβάνεται, τότε δὴ αἰτιατικῇ συντάσσεται. (ῃ. 153) Ἐν δὲ τῷ «οὐροὺς ἐξεκάθαιρον» οὐροὶ λέγονται οἱ τόποι, ὅθεν ἡ ναῦς ὀρούει, τουτέστιν ὁρμᾷ, καθελκομένη εἰςθάλασσαν. τούτους δὲ οἱ Ἕλληνες ἐξεκάθαιρον τῆς ὡς εἰκὸς τῷ πολλῷ χρόνῳαὐτόθι συμπεφυρμένης ὕλης. Σημειώδης δέ, φασίν, ἡ λέξις, ὀξυνομένη πρὸςἀποφυγὴν τοῦ οὔρου τοῦ δηλοῦντος τὸν ἄνεμον. ἄλλως γὰρ τὰ εἰς ˉρˉοˉς δισύλλαβαἁπλᾶ ἔχοντα τὴν ˉοˉυ δίφθογγον βαρύνονται, κοῦρος ὁ νέος, θοῦρος ὁ ὁρμητικός, οὖρος ὁ ἄνεμος. δῆλον δὲ ὅτι, ὡς ἐν τῷ μοῦνος Θερσίτης καὶ νοῦσος κακή καὶλάϊνος οὐδός καὶ ἴκμενος οὖρος, οὕτω καὶ ἐν τῷ οὐρός ὁ πλεονασμὸς τοῦ ˉυσχῆμα ποιεῖ, ὅ φασιν οἱ γραμματικοὶ ἐπένθεσιν, ἥτις καὶ ψιλοῖ τὰ δασέα, ὡς ὁοὐδὸς δηλοῖ καὶ ὁ περιορισμός, οὖρος, καὶ ὁ εὔκηλος. (ῃ. 154) Νηῶν δὲ καὶ νῦνἕρματα τὰ ὑποκείμενα ταῖς ναυσὶ λέγει ξύλα ἔξω περὶ τὴν ἄμμον, ἐφ' ὧνὀχούμεναι αἱ νῆες ἑδράζονται καὶ ἐρείδονται. τὸ δὲ ταῦτα ὑφέλκειν ἐν τῷμέλλειν ἀποπλέειν τὴν νῆα ὑφαιρεῖν λέγει ὁ ποιητής. οἱ δὲ μεθ' Ὅμηρον ἐπὶτοῦ κλέπτειν τιθέασι τὴν λέξιν, ὡς καὶ τὸ ὑφελέσθαι, ἀφ' οὗ καὶ τὸν φιλήτηνπαράγουσί τινες τῶν παλαιῶν σχολιαστῶν Ἡσιόδου, ἵνα ᾖ φιλήτης, ὁ παρ' Ἡσιόδῳ, μὴ ἀπὸ τοῦ φηλῶ φηλήσω, τὸ ἀπατῶ– αὐτὸ γὰρ τρίτης ἐστὶ συζυγίας, ὡς δηλοῖ παρὰ Λυκόφρονι τὸ «φηλώσας πρόμον»– ἀλλὰ ὁ κλέπτης παρὰ τὸὑφελεῖν, οἱονεὶ ὑφειλήτης διὰ διφθόγγου καὶ ἀφαιρέσει τοῦ ˉυ καὶ ἀπελεύσει τοῦˉε φιλήτης διὰ τοῦ ˉι, ὡς ἂν τῷ σημαινομένῳ τοῦ ὑφειλέτου συνεξομοιωθῇ καὶἡ γραφὴ τῆς λέξεως ὑποκλαπεῖσά τι τῆς διφθόγγου, ὡς καὶ τοῦτο δοκεῖ τοῖςπαλαιοῖς. Δῆλον δὲ ὅτι καὶ ἄλλαι τοιαῦται δίφθογγοι ἐξαιροῦνται τοῦ ˉε δι' αἰτίας ἀστείας, ὡς δηλοῖ ἡ ἰδέα καὶ αἱ χιράδες καὶ ὁ λιμός, ὡς ἀλλαχοῦ εἴρηται, καὶ μάλιστα ἐν τοῖς τοῦ Περιηγητοῦ· [Ὧν δὴ τριῶν λέξεων ἡ μὲν φιλόσοφοςἰδέα ὡς ἀσώματος καὶ ἀσύνθετος ἁπλουστέραν τοῦ φυσικοῦ εἴδους προσφυῶςἔχει γραφήν, αἱ δὲ χιράδες ἤτοι ῥαγάδες τῶν χειρῶν τῇ ἀπελεύσει τοῦ ˉε τῆςδιφθόγγου τὸ ἐκ τῶν χειρῶν δηλοῦσιν ἀπεληλυθός· ὁ δὲ ἐκ τοῦ λείπω λιμὸς τὸτῶν λιμωττόντων, φασίν, ἐμφαίνει ἰσχνὸν τῇ διὰ τοῦ ˉι μόνου γραφῇ. (ῃ. 155) Ἰστέον δὲ καὶ ὅτι ἐν τούτοις κεῖται πληθυντικὸν Ἀττικὸν τὸ ὑπέρμορα ἀντὶ τοῦ ὑπὲρ τὸ μεμοιραμένον ἤγουν ὑπὲρ τὸ μοιρίδιον, οὗ τὸ ἑνικὸν ἔν τε ἄλλοις καὶ ἐνὈδυσσείᾳ ὑπέρμορον, ὧν πρωτότυπον καὶ κοινότερον καὶ σαφέστερον τὸ ὑπὲρμοῖραν, οἷον «μὴ καὶ ὑπὲρ μοῖραν δόμον Ἄϊδος εἴσω».] (ῃ. 156 σς.) Ὅτι τὴν Ἥραν ἐνταῦθα ποιῶν βουλευομένην ὁ Ὅμηρος καὶ λέγουσαν διαπορητικῶς πρὸς τὴν Ἀθηνᾶν [«ὢ πόποι, αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη,] οὕτω δὴ οἱ Ἕλληνεςφεύξονται, λιπόντες εὐχωλήν», ἤγουν καύχημα, «τοῖς Τρωσὶ τὴν Ἑλένην» καὶτὰ ἑξῆς, τὴν Ἡραίαν ἤγουν βασιλικὴν φρόνησιν αἰνίττεται ταῦτα διανοουμένην, ἥτις, ὡς εἰκός, ἐν πολλοῖς μὲν τῶν ἡγεμόνων ἐκινεῖτο, ἐν μόνῳ δὲ τῷ Ὀδυσσεῖἐνήργησεν ὀξύτερον, ὃς ἐν ἀρχαῖς ὑπὸ ἀμηχανίας καὶ ἄχους μικρόν τι στὰςδιενοήθη καὶ αὐτὰ ταῦτα, ὡς εἰκός, καὶ αὐτὸς εἰς νοῦν ἔλαβεν ὑπαγορευούσηςοἷον τῆς Ἀθηνᾶς. Εἶτα μηχανὴν ἀναλαβὼν καὶ ἑαυτὸν ἐρεθίσας εἰς τὸ ἀγανοῖςἐπέεσσιν ἤγουν ἡμερωτέροις λόγοις, ὡς ῥηθήσεται, κωλύειν ἄνδρα ἕκαστον, εὐθὺς ὥρμησε κοιρανέων καὶ οὕτω διέπων στρατόν, ὡς ἐρεῖ ὁ ποιητής, ἀναστεῖλαι ὡς ἀγχίνους τὸν ὄχλον. τοῦτο γὰρ δηλοῖ τὸ ἀγχοῦ αὐτῷ στῆναιτὴν Ἀθηνᾶν καὶ εἰπεῖν, ἃ εἶπεν. Ἐνταῦθα δὲ καὶ Ἀργείαν τὴν Λακωνικὴν Ἑλενην λέγει ὡς καὶ τῆς Λακεδαίμονος Ἄργους καλουμένης, καθάπερ καὶ ὅληποτὲ ἡ Πελοπόννησος. Σημείωσαι δὲ ὅτι καὶ ἐνταῦθα παραδηλοῖ ὁ ποιητὴςσοφωτέρας κατὰ τὴν παροιμίαν ἐν ταῖς βουλαῖς εἶναι τὰς δευτέρας φροντίδας. Ἀθηνᾶ μὲν γὰρ [βουλαῖς Ἥρας τῆς, ὡς ἔγνωσται, εἰς βασιλείαν ἀλληγορουμένης] ὑποτίθεται τῷ Ὀδυσσεῖ ἀγανώτερον ἤγουν πραΰτερον τοὺς Ἕλληνας μετελθεῖν φεύγοντας εἰποῦσα· «σοῖς δ' ἀγανοῖς ἐπέεσσιν ἐρήτυε φῶτα ἕκαστον». ὁ δὲ ἐν τοῖς ἑξῆς φροντίσας διαιρήσει τὸ νόημα καὶ ὃν μὲν ἂν βασιλῆα καὶἔξοχον ἄνδρα εὑρήσει, τὸν τοιοῦτον μετέρχεται κατὰ τὴν παραγγελίαν τῆς Ἀθηνᾶς. τοὺς δὲ δημότας οὐ μόνον οὐκ ἀγανοῖς λόγοις δεξιοῦται, ἀλλὰ καὶ ἐπαπειλησάμενος ἐντρίβει καὶ πληγὰς περιττότερόν τι ποιήσας τῆς θεόθεν ὑποθήκης. τοῦτο δὲ σεμνύνει τὸν Ὀδυσσέα, ὅτι καὶ πλεῖόν τι τῆς μυθικῆς Ἀθηνᾶς ἐνενόησε. Τινὲς δὲ σφαλέντα ἐν τοσούτῳ θορύβῳ τὸν Ὀδυσσέα καὶ συνταραχθέντα ἐπιλαθέσθαι φασίν, ὧν ἡ Ἀθηνᾶ συνεβούλευσεν αὐτῷ. Ἀληθῶς μέντοι– ἀφετέον γὰρ τὰ τοῦ μύθου– τὰ μὲν πρῶτα ἡ φρόνησις οὐκ ἐντελῶς ἔλαμψε παρὰ τῷὈδυσσεῖ, ἀλλὰ συγκεχυμένος ἓν μόνον ἐνενόησε τὸ ἀγανοῖς λόγοις ἐπισχεῖντοὺς Ἀχαιούς· ὕστερον δὲ διελὼν παρ' ἑαυτῷ, ὅτι τοῖς μὲν βασιλεῦσιν ἀγαθὸντὸ τοιοῦτον, ἄνδρες δὲ θρασεῖς κολακευόμενοι χείρους γίνονται, εἰς πλείοναθρασύτητα ἐπαιρόμενοι, τοὺς μὲν μεγάλους ἑτέρως καθομιλεῖ, τοὺς δὲ μὴτοιούτους ὡς ἐκείνοις πρέπον μεταχειρίζεται, οἷος ὁ κατὰ σύνεσιν τέλειος, ὃςδηλαδὴ ἐν αὐτοῖς τοῖς καιρίοις ἔχει τὸ μάλιστα ἐνεργὸν καὶ ἐν τοῖςδεινοῖς· Ὀδυσσεὺς γὰρ τὴν μὲν ἀρχὴν οὐκ ἐντελῶς ἐνόησε, πρὸς δὲ αὐτοῖςτοῖς ἀγῶσι γενόμενος ἐντελέστατα φρονεῖ. Σημειωτέον δὲ ὅπως ὁ Ὅμηροςαὐξήσας τὴν τοῦ πράγματος περιπέτειαν καὶ εἰς ἄπορον ἀγαγών– ἀμήχανονγὰρ ἀνθρωπίνως ἐπισχεθῆναι τοὺς Ἕλληνας οὕτως, οἷον κατὰ κράτος φεύγονταςἀκολούθως τῇ τοῦ βασιλέως δημηγορίᾳ,– θεὸν ἐπεισάγει ἀνύοντα τὸ δυσχερὲςἀνελπίστως ἐπιφανέντα ὥσπερ ἔκ τινος μηχανῆς, τὴν Ἀθηνᾶν δηλαδή. καίφασιν οἱ παλαιοί, ὅτι πρῶτος Ὅμηρος καὶ τοῖς τραγικοῖς ποιηταῖς μηχανὰςεἰσηγάγετο, οἳ πολλαχοῦ τῆς αὐτῶν ποιήσεως θεῖα πρόσωπα μηχανικῶςτῷ θεάτρῳ ἐπεισφέρουσιν. Ὅρα δὲ καὶ ὅτι ὁ ποιητὴς εἰς ἴσον πως ἄγει ἀρετὴνκαὶ τὸν τῆς ἀρετῆς μετέχοντα. ἐνταῦθα γὰρ ἡ μὲν Ἥρα παραγγέλλει τῇἈθηνᾷ κωλῦσαι τοὺς Ἕλληνας, Ἀθηνᾶ δὲ οὐκ αὐτὴ τοῦτο ποιεῖ, ἀλλ' ἐπιτρέπειτὸ πρᾶγμα τῷ Ὀδυσσεῖ, οἷά τις ἀρχιτέκτων σοφὸς ὑπηρέτην ἐντρεχῆ ἐφευρηκώς· ὁ δὲ Ὀδυσσεύς, ἀνὴρ φρόνησιν ἔχων, ἀνύει ὅπερ αὐτὴ ἔμελλε ποιῆσαιἡ Ἀθηνᾶ· Ὀδυσσεὺς δὲ τῷ ἔργῳ ἐπιτάσσεται ὑπὸ τῆς Ἀθηνᾶς, οὐ διότι φρονιμώτερος Νέστορος, ἀλλ' ὅτι φρόνησιν ἔμπρακτον εἶχε. Νέστωρ μὲν γὰρ ἤδηπέμπελος ἦν, Ὀδυσσεὺς δὲ μετὰ τοῦ λόγου καὶ τὸ πρακτικὸν εἶχεν. (ῃ. 169) Ὅτι τὸν Ὀδυσσέα δῖον ἐν ἄλλοις καὶ διογενῆ λέγων ἐνταῦθα σαφῶς παριστᾷ, ὅτι οὐ μόνον διὰ τὸ ἀρχικὸν τοιαύτας κλήσεις αὐτῷ ἐπιτίθησιν, ἀλλὰ καὶ μάλισταδιὰ τὴν σύνεσιν, εἰπὼν αὐτὸν Διῒ μῆτιν ἀτάλαντον ἤτοι ἴσον τῷ Διῒ κατὰ τὴνβουλήν. ἀλλαχοῦ δὲ θεοῖς ἐναλίγκια μήδεα ἔχοντα ἐρεῖ αὐτόν. ἔστι δὲ κατὰἀλληγορίαν τὸ τὸν Ὀδυσσέα ἀτάλαντον εἶναι τῷ Διῒ κατὰ τὴν βουλὴν ὅμοιον, ὡς εἴ τις εἴποι, ὅτι νοῦς ἦν αὐτόχρημα· Ζεὺς γὰρ ἐνταῦθα ὁ νοῦς, δι' οὗ τὸ ζῆνεὖ τοῖς ἀνθρώποις ἐστίν. Ἀτάλαντος δὲ ὁ οἷον ἰσόσταθμος· τὸ ˉα μὲν γὰρ ἐνταῦθαἰσότητα δηλοῖ κατὰ τοὺς παλαιοὺς ἢ ὁμοιότητα, ὡς καὶ ἐν τῷ ἀδελφός· τάλαντον δέ φαμεν τὸν σταθμόν. Ἰστέον γὰρ ὅτι, ὥσπερ μέδιμνος τό τε σκεῦοςτὸ μετροῦν καὶ τὸ ὑπ' αὐτοῦ μετρούμενον, ἔτι δὲ καὶ χοῖνιξ ὁμοίως· λέγομενγὰρ μέτρον τι χοίνικα· καὶ πῆχυς δὲ αὐτός τε ὁ μετρῶν καὶ τὸ ὑπ' αὐτοῦμετρούμενον· οὕτω καὶ τάλαντον οὐ μόνον ὁ σταθμός, δι' οὗ τὰ βάρη διακρίνεταιτῶν σωμάτων ἐντιθεμένων ταῖς πλάστιγξιν, ἀλλὰ καὶ αὐτὸ βάρος τὸ σταθμώμενον. ἔστιν οὖν ἀτάλαντος ὁ τὸν ἴσον ἕλκων σταθμόν, ἐὰν ταλάντῳ μέλλοικρίνεσθαι. ὁ δὲ Πορφύριος καὶ αὐτὸς ἀτάλαντον λέγων τὸν ἴσον ἄλλως τὴν λέξινκαθίστησι δεικνύων ἄνισον μὲν εἶναι παρὰ τοῖς παλαιοῖς τὸ τάλαντον, ὡςπολλαχοῦ φαίνεται, ἀτάλαντον δὲ ἐντεῦθεν νοεῖσθαι τὸν μὴ κατὰ τὸ τάλαντονἄνισον, ἀλλὰ τῆς ἐκείνου ἐστερημένον ἀνισότητος. γίνεται δὲ τὸ τάλαντον, ὁσταθμός, παρὰ τὸ τάλας, ὃ δηλοῖ τὸν καρτερικόν. τοιοῦτον δὲ ὁ σταθμός, ὡςφορτιζόμενος καὶ διὰ τὰ βάρη ἐπινοηθείς. μάλιστα δὲ παρὰ τὸ ταλάσσειν, τὸκαρτερεῖν, ἐξ οὗ καὶ ὁ Ἄτλας καὶ ὁ τάλας, τὸ ῥηθὲν τάλαντον γίνεται· Ἀχθοφορεῖ γὰρ ἀεί, ὅθεν καὶ τρυτάνη παρὰ τοῖς ὕστερον λέγεται, διότι τοῖς ὄγκοιςτρύεται ἤγουν καταπονεῖται. Κυρίως δὲ μέρος τι τοῦ ζυγοῦ ἡ τρυτάνη. οὕτω δὲκαὶ πλάστιγξ λέγεται ὁ σταθμὸς ἐκ μέρους ἤτοι ἐκ τῶν πλαστίγγων, τουτέστιτῶν κάτω πλατέων, οἷς τὰ βάρη ἐπίκεινται. καὶ ζυγὸς δὲ ὁ αὐτὸς ἀπὸ μέρους, οὗ αἱ ῥηθεῖσαι πλάστιγγες ἐξήρτηνται· πρὸς ὃν [παροιμιάζεται τὸ «ζυγὸςδόλιος», ᾧ ἀντίκειται τὸ δίκαιον στάθμιον, τὸ παρώνυμον τοῦ σταθμοῦ.] Ὅτιδὲ ἄνισον, ὡς ἐρρέθη, τὸ τάλαντον καὶ ὅτι καὶ ἐπὶ μικροῦ ποσοῦ καὶ ἐπὶ μεγάλουτίθεται καὶ ὑπὲρ ἑκατὸν δραχμὰς παρὰ τοῖς παλαιοῖς κορυφοῦται καὶ εἰςκεντηνάριον δὲ περιΐσταται καὶ εἰσέτι κατωτέρω, καὶ ἐν ἑτέροις ῥηθήσεται. (ῃ. 170) Ὅτι τοσοῦτον ἀμηχανεῖ ὁ πολυμήχανος Ὀδυσσεὺς καὶ οὕτως αὐτοῦ τὴν καρδίαν ἄχος περιῆλθεν ὥστε οὐδ' ἥπτετο τῆς ἑαυτοῦ νηὸς καθελκομένηςὑπὸ τῶν αὐτοῦ θεραπόντων εἰς θάλασσαν. ἄλλοι δὲ τὸ «οὐδ' ὅ γε νηὸς ἐϋσσέλμοιομελαίνης ἥπτετο» ἄλλως νοοῦσι λέγοντες, ὅτι κἂν οἱ ἄλλοι τῶν οἰκείωνἥπτοντο νηῶν, ἀλλ' Ὀδυσσεὺς οὐκ ἐποίει οὕτω, ἀλλ' ἵστατο ἔργῳ διδάσκων, ὅτι οὐ δεῖ οὕτω ποιεῖν. εἰ γὰρ ἔδει νηῶν ἅπτεσθαι, ἐποίει ἂν οὕτω καὶ αὐτός. διὰ τί δὲ τοῦτο ἐποίει; (ῃ. 171) «Ἐπεί», φησίν, «ἄχος καρδίαν καὶ θυμὸνἵκανε», τουτέστιν ἐμπράκτως ἐδήλου, ὅπερ ἐβούλετο, οἷα λαλεῖν οὐκ ἔχωνὑπὸ ἀμηχανίας. ἄχος γὰρ κατὰ τοὺς παλαιοὺς ἡ ἄφωνος ἀνία παρὰ τὸ ˉα στερητικὸν μόριον καὶ τὸ χαίνειν. τινὲς δὲ ὑπερβατῶς τὸν τόπον τοῦτον νοήσαντεςοὕτως εἶπον· εὗρε τὸν Ὀδυσσέα ἑστῶτα, ἐπεί μιν ἄχος καρδίαν καὶ θυμὸνἵκανεν· οὐδὲ ἥπτετο τῆς οἰκείας νηός. (ῃ. 170) Ναῦς δὲ εὔσελμος ἢ ἡ εὔζυγοςκαὶ εὐκάθεδρος, καθ' ὃ εὔεδρον Ἀργὼ φησί που Θεόκριτος– σέλμα γὰρ ἡκαθέδρα, ἐξ οὗ καὶ τὸ σελλίον ἔοικε λέγεσθαι– ἢ αἱ εὔσχοινοι· φασὶ γὰρ οἱπαλαιοὶ σελμίδας λέγεσθαι τὰ σχοινία. Σημείωσαι δὲ καὶ ἐνταῦθα, ὡς οὐκ ἀεὶἐξ ἀνάγκης ταὐτόσημά εἰσι τὰ τὴν αὐτὴν ἐτυμολογίαν ἔχοντα. ἰδοὺ γὰρ ὥσπερπαρὰ τὸ μὴ χαίνειν γίνεται κατά τινας μηχανὴ ἡ μὴ ἐῶσα χαίνειν τινὰ ψεκτικῶςδιὰ τὸ ἐπιτυχὲς καὶ ἔντεχνον αὐτῆς, οὕτω καὶ τὸ ἄχος στερεῖ τοῦ χαίνειν, ὡςεἴρηται· καὶ ὅμως πάντῃ διαφέρετον τὸ ἄχος καὶ ἡ μηχανή. (ῃ. 173) Ὅτιτὸ «διογενὲς Λαερτιάδη, πολυμήχανε Ὀδυσσεῦ», σχῆμά ἐστι κλητικὸν ὁμοιόπτωτον καλούμενον. λέγει δὲ αὐτὸ κατὰ τὸ φαινόμενον ἡ μυθικὴ Ἀθηνᾶ πρὸςτὸν Ὀδυσσέα ἐπιρρωννύουσα καὶ τοῖς ἐγκωμίοις ἐπαίρουσα πρὸς τὴν τοῦἔργου σπουδήν, ἵνα μὴ φυγόντες ἀγεννῶς οἱ Ἕλληνες ἀφήσουσι τοῖς Τρωσὶτὴν Ἑλένην. ἀληθῶς δὲ ἡ παρ' αὐτῷ φρόνησις τοὺς τοιούτους λόγους ὑποτείνειαὐτῷ κατὰ λόγον αἰδοῦς. αἰδεῖται γὰρ, ὡς εἰκός, ἀναλογιζόμενος, ἐὰν ὁ διογενής, ὁ ἀπὸ Λαέρτου, ὃς ἐξ Ἑρμοῦ ἕλκει τὸ γένος, ὁ πολυμήχανος, οὐχ' εὑρήσειτινὰ μηχανὴν ἐνταῦθα, ἀλλὰ περιόψεται τοὺς Ἀχαιοὺς οὕτω δὴ οἶκόνδε φίληνἐς πατρίδα γαῖαν φευξομένους, ἐν νήεσι πολυκλήϊσι πεσόντας, καταλίποιεν δὲτὴν Ἑλένην καύχημα Πριάμῳ τε καὶ Τρωσίν, ἧς ἕνεκα πολλοὶ Ἀχαιῶν ἐνΤροίᾳ ὤλοντο. Τούτοις δὴ τοῖς λόγοις ἐπιρρωσθεὶς Ὀδυσσεύς, οὓς φρονῶν ἄν τις ἀνὴρ λογίσαιτο, ἔχεται τοῦ ἔργου εὐθὺς καὶ ἀνύει πολυτρόπως τὸ στῆσαιτοὺς Ἕλληνας τῆς φυγῆς. Πολυμήχανον δὲ τὸν Ὀδυσσέα καλεῖ ὡς ἀληθῶς τοιοῦτον· πολλῶν γὰρ εὕρηται τεχνῶν ἔμπειρος, ὡς καὶ ἐν τῇ Ὀδυσσείᾳσυναχθὲν εἰς πλάτος γέγραπται. Εἰ δέ ποτε ἡ μηχανὴ ἐπὶ δόλου λαμβάνεται, εἴη ἂν καὶ οὕτω πολυμήχανος Ὀδυσσεύς, ὃς παντοίοις δόλοις κεκοσμῆσθαί πουλεχθήσεται. τῷ δὲ πολυμηχάνῳ ἐναντία ἡ παρ' ἑτέρῳ ποιητῇ ἀμήχανος γυνή, τουτέστιν ἀφελὴς καὶ ἁπλοϊκὴ καὶ ἄδολος καὶ ἀπάνουργος, ἑτέρα οὖσα παρὰτὴν Ὁμηρικὴν ἀμήχανον Ἥραν, ὡς φανήσεται. (ῃ. 175) Τὸ δέ «ἐν νήεσι πεσόντες» ἄτακτον φυγὴν ὀνειδίζει· οὐ γὰρ εἶπεν «εἰς νῆας ἐμβάντες» ἀλλ' «ἐμπεσόντες», ὡς εἴπερ ἐδιώκοντο. (ῃ. 177 ς.) Ἐν δὲ τῷ ἕνεκα τῆς Ἑλένης εἰπεῖν πολλοὺς τῶν Ἀχαιῶν ἐν Τροίᾳ ἀπολέσθαι σαφῶς ἡρμήνευσε, τί ἐστι τὸτέλος τοῦ εἰς τὴν Τροίαν πλόου. εἰπὼν γὰρ ἀνωτέρω, ὅτι τέλος οὔπω τι πέφανταικαὶ ὅτι ἀτελὲς ἡμῖν τὸ ἔργον, οὗ ἕνεκα δεῦρο ἱκόμεθα, νῦν σαφῶς λέγει, τί τὸτοῦ πολέμου τέλος, ὅτι δηλαδή, ὡς καὶ προερρέθη, τὸ τὴν Ἑλένην ἐκεῖθενλαβεῖν· ἐν οἷς, ὡς καὶ αὐτὸ προεδηλώθη, ταὐτὸν οἶδε τὸ τέλος καὶ τὸ οὗ ἕνεκαὁ ποιητής. [(ῃ. 179) Ὅτι ἐρωεῖν ποτὲ μὲν τὸ ὁρμᾶν καὶ προπηδᾶν, ποτὲ δὲ καὶτὸ ἀναποδίζειν, ὅπερ ἀλλαχοῦ ἐντελῶς μετὰ τῆς ὑπό προθέσεως λέγεται, οἷον·» ἵπποι δ' ὑπερώησαν». φησὶ γοῦν ἐνταῦθα· «ἀλλ' ἴθι νῦν μετὰ λαὸν Ἀχαιῶν», ἤγουν εἰς τοὺς Ἀχαιούς, «μηδέ τ' ἐρώει», τουτέστι μηδὲ ἀφόρμα καὶ ἐνδοιαστικῶς ἀναπόδιζε. Ὅτι χρήσιμον εἰς παραίνεσιν κατασιγαστικὴν τὸ «ἀλλ' ἴθινῦν μετὰ λαὸν Ἀχαιῶν, σοῖς δ' ἀγανοῖς ἐπέεσσιν ἐρήτυε», ἤγουν κώλυε,» ἄνδρα ἕκαστον», μηδὲ ἔα ποιεῖν τόδε τι.] (ῃ. 182) Ὅτι οὕτως ἐθάδα Ὅμηρος οἶδε τὴν μυθικὴν Ἀθηνᾶν εἶναι τῷ Ὀδυσσεῖ, ὥστε ἅμα τε αὐτὴν φωνῆσαι καὶ τὸν Ὀδυσσέα αἰσθέσθαι, ὅτι Ἀθηνᾶ ἦν ἡ λαλοῦσα. φησὶ γοῦν· «ὃ δὲ ξυνέηκε θεᾶς ὄπα φωνησάσης». κἀντεῦθεν ὁ φιλόμηρος Σοφοκλῆς λαβὼνἀφορμὴν ποιεῖ τὸν Ὀδυσσέα ἐν τῷ μαστιγοφόρῳ Αἴαντι ἀπὸ λαλιᾶς ἀναγνωρίζοντα παρεῖναι τὴν Ἀθηνᾶν, ἐν οἷς λέγει· «ὡς εὐμαθές σου τὸ φώνημ' ἀκούω, κἂν ἄποπτος ᾖς». Ἰστέον δὲ ὅτι οὐ πάνυ δῆλον ἐνταῦθα τὸ ξυνέηκεν, εἴτεγενικῇ συντέτακται, εἴτε αἰτιατικῇ. οὐ γὰρ εὐδιάκριτον, εἴτε ξυνέηκε θεᾶςἀναγνωστέον φωνησάσης ὄπα, εἴτε ξυνέηκε τὴν ὄπα τῆς θεᾶς. (ῃ. 183) Ὅτιπολλάκις ἡ ἐν τοῖς καιριωτάτοις σπουδὴ παραιρεῖται καὶ τὴν λαλιὰν οὐ δυναμένου τοῦ σπεύδοντος λόγοις τε καὶ ἔργοις ἐπιμερίσαι τὴν ἀκμὴν τοῦ καιροῦ. Ὀδυσσεὺς γοῦν ὁ ἐν Ὀδυσσείᾳ πολλὰ διαλεγόμενος τῇ Ἀθηνᾷ ἐνταῦθα οὐδὲτὸ τυχὸν αὐτῇ προσφθέγγεται, ἀλλὰ κελευσθεὶς κωλύειν φῶτα ἕκαστον φεύγονταεὐθὺς ἔχεται τοῦ ἔργου· ἤπειγε γὰρ ὁ καιρός. (ῃ. 183– 6) Ὅθεν ἅμα τῇ φωνῇτῆς Ἀθηνᾶς, ἥτις ἦν ἡ ἐν αὐτῷ λαλοῦσα σύνεσις, ἔβη θέειν, ἀπὸ δὲ χλαῖναν βάλεν, ἤτοι ἀπέβαλεν, ἔρριψε· τὴν δὲ ἐκόμισε κῆρυξ Εὐρυβάτης Ἰθακήσιος, περὶ οὗἐν τοῖς εἰς τὴν Ὀδύσσειαν πλατύτερον εἴρηται. ἕτερος οὗτος, καθὰ καὶ προγέγραπται, παρὰ τὸν ὑπουργοῦντα τῷ Ἀγαμέμνονι. Ὁ δ' αὐτὸς Ὀδυσσεὺςκαὶ τοῦ Ἀγαμέμνονος ἀντίος ἐλθὼν ἐφθέγξατο μὲν οὐδ' ὅλως οὐδέν, ἐδέξατοδὲ αὐτοῦ τὸ σκῆπτρον, σὺν ᾧ ἔβη κατὰ νῆας Ἀχαιῶν, ποιήσων ἃ ἔμελλεποιήσειν, μικροῦ καὶ ἀφαρπάσας τοῦ βασιλέως τὸ σκῆπτρον. διόπερ οὐδὲἐκεῖνος καιρὸν ἔσχε λαλῆσαί τι πρὸς αὐτόν, εἰ μή που τυχὸν κατὰ τὸ σιωπώμενον. Ἰστέον δὲ ὅτι ἀπέβαλεν Ὀδυσσεὺς τὴν χλαῖναν, ὡς οἱ παλαιοί φασιν, ἢ αὐτομάτως πεσοῦσαν κατὰ σπουδήν– ἔοικε γὰρ μανδυοειδὲς ἡ χλαῖνα εἶναιπερίβλημα– ἢ ἵνα ταπεινὸς ὑπηρέτης βασιλικῶν δογμάτων εἶναι δοκῇ καὶοὕτω γίνοιτο δι' αἰδοῦς τοῖς Ἕλλησιν, ἢ διὰ τὸ εὐπερίσταλτον, ἵνα ἐν τῷ θέεινῥᾷον τρέχοι, ἤδη δὲ καὶ ἵνα τῷ παραδόξῳ τῆς θέας ἐπιστρέφῃ τοὺς πολλούς, ὥσπερ ἄλλον τρόπον ὁ Ἀγαμέμνων ἀλλαχοῦ πορφύρεον μέγα φᾶρος οὐκἀποβάλλει, ἀλλὰ ἔχων τῇ χειρὶ καὶ διακινῶν αὐτὸ ἐπιστρέφει τοὺς Ἕλληναςεἰς ἑαυτόν. (ῃ. 186) Σκῆπτρον δὲ ἀπὸ τοῦ βασιλέως λαμβάνει, ὡς ἄν, ἐπειδὰνκοιρανέων διέπῃ τὸν στρατόν, ἤτοι βασιλικὰ δρῶν, ἔχῃ σύμβολον αὐτὸ τοῦ ἐκβασιλέως λέγειν τε καὶ ποιεῖν, ὡς ἐκεῖθεν τὴν κατὰ τῶν ἀκοσμούντων λαβὼνἐξουσίαν καὶ μὴ ἀντιπράττων ἁπλῶς οἷς ὁ βασιλεὺς ἐδημηγόρησεν. οἶδε γὰρὅπως οἱ Ἀχαιοὶ πείθονται τῷ βασιλεῖ. (ῃ. 188– 200) Ὅτι οὐ τὸν αὐτὸν τρόπον Ὀδυσσεὺς μετέρχεται φεύγοντας τούς τε βασιλεῖς τούς τε δημότας, ἀλλ' ἐκείνους μὲν προσηνέστερον δειλίαν τε ἀποκαλῶν τὴν τοιαύτην ἀναχώρησιν, ἀνακαλύπτων δὲ καί, ὅτι πειρᾶται τῶν Ἑλλήνων ὁ βασιλεύς, παραμιγνύων δὲκαί τι φόβου, ἐὰν οὐκ ἐθελήσωσι πεισθῆναι, καὶ τὸν βασιλέα δὲ ἐπαινῶν, τοὺςδὲ δημότας καὶ πλήττων καὶ ἀπειλούμενος καὶ ἐξευτελίζων καὶ ὑβρίζων. Σκοπὸς δὲ αὐτῷ τῆς ἐντρεχείας τὸ ἐπιστρέψαι τοὺς Ἕλληνας καὶ καθίσαι πάλιν εἰς ἀγοράν, ἵνα μάθωσιν ἔργοις αὐτοῖς ὅτι διάπειρα ἦν ἡ τοῦ βασιλέωςδημηγορία. Φησὶν οὖν τοιαῦτα ὁ ποιητὴς περὶ τοῦ Ὀδυσσέως· «ὅντινα μὲνβασιλῆα καὶ ἔξοχον ἄνδρα κιχείη», ἤγουν καταλάβοι, «τὸν δ' ἀγανοῖς ἐπέεσσιν [ἐρητύσασκεν», ἤγουν] ἐκώλυε, «παραστάς· δαιμόνι' οὔ σε ἔοικε κακὸν ὣςδειδίσσεσθαι, ἀλλ' αὐτός τε κάθησο καὶ ἄλλους ἵδρυε λαούς», τοὺς ὑπὸ σὲδηλαδή. «οὐ γάρ πω σάφα οἶσθ', οἷος νόος Ἀτρείδαο· νῦν μὲν πειρᾶται, τάχαδ' ἴψεται υἷας Ἀχαιῶν», ἤγουν βλάψοι ἂν τοὺς Ἕλληνας· καὶ ὅτι «ἐν βουλῇ οὐ πάντες ἀκούσαμεν, οἷον ἔειπε, μή τι χολωσάμενος ῥέξῃ κακὸν υἷας Ἀχαιῶν. θυμὸς δὲ μέγας ἐστὶ διοτρεφέος βασιλῆος». καὶ ὅτι ἡ τιμὴ αὐτοῦ ἐκ θεοῦ ἐστικαὶ ὅτι φιλεῖ αὐτὸν ὁ θεός· ἐν πολλοῖς γὰρ θεοφιλεῖς δοξάζει τοὺς βασιλεῖςπροκαλούμενος διὰ τούτου τοὺς ὑπηκόους εἰς τὸ δεῖν πειθαρχεῖν αὐτοὺς τῷβασιλεῖ, ὡς καὶ θεῷ ὑποκειμένους οὕτω καὶ πειθομένους. (ῃ. 197) Ἐνταῦθαδὲ καὶ ἐφερμηνεύει, διὰ τί διογενεῖς καὶ διοτρεφεῖς τοὺς βασιλεῖς λέγει, οὐχ' ὅτι ἐκ Διὸς τὸ γένος ἕλκουσιν, ἀλλ' ὅτι ἐξ ἐκείνου αὐτοῖς ἡ τιμή. φησὶ γάρ·» τιμὴ δ' ἐκ Διός ἐστιν», ἡ τῆς βασιλείας δηλαδή. ἀφιδρύματα γὰρ ὡσανεὶ Διὸςἐδόκουν εἶναι οἱ βασιλεῖς. καὶ οὕτω μὲν Ὀδυσσεὺς ἐξ ἀνάγκης τοὺς ἐξόχουςμετεχειρίζετο. (ῃ. 198 ς.) «Ὅν δ' αὖ δήμου τ' ἄνδρα ἴδοι, βοόωντά τ' ἐφεύροι, τὸν τοιοῦτον σκήπτρῳ ἐλάσασκεν ὁμοκλήσασκέ τε μύθῳ», ἤγουν σκήπτρῳἔπληξε καὶ λόγῳ ἠπειλήσατο. καὶ ὅρα ἐν χωρίῳ σκυθρωπῷ ἀλαμπῆ πάρισα, τὸἐλάσασκε καὶ τὸ ὁμοκλήσασκε. παρισοῖ μὲν γὰρ γλυκαίνων πως τὸ τῆς ἐννοίαςὑπόπικρον, οὐ γελᾷ δὲ ἀττικίζων, ἀλλὰ δεινοῖ τὴν παρίσωσιν τῇ τῶν ποιητικῶνσκληρότητι λέξεων. ἐν τούτοις δὲ καὶ τὸ υἷας Ἀχαιῶν δὶς ἐν τέλει στίχωντεθὲν καλλωπίζει, καθὰ παρὰ τῷ Ῥήτορι τὸ «ταξιάρχους παρ' ὑμῶν, ἱππάρχουςπαρ' ὑμῶν». (ῃ. 200– 6) Ἡ δὲ ὁμοκλὴ τοῦ Ὀδυσσέως αὕτη· «δαιμόνιε, ἀτρέμας ἧσο καὶ ἄλλων μῦθον ἄκουε, οἳ σέο φέρτεροί εἰσι, σὺ δ' ἀπτόλεμος καὶἄναλκις οὔτε ποτ' ἐν πολέμῳ ἐναρίθμιος οὔτ' ἐνὶ βουλῇ. οὐ μέν πως πάντεςβασιλεύσομεν ἐνθάδ' Ἀχαιοί» καὶ τὰ ἑξῆς, ἐν οἷς δεικνύει οὐκ ἀγαθὸν εἶναι τὴνπολυαρχίαν. Τὸ δέ «οὐ πάντες βασιλεύσομεν ἐνθάδ' Ἀχαιοί» ἐνταῦθα καιριώταταπρὸς τὸν δῆμον εἴρηται ἤτοι πρὸς τὸν πολὺν ὄχλον. εἰ γὰρ πρὸς τοὺς βασιλεῖςἐρρέθη, φαύλως εἶχεν· ἐξῆψε γὰρ ἄν, φασί, τὴν στάσιν σπουδαρχιδῶν ἀνδρῶνἐν τοσούτῳ θορύβῳ καθαπτόμενος. πάνυ δὲ αὖ θαυμασιώτερον πρόσκειται καὶ τὸ» ἐνθάδε» διὰ τοὺς βασιλεῖς. εἰ γὰρ καὶ πάντες βασιλεύσομεν τυχόν, ἀλλ' οὐκἐνθάδε· οἴκοι δὲ νοστήσαντες ποιείτωσαν τοῦτο, εἰ βούλονται· ἔστι γὰρ αὐτοῖςἐν τοῖς οἰκείοις τοῦτο ποιεῖν κατὰ τὸ «αὐτὰρ ἐγὼ οἴκου ἄναξ ἔσομαι ἡμετέρου». ἔστι γὰρ μικρὸς οἷον βασιλεὺς ὁ οἰκοδεσπότης, ὥσπερ αὖ ὁ βασιλεὺς μεγάλουοἴκου δεσπότης, τῆς πόλεως δηλαδή. Ἀλλ' οὕτω μὲν δυνατώτατος ἐν δημηγορίαις ὁ Ὀδυσσεύς, οὕτω καίριος, οὕτω ποικίλος, οὕτω πυκνός· καὶ πρὸ αὐτοῦὁ ποιητὴς ὁ τὰ τοιαῦτα μιμούμενος. Ἐν μέντοι τοῖς ἐφεξῆς οὐ θαυμαστὸςἁπλῶς ὁ ποιητὴς ἀλλὰ καὶ ἀμίμητος φανεῖται, ἔνθα τὸν μὲν Ὀδυσσέα καλῶςδημηγοροῦντα ποιεῖ καὶ ὑψηλῶς, τὸν δὲ Νέστορα κάλλιστα καὶ ὑψηλότατα, ὡςφανήσεται. καὶ ἡ μὲν δημηγορία τοῦ Ὀδυσσέως τοιαύτη· τὰ δὲ περὶ αὐτὴνοὕτω διασαφεῖται. (ῃ. 189) Ἀγανοὶ μὲν λόγοι οἱ προσηνεῖς παρὰ τὸ ˉα ἐπιτατικὸνκαὶ τὸ γάνυσθαι, οἷς τις ἄγαν γάνυται ἤγουν χαίρει· ὅθεν καὶ γάνος ἡ χαρά. ἐν δὲ ῥητορικῷ Λεξικῷ γράφεται ταῦτα· Ἀγανόν τὸ καλὸν καὶ ἡδὺ καὶ προσηνές· ποτὲ δὲ καὶ κατὰ ἀντίφρασιν τὸ χαλεπόν. Ἐν ἑτέρῳ δέ, ὅτι ἐστὶ καὶἄγανον προπαροξυτόνως καὶ δηλοῖ τὸ κατεαγός. τραγικώτερον δέ, φησί, τὸὄνομα. [Τοῦ δὲ ἐρητύσασκεν ἐνεστὼς μὲν ἐρητύω καὶ μέλλων ἐρητύσω, οὗπερὁ πρῶτος ἀόριστος παράγει ἐνεστῶτα τὸ ἐρητυσάσκω πρὸς ὁμοιότητα τοῦ κλαυσάσκω καὶ θαψάσκω. τοῦ δὲ τοιούτου ποιητικοῦ θέματος τρίτον ἑνικὸν τὸἐρητύσασκε, ῥῆμα καὶ αὐτὸ οὐ χρηστὸν πεζολόγοις, καθάπερ οὐδὲ τὸ ἐλάσασκενοὐδὲ τὸ ὁμοκλήσασκε. γένεσις δέ, φασί, τοῦ ἐρητύω ἡ εἱρκτή, ἵνα ᾖ ἐκεῖθενἐρκτύω τὸ κλείω, κωλύω, καὶ ἀποβολῇ τοῦ ˉκ δι' εὐφωνίαν καὶ ἐνθέσει τοῦ ˉηἐρητύω.] (ῃ. 190) Τὸ δέ «δαιμόνιε» μέση λέξις. διὸ καὶ τὸν βασιλέα δαιμόνιονκαλεῖ καὶ τὸν δημότην ὁμοίως δαιμόνιον, ἐκεῖνον μὲν ὡς εὐδαίμονα, τοῦτον δὲὡς δυσδαίμονα. τῶν μέσων γάρ ἐστι καὶ ὁ δαίμων καὶ ἡ τύχη καὶ ἀμφιρρεπῶςἔχουσιν αἱ λέξεις πρὸς ἔννοιαν ἀγαθήν τε καὶ μὴ τοιαύτην. ὅτε μέντοι τὸ εὖ ἢτὸ ˉδˉυˉς προσλάβωσι, τότε σαφῶς διακρίνονται. ἀεὶ τοίνυν παρὰ τῷ ποιητῇἐπαμφοτερίζει τὸ δαιμόνιος ἀναλόγως τοῖς ὑποκειμένοις προσώποις, ποτὲ μὲνοὕτως, ποτὲ δὲ ἄλλως λαμβανόμενον. [οὕτω δὲ καὶ ἡ συμφορά διχῇ νοεῖταιπαρὰ τοῖς παλαιοῖς, ὡς ἀλλαχοῦ δηλοῦται, καὶ ὁ οἰωνός δὲ καὶ ἕτερα πολλά.] Τὸ δέ «οὔ σε ἔοικε δειδίσσεσθαι» φυγὴν ἄντικρυς ἀποφαίνει τὴν παροῦσαν τῶνἙλλήνων κίνησιν ἀπὸ δειλίας γινομένην, ὅπερ ἐξόχοις ἀνδράσιν ἀνοίκειον. (ῃ. 192) Ἐν δὲ τῷ «οὐ γάρ πω σάφα οἶσθα, οἷος ὁ τοῦ βασιλέως νοῦς», καὶ ὅτι πειρᾶται καὶ ὅτι ἐν βουλῇ οὐ πάντες ἠκούσαμεν, φανερῶς παριστᾷ, ὅτιἐν τῷ προβουλίῳ οὐ πάντες παρῆσαν ἀπαραλείπτως οἱ βασιλεῖς, ἀλλ' οἱἐπιφανέστεροι καὶ προέχοντες μόνοι· ὅπερ καὶ σημείωσαι, ὡς διὰ καιροῦἀνάγκην πολλάκις καὶ τῶν ἀξίων λόγου παρορᾶσθαι δοκούντων. οὔκουνἅπαντες οἴδασιν οἱ βασιλεῖς καὶ μέδοντες, ὅτι πειρᾶται ὁ βασιλεύς, ἀλλ' οἱἑπτὰ ἴσως καὶ μόνοι, οὓς γέροντας ἀριστῆας Παναχαιῶν μετ' ὀλίγα ἐρεῖ, τουτέστιν ἐντίμους, ἐξ ὧν καὶ ἡ παρὰ Ῥωμαίοις ὕστερον γερουσία. ἐπεὶ δὲ βαρὺτοῦτο ἐδόκει τοῖς περιοραθεῖσι βασιλεῦσιν, ἐσχημάτισεν ὁ Ὀδυσσεὺς ἐπιδεξιώτατα τὸν λόγον οὐκ εἰπών, ὅτι ἐν βουλῇ οὐ πάντες ἠκούσατε, ἀλλ' ὅτι ἐνβουλῇ οὐ πάντες ἠκούσαμεν, συνεισάγων καὶ ἑαυτὸν τοῖς μὴ προακούσασιν, ἵνα μὴ καταισχύνῃ καὶ λυπήσῃ τοὺς ἄλλους τοὺς μὴ κληθέντας εἰς τὸ προβούλιον. Τινὲς μέντοι ἐρωτηματικῶς ἀναγινώσκουσιν, ἵνα λέγῃ, ὅτι ἆρά γε ἐν τῇβουλῇ οὐ πάντες ἠκούσαμεν; πῶς οὖν ἀκούσαντες φεύγομεν; καλλίων μέντοιἡ πρώτη τῆς ἐννοίας ἐπιβολή. Ὅρα δὲ ἐν τῇ τοιαύτῃ δημηγορίᾳ τὴν πυκνότητατῶν τοῦ Ὀδυσσέως νοημάτων. ὀκτὼ γὰρ ὄντων τῶν ὅλων στίχων, ἐν οἷς λαλεῖπρὸς τοὺς βασιλεῖς ὁ Ὀδυσσεύς, καὶ πάλιν ἕξ, ἐν οἷς πρὸς τοὺς δημόταςδημηγορεῖ, ἑκάστῳ στίχῳ ἔννοιαν συναπαρτίζει. Τινὲς δὲ στίχοι καὶ δύοἐννοίας ἐμπεριγράφουσι· ποιεῖ γὰρ τὸν Ὀδυσσέα οὐ μόνον οἷς ἔπραττε σπεύδοντα, ὡς προείρηται, ἀλλὰ καὶ οἷς κομματικῶς καὶ γοργῶς ἔλεγε. καὶ αὐτὸςδὲ ὁ ποιητὴς συνεπισπεύδων ὥσπερ καὶ τῷ καιρῷ συσχηματίζων τὸν ἑαυτοῦλόγον ἐλλειπτικῷ ἐνταῦθα ἐχρήσατο σχήματι διὰ γοργότητα ἐν τῷ «δαιμόνιε». ἐχρῆν γὰρ εἰπεῖν πρότερον τὸ εἰπών ἢ φάμενος ἤ τι τοιοῦτον καὶ τότε ἐπαγαγεῖντὸ δαιμόνιε, ἵνα ἦν ὁ λόγος τοιοῦτος· φάμενος, ὦ δαιμόνιε, ἢ εἰπών, ὦ δαιμόνιε. ὁ δὲ γοργῶς ἐσχημάτισε κατὰ ἔλλειψιν τῆς μετοχῆς. καὶ ἐν τῷ τέλει δὲ τῆςδημηγορίας κεῖται σχῆμα ἐλλειπτικὸν κατὰ τὸ ἀπὸ κοινοῦ ἐν τῷ «εἷς βασιλεύς, ᾧ ἔδωκε Ζεύς». τί γὰρ ἔδωκεν ὁ Ζεὺς ἢ πάντως τὸ βασιλεύειν; ὅπερ ἀπὸ τοῦβασιλεύς ἀφῆκε νοεῖσθαι λαβὼν κατὰ κοινοῦ ῥῆμα ἐξ ὀνόματος. (ῃ. 196) Τὸδέ «θυμὸς μέγας ἐστὶ βασιλέως» συγκρότησίν τινα δίδωσι τῷ «κρείσσων γὰρβασιλεύς, ὅτε χώσεται ἀνδρὶ χέρηϊ». ἡ δὲ τοιαύτη γνώμη πρὸς ἐκφόβησιν παρείληπται. οὐ γὰρ τὸ μέγα τοῦ θυμοῦ βασιλέως ἐγκώμιον ἁπλῶς ἐστιν, ἀλλὰφρικτὸν αὐτὸν παριστᾷ. Ἐντεῦθεν δὲ λαβόντες οἱ ὕστερον σοφοὶ ἀφορμὴνμεγαλοθύμους τοὺς τοιούτους ἀνθρώπους φασὶν ἄλλο τι ὄντας παρὰ τοὺς ἐν τῷποιητῇ μεγαθύμους. Σημείωσαι δὲ καί, ὅτι ὥσπερ καὶ ἐπὶ ἄλλων οὕτω καὶ ἐπὶτοῦ μέγας θυμός καὶ μεγάθυμος πολλή ἐστι διαφορὰ τοῦ τε διαλελυμένου καὶτοῦ συνθέτου· μέγας μὲν γὰρ θυμὸς τὸ πολὺ τοῦ χόλου, μεγάθυμος δὲ ὁ μεγαλόφρων καὶ μεγαλόψυχος. Οὕτω καὶ παρὰ Ἡσιόδῳ διαφέρει ὁ χειροδίκης καὶὁ ἐν χερσὶν ἔχων τὴν δίκην· χειροδίκης μὲν γὰρ συνθέτως ὁ βίαιος καὶ οὐκ ἐντοῖς νόμοις, ἀλλ' ἐν χερσὶ ταῖς ἑαυτοῦ κείμενον ἔχων τὸ δίκαιον· δίκην δὲ ἔχωνἐν χερσὶν ὁ δίκαιος καὶ ἀεὶ πρὸ χειρῶν οἷον φέρων τὸ δίκαιον. οὕτω δὲ καὶ θερμὸνμὲν ἔργον διαλελυμένως τὸ ἀναιδὲς καὶ θρασύ, θερμουργὸς δὲ ἀνὴρ ἐν συνθέσεικατὰ λόγον ἐπαινετὸν ὁ θαρραλέος καὶ μὴ ψυχρὸς εἰς ἔργον. τὸ δ' ὅμοιονφανεῖταί που καὶ ἐπὶ τοῦ σκιαμαχεῖν καὶ ὑπὸ σκιᾷ μάχεσθαι. (ῃ. 198) Δήμουδὲ ἄνδρα τὸν ἰδιώτην λέγει. τὸν δὲ αὐτόν που καὶ δῆμον καλεῖ, ὡς ἄν τις εἴποιδημότην ἢ δημοτικὸν τῷ τοῦ ὅλου ὀνόματι ἤγουν τῷ τοῦ δήμου ὀνομάσας τὸμέρος ἤτοι τὸν δημότην, ὡς πολλαχοῦ φαίνεται ποιῶν. ἴδε δὲ καὶ ὅτι οὐχ' ἁπλῶς πάντα δημότην κολάζει, ἀλλὰ ὃν ἂν εὑρήσει βοῶντα καὶ οὕτως ἀνασείοντατὸν ὄχλον καὶ κωλύοντα τὴν τούτου δημηγορίαν ὡς μηδὲ ἐξακούεσθαι. (ῃ. 200) Διὸ καὶ ἀτρέμας καθῆσθαι αὐτὸν ἐθέλει καὶ μὴ λαλεῖν, ἀλλὰ ἄλλων ἀκούεινλαλούντων οὐχ' ὁμοίων, ἀλλὰ κρεισσόνων αὐτοῦ. ἐπὶ μέντοι τῶν βασιλέωνἄλλως εἶπεν· «αὐτός τε κάθησο καὶ ἄλλους ἵδρυε λαούς», οὐ μὴν ὅτι καὶ σιώπα. Ἰστέον δὲ ὅτι τὸ ἀτρέμας ἧσο παραφράζων Ἡρόδοτός πού φησιν· «ἀτρεμίζοντά σε μακαριστὸν εἶναι». (ῃ. 199) Τὸ δὲ σκήπτρῳ ἐλαύνειν ἀντὶ τοῦ πλήττεινεἴρηκε. δῆλον δὲ ὅτι καὶ ἵππον ἐλαύνειν τις λέγεται καὶ σίδηρον δέ, ἀλλὰ καὶτεῖχος ἐλάσαι τῇ πόλει ἀλλαχοῦ λέγει. καὶ ἔστιν, ὡς καὶ προεγράφη, πολυσήμαντος ἡ λέξις. Ὅρα δὲ καὶ ὅτι τὸ τοῦ Ἀγαμέμνονος σκῆπτρον εἰς μὲν τοὺς βασιλεῖς ἤρκεσε τῷ Ὀδυσσεῖ πρὸς σύμβολον μόνον τοῦ ἐκ βασιλέως λαλεῖν, ἐπὶδὲ τοὺς δημότας καὶ εἰς πλήττουσαν ῥάβδον Ὀδυσσεὺς αὐτῷ ἀπεχρήσατο, οὐλόγοις ἀγανοῖς αὐτοὺς μετιών– τοῦτο γὰρ οὐκ ἔδει, καθὰ προγέγραπται–, ἀλλὰ δριμύττων καὶ σωφρονίζων τὸν δῆμον πληγαῖς· ὅθεν καί φασιν οἱ παλαιοί, ὅτι πῶς ἂν εἴη δημοχαριστὴς κατὰ τοὺς τραγικοὺς ὁ Ὀδυσσεὺς οὕτως ἀτίμωςτὸν δῆμον διαχειριζόμενος; (ῃ. 200) Τὸ δέ «ἀτρέμας» ἐστὶ μὲν ἐπίρρημα καὶδηλοῖ τὸ ἡσύχως· εὑρίσκεται δὲ καὶ δίχα τοῦ σίγμα, [ὡς δηλοῖ σὺν ἄλλοιςκαὶ τὸ «οὔκουν ἀτρέμ' ἕξεις» ἤγουν ἡσυχάσεις, «ἤν τι καὶ χορδῆς λάβῃς;»] λέγεται δὲ καὶ ἀτρεμεί παρὰ τοῖς μεθ' Ὅμηρον. (ῃ. 202) Τὸ δέ «ἐν πολέμῳἐναρίθμιος» ἀντὶ τοῦ ἐν ἀριθμῷ καὶ λόγῳ κείμενος. ἔστι δὲ ὅτε ἀριθμός καὶ ἐπὶοὐδαμινότητος λαμβάνεται, ὡς ὅτε ὁ Κωμικὸς λέγει, ὅτι οἱ θεαταὶ ἀριθμὸςἄλλως εἰσίν, ἤτοι πλῆθος, μόνον καὶ αὐτὸ τοῦτο ποσότης ἐπινοουμένη, οὐ μὴνοὐσίαι τινὲς ἀριθμούμεναι. ἐν δὲ τοῖς ῥηθεῖσιν ἰστέον καὶ ὅτι ὁ παρακαλούμενοςαὐτός τε παύσασθαι τοῦ ταράχου καὶ τοὺς ἄλλους δὲ ὁμοίως κατασιγάσαιἀκούσοι ἂν τὸ «δαιμόνιε» ἢ μακάριε «αὐτός τε κάθησο καὶ ἄλλους ἵδρυε λαούς». τῷ δὲ ἐπιτιμωμένῳ μὴ λαλεῖν οἰκεῖον ἐπιφωνηθῆναι τὸ «δαιμόνιε, ἀτρέμας ἧσοκαὶ ἄλλων μῦθον ἄκουε, οἳ σοῦ φέρτεροί εἰσι». Τὸ δέ «σὺ δ' ἀπόλεμος καὶἄναλκις» καὶ τὰ ἑξῆς, ὡς πρὸ μικροῦ ἐγράφη, κατὰ ἀνθρώπου γραφήσονταιἀχρείου μὲν εἰς πᾶν, ἀτάκτου δὲ καὶ φιλάρχου. (ῃ. 204) Ὅτι οὐκ ἀγαθὸνπολυκοιρανίη, εἷς κοίρανος ἔστω, εἷς βασιλεύς, ᾧ ἔδωκε θεός. Τοῦτο δὲ τὸγνωμάτευμα οὐδὲ τὰς ἄλλας μὲν ἀρχὰς ἀποδοκιμάζει, ἐπικρίνει δὲ μᾶλλον τὴνἔννομον μοναρχίαν, ἥτις ἐστὶ βασιλεία. Ἰστέον γὰρ ὅτι τρεῖς ἐξουσίαι εἰσὶν ἐνταῖς πόλεσιν, ἡ ἐκ πάντων, ἡ ἐξ ἑνὸς καὶ ἡ τούτων μέση, ἡ ἔκ τινων. τριῶντοίνυν οὐσῶν, μία μέν ἐστιν, ἐν ᾗ ὁ δῆμος ὅλος δύναται, ἰσηγορίαν ἔχων καὶἰσοπολιτείαν ἔννομον· ὃ καλεῖται δημοκρατία, ἣν ὁ ποιητὴς ᾐνίξατο ἐν τῷ «οὐμέν πως πάντες βασιλεύσομεν ἐνθάδε Ἀχαιοί». δηλοῦται γὰρ ἐν μὲν τῷπάντες ὁ δῆμος, ἐν δὲ τῷ βασιλεύσομεν τὸ κρατεῖν, ἐξ ὧν ἡ λέξις τῆς δημοκρατίας συντέθειται. καὶ αὕτη μὲν ἀρχὴ πολιτικὴ μία, ἡ δημοκρατία· ἑτέρα δὲ ἡἀριστοκρατία, ἐν ᾗ μόνοι ἐννόμως κρατοῦσιν οἱ ἄριστοι. ταύτην δὲ διὰ τῆςπολυκοιρανίας ὑποδηλοῖ ὁ ποιητής. τρίτη δὲ ἡ μοναρχία, ἐν ᾗ πάντων εἷς μόνοςἄρχει κατὰ νόμους καὶ αὐτός· ὃ δὴ βασιλεία ἐστί. Τριῶν οὖν τούτων οὐσῶνμόνων ἀρχῶν, μιᾶς τῆς δημοκρατίας, ἥτις, ἐὰν μὴ κατὰ νόμους γίνηται, εἰςὀχλοκρατίαν ἐκπίπτει, καὶ ἑτέρας τῆς ἀριστοκρατίας, ἣν οὐ κατὰ νόμουςἰθυνομένην ὀλιγαρχία μετεκδέχεται, καὶ τρίτης τῆς βασιλείας, ἥτις ἐκπεσοῦσατοῦ νομίμου εἰς τυραννίδα κατολισθαίνει, ὁ ποιητὴς τὴν ἔννομον μοναρχίανἐπαινεῖ. διὰ τοῦτο εἰπών, ὅτι οὐ πάντες βασιλεύσομεν ἐνθάδ' Ἀχαιοί– τοῦτογὰρ δημοκρατία ἢ καὶ χεῖρον δημοκρατίας· ἐν γὰρ δημοκρατίᾳ οὐ πάντεςβασιλεύσουσι· τίνων γὰρ ἄρξουσιν;– ἐπήγαγεν· «οὐκ ἀγαθὸν πολυκοιρανίη». ἐπεὶ δὲ οὐδὲ τοῦτο τὴν μοναρχίαν ἐδήλωσε– καὶ γὰρ ὥσπερ ἡ δημοκρατία, οὕτω καὶ ἡ ἀριστοκρατία πολυαρχία ἐστὶ καὶ αὐτή, κἂν μὴ τοιαύτη, ὁποία ἡδημοκρατία– ἐπάγει σαφέστατα· «εἷς κοίρανος ἔστω, εἷς βασιλεύς», δὶςεἰπὼν ἐκ παραλλήλου τὸ αὐτὸ καὶ ἐπιμείνας ἐνδιαθέτως τῷ νοήματι διὰ τὸἄγαν ἐναργές. καὶ ἄλλως δὲ εἰπεῖν σαφέστερον, ἐπεὶ τριχῶς ἄρχειν ἔστι λαοῦκατὰ νόμους, ὡς προείρηται, δημοκρατικῶς, ἀριστοκρατικῶς καὶ βασιλικῶς, ἤτοι ἢ πάντας ἢ πολλοὺς ἢ ἕνα, κομματικῶς καὶ ἀσυνδέτως τὸν λόγον διατιθεὶς ὁ ποιητής φησιν· «οὐ πάντες βασιλεύσομεν», ἤγουν οὐ δημοκρατηθησόμεθα·» οὐκ ἀγαθὸν πολυκοιρανίη», ὅ ἐστι τὸ πολλοὺς ἄρχειν. λείπεται οὖν τὸ τρίτον, τὸ ἄρχειν ἕνα. εἷς τοίνυν ἔστω βασιλεύς, ᾧ ἔδωκε θεός· θεόσδοτον γὰρ ἀγαθὸνἡ βασιλεία. διὸ καὶ τίμιον, ὡς προείρηκεν. Ὅτι δὲ ἀγαθὸν τὸ μόναρχον, δηλοῖ καὶ ἡ κατὰ κόσμον διάθεσις ἑνὶ διοικουμένη κηδεμόνι τῷ παμβασιλεῖ. καὶ τὰ κάλλιστα δὲ τῶν ἐγκοσμίων κατὰ μονάδα παρῆκται· εἷς ἥλιος τοῖςπερὶ γῆν ἐπιστατεῖν ἡμέρας βεβράβευται· μία σελήνη νυκτός ἐστιν ὀφθαλμός· ἕνα βασιλέα τῆς ἐν ἡμῖν ἀκροπόλεως, τὸν νοῦν, ὁ τῶν βασιλέων βασιλεὺςὑπερίδρυσεν. οὕτω τοίνυν καὶ πόλις εὖ ἔχοι ἂν ἑνὶ διευθυνομένη ἄρχοντι. Εἰ δέ «εἷς ἀνὴρ οὐδεὶς ἀνήρ», ὡς ἡ παροιμία φησίν, ἀλλ' ὁ τοιοῦτος οὐκ ἔστινεἷς, πολλαπλοῦς δέ γε καὶ πολυσχιδὴς μυρίοις μὲν ὀφθαλμοῖς, τοσαύταις δὲχερσίν, οὐ μετρηταῖς δὲ ἀκοαῖς καὶ τοῖς ἄλλοις τοῖς καιρίοις τῶν μορίων, εἰςἀπειροπλήθειαν κατηρτισμένος, ἃ δὴ πάντως εἰσὶ τὸ δικαστικὸν φῦλον, τὸδημαγωγικόν, τὸ στρατηγικόν, τἆλλα, δι' ὧν ἡ πόλις ὥσπερ τι σῶμα καλὸνὑπὸ ὑγιαινουσῶν αἰσθήσεων τάττεται μιᾶς ἐπιστατούσης ψυχῆς τῆς τοῦβασιλέως. Αὕτη ἡ ἀρχή, ἡ βασιλικὴ δηλαδή, καὶ τὰς θρυλλουμένας ποτὲμεγάλας ἀρχὰς κατέστησε, τὴν τῶν Περσῶν, τὴν τῶν Ἰνδῶν, τὴν τῶν Ῥωμαίων· καὶ οὐδεμία τις ἀρχὴ ἐπὶ τοσοῦτον ἦλθε λόγου, ὅσον ἡ βασιλική. καλῶςἄρα ὁ ποιητικὸς Ὀδυσσεὺς τὴν μοναρχίαν ἐνέκρινεν οὐκ ἀποδοκιμάσας οὐδὲτὰς λοιπάς, ἀλλὰ τὸ τοῦ καλοῦ κάλλιον ἐπιλεξάμενος. τὸ γάρ «οὐκ ἀγαθὸνπολυκοιρανίη» οὐκ ἤδη κακὸν τὴν ἔννομον πολυαρχίαν ἔδειξε. τὸ γὰρ οὐκἀγαθὸν οὐκ ἐξ ἀνάγκης κακόν ἐστιν. ὅτι δὲ οὐδὲ ἡ δημοκρατία κακὸν οὐδὲ ἡἀριστοκρατία, δῆλον ἀπὸ πολλῶν πόλεων, αἵτινες δημοκρατούμεναί τε καὶἀριστοκρατούμεναι εὖ διετέλεσαν. Κοίρανος δὲ λέγεται μὲν ὁ ἡγεμών· γίνεταιδὲ κατὰ τοὺς παλαιοὺς ἀπὸ τοῦ καιρός τροπῇ τοῦ ˉα εἰς ˉο, οἱονεὶ ὁ τοῦ καιροῦκύριος, ἢ ἐκ τοῦ κόρος ὁ νέος πλεονασμῷ τοῦ ἰῶτα, καὶ ἐξ αὐτοῦ πολυκοιρανίαἡ πολυαρχία καὶ κοιρανέειν τὸ ἡγεμονεύειν καὶ τὸ βασιλικὰ ἔργα ἐπιτελεῖν, ὡςτὸ «κοιρανέων δίεπε στρατόν». (ῃ. 207) Ἔστι δὲ διέπειν τὸ τάσσειν ἀπὸ τοῦ ἔπωτὸ λέγω ἢ καὶ ἐκ τοῦ ἕπω τὸ ἀκολουθῶ· ἀκολουθίᾳ γάρ τινι χρώμενος πρεπόντωςἐπέταττε τῷ λαῷ. ἐκ δὲ τούτου οὐ μόνον δίοποι οἱ ἄρχοντες, ὡς καὶ Αἰσχύλοςδηλοῖ, ἀλλὰ καὶ ἀδίοποι οἱ μὴ ἀρχόμενοι· ἀδίοπος γάρ, φασίν, ὁ ἄναρχος καὶἀφύλακτος, ἐπεὶ δίοποι οἱ βασιλεῖς καὶ οἱ διέποντες. Αἴλιος δὲ Διονύσιός φησικαί, ὅτι δίοπος ὁ ναυφύλαξ ὡς ἐπισκοπῶν αὐτὴν καὶ ἐφορῶν, ὥστε αὐτὸς οὐκἐκ τοῦ διέπειν, ἀλλ' ἐκ τοῦ ὄπτω τὸ βλέπω δοκεῖ ἐτυμολογεῖν τὸν δίοπον. [(ῃ. 205) Ἰστέον δὲ ὅτι Ὁμήρου εἰπόντος «εἷς βασιλεύς, ᾧ ἔδωκε» τὸ βασιλεύειν δηλαδή, «Κρόνου παῖς ἀγκυλομήτεω», θεόσδοτόν τε ἀγαθὸν εἶναιἡ βασιλεία δηλοῦται καὶ διογενῆ τὸν βασιλεύοντα χρῆναι τυγχάνειν φαίνεται· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ σὺν τῇ εὐγενείᾳ καὶ συνέσει πλουτεῖν. Ἧς αἴνιγμακαὶ ὁ Ζεὺς εἰς νοῦν ποτε μεταλαμβανόμενος, ἔτι δὲ καὶ ὁ τοῦ Διὸς πατὴρΚρόνος, εἰς νοῦν, οὐ τὸν ἁπλῶς, ἀλλὰ τὸν καθαρὸν ἀλληγορούμενος, ὡς οἷά τιςκορὸς νοῦς, ὁ καὶ ἀγκυλομήτης διὰ τὸ κατ' αὐτὸν ἀγκύλον καὶ συνεστραμμένον. οὐ γὰρ ἔξω πλανᾶταί που ὁ τοιοῦτος νοῦς, ἀλλ' εἰς ἑαυτὸν ἔστραπται καὶμάλισθ' ὅτε νοεῖν ἐθέλει ἑαυτόν. Δῆλον δὲ ὅτι καὶ ὡς χρόνος ὁ Κρόνος ἀγκυλομήτης λέγεται διὰ τὰς ἑλίξεις καὶ καμπὰς τῶν ἄνω κινήσεων, ἃς εὐμεθόδωςμετρεῖ, ἔτι δὲ καὶ μυθικῶς ὡς οἷα τεκνοφάγος, ὃ καὶ αὐτὸ χρόνου ἐνέργημαἐσθίοντος τὰ ἐν γενέσει τῇ κατὰ χρόνον ἅπαντα δίχα γε τοῦ κατὰ νοῦν Διός· αὐτὸς γὰρ διαφυγγάνει τὸν κατὰ Κρόνον χρονικὸν ὄλεθρον.] (ῃ. 209 ς.) Ὅτιτῶν Ἑλλήνων ἐπαναστρεφόντων εἰς τὴν ἀγορὰν ἠχὴν γίνεσθαί φησιν, «ὡς ὅτεκῦμα πολυφλοίσβοιο θαλάσσης αἰγιαλῷ μεγάλῳ βρέμεται, σμαραγεῖ δέ τεπόντος». καὶ ὅρα ὅπως τὴν πρὸ μικροῦ ῥηθεῖσαν παραβολὴν τὴν τῶν μακρῶνκυμάτων ἐν τῷ Ἰκαρίῳ πόντῳ ἄλλως ἐνταῦθα προήνεγκεν. ἐκεῖ μὲν γὰρἁπλῶς ἐμνήσθη κυμάτων κινουμένων ἐν μέσῳ πελάγει, ἐνταῦθα δὲ καὶ προσρησσομένων αἰγιαλῷ μεγάλῳ καὶ διὰ τοῦτο μεῖζον βοώντων διὰ τὸ τοῦ ἤχουδιπλοῦν, τό τε ἐν τῷ πόντῳ καὶ τὸ ἐν τῷ αἰγιαλῷ. Ἐπαινεῖται δὲ ἡ παραβολὴδιὰ τὰς τραχείας ὀνοματοποιΐας, τὸ ἠχῇ, τὸ πολυφλοίσβου, τὸ βρέμεται, τὸσμαραγεῖ· δι' ὧν ἡ φράσις τῷ νοουμένῳ συνεκτραχύνεται. (ῃ. 210) Ζητητέονδέ, ἐάν, ὥσπερ τὸ βρέμεται ἐπὶ θαλάσσης λέγεται, οὕτω καὶ ὁ βρόμος τὸ ἐκτοῦ βρέμειν γινόμενον ὄνομα. Σκοπητέον δὲ καὶ ὅτι καλῶς ἐκ τῆς θαλάσσηςκαὶ νῦν καὶ πρὸ μικροῦ εἴληπται ἡ παραβολὴ δηλοῦσα, ὅτι, ὥσπερ ἀνέμοιςθάλασσα δουλεύει κατὰ τὴν παροιμίαν, οὕτω καὶ ὁ δῆμος ταῖς τῶν βασιλέωνἐνταῦθα βουλαῖς. [Ἰστέον δὲ ὡς, εἰ καὶ δοκεῖ ὁ σμάραγδος λίθος ἐκ τοῦ μαίρεινεἴτ' οὖν μαρμαίρειν γίνεσθαι, ἀλλὰ μᾶλλον ἐκ τοῦ σμαραγεῖν παρῆχθαι δοκεῖδιὰ τὴν διαύγειαν, φασί, τῆς ἐν ὕδατι σμαραγῆς.] (ῃ. 212) Ὅτι διδάσκων ὁποιητὴς ὡς οὐδὲν καινὸν ἐν πολλῷ πλήθει πεπαιδευμένων ἀνδρῶν καὶ ἀτάκτουςεἶναί τινας καὶ ἀτασθάλους καὶ ἀσωφρονίστους, ποιεῖ ἐνταῦθα ὡς ἐν λόγῳἐπεισοδίου τινὰ Θερσίτην ἀκαιρολόγον ἄνδρα καὶ ἐπεσβόλον καὶ οὐκ ἐν δέοντιπαρρησιαστικὸν τοῖς ἀρίστοις ἑαυτὸν ἐξισοῦν ἐθέλοντα, ὃς μόνος τῶν ἄλλωνἙλλήνων καθεζομένων κατὰ τὴν τοῦ Ὀδυσσέως ὑποθήκην καὶ σιγώντων τολμᾷ ἔτι λαλεῖν. ἔστι δὲ Θερσίτης ὁ τοιοῦτος ἀνήρ, ὃν καὶ ἡ κλῆσις θερμὸνεἶναι παραδηλοῖ καὶ ἰταμὸν καὶ θρασύν. Θερσίτης γάρ, [καθὰ σαφέστερον ἐντοῖς ἑξῆς φανεῖται,] παρὰ τὸ θέρσω γίνεται, ὅπερ ἐστὶ μέλλων Αἰολικὸς τοῦθέρω ῥήματος, δι' οὗ τὸ θερμαίνω δηλοῦται. Τὸν δὲ τοιοῦτον Θερσίτην οἱ μὲνὑπονοοῦσιν ἁπλῶς οὕτω πεπλάσθαι παρὰ τοῦ ποιητοῦ διδάσκοντος, ὡς ἔφαμεν, μηδὲν εἶναι παράδοξον παραμεμῖχθαι τοῖς οὕτω πολλοῖς ἀγαθοῖς καί τινακακὸν ἕνα καὶ τοῖς εὐπειθέσι στασιαστήν· ὃν καὶ ἀχθῆναι εἰς Τροίαν οἴονται, ὡς ἂν τὴν αὐτοῦ πατρίδα στάσεως ῥύσωνται, ἣν ἐκείνη εἶχεν, ὡς εἰκός, ἐξαὐτοῦ. Τινὲς δὲ καὶ γενεαλογοῦσιν αὐτὸν ἄνδρα Αἰτωλὸν ἱστοροῦντες. καὶεὐγενῆ δέ φασιν εἶναι καὶ προσγενῆ τοῦ Διομήδους, Ἀγρίου παῖδα ἱστοροῦντεςαὐτόν, ὃς ἦν ἀδελφὸς Οἰνέως, πάππου τοῦ Διομήδους, λέγοντες καὶ ἐπὶ τὸν Καλυδώνιον κάπρον στρατεῦσαι αὐτόν· ὀκνοῦντα δὲ τὴν μάχην καὶ ὑπεκκλίνοντα κατακρημνισθῆναι ὑπὸ Μελεάγρου καὶ οὕτω λωβηθῆναι τὸ σῶμα, καθάπερ ἐκφράζει ὁ ποιητής. ὅπερ οὐκ ἀρέσκει τοῖς παλαιοῖς· οὐ γὰρ ἄν, φασίν, ἔπληξεν αὐτὸν ὁ Ὀδυσσεὺς τῷ σκήπτρῳ εὐγενῆ ὄντα, ὃς δὴ μόνους τοὺςδημότας ἔτυπτεν, ἀλλὰ καὶ Διομήδης οὐκ ἂν περιεῖδεν αὐτὸν ἀτίμως πάσχοντα. Ἄλλοι μέντοι ἐπίτροπόν τινα τοῦ ποιητοῦ γενέσθαι Θερσίτην φασίν, ὃν κακῶςδιαθέμενον τὴν οὐσίαν ἄλλως μὲν ὁ ποιητὴς βλάψαι οὐκ ἔσχεν οἷα δωροδοκοῦντακαὶ τὰς δικαστικὰς ψήφους ὑφελκόμενον, κέκρικε δὲ ἀμύνασθαι αὐτὸν διὰ τοῦπαραρρῖψαι τῇ ποιήσει κλῆσιν Θερσίτου, ἀχρείου καὶ αἰσχίστου ἀνδρός, καὶδιαγράψασθαι αὐτὸν καὶ οὕτως ἀφεῖναι εἰς μνήμην οὐκ εὔχρηστον τοῖς ὀψιγόνοις, οὗ τὸ ἐναντίον ἐπί τινων αὐτῷ φιλουμένων ποιεῖ. Αὖθις γὰρ ἑτέρους τινὰς φίλουςαὐτῷ μετ' ἐγκωμίου τινὸς παρενθεὶς τῇ ποιήσει, ὡς πολλαχοῦ φανήσεται, ἀφῆκεν αὐτοὺς φέρεσθαι εἰς μνήμην ἐπαινετὴν τοῖς μετέπειτα, ὡς τὸν Τυχίονμὲν ἐν τῇ Ἰλιάδι, ἐν δὲ Ὀδυσσείᾳ τὸν Φήμιον καὶ τὸν Μέντορα καὶ τὸν Μέντην. Οἱ δὲ παλαιοὶ παρασημειοῦνται ἐνταῦθα, ὅτι οὐ μόνον Ξενοφάνης πεποίηκεσιλλούς, ἐν οἷς εὐδοκίμηκεν, ἀλλὰ καὶ τούτου τοῦ εἴδους πρῶτος κατῆρξενὍμηρος, ἐν οἷς αὐτός τε τὸν Θερσίτην σιλλαίνει καὶ ὁ Θερσίτης τοὺς βασιλεῖς. Εἰσὶ δὲ οἱ σιλλοὶ ποιήσεως εἶδος κωμικῆς καὶ οἱ ταύτην μετιόντες σιλλογράφοιἐλέγοντο καὶ τὸ οὕτω παίζειν σιλλαίνειν ἐκαλεῖτο καὶ ἐκ τοῦ τοιούτου ῥήματοςκαὶ οἱ Σιληνοί, δαίμονές τινες κομψοὶ τὰ εἰς ὄρχησιν καὶ εἰς Διονύσου τελετάς. Ταῖς δὲ τοιαύταις λέξεσι σύστοιχον παρὰ Αἰλίῳ Διονυσίῳ καὶ τὸ σιλοῦν, ὅ ἐστιτοὺς ὀφθαλμοὺς ἠρέμα παραφέρειν ἐν τῷ διαφαυλίζειν καὶ διασύρειν. οὐκἐνταῦθα δὲ μόνον ὁ ποιητὴς τῷ τοιούτῳ εἴδει χρᾶται, ἀλλὰ καὶ ἐν τοῖςἐφεξῆς. καὶ ἐν τῇ Ὀδυσσείᾳ δὲ πολλαχοῦ εὑρίσκεται οὕτω ποιῶν, οὐδαμοῦμέντοι ἀστειότερον ἤπερ ἐνταῦθα. Εἰσὶ δέ, ἃ λέγει περὶ τοῦ ἐπεισοδιώδους Θερσίτου, ταῦτα· (ῃ. 212– 21) «Θερσίτης δ' ἔτι μοῦνος ἀμετροεπὴς ἐκολῴα, ὅςῥ' ἔπεα φρεσὶν [ᾗσιν», ὅ ἐστιν ἰδίαις,] «ἄκοσμά τε πολλά τε ᾔδη μάψ, ἀτὰρ οὐκατὰ κόσμον, ἐριζέμεναι βασιλεῦσιν, ἀλλ' ὅ τί οἱ εἴσαιτο, γελοίϊον Ἀργείοισινἔμμεναι. αἴσχιστος δὲ ἀνὴρ ὑπὸ Ἴλιον ἦλθε· φολκὸς ἔην, χωλὸς δ' ἕτερον πόδα, τὼ δέ οἱ ὤμω κυρτὼ ἐπὶ στῆθος συνοχωκότε· αὐτὰρ ὕπερθε φοξὸς ἔην κεφαλήν, ψεδνὴ δ' ἐπενήνοθε λάχνη». Λέγει δὲ καὶ ὅτι ἔχθιστος ἦν μάλιστα τῷ Ἀχιλλεῖκαὶ τῷ Ὀδυσσεῖ. «αὐτοὺς γὰρ μάλιστα ἐνείκει». κατὰ γὰρ τὴν παροιμίαν» ζητεῖ τοι συνετὸς συνετὸν φίλον, ἄφρονα δὲ ἄφρων». τοῦτο δὲ δεῖγμα τοῦ χείριστον αὐτὸν εἶναι· ὁ γὰρ τοῖς ἀρίστοις ἔχθιστος χείριστος. ὅρα γὰρ ὅτι οὐκεἶπεν ἐχθρός, ἀλλὰ ἔχθιστος, καὶ οὐδὲ ἁπλῶς ἔχθιστος, ἀλλὰ μάλιστα ἔχθιστος, ὅπερ ἐστὶν ἐπίτασις ἐπιτάσεως εἰς ἔνδειξιν ὑπερβολῆς. Ἐνταῦθα δὲ καὶ πιθανότητα προκαταβάλλεται ὁ ποιητὴς τῆς ἀεικοῦς πληγῆς, ἣν ὁ Θερσίτης πείσεται. εἰ γὰρ ἔχθιστός ἐστι τῷ Ὀδυσσεῖ, πιθανῶς καὶ πληγήσεται ὑπ' αὐτοῦ καὶ τὸἴδιον μῖσος ἐπανορθώσεται τὴν εἰς τὸ κοινὸν ἁμαρτίαν τοῦ Θερσίτου κατὰ τὸνεἰπόντα, ὅτι πολλὰ τῶν κοινῶν αἱ ἴδιαι ἔχθραι ἐπανορθοῦνται. (ῃ. 212 ς.) Ἀμετροεπὴς δέ ἐστιν ὁ ἀπεραντολόγος κατὰ τοὺς παλαιοὺς καὶ μὴ μέτρονεἰδὼς λόγου. διὸ καὶ ἄκοσμά φησιν αὐτὸν εἰδέναι καὶ πολλά· πολλὰ μὲν ὡςπολύλογον, εἴγε πάντων σιγώντων αὐτὸς λαλεῖ· ἄκοσμα δέ, διότι μάτην καὶ οὐκατὰ κόσμον ἤριζε τοῖς βασιλεῦσι. πῶς γὰρ οὐ μάτην λαλεῖ, ὃς μήτε ὑπὲρἑαυτοῦ λέγει μήτε ὑπὲρ φίλου, ἀλλὰ διὰ φθόνον τὸν πρὸς τοὺς κρείττοναςἀνασείει τὸν λαόν; Τινὲς δὲ ἀμετροεπῆ λέγουσι τὸν ἐν τῷ λέγειν ἄτακτον· μέτρον γάρ, φασίν, ἡ τάξις. διὸ καὶ ἀκριτόμυθον αὐτὸν προϊών φησιν. εἰ δὲ ὁπαρὰ τῷ Σοφοκλεῖ Φιλοκτήτης γλώσσῃ δεινὸν καὶ σοφὸν τὸν Θερσίτην λέγει, ἀλλ' ἐκεῖνος μισῶν τὸν Ὀδυσσέα ἐπαινεῖ τὸν Θερσίτην οἷα τῷ Ὀδυσσεῖ ἔχθιστον. Τὸ δὲ ἐκολῴα δηλοῖ μὲν τὸ ἐθορύβει, γίνεται δὲ ἐκ τοῦ κολῳός, ὁ θόρυβος, αὐτὸ δὲ ἢ ἐκ τοῦ κολούω, ἐξ οὗ καὶ κολοιός ὄρνεον θορυβητικὸν καὶκραυγαστικόν, ἢ ἐκ τοῦ κλῶ, ὡς προεγράφη, ὅθεν καὶ τὸ κλώζειν καὶ ὁ κλωγμός. [Σημείωσαι δὲ ὅτι Ὁμήρου δευτέρας συζυγίας εἰδότος τὸ κολῳῶ, καθὰ δηλοῖτὸ ἐκολῴα ὅμοιον ὂν τῷ ἐβόα, φασὶν οἱ παλαιοὶ καὶ πρώτης αὐτὸ εἶναι παρ' Ἀντιμάχῳ εἰπόντι· «ὥς ῥα τότ' Ἀργείων ἐκολῴει στρατός». ἐστὶ γὰρ τὸ ἐκολῴει ὡς τὸ ἐποίει.] (ῃ. 213) Τὸ δὲ ἄκοσμα εἰδέναι τὸν Θερσίτην καὶ πολλὰὑπερβολὴν ἐνδείκνυται ἀφροσύνης· πολλὰ μὲν γὰρ οἶδε καὶ μυρία κατὰ τὸνποιητὴν ὁ συνετὸς καὶ πολύπειρος, ἄκοσμα δὲ οἶδεν ὁ ἀφραίνων. ὁ δὲ Θερσίτηςἄκοσμά τε εἰδὼς καὶ πολλὰ πάνυ ἂν εἴη πόρρω τῆς εὐκοσμίας. διὸ καὶ τοῖςβασιλεῦσίν ἐστιν ἐχθρὸς οἷα κοσμήτορσιν ἄκοσμος αὐτὸς ὤν. Ἐφερμηνεύων δέ, τί τὸ ἄκοσμα, φησὶν οὐ κατὰ κόσμον ἐρίζειν τοῖς βασιλεῦσι, [δηλαδὴ τοῖςἈτρείδαις ἢ καὶ τοῖς ὅλοις. ἔνθα ὅρα ὅτι τε τὸ «οὐ κατὰ κόσμον» ἑρμηνεία ἐστὶτοῦ μάψ καὶ ὅτι οὐχ' ἁπλῶς ψέγεται ὁ βασιλεῦσιν ἐρίζων ἀλλὰ ὁ μάτην. ἄλλωςγὰρ κατὰ τὸν Ὁμηρικὸν Διομήδην μαχήσεταί τις ἀφραδέοντι βασιλεῖ, καθὰθέμις, ἐν ἀγορᾷ.] (ῃ. 215) Τὸ δέ «ἄλλ' ὅ τί οἱ εἴσαιτο γελοίϊον Ἀργείοισινἔμμεναι» διπλῆν ἔννοιαν ἔχει· ἢ γὰρ λέγει ὡς, ὅπερ ἂν αὐτῷ εἴσαιτο ἤγουνδόξοι, ἐκεῖνο γελοῖον ἦν τοῖς Ἀργείοις, ἤγουν τὰ τῷ Θερσίτῃ σπουδαῖα γέλωςἦσαν τοῖς Ἀχαιοῖς, ἢ ὅτι ἐκεῖνο ἀκόσμως πρὸς ἔριν ἐλάλει, ὅπερ ἂν αὐτῷ ἐδόκειγελοῖον εἶναι τοῖς Ἀχαιοῖς, ἵνα δείξῃ διὰ τούτου πάνυ γελοῖον καὶ αὐθάδη τὸν Θερσίτην, ἐὰν ἐκ προνοίας καὶ ἑκὼν καὶ ἐπίτηδες τὸ παραστὰν ἐφλυάρει, ἐκεῖναματαιολογῶν ἅπερ καὶ αὐτῷ ἐδόκουν ἄξια γέλωτος εἶναι τοῖς Ἕλλησιν, ὅπερἄκρας ἐστὶ θρασύτητος καὶ περιφρονήσεως, ἐὰν τὰ τοῖς ἄλλοις γελοῖα ὡςσπουδαῖα κρίνων αὐτὸς λέγειν τολμᾷ καταγινώσκων ἁπάντων δηλαδὴ ἄγνοιανκαὶ μετάγειν καὶ τοὺς ἄλλους πειρώμενος εἰς ὅπερ αὐτὸς νοεῖ. Σημείωσαι δὲὅτι Σοφοκλῆς τὸν τοιοῦτον Ὁμηρικὸν νοῦν παραφράζων φησὶ περὶ Θερσίτου, ὅτι οὐκ ἂν εἵλετο εἰσάπαξ εἰπεῖν, ὅπου μηδεὶς ἐῴη, τουτέστιν οὕτω θρασὺς ἦν, ὥστε καὶ κωλυόμενός τι λέγειν, ὡς μὴ δέον ὂν λέγεσθαι, ὁ δὲ τὸ αὐτὸ πολλάκιςἐλάλει. (ῃ. 216) Σημείωσαι δὲ καὶ ὡς ἐν τῇ πρώτῃ ἐννοίᾳ τοῦ «ὅ τί οἱ εἴσαιτογελοίϊον Ἀργείοις ἔμμεναι» ἀντὶ τοῦ «ὅπερ ἂν τῷ Θερσίτῃ δοκοίη, ἐγελᾶτοτοῖς Ἀχαιοῖς», τὸ ἔμμεναι ἢ ἀντὶ τοῦ ἦν κεῖται κατὰ τοὺς παλαιούς, ἵνα λέγῃ, ὅτι γελοῖον ἦν τοῖς ἄλλοις τὸ παρ' ἐκείνῳ σπουδαῖον, ἢ παρέλκον κεῖται καὶἀργόν. τοιοῦτον δὲ καὶ τὸ «ἑκὼν εἶναι οὐκ ἂν τόδε ποιήσω». καὶ ἄλλαι δὲ παρὰπολλοῖς λέξεις κείμεναι ὁμοίως παρέλκουσιν, ὡς καὶ τὸ ἀμέλει ἐνίοτε καὶ τὸἔχειν ἐν τῷ «παίζεις ἔχων» καὶ τό γε νῦν ἔχον καὶ τὸ εἶτα ἐν τῷ «εἴ σοι μηδὲνμετὸν εἶτ' ἀπεχθάνῃ» καὶ τό ποτὲ ἐν τῷ «τί δήποτε ἥκεις;» καὶ τό τὶ ἐν τῷὁμοῦ τι, σχεδόν τι, μᾶλλόν τι, οὔ τι, οὕτω τι, «μήτι ἐγὼ εἰμί;» καὶ τὸ ˉωˉς δέποτε πλεονάζει, ὡς μετ' ὀλίγα ῥηθήσεται. Τινὲς δὲ ἀπὸ τοῦ εἴσαιτο κατὰ κοινοῦσυμβιβάζοντες τὴν ἔννοιάν φασιν, ὅτι ὅπερ ἂν εἴσαιτο τῷ Θερσίτῃ, ἤγουν δόξοι, γελοῖον ἐκεῖνο τοῖς Ἀργείοις εἶναι, δηλαδὴ εἴδετο ἤγουν ἐδόκει. Τὸ δὲ γελοίϊονπλεονασμὸν ἔχει τοῦ δευτέρου ˉι, ὡς καὶ τὸ ὁμοίϊον ἀντὶ τοῦ ὅμοιον καὶ τὸποδοῖιν καὶ ἵπποιιν καὶ ὤμοιιν· «δός μοι ὤμοιιν τὰ σὰ τεύχεα θωρηχθῆναι». Τινὲς δὲ διάλυσιν τὸ σχῆμά φασι [λέγοντες καί, ὅτι οὐκ εἴωθεν Ὅμηρος τῇ γενικῇ καὶ δοτικῇ τῶν δυϊκῶν ἄλλως χρῆσθαι, εἰ μὴ κατὰ διάλυσιν, οἷονποδοῖϊν, ἀλλήλοιϊν· ὃ δὴ καὶ ἐν Ὀδυσσείᾳ δεδήλωταί που.] καὶ οὕτω μὲν ἐκπλεονασμοῦ τετρασύλλαβον τὸ γελοίϊον. τοῦ δὲ τρισυλλάβου τινὲς ὀξύνουσι τὴνπρώτην συλλαβήν, ὥς φησι Διονύσιος Αἴλιος. οἱ δὲ πλεῖστοι γελοῖον μὲνπροπερισπωμένως τὸν γελωτοποιὸν γέγουσιν, οἷον τὸν μῖμον, γέλοιον δὲ τὸνκαταγέλαστον. δοκεῖ δέ, φησί, τῶν παλαιῶν Ἀττικῶν εἶναι περισπᾶν τὰτοιαῦτα, ὁμοῖον, ἑτοῖμον, γελοῖον. ὅτι δὲ δοκεῖ τὸ γελοῖον ἀπὸ συνεσταλμένηςεὐθείας εἶναι τῆς γέλος ὁμοίως τῷ ἔρος, ἐν ἄλλοις εἴρηται· καὶ ὅτι δύναται καὶὡς ἀγκῴνη ἀγκοίνη, οὕτω καὶ γελῴον γελοῖον εἶναι. (ῃ. 216) Αἴσχιστος δὲ ὁδύσμορφος· ἐναντία γὰρ αἶσχος καὶ κάλλος καὶ αἴσχιστος καὶ κάλλιστος καὶαἰσχρός καὶ καλός. διὸ καὶ δεξιῶς που εἴρηται κατὰ σχῆμα ἀντίθετον τὸ «διὰκαλῶν γὰρ ὀμμάτων αἴσχιστα Τροίαν εἷλε τὴν εὐδαίμονα». Λυκόφρων δὲεἰδοποιήσας τὸ τοῦ Θερσίτου αἶσχος πιθηκόμορφον αὐτὸν ὠνόμασεν. [Ἡ δὲγινομένη παρίσωσις ἐν τῷ αἴσχιστος καὶ ἔχθιστος καλὴ μέν· ὡς δὲ ἐπικρύπτειτὸ κάλλος, μετ' ὀλίγα εἰρήσεται.] Πάνυ δὲ ἐναντιώτατος ὁ Θερσίτης τῷἈχιλλεῖ οὐ μόνον, ὡς ἀγεννὴς ἀνδρείῳ καὶ ὡς κοσμήτορι ἄκοσμος καὶ ὡςἄφρων φρονίμῳ, ἀλλὰ καὶ ὡς καλλίστῳ αἴσχιστος· κάλλιστον γὰρ Ἑλλήνωνπάντων ἐν τοῖς ἑξῆς ὁ ποιητὴς τὸν Ἀχιλλέα ἐρεῖ. Τὸ δέ «ὑπὸ Ἴλιον ἦλθεν» ἀντὶ τοῦ εἰς τὴν Ἴλιον. ἐλήφθη γὰρ πρόθεσις ἀντὶ προθέσεως, εἰ μὴ ἄρα διὰ τῆς ὑπόπροθέσεως ἡ κάτω σχέσις δηλοῦται· Ἠνεμόεσσα μὲν γὰρ ἡ Τροία καὶ ὑπέρκειται. διὸ καὶ Ἰλιάδα σκοπιὰν αὐτὴν ἡ Τραγῳδία φησίν. ὑπόκειται δὲ ἐν αἰγιαλῷὁ Ἑλληνικὸς ναύσταθμος. (ῃ. 217– 9) Τὸ δέ «φολκὸς ἦν» καὶ τὰ ἑξῆς ἀποδεικτικά εἰσι τοῦ αἴσχιστον εἶναι τὸν Θερσίτην. καὶ οὐκ ἄν τις αἰσχίονα τούτουδιαγράψοι ἄνθρωπον. καὶ ἴδε τὴν τοῦ ποιητοῦ ἀρετὴν οὐ μόνον εἰς τὸ ἐγκωμιάζεινἀλλὰ καὶ εἰς τό, ὡς ἐρρέθη, σιλλαίνειν καὶ ψέγειν, ἐάνπερ ἠβούλετο. (ῃ. 217) Ἔστι δὲ φολκὸς μὲν ὁ στραβός, ὁ τὰ φάη, τουτέστι τοὺς ὀφθαλμούς, μὴ ὀρθὰἔχων ἀλλὰ ἐστραμμένα καὶ παρειλκυσμένα τῆς κατὰ φύσιν ὀρθότητος. Τινὲςδὲ φολκὸν εἶπον τὸν τοιοῦτον λέγεσθαι ὡς τὰ τῶν πολλῶν φάη ἕλκοντα εἰςἑαυτόν. ἐλεεῖται γάρ, φασί, μάλιστα ὁ τυφλός. εἰ δέ τις τοῦτο παραδέξεται, σημείωσαι ὅπως ἐκ τῆς αὐτῆς ἐννοίας γενόμενοι ὁ ἑλίκωψ καὶ ὁ φολκὸς ἄκρανἔχουσι διαφοράν. ἔστι γὰρ ἑλίκωψ ὁ ἑλίσσων τοὺς ὦπας τῶν πολλῶν εἰς ἑαυτόν· καὶ φολκὸς ὁ τὰ φάη τῶν βλεπόντων ἐφελκόμενος, ἅπερ μιᾶς μέν εἰσιν ἐννοίας, αἰτίας δὲ οὐ τῆς αὐτῆς, ἐάνπερ ἑλίκωπες μὲν Ἀχαιοὶ οἱ διὰ τὸ ἀξιοθέατον τοὺςὦπας ἑλίσσοντες τῶν ὁρώντων εἰς ἑαυτούς, φολκὸς δὲ ὁ διὰ ἔλεον ἢ καὶγέλων τὰ φάη τῶν βλεπόντων ἐφελκόμενος. Ἰστέον δὲ ὅτι τὰ κατὰ τὸν στραβὸν οἱ παλαιοὶ καὶ οὕτω φράζουσιν· οἱ μέν, ὅτι βλεπεδαίμων ὁ διεστραμμένοςτὰς ὄψεις καὶ οἷον ὑπὸ δαίμονος πεπληγώς· Παυσανίας δὲ προστίθησι καὶ ὅτιτοὺς Σωκρατικοὺς οὕτως ἔλεγον· ἄλλοι δὲ ὅτι ἰλλός πλάγιος, διεστραμμένος, στραβός, καὶ ἰλλώπτειν τὸ στραβίζειν· τινὲς δὲ ὅτι ἔπιλλος ὁ παράστραβος ὅτι ὁ στρεβλός, ὃν οἱ παλαιοὶ στραβὸν λέγουσι, καὶ ὅτι ἰλλώπτειν καὶ ἐνιλλώπτειντὸ ὑγροῖς, ὥς φησιν Αἴλιος Διονύσιος, καὶ ἐπιμύουσι καὶ κατακεκλασμένοιςὄμμασιν ἐμβλέπειν. Παυσανίας δὲ ἐνίλλειν τὸ ὀφθαλμοῖς καταμωκᾶσθαι καὶἰλλώπτειν καὶ ἐπιλλοῦν τὸ μυκτηρίζειν καὶ κατιλλώπτειν τὸ καταμυκτηρίζειν. καὶ τοιαῦτα μὲν τὰ τοῦ φολκοῦ, ἐν οἷς ὅρα καὶ ὅτι ἐκφράζων ἄνθρωπον ὁποιητὴς ἀπὸ κεφαλῆς ἤρξατο κανόνι ῥητορικῷ, καὶ ταύτης ἐκ τοῦ τιμιωτάτου, τῶν ὀμμάτων δηλαδή· ὅπερ ποιήσει καὶ ἐπὶ τοῦ βασιλέως ἐν τῷ «ὄμματα καὶκεφαλὴν ἴκελος Διΐ». ἄρχεται γάρ, φασίν, ἐν τούτοις οἷά τις ἀνδριαντοπλάστηςἀπὸ τοῦ καλλίστου. Τὸ δέ «χωλὸς ἕτερον πόδα» [οὐκ ἐξ ἀνάγκης δηλοῖ, ὡς καὶκυλλοποδίων καθ' Ἥφαιστον ἦν ὁ Θερσίτης· ἐπὶ πλέον γάρ πως τὸ χωλὸν τοῦκυλλοῦ. κυλλὸς μὲν γὰρ ὁ τὰ καίρια βλαβεὶς ἐκ γενετῆς, χωλὸς δὲ κοινῶς καὶ ὁὕστερον ἐκ πληγῆς ἢ ἄλλως πως ἐξ ἀρτιώσεως παθὼν κύλλωμα, ὁποῖόν τινακαὶ τὸν Θερσίτην ἱστοροῦσιν ἔνιοι. ἑτέρως δὲ θεωρῆσαι, τὸ «χωλὸς ἦν ἕτερονπόδα»] ἐπίτασίς ἐστι τοῦ γελοίου· ἧττον γὰρ ἄν, φασίν, ἐγελᾶτο, εἰ ἄμφωτὼ πόδε χωλὸς ἦν. ὅτι δὲ τὸ χωλόν καὶ ἐπὶ χειρὸς τίθεται, ῥητορικοῦ Λεξικοῦἔστι παρασημείωσις. (ῃ. 218) Γελοῖον δὲ καὶ τὸ ἐπὶ στῆθος αὐτῷ τοὺς ὤμουςσυμπεπτωκέναι. μᾶλλον γὰρ γέλωτος ποιητικὸν τὸ ἐκ τῶν ἔμπροσθεν κυρτὸνἤπερ τὸ ὄπισθεν καὶ οὐδὲ αὐτὸν λανθάνει τὸν ἔχοντα οἷός ἐστιν· ὁρᾷ γὰρ τὸκυρτόν. Τὸ δὲ συνοχωκότε δηλοῖ μὲν τὸ συμπεπτωκότες· γίνεται δὲ ἀπὸ τῆςξυνοχῆς, ἥτις παρὰ τῷ ποιητῇ δηλοῖ τὴν ἀπὸ πλατέος εἰς στενὸν σύμπτωσιν, ὅπου ξυνοχὰς λέγει ὁδοῦ, ταὐτὸν δὲ εἰπεῖν κλεισούρας καὶ στενότητας. Σκοπητέον δὲ εἴ τι καὶ τὸ οἴχωκεν ἐνταῦθα συμβάλλεται, ὃ κεῖται παρ' Ἡροδότῳ, καὶ εἰ βυσσαύχην ὁ Θερσίτης ὑπογράφεται. Διονύσιος γὰρ Αἴλιός φησιν, ὅτιβυσσαύχην ὁ τοὺς ὤμους συνέλκων ἐπὶ τὸν τράχηλον. Παυσανίας μέντοιφησίν, ὅτι βυσσαύχην ὁ τὸν αὐχένα συνέχων καὶ τοὺς ὤμους ἀνέλκων. (ῃ. 219) Φοξὸς δὲ κεφαλὴν λέγεται ὁ εἰς ὀξὺ λήγουσαν ἔχων αὐτήν, λεγόμενος οὕτω ἢἀπὸ τῆς ὀξύτητος ἢ κατὰ τοὺς παλαιοὺς ἐξ ὁμοιότητος τῶν πυριρραγῶνὀστράκων, ἅπερ φοξὰ λέγεται οἱονεί τινα φλοξά. προμήκης οὖν ἡ κεφαλὴ τῷ Θερσίτῃ καὶ διὰ τοῦτο γελοία, ὅπου γε καὶ ὁ μέγας ἐκεῖνος Περικλῆς ὀνειδισμόντινα εἶχεν, ὡς ἱστορεῖ Πλούταρχος, διὰ τὸ τῆς κεφαλῆς πρόμηκες. [Ἰστέον δὲὅτι ἐν τοῖς τοῦ Ἀθηναίου φέρονται καὶ ταῦτα χρήσιμα εἰς τὸ περὶ φοξότητος· ἐπίσημοι κύλικες, Ἀργεῖαι καὶ Ἀττικαί. φοξαὶ δὲ τὸ χεῖλος αἱ Ἀργεῖαι, ὡςδηλοῖ Σιμωνίδης εἰπών· «αὐτὴ δὲ φοξίχειλος», εἰς ὀξὺ ἀνηγμένη, τουτέστιν εἰςὀξὺ λήγουσα. τὸ γὰρ φοξόν, φησίν, ἐπὶ τούτου τάττεται, καθότι καὶ Ὅμηροςἐπὶ Θερσίτου φησί· «φοξὸς ἔην κεφαλήν». καὶ ἔστιν οἷον φαοξὸς ὁ πρὸς τὰ φάη, φησίν, ὀξὺς ὁρώμενος. Καὶ ὅρα ὡς οὐκ ἔπαθε συναίρεσιν ἐκ τοῦ ἄλφα καὶ ˉο ὁφοξός, ἀλλ' ἐκβληθέντος τοῦ ἄλφα ἔμεινε τὸ ˉο μετὰ τοῦ ξῖ πρὸς ἔνδειξιν σαφῆἐτυμολογίας.] Ἐπεὶ δὲ πολλάκις καὶ φοξότητα ἤ τι ἄλλο πάθος ἡ κεφαλὴ ἔχουσαὅμως ἐπικαλύπτεται ταῖς θριξί– κοσμοῦσι γὰρ αὗται τὸ ἐκείνης εἰδεχθές, ὅθεν καὶ κόμαι λέγονται παρὰ τὸ κοσμεῖν– φησὶν ὁ ποιητής, ὅτι ψεδνὴἐπενήνοθε λάχνη τῇ τοῦ Θερσίτου κεφαλῇ, ὡς ἂν μὴ λανθάνῃ τὸ ἐκείνης φοξὸντῇ κόμῃ ἐπικρυπτόμενον. Ἔστι δὲ ψεδνὴ μὲν ἡ λεπτὴ ἀπὸ τοῦ ψῶ, τὸ λεπτύνω, ψεδανή, ὡς μηκεδανή, καὶ ἐν συγκοπῇ ψεδνή, ὡς «αἴγειρος μακεδνή». τινὲς δὲἀπὸ τῆς πίσσης ἐτυμολογοῦσι τὴν λέξιν καὶ λέγουσι ψεδνὴν λάχνην τὴν λεπτὴντρίχωσιν καὶ ἣν ἐκσπάσοι ἄν τις ἀπὸ τῆς κεφαλῆς πίσσῃ χρώμενος, ὁποῖαπολλὰ πάθη γίνεται, ἵνα εἴη λάχνη πισσεδανὴ καὶ ἐν συγκοπῇ καὶ φυσικῇ τροπῇτοῦ ˉπ καὶ ˉσ εἰς ˉψ ψεδνή, ὥσπερ ἐκ τοῦ ὀπίσω γίνεται ἂψ καὶ ἐπὶ ἄλλωνὁμοίων. Λάχνη δὲ ἡ τρίχωσις ἢ παρὰ τὸ λαχαίνω, τὸ σκάπτω, καθ' ὁμοιότητατῆς ψιλῆς γῆς καὶ μικρά τινα ἐχούσης φυτάρια λαχαινόμενα, ἐξ οὗ παράγεταικαὶ τὸ λάχανον· ἢ παρὰ τὸ ˉλˉα ἐπιτατικὸν καὶ τὸ χνοῦς, ὃ δηλοῖ βραχεῖάν τινακαὶ λεπτὴν τριχῶν ἀνάφυσιν, ὁποία καὶ ἡ τῶν βρεφῶν. [δῆλον δὲ ὡς ἀπὸτοιαύτης λάχνης καὶ θῆρες λαχνήεντες λέγονται, καθὰ καὶ ἀπὸ χαίτης ἄρκτοςχαιτήεσσα.] Τὸ δὲ ἐπενήνοθεν εἰς μὲν γραφὴν πεζὴν πάντῃ ἐστὶν ἀσυντελές, σημαίνει δὲ τὸ ἐπέθεε καὶ ἐπέτρεχεν. ὥσπερ δέ, φασίν, ἀπὸ τοῦ ἄχος ῥέεινποταμὸς ἐν Ἅδου Ἀχρέων καὶ κατὰ μετάθεσιν τοῦ ˉε Ἀχέρων, οὕτω καὶ τὸθέω, τὸ τρέχω, ὑπερβιβασθὲν καὶ γενόμενον ἔθω πεποίηκε τὸ ἐπενήνοθεν, ὅπερἐστὶ χρόνου μέσου παρακειμένου. ἔστι γὰρ ἔθω καὶ μετὰ προθέσεως ἐνέθω, οὗμέσος παρακείμενος ἤνοθα, ἐξ οὗ τὸ ἐπενήνοθα τῆς πρώτης ἐκείνης προθέσεωςτῆς ἐν τῷ ἐνεστῶτι αὐξηθείσης καὶ μὴ προσλογισθείσης εἰς πρόθεσιν διὰ τὸκαθ' ἕξιν συγκεῖσθαι, ὁποῖόν τι καὶ ἐν τῷ καμμύω γέγονε. κἀνταῦθα γὰρ ἡκατά πρόθεσις καθ' ἕξιν σύγκειται καὶ οὐ λογίζεται παρακεῖσθαι τῷ μύωῥήματι καὶ διὰ τοῦτο λογιζόμενον ὡς ἁπλοῦν οὐκ αὐξάνει ἔσωθεν ὡς τὰ ἐκπροθέσεως συγκείμενα ῥήματα, ἀλλὰ καὶ ἔξωθεν· οὐ γὰρ μόνον κατέμυσέ φαμενἀλλὰ καὶ ἐκάμμυσεν. Ἰστέον δὲ ὅτι καθ' ὁμοιότητα τοῦ ἤνοθα κανονίζεταικαὶ τὸ ἔολπα καὶ ἔοργα μέσου καὶ αὐτὰ ὄντα παρακειμένου. Τινὲς δὲ ἐπενήνοθέφασιν ἀντὶ τοῦ ἐπεκινεῖτο ἀπὸ τοῦ ὄθω, τὸ κινῶ, κατὰ κλίσιν ὁμοίαν μέσουπαρακειμένου. (ῃ. 220) Τὸ δὲ τὸν Θερσίτην ἔχθιστον εἶναι μάλιστα τῷ Ἀχιλλεῖκαὶ τῷ Ὀδυσσεῖ, οὐ μόνον φίλους ἀλλήλοις δεικνύει τοὺς ἥρωας, ὡς εἰκὸς ὂντοὺς τοιούτους τὸν αὐτὸν ἔχειν ἐχθρόν, ἀλλὰ καὶ πάνυ μισοπονήρους ἀποφαίνει· οὐ γὰρ ἂν ὁ Θερσίτης οὕτως ἐμίσει αὐτούς, εἰ μὴ τὰ ὅμοια ἔπασχεμισούμενος. τάχα δὲ καί, ἐπεὶ ἐν τοῖς πρώτοις τῶν ἀριστέων ἦσαν ὅ τε Ἀχιλλεὺςκαὶ ὁ Ὀδυσσεύς, ἐφιλοτιμεῖτο τὴν πρὸς ἐκείνους ἔριν μάλιστα ὁ Θερσίτηςἀντεξισούμενος αὐτοῖς· διὸ καὶ ἦν ἔχθιστος. Ἡ δὲ νεωτέρα ἱστορία καὶ ἀναιρεθῆναι τὸν Θερσίτην ὑπ' Ἀχιλλέως λέγει κονδυλισθέντα, ὁπηνίκα τὴν Ἀμαζόνα Πενθεσίλειαν ἐκεῖνος ἀνελὼν οἶκτον ἔσχεν ἐπὶ τῇ κειμένῃ. ὁ μὲν γὰρἐθαύμαζε τὸ κάλλος καὶ ὡς καλὴν ἅμα καὶ ἀνδρείαν ἀνδρειότατος καὶ κάλλιστοςἠλέει κειμένην τὸ ὅμοιον οἰκτιζόμενος· ὁ δέ, ὡς εἴρηται, πιθηκόμορφος ἐπὶλαγνείᾳ σκώπτει τὸν καλὸν ἥρωα. ὁ τοίνυν Ἀχιλλεὺς γογγύλῃ χειρὶ παίσας τὸναἴσχιστον τῇ καλῇ Πενθεσιλείᾳ συγκατακλίνει. Ὅρα δὲ καὶ ὅτι τὸ ἔχθιστοςπαρισοῦται μέν, [ὡς καὶ πρὸ βραχέων δεδήλωται,] πρὸς τὸ αἴσχιστος διὰ τὸὁμοιοτέλευτον· ἐγγὺς δὲ ὅμως οὐ κεῖται. ὤκνησε γὰρ τὸ τοιοῦτον διὰ τὸ μὴκαίριον ὁ ποιητής, [διὸ καὶ ὑπολανθάνει πως τῇ διακοπῇ τῶν μεσολαβούντωντριῶν στίχων.] (ῃ. 222) Ὅτι οὐχ' ἁπλῶς βοᾶν ἀλλὰ κλάζειν ὁ ποιητὴς τὸνΘερσίτην φησὶ σκώπτων εἰς ἀλογίαν· ἀλόγων γὰρ ζῴων τὸ κλάζειν. φησὶ γάρ, ὅτι τῷ Ἀγαμέμνονι ὀξέα κεκληγὼς ἔλεγεν ὀνείδεα, [οὗ διασαφητικὸν κατωτέρωτὸ «Ἀγαμέμνονα νείκεε μύθῳ».] ὑπογράφει οὖν καὶ τὴν τοῦ Θερσίτου φωνὴνὡς μὴ βαρεῖαν οὖσαν καὶ ἡρωϊκήν, ἀλλὰ ὀξεῖαν, ὁποία ἡ τῶν παίδων ἢ τῶνγυναικῶν. διὸ καὶ Ὀδυσσεὺς παίζων λιγὺν αὐτὸν ἐν τοῖς ἑξῆς ἐρεῖ δημηγόρον, ὡς ταὐτὸν ὂν ὀξὺν εἰπεῖν ἢ λιγύν. παρακατιὼν δέ φησιν, ὅτι μακρὰ βοῶνἐνείκει τὸν Ἀγαμέμνονα. διὸ καὶ τύπτει καὶ αὐτὸν Ὀδυσσεὺς ὡς καὶ τοὺς ἄλλους δημότας, ὅσοι βοῶντες τὸν ὄχλον ἀνέσειον. Ὅρα δὲ ὅπως ἡ αὐτὴ λέξιςκαὶ ἐπὶ ἐπαίνου λαμβάνεται καὶ ἐπὶ σκώμματος. ὧδε μὲν γὰρ ὁ Θερσίτης λιγὺςἀγορητὴς σκωπτικῶς καὶ μάλιστα κατὰ εἰρωνείαν· ἐν δὲ τῇ αʹ ῥαψῳδίᾳτοιοῦτος ὁ Νέστωρ ἐν ἐπαίνου λόγῳ εἴρηται. [Εἰκὸς δὲ καὶ ἐπ' ἀληθείᾳ λιγύφθογγον αὐτὸν εἶναι καὶ τοῦτό γε εἰς ἀρετὴν ἔχειν. διὸ καὶ Ὀδυσσεὺς αὐτὸν οὕτωμετ' ὀλίγα προσείπῃ, οὐ μὴν ἐπαινετικῶς ἀλλ' ὡς ἐν σκώμματι· ἐπεὶ μηδὲ ἐξἀνάγκης ἐν τῷ μεγάλῳ κεῖται τὸ εὖ, ἀλλ' ἀνάπαλιν τὸ μέγα ἐν τῷ εὖ.] (ῃ. 223) Ὅτι οὕτω θαυμαστοὶ καὶ φιλοβασιλεῖς οἱ Ἕλληνες, ὥστε ἐκπάγλως κοτέονται τῷ Θερσίτῃ καὶ ὀφείλοντες λύπην τρέφειν κατὰ τοῦ βασιλέως διά τε τὴνἀπόπειραν καὶ τὴν τοῦ νόστου κώλυσιν· οἱ δὲ ὅμως νεμεσῶσι τῷ στασιαστῇ, τουτέστι δικαίως ἐπιμέμφονται. τάχα δὲ καὶ οἰκτείρουσι τὸν Ἀγαμέμνονασκοπούμενοι, ὅπως αἱ τῶν μεγάλων ἀτυχίαι κατὰ τοὺς παλαιοὺς ὑψοῦσι τοὺςταπεινούς. (ῃ. 225– 8) Ὅτι τὸ ἀκαιρολόγον εἶναι τὸν Θερσίτην δεικνύουσιν οἱπαλαιοί, ἐξ ὧν ἐρωτᾷ τὸν βασιλέα οὕτω πως· «Ἀτρείδη, τέο», [ἤγουν τίνος δὴπράγματος,] «αὖτ' ἐπιμέμφεαι ἠδὲ χατίζεις; πλεῖαί τοι χαλκοῦ κλισίαι, πολλαὶ δὲ γυναῖκες ἐξαίρετοι». ταῦτα γὰρ ἔδει, φασίν, ἐπὶ τῆς προτέραςἐκκλησίας λέγεσθαι, ὅτε ἔλεγεν Ἀγαμέμνων ἀγέραστος εἶναι δευόμενος. ὁ δὲτότε σιγήσας φθόνῳ τῷ πρὸς Ἀχιλλέα νῦν ἀκαίρως αὐτὰ προβάλλεται. Ὅρα δὲ ὅτι ἐξ ἀρχῆς αὐτῆς ἡ τοῦ Θερσίτου θρασύτης διαφαίνεται ἀπὸ τοῦἐρωτηματικοῦ σχήματος· τραχύτητος γὰρ σχῆμά ἐστι τὸ τοιοῦτον καὶ σφοδρότητος. καὶ Ὀδυσσεὺς μὲν μετ' ὀλίγα Ἀτρείδην ἄνακτα τὸν βασιλέα προσφωνεῖ καὶ Νέστωρ δὲ μετ' αὐτὸν ἄνακτα Ἀγαμέμνονα· Θερσίτης δὲἀρκεῖται μόνον Ἀτρείδην αὐτὸν προσειπὼν πάνυ ἀπαίδευτος καὶ ἐξ αὐτῆςτῆς τοῦ λόγου φαινόμενος εἰσβολῆς. Ἔνια δὲ τῶν ἐνταυθοῖ νοημάτων ἐκ τῆςτοῦ Ἀχιλλέως δημηγορίας παρείλκυσται, ὡς οἷον τυχαίως καὶ κατά τινασυνέμπτωσιν ἢ καὶ κατὰ παραποίησιν. (ῃ. 226) Τὸ μὲν γάρ «πλεῖαί τοι χαλκοῦκλισίαι» εἰς τὸ φιλοκτέανον ἀποτείνεται, ὅπερ ὠνείδισεν ὁ Ἀχιλλεὺς τῷβασιλεῖ ἀορίστως αὐτὸς εἰπών, εἰ καὶ ὁ Θερσίτης ὑπερβολικῶς ναυσὶν ὅλαιςτὸν βασιλικὸν πλοῦτον ηὔξησε. τὸ δὲ εἰπεῖν, ὅτι καὶ αὐτὸς ὁ Θερσίτης εὐεργετεῖπροσπορίζων χρυσὸν τῷ βασιλεῖ, ἐκ τῶν τοῦ Ἀχιλλέως παρέξεσται, ὅπουφησίν, ὡς ἐκεῖνος μὲν πονεῖ πολεμῶν, ὁ δὲ Ἀγαμέμνων πλουτεῖ. τὸ δὲ ἀνασείειντὸν ὄχλον εἰς ἀντιστασίαν καὶ αὐτὸ ἐκεῖθεν παραπεποίηται. ἀλλ' ὁ μὲν Ἀχιλλεὺςἐθαυμάζετο, Θερσίτης δὲ διὰ τὸ ἄκαιρον τοῦ λόγου καὶ διὰ τὴν πήρωσιν περιφρονηθεὶς οὐκ εὖ ἀπαλλάξει, ὡς καὶ ἐνταῦθα προσαρμόσαι τὸ τραγικόν·» λόγος γὰρ ὁ αὐτὸς ἔκ τ' ἀδοξοῦντος ἐλθών», τοῦ Θερσίτου, «καὶ ἐκ δοκοῦντος», τοῦ Ἀχιλλέως, «οὐ ταὐτὰ ἐδυνήθη». ὁ δὲ γελοῖος Θερσίτης καὶ ἄλλα προσεπιτιθεὶς νοήματα οἴκοθεν εἰς λαγνείαν τε καθάπτεται τοῦ βασιλέως ἐν τῷ «πολλαὶδέ σοι γυναῖκές εἰσιν ἐξαίρετοι» καὶ τοὺς Ἕλληνας αὐτοῦ ὑπερτίθησιν οὐ μόνονἑαυτὸν ἀλλὰ καὶ ἐκείνους εὐεργέτας βασιλικοὺς δεικνύων ἐν τῷ λέγειν, ὅτιἐξαιρέτους γυναῖκας ἡμεῖς οἱ Ἀχαιοὶ σοὶ πρωτίστῳ δίδομεν, ὅτ' ἂν πτολίεθρονἕλωμεν. (ῃ. 229) Καὶ ἐν τῷ «ἢ χρυσοῦ ἐπιδέῃ, ὃν ἄν τις οἴσει Τρώων υἱοῦἄποινα, ὃν ἐγὼ δήσας ἀγάγω ἢ ἄλλος Ἀχαιῶν;» (ῃ. 234) Λέγει δὲ καὶ κακῶναἴτιον τοῖς Ἀχαιοῖς τὸν βασιλέα, ἐν οἷς αὐτὸν λέγει κακῶν ἐπιβασκέμεν τοὺςἝλληνας. (ῃ. 239 ς.) Ὀνειδίζει δὲ καὶ διὰ τὴν τῆς Βρισηΐδος ἀφαίρεσιν καὶ διὰ τὴν τοῦ Ἀχιλλέως ἀτιμίαν εἰπών, ὅτι τὸν Ἀχιλλέα αὐτοῦ «μέγα ἀμείνονα φῶτα ἠτίμησεν· ἑλὼν γὰρ ἔχει γέρας» καὶ τὰ ἑξῆς. Ταῦτα εἰπόντα τὸν Θερσίτην ὁ μὲν βασιλεὺς ἀφίησι ληρεῖν, τάχα μὲν καὶ ὡς αἴτιον ἑαυτὸν εἰδὼςτῆς τε νῦν κινήσεως τῶν πραγμάτων καὶ τῆς τοῦ Ἀχιλλέως ὕβρεως καὶ διὰτοῦτο νοῶν ταπεινὰ καὶ αἰδούμενος, ἤδη δὲ καὶ διὰ τὸ τοῦ ἤθους βασιλικόν. ὑπερφρονεῖ γὰρ τοῦ φαυλοτάτου Θερσίτου, καθὰ καὶ τὸν Ἀλεξάνδρου φασὶκύνα τὰ μὲν μικρὰ θηρία παριέναι, ὁρμᾶν δὲ ἐπὶ τὰ κρείττω, ὅπερ ὁ Θεμίστιοςἐπὶ κυνῶν Ἰνδικῶν οὕτω φράζει· «κύων Ἰνδὸς λέοντι μὲν ἐπέξεισι καὶ παρδάλει, λύκους δὲ ὑπερορᾷ καὶ ἀλώπεκας». καὶ ὁ μὲν βασιλεὺς οὕτω παρ' οὐδὲν αὐτὸντίθεται· Ὀδυσσεὺς δέ, ᾧ καὶ ἔχθιστος ἦν, ἐφίσταται αὐτῷ καὶ σωφρονίζει, ὡςμετ' ὀλίγα γνωσόμεθα. Σημείωσαι δὲ καὶ ὅτι ὁ οὕτω φίλερις Θερσίτης ὠνείδισεμέν, ὕβριν δὲ κατὰ τοῦ βασιλέως τραχεῖαν οὐκ ἐξελάλησεν ὁποίας ὁ Ἀχιλλεύς, οἷον τὸ «ἀναιδείην ἐπιειμένε» καὶ «οἰνοβαρές». καὶ ἔστι καὶ τοῦτο σύμβολοντοῦ μὴ ἔνδοξον εἶναι τὸν Θερσίτην. ἔστι δὲ καὶ τέχνη τοῦ ἀναλόγως μερίζειντὰς ἐννοίας ταῖς τῶν προσώπων ποιότησιν. Ὅρα δὲ καὶ ὅτι σκοπὸν ἔχων ὁποιητής, ὡς προείρηται, ἱστορεῖν, ὅπῃ τύχῃ κατὰ τὸ ἐγχωροῦν, εἴ τι λόγουἄξιον πρὸ τοῦ δεκάτου ἔτους ἐπέπρακτο, ἱστορίαν καὶ ἐνταῦθα ὡς ἐν ἐπεισοδίῳἔθετο εἰωθυῖαν γίνεσθαι καὶ πρὸ τούτου. (ῃ. 230) Τὸ γὰρ τοὺς Τρῶας δώροιςλύεσθαι τοὺς ἑαυτῶν αἰχμαλώτους μαθησόμεθα μὲν καὶ ἐν τοῖς ἑξῆς σαφέστερονἐκ προσωπικῶν ἱστοριῶν, ὡς καὶ ἐπὶ τοῦ Χρύσου ἔγνωμεν· ἐνταῦθα δὲ ἀορίστωςοὕτω λέγει τινὰ τῶν Τρώων, ἤγουν τοῦτον ἢ ἐκεῖνον, χρυσὸν φέρειν εἰς ἄποινα, ὅ ἐστιν εἰς λύτρον τοῦ υἱοῦ. (ῃ. 231) Τὸ δέ «ὃν ἐγὼ δήσας ἀγάγω» πάνυ ἀστείωςεἴρηται κατὰ τοὺς παλαιούς. δῆλον γάρ, φασίν, ὅτι ἐν τῷ εἰπεῖν «ἐγώ» δείκνυσινἑαυτὸν ἐπιτιθεὶς τὴν χεῖρα τῷ κυρτῷ στήθει καὶ οὕτω κινῶν γέλωτα. Παρασημειοῦνται δὲ οἱ παλαιοὶ καί, ὅτι ἑαυτὸν ὁ Θερσίτης τῶν ἄλλων προέθετοεἰπών· «ὃν ἐγὼ δήσας ἀγάγω ἢ ἄλλος Ἀχαιῶν» πρώτιστος εἶναι τῶν ὅλωνοἰόμενος. διὸ τάχα καὶ ἐπεσημήνατο ἀνωτέρω τὸ πρωτίστῳ τῷ Ἀγαμέμνονιγέρας δίδοσθαι, ὡς μὴ δέον ὂν οὕτω γίνεσθαι, ἀλλὰ τούτῳ μάλιστα τὸ πρωτεῖονἐξαιρεῖσθαι, οὗ δευτερεύουσιν οἱ πάντες Ἕλληνες. (ῃ. 226) Ἰστέον δὲ ὅτι τε τοῦ πλεῖαι ἡ ἑνικὴ ὀρθὴ καὶ παρ' Ἡσιόδῳ κεῖται ἐν τῷ «πλείη μὲν γαῖακακῶν» [καὶ ὅτι προάρχει αὐτῶν ἀρσενικὸν ὁ πλέος κοινῶς, ὃ ἐκταθὲν Ἀττικῶςποιεῖ τὸ ἔμπλεως καὶ ἀνάπλεως καὶ τὰ τοιαῦτα, καὶ ὅτι ἐκ τοῦ ὁ πλεῖος καὶ ἡπλείη παράγεται συγκριτικῶς ὁ πλείων καὶ ἡ πλείων] καὶ ὅτι ἐξαίρετοι οὐμόνον γυναῖκες ἀλλὰ καὶ ἄρουραι παρὰ Ἡροδότῳ καὶ ἐπὶ ἄλλων δὲ πολλῶν τὸἐξαίρετον τίθεται. τὸ μέντοι ἐξαιρέσιμον ἄλλο τι παρὰ τὸ ἐξαίρετον· λίθος γὰρἐξαιρέσιμος τοίχου ὁ ἐκεῖθεν ἐκβληθείς· καὶ ὅτι τὸ ἐξαίρετον καὶ ἔξαιτονλέγεται ἢ κατὰ συγκοπὴν ἢ καὶ ἄλλως παρὰ τὸ ἐξαιτεῖσθαι, ὡς φανεῖται καὶἀλλαχοῦ. [(ῃ. 225) Ὅρα δὲ ὅτι τὸ ἐπιμέμφεαι σαφῶς ἐνταῦθα ἡρμήνευσεν ἐπαγαγὼν τὸ «ἠδὲ χατίζεις», ὡς ταὐτὸν ὂν εἰπεῖν ἐπιμέμφεσθαι καὶ χρῄζειν, ὅπερἐστὶ χατίζειν παρὰ τὴν χᾶτιν, ὃ καὶ οὐδετέρως χᾶτος λεγόμενον δηλοῖ στέρησιν· καὶ ὅτι τὸ δίδομεν φυσικῶς λαλεῖται καὶ εὐοδοῦται ἀπ' αὐτοῦ τὸ τρίτον πληθυντικὸν τὸ διδοῦσιν ὡς καὶ ἀπὸ τοῦ τίθεμεν τὸ τιθεῖσι. τὸ μέντοι διδόαμεν καὶτιθέαμεν ἐπένθεσιν ἔχει τοῦ ˉα.] (ῃ. 230– 3) Ὅτι εἰπὼν ὁ Θερσίτης πρὸς τὸνβασιλέα «ἢ χρυσοῦ ἐπιδέῃ» καὶ τὰ ἑξῆς, [ἐν οἷς κεῖται καὶ τὸ «υἷος ἄποινα», ἤγουν υἱοῦ, ὡς ἀπὸ εὐθείας τῆς υἷις, υἵϊος, καὶ κατὰ κρᾶσιν υἷος, οὗ δοτικὴυἵϊι καὶ υἷι,] ἐπάγει· «ἠὲ γυναῖκα νέην, ἵνα μίσγεαι ἐν φιλότητι, ἣν αὐτὸς ἀπονόσφι κατίσχεαι;» ὀνειδίζων τάχα διὰ τὴν τῆς Βρισηΐδος ἀφαίρεσιν ἢ καὶ ὅτι, ὡς εἰκός, εἰώθει τοιαῦτά τινα ποιεῖν ὁ βασιλεύς, ὡς καὶ ὁ Ἀχιλλεὺς ἐν τῇ αʹῥαψῳδίᾳ παρεδήλωσε. Τὸ δέ «ἢ γυναῖκα νέην» ἀκαταλλήλως ἔχει πρὸς τὴνσυνήθη σύνταξιν· ὤφειλε γὰρ οὕτως ἔχειν· ἢ χρυσοῦ ἐπιδέῃ ἢ γυναικὸς νέης; ὁ δὲ ποιητὴς ἐπίτηδες τὸν λιγὺν τοῦτον ἀγορητὴν καὶ ἀφαμαρτοεπῆ ἐποίησε, τουτέστι σόλοικον. ἴσως δὲ καὶ ἄλλως θυμούμενον ἄνθρωπον μιμούμενος ποιεῖτὸν Θερσίτην ἐκλαθόμενον τῆς τοῦ λόγου ἀκολουθίας καὶ διὰ τοῦτο εἰς συνταξίαν ἐκκλίναντα. Τὸ δέ «νόσφι κατίσχεαι» δοκεῖ μὲν ἑρμηνεία τις εἶναιγυναικὸς ἐξαιρέτου. ταὐτὸν δ' ἔστι τῷ νοσφίζῃ καὶ ἰδίᾳ κατέχεις καὶ χωρίζειςἢ ἀποστερεῖς. (ῃ. 233 ς.) Ὅτι τὸ «οὐ μὲν ἔοικεν ἀρχὸν ἐόντα κακῶν ἐπιβασκέμενυἷας Ἀχαιῶν» λέγει μὲν ὁ Θερσίτης πρὸς τὸν βασιλέα νοῶν, ὅτι οὐκ ἐνδέχεταιαὐτὸν ἀρχηγὸν ὄντα ἐπιβιβάζειν κακῶν τοὺς Ἕλληνας, ἀλλὰ μᾶλλον ἀγαθοῖςἐμβιβάζειν. Δύναται δὲ καὶ εἰς γνώμην καθολικὴν παρῳδηθῆναι τοιαύτην· οὐμὴν ἔοικεν ἀρχὸν ἐόντα κακῶν ἐπιβασκέμεν τοὺς ὑπ' αὐτόν. εἰ γὰρ ποιμὴνλαοῦ ὁ βασιλεύς, οὐκ ἂν κακοῖς ἐμβιβάσῃ τὸ ποίμνιον ἤτοι κακώσεσιν. εἰσὶ δὲκακά, ὧν ἐπιβάσκει τοὺς Ἕλληνας ὁ βασιλεὺς Ἀγαμέμνων, ὁ λοιμὸς ὁ δι' αὐτὸν γεγονὼς καὶ ἡ τοῦ Ἀχιλλέως ἀπόστασις. ἢ καὶ ἄλλως, οὐ χρὴ ἀρχηγὸν ἐόντακακῶν ἐπιβιβάζειν τοὺς ὑπὸ χεῖρα, ἤγουν κακὰ διδάσκειν. εἰ γὰρ ἐξομοιωθῶσιναὐτῷ κακῶν ἐπιβιβάζοντι, ἀνατρέπεται τὰ κοινά. οὐκοῦν τὸ «οὐκ ἔοικε κακῶν ἐπιβασκέμεν» ὁμοιοῦταί πως πρὸς τὸ ἐν Ὀδυσσείᾳ «οὐδέ τί σε χρὴ νηπιάαςὀχέειν». ὡς γὰρ ὀχοῦμαι μὲν ἐγώ, ὀχῶ δὲ ἄλλον κατὰ τὸν Κωμικὸν ἀντὶ τοῦἀναβιβάζω εἰς ὑποζύγιον, οὕτω καὶ ἐπιβαίνω μὲν ἐγώ, ἐπιβάσκω δὲ ἄλλους, ἤγουν ἐπιβαίνειν ποιῶ κακῶν ἢ τοιούτων τινῶν. ἐντεῦθεν καὶ μανίας ἔποχοςλόγος παρ' Εὐριπίδῃ ὁ μανικός. καὶ ἑτέρως δὲ εἰπεῖν, οὐ χρὴ τὸν βασιλέαἐπιβαίνειν κακῶν ἤτοι ἀδίκων ἔργων τῶν εἰς τοὺς Ἀχαιούς. δεῖ γὰρ εὐεργετικὸνεἶναι τὸν ἄρχοντα οὐκ ἀδικητὴν καὶ κακοποιόν. [Ἰστέον δὲ ὅτι ἐκ τοῦ Ὁμηρικοῦ ἀρχοῦ ἢ ἐκ τοῦ ἄρχειν σύγκειται παρὰ τοῖς παλαιοῖς ῥήτορσι καὶ ἀρχολίπαροςὁ λιπαρῶν, φασίν, ἵνα ἀρχῆς τύχῃ ἢ ὁ ἐκ τοῦ ἄρχειν λιπαινόμενος, ὁ καὶἀρχογλυπτάδης, ἤγουν ὡσπερεὶ γλύφων τὰς ἀρχάς. ὅτι δὲ ἀρχός καὶ κρύφιόν τισώματος μέρος ἐκλήθη παρὰ τοῖς ὕστερον, δῆλον ἐκ τῶν γραψάντων, ἀφ' οὗκαί τις χιλίαρχος οὐκ ἀγλαφύρως ἔσκωπται.] (ῃ. 235– 8) Ὅτι μετὰ τὸνβασιλέα στρέψας τὸν λόγον ὁ Θερσίτης πρὸς τὸν λαόν φησιν· «ὦ πέπονες, κάκ' ἐλέγχεα, Ἀχαιΐδες, οὐκέτ' Ἀχαιοὶ οἴκαδέ περ σὺν νηυσὶ νεώμεθα, τόνδε δ' ἐῶμεν αὐτοῦ ἐνὶ Τροίῃ γέρα πεσσέμεν» καὶ τὰ ἑξῆς. πάνυ δὲ ἀνασειστικὰταῦτα τοῦ ὄχλου. διὸ καὶ Ὀδυσσεὺς δεδιώς, μήποτε, οὓς αὐτὸς πόνῳ ἤθροισε, ῥᾷον ἀνασοβήσας ὁ Θερσίτης διασκεδάσῃ, ποιεῖ κατ' αὐτοῦ τὰ ἐφεξῆς δηλωθησόμενα. (ῃ. 235) Εἰσὶ δὲ πέπονες μὲν οἱ ἔκλυτοι ἀπὸ μεταφορᾶς τῶνπεπόνων καρπῶν, οἳ ἔκλυτοι γίνονται πεπανθέντες, ὥσπερ αὖ πάλιν οἱ ὠμοὶτῶν καρπῶν σκληροὶ ὄντες ἐπίθετον γεγόνασι τοῖς ἀνενδότοις ἀνθρώποις καὶἀνυπείκτοις, ὡς καὶ ἐν τοῖς μετὰ ταῦτα ῥηθήσεται. [Δῆλον οὖν ὅτι πέπωνκυρίως πᾶς καρπός, φασίν, ὡραῖος τοῦ φαγεῖν. Χρήσεις δὲ τοιούτων λέξεωνἐν τῷ «τρώγουσι μύρτα καὶ πέπονα μιμαίκυλα». οὕτω δὲ καὶ μῆλα καὶ μόραπέπονα. ἔτι δὲ καὶ ἐν τῷ «τὰ σφυρὰ ᾤδει μᾶλλον ἢ σικυὸς πέπων», ὁ καὶσπερματίας· καὶ ἐν τῷ «μαλθακωτέρα πέπονος σικυοῦ μοι γέγονας»· καὶ ἐν τῷ» ἑώρακας πώποτε κοκκυμήλων σπυρίδα πεπόνων; τοιοῦτον ἔχει τὸ πρόσωπον». Τοιούτου δὲ στοίχου καὶ τὸ πεπαίτερον, ὅπερ ἐστὶ ὡριμώτερον. Αἰσχύλος·» ἀνὴρ δ' ἐκεῖνος ἦν πεπαίτερος μόρων». ἔτι δὲ καὶ ἡ δρυπεπής ποτὲ μὲνκατὰ μόνας ἁπλῶς προφερομένη, ποτὲ δὲ κατὰ παράθεσιν, οἷον δρυπεπὴςἐλαία ἢ Ἀττικῶς ἐλάα.] Τὸ δὲ κάκα ἐλέγχεα τοὺς ἀξιεπαίνους Ἕλληνας ὑπὸ τοῦ ἐπονειδίστου καὶ μωμητοῦ Θερσίτου λέγεσθαι γέλωτός ἐστι κινητικόν. Τὸδέ «Ἀχαιΐδες, οὐκέτ' Ἀχαιοί» δηλοῖ μὲν τὸ «γυναῖκες, οὐκέτ' ἄνδρες». λέγεται δὲ παρονομασία ὑπὸ τῶν παλαιῶν, ὅμοιον τῷ «οὐ Φίλιππος, ἀλλὰ Φιλίππιον, κεκράτηκε τῆς Ἑλλάδος». ἔχει δέ τινα ὁμοιότητα πρὸς τὸν τοῦΘερσίτου λόγον καὶ τὸ παρ' Ἡροδότῳ ἐν τοῖς περὶ Ἀρτεμισίας, ὡς οἱ μὲνἄνδρες γυναῖκες, αἱ δὲ γυναῖκες ἄνδρες γεγόνασι. ῥηθήσεται δέ τι περὶ τούτουκαὶ ἐν τοῖς ἑξῆς. (ῃ. 236) Τὸ δέ «οἴκαδε νεώμεθα», διόρθωσις οἷόν ἐστι τοῦ» φεύγωμεν», ὅπερ φθάσας ὁ βασιλεὺς εἶπεν, ὡς δῆθεν σεμνότερον ὂν οὕτωςεἰπεῖν ἤπερ φεύγωμεν. ὅτι δὲ θαυμασίως ἐκεῖνο εἴρηται, προγέγραπται. Ἔστιδὲ τὸ νεώμεθα ἀντὶ τοῦ νοστήσωμεν· ἀπὸ γὰρ τούτου τοῦ νέω ῥήματος ὁνόστος [γίνεται πλεονάσαντος τοῦ σίγμα πρὸς διαστολὴν τοῦ νότος ὁ ἄνεμος.] (ῃ. 237) Πέσσειν δὲ γέρα τὸ κατέχειν καὶ ταμειουχεῖν, ὅμοιον τῷ «χόλονκαταπέψῃ». τινὲς δὲ ἀντὶ τοῦ κατακυβεύσειν ἀπὸ τοῦ πεσσοῦ ὡς δῆθεν τοῦἈγαμέμνονος πλεονάζοντος τῇ τοιαύτῃ παιδιᾷ. [(ῃ. 238) Ὅτι τὸ οὐχί ἐπίρρημα τέτριπται πάνυ τοῖς παλαιοῖς μᾶλλον ἤπερ τὸ ᾗχι ἀντὶ τοῦ ὅπου. διὸ καὶ συναλείφεται τὸ ˉι τούτου ἐν τῷ οὐχ' οὕτως καὶ οὐχ' ἅλις καὶ τοῖς ὁμοίοις, εἰ καίτινες ἀπαρέσκονται οὐκ ἄνευ λόγου. τὸ μέντοι οὐκί, οἷον «ἢ καὶ ἡμεῖς προσαμύνομεν, ἠὲ καὶ οὐκί» οὐχ' οὕτως εἴθισται εἰς πλατυτάτην χρῆσιν· ὅθεν ἐν τῷοὐκ ἐθέλω καὶ οὐκ αὐτός καὶ τοῖς ὁμοίοις οὐ κεῖται ἀπόστροφος ὡς ἀπὸἐκθλίψεως, ἀλλ' ἐκφωνουμένου μὲν τοῦ ˉι ἐστι τὸ οὐκὶ ἀρνητικὸν ἐπίρρημαδισύλλαβον, ἐν δὲ συνεπείᾳ μὴ κειμένου τοῦ ˉι μονοσύλλαβον φαίνεται εἶναιἐπίρρημα τὸ οὐκ παρὰ πολλοῖς τῶν πεζολογούντων κείμενον.] (ῃ. 239 ς.) Ὅτιτὸν Ἀχιλλέα καὶ ἐπαινῶν ὁ Θερσίτης ὅμως οὐδὲν ἧττον καταβάλλειν ἐθέλει. οὔκουν λέγει ἁπλῶς, ὅτι ὁ βασιλεὺς τὸν Ἀχιλλέα ἠτίμησεν, ἄνδρα κράτιστονἢ ἄριστον τῶν Ἑλλήνων, ἀλλὰ αὐτοῦ, τοῦ βασιλέως δηλαδή, μέγα ἀμείνοναφῶτα, ὡς μὴ ἁπλῶς ὄντος ὑπεξῃρημένου τοῦ Ἀχιλλέως, ἀλλὰ κρείττονοςἤπερ ὁ Ἀγαμέμνων. τάχα γὰρ ἑαυτοῦ ὁ ἀγεννὴς ἀμείνονα οὐ κρίνει τὸν Ἀχιλλέα. (ῃ. 241) Καὶ μετ' ὀλίγα δὲ πρᾷον θέλων τὸν Ἀχιλλέα ἐνδείξασθαι διὰ τὸ ἀτελὲςτῆς ξιφουλκίας καὶ τὸ ταχὺ παῦσαι τὸν χόλον ἐνηῆ μὲν αὐτὸν οὐ λέγει, ὅπερἀλλαχοῦ τις ἐπὶ Μενελάου καὶ Πατρόκλου φησίν– οἶδε γὰρ ὅτι ἐγκώμιόν ἐστινἤθους τὸ προσηνές– ἀλλὰ εἰπὼν ἄχολον εἶναι αὐτὸν οὐκ ἀξιοῖ καὶ τοῦ πρᾷονεἶναι, μεθήμονα δὲ ὀνομάζει εἰπὼν οὕτως· «ἀλλὰ μάλ' οὐκ Ἀχιλῆϊ χόλοςφρεσίν, ἀλλὰ μεθήμων». δηλοῖ δὲ ὁ μεθήμων οὐ τὸν πρᾷον, ἀλλὰ τὸν πέπονακαὶ ἀμελητὴν καὶ ἔκλυτον, ἀπὸ τοῦ μεθιέναι, ἀφ' οὗ καὶ ἡ μέθη γίνεται. ἐνταῦθαδὲ λεληθότως καὶ τὴν ἀνδρίαν τοῦ Ἀχιλλέως καταρριπτεῖ ῥωμαλέον μὲν πάνυαὐτὸν ὑπεμφαίνων, χαῦνον δὲ καὶ οὐ θαρσαλέον οὐδὲ ἐντρεχῆ. (ῃ. 242) Τοῦτογὰρ δηλοῖ ἐν τῷ «ἦ γὰρ ἂν Ἀτρείδη νῦν ὕστατα λωβήσαιο», ἤγουν ἐὰν χόλονεἶχεν ὁ Ἀχιλλεὺς καὶ οὐχ' ὑπτίαζεν, ἐφ' οἷς ἠδικήθη, οὐκέτι ἂν σὺ ἐλωβήσωτινά. Ὅτι δὲ οὗτος ὁ λόγος χαυνότητα μόνην τοῦ Ἀχιλλέως κατηγορεῖ καὶ μεθημοσύνην, ἀνδρίαν δὲ πολλὴν ὁμολογεῖ, δῆλον ἐκεῖθεν. Ἀχιλλεὺς μὲν γὰρτοῖς Ἕλλησιν ἀνατιθεὶς τὴν ἑαυτοῦ ἐκδίκησιν ἔφη, ὡς, εἰ μὴ οὐτιδανοῖς ἤνασσεςἀνδράσιν, ὦ βασιλεῦ, ὕστατα ἂν ἐλωβήσω. Θερσίτης δὲ ἱκανὸν εἶναι δεικνὺςκαὶ μόνον τὸν Ἀχιλλέα ὑπὲρ ἑαυτοῦ ἀμύνεσθαι, φησίν, ὅτι μεθήμων ὁ Ἀχιλλεύς· ὡς εἰ μὴ τοῦτο ἦν, τὰ ὕστατα νῦν ἐλωβήσω ἄν. οὕτω καὶ μὴ θέλων ὁ κακὸςἀνδρειότατον τὸν Ἀχιλλέα παραδείκνυσι. Σημείωσαι δὲ ὅτι οὐδὲ ἐνταῦθα ἐνκαιρῷ τοῦ Ἀχιλλέως ὑπερπαθεῖ ὁ ἀκαιρολόγος. ἐχρῆν γὰρ τότε αὐτὸν ὑπερλαλεῖν τοιαῦτα τοῦ Ἀχιλλέως, ὅτε ἠτιμοῦτο· ὁ δὲ τότε μὲν φθονῶν τάχα καὶἔχαιρε, νῦν δὲ οὐ κατὰ καιρὸν λαλεῖ. (ῃ. 243) Ὅτι βαρυνόμενος οἷον ὁποιητὴς κατὰ τοῦ Θερσίτου βραχυλογίᾳ τινὶ λεληθότως τὴν ἐκείνου ἀπόνοιανἀμύνεται λέγων· «ὣς φάτο νεικείων Ἀγαμέμνονα ποιμένα λαῶν», οἱονεὶλέγων, ὅτι τοιαῦτα ὁ τοιοῦτος τοῦ ἀγαθοῦ βασιλέως κατερρητόρευσε. τὸ γὰρποιμένα λαῶν οὐ μάτην ἐνταῦθα παρέρριψεν ὁ ποιητής, ἀλλὰ τρόπον τινὰ ἔφη, ὅτι πῶς ἂν ὁ τοιοῦτος τὸν εὐπειθέστατον λαὸν ἴσχυσεν ἐκταράξαι καὶ ἀπεναντίαςἀγαγεῖν τῷ ποιμένι τὸ ποίμνιον; οὐ γὰρ ἁπλῶς ἦρχεν ὁ Ἀγαμέμνων, ἀλλὰποιμὴν ἦν λαοῦ. Καὶ σημείωσαι ὅτι οὔτε αἰπόλος οὔτε βουκόλος ἀλλὰ ποιμὴνλέγεται ὁ βασιλεὺς λαῶν, ὅ ἐστιν ἀνθρώπων εὐπειθῶν ὡς οἷα προβάτωνπροϊστάμενος. οὐδὲν γὰρ τῶν ἄλλων εὐπειθὲς ὡς τὸ πῶϋ τῷ ἄγοντι. Ἔστι δὲπῶϋ μὲν πλῆθος προβάτων, ποιμὴν δὲ ὁ κατανέμων αὐτά. διὸ καὶ ποιμαίνεινλαὸν ὁ βασιλεὺς λέγεται, οὐ μὴν αἰπολεῖν, πολλῷ δὲ πλέον οὐδὲ βουκολεῖν. τὸ γὰρ βουκολεῖν ταὐτόν ἐστι τῷ ἀπατᾶν· πολλάκις καὶ ὡς φαῦλον λαμβάνεται. τὸ δὲ ποιμὴν λαῶν ταὐτὸν ὂν τῷ «ἀνδρῶν ποιμάνωρ» συνθέτως Αἰσχύλοςεἴρηκε καὶ τὸ τοιοῦτον ποίμνιον ποιμανόριον. Σημείωσαι δὲ ὅτι ἐν τοῖς ἑξῆςπαραβολικῶς καὶ αἰπόλῳ εἰκάσει τὸν βασιλικὸν ἄνδρα κρίνοντα, ἤτοι διακρίνοντα, ἐξ ἑτέρων τοὺς ὑπ' αὐτόν, ἴσως μὲν ὅτι γενικῶς πάντα τὰ τοιαῦτα τῇκλήσει τοῦ ποιμένος ἐμπεριέχονται, μάλιστα δὲ καί, ἵνα ἐμφήνῃ ὁ ποιητής, ὅτι ἔστι μὲν καὶ αἰπόλους εἰπεῖν τοὺς βασιλεῖς, ὀνομάζονται δὲ ὅμως ἐκ τοῦκρείττονος. (ῃ. 244) Ὅτι τὰ μὲν ἄλλα ληρῶν ὁ Θερσίτης φορητὸς ἦν· ὅτε δὲτοὺς Ἕλληνας τοῦ νόστου ὑπέμνησεν, εἰς ὃν προορμήσαντες μόλις ἀπὸ τοῦὈδυσσέως κατεσχέθησαν, ἐνταῦθα ὁ Ὀδυσσεύς, ὡς καὶ προείρηται, ὑποπτήξας μήποτε λύσῃ τὴν ἀγορὰν ὁ Θερσίτης, παρίσταται οὐχ' ἁπλῶς ἀλλὰ ὦκα· ἔδει γὰρ αὐτὸν ἐπιταχῦναι τῷ πράγματι. καὶ τὸ ἐντεῦθεν ὑπόδρα ἰδὼνχαλεπῷ μύθῳ ἐπέπληξεν, ἔτι δὲ καὶ ἠπειλήσατο καὶ σκήπτρῳ ἔπληξεν, ἐξ οὗσημειοῦνται οἱ παλαιοὶ μὴ βασιλέα εἶναι τὸν Θερσίτην, καθὰ καὶ προείρηται. οὐ γὰρ ἂν οὕτως ἀτιμότατα ὁ Ὀδυσσεὺς προσηνέχθη αὐτῷ, οὐ μόνον ὑβρίσας, ἀλλὰ καὶ ἀπειλὴν αἰσχίστην ἀπειλησάμενος, ὡς μετ' ὀλίγα ῥηθήσεται, καὶπληγὴν δὲ ἐντρίψας γενναίαν τε καὶ βιαίαν. Ἰστέον δὲ ὅτι τὸ Θερσίτης ἐκτείνειἀναγκαίως τὸ παραλῆγον δίχρονον, ὡς μὴ ἄλλως εὐχρηστούμενον Ὁμήρῳ εἰςμέτρον δακτυλικόν. καὶ ὅτι Θερσίτης, φασίν, ὡς καὶ προείρηται, καλεῖται παρὰτὸ θέρω θέρσω τὸ θερμαίνω· θερμὸς γάρ, φασίν, ἦν καὶ προπετής· καὶ μάρτυςὈδυσσεὺς ῥάβδῳ τοῦτον, φασί, παύσας τοῦ φρονεῖν ὑπερόρια. Κατὰ δὲ ἑτέρουςπαρὰ τὸ θάρσος, ὃ Αἰολεῖς θέρσος λέγουσιν, ἡ κλῆσις τῷ ἀνδρί, κατὰ ἀντίφρασινμέντοι· οὐ γὰρ εὔτολμος φανεῖται, ἀλλὰ θρασύδειλος, ὅσγε καὶ κλαύσεται ἐντοῖς ἑξῆς ἀγεννῶς. Ὡς δὲ ἡ θερμότης καὶ εἰς ἔπαινον συντελεῖ, καθ' ὃν θερμουργὸς Ἀλέξανδρος ὁ πάνυ λέγεται, καὶ εἰς ψόγον δέ, καθὰ δηλοῖ καὶ ὁ Κωμικὸςδιαλελυμένως εἰπών «θερμὸν ἔργον» τὸ ἀναιδές, ἔστι πολλαχόθεν συναγαγεῖν. (ῃ. 246– 51) Ὅτι τοιαύτη τις ἡ κατὰ τοῦ Θερσίτου δημηγορία τῷ Ὀδυσσεῖ· «Θερσῖτ' ἀκριτόμυθε, λιγύς περ ἐὼν ἀγορητής, ἴσχεο μηδ' ἔθελ' οἶος ἐριζέμεναιβασιλεῦσιν. οὐ γὰρ ἐγὼ σέο φημὶ χερειότερον βροτὸν ἄλλον ἔμμεναι, ὅσσοιἅμ' Ἀτρείδῃσ' ὑπὸ Ἴλιον ἦλθον. τῷ οὐκ ἂν βασιλῆας ἀνὰ στόμα ἔχων ἀγορεύοις καί σφιν ὀνείδεά τε προφέροις νόστον τε φυλάσσοις» καὶ τὰ ἑξῆς. (ῃ. 246) Ἔστι δὲ ἀκριτόμυθος ἢ ὁ πολύλογος, ὡς καὶ ἄκριτα φῦλα τὰ δυσδιάκριτα διὰπληθυσμόν, ἢ ὁ ἀδιευκρίνητος ἐν τῷ λέγειν καὶ ἄκοσμος. εἰ γάρ τις τὴν αὐτοῦδημηγορίαν σκέψεται, ἧς τέλος ἐστὶ τὸ οἴκαδε νεώμεθα, πολυλογίαν μὲν ἔχεικαὶ τραχύτητα κατὰ τοῦ βασιλέως, κατασκευὴν δὲ τῆς ἀξιώσεως οὐδεμίαν τῆςἀξιούσης οἴκαδε νέεσθαι. Τί γὰρ συμβάλλεται τῷ Θερσίτῃ πρὸς τὸ δεῖν ὑποχωρῆσαι τοὺς Ἕλληνας, ἐὰν ὁ βασιλεὺς πολλὰ ἔχῃ χρήματα καὶ πολλὰς γυναῖκαςκαὶ ἐὰν τὸν Ἀχιλλέα ἠτίμησεν, ὃν αὐτὸς οὐ πάντων ἀμείνονα κρίνει, ὡς εἴρηται. τοὐναντίον μὲν οὖν καὶ ἐναντιοῦνται τὰ τοιαῦτα πρὸς τὴν ἀξίωσιν. δύνανταιγὰρ οἱ Ἕλληνες εἰπεῖν, ὅτι ἐὰν ὁ βασιλεὺς πολλὰ ἔχῃ, μενετέον καὶ ἡμᾶς, ἵναπολλὰ κτησώμεθα, καὶ ὅτι ὁ ἀτιμήσας ἕνα, ὃς οὐ πάντων, ὡς σὺ φῄς, ἐστὶνἀμείνων, εἰς οὐδὲν μέγα ἐσφάλη. Χρήσιμον δὲ εἰς σαφήνειαν τοῦ ἀκριτομύθουκαὶ τὸ ἀκριτόφυλλον ὄρος ἐν τοῖς ἑξῆς. Τὸ δέ «λιγὺς εἶναι ἀγορητής» ἢ εἰρωνικῶςεἴρηται ἢ ὡς καὶ ὀξέα κεκληγότος τοῦ Θερσίτου, καθὰ προείρηται, γυναικικώτερον ἢ καὶ ὡς ἄλλως λιγέος ἤτοι ὀξέος, ὅ ἐστι θυμικοῦ, κατὰ τρόπον μεταλήψεως καὶ διὰ τοῦτο καὶ φιλονείκου, εἴγε νεικείων ἦν Ἀγαμέμνονα· Ἄλλως δέ γε οὐκ ἐπίψογον τὸ λιγύ, εἴγε καὶ ὁ γέρων Νέστωρ λιγὺς Πυλίων ἐρρέθηἀγορητής. διὸ παρακατιών φησιν, ὡς μακρὰ βοῶν Ἀγαμέμνονα νείκεεφωνῇ τάχα χρώμενος μιαρᾷ, ὁποίᾳ καὶ ὁ παρὰ τῇ κωμῳδίᾳ Κλέων Κυκλοβόρου, φασίν, φωνὴν ἔχων, Ἀττικοῦ τινος δηλονότι χειμάρρου θορυβοῦντος ἐν τῷ ῥέειν. (ῃ. 247) Τὸ δέ «μὴ ἔθελε οἶος ἐρίζειν τοῖς βασιλεῦσι» δημαγωγικόν ἐστιν. οἱονεὶ γὰρ λέγει ὅτι σὺν τῷ δήμῳ λαλῶν οὐκ ἂν τυχὸν ἐκωλύθης, μόνος δὲ οὐκἂν ἐρίζοις. (ῃ. 249 ς.) Εἶτα καὶ τὸ νόημα αὔξων καὶ παραδεικνὺς οἷος ὁ Θερσίτης ἐπάγει, ὅτι «οὐ γὰρ ἐγὼ σοῦ φημι χείρονα βροτὸν ἄλλον εἶναι, ὅσοιἐς Τροίαν ἦλθον», μονονουχὶ λέγων «μὴ θέλε μόνος ἐρίζειν τοῖς βασιλεῦσι καὶταῦτα πάντων χείρων ὤν». εἰ γὰρ καὶ Ἀχιλλεὺς μόνος ἤρισε χθές που τῷβασιλεῖ, ἀλλ' ἐκεῖνος ὁ πάντων ἦν ἄριστος. Καὶ σημείωσαι καὶ νῦν, ὅτι ἔχειςπαρὰ τῷ ποιητῇ ἄριστον μὲν καὶ κάλλιστον τὸν Ἀχιλλέα, χείριστον δὲ καὶ αἴσχιστον τὸν Θερσίτην· καλῶς ἄρα καὶ ἔχθιστος ἦν τῷ Ἀχιλλεῖ. [Ἐνταῦθα δὲ σημείωσαι εἰς τὸ μήτινα ἐν Ἀχαιοῖς χείρονα τοῦ Θερσίτου εἶναι, ὅτι οὐ πάνυἀπροσφυὲς εἰπεῖν ὡρμημένον ἐκ τῶν παλαιῶν, ὡς οὔτ' ἂν δύο Λυσάνδρουςὑπήνεγκεν ἡ Σπάρτη, οὔτ' ἂν δύο Ἀλκιβιάδας αἱ Ἀθῆναι κατὰ τοὺς παλαιούς, οὕτω δὲ οὐδὲ δύο ἂν τοιούτους Θερσίτας ἴσως τὸ Πανελλήνιον.] (ῃ. 250) Τὸδέ «ἀνὰ στόμα ἔχων» ἀστείως εἴρηκεν ἀντὶ τοῦ οὐκ ἂν ἀγορεύοις ἀεὶ ἐν στόματιἔχων τοὺς βασιλεῖς, ὡς εἴπερ τις βασιλικὸν σκῆπτρον ἐν χειρί. καὶ ἄλλωςδὲ οὐ μόνον οὐ χρὴ ὑβρίζειν, ἀλλ' οὐδὲ ἁπλῶς ἀνὰ στόμα φέρειν τοὺς βασιλεῖςχρὴ τὸν τυχόντα. δῆλον δὲ καὶ ἐκ τούτου ὅτι πᾶσιν ἤριζε βασιλεῦσι. διὸ καὶπᾶσι μὲν ἐχθρός, ὡς εἰκός, ἦν, ἔχθιστος δὲ μάλιστα τῷ Ἀχιλλεῖ καὶ τῷὈδυσσεῖ, ὡς προείρηται. [(ῃ. 251) Τὸ δὲ προφέροις πρωτότυπόν ἐστι τῆςπροφορᾶς, ἀφ' ἧς παρὰ τοῖς ὕστερον ὁ προφορικὸς παρῆκται λόγος. ὅτι δὲπροφέρειν καὶ τὸ νικᾶν λέγεται, ὅθεν καὶ ὁ προφερέστερος, δῆλόν ἐστιν. Ἡσίοδος δὲ ἐν τῷ «προφέρει μὲν ὁδοῦ, προφέρει δὲ καὶ ἔργου» ἑτεροῖόν τισημαινόμενον τοῦ προφέρειν ὑποκρούεται καὶ οὐκ αὐτόχρημα λαμβάνει ἀντὶτοῦ ὑπερφέρει, ἀλλ' ἀντὶ τοῦ προάγει, προκόπτειν ποιεῖ, προκινεῖ, προβιβάζει.] Τὸ δέ «νόστον φυλάσσοις» ἀντὶ τοῦ ἐπιτηροίης καὶ παρακατέχοις εἰς ἀφορμὴνστάσεως καὶ ἀποστάσεως· ἔοικε γὰρ σκοπὸν δημηγορίας καὶ πρὸ τούτουπολλάκις ποιεῖσθαι ὁ Θερσίτης τὸ νεώμεθα οἴκαδε. Καὶ ὅρα οἷον ἡ δημοτικὴἰσηγορία, εἰ καὶ τῷ γελοιοτάτῳ Θερσίτῃ μέτεστιν αὐτῆς. Ἰστέον δὲ καὶ ὅτι διὰτὸ ἡδὺ τοῦ τοιούτου νόστου καὶ νόστιμον ἔδεσμα λέγεται τὸ ἡδύ. Ὅτι δὲ καὶθεός τις ἐπιμύλιος Εὔνοστος ἐκαλεῖτο, ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν γέγραπται. (ῃ. 252) Ὅτι Ὁμήρου εἰπόντος, ὡς οὐκ ἴδμεν ὅπως ἔσται τάδε ἔργα, ἤγουν εἰς οἷον τέλος ἀποβήσονται, φασὶν οἱ παλαιοί, ὅτι τὸ μὲν ἔσται ἐπὶ ὑπάρχοντοςλέγεται, οἷον «ἔσται γέρων οὗτος», ὁ νῦν δηλαδὴ ὑπάρχων ἐν νεότητι, τὸδὲ γενήσεται ἐπὶ μὴ ὄντος, ὡς τὸ «γενήσεται παῖς», ὁ μήπω δηλαδὴ ὤν. [Τὸδὲ ἴδμεν Δωρικὴν ἔχει τροπὴν τοῦ ˉσ εἰς ˉδ κατὰ τὸ κεκαδμένος, ὅ ἐστι κεκοσμημένος, ἔτι δὲ καὶ τὸ Κάδμος. θέμα γὰρ αὐτοῦ τὸ ἴσημι, οὗ πληθυντικὸν ἴσαμενκαὶ συγκοπῇ ἴσμεν. τινὲς δὲ τολμῶσιν ἐκ τοῦ οἴδαμεν συγκόψαι αὐτὸ ἀποβάλλοντες τὸ κατάρχον ˉο. Τοῦ δέ «τάδε ἔργα» διασαφητικὸν τὸ «ἢ εὖ ἢ κακῶςνοστήσομεν».] (ῃ. 255 ς.) Ὅτι Θερσίτου εἰπόντος ὡς πολλὰς γυναῖκας δίδομενοἱ Ἀχαιοὶ τῷ βασιλεῖ καὶ οὕτω φίλα μὲν τῷ δήμῳ λέγοντος, κοινοποιουμένουδὲ τὴν εὐεργεσίαν διὰ τοῦ δίδομεν, ἔτι δὲ εἰπόντος καί, ὅτι ἐγὼ δήσας ἄγωαἰχμάλωτον, δι' οὗ χρυσὸς προσγίνεται τῷ βασιλεῖ, Ὀδυσσεὺς εἰς ὑπερβολὴνἀντιδημαγωγῶν καὶ τὴν τοῦ Θερσίτου ὑπὲρ ἑαυτοῦ σεμνολογίαν ἐξαφανίζωνμέμφεται αὐτὸν λέγων ἐν ἐρωτήσει· «Κάθησαι ὀνειδίζων τῷ βασιλεῖ, ὅτι οἱμάλα πολλὰ διδοῦσιν ἥρωες Δαναοί, σὺ δὲ κερτομέων ἀγορεύεις;» οὐ γὰρ λέγειδίδως ἢ διδόατε τῷ βασιλεῖ, ἀλλὰ διδόασιν οἱ Δαναοί, καὶ οὐ γυναῖκας μόνον, ὡς σὺ ἔφης, ἀλλὰ πολλά, καὶ οὐ τοῦτο μόνον ἀλλὰ μάλα πολλά, καὶ οὐχ' ἁπλῶς Δαναοὶ κατὰ τὸν σὸν λόγον, ἀλλὰ ἥρωες Δαναοί. σὺ δὲ δίδως μὲν πρᾶγμαοὐδέν, ἀγορεύεις δὲ κερτομῶν, ὅ ἐστι δακνηροὺς μόνον λόγους δίδως τῷβασιλεῖ. Κέρτομος γὰρ λόγος ὁ κέαρ τέμνων, ὅ ἐστι δάκνων ψυχὴν καὶθυμοδακής, ἐξ οὗ καὶ τὸ «κερτομίοις Δία Κρονίονα προσηύδα». Τὸ δέ «ἧσαιὀνειδίζων» ἀντὶ τοῦ διατρίβεις, ἀργεῖς· οὐ γὰρ ἐκάθητο ἀληθῶς ὁ Θερσίτης, ἀλλὰ ἵστατο. μετὰ γοῦν τὴν πληγὴν ταρβήσας καθέζεται· εἰ μὴ ἄρα παίζει εἰςτὴν τοῦ αὐχένος καὶ τῶν ὤμων καὶ τῶν στηθέων συνίζησιν ὁ ποιητὴς διὰ τὸδοκεῖν τὸν Θερσίτην οὕτω συνιζάνοντα καθῆσθαί πως καὶ ὅτε ἵστατο. (ῃ. 248 ς.) Ὅτι ἐν πολλοῖς τὸ φημί ἀξιωματικῶς καὶ ἀποφαντικῶς οἱ παρὰ τῷ ποιητῇδημηγοροῦντες τιθέασιν, ὡς εὖ εἰδότες καὶ ἐφ' οἷς λέγουσιν ἀληθεύοντες. οὕτως ὁ βασιλεὺς εἶπε· «τόσσον ἐγώ φημι πλέας εἶναι Ἀχαιούς». ἐρεῖ δὲ καὶὁ Νέστωρ· «φημὶ γὰρ οὖν κατανεῦσαι τὸν Δία». οὕτω καὶ Ὀδυσσεὺς ἐνταῦθάφησιν· «οὐ γὰρ ἐγὼ σέο φημὶ χερειότερον βροτὸν ἄλλον εἶναι, ὅσοι ἅμα Ἀτρείδαις ὑπὸ Ἴλιον ἦλθον». καὶ ἔστι τοῦτο κρίσις Ὁμηρικὴ καὶ ἐπίκρισις τῆς τοῦΘερσίτου διαπλάσεως, ὡς μὴ εὐχερὲς ὂν χείρω τοῦ Θερσίτου ῥᾳδίως εὑρεθῆναι, εἴγε λωβητὸς οὕτως ἦν κατά τε σῶμα καὶ ψυχήν. Ὅρα δὲ τὸ ἀσφαλὲς τοῦ λόγου· οὐ γὰρ εἶπε χείρονα πάντων ἀνθρώπων, ἀλλὰ τῶν συστρατευσάντων τοῖς Ἀτρείδαις. ἄλλως γὰρ τί κωλύει ἐν ὅλῳ τῷ κόσμῳ εἶναί τινα τοῦ Θερσίτου χείρονα. [Τὸ δὲ μήτινα τῶν ἐν Τροίᾳ χείρω εἶναι Θερσίτου ἀμύνει τῷ Ἀχιλλεῖ, ῥηθέντιπρὸς τοῦ αἰσχίστου οὐχ' ἁπλῶς ἀρίστου, ἀλλὰ μέγα ἀμείνονος φωτὸς ἤπερ ὁβασιλεύς. μονονουχὶ γάρ φησιν, ὡς ὁ μὲν Ἀχιλλεύς, εἰ καὶ μὴ πάντων, ἀλλὰἑνός τινος γοῦν μέγ' ἀμείνων ἐστί, τοῦ βασιλέως δηλαδή, ὡς σὺ φῄς, σὺ δὲοὐδενὸς ἀμείνων ἀλλὰ πάντων χείρων, εἴγε μηδεὶς χείρων σου ἐνταῦθα ἥκει.] Τὸ δὲ χερειότερον οὐ ζηλωτὸν τοῖς πεζὰ ῥητορεύουσιν, ὡς οὐδὲ τὸ ῥηΐτερον οὐδὲτὸ ῥᾳότερον οὐδὲ τὸ «πλειοτέρῃ σὺν χειρί» οὐδ' ὅσα ἕτερα τοιαῦτα. ποιηταῖςμέντοι χρηστά εἰσιν, ὡς πολλαχοῦ φαίνεται, [παρ' οἷς οὐ μόνον διπλῆ κατὰπαραγωγήν ἐστι σύγκρισις ἔν τε τοῖς ῥηθεῖσι καὶ ἐν τῷ λῷον λωΐτερον, ἀλλὰκαὶ ἐξ ὑπερθέσεως καταβιβασμὸς εἰς σύγκρισιν, ὡς δῆλον ἐκ τοῦ λαλίστερος, ὃ παρειλκῦσθαι δοκεῖ ἐκ τοῦ λάλιστος. ἔτι δὲ καὶ ἐπίτασις ὑπερθέσεως ἐν τῷκλέπτιστος κλεπτίστατος, λάλιστος λαλίστατος, κύδιστος κυδίστατος παρὰ Νικάνδρῳ, οἷς συντακτέον καὶ τὸ κορυφαῖος κορυφαιότατος. διπλῆς δὲ συγκρίσεως παράδειγμα, κωμικὸν μέντοι, καὶ τὸ προτεραίτερος, ὅ ἐστι πρότερος. ὥσπερ δὲ διπλοῦται ὁ σχηματισμὸς ἐν τοῖς εἰρημένοις, οὕτω ποτὲ πάσχει καὶἐν κτητικοῖς. Δημήτρειος γοῦν φαμεν καὶ Δημητρειακὸς καὶ Σάμιος καὶ Σαμιακὸς καὶ Ῥόδιος καὶ Ῥοδιακὸς καὶ ἕτερα ὁμοίως.] (ῃ. 258) Ὅτι πολλάκιοἱ ῥήτορες τὸ «ὡς» οἷα παρέλκον τίθενται, οἷον πρᾶγμα εὖ τε καὶ ὡς ἑτέρωςἔχον ἀντὶ τοῦ καὶ ἑτέρως ἔχον. δέδωκε δὲ καὶ τούτου Ὅμηρος τὴν ἀρχὴνεἰπών· «εἴ σε ἀφραίνοντα κιχήσομαι ὥς νύ περ ὧδε», ἀντὶ τοῦ «ἐάν σε εὕρωοὕτως ἀφραίνοντα» εἰ μὴ ἄρα τὸ ὡς ἀντὶ τοῦ λίαν ἐστί. καὶ ἐπὶ ἄλλων δὲτοῦτο γίνεται λέξεων, ὡς πρὸ ὀλίγου δεδήλωται. (ῃ. 259 ς.) Ὅτι μέλλωνεἰπεῖν ὁ Ὀδυσσεύς, ὡς ἐὰν μὴ τόδε ποιήσω, μηκέτι ζῴην μήτ' ἐγὼ μήτε ὁυἱός μου Τηλέμαχος, οὕτω περιφράζει· «μηκέτ' ἔπειτ' Ὀδυσῆϊ κάρη ὤμοισινἐπείη, μηδέ τι Τηλεμάχοιο πατὴρ κεκλημένος εἴην». τούτων γὰρ τὸ μὲνπρῶτον ἐπαρᾶται στρατιωτικώτερον τὸν ἐκ πολέμου θάνατον, τὸ δὲ ἐφεξῆςτὸν τοῦ υἱοῦ θάνατον δηλοῖ· Τηλεμάχου γὰρ θανόντος οὐκέτι πατὴρ ὁ Ὀδυσσεύς. Κάρη δὲ ἐνταῦθα τὴν κεφαλὴν ἔφη σὺν τῷ αὐχένι· οὕτω γὰρ τοῖς ὤμοιςἐπεῖναι ἡ κεφαλὴ λεχθήσεται. (ῃ. 261– 4) Ὅτι καὶ πάλιν ὁ Θερσίτης φαίνεταιμὴ βασιλεὺς εἶναι, ἀφ' ὧν ὁ Ὀδυσσεὺς λέγει. φησὶ γάρ· «τάδε πάθοιμι», ὡςπροεγράφη, «εἰ μὴ ἐγώ σε λαβὼν ἀπὸ μὲν φίλα εἵματα δύσω, χλαῖνάν τ' ἠδὲχιτῶνα, τά τ' αἰδῶ ἀμφικαλύπτει, σὲ δὲ κλαίοντα θοὰς ἐπὶ νῆας ἀφήσω πεπληγώς». Δῆλον γὰρ ὅτι οὐκ ἂν οὕτως ἀπρεπῶς ἀπεκδῦσαι καὶ πλῆξαι ἔνδοξονἄνδρα ἠπειλήσατο. (ῃ. 262) Ἰστέον δὲ ὅτι τὸ «χλαῖνάν τε καὶ χιτῶνα» ἐφερμηνευτικόν ἐστι τοῦ εἵματα, ἅπερ φίλα λέγει, ὡς ἄν τις εἴποι οἰκεῖα. Ὡς ἐπὶπολὺ δὲ συγγενικῆς καὶ ἑταιρικῆς οἰκειότητος ἡ λέξις δηλωτική, ὡς μυριαχοῦφανήσεται. Αἰδῶ δὲ ὀνομάζει, ὥς που καὶ ἐπὶ Πριάμου, τὰ παρὰ τοῖς ὕστεροναἰδοῖα. Καὶ ὅρα ὅτι ὁμώνυμος λέξις καὶ ἡ αἰδώς· οὐ γὰρ μόνον τὸ ἐπαινετὸνπάθος τῆς ψυχῆς, ὃ καὶ αἰσχύνη λέγεται κοινότερον κατὰ τὸ «αἰσχύνομαί σεπροσβλέπειν ἐναντίον», ἤγουν αἰδοῦμαι, ἀλλ' ἰδοὺ καὶ σώματος μόριον. Τὸ δέ» ἃ αἰδῶ ἀμφικαλύπτει» περιφραστικῶς εἶπεν· οὐ γὰρ ἔκειτο ἴσως μία λέξιςδηλωτικὴ τοῦ καλύμματος τῆς αἰδοῦς, ὅπερ οἱ Ῥωμαῖοι μὲν βράκαν φασίν, ἕτεροι δὲ ἀναξυρίδα ἐκ τοῦ ἀνασύρεσθαι. Τὸ δὲ ἀμφικαλύπτει δηλοῖ μὲν τὸπάντοθεν καλύπτει· ἑρμηνεύεται δὲ ἢ παραφράζεται ὑπὸ Εὐριπίδου ἐν τῷ» κρύπτουσα, ἃ κρύπτειν ὄμματα χρεών», τὰ τῶν ἀρσένων, ὡς ἐκεῖνός φησιν· ὡς δέ τις ὕστερον παρῴδησε, τὰ τῶν ἀνθρώπων. Σημείωσαι δὲ ὅτι ἀπειλησάμενος Ὀδυσσεὺς πλῆξαι τὸν Θερσίτην καὶ μηδένα ἰδὼν δυσχεράναντα εὐθὺςἐπιτίθησι καὶ πληγὴν καὶ ποιεῖ οὐχ' ὅλον αὐτὸ ἐκεῖνο τὸ ἀπειληθέν, ἀλλὰμικρόν τι καὶ φορητότερον· οὐ γὰρ ἀπεκδύει, ὡς ἠπειλήσατο, φοροῦντα δὲ τὰεἵματα πλήττει. φησὶν οὖν ὁ ποιητής· (ῃ. 265 ς.) «ὣς ἂρ ἔφη· σκήπτρῳ δὲμετάφρενον ἠδὲ καὶ ὤμω ἔπληξεν», ὡς οἷά τινα μαστιγίαν· ἐπεὶ καὶ νωτοπλῆγαοἱ παλαιοὶ ῥήτορες τὸν μαστιγίαν φασί. καὶ οὐδὲ πληγὰς πολλάς, ἀλλὰ μίανἐπιτίθησιν. εἶτα διασκευάζων τὸν λόγον πρὸς τὸ γελοιῶδες καὶ κωμικώτερον, οὕτω διαγράφει τὰ κατὰ τὸν Θερσίτην· (ῃ. 266– 70) «ὃ δ' ἰδνώθη, θαλερὸν δέοἱ ἔκπεσε δάκρυ». μεθὸ εἰπών, ὅτι «σμῶδιγξ δ' αἱματόεσσα μεταφρένουἐξυπανέστη σκήπτρου ὑπὸ χρυσέου», θρασύδειλον χαρακτηρίζει τὸν Θερσίτηνἐπαγαγών· «ὃ δ' ἂρ ἕζετο τάρβησέν τε». εἶτα πάλιν τὸ γελοῖον ἐπάγων φησίν·» ἀλγήσας δέ, ἀχρεῖον ἰδών, ἀπεμόρξατο δάκρυ», ὅπερ ἰδόντες Ἕλληνεςδιεχέθησαν γελάσαντες ἐφ' οἷς ἐκεῖνος ἐδάκρυε. λέγει οὖν· «Οἳ δὲ καὶ ἀχνύμενοίπερ ἐπ' αὐτῷ ἡδὺ γέλασαν». κατὰ γὰρ τοὺς παλαιοὺς καλὸν μὲν πρόσωπονοὐκ ἀχρειοῦται δάκρυσι, τὸ δὲ μὴ καλὸν αἴσχιον ἐν τῷ δακρύειν γίνεται. διόπερὁ Θερσίτης παναισχὴς ὢν καὶ αὐτόθεν γέλωτα προκαλούμενος ἔτι μᾶλλονγελοῖος ἐν τῷ δακρύειν ἄρτι γίνεται καὶ ὥσπερ τὰ παρ' αὐτῷ σπουδαῖα γελοῖαἦσαν τοῖς Ἀχαιοῖς, οὕτω καὶ τὸ δάκρυον αὐτοῦ προκαλεῖται τοῖς Ἕλλησι γέλωτα. καὶ αὐτὸς μὲν ἐμβλέπει τοῖς Ἕλλησιν, ἵνα τε γνοίη, πῶς ἐπ' αὐτῷδιάκεινται, καὶ ἅμα καὶ βοήθειαν προκαλέσηται. οἱ δὲ τοσοῦτον ἀπέχουσιν, ὧν ἐκεῖνος ἐθέλει, ὥστε ἐπεγγελῶσιν. οὔτε δὲ ἂν ἐπλήγη οὔτε κατεγελάσθη, ἐὰν μὴ τῶν τυχόντων ἦν, ὡς προείρηται. Σημείωσαι δὲ καὶ ὅτι, εἰ μὴ ἐνέβλεψετρανές, ἀλλ' ὑπέκρυπτε τὸ πρόσωπον, οὐκ ἂν ἐγελάσθη. νῦν δὲ ἀφ' οὗ ἐσπούδασεν, ἐξ ἐκείνου γελοῖος ἔδοξε. Σκοπητέον δὲ ἐξ οἵων εἰς οἷα τὰ τῆς περιπετείαςκατήντησαν. οἱ γὰρ διὰ τὴν τοῦ νόστου ἔφεσιν πρὸ μικροῦ σκυθρωπάζοντεςοὐ μόνον παύονται τῆς λύπης ἄρτι καὶ τοῦ νόστου λανθάνονται, ἀλλὰ καὶγελῶσι, καὶ οὐδὲ τοῦτο ἁπλῶς, ἀλλὰ ἡδὺ γελῶσιν. Ὅρα δὲ καὶ ὅπως ἐν μεγάλῳκινδύνῳ καὶ στάσει σφοδρᾷ καὶ δυσμεταχειρίστῳ πολλαῖς ὁ ποιητὴς ἐχρήσατολύσεσιν, Ἀθηνᾶς παρουσίᾳ, δημηγορίαις ἀνδρὸς λογίου, ἀπειλαῖς, πληγαῖς, ἤδηδὲ καὶ γέλωτι. γέλωτος δὲ μεσολαβοῦντος οὐδαμοῦ σκυθρωπότης, εἰ μή τιςγελῴη σαρδάνιον, ὡς ἐν Ὀδυσσείᾳ εὕρηται, οὗ πρὸς ἀντιδιαστολὴν ἐνταῦθακεῖται τὸ «ἡδὺ ἐγέλασαν». (ῃ. 265) Μετάφρενον δὲ λέγεται τὸ ἀπὸ αὐχένος ἕωςὀσφύος, μᾶλλον δὲ τὸ ἀντικρὺ ὄπισθεν τῶν φρενῶν, ὡς ἀλλαχοῦ φανήσεται. (ῃ. 266) Ἰδνωθῆναι δέ ἐστι τὸ συγκαμφθῆναι καὶ γίνεται ἀπὸ τοῦ τὸ ἰνίονδονηθῆναι μετατεθέντος τοῦ ˉδ ὀπίσω τοῦ ˉν. ἔστι δὲ ἰνίον τὸ ὀπίσω τῆς κεφαλῆς, οὗ συμπίπτοντος ἐπὶ τὸ κάτω καὶ συσπωμένου πρὸς τοῖς ὤμοις ἰδνοῦσθαιλέγεται ὁ τοῦτο πάσχων. Τινὲς δὲ ἰδνωθῆναι τὸ ἀνακλασθῆναι νοοῦσιν ἀπὸ τῆςαὐτῆς ἐτυμολογίας, ἵνα πλέον, φασί, προκύψῃ τὸ τοῦ στήθους κυρτὸν καὶσυμπράξῃ τι πρὸς γέλωτα. καὶ ἄλλως δὲ τὸ ἰδνώθη ἀντὶ τοῦ οἷον συνίζησίντινα ἔπαθεν, ἀπὸ τοῦ ἵζω τραπέντος τοῦ ˉζ εἰς ˉδ κατὰ τὴν ἤδη προρρηθεῖσανσυγγένειαν τῶν τοιούτων στοιχείων καὶ πλεονάσαντος καὶ τοῦ νῦ, ὡς ἐπὶ τοῦοἰχνῶ καὶ ἰκνῶ καὶ τῶν ὁμοίων. τὸ δὲ ἰδνώθη εὑρεθήσεται καὶ ἐν τοῖς ἑξῆς, ὅτεπου δράκοντα ἐρεῖ ἰδνωθέντα δακεῖν τὸν ἀετόν. Τὸ δέ «ἔκπεσε δάκρυ» δαψίλειαν δηλοῖ τοῦ ὑγροῦ. τινὲς δὲ γράφουσιν «ἔκφυγε δάκρυ», ἤτοι ταχέωςἐξέδραμε. Θαλερὸν δὲ δάκρυον ἢ τὸ ἀκμαῖον ἢ τὸ ἔνικμον ἐκ μεταφορᾶς τῶνθαλλόντων φυτῶν. Ἰστέον δὲ ὅτι, ἐπεὶ τὰ κυρίως θάλλοντα καὶ ἁπαλά εἰσι, διὰτοῦτο καὶ τέρεν δάκρυόν που λέγεται τὸ ἁπαλόν. ἐπεὶ δὲ καὶ χλωρά εἰσι τὰθάλλοντα καὶ ὑγρότητα ἔχει πλείω, διὰ τοῦτο καὶ ὑγρὸν δάκρυον καὶ χλωρὸν ὁ Εὐριπίδης φησί. Σοφοκλῆς δὲ ἐν Τραχινίαις χλωρὰν ἄχνην δακρύων ἔφη. [̓ Ιστέον δὲ ὅτι τὸ δάκρυ ἀποκοπὴν παθὸν ἐκ τοῦ δάκρυον οὐκέτι κινεῖται εἰςκλίσιν, ὡς οὐδὲ τὸ δῶ ἤτοι δῶμα, οὐδὲ τὸ κρῖ, ὅ ἐστι κρίμνον, οὐδὲ τὸ ἧλ, ὅπερἐστὶν ἧλος, οὐδ' ὅσα ἕτερα τοιαῦτα. ὡς γὰρ οὐκ ἂν ὑπόπουν ζῷον βαδίζοι τῶνποδῶν αὐτῷ ἀποκοπέντων, οὕτω πως οὐδὲ λέξις ἀποβαλοῦσα τὴν λήγουσανἔχοι ἂν κινεῖσθαι εἰς κλίσιν. δῆλον δὲ ὡς ἐκ τοῦ δάκνειν γίνεται τὸ δάκρυον.] (ῃ. 267) Σμῶδιγξ δὲ ὁ ὕφαιμος μώλωψ. ὑποτρέχοντος γάρ, φασίν, αἵματοςκατ' ὀλίγον ἐξῴδηκεν, ὅπερ διὰ τοῦ ἐξυπανέστη δηλοῦται, ὡς μετ' ὀλίγαεἰρήσεται. καὶ γίνεται ἀπὸ τοῦ σμῶξαι, ὥς φασιν οἱ παλαιοί, ὅπερ κατὰ διάλεκτοντὸ πλῆξαι δηλοῖ, ἢ ἀπὸ τοῦ μῶλος, ἡ κακοπάθεια, τροπῇ τοῦ ˉλ εἰς ˉδ, ἢ οἱονεὶαἱμῶδιγξ ἤγουν ὕφαιμος οἴδησις, ὃ τάχα καὶ ὁ ποιητὴς ὑπεμφαίνει ἐν τῷ» αἱματόεσσα ἐξυπανέστη», ὅ ἐστιν οἴδησε. δύναται δὲ καὶ ἀπὸ τοῦ σιμοῦγενέσθαι καὶ τῆς οἰδήσεως συγκοπῇ καὶ ἐκτάσει τοῦ ˉο τῆς διφθόγγου, ἵναεἴη σιμῶδιγξ, ἤγουν σιμοῦ καὶ κοίλου τινὸς σωματικοῦ μέρους καὶ ταπεινοῦοἴδησις, ὅ ἐστιν ὄγκωσις. φησὶ γοῦν· «σμῶδιγξ ἐξυπανέστη», ἤγουν κάτωθενεἰς εὐθὺ ὑψώθη. δηλοῖ γάρ, φασίν, ἐνταῦθα ἡ μὲν ὑπό πρόθεσις τὸ κάτωθεν, ἡ δὲἔξ τὸ εἰς εὐθύ, ἡ δὲ ἀνά τὸ ὕψος, ὡς καὶ ἐν τῷ ὑπεξαναδύς καὶ τοῖς ὁμοίοις. Ἰστέον γὰρ ὅτι οὐδαμοῦ στοιβὴν προθέσεων μάτην οὕτω τίθησιν ὁ ποιητής, ἀλλ' ἑκάστη τῶν συγκειμένων προθέσεων σημαίνει τι, ὡς καὶ ὅτε εἴπῃ ἡμιόνουςὑπεκπρολυθῆναι ἀπήνης. καὶ ἐκεῖ γὰρ ἡ μὲν ὑπό πρόθεσις τὴν κάτω σχέσινδηλοῖ, ἡ δὲ ἔξ τὴν ἐκτός, ἡ δὲ πρό τὴν ἐπὶ τὰ ἔμπροσθεν, ἵνα λέγῃ ὅτι κάτωθεντοῦ ζυγοῦ ὄντας ἔξω ποιήσαντες ζυγοῦ προελθεῖν εἰς νομὴν ἐποίησαν. ὡς δὲ τὸσιμόν καὶ ἐπὶ ταπεινότητος τίθεται τῆς κατὰ κοιλότητα, δηλωθήσεται, ὅπουνῆες πρόκροσσαι λέγονται. ὅτι δὲ τὸ σμῶδιγξ, καθὰ καὶ τὸ σμερδαλέον καὶ τὸσμικρόν, διὰ τοῦ ˉζ εἶχον τὴν προφορικὴν ἀρχὴν πάλαι ποτὲ διὰ τὸ παρεοικὸς τοῦἤχου, δηλοῦσιν οἱ παλαιοί, ὧν ἐν ῥητορικοῖς Λεξικοῖς τοῖς κατὰ στοιχεῖονκεῖται καὶ ταῦτα ἐν τῷ ˉζ στοιχείῳ· ζμινύη ὁτὲ τὸ σκαφεῖον, ὁτὲ ἀξινάριον· οἱ δὲ δίκελλαν. καὶ ζβέσαι τὸ παῦσαι, λῆξαι, κοιμίσαι. καὶ ζβεννυμενάων αἰγῶν, ληγουσῶν. καὶ ζμῶσαι τὸ πατάξαι. Αἴλιος δὲ Διονύσιός φησιν, ὅτι ζμικρὸν καὶμικρὸν οἱ Ἀττικοί, μικκὸν δὲ Ἴωνες. οὕτω δὲ γράφουσι καὶ τὸ ζμῆγμα καὶ τὴν ζμινύην, ἣν καὶ αὐτὸς ἀξινάριον λέγει φέρων καὶ χρῆσιν Ἀριστοφάνους ταύτην·» ἀλλ' ἱμάντα μοι δὸς καὶ σμινύην, ἐγὼ γὰρ εἶμ' ἐπὶ ξύλα». Εἰς δὲ τὴν τοῦ Θερσίτου πληγὴν καὶ τοιοῦτόν τι γράφουσιν οἱ παλαιοί· ὅτι ὁ μὲν εὐφυὴςνουθεσίαις ῥυθμίζεται· ὁ δὲ ἄκοσμος μέν, εὖ δὲ ἔχων τὰ εἰς σῶμα, βασάνοιςκολάζεται καὶ χρημάτων εἰσφοραῖς· ὁ δὲ λελωβημένος, οἷος ὁ Θερσίτης, βραχείᾳ πληγῇ καὶ μεθ' ὅρκων ἀπειλῇ σωφρονίζεται. (ῃ. 269) Τὸ δέ «ἀχρεῖονἰδών» οὐχ' ὅμοιον τῷ τὴν Πηνελόπην ἀχρεῖον γελάσαι, ἀλλ' ἐκεῖ μὲν ἀχρεῖοντὸ ἐπίπλαστον καὶ ὑποκεκριμένον, ἐνταῦθα δὲ ἀχρεῖον ἰδεῖν τὸ ἀκαίρωςὑποβλέψαι καὶ ἐπ' οὐδεμιᾷ χρείᾳ, ἢ ἀντὶ τοῦ μιμοειδὲς καὶ ἀχρειοποιόν, ὡςἀμορφωθέντος τοῦ προσώπου τοῖς δάκρυσι. Τὸ δὲ ἀχρεῖόν φασιν οἱ παλαιοὶ παρὰμὲν τοῖς Ἀττικοῖς προπαροξύνεσθαι ἀναβιβασμῷ τόνου ὡς σύνθετον, παρὰ δὲτῷ ποιητῇ προπερισπᾶσθαι κανόνι τοιούτῳ. Τὰ ἔχοντα τὸ ˉα ἐν τῇ πρώτῃσυλλαβῇ ἐπιφερομένων δύο συμφώνων μετὰ διφθόγγου προπερισπᾶται, οἷονἀνδρεῖος, Ἀργεῖος, ἀχρεῖος. [Τοὺς δέ γε ἄλλως προπερισπῶντας τὸ ἀχρεῖος, ἐπεὶἀχρήϊος λέγεται παρ' Ἡσιόδῳ– ἡ δὲ ὀξεῖα, φασί, καὶ ἡ περισπωμένη συνίζουσαι περισπωμένην ποιοῦσιν– αἰτιᾶται Ἡρωδιανὸς λέγων, ὡς οὐκ ἀεὶ τοῦτο, καθὰ δῆλον ἐκ τοῦ Ἀρήϊος Ἄρειος, βασιλήϊος βασίλειος, αὐλιζομενάων αὐλιζομένων. διό, φησί, τὸ ἀχρεῖος εἴτε παρὰ τὴν χρείαν εἴτε παρὰ τὸ χρέοςπροπαροξύνεσθαι ὀφείλει. ὃ δηλαδὴ καὶ ἐποίουν οἱ Ἀττικοί, ὡς καὶ ἐν τῷἐρῆμον καὶ ἑτοῖμον, τοῖς Ὁμηρικοῖς· καὶ αὐτὰ γὰρ οἱ νεώτεροι Ἀττικοὶ ἀναλόγως παρώξυναν, ὥς φησιν Ἡρωδιανός. ὅτι δὲ οὐδὲ τὸ αἰζήϊος συντελεῖ τι εἰςτὸ προπερισπᾶσθαι τὸ αἰζηός, ὀξύνεται γὰρ πρὸς ἀναλογίαν τοῦ νηός καὶ πηόςκαὶ τῶν ὁμοίων, δηλοῦται ἀλλαχοῦ. εἰ δὲ καὶ Ζεὺς Ἄθῳος προπαροξυτόνως ὁ ἐντῷ Ἄθῳ τιμώμενος μετὰ προσγραφῆς τοῦ ἰῶτα πρὸς διαστολὴν τοῦ ἀθῷος ὁἀζήμιος, οὐδὲ ἐκεῖ ἄρα ἡ διάλυσις τοῦ ἀθώϊος συνετέλεσεν εἰς προπερισπασμόν, ὁποῖος γίνεται ἐν τῷ πατρώϊος πατρῷος, Μινώϊος Μινῷος καὶ τοῖς ὁμοίοις.] Σημείωσαι δὲ ὅτι τοῦ ἀχρεῖος τὸ ἁπλοῦν εὕρηται παρὰ τῷ εἰπόντι τὸ «ἀνὴρεἰς οὐδὲν χρεῖος», ἤτοι χρειώδης εἰς οὐδέν. εἰ γοῦν χρεῖος ὁ χρειώδης, δῆλονὡς ἀχρεῖος ὁ μὴ χρειώδης. Τὸ δὲ ἀπομόρξατο ἐκ τοῦ μόργω γίνεται ῥήματος, ὅπερ κατὰ ὁμοιότητα τοῦ ἄχνυμαι προσλήψει τοῦ ˉν γίνεται μόργνω, ἐξ οὗμοργνύω, ἀφ' οὗ μόργνυμι· ἐξ οὗ τὸ ἀπομόργνυται καὶ τὰ ὅμοια. ἐκ δὲ τοῦμόργω γίνεται σύνθετον τὸ ἀπομόργω, ἐξ οὗ τὸ ἀπόμοργμα. τὸ δὲ μόργω ἐκ τοῦἀμέργω, τὸ ἐκπιέζω, κατὰ τοὺς παλαιούς, ἐξ οὗ καὶ ἀμόργη, ἡ τοῦ ἐλαίουὑποστάθμη, καὶ τὸ ἀμέλγω κατὰ ἐναλλαγὴν ἀμεταβόλου τοῦ ˉρ εἰς ἀμετάβολοντὸ ˉλ, ὡς ποδαργία ποδαλγία, κεφαλαργία κεφαλαλγία. εἴη ἂν οὖν ἀπομόργεσθαικαὶ ἀπομόργνυσθαι κυρίως τὸ ἐκπιέζειν, ὅθεν ἀπεμόρξατο δάκρυον ἀντὶ τοῦἐξέθλιψε καὶ οἷον ἐκπιέσας ἀπήγαγε τοῦ ὀφθαλμοῦ. τοῦ δὲ μόργω καὶ μόργνυμικοινότερον ἐκ πλεονασμοῦ τοῦ ˉο παρὰ τοῖς μεθ' Ὅμηρον τὸ ὀμόργω καὶὀμόργνυμι. Ὡς δὲ πλεονάζει τὸ ˉο ἐν πολλοῖς, οὐκ ἄδηλον. οὕτω γὰρ ἐκ τοῦνύσσω νύξω ὁ ὄνυξ, καὶ ἐκ τοῦ τλῶ ὄτλος, ἡ κακοπάθεια, καὶ ὀδύνη παρὰ τὸδύνω. εὑρίσκεται δὲ καὶ τὸ ὀδύρεσθαι δύρεσθαι. [Εὕρηται δὲ καὶ ὁ Ὀβριάρεως καθ' ὅμοιον πλεονασμόν. δοκεῖ δέ τισι τοιοῦτον εἶναι καὶ τὸ Ἰλεύς, καὶ τὸ ὀδάξ, ὅ ἐστι δηκτικῶς. εἰ δέ τῳ δόξειε ταὐτὸν εἶναι εἰπεῖν ὀμόργειν καὶἀμέργειν, ἔχεται λόγου καὶ αὐτό· οὕτω γὰρ τὰς ἀσταφίδας καὶ ὀσταφίδαςφαμὲν καὶ τὸν ἀστακὸν ὀστακόν.] (ῃ. 270) Τὸ δέ «οἳ δὲ καὶ ἀχνύμενοί περἐπ' αὐτῷ ἡδὺ γέλασαν» σχῆμά ἐστιν ἀμφιβολίας. οἱ μὲν γάρ φασιν, ὅτι ἀχνύμενοίπερ ἐπ' αὐτῷ ὡς πληγέντι, ὅμως διὰ τὸ ἀχρεῖον τοῦ βλέμματος γαληνιάσαντεςἡδὺ ἐγέλασαν, ὅπερ οὐκ ἂν εὖ ἔχοι. πῶς γὰρ ἄχθονται δι' αὐτόν, οἳ αὐτῷἐκπάγλως κοτεόντο καὶ ἐνεμέσων, ὡς εἶπεν ὁ ποιητής. Ἕτεροι δέ φασι κάλλιον, ὅτι καίτοι ἀχνύμενοι ἐπὶ τῇ ἀναβολῇ τῆς ἀνακομιδῆς, ἤγουν ἐπὶ τῇ ἀργίᾳ τοῦνόστου, ὅμως ἐπ' αὐτῷ ἡδὺ ἐγέλασαν· ἐπ' αὐτῷ δέ, ἢ τῷ Θερσίτῃ ἢ τῷ ἀχρείῳτοῦ βλέμματος. [(ῃ. 271) Ὅτι καθὰ ἐξ ἀφορμῆς ἀορίστου τοῦ ἔθρεξα καὶὁμόκλησα καὶ τῶν ὁμοίων γίνεται τὸ θρέξασκε καὶ ὁμοκλήσασκε καὶ ἄλλαὅμοια, οὕτω καὶ ἀπὸ τρίτων ἑνικῶν τοῦ εἶπεν, ἔρεζεν, ἦρδεν, ὅ ἐστιν ἔθυε, παράγεται τὸ εἴπεσκε, ῥέζεσκεν, ἔρδεσκε καὶ ἕτερα τοιαῦτα, ὧν αἱ θεματικαὶπαραγωγαὶ διὰ τοῦ ˉεˉσˉκˉω εἰσιν] (ῃ. 271– 3) Ὅτι ἔθος ἔχει ὁ ποιητὴς καὶ ἠθοποιΐας παρενσπείρειν τῇ ποιήσει καὶ αὐτὰς πῇ μὲν ἀπό τινος ὡρισμένουπροσώπου γυμνάζων, ποίους ἂν εἴποι λόγους τόδε ἢ ἐκεῖνο τὸ πρόσωπον, πῇ δὲ ἐπὶ πλήθους ἀορίστως, ὅτε καὶ εἴωθεν οὔτε πολυλογεῖν καὶ τὴν εἰσβολὴνδὲ οὕτω ποιεῖν· «ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων» ἤ «ὧδε δέ τιςεἴπεσκεν Ἀχαιῶν τε Τρώων τε» ἤ «ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον», ὥσπερ δὴ καὶ ἐνταῦθα ἐπὶ τῶν Ἑλλήνων εἰπὼν ἐπάγει κατὰ λόγον συντομίαςἐκεῖνα εἰπεῖν τοὺς Ἕλληνας· «ὢ πόποι, ἦ δὴ μυρία Ὀδυσσεὺς ἐσθλὰ ἔοργε βουλάς τ' ἐξάρχων ἀγαθὰς πόλεμόν τε κορύσσων». Τοῦτο δὲ πρέποι ἂν εἰςἐγκώμιον παντὸς ἀνδρὸς φρονίμου τε καὶ ἀνδρείου. καὶ σημείωσαι καὶ νῦν ὅτιτοῦτο ἦν, ᾧ διέφερεν Ὀδυσσεὺς τοῦ Νέστορος, βουλευτὴς μὲν γὰρ ἀγαθὸς καὶ ὁ Νέστωρ, οὐ μὴν ἄρτι καὶ πολεμιστής. (ῃ. 274 ς.) Εἶτά φασιν οἱ Ἀχαιοὶ καὶ ὅτι «νῦν δὲ τόδε μέγ' ἄριστον ἐν Ἀργείοισιν ἔρεξεν, ὃς τὸν λωβητῆρα ἐπεσβόλον ἔσχεν ἀγοράων». καὶ ὅρα ὅπως μισοῦσι μὲν τὸν Θερσίτην οἱ Ἕλληνες, φιλοῦσι δὲ τὸν Ὀδυσσέα, καὶ ὅπως φιλαλήθεις εἰσίν, οἳ καὶ ἀχνύμενοι ὅμως οὐκἀποκρύπτουσι τὸν τοῦ Ὀδυσσέως ἔπαινον. λέγουσι δὲ καὶ ὅτι οὐκ ἂν εἰσαῦθιςτὸν Θερσίτην ἀναπείσῃ θυμὸς ἀγήνωρ νεικεῖν τοὺς βασιλεῖς. τοῦτο δὲ λέγει ὁποιητὴς ἀναφωνῶν, ὡς οὐκέτι οὐδαμοῦ μεμνήσεται τοῦ Θερσίτου, ἀχρείουἀνθρώπου καὶ οὐδὲν τῇ αὐτοῦ ποιήσει προσήκοντος, ἐπεὶ μηδὲ παίζειν ἐθέλεικαὶ συχνὰ γελωτοποιεῖν. οὐ γὰρ κόσμου χάριν οὐδὲ ὕψους τοῦ ἐν λόγῳ τὸ τοῦ Θερσίτου παρενέθετο ἐπεισόδιον ὁ ποιητής, ὁποῖα πολλὰ ποιεῖ, ἀλλὰ χάρινἱστορικῆς τινος μεθόδου, ἣν ἀνύσας οὐκέτι δεύτερον αὐτῇ χρήσεται. καὶ ἴσωςδιὰ τοῦτο ἐποίησε τὸν Ὀδυσσέα πληγὴν ἐπεντρίψαντα τῷ Θερσίτῃ αὐτίκα νῦν. εἰ γὰρ καὶ ὑπέσχετο ἄλλοτε τοῦτο ποιήσειν, ἀλλ' ὁ Θερσίτης οὐκέτι λαλήσει· οὐκοῦν οὐδὲ πληγήσεται. πληκτέον ἄρα τὸν ἀδόλεσχον πρὸς τὸ παρόν, ἵνα μηδέντι ἀτιμίας ἐλλείπῃ αὐτῷ μήτε τῆς ἐν λόγοις μήτε τῆς ἐν ἔργοις. (ῃ. 272) Τὸδέ «ὢ πόποι» φανερῶς ἐνταῦθα ἐπὶ θαύματος κεῖται· θαυμάζοντες γὰρ Ἕλληνεςτὸν Ὀδυσσέα τὸ «ὢ πόποι» φασί. Τὸ δέ «ἔοργε», καθὰ καὶ προεγράφη, μέσοςπαρακείμενός ἐστιν ἀπὸ τοῦ ἔργω βαρυτόνου ῥήματος ἢ ἐργῶ περισπωμένου, ὡς ἀπὸ τοῦ ἔλπω τὸ ἔολπεν. [Εἰ δέ ἐστιν ὑποδύσκολον ἐκ τοῦ ἔργω δισυλλάβουγίνεσθαι τὸ ἔοργα, ἐξ οὗ τὸ ἔοργε, νοητέον ὡς πλεονασμῷ τοῦ ˉε γενόμενονἐκεῖνο ἐέργω ἀπετέλεσε μέσον παρακείμενον ἤοργα καὶ Ἰωνικῶς ἔοργα.] Ζητητέον δέ, εἴπερ ἡ ἐόργη, τουτέστιν ἡ τορύνη, καὶ τὸ ἐοργίζεται, ἤγουντορυνᾶται, τὰ παρὰ Αἰλίῳ Διονυσίῳ καὶ Παυσανίᾳ, ἐκ τοιούτου ἔοργα γίνεται. ἴσως δὲ καλὸν εἰπεῖν, ὅτι οὐχί, ἀλλ' ἐκ τοῦ ὀργάζω, οὗ κεῖται ἡ χρῆσις παρὰ τῷ Κωμικῷ. ὡς γὰρ ὀργάζεταί τις πηλὸν κυκῶν καὶ ἀναταράττων, οὕτω τρόποντινὰ καὶ ἐοργίζεται, ὅ ἐστι τορυνᾶται. (ῃ. 273) Τὸ δέ «βουλὰς ἐξάρχωνἀγαθάς» ἔλλειψιν ἔχει προθέσεως, ἵνα ᾖ «εἰς βουλὰς ἐξάρχων ἀγαθάς». ἄλλωςγὰρ τὸ ἐξάρχειν γενικῇ συντάσσεται· ἔφη γοῦν πρὸ μικροῦ «βουλῆς ἐξῆρχενέεσθαι». ὁμοίως δὲ ἐλλιπὲς καὶ τὸ «κορύσσων πόλεμον». οὐ γὰρ κυρίως ἂν λέγοιτις κορύσσειν μάχην, ἀλλὰ κορύσσειν τινὰς εἰς μάχην, εἰ μή τις σωματοειδῶςνοεῖ τὸν πόλεμον· τότε γὰρ κορύσσει Ὀδυσσεὺς αὐτὸν δὴ τὸν πόλεμον. [Κατὰδὲ τὸ «βουλὰς ἐξάρχων» ἐλλέλειπται καὶ τὸ «στρόμβῳ τὸν αἱματηρὸν ἐξάρχωννόμον». τὸ δ' αὐτὸ γίνεται καὶ ἐπὶ τοῦ κατάρχειν ἐν τῇ τραγῳδία. ἴσως δὲ καὶ τὸ» ψαύων τὸν θεόν» παρὰ Σοφοκλεῖ.] (ῃ. 275) Λωβητῆρα δὲ τὸν Θερσίτην λέγειοὐκ ἔργοις, ἀλλὰ λόγοις. τί γὰρ εἶχε βλάπτειν ἔργοις ὁ οὐτιδανός; διὸ ἐφερμηνεύων ἐπεσβόλον αὐτὸν λέγει, τουτέστιν, ὡς ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν κάλλιονκεῖται, ἔπεσιν ὡς βέλεσι βάλλοντα, ὃ ταὐτόν ἐστι τῷ βλάσφημον· βλάσφημοςγὰρ ὁ βάλλων ταῖς φήμαις λέγεται. Ὅρα δὲ καὶ ὅτι διεξοδικῶς τὸν Θερσίτηνὁ ποιητὴς πρὸ μικροῦ κακολογήσας, ἐνταῦθα διὰ βραχέων αὐτὰ λέγει λωβητῆραεἰπὼν καὶ ἐπεσβόλον καὶ ἔχοντα θυμὸν ἀγήνορα ἤγουν θρασύν· καὶ δείκνυσικαὶ ἐνταῦθα, ὅπως καὶ ἐπὶ τοῖς αὐτοῖς καὶ εὐρυλογεῖν δύναται καὶ στενολεσχεῖν, δι' ὧν καὶ τοὺς ἀκροατὰς παιδεύει οὕτω ποιεῖν. (ῃ. 276) Τὸ δὲ ἀγήνωρ, εἰ καὶνῦν ἐπὶ ψόγῳ εἴληπται, ἀλλὰ τὸν ἀνδρεῖον ἐν ἄλλοις δηλοῖ, ὡς ἐν καιρῷδειχθήσεται· (ῃ. 278) Ὅτι τὰ συλληπτικὰ ὀνόματα, οἷον τὸ δῆμος, ὄχλος, πλῆθος, χορός, ὡς μὲν ἑνικὰ ἑνικοῖς συντάσσεται ῥήμασιν, ὡς δὲ πλῆθοςδηλοῦντα δύνανται καὶ πληθύνεσθαι τῷ ῥήματι, οἷον ὁ δῆμος ἐστασίασαν, ὁὄχλος ἐξεβόησαν, τὸ πλῆθος ἠλάλαξαν, ὁ χορὸς ἔμελψαν. οὕτω καὶ ἐνταῦθαἐσχημάτισται τὸ «ὣς φάσαν ἡ πληθύς». καὶ ἔστιν Ἀττικὸν τὸ σχῆμα· καίτοιεἶχεν ὁ ποιητὴς εἰπεῖν «ὣς ἔφαθ' ἡ πληθύς», ἀλλ' οὐκ ἠθέλησεν. Ὅτι τὸνὈδυσσέα μὲν καὶ ἐνταῦθα καὶ ἀλλαχοῦ, ὡς καὶ προερρέθη, πτολίπορθον λέγειὁ ποιητὴς διὰ μίαν πόλιν τὴν Τροίαν, τὸ τοῦ πολέμου κεφάλαιον. φησὶ γάρπου· «σῇ δ' ἥλω βουλῇ Πριάμοιο πόλις». Ἀχιλλέα δὲ τὸν πολλὰς πόλειςπαραστησάμενον Ἕλλησιν ἅπαξ που πτολίπορθον ὀνομάσαι ἠξίωσεν, ὡςδειχθήσεται. [Ὡς δὲ ὁ πτολίπορθος καὶ πτολιπόρθιος λέγεται πεντασυλλάβως, ἑτέρωθι φανεῖται παρὰ τῷ ποιητῇ. οὕτω δὲ καὶ οἱ Δάρδανοι Δαρδάνιοί πουλέγονται παρ' αὐτῷ, ἔνθα σημειωτέον ὡς Δαρδάνιος μὲν τὸ τοπικὸν διὰ τοῦ ˉιγράφεται, Δαρδάνειος δὲ ποταμὸς ἐν διφθόγγῳ.] (ῃ. 280 ς.) Ὅτι ἔργονκηρύκων οὐ μόνον κηρύσσειν ἐλθεῖν εἰς ἀγορὰν τὸν λαόν, ἀλλὰ καὶ κελεύεινἐν ἀγορᾷ τὸν λαὸν σιωπᾶν, ὃ δὴ ἐνταῦθα ἡ Ἀθηνᾶ ποιεῖ ὁμοιωθεῖσα κήρυκιδιὰ τὸν Ὀδυσσέα καὶ κελεύουσα σιωπᾶν, ὡς ἂν ἅμα οἱ πρῶτοί τε καὶ ὕστατοιμῦθον ἀκούσειαν καὶ ἐπιφρασαίατο βουλήν. Δῆλον δὲ ὅτι Ἀθηνᾶ νῦν ἡ τοῦὈδυσσέως ἐστὶ σύνεσις, δι' ἣν σιωπῶσιν οἱ Ἕλληνες καραδοκοῦντες τὴν ἐκείνου, ὡς εἰκός, δημηγορίαν, ὅτε μετὰ τὴν τοῦ Θερσίτου πληγὴν καθεσθεὶςεἶτα ἀνέστη. καὶ ἤρκει αὐτῷ ἀντὶ κήρυκος ἡ φρόνησις, δι' ἣν σιωπῶσιν οἱἈχαιοὶ ἐκκρεμάμενοι τῆς ἐκείνου γλώσσης καὶ τοιούτου ἀκούειν ἐφιέμενοιῥήτορος. Σχῆμα δέ ἐστι κἀνταῦθα τὸ κατὰ τὸ σιωπώμενον. ὅτι μὲν γὰρ πλήξαςὈδυσσεὺς τὸν Θερσίτην ἐκαθέσθη, ἐσιώπησεν Ὅμηρος· ἀναστῆναι δὲ νῦν λέγων αὐτὸν δηλοῖ, ὅτι προσεχῶς ἐκάθητο. (ῃ. 281) Τὸ δέ «ὡς ἂν ἅμα οἱπρῶτοι καὶ ὕστατοι ἀκούσειαν» εὐρύφωνον ἐμφαίνει τὸν Ὀδυσσέα εἶναι καὶβοὴν ἀγαθόν, ὃ καὶ ἀλλαχοῦ δηλοῦται, ὅτε ὄπα μεγάλην αὐτὸς ἐκ στήθεος ἵησι. διὸ καὶ πρὸ τοῦ Νέστορος δημηγορεῖ ἔτι τεταραγμένου τοῦ δήμου, ὅτε καὶγεγωνοτέρας ἔδει βοῆς τῷ δημηγορήσοντι. ὁ δέ, ὡς εἰκός, τρομαλεόφωνοςγέρων Νέστωρ μετὰ τὸν Ὀδυσσέα δημηγορήσει ἀγόντων ἡσυχίαν τῶν Ἀχαιῶν. (ῃ. 284 σς.) Ὅτι ποικίλη μὲν ἡ τοῦ Ὀδυσσέως δημηγορία καὶ τοῖς ἤθεσιν, ἁπαλωτέρα δέ. πῇ μὲν γὰρ ἀποτείνεται πρὸς τὸν βασιλέα, πῇ δὲστρέφεται πρὸς τὸν λαόν. καὶ νῦν μὲν ὀνειδίζει τοῖς Ἕλλησι τὸ μὴ θέλειν τὴντοῦ βασιλέως τιμήν, ἀλλὰ σπεύδειν φυγεῖν ἀγεννῶς· νῦν δὲ παραμυθεῖται καὶοἷον ὑπεραπολογεῖται αὐτῶν ὡς μὴ φύσει ἀγεννῶς ἐχόντων, ἀλλὰ κεκμηκότωντῷ πολυετεῖ τοῦ πολέμου. καὶ οὕτω ταλαντεύσας ἐν ἰσότητι τὰ νοήματα καὶοἱονεὶ δείξας τοὺς Ἀχαιοὺς οὔτε ἐπαινετοὺς οὔτ' αὖ πάλιν ψεκτούς, εἴπερνόστου μέμνηνται, ὕστερον ἐπάγει παράκλησιν καὶ ἀξιοῖ μένειν, ὡς ἤδη παρὰβραχὺ ἐλθόντας τοῦ Τροίαν ἑλεῖν κατὰ τοὺς παλαιοὺς χρησμούς, οἷς οὐδ' αὐτοὶ ἔχουσιν ἀντειπεῖν. καὶ οὕτω μὲν Ὀδυσσεὺς δημοχαριστικώτερον. Ὁ δὲΝέστωρ καταφορικῶς τὸν λόγον ἐν τοῖς ἑξῆς μεταχειριζόμενος καὶ ὑψηλότεροντήν τε τοῦ Ὀδυσσέως δημηγορίαν μέμφεται καὶ πολλὰ τῶν ἐκείνου νοημάτωνἐπανορθοῖ, ὡς δειχθήσεται, καὶ τοὺς Ἕλληνας κολακεύειν οὐκ ἀνέχεται, ἀλλὰ καὶ ἀσεβείας αὐτοὺς γράφεται, ὡς ἐπιόρκους καὶ παρασπόνδους, καὶἀναγκαίως αὐτοὺς ἀπαιτεῖ πολεμεῖν καὶ τὸν βασιλέα θυμὸν δίκαιον κατ' αὐτῶνἀναλαβέσθαι κελεύει, ἐὰν μὴ πείθοιντο, καὶ θάνατον ἀπειλεῖται τῷ λειποτακτοῦντι, καὶ ὅπως δεῖ ἐκτάξαι τὸν πόλεμον, ὑποτίθεται. καὶ ὅλως ἡ μὲν τοῦ Ὀδυσσέωςδημηγορία φιλόδημος μᾶλλόν ἐστι καὶ δημοτικωτέρα καὶ πραϋντικὴ τοῦπλήθους, ὅθεν καὶ δημοχαριστὴς εἶναι δοκεῖ Ὀδυσσεύς· ἡ δὲ τοῦ Νέστοροςἀρχικὴ καὶ παρρησιαστικὴ τὸ πᾶν ἐπιτρέπουσα τῷ βασιλεῖ. διὸ καὶ τὸν μὲνὈδυσσέα οἱ Ἀχαιοὶ ἐπαινοῦσιν ὡς αὐτοῖς τὰ πολλὰ χαρισάμενον, ὁ δὲ βασιλεὺς ὡς φιλοβασιλέα τὸν Νέστορα. Ἔνθα καὶ θαυμάσῃ ἄν τις εἰκότως τὸν ποιητήν, ὅπως τῶν ἐπὶ τῇ ὑποθέσει ταύτῃ νοημάτων, ὅσα μὲν ἱλαρὰ τῷ δήμῳ καὶ ἠρέμασεμνά, τῷ Ὀδυσσεῖ ἀνατέθεικεν ὡς ὑφειμένῳ πρὸς τὸν Νέστορα· ὅσα δὲὑψηλότατα καὶ βασιλεῖ μὲν ἡδέα, τῷ δὲ δήμῳ σφοδρά, τὰ τοιαῦτα τῷ μεγάλῳῥήτορι ᾠκείωσε τῷ Νέστορι· ὥστε δύο τούτων ὄντων ῥητόρων τοῖς Ἕλλησι, τὸν μὲν Ὀδυσσέα καλὸν εἶναι, ἄριστον δὲ τὸν Νέστορα, ὅσγε καὶ πολλὰ τῶντοῦ Ὀδυσσέως νοημάτων, ὡς εἴρηται, διορθώσεται ἐπισκευάζων καὶ ἐκταπεινοῦ ἀνάγων εἰς τὸ σεμνότερον, καθὰ δειχθήσεται, Ὁμήρου κἀνταῦθαφιλοτίμως δεικνύντος, ὡς τὸ αὐτὸ νόημα οὕτω μὲν ῥηθὲν οὐ πάνυ καλὸν ἔσται, οὕτω δὲ λεχθὲν ἔσται ἄριστον. Ἰστέον δὲ καὶ ὅτι τὸ συμβουλευτικὸν τῆςῥητορικῆς εἶδος τὸ ἐκ προτροπῆς καὶ ἀποτροπῆς, ὡς καὶ ἐν τῇ αʹ, οὕτω καὶἐνταῦθα ἐκφανέστατα ὁ ποιητὴς ἐνδείκνυται ἐν οἷς ὁ Ὀδυσσεὺς καὶ ὁ Νέστωρσυμβουλεύουσι. δείκνυσι δὲ καὶ τὸ δικανικὸν εἰδέναι τὸ ἐκ κατηγορίας καὶἀπολογίας, ἐν οἷς λέγει ὅτι δύο ἄνδρες ἐνείκεον εἵνεκα ποινῆς, περὶ φόνουδικαζόμενοι. τοῦ δὲ πανηγυρικοῦ, ὅπερ ἐξ ἐγκωμίου καὶ ψόγου σύγκειται, μυρία καὶ αὐτοῦ μάλιστα παρὰ τῷ ποιητῇ κεῖνται παραδείγματα, [ὅσγε, καθὸ ποιητής, τῷ πανηγυρικῷ ὑποκρέκει τῆς ῥητορικῆς εἴδει καὶ κατ' αὐτὸεὐδοκιμεῖ μάλιστα, εἰ καὶ ἄλλως τοῖς ὅλοις ῥητορικοῖς ἡδύσμασιν ἐξαρτύεταικατ' ἐπιστήμην ἄκραν.] Ἰστέον δὲ καὶ ὅτι ἐξ ἀρχῆς μὲν ὁ Ὀδυσσεύς οὐ προσφθέγγεται τοὺς Ἕλληνας, ἀλλὰ τὸν βασιλέα λέγων· «Ἀτρείδη, νῦν δή σε, ἄναξ, ἐθέλουσιν Ἀχαιοὶ πᾶσιν ἐλέγχιστον θέμεναι [μερόπεσσι] βροτοῖσιν, οὐδέτοι ἐκτελέουσιν ὑπόσχεσιν, ἥν περ ὑπέσταν ἐνθάδ' ἔτι στείχοντες ἀπ' Ἄργεοςἱπποβότοιο», ὅπερ ἐστὶ τὸ τὴν Ἴλιον ἐκπέρσαντα ἀπονέεσθαι. εἶτα λέγει καί, ὅτι «ὡς ἢ παῖδες νεαροὶ χῆραί τε γυναῖκες ἀλλήλοισιν ὀδύρονται οἶκόνδενέεσθαι». Ποιεῖ δὲ ὁ Ὀδυσσεὺς τοῦτο καὶ οὐ πρὸς τοὺς Ἕλληνας τοιαῦτα λαλεῖ λεαίνων τεχνικῶς τὸν λόγον καὶ τὸ πάνυ πικρὸν ἀφαιρῶν· ἐλύπει γὰρ τοὺςἝλληνας, εἰ πρὸς ἐκείνους αὐτοὺς ἀπέτεινεν, ὅτι θέλετε τὸν βασιλέα ἐλέγχιστονθεῖναι. ἐκωμῴδει δὲ καὶ ὅτι ὡς γυναῖκες ὀδύρεσθε. νῦν δὲ πρὸς τὸν βασιλέαταῦτα λέγων αὐτόν τε θεραπεύει, ὡς οἷον συναχθόμενος τῷ βασιλεῖ ἐπὶ τῇ τῶνἙλλήνων φυγῇ, καὶ οὐδὲ τοὺς Ἕλληνας τοσαῦτα λυπεῖ, ἅμα δὲ καὶ ἐμφαίνει, ὅτι θέλοντος τοῦ βασιλέως κατέσχεν αὐτοὺς μὴ ἀποπλεῦσαι. εἶτα τὴν ἐπιτίμησινταύτην τὴν κατὰ τῶν Ἑλλήνων λεάνας τῇ συγγνώμῃ ἐν τῷ εἰπεῖν μηδὲν καινὸναὐτοὺς πάσχειν, εἰ μετὰ πολυετῆ πόνον νόστου ἐφίενται, τότε δὴ στρέφει τὸνλόγον καὶ πρὸς αὐτοὺς καὶ «τλῆτε φίλοι» λέγει καὶ τὰ ἑξῆς· λεῖον καὶ οὕτωποιῶν τὸν λόγον καὶ τὸ ἁπαλὸν συναναμιγνὺς τῷ σκληρῷ ἐν τῷ λέγειν αὐτοὺςφίλους καὶ παρακαλεῖν τλῆναι. (ῃ. 284) Ἰστέον δὲ ὅτι τὸ «ἐθέλουσιν Ἀχαιοί» ψόγον τινὰ ἔχει τῶν Ἑλλήνων, ὡς ἁπλῶς οὕτω θελόντων ἐλέγχιστον θεῖναι τὸνβασιλέα, οὐ μὴν εὐλόγως καὶ μετὰ προαιρέσεως ἀγαθῆς. καὶ ἄλλως δὲ καὶ ὡςἐναντιουμένων τῷ βασιλεῖ, εἴπερ θέλουσιν, ὅπερ οὐ θέλει ὁ βασιλεύς. (ῃ. 285) Τὸ δέ «πᾶσι βροτοῖς» αὔξησίς ἐστι τοῦ κακοῦ. οὐ γὰρ τοῖς Ἕλλησιν ἐλέγχιστον θήσουσι τὸν βασιλέα οὐδὲ τοῖς Τρωσὶ μόνοις, ἀλλὰ πᾶσι βροτοῖς, τοῖς τε νῦνδηλαδὴ καὶ τοῖς ἐπιγόνοις. ἐνταῦθα δὲ φανερῶς διαδείκνυσι τὴν ἀπόπειραν· πῶςγὰρ ἂν φεύγειν ἐκείνους προτρέποι ὁ βασιλεύς, ὁ διὰ τοῦτο πᾶσιν ἐσόμενοςἐλέγχιστος; [Ὡς δὲ Αἰολικὸν ὁ βροτός, δηλοῦσιν οἱ παλαιοὶ φάμενοι, ὅτιπροστιθέασιν οἱ Αἰολεῖς τὸ βῆτα τῷ ῥῶ, ἡνίκα ἡ ἐφεξῆς συλλαβὴ ἔχει ἢ τὸ ˉκ, οἷον ῥάκος βράκος, ἢ τὸ ˉδ, οἷον ῥόδον βρόδον, ἢ τὸ ˉζ, οἷον ῥίζα βρίζα, ἢ τὸ ˉτ, οἷον ῥυτήρ βρυτήρ, ὁ χαλινός. οὕτως οὖν καὶ ῥοτός βροτός, ὁ ῥευστὸς ἄνθρωπος. ἔχει δ' ἂν ἴσως ὅμοιον πλεονασμὸν τοῦ ˉβ καὶ ὁ αἱματηρὸς βρότος, ὅ ἐστιμολυσμός.] (ῃ. 286) Τὸ δέ «οὔ σοι ἐκτελέουσιν ὑπόσχεσιν» ψεῦδος κατηγορεῖτῶν Ἑλλήνων, ὅπερ οὐκ ἂν αὐτοὶ ἕλοιντο. Τὸ δέ «ὑπέσταν», ἤγουν ὑπέστησαν, ἀντὶ τοῦ ὑπέσχοντο, ὑπέμειναν. Ἡ δὲ λέξις μετήνεκται ἀπὸ τῶν κιόνων, οἷςβάρη ἐπίκεινται· ὡς γὰρ οὗτοι τοῖς ἐπικειμένοις ὑφίστανται, οὕτω καὶ ὁ ὑποσχόμενος βάρει τινὶ ἑαυτὸν ὑπέθετο. Ἰωνικὴ δὲ καὶ αὕτη λέξις κειμένη καὶ παρ' ἄλλοις, ἐν οἷς καὶ Ἡρόδοτος, ὅς πού φησι· «τίς ἄν μοι ὑποστὰς τελέσειεν;» εἰρήσεται δὲ περὶ τῆς τοιαύτης λέξεως καὶ μετ' ὀλίγα, ὅπου περὶ ὑποσχέσεως. ῥῆμα δὲ ἁπλοῦν πρωτότυπον θέμα τοῦ ὑποστῆναι τὸ στέω, ἐξ οὗ, ὡς ἐν τοῖςἑξῆς που φανήσεται, τὸ στεῦται ἀντὶ τοῦ ὑπισχνεῖται. ὅτι δὲ καὶ ταὐτὸν παρὰτῷ ποιητῇ ὑπόσχεσις καὶ ὑποστῆναι, εἰρήσεται ὁμοίως καὶ αὐτό· [Ὑποδηλοῖδὲ τοῦτο κἀνταῦθα ὁ ποιητὴς ἐν τῷ «ὑπόσχεσιν ἥν περ ὑπέσταν». πάντωςγὰρ ταὐτὸν ἀκολούθως εἰπεῖν ὑπόσχεσιν ἣν ὑπέστησαν καὶ ὑπόσχεσιν ἣν ὑπέσχοντο.] (ῃ. 287) Ἱππόβοτον δὲ Ἄργος τὴν Πελοπόννησον λέγει. Ἄργος μὲν ἀπὸτοῦ πανόπτου Ἄργου, ὡς προγέγραπται· ἱππόβοτον δέ, διότι εὐφόρησέ ποτεἵππων πολλῶν τε καὶ ἀγαθῶν, ὡς αἱ ἱστορίαι δηλοῦσι. [Πρὸς δὲ τὸ ἱππόβοτονσύγκειται καὶ ὁ βούβοτος λειμών.] κατ' αὐτὰ δέ πως καὶ τὸ θερείβοτον συντέθειται, ὃ δηλοῖ τόπον κατὰ τοὺς παλαιοὺς ἔχοντα καὶ ἐν θέρει νομάς. γενικώτερονδὲ τὸ εὔβοτος. (ῃ. 288) Τὸ δὲ ἀπονέεσθαι ταὐτόν ἐστι τῷ ἀπονοστῆσαι. ἀπὸγὰρ τοῦ νέω τούτου ῥήματος ὁ νόστος γίνεται. οὕτω δὲ καιρία ἡ λέξις ὡς ἐνποιήσει, ὥστε ἐν τῷ χωρίῳ τούτῳ τετράκις ὁ ποιητὴς αὐτῇ ἐχρήσατο θεὶςαὐτὴν ἀπαρεμφάτως ἐν τέλει στίχων, ὧν οἱ δύο καὶ κάλλος ποιοῦσι συνεχεῖςκείμενοι. φησὶ γάρ· «ἀλλήλοισιν ὀδύρονται οἶκόνδε νέεσθαι». «ἦ μὴν καὶ πόνοςἐστὶν ἀνιηθέντα νέεσθαι». τούτου δὲ τοῦ στίχου ὁ νοῦς μετ' ὀλίγα εἰρήσεται. (ῃ. 289) Παισὶ δὲ καὶ χήραις ἀπεικάζει τοὺς Ἕλληνας ὀνειδίζων αὐτοὺς καὶκωμῳδῶν διὰ μὲν τῶν γυναικῶν εἰς μικροψυχίαν, διὰ δὲ τῶν παίδων εἰςἀφερεπονίαν καὶ εἰς μαλακότητα· γυναιξὶ μέν, ἐὰν οὕτω τῶν οἴκοι φροντίζωσι, καθὰ καί τινες οἰκουροὶ γυναῖκες· παισὶ δέ, ἐὰν κάμνειν οὐ βούλωνται· καὶ οὐχ' ἁπλῶς παισίν, ἀλλὰ νεαροῖς, οἳ μικρόν τι τοῦ οἴκου ἀπολειφθέντες νόστουμέμνηνται· καὶ οὐδὲ γυναιξὶν ἁπλῶς, ἀλλὰ χήραις, αἵτινες κηδεμόνα τοῦ οἴκουμὴ ἔχουσαι τάχιον ἐπαναλύειν θέλουσιν, ἐπειδὰν βραχύ τι ἀποδημήσωσι. καὶἔστι τοῦτο οἷον παράφρασις τοῦ «Ἀχαιΐδες οὐκέτ' Ἀχαιοί». δῆλον δὲ ὅτι σεμνότερον τοῦτο πάνυ ἐκείνου. ποῦ γὰρ ταὐτὸν γυναῖκας εἰπεῖν τοὺς ἥρωαςἈχαιούς, ὃ δὴ Θερσίτης ἔσκωψε, καὶ κατὰ γυναῖκας χήρας δακρύειν αὐτούς, τὸ τοῦ Ὀδυσσέως ἀστέϊσμα. (ῃ. 291) Ὅτι πικράνας τοὺς Ἕλληνας ὁ Ὀδυσσεὺὀνειδισμοῖς, ὡς προείρηται, ἀνίησιν ὕστερον τὴν ἐπιτίμησιν τῇ συγγνώμῃ καὶὑπεραπολογεῖται λέγων ἐπίπονον εἶναι τὸν τοσαετῆ πόλεμον, ὥστε εὐλόγωςἄν τινα ἀνιαθέντα καὶ ἀκηδιάσαντα ἐφίεσθαι τοῦ νόστου. [Ὅτι δὲ ἐκ τοῦ πένω, τοῦ σπουδαίως ἐνεργῶ, καθὰ ὁ πένης, οὕτω καὶ πόνος διχῶς, ἥ τε καματηρὰἐνέργεια καὶ ἡ ἁπλῶς, ὅθεν καὶ τὸ πονεῖσθαι καὶ γηπόνος καὶ γεωπείνης, οἱπερὶ γῆν πονούμενοι, πρόδηλόν ἐστι. καὶ τοῦτο μὲν τοιοῦτον.] (ῃ. 292– 7) Ὀδυσσεὺς δὲ χρᾶται καὶ νοήματι κατασκευαστικῷ τούτου τοιούτῳ, λεγομένῳπλαστῷ· «καὶ γάρ τίς θ' ἕνα μῆνα μένων ἄπο ἧς ἀλόχου ἀσχαλάᾳ σὺν νηῒπολυζύγῳ, ὅν περ ἄελλαι χειμέριαι εἰλέωσιν ὀρινομένη τε θάλασσα. ἡμῖν δ' εἴνατός ἐστι περιτροπέων ἐνιαυτὸς ἐνθάδε μιμνόντεσσι. τῷ», ἤγουν διό, «οὐ νεμεσίζομαι Ἀχαιοὺς ἀσχαλάαν». ἔστι δὲ τὸ νόημα ἀπὸ χρόνου μέν, ὡς ἐπιχείρημα· ὡς δὲ ἐργασία, ἐκ τοῦ ὁμοίου καὶ τοῦ μικροτέρου· ἐκ τοῦ μικροτέρου μέν, κατὰτὸν μῆνα· μικρότερον γάρ τι ὁ μὴν ὁ εἷς τῶν ἐννέα ἐνιαυτῶν· ἐκ τοῦ ὁμοίου δέ, κατὰ τὴν νῆα· σὺν ναυσὶ γὰρ καὶ οἱ Ἕλληνες μένουσιν ἐν τῇ Τροίᾳ. εἶτα πάλινἐπανατρέχων εἰς τὸ ἐξ ἀρχῆς καὶ κωλύων τὸν νόστον φησίν· (ῃ. 297 ς.) «ἀλλὰκαὶ ἔμπης αἰσχρόν τοι δηρόν τε μένειν κενεόν τε νέεσθαι», οἱονεὶ λέγων ὅτι, εἴπερ ἔδει φυγεῖν, πρὸ τοῦ δεκάτου ἔτους ἔδει τοῦτο ποιῆσαι, ὡς νῦν γε αἴσχουςπεριποιητικὸν τοῦτο τοῖς Ἀχαιοῖς. (ῃ. 293) Ναῦς δὲ πολύζυγος ἢ ἡ πολύεδρος, ἣν καὶ πολυκλήϊδα λέγει ἀλλαχοῦ, ὡς ζυγοῦ τῆς καθέδρας λεγομένου, ἢ ἡπολύδεσμος, ὡς ζυγῶν λεγομένων τῶν μεγάλων ξύλων τῶν τοὺς τοίχουςδεσμούντων καὶ συναγόντων δίκην ζυγοῦ· τῶν δ' αὐτῶν καὶ κληΐδων λεγομένων, ὡς δίκην κλειδὸς τὰ ἑκατέρωθεν συνεχόντων, ὡς εἶναι οὕτω ταὐτὸν τὴν πολύζυγον νῆα καὶ τὴν πολυκλήϊδα. τὴν δὲ πολύζυγον νῆα ἐν ἄλλοις ἑκατόνζυγονλέγει καὶ χρησιμεύει ἡ λέξις εἰς τὴν ἑκατόμβην ἐν τῇ αʹ ῥαψῳδίᾳ. τὸ μέντοιεὔζυγον ἅρματός ἐστιν ἐπίθετον. [Ἰστέον δὲ ὅτι, καθὰ ἐν τῷ ἑκατόνζυγοςκαὶ πολύζυγος μετελήφθη ὁ ὡρισμένος ἀριθμὸς εἰς ἀόριστον, οὕτω γίνεται καὶἐν τῷ τὸν ὀκτάποδα πολύπουν καλεῖν καὶ τὴν τρίαιναν «πολυγλώχινα σίδηρον».] (ῃ. 294) Τὸ δέ «ἄελλαι εἰλέωσι» τρόπος ἐστὶν ἐτυμολογίας· παρὰ τὸ εἰλεῖν γὰρἐτυμολογεῖται ἡ ἄελλα. [Ὀρινομένη δὲ θάλασσα ἡ ταρασσομένη, ὥστε καὶ τὸθυμὸς ὀρίνεται ἢ ἦτορ κύμανσίν τινα δηλοῖ ταραχώδη.] (ῃ. 295) Τὸ δὲ εἴνατοςἀπὸ τοῦ ἔνατός ἐστι προσλήψει τοῦ ˉι, ἵνα μὴ ὁ ποὺς εἴη τρίβραχυς· καίτοιδυνατὸν ἦν καὶ ἄλλως ἐκτεῖναι τὴν ἄρχουσαν διπλώσαντα τὸ ἀμετάβολον. ἀλλ' ἔοικε μὴ ποιῆσαι οὕτω, ἵνα μὴ δόξῃ τὸ ἔννατος φύσει ἔχειν τὰ δύο νῦ ὡςἀπὸ τοῦ ἐννέα, ὅπερ οὐκ ἀρέσκειν δοκεῖ πολλοῖς τῶν παλαιῶν. ὡς γὰρ ἀπὸτοῦ τέτταρα τέταρτος δι' ἑνὸς ταῦ, οὕτω καὶ ἀπὸ τοῦ ἐννέα ἔνατος δι' ἑνὸς νῦ. καὶ ὁ ποιητὴς οὖν παρακατιὼν ἐν τῷ «ἀτὰρ μήτηρ ἐνάτη ἦν» δι' ἑνὸς νῦ γράφειαὐτό. διό τινες καὶ ἀπὸ τοῦ νέατος κατὰ μετάθεσιν ἐτυμολογοῦσιν αὐτό· σχεδὸν γὰρ νέατός ἐστιν, ἤγουν ἔσχατος, ὁ ἔνατος ὡς οἷα παρὰ μονάδα δέκατοςὤν. ἐπεὶ τοίνυν ἀρέσκει τισὶ δι' ἑνὸς ˉν ἐκφέρεσθαι τὸ ἔνατος, κἂν ἀπὸ τοῦ ἐννέαγίνεται, διὰ τοῦτο δεῆσαν μηκυνθῆναι τὴν ἄρχουσαν φύσει μακρὰν ἐποίησεναὐτὴν δι' ἐπενθέσεως τοῦ ˉι καὶ οὐκ ἐδίπλασε τὸ ˉν, ἵνα μὴ δοκοίη ἐκ πρωτοτυπίας ἔχειν τὴν ἔκτασιν. καὶ οὕτω μὲν ταῦτα κατά τινας. δύναται δὲ καὶ ἄλλωςτὸ εἴνατος γενέσθαι ἀπὸ τοῦ ἐννέα ἔννατος τροπῇ τοῦ ˉν εἰς ˉι γλώσσῃ Σικελῶν, κατὰ τὸ ἐννεάνυχες εἰνάνυχες, περὶ οὗ ἐν τοῖς μετὰ ταῦτα ῥηθήσεται. [Ἰστέονδὲ ὅτι, καθὰ τὸ τέτταρα καὶ τὸ ἐννέα κινηθέντα ἥπλωσε τὴν διπλόην τοῦ ταῦκαὶ τοῦ νῦ, οὕτω καὶ τὸ μᾶλλον ἐξέβαλε τὸ ἓν λάμβδα ἐν τῷ μάλιστα.] Ἐνιαυτὸςδὲ περιτροπέων ὁ ἤδη ταῖς τροπαῖς ταῖς κατ' αὐτὸν συμπληρούμενος καί, ὡςεἰπεῖν, μέλλων τελειοῦσθαι. [Ὅρα δὲ ὡς τὸ μὲν ἁπλοῦν τρωπῶ μεγεθύνεται, τὸδὲ περιτροπέω συστέλλει τὴν ˉτˉρˉο συλλαβὴν ὡς σύνθετον, καθὰ καὶ τὸ παλιντροπάασθαι.] (ῃ. 296) Τὸ δὲ μιμνόντεσσιν ὀνειδισμὸν ἔχει ἀργίας καὶ δηλοῖ τὸ ἀπράκτους καθῆσθαι· ἄλλως γὰρ ἠδύνατο εἰπεῖν μαρναμένοισιν, ὥς φασιν οἱπαλαιοί. [Ὅρα δὲ κἀνταῦθα ὡς πρὸς βίαν μέτρου στρέφει διαλέκτοις τὴνγλῶτταν ὁ ποιητής· ἀνωτέρω μὲν γὰρ ἕνα μῆνα μένων ἔφη κοινῶς, ἐνταῦθα δὲμιμνόντεσσιν εἶπεν Ἰωνικῶς ἀντὶ τοῦ μένουσι.] Τὸ δὲ νεμεσίζομαι δηλοῖ μὲν τὸδικαίως μέμφομαι· εὕρηται δὲ ἐν τοῖς ἑξῆς καὶ νεμεσῶμαι, ὥστε διφορεῖται καὶαὐτό, καθὰ καὶ τὸ προκαλῶ, προκαλίζω, καὶ [ἕτερα μυρία, ἐν οἷς καὶ τὸ σέβω, σεβίζω.] (ῃ. 298) Τὸ δέ «κενεόν τε νέεσθαι» πολλὰς ὑποβάλλει ἐννοίας. λέγειγὰρ ὅτι αἰσχρόν ἐστι κενόν τινα ὑποχωρῆσαι, ἤγουν μὴ πράξαντα τὸ τέλος, οὗἕνεκα ἦλθε, μηδὲ ἐκτετελεκότα, ὅπερ ὑπέσχετο, μηδὲ ἔχοντα λάφυρα, ἵνα ὁ μὲνφιλότιμος αἰσχρὸν ἡγήσηται ἄπρακτος ὑποχωρῆσαι, ὁ δὲ ἀληθὴς αἰδέσηται μὴἐκτελέσαι ὑπόσχεσιν ἥνπερ ὑπέστη, ὁ δὲ φιλοχρήματος καὶ φιλοκερδὴς αἰσχυνθείη λαφύρων δίχα ἐπανελθεῖν, ἅπερ εἰς δέλεαρ τῷ κερδαλέῳ ὑποβέβληται. Πλεονασμὸς δέ ἐστι τοῦ ˉε ἐν τῷ κενεός· ὡς γὰρ κουλός κουλεός, οὕτω κενόςκενεός. καὶ τὸ ἀσχαλάᾳ δὲ πλεονασμὸν ἔχει τοῦ ˉα, ὡς καὶ τὸ ὁράᾳ. δῆλον δὲὅτι ἐν τοῖς τοιούτοις καὶ τὸ ˉο ἔστιν οὗ πλεονάζει· εὕρηται γὰρ καὶ ὁρόων ὁβλέπων καὶ ἀσχαλόων ὁ λυπούμενος. καὶ εἴρηται περὶ τῶν τοιούτων ἐν τῇ αʹῥαψῳδίᾳ. [Δῆλον δὲ ὅτι τε τοῦ ἀσχαλάαν προϋπάρχει ῥῆμα βαρύτονον τὸἀσχάλλειν, ὅ ἐστιν ἄχους ἅλις ἔχειν, καθὰ καὶ τοῦ μηνιᾶν τὸ μηνίειν καὶ τοῦπιεζεῖν τὸ πιέζειν, καὶ ὅτι ἐκ τοῦ κενεός γίνεται ὁ κενεὼν καὶ ὅτι κατὰ τὸ κενόςκενεός, οὕτω καὶ θός θεός καὶ ἕτερα πολλά.] (ῃ. 299– 332) Ὅτι μετὰ τὸνβασιλέα στρέφων, ὡς προείρηται, τοὺς λόγους εἰς τὸν δῆμον ὁ Ὀδυσσεὺς καὶδυσωπῶν οἷον αὐτοὺς καὶ καταμαλάττων λόγοις ἐπὶ πλέον καὶ ἐλπίδα ὑποτείνωντοῦ ἁλώσεσθαι ἂν τὴν Τροίαν «τλῆτε φίλοι», φησί, «καὶ μείνατ' ἐπὶ χρόνον, ὄφραδαῶμεν, εἰ ἐτεὸν Κάλχας μαντεύεται, ἠὲ καὶ οὐκί». ποῖος Κάλχας; ὃν δηλαδὴοὐκ ἔστι ψεύσασθαι. εἶτα ἀναμιμνήσκει καὶ ὅπως χθὲς καὶ πρωϊζά, ὅτε ἐς Αὐλίδα αἱ νῆες τῶν Ἀχαιῶν ἠγερέθοντο κακὰ Πριάμῳ καὶ Τρωσὶ φέρουσαι, «ἡμεῖς», φησίν, «ἀμφὶ περὶ κρήνην ἱεροὺς κατὰ βωμοὺς ἔρδομεν», ἤγουν ἐθύομεν,» τεληέσσας ἑκατόμβας καλῇ ὑπὸ πλατανίστῳ, ὅθεν», ἢ ὅθι, «ῥέεν ἀγλαὸν ὕδωρ. ἔνθ' ἐφάνη μέγα σῆμα, δράκων ἐπὶ νῶτα δαφοινός, σμερδαλέος, ὃς βωμοῦὑπαΐξας πρός ῥα πλατάνιστον ὄρουσεν. ἔνθα δ' ἔσαν στρουθοῖο νεοσσοί, νήπιατέκνα, ὄζῳ ἐπ' ἀκροτάτῳ πετάλοις ὑποπεπτηῶτες ὀκτώ, ἀτὰρ μήτηρ ἐνάτηἦν, ἣ τέκε τέκνα· ἔνθ' ὅ γε τοὺς ἐλεεινὰ κατήσθιε τετριγῶτας· μήτηρ δ' ἀμφεποτᾶτο ὀδυρομένη φίλα τέκνα· τὴν δ' ἐλελιξάμενος πτερύγος λάβενἀμφιαχυῖαν. αὐτὰρ ἐπεὶ κατὰ τέκν' ἔφαγε στρουθοῖο καὶ αὐτήν, τὸν μὲν ἀρίζηλον ἔθηκε θεός, ὅσπερ ἔφηνε. λᾶαν γάρ μιν ἔθηκε Κρόνου παῖς. ἡμεῖς δ' ἑσταότες θαυμάζομεν, οἷα ἐτύχθη δεινὰ πέλωρα. Κάλχας δὲ θεοπροπέωνἀγόρευεν», ὅτι «ἡμῖν τόδ' ἔφηνε τέρας μέγα θεός, ὄψιμον, ὀψιτέλεστον, ὅου κλέοςοὔ ποτ' ὀλεῖται. ὡς οὗτος κατὰ τέκν' ἔφαγε στρουθοῖο καὶ αὐτήν, ὀκτώ, ἀτὰρμήτηρ ἐνάτη ἦν, [ἣ τέκε τέκνα,] ὣς ἡμεῖς τοσαῦτ' ἔτεα πτολεμίξομεν αὖθι. τῷδεκάτῳ δὲ πόλιν αἱρήσομεν εὐρυάγυιαν». εἶτα ἐνθυμήσας ὅτι ἐκεῖνος μὲν οὕτωςἀγόρευε, τὰ δὴ νῦν πάντα τελεῖται, ἐπάγει ἐναντίως τῷ φεύγωμεν τὴν τοῦλόγου ἀξίωσιν, ἥτις ἐστὶ τὸ «ἀλλ' ἄγε, μίμνετε αὐτοῦ, εἰς ὅ κεν ἄστυ μέγα Πριάμοιο ἕλωμεν». [Καὶ συνετελέσθη τῷ ποιητῇ ἐν μὲν στίχοις πολλοῖς τὸἀγορήσασθαι τὸν Ὀδυσσέα ἤγουν δημηγορῆσαι ἀφηγηματικῶς τὰ συντείνονταεἰς ὅπερ ἔμελλεν ἀξιοῦν· ἐν δὲ δυσὶ καὶ μόνοις ἔπεσιν ἡ ἀξίωσις ἤγουν τὸμετειπεῖν, ὡς καὶ προσεσημείωται καὶ πανταχοῦ δὲ φαίνεται κατὰ τὸν Πορφύριον. καὶ γίνεται ὡς ἐπὶ πολὺ οὕτως, ἤγουν πλατύνεται μὲν τὸ ἀγορήσασθαι, βραχυλογεῖται δὲ τὸ μετειπεῖν.] Καὶ ὅρα ὅπως ἐπιδεξίως ὁ ποιητὴς ἐνταῦθατὴν τοῦ δράκοντος καὶ τῶν νεοσσῶν ἱστορίαν παρενέβαλεν, ἥτις ἐν ἀρχῇ μὲν τοῦἀπόπλου συμβέβηκεν, ἀξία δὲ οὖσα ἱστορηθῆναι παρέρριπται ἐνταυθοῖ. ἔφαμενγὰρ ἤδη ὅτι, κἂν ἐκ τῆς Ἀχιλλέως μήνιδος ἤρξατο, ἀλλ' οὐδέν τι οὐδὲ τῶν πρὸτούτου πραχθέντων ἄξιον λόγου παραλείψει, παρενσπερεῖ δὲ αὐτὰ εὐμεθόδωςπολλαχοῦ τῆς ποιήσεως. (ῃ. 299) Ἰστέον δὲ ὅτι τὸ «μείνατε ἐπὶ χρόνον» [ἐστὶμὲν διασαφητικὸν τοῦ τλῆτε,] ἀμφιβόλως δὲ ὑπὸ τοῦ Ὀδυσσέως εἴρηται καὶἀορίστως. ἄδηλον γὰρ εἴτε τὸν πολὺν εἴτε τὸν ὀλίγον χρόνον ἐνταῦθά φησιν· ἀορισταίνει γὰρ ἡ λέξις τοῦ χρόνου. καὶ ἔοικε τοῦ βασιλέως νοῆσαί τι σοφώτερον. ὁ μὲν γὰρ τὸ «νῦν γάρ κεν ἕλοις πόλιν» ἐπὶ τῆς αὐτίκα σήμερον ἡμέρας ἐνόησεν. ὁ δὲ Ὀδυσσεὺς χρόνον ἐνταῦθα θεὶς τὸν ἀόριστον μέσως χωρεῖ. χρόνος γὰρ καὶἡ σήμερον ἡμέρα καὶ αἱ μετ' αὐτήν. ὅπερ οὖν ὁ ὄνειρος εἶπε, τοῦτο καὶ Ὀδυσσεύς. τὸ γὰρ νῦν ἑλεῖν τὴν Τροίαν καὶ τὸ μεῖναι χρόνον, ἕως ἄστυ Πριάμουἕλωμεν, τὸ αὐτὸ βούλεται. [Τὸ δὲ δαῶμεν ταὐτὸν τῷ γνῶμεν, μάθωμεν, μετακλιθὲν ἐκ τοῦ ἐδάην πρὸς ὁμοιότητα τοῦ ἐτύφθην, τυφθῶμεν καὶ τῶνὁμοίων.] (ῃ. 300) Τοῦ δὲ Κάλχαντος αὐτοὺς ἀναμιμνήσκει ψυχαγωγῶν τε τῇδιοσημίᾳ καὶ ἀπὸ τοῦ ἔναγχος εὐδοκιμήσαντος εἰς τὰ κατὰ τὸν λοιμὸν καὶπιστοῦ εἰς ἀλήθειαν τὸν ὄχλον παραμυθούμενος. [Τὸ δὲ μαντεύεται ἀντὶ παρῳχημένου κεῖται τοῦ ἐμαντεύετο, ὡς δηλοῖ μετ' ὀλίγα καὶ τὸ «θεοπροπέων ἀγόρευε» καὶ «κεῖνός θ' ὣς ἀγόρευε». Τὸ δέ «ἠὲ καὶ οὐκί» ταὐτόν ἐστι τῷ εἴτε καὶ μή.] (ῃ. 303) Τὸ δέ «χθιζά τε καὶ πρωϊζά» ἀντὶ τοῦ χθὲς καὶ πρωΐ καί, ὡς εἰπεῖν, ἔναγχος. συντέμνει δέ, φασί, τοὺς τοσούτους χρόνους εἰς βραχὺ κομιδῇ, ὅπωςτὸν προσδοκώμενον μηδὲν εἶναι νομίσωσι, καὶ ἅμα ἐξευτελίζων τὸ καύχηματῶν Ἑλλήνων, ὡς εἰς μάτην τοὺς τοσούτους χρόνους ἀνυσάντων. Φθάσαςμέντοι ἔφη καὶ αὐτὸ τὸ ἀληθές, τὸ πολὺν δηλαδὴ χρόνον ἐνταῦθα πολεμῆσαιαὐτούς, ἐν τῷ «αἰσχρόν τοι δηρόν τε μένειν», ὅπερ καὶ ὁ Νέστωρ ἐρεῖ ἐν τῷ» πολὺν χρόνον ἐνθάδ' ἐόντες». καὶ ἄλλως δέ, ἐν μὲν τῷ ὀνειδισμῷ δηρὸνμένειν αὐτοὺς εἶπεν, ἐν δὲ τῇ παραμυθίᾳ χθιζὰ καὶ πρωϊζὰ φανῆναι τὸ σημεῖόνφησιν ἐπιτέμνων παραμυθητικῶς τὸν καιρόν. [Ἰστέον δὲ ὅτι τε ταὐτὸν τὸὉμηρικῶς χθιζὰ καὶ πρωϊζὰ καὶ ἑνικῶς εἰπεῖν χθιζὸν καὶ πρωϊζόν· καὶ ὅτι καὶπρῳζὸν δισυλλάβως οἴδασιν οἱ παλαιοὶ ἐν προσγραφῇ τοῦ ˉι κατὰ συναίρεσινκαὶ ὅτι ἐκ τοῦ πρωΐ παρῆκται καὶ ἡ παρὰ Σελεύκῳ ἱστορουμένη πρῳτερικὴσυκῆ, ἣ φέρει πρώϊον καρπόν· καὶ ὅτι χθιζὸν κατὰ τοὺς παλαιοὺς τὸ χθεσινὸνκαὶ τὸ ὑπόγυον.] Ἡ δὲ Αὐλὶς τόπος ἐστὶν ἐκ πλαγίου τῆς Εὐβοίας συνάπτωντῷ Ἑλικῶνι ὄρει, οὕτω λεγόμενος παρὰ τὸ αὐτόθι συναχθείσας ἁλισθῆναι ἢαὐλισθῆναι πρὸ τοῦ εἰς Τροίαν ἀπόπλου τὰς νῆας τῶν Ἀχαιῶν. [(ῃ. 304) Τὸ δέ» κακὰ φέρουσαι» ἀλλοῖόν ἐστι πρὸς τὰς τοῦ Πάριδος νῆας. αὗται μὲν γάρ, ὡςοἷον εἰπεῖν, φερέκακοι· ἐκεῖναι δὲ ἀληθῶς ἀρχέκακοι κατὰ τὸν ποιητήν.] (ῃ. 305) Ἐν δὲ τῷ «ἀμφὶ περὶ κρήνην» αἱ δύο προθέσεις τὴν περὶ τὸν αὐτὸντόπον συναγωγὴν ὁμοῦ δηλοῦσι παντὸς τοῦ στρατοῦ. [Οἱ δὲ ἱεροὶ βωμοὶπρὸς διαστολὴν εἴρηνται ἑτεροίων, ὁποῖοι καὶ οἱ τῆς ἁρματοθεσίας καὶ οἱ ἐνὈδυσσείᾳ φωτοφανεῖς.] (ῃ. 306) Τοῦ δὲ ἔρδειν προϋπάρχει τὸ ῥέζειν· «ἄλλοςδ' ἄλλῳ ἔρεζεν», ἐξ οὗ μεταθέσει καὶ τροπῇ συνήθει τοῦ ˉζ εἰς ˉδ τὸ ἔρδειν γίνεται. Δωριεῖς δὲ ῥέδδειν τὸ τοιοῦτόν φασιν. (ῃ. 307) Τὴν δὲ πλάτανον, ἤτοι κατὰπαραγωγὴν πλατάνιστον, καλὴν λέγει, ὡς ἂν εἴπῃ τις εὐειδῆ. τοιοῦτον γὰρ τὸφυτόν, ἄκαρπον μέν, καλὸν δὲ τοῖς σκιατραφουμένοις. διὸ καὶ τὸν Ξέρξηνπλάτανος ἔσχεν ἐραστήν, ἣν καὶ κοσμήσας νυμφικῶς ἐνηγλαΐζετο, ὑπὸ ταύτῃσκιατραφούμενος ὅτε ἦγεν ἐκεχειρίαν, ὅσγε καὶ ἀντίμιμον πλάτανον τῆςἐρωμένης πλατάνου ἐχρυσοχόησεν, ἵνα συνοδεύουσαν ἔχων ἀναπολῇ τὴν φιλτάτην ἐκείνην, καὶ ὅτε μὴ τὸ στερέμνιον ἔχει, ἀρκοῖτο βλέπων σκιάν. Χαίρει δὲὕδασι τὸ φυτὸν καί, ὥς φασιν οἱ παλαιοί, διυδατίζεσθαι θέλει. [διὸ καὶ μεγεθυνομένη διὰ τὸ πλατὺ καὶ ἀνώφορον αὐτῆς πλάτανος λέγεται.] Ἔστι δὲ καὶἐπιτηδεία πρὸς γένεσιν στρουθῶν· ἃ δὴ καὶ ὁ ποιητὴς εἰδώς, ὅπου τε ἀγλαὸνὕδωρ ἔρρεε, φυτεύει αὐτὴν καὶ στρουθοὺς αὐτῇ τοὺς αὐτῷ χρησίμους ἐννεοττεύεινποιεῖ. [(ῃ. 308) Τοῦ δὲ ἐφάνη οὐκ ἔστι καιριωτέραν λέξιν εὑρέσθαι· κεκρυμμένοςγὰρ ὁ δράκων ὑπὸ τῷ βωμῷ, εἶτα ἐκεῖθεν ἀΐξας καὶ εἰς τὴν πλάτανον ὀρούσαςἐξεφαάνθη. Δῆλον δὲ ὡς ὁ ῥηθεὶς βωμὸς αἴθριος ἦν αὐτὸς καθ' αὑτὸν καὶ οὐκἔσω ναοῦ, ὁποίους πολλοὺς ἐσχεδίαζον τοῖς παροδεύουσιν οἱ παλαιοί. Τὸ δὲμέγα σῆμα προϊὼν δεινὰ πέλωρα λέγει θεῶν πληθύνας τὸ πρᾶγμα σεμνότερον. Τοῦ δὲ ῥηθέντος «ἐφάνη» διασαφητικὰ καὶ τὸ «ὃν αὐτὸς Ὀλύμπιος ἧκε φόωσδε» καὶ τὸ «ἡμῖν τόδ' ἔφηνε τέρας Ζεύς».] (ῃ. 308– 20) Τὰ δὲ κατὰ τὸν δράκοντα καὶτοὺς στρουθοὺς καὶ τὴν πλάτανον ὁ μὲν ποιητὴς οὐκ ἰσχνολογεῖ. ἔθος γὰρ αὐτῷ ἐνταῖς τῶν σημείων λύσεσι τὰ καιριώτερα μόνα ἐπιλέγεσθαι, τὰ δὲ πολλὰπαρεᾶν, ὥσπερ δὴ καὶ ἐνταῦθα ἓν σχεδὸν μόνον σημειοῦται ὁ Κάλχας διὰ τοῦφανέντος, τὸ ὄψιμον τοῦ πολέμου ἤγουν τὸ μετὰ ἐννέα ἔτη τὰ δαπανηθέντα τῷδράκοντι, ὅ ἐστι τὰ παροιχόμενα τοῖς Ἕλλησι, τὴν Τροίαν ἁλῶναι, τοῦ λοιποῦδὲ ἀπρακτῆσαι καὶ ἀκινητίσαι τοὺς Ἕλληνας, ὡς καὶ ὁ δράκων ἤργησε τὰ ἐννέατέκνα φαγών. Κατὰ δὲ τοὺς παλαιοὺς ὁ δράκων, οὗπερ ἐνταῦθα μέμνηται ὁποιητής, ἔτι δὲ καὶ ἡ στρουθὸς καὶ οἱ νεοσσοὶ ταύτης καὶ ἡ τούτων ἀπώλεια καὶἡ τοῦ δράκοντος ἀπολίθωσις τοιαύτην τινὰ ἔχουσι διάθεσιν. ὁ μὲν δράκωνἈθηνᾶς, φασίν, ἱερός, ὡς ἐν τῇ ἄλφα ῥαψῳδίᾳ εἴρηται. διὸ καὶ εἰς τοὺς Ἕλληνας ἐκλαμβάνεται, οἷς ἐπίκουρός ἐστιν ἡ Ἀθηνᾶ. ὅθεν καὶ ὁ Ζεὺς αὐτὸν εἰς φῶςπροάγει σύμβολον ὁ ξένιος, εἰς ὃν ὁ Πάρις ἠδίκησεν ἐξ Ἑλλάδος ἁρπάσας τὴνἙλένην. καὶ ὁ Κάλχας δέ φησιν· «ὡς ὁ δράκων ἐποίησε τάδε, οὕτω καὶἡμεῖς πολεμήσομεν», ὡς εἶναι τὸν δράκοντα ὅπερ οἱ Ἕλληνες. Νοεῖται δὲ καὶἄλλως χρησμῳδικῶς ὁ τοιοῦτος δράκων εἰς αὐτὸν τὸν πλοῦν τὸν Ἑλληνικόν· ἕρπουσι γὰρ, ὥσπερ ὁ δράκων, οὕτω δὲ καὶ αἱ νῆες. Ἡ δὲ στρουθὸς ἀνάκειταιμὲν τῇ Ἀφροδίτῃ διὰ τὸ πολύγονον, [ἔτι δὲ καὶ θερμὸν εἰς μίξιν· ᾧ δὴ λόγῳ καὶἡ περιστερὰ οἰκειοῦται τῇ τοῦ μύθου Ἀφροδίτῃ.] Τίθεται δὲ εἰς τοὺς Τρῶας, οἷς ἡ Ἀφροδίτη ἐπεκούρει, μᾶλλον μὲν οὖν εἰς αὐτὴν τὴν Τροίαν, ὥσπερ καὶοἱ στρουθοὶ αὐτῆς εἰς τὰς περιοικίδας πόλεις. μάλιστα δὲ χρόνου δηλωτικοὶνοοῦνται αὐτοί τε οἱ ὀκτὼ νεοσσοὶ καὶ ἡ μήτηρ ἐνάτη οὖσα. πτηνὸν γὰρ ὁ χρόνοςκαὶ διὰ τοῦτο καὶ τὰ πτηνὰ εἰς σημεῖον χρόνου λαμβάνονται. ἐνιαυτοῦ δὲσύμβολά εἰσι καὶ οὐκ ἀλλοίου τινός, εὐλόγως ὡς ἐπ' ἀκροτάτῳ ὄζῳ ὄντες. εἰμὲν γὰρ πρὸς τῇ ἀρχῇ τοῦ ὄζου ἦσαν, τυχὸν ἂν ἡμέρας ἐδήλουν· εἰ δὲ πρὸς τῷμέσῳ, μῆνας· πρὸς δὲ ἀκροτάτῳ ὄζῳ ὄντες ἐνιαυτῶν εἰσι δηλωτικοί, τοῦμείζονος μέτρου. Φασὶ γὰρ οἱ παλαιοί, ὅτι τρεῖς εἰσι χρόνοι, δι' ὧν ὁ πᾶς αἰὼνἀριθμεῖται· ἡμέρα, μήν, ἐνιαυτός. ὧν ἡμέρα μὲν οὐρανοῦ ἐστιν ἀποκατάστασις, ὁ δὲ μὴν σελήνης, ὁ δὲ ἐνιαυτὸς ἡλίου. εἰ μὲν οὖν ἦσαν οἱ νεοσσοὶ ἐν ἀρχῇ τοῦστελέχους, ἡμέρας ἂν ἐσημειώσατο ὁ μάντις· εἰ δὲ ἐν μέσῳ, μῆνας ἂν εἶπεν. ἐπεὶ δὲ πρὸς τῷ τέλει, ἐνιαυτοὺς λέγει, τὸ τρίτον καὶ μεῖζον καὶ τέλειον. καὶαὐτὴν δὲ τὴν φωλεὰν ἐν ὑψηλῷ κειμένην σύμβολον εἶναι τῆς Τροίας φασίν, ἣν διὰ τὸ ἐφ' ὕψους ἱδρῦσθαι ἠνεμόεσσαν καλεῖ ὁ ποιητής. καὶ τὸ τοὺς στρουθοὺςδὲ πετάλοις ὑποκεῖσθαι ἐπ' ἀκροτάτῳ ὄζῳ τὸ βραχύβιον καὶ ὀλιγοχρόνιον τῶν Τρώων δηλοῖ. ὡς γὰρ ὁ ὑπὸ τοῖς τοιούτοις φύλλοις φωλεὸς οὐκ ἐπὶ πολὺἐξαρκέσει, ἀλλὰ συγκαταπεσεῖται τοῖς πετάλοις, οὕτω καὶ ἡ Τροία μετ' οὐ πολὺκατενεχθήσεται, μετὰ τοὺς ἐννέα δηλαδὴ χρόνους, ὧν εἰσιν, ὡς ἐρρέθη, δηλωτικοὶοἱ ὀκτὼ νεοσσοὶ σὺν τῇ μητρί. ὁ τοίνυν δράκων ὁ τοῖς Ἕλλησιν οἰκειούμενοςδιὰ τῆς πλατανίστου ἀνελθὼν τήν τε στρουθὸν καὶ τὰ τέκνα κατέφαγεν, ὅπερἐδήλου, ὅτι οἱ Ἀχαιοὶ τῆς τε ἠνεμοέσσης Τροίας καὶ τῶν περὶ αὐτήν, ὧν αὐτὴμήτηρ οἷά τις ἦν, διὰ ἐνναετοῦς χρόνου περιγενήσονται. τὰ γὰρ πτηνά, ὡς ἐρρέθη, οὐ μόνον ἐνιαυτῶν, ἀλλὰ καὶ πόλεων καὶ περιοίκων εἰσὶ δηλωτικά, καθὰ δηλοῖτὸ κατεσθίεσθαι αὐτὰ καὶ τὸ ἐλεεινὰ τετριγέναι καὶ τὸ τὴν μητέρα ἀμφιπέτεσθαιὀδυρομένην καὶ τὸ τὸν δράκοντα ἐλελιξάμενον, ἤτοι στραφέντα, λαβέσθαιαὐτῆς. οὐ γὰρ ἐκ τοῦ εὐθέος, φασίν, ἑάλω ἡ Τροία νόμῳ πολέμου, ἀλλ' ἐμπρήσαντες ἐν ὑστέρῳ τὰς νῆας οἱ Ἕλληνες καὶ πλασάμενοι ἀναχώρησιν, εἶτα δὴἐξ ἀναστροφῆς καταχθέντες νυκτὸς εἷλον τὴν Τροίαν. καὶ τούτου σημεῖον ἦν τὸτὸν δράκοντα ἐλελιχθέντα λαβέσθαι τοῦ στρουθοῦ, ἤτοι τῆς Τροίας, ἥτις οἷαμήτηρ νεοσσῶν πολλῶν ἄλλων πόλεων προεαλωκυιῶν αὐτὴ ἔτι περιῆν. Σῆμα δὲ καὶ τέρας λέγει τὸ κατὰ τὸν δράκοντα, τὸ μὲν ὡς μὴ πάνυ παράδοξον, τὸ δὲ ὡς παρὰ φύσιν. τὸ μὲν γὰρ βωμοῦ ὑπαΐξαι καὶ πάντων βλεπόντωνἀνερπύσαι εἰς τὴν πλατάνιστον καὶ ποιῆσαι, ἃ πεποίηκε, ταῦτα σῆμα ἤτοισημεῖον ἦν. τὸ δὲ κατελθόντα ὕστερον ἀπολιθωθῆναι, τοῦτο ἦν τεράστιον. οὕτω δέ, φασί, καὶ τὸ μὲν ἐπ' ἀκροτάτῳ ὄζῳ ὑπὸ τοῖς φύλλοις εἶναι τὴννεοττιὰν σημεῖον ἦν ὡς παρὰ τὸ σύνηθες γεγονός, τέρας δὲ τὸ ὀκτὼ τετοκέναι. ἑπτὰ γάρ φασι τίκτειν τὴν στρουθόν, ὧν τὸ ἓν οὔριον εἶναι. Ἔστι δὲ κατὰ τοὺςπαλαιοὺς σημεῖον μὲν τὸ παρὰ τόπον ἢ παρὰ τὸ ὡς ἐπὶ πολὺ γινόμενον, οἷον τὸσιμβλοποιήσασθαι μελίσσας ἐν οἴκῳ ἢ ἐν χείλεσι βρέφους, οἷον Πινδάρου, ἢπτηνοὺς μύρμηκας ἐν οἰκίᾳ γενέσθαι ἢ νεοττεῦσαι χελιδόνα πρὸς τῇ κλίνῃ ἢἀστράψαι ἢ βροντῆσαι τοιῶσδε οἷον παρὰ καιρόν. ταῦτα γὰρ σπάνια καὶοὐ συνήθη. τέρας δὲ τὸ παντελῶς παρὰ φύσιν, ὁποία καὶ ἡ τοῦ δράκοντοςἀπολίθωσις, ἥτις ἐδήλου τὸ δυσδιεξόδευτον τοῦ ἀγῶνος καὶ οὐ ταχὺ τελεσθησόμενον, ἀλλὰ κατὰ τὸν λόγον τοῦ Κάλχαντος ὀψιτέλεστον, ἢ καὶ τὴν τοῦ πολέμουσκληρότητα ἢ τὴν μετὰ ταῦτα ἀπραξίαν καὶ ἀργίαν τοῦ ἐκ Τρώων πολέμουεἰς ἄμυναν· ἀβοήθητοι γὰρ μεμενήκασιν οἱ Τρῶες καὶ οὐδεμία τις αὐτοῖς, ἐφ' οἷς ἔπαθον, γέγονεν ἄμυνα· ἢ καὶ τὸ ἔνδοξον καὶ ἀειφανὲς τοῦ πολέμουἐσήμαινε καὶ τὸ τῆς εὐκλείας ἀμετακίνητον καὶ μόνιμον καὶ πρόοπτον– διὸκαὶ ὁ Κάλχας ἔφη· «οὗ κλέος οὔ ποτε ὀλεῖται»– ἢ τὴν ἁπλῶς μετὰ ἐννέαἔτη ἅλωσιν τῆς Ἰλίου καὶ ἡσυχίαν καὶ κατάπαυσιν τοῦ πολέμου· ἐννέα γάρ, φησίν, ἔτη πολεμήσομεν, τῷ δεκάτῳ δὲ πόλιν αἱρήσομεν· ἢ καὶ ὅτι ἀκερδὲς τοῖςἝλλησι τὸ τοῦ πολέμου τέλος ἔσται· αὐτοὶ γὰρ ἦσαν ὁ δράκων· δηλοῦσι γὰρ αἱἱστορίαι παντελῶς ἀκερδὲς γενέσθαι τὸ τοῦ πολέμου πέρας τοῖς Ἕλλησιν, ὅθεν καὶ διὰ τὸ πένεσθαι εἰς λῃστείαν αὐτοὺς τραπῆναι κατὰ τὴν ἐπάνοδον καὶπλανᾶσθαι ἄλλους ἀλλαχοῦ πειρατεύοντας καὶ πολλαχοῦ διασπαρῆναι καὶκαταμεῖναι μέχρι τέλους, πολλοὺς δὲ καὶ ἀπολέσθαι. ἔοικε δὲ καὶ δράκοντα, ὡςεἰκός, τηνικαῦτα ἐκ λίθου ὑπὸ τῶν Ἑλλήνων γλυφῆναι ἢ τῶν μετ' αὐτοὺς εἰςμνήμην τοῦ τότε συμβεβηκότος καὶ ἐκκεῖσθαι πᾶσιν εἰς θέαν καὶ λόγον περιφέρεσθαι τοῦτον ἐκεῖνον εἶναι τὸν καταφαγόντα ποτὲ τοὺς στρουθοὺς καὶ τὴνμητέρα, οὗ δὴ καὶ τὸν Κάλχαντα πεποίηκε μεμνημένον ἐνταῦθα ὁ ποιητὴς οἷατῇ παραδόσει τοῦ μύθου ἀκολουθῶν. [Καινὸν δὲ οὐδὲν καὶ τοιοῦτον ἀνατεθεῖσθαιλίθον ἐν τοῖς ἐκεῖ· Ἐπεί τοι καὶ Παλαμήδους ἐπινοησαμένου κυβείαν καὶ πεττείαν ἐν Ἰλίῳ εἰς παραμύθιον λιμοῦ κατασχόντος τὴν στρατιὰν λίθος ἐκεῖ ἐδείκνυτο, καθὰ Πολέμων ἱστορεῖ, ἐφ' οὗ ἐπέσσευον. τῆς δὲ τοιαύτης ἐπινοίας τοῦ Παλαμήδους καὶ τῆς εὑρέσεως δὲ τοῦ χρόνου, ἣν καὶ αὐτὴν ἐκεῖνος ἐσοφίσατο, μάρτυρα παράγουσι Σοφοκλῆν, ὃς ἐν δράματι ὁμωνύμῳ τῷ εὑρετῇ Παλαμήδῃφησίν· «οὐ λιμὸν οὗτος τόνδ' ἀπῶσε, σὺν θεῷ εἰπεῖν, χρόνου τε διατριβὰςσοφωτάτας ἐφεῦρε φλοίσβου μετὰ κοπὴν καθημένοις, πεσσοὺς κύβους τε τερπνὸνἀργίας ἄκος;» ἐμαρτύρουν δὲ καὶ Ἀργεῖοι, παρ' οἷς ἦν, φασίν, ὁ λεγόμενος Παλαμήδους πεσσός. Ὅτι δὲ τὴν αὐτῶν εὕρεσιν Αἰγυπτίοις ἀνατιθέασιν ἕτεροι καὶ ὅτι οὐ παικτικὴ ἀλλὰ φιλόσοφος ἡ Αἰγυπτιακὴ πεττεία λέγεται, ἐνἄλλοις δηλοῦται. καὶ οὕτω μὲν εἰρημένα ἔστω οὐκ ἀλυσιτελῶς καὶ ταῦτα.] Σημείωσαι δὲ ὅτι οὐδεμίαν πρέπουσαν τῷ πράγματι λέξιν ἀφῆκεν ὁ ποιητής. σῆμά τε γὰρ εἶπε τὸ κατὰ τὸν δράκοντα, οἷον· «ἔνθα ἐφάνη μέγα σῆμα, δράκωνἐπὶ νῶτα δαφοινός, σμερδαλέος». μετὰ δὲ τοὺς στρουθοὺς καὶ τὴν ἀπολίθωσιντὸ αὐτὸ καὶ δεινὰ πέλωρα εἶπε καὶ τέρας δὲ ὕστερον ἐπωνόμασεν ἐν τῷ «ἡμῖντόδ' ἔφηνε τέρας». Ὅρα δὲ καὶ ὅτι οὐκ ᾐδέσθη ὁ ποιητὴς τρὶς ἐνταῦθα τὸἔνθα εἰπεῖν· «ἔνθα ἐφάνη δράκων» καὶ μετὰ δύο στίχους «ἔνθα ἦσαν στρουθοῖονεοσσοί». καὶ αὖ μεθ' ἑτέρους δύο «ἔνθ' ὅ γε τοὺς κατήσθιε». Τὸ δέ «ἐφάνη» κυριωτάτη λέξις· ὑπὸ γὰρ τῷ βωμῷ, καθὰ ἐρρέθη, κρυπτόμενος εἰς φῶς ἐπέμφθη, ὃ ταὐτόν ἐστι τῷ ἐφάνη. διὸ καὶ παρακατιὼν λέγει· «θεός, ὅς περ ἔφηνε» καὶ «ἡμῖν τόδ' ἔφηνε τέρας» ἐπιμένων τῇ λέξει διὰ τὸ καίριον, ὡς καὶ τῷἔθηκεν, ἔνθα φησίν· «ἀρίζηλον ἔθηκε θεός» καὶ «λᾶαν γάρ μιν ἔθηκε». Δαφοινὸςδὲ νῶτα ὁ μέλας παρὰ τὸ ˉδˉα ἐπιτατικὸν καὶ τὸν φόνον, ὃ δηλοῖ τὸ αἷμα· μέλανδὲ τὸ αἷμα. (ῃ. 309) Σμερδαλέος δὲ νῦν μὲν ἐπὶ δράκοντος καὶ δηλοῖ τὸν τῇὄψει καταπληκτικὸν ἀπὸ τοῦ μέρδω τὸ βλέπω, καθά φασιν οἱ παλαιοί, ὅτι γεκαὶ ὁ δράκων αὐτὸς ὁμοίως ἀπὸ τοῦ δέρκω λέγεται. λέγεται δέ ποτε καὶ ἐπὶτοῦ ἁπλῶς καταπληκτικοῦ ἡ λέξις, οἷον ὅτε εἴπῃ· «σμερδαλέον κονάβησαν» καὶ «σμερδαλέον δ' ἐβόησε». τὸ δὲ σμερδαλέον καὶ σμερδνόν λέγεται· καθίσταται δὲ ἡ λέξις οὕτω. μερίζω καὶ συγκοπὲν μέρζω καὶ Δορικῶς μέρδω, τὸπανταχοῦ μερίζω καὶ διαπεταννύω τὴν ὄψιν, καὶ μετὰ τοῦ ˉζˉα ἐπιτατικοῦ κατὰσυγκοπὴν ζμέρδω κατὰ τοὺς παλαιοὺς γραμματικούς, ἐφ' ὧν καὶ τὸ Ζμύρνακαὶ τὸ ζμικρός διὰ τοῦ ˉζ κατήρχετο καταργηθέντος παρὰ τῶν ὕστερον, ὡς καὶπρογέγραπται, τῇ ἀντιθέσει τοῦ ˉσ. σμέρδω τοίνυν καὶ ἐξ αὐτοῦ τὸ σμερδνόνκαὶ τὸ σμερδαλέον. (ῃ. 311) Ἡ δὲ στρουθὸς εἶδος μικροῦ ὀρνέου ἀνειμένου τῇἈφροδίτῃ διά τε τὸ ὡς ἐν μεγέθει οὐ μεγάλῳ πολύγονον, ὡς ἐρρέθη, καὶ διὰ τὸχαίρειν τῇ μίξει, ὅθεν καὶ στρουθὸς λέγεται παρὰ τὸ μετὰ οἴστρου θέειν. διὸ καὶὀξύνεται ἡ λέξις κατὰ κανόνα τοιοῦτον. Τὰ εἰς ˉθˉοˉς δισύλλαβα φύσει μακρᾷπαραληγόμενα, ἔχοντα τὸ θέειν ἐγκείμενον, ὀξύνονται, οἷον βοηθός, ἀγαθός· οὕτω καὶ στρουθός. τὰ δὲ μὴ τοιαῦτα βαρύνονται, Ξοῦθος κύριον, Ζῆθος, μῦθος. Ἀφ' ὧν δὲ Ἀριστοτέλης ἐν τῷ Περὶ ζῴων ἱστορίας διαζωγραφεῖ τὴν στρουθόν, ἔοικεν εἶναι αὕτη ὁ λεγόμενος ἰδιωτικώτερον τρωγλίτης. ἰστέον δὲὅτι ἡ μὲν τοιαύτη στρουθὸς εἰδικῶς οὕτω λέγεται, ἔστι δὲ ἄλλως καὶ γενικὴλέξις. Αἴλιος γοῦν Διονύσιος ὁ Ἁλικαρνασσεύς, ἐν οἷς γράφει πρὸς Σκύμνον, φησίν· «ἄγριαι στρουθοὶ αἱ στρουθοκάμηλοι». δῆλον δὲ ὅτι καὶ Λιβυκαὶστρουθοὶ αἱ αὐταὶ λέγονται. [ὅτι δὲ ἀπὸ τῆς στρουθοῦ καὶ στρουθίζειν τὸ εὐτελῶς πως ᾄδειν, δηλοῖ καὶ ὁ Κωμικός.] Τὸ δὲ νεοσσοί τὰ νεογνὰ δηλοῖ, [ὡς ἀπὸτοῦ νέον ἤγουν νεωστὶ ὄσσεσθαι, ὅ ἐστι βλέπειν ἢ βλέπεσθαι.], ἢ παρὰ τὸ νέονσεύεσθαι ἤτοι κινεῖσθαι τραπέντος τοῦ νῦ εἰς σίγμα, ὡς καὶ ἐν τῷ σύσσιτοςκαὶ ἐν τῷ πασσυδίῃ καὶ σύσσωμος καὶ τοῖς ὁμοίοις. διὸ καὶ ἑρμηνεύων ἐπήγαγε» νήπια τέκνα». ἰστέον δὲ ὅτι Αἴλιος Διονύσιος ὁμωνυμίαν εἰσάγει τοῦ νεοσσοῦ, ἔνθα φησίν, ὅτι νεοττὸς λέκιθος ὠοῦ. [ὡς δὲ καὶ συγκόπτει τὸ οἰκεῖον ˉε ἡτοιαύτη λέξις κατὰ τὸ νεηγάτεον, νηγάτεον, δηλοῦσιν αἱ παρὰ τῷ Ἀθηναίῳνοσσάδες ὄρνις. (ῃ. 312) Τὰ δὲ πέταλα, ὅ ἐστι τὰ ἀναπεπταμένα καὶ πλατέαφύλλα, ὅτι καὶ πέτηλα λέγεται, δῆλόν ἐστιν. οἱ γοῦν περὶ Λυκίαν πετήλια μέχρικαὶ ἔσαρτι καιροῦ τὰ τοιαῦτά φασιν. ἐκ δὲ τῶν Ὁμηρικῶν πετάλων καὶποτήρια ἐκπέταλα τὰ πλατέα, ὁποῖα τὰ ἰδιωτικῶς λεγόμενα πατέλλια, ἐξ ὧν ὁκαλὸς Ἀλκίφρων τὸν Πατελλοχάρωνα συνέθετο.] Τὸ δέ «πετάλοις ὑποπεπτηῶτες» ἢ τοὺς ὑποπεπτωκότας δηλοῖ ἀποβολῇ τοῦ ˉκ καὶ τροπῇ τοῦ ˉω εἰς ˉη, ἢτοὺς ὑποπετομένους ἐκ τοῦ πτῶ πτήσω· ἐφύλαξε δὲ τὸ ˉω τῆς εὐθείας. Ἰστέονγὰρ ὅτι αἱ εἰς ˉωˉς μετοχαὶ τὰ πολλὰ μὲν τρέπουσι τὸ ˉω τῆς εὐθείας ἐν τῇ γενικῇ, πολλάκις δὲ φυλάσσουσι τὸ ˉω καὶ ἐν ταῖς πλαγίαις καθ' ὁμοιότητα τῶν εἰς ˉωˉςὀξυτόνων ὀνομάτων, ὅσα διὰ τοῦ ˉτ κλίνονται. οὕτω καὶ κατωτέρω τὸ τετριγῶταςἐκτείνει τὴν παραλήγουσαν ἐν τῷ «κατήσθιε τετριγῶτας». ὁμοίως καὶ τὸ» ἀλεξέμεναι μεμαῶτας» καὶ ἄλλα πολλά. [Φαίνεται δὲ ἐκ τοῦ πεπτηώς πεπτηῶτοςσυγκοπῆναι τὸ πεπτώς πεπτῶτος· οἷον «πεπτῶτ' ἀδελφόν» παρὰ Σοφοκλεῖ· εἰ μὴ ἄρα ἐκ τοῦ πεπτωκότα συγκέκοπται κατὰ τὸ «βεβρῶτες», ἤγουν βεβρωκότες, «αἵματος λίπος». (ῃ. 313) Τὸ δέ «ἣ τέκε τέκνα» εἰς οὐδὲν μὲν ἀναγκαῖον, ἀλλὰ κατὰ τὸ παρέλκον ἐρρέθη. ἔστι δὲ καὶ τρόπου ἐτυμολογικοῦ– ἐκ τοῦ τεκεῖνγὰρ τὸ τέκνον– καὶ Ἀττικὸν δέ.] (ῃ. 314) Τὸ δὲ κατήσθιε τὸν μετὰ σφοδρότητος ὁλοτελῆ δηλοῖ ἀφανισμὸν τῶν νεοττῶν καὶ διαφέρει τοῦ ἁπλῶς ἐσθίειν, ὡς καὶ τὸ καταφαγεῖν τοῦ ἁπλῶς φαγεῖν. καιρίως δὲ καὶ αὕτη ἔχει ἡ λέξις, ὅθεν καὶ κατωτέρω δὶς αὐτὴν λέγει διαλύσας ἐν τῷ «κατὰ τέκνα ἔφαγεν». Τὸδὲ τετριγῶτας μίμησίς ἐστι φωνῆς τῶν νεοττῶν, ἥτις ἁπαλωτέρα τοῦ τρύζεινἐστίν, ἀφ' οὗ γίνεται ἡ τρυγών. τελειότερον δέ, φασί, τοῦ τετριγέναι τὸ ἰαχεῖν, ὅθεν τὰ μὲν νήπια τετριγῶτα, ἡ δὲ μήτηρ ἀμφιαχυῖα, καθὰ καὶ μετ' ὀλίγα γεῖοι μέγα ἴαχον. Ζηνόδοτος μέντοι, φασίν, ἀντὶ τοῦ τετριγῶτας τιτίζονταςγράφει, οἷα κρίνας αὐτὸ τοῦ τετριγέναι καιριώτερον. καίτοι φασὶν οἱ παλαιοί, ὅτι ἁπλῶς μὲν τιτίζουσιν οἱ νεοσσοί, κατεσθιόμενοι δὲ τρίζουσιν. ἔστι δὲ τρίζειντὸ λεπτὸν ἠχεῖν κατὰ τὰς νυκτερίδας, αἳ καὶ αὐταὶ τρίζειν λέγονται, ὡς ὁποιητὴς ἐν τῷ τέλει τῆς Ὀδυσσείας φησί. τὸ μέντοι τρύζειν, ἀφ' οὗ ἡ τρυγών, τραχυφωνότερόν ἐστι. Σημείωσαι δὲ ὅτι ἐκ τοῦ τιτίζειν τίτις κατὰ Αἴλιον Διονύσιον, βραχὺ ὀρνίθιον, ἢ καὶ πᾶν, φησί, μικρὸν ὀρνίθιον ὑπὸ τῶν παλαιῶνοὕτω καλεῖται. Ἕτερος δέ τίς φησι καί, ὅτι κατὰ μίμησιν ἤτοι ὀνοματοποιΐαν, ὅθεν ἴσως καὶ τιτιγόνιον, ζωΰφιον παρὰ τῷ αὐτῷ ὅμοιον τέττιγι. δῆλον δὲ καὶὅτι τραχύτερον τοῦ τιτίζειν τὸ τιτυβίζειν, ὃ ἐπί τινων περδίκων ἱστορεῖταιλέγεσθαι, [καθὰ ἐπὶ ἑτέρων τὸ κικκαβάζειν, ὅθεν παρὰ τῷ Κωμικῷ ἐπίρρηματὸ κικκαβαῦ. (ῃ. 315) Τὸ δὲ ἀμφεποτᾶτο ἔχει τι ἄπορον ἐπὶ τῇ γραφῇ τῆς προπαραληγούσης. εἰ γὰρ πέτω ἐστὶ τὸ πέτομαι καὶ ἐξ αὐτοῦ ποτός ὁ πετόμενος, ὡς δῆλον ἐκ τοῦ ποτή θηλυκοῦ ἐν Ὀδυσσείᾳ, διὰ τί μὴ τὸ ποτῶ ῥῆμα καὶ τὰἐξ αὐτοῦ μεγεθύνουσι τὴν ˉπˉο συλλαβὴν κατὰ τὸ τρέχω, τρόχος, τρωχῶ, καὶ τὰὅμοια; αἴτιον δὲ κἀνταῦθα ἡ σύνθεσις. τὸ γὰρ ἁπλοῦν πωτῶ ἐκτείνει ἔστινὅτε τὴν λήγουσαν, ὡς δῆλον ἐκ τοῦ «λίθοι πωτῶντο θαμειαί».] (ῃ. 316) Τὸ δέ «ἐλελιξάμενος» τὸ ὑγρὸν δηλοῖ τοῦ δράκοντος καὶ εὐλύγιστον καὶεὐπερίστροφον καί, ὡς εἰπεῖν, οὐ δυσέλικτον ἀλλὰ εὐέλικτον. διὸ καὶ δεδιπλασίακε τὸν ἑλιγμόν, ὃ γίνεται καὶ ἐπὶ τοῦ «μέγαν δ' ἐλέλιξεν Ὄλυμπον». Τὸ δέ» πτερύγος λάβεν» ἀρέσκει τοῖς παλαιοῖς κατὰ τὴν Ἀριστάρχειον ἀνάγνωσιν, ὡς δ' ἄλλοι φασὶ κατὰ παράδοσιν, παροξύνειν ἀπὸ εὐθείας ὀξυτόνου τῆς ἡπτερύξ, ὃ δηλοῖ οὐ τὰ πτερὰ μόνα, τὸ μόριον δὲ μετὰ τῶν περικειμένωνπτερῶν, καθὰ δηλοῖ καὶ Ἡρωδιανὸς εἰπών, ὅτι τὰ εἰς ˉυˉξ θηλυκά, μονοσύλλαβαμὲν ὄντα, ὀξύνεται· Στύξ, νύξ, τρύξ· ὑπὲρ μίαν δὲ ὄντα συλλαβὴν βαρύνεται· κάλυξ, ἄντυξ, πομφόλυξ. τὸ πτερύξ σεσημείωται ὑπὸ Ἀριστάρχου ὀξυνθὲνδιὰ τὸ ἐννοίας περιεκτικῆς εἶναι. οὕτω γάρ, φησίν, ἀνέγνωμεν ἐν τῇ βῆτα ῥαψῳδίᾳ. (ῃ. 318) Τὸ δέ «ἀρίζηλον» φανερῶς ἐνταῦθα τὸν ἀρίδηλον δηλοῖ τραπέντοςτοῦ ˉδ εἰς ˉζ κατὰ συγγένειαν τὴν καὶ ἐν τῇ αʹ ῥαψῳδίᾳ γεγραμμένην. οὕτωδὲ καὶ ἐν τῷ «ἀστὴρ ἀρίζηλος». οὐ γὰρ ἔστιν ἐνταῦθα εἰπεῖν τὸν ἄγαν ζηλωτόν. [(ῃ. 319) Τὸ δέ «λᾶαν», ὅ ἐστι λίθον, ἐκτείνει μὲν τὴν παραλήγουσαν καὶκλίνεται περιττοσυλλάβως λάαος· κραθὲν δὲ γίνεται λᾶς· ὅθεν Λᾶ, πόλιςτραχεῖα, ὡς τὸ «Λᾶν περήσεις» παρὰ Λυκόφρονι· καὶ Λαπέρσαι Διόσκουροιοἱ τὴν τοιαύτην Λᾶν πέρσαντες· καὶ λαξεύειν τὸ λίθους ξέειν καὶ λατύπος, ὁ καὶλατόμος, τὸ μὲν ἀπὸ τοῦ τύπτειν, τὸ δὲ ἀπὸ τοῦ τέμνειν· καὶ λατύπη θηλυκῶςτὰ τῶν λίθων ἀποξέσματα.] (ῃ. 325) Τὸ δέ «ὄψιμον ὀψιτέλεστον» ἐκ παραλλήλου κείμενα, τῆς αὐτῆς εἰσιν ἐννοίας δηλωτικὰ διὰ σαφήνειαν. [Τὸ δέ «ὅου» ἀντὶτοῦ οὗτινος πλεονασμὸν ἔχει τοῦ ˉο, ἵνα ᾖ, ὥσπερ τοῦ ὅτου καὶ τῷ ὅτῳ, οὕτωκαὶ οὗ ὅου, ἀναδραμούσης τῆς δασείας εἰς τὴν παραλήγουσαν. τύπου δὲ τοιούτουκαὶ τὸ ὁτέοισι καὶ τὸ ὅτεῳ, ἀντὶ τοῦ ᾧτινι.] (ῃ. 328) Ἡ δὲ τῶν ἐννέα ἐτῶνἀνάμνησις ὀνειδισμόν τινα ἔχει κατὰ τοὺς παλαιούς, ἐὰν τότε μὲν οἱ Ἕλληνεςχρόνου μῆκος ἀκούσαντες οὐκ ὤκνησαν, νῦν δὲ πρὸς τῷ τέλει ἐκλέλυνται, ὅτεἡ ἐνναετηρὶς βέβηκε. πολέμου δὲ καιρὸς τὰ ἐννέα ἔτη, ὧν συντελεσθέντωνἀνάγκη νοεῖν τὸ εὐθὺς δέκατον, τὸ ἀργὸν καὶ ἀπόλεμον, οὗ σύμβολον νοοῦσί τινεςτὸν δράκοντα συγκαταριθμοῦντες εἰς χρόνου δήλωσιν καὶ αὐτόν. (ῃ. 330) Τὸδέ «νῦν πάντα τελεῖται», ὡς καὶ οἱ παλαιοὶ παρασημειοῦνται, πρὸς τὸν ὄνειρονἀφορᾷ τὸν βασιλικόν, τὸν εἰπόντα· «νῦν γάρ κεν ἕλοις πόλιν». καὶ οὐ λέγειὅτι τῷδε τῷ ἤματι πάντα τελεῖται, ὡς ὁ Ἀγαμέμνων ἐνόησε τὸ «νῦν ἕλοις τὴνἼλιον». ἴσως γὰρ οἶδεν, ὅτι ψεύσεται τοῦτο εἰπών. ἀορίστως δέ φησι «νῦνπάντα τελεῖται», ὡς καὶ ἀνωτέρω τὸ «μείνατ' ἐπὶ χρόνον», ἵνα μήτε βασιλικὸνἀναφήνῃ μυστήριον, ὅπερ ἐν τῷ προβουλίῳ ἤκουσε, μήτε ἐξελέγχοιτο ὕστερον, ἐὰν μή, ὡς ὁ βασιλεὺς ἐνόησεν, αὐθημερὸν συντελεσθείη ὁ πόλεμος. [(ῃ. 331 ς.) Τὸ δέ «μίμνετε αὐτοῦ», ἤγουν ὧδε, ἐπ' αὐτοῦ τοῦδε τοῦ τόπου, ἔστι μὲνἀντωνυμία ἐπιρρηματική, παράγει δέ, ὥσπερ τὸ αὐτόφι, οὕτω καὶ τὸ αὐτόθι, ὅθεν συγκέκοπται τὸ αὖθι, οἷον· «πτολεμίξομεν αὖθι». Περὶ δὲ τοῦ «εἰσόκεν», ἤγουν εἰς ὃ ἂν καὶ ἕως οὗ, πολλαχοῦ δηλοῦται.] (ῃ. 301) Ὅτι πληροφορίανφράζει πράγματος τὸ «εὖ γὰρ δὴ τόδε ἴδμεν ἐνὶ φρεσίν, ἐστὲ δὲ πάντες μάρτυροι, οὓς μὴ κῆρες ἔβαν θανάτοιο φέρουσαι». [Καὶ ὅρα τὸ «ἐστὲ μάρτυροι». οὐ γὰρἀκολούθως τῷ ἴδμεν εἶπεν, ὅτι ἐσμέν, ἵνα μὴ καὶ ἑαυτὸν συντάξῃ τοῖς μαρτυροῦσι. (ῃ. 302) Τὸ δέ «κῆρες ἔβαν φέρουσαι» τοὺς ἐν τοῖς ἑξῆς που δηλωθησομένους κηρεσσιφορήτους συντίθησι. (ῃ. 320) Τὸ δέ «ἡμεῖς δ' ἑσταότες ζομεν οἷον ἐτύχθη» ἐκπληττομένοις πρόσφορον. (ῃ. 323) Κεῖται δ' ἐν τοῖςῥηθεῖσι καὶ τὸ ἄνεῳ, ἤγουν ἄφωνοι, οἷον· «τίπτ' ἄνεῳ ἐγένεσθε», ἤγουνἄναυδοι, ἀχανεῖς· περὶ οὗ, ὡς κλίνεται κατὰ τὸν Μενέλεων, ἀλλαχοῦ φανεῖται.] (ῃ. 333– 5) Ὅτι σχῆμα ὑπερβατὸν ἐν τῷ «Ἀργεῖοι δὲ μέγα ἴαχον, ἀμφὶ δὲ νῆες σμερδαλέον κονάβησαν ἀϋσάντων ὑπ' Ἀχαιῶν, μῦθον ἐπαινήσαντες Ὀδυσσῆος θείοιο». ἔστι γὰρ τὸ ἀκόλουθον οὕτως· Ἀργεῖοι μέγα ἴαχον ἐπαινήσαντες τὸνὈδυσσέως μῦθον. ἦν δὲ ὑπερβατὸν καὶ ἐν τῇ αʹ τῆς Ἰλιάδος, ἐν τῷ «νῦν δ' εἶμιΦθίηνδε», οὗ ἐφεξῆς τὸ «ἐνθάδ' ἄτιμος ἐών». Καὶ ἰστέον ὡς ἐν τῇ αʹ ῥαψῳδίᾳἐλέχθη, ὅτι τὰ τοιαῦτά εἰσι κυρίως ὑπερβατὰ κατὰ τοὺς ῥήτορας, οὐ μὴνὁμοίως καὶ τὸ «λέων κατὰ ταῦρον ἐδηδώς»· καὶ τὸ «διὰ τάφρον ἔβησαν»· καὶ τὸ» κατὰ τέκνα ἔφαγε στρουθοῖο», περὶ ὧν καὶ ἐν τοῖς μετὰ ταῦτα εἰρήσεται τὰδοκοῦντα τοῖς παλαιοῖς. Ἐνταῦθα δὲ οἱ παλαιοὶ παρασημειοῦνται τὸ τοῦ ὄχλουπαλίμβολον, ὅπως οἱ αὐτοὶ καὶ φεύγειν ἦσαν ἑτοιμότατοι καὶ μένειν αὖτις ῥᾷονἀνεπείσθησαν. ἐπιφωνοῦσι δὲ καὶ τὸ τοῦ Εὐπόλιδος· «οἷόν γέ ποὐστὶγλῶσσ' ἀνθρώπου», εἴπερ ὁ μὲν λέγων «φεύγωμεν» ἀναπτεροῖ, ὁ δὲ αὖθιςπείθει λέγων «μίμνωμεν». (ῃ. 333) Τὸ δέ «μέγα ἴαχον» αὐξητικῶς εἴρηται· ἁπλῶς μὲν γὰρ πρὸ ὀλίγου ἴαχεν ἡ μήτηρ στρουθός, οἱ δὲ Ἀργεῖοι μέγα ἴαχον. (ῃ. 334) Ὁ δὲ κόναβος καὶ τὸ κοναβίζειν καὶ κοναβεῖν– διφορεῖται γὰρ καὶαὐτό– ἦχός ἐστι ξύλων ξηρῶν πεπληγότων ἢ μᾶλλον, κοινότερον εἰπεῖν, ἦχοςσωμάτων ξηρῶν. ἐρεῖ γὰρ μετ' ὀλίγα· «χθὼν κονάβιζε». [(ῃ. 335) Τοῦ δὲἐπαινῶ ἐπαινήσω, οὗ κοινότερον τὸ ἐπαινέσω, χρῆσις καὶ παρ' Ἡσιόδῳ καὶἄλλοις.] (ῃ. 336) Ὅτι γερήνιος Νέστωρ ἢ ὁ ἔντιμος παρὰ τὸ γέρας ἢ ὅτι, ὁπηνίκα ἡ Πύλος ὑφ' Ἡρακλέος ἑάλω, καθάπερ ἐν τῇ αʹ ῥαψῳδίᾳ εἴρηται, αὐτὸς ἐν Γερήνοις ἢ ἔτυχε τρέφεσθαι ἢ ἤχθη φυγάς. Γέρηνα δέ, ὡς καὶ ἐν τῷ Καταλόγῳ ῥηθήσεται, τόπος περὶ τὴν Πελοπόννησον ἤτοι πόλις Μεσσηνιακή, ἡ λεγομένη καὶ Γερηνία, καθὰ καὶ ὁ Γεωγράφος φησί. λέγεται δὲ ἡ πόλις αὕτηκαὶ ἑνικῶς Γέρηνον, ὡς Ἡσίοδος· «Νέστωρ οἶος ἄλυξεν ἐν ἀνθεμόεντι Γερήνῳ», καὶ πληθυντικῶς, ὡς ὁ αὐτός· «κτεῖνε δὲ Νηλῆος ταλασίφρονος υἱέας ἐσθλοὺςἕνδεκα· δωδέκατος δὲ Γερήνιος ἱππότα Νέστωρ ξεῖνος ἐὼν ἐτύχησε παρ' ἱπποδάμοισι Γερήνοις», ἀπὸ εὐθείας τῆς Γέρηνος Γερήνου. ὁ δὲ Γεωγράφος λέγεικαί, ὅτι δεικνύουσι παρ' αὐτοῖς οἱ τῆς κοίλης Ἤλιδος Γέρηνον τόπον καὶ Γέροντα ποταμὸν καὶ ἄλλον Γερήνιον· τοῦτο δὲ καὶ Μεσσήνιοι ποιοῦσι καὶμᾶλλον γνώριμά φασιν εἶναι τὰ παρ' ἐκείνοις Γέρηνα. Ἐν τοῖς Αἰλίου Διονυσίου φέρεται καί, ὅτι γέρην ἡ θήλεια γέρανος. (ῃ. 337) Ὅτι ἐνδεικνύμενοςκἀνταῦθα ὁ ποιητής, ὅπως εὐπόρως ἔχει τοῦ ῥητορεύειν καὶ ὅτι τὸ καλῶςῥηθὲν δύναται καὶ κάλλιον εἰπεῖν, τὴν τοῦ Ὀδυσσέως ῥητορείαν μεταχειρισάμενος ὑπὸ κρείττονι ῥήτορι τῷ Νέστορι– οὗτοι γὰρ οἱ δύο τῶν λοιπῶν ἐν ῥητορείᾳὑπερφέρουσι– νικᾷ, ὡς καὶ προερρέθη, τοῖς δευτέροις νοήμασι πολλῷ πάνυτῷ μέσῳ τὰ πρότερα καί, ὡς εἴπερ ἀνὴρ νικήσειε παῖδα δημηγοροῦντα, καθάπερ αὐτὸς ἐπισημαίνεται ἐν τῷ εἰπεῖν· «ὦ πόποι, ἦ δὴ παισὶν ἐοικότεςἀγοράασθε νηπιάχοις», [ὃ δοκεῖ πρὸς ἔριν ἢ μίμησιν εἰρῆσθαι Ὀδυσσέωςεἰκάσαντος πρὸ ὀλίγων τοὺς Ἀχαιοὺς παισὶ νεαροῖς.] Πολλὰ μὲν οὖν ὁ Νέστωροὐ φιλοτιμεῖται εἰπεῖν νοήματα, ὑψηλὰ δέ. διὸ οὐδὲ ὑπερπαίει πάνυ τὸν Ὀδυσσέαπλήθει ἐπιχειρημάτων ἀλλὰ μᾶλλον ποιότητι. ἐπιλέγεται γὰρ τὰ ἐκείνου καὶμεταγαγὼν αὐτὰ εἰς τὸ ὑψηλότερον καὶ ἐπεξεργασάμενος, οὕτω περαίνει τὴνδημηγορίαν, προσεπιθείς τι καὶ αὐτός, ὡς εἰρήσεται, καὶ ποιήσας τὸ καλὸνκάλλιον. Ἐν πρώτοις οὖν σχετλιάσας διὰ τοῦ «ὦ πόποι», εἶτα οὐ πρὸς τὸνβασιλέα τὸν λόγον εὐθὺς ἀποτείνει, ὡς Ὀδυσσεὺς ἐποίησε, καίτοι ἀλλαχοῦποιεῖν αὐτὸ εἰωθώς, ἀλλὰ σφοδρῶς καὶ παρρησιαστικῶς τὸν λόγον μεταχειριζόμενος πρὸς μόνον μὲν αὐτὸν τὸν Ὀδυσσέα οὐ στρέφει τὸν λόγον– ἦν γὰρ καὶτοῦτο πάνυ καταφορικὸν καὶ ἀκράχολον– λεαίνει δὲ τῷ κοινῷ πληθυσμῷ τὴνσφοδρότητα λέγων· (ῃ. 337 ς.) «ἦ δὴ παισὶν ἐοικότες ἀγοράασθε» καὶπαισὶν οὐ τοῖς τυχοῦσιν, ἀλλὰ νηπιάχοις. τοῦτο δὲ λέγει οὐχ' ὅτι νήπιόν τι ὁὈδυσσεὺς ἐφθέγξατο, ἀλλ' ὅτι μηδὲν εἶπε στρατηγικῶς περὶ πολεμικῆς ἐκτάξεως, ὅπερ αὐτὸς μετ' ὀλίγα ποιήσει, ἐν οἷς ἐρεῖ, ὅτι «κρῖν' ἄνδρας κατὰ φῦλα, κατὰ φρήτρας Ἀγάμεμνον» καὶ τὰ ἑξῆς. Διὰ τοῦτο οὖν δημηγορίᾳ νηπιάχωνεἰκάζει τὰ φθάσαντα λαληθῆναι, διότι δηλαδὴ τακτικὴ παραγγελία οὐκ ἔγκειταιαὐτοῖς. διὰ τοῦτο εἰπών «νηπιάχοις ἐοικότες» φησίν· «οἷς οὔ τι μέλει πολεμήϊαἔργα». τάχα δὲ οὐ διὰ μόνον τὸν Ὀδυσσέα εἴρηται ταῦτα, ἀλλὰ καὶ διὰ τὸ» φεύγωμεν» τὸ τοῦ Ἀγαμέμνονος· Ἔξεστι γὰρ τῷ γέροντι καθάπτεσθαι λόγοις τοῦ βασιλέως, ὡς ἐν τῷ προβουλίῳ ὥριστο. καὶ τοιοῦτον μὲν τὸ προοίμιοντοῦ γέροντος ὑπισχνούμενον ἀνδρώδεις ἐννοίας. εἰ γὰρ οἱ πρὸ αὐτοῦ νηπιάχοιςἐοικότες ἠγόρευσαν, αὐτὸς ἄρα οὐ τοιοῦτος ἔσεσθαι πραγματεύσεται. (ῃ. 339) Εἶτα πρὸς τὰ τοῦ Ὀδυσσέως ἀφορῶν νοήματα διορθοῦται οἷον καὶ ὑψηλότερον αὐτὸς ἐκεῖνα διαχειρίζεται. εἰπόντος οὖν ἐκείνου Ἀχαιῶν ὑπόσχεσιν καί, ὅτιοὐκ ἐκτελοῦσί σοι τὴν ὑπόσχεσιν, ὁ Νέστωρ φησὶν ἀχθόμενος, ὅτι «πῇ δὴσυνθεσίαι τε καὶ ὅρκια βήσεται ἡμῖν;» [(ῃ. 340 ς.) Εἶτα καὶ τὴν ἐρώτησιν τοῦ «πῇ δὴ τὰ εἰρημένα βήσεται» λύων καὶ πλατύνων τὸ «συνθεσίαι τε καὶ ὅρκια» καὶ βαρέως δὲ λαλῶν ἐν σχήματι κατευχῆς φησιν,] ὅτι «ἐν πυρὶ δὴ βουλαί τεγενοίατο μήδεά τ' ἀνδρῶν σπονδαί τ' ἄκρητοι καὶ δεξιαί, ᾗς ἐπέπιθμεν», ἤγουναἷς ἐπεποίθειμεν. Ἐν τούτοις γὰρ τοῖς νοήμασιν ὁ μὲν Ὀδυσσεὺς ψεῦδος κατηγορεῖ τῶν Ἑλλήνων, ὡς μὴ ἐκτελούντων τῷ βασιλεῖ τὴν ὑπόσχεσιν, ἥτις ἦν τὸ τὴν Ἴλιον ἐκπέρσαντα ἀπονέεσθαι, ὁ δὲ Νέστωρ γυμνότερον καὶὑψηλότερον ἀσεβείας αὐτοὺς ἢ ἐπιορκίας γράφεται, ὡς οὐχ' ἁπλῶς ὑποσχεθέντας, ἀλλὰ καὶ συνθεμένους καὶ ὀμόσαντας μετὰ καὶ σπονδῶν καὶ δεξιώσεων· ἅμα δέ, φασί, καὶ ὡς ἐνεδρεύσαντας ἀπελέγχει. οὐκ ἂν γὰρ ὁ βασιλεὺς ἐστράτευσεμὴ συνθεμένων αὐτῶν. (ῃ. 342 ς.) Πάλιν τοῦ Ὀδυσσέως τὰ ἐννέα ἔτη συντεμόντος καὶ εἰπόντος, ὅτι ἐν τῇ Αὐλίδι χθιζὰ καὶ πρωϊζά, ἤγουν χθὲς καὶ πρωΐ, σημεῖον τοιόνδε εἴδομεν, ποιήσαντος δὲ τοῦτο οἰκονομικῶς, ἵνα μὴ δόξῃὀνειδίζειν ἀνανδρίαν τοῖς Ἕλλησι καὶ ἀποκναίσῃ ἐκείνους εἰς τὸν ἐφεξῆςπόλεμον, ὁ Νέστωρ ἀπεναντίας ἐρχόμενος ἐξονειδίζει οὕτως· [«Αὔτως γάρ ῥ' ἐπέεσσ' ἐριδαίνομεν,] οὐδέ τι μῆχος εὑρεῖν δυνάμεθα, καίτοι ἀληθῶς πολὺν χρόνον ἐνθάδ' ἐόντες». τοῦτο δὲ καὶ Ὀδυσσεὺς εἶπεν ἐν τῷ «αἰσχρόν τοι δηρόν τεμένειν κενεόν τε νέεσθαι». ἀλλ' ἐκεῖνο μὲν γοργόν, τοῦτο δὲ εἰς πλάτος ὁ Νέστωρ παρέτεινε μεταποιήσας τεχνικῶς τὸ νόημα. ἔτι ὁ μὲν Ὀδυσσεὺς ἀπὸ τοῦ βασιλέως ἀρξάμενος, ὡς ἐλεγχίστου γινομένου διὰ τοὺς Ἕλληνας, εἶτα τὸνδῆμον προσφθέγγεται· «τλῆτε, φίλοι» λέγων καὶ τὰ ἑξῆς· δίδωσι δὲ αὐτοῖς καὶσυγγνώμην οὐ νεμεσιζόμενος αὐτούς. ὁ δὲ Νέστωρ ἀπὸ τοῦ πλήθους εἰς τὸνβασιλέα μετελήλυθε τῷ μὲν λαῷ προσενεχθεὶς ὀνειδιστικώτερον καὶ βαρύτερον, ὡς προείρηται, τῷ δὲ βασιλεῖ συμβουλεύων φυλάττειν τὴν ἀρχικὴν ἐμβρίθειανκαὶ μὴ ποιεῖν ἑαυτὸν ὑπὸ τοῖς Ἕλλησι καὶ οὕτω καταπλήττων τὸ πλῆθος, ὡςδέον ὂν ἄρχεσθαι καὶ μὴ θέλειν ἄρχειν τοῦ βασιλέως. (ῃ. 344– 7) Φησὶ γάρ· «Ἀτρείδη, σὺ δέ θ' ὡς πρὶν ἔχων ἀστεμφέα βουλὴν ἄρχευ Ἀργείοισι κατὰκρατερὰς ὑσμίνας», ἤγουν μὴ ἐκείνοις ἀνατίθει τὸ πᾶν, ἀλλὰ σὺ προηγούμενοςἔχε ἑπομένους ἐκείνους «τούσδε δ' ἔα φθινύθειν, ἕνα καὶ δύο, οἳ Ἀχαιῶν νόσφιβουλεύουσιν· ἄνυσις δ' οὐκ ἔσσεται αὐτῶν», οἱονεὶ λέγων, ὅτι οὐ χρὴ εἰπεῖν, ὅτι τλῆτε, φίλοι, ἀλλὰ ὡς ἀρχομένους ποιεῖν ὑπὸ τῇ βασιλικῇ βουλῇ τοὺς Ἀχαιοὺς καὶ ἄκοντας. Ἔτι Ὀδυσσεὺς μὲν εἰς τὸ τοῦ δράκοντος ἀνατρέχει σύμβολον δημοχαριστικῶς, ὥς φασιν οἱ παλαιοί, προβαλλόμενος τὰς μαντείας τοῦ Κάλχαντος, ὃς ἐλύπει τὸν βασιλέα, ὡς ἐν τῇ αʹ ῥαψῳδίᾳ δεδήλωται. ὁ δὲ Νέστωρ ὑψηλότερον καὶ σεμνότερον τὸν λόγον μεταχειριζόμενος οὐκ ἐκ τῶνκάτω καὶ περὶ γῆν οὐδ' ἔκ τινος τῶν θνητῶν τὰ σημεῖα λαμβάνει, ἀλλ' ἀπ' αὐτοῦ τοῦ Διός. (ῃ. 348– 55) Φησὶ γὰρ ὅτι οὐκ ἔστι «πρὶν Ἄργοσδε ἰέναι, πρὶνἂν γνῶναι εἴτε ψεῦδος» [καὶ, κοινότερον εἰπεῖν, ψευδὴς] ἡ τοῦ «Διὸς ὑπόσχεσιςεἴτε καὶ μή. φημὶ γὰρ οὖν κατανεῦσαι τὸν Δία, ὅτε νηυσὶν ἐπ' ὠκυπόροιςἔβαινον Ἀργεῖοι Τρώεσσι φόνον καὶ κῆρα φέροντες, ἀστράπτων ἐπιδέξια, ἐναίσιμα σήματα φαίνων». Πάνυ οὖν σεμνότερον τὸ τοῦ Νέστορος, εἴγε τὴνστρουθὸν καὶ τοὺς νεοσσοὺς ἀφεὶς ἐπὶ τὸν ὕπατον Δία φέρεται. (ῃ. 349) καὶ ὅρα τὸ «Διὸς ὑπόσχεσις». ἐπὶ μὲν γὰρ Ἑλλήνων οὐκ ἠθέλησεν αὐτὸ εἰπεῖνὁ Νέστωρ, ἀλλὰ συνθεσίας εἶπε καὶ ὅρκους· ἐπὶ δὲ Διὸς τὴν ὑπόσχεσιν τίθησιν, ὃς οὐδὲν ὑπισχνεῖται ἀπατηλόν, ὡς προείρηται. καὶ ὁ μὲν Ὀδυσσεὺς αἰσχρόνφησι κενοὺς νέεσθαι τοὺς Ἕλληνας, ὁ δὲ Νέστωρ ἀπαγορεύει μηδένα τολμῆσαιοἴκαδε νέεσθαι, πρίν τινα παρὰ Τρώων ἀλόχῳ κατακοιμηθῆναι, δριμύτερον τὸνλόγον μεταχειρισάμενος, ὡς ῥηθήσεται. Ἔτι ὁ μὲν Ὀδυσσεὺς θέλειν εἶπε τοὺς Ἕλληνας ἐλέγχιστον θεῖναι τὸν βασιλέα, ὡς παρ' αὐτοῖς ὂν τοῦτο ποιῆσαι, ὁ δὲ Νέστωρ ἀποστερῶν αὐτοὺς τοῦ ἐθέλειν φησίν· (ῃ. 357– 9) «Εἰ δέ τις ἐκπάγλωςἐθέλει οἶκόνδε νέεσθαι, ἁπτέσθω ἧς», ἤγουν ἰδίας, «νηὸς εὐσέλμοιο μελαίνης, ὄφρα πρόσθ' ἄλλων θάνατον καὶ πότμον ἐπίσπῃ», πάνυ αὐστηρῶς καὶ βασιλικῶςτοῦτο εἰπὼν καὶ θάνατον ὁρίσας ἐπιτίμιον τῷ λειποτακτήσοντι. Βαρύτερον δὲπάνυ τοῦτο καὶ φοβερώτερον τοῦ παρὰ τῷ Ὀδυσσεῖ. ἐκεῖνος μὲν γάρ, ὅτε τὸνλαὸν ἐπέστρεφεν εἰς τὴν ἀγοράν, πρὸς ἕκαστον βασιλέα καὶ ἔξοχον ἔλεγεν, ὅτιοὐκ οἶσθα τὸν νοῦν τοῦ βασιλέως καὶ ὅτι τάχα ἴψεται υἷας Ἀχαιῶν καὶ «μή τιχολωσάμενος ῥέξῃ κακὸν υἷας Ἀχαιῶν». ὁ δὲ Νέστωρ ἐνταῦθα σεμνότερον καὶφοβερώτερον θάνατον ἀποφαίνεται τῷ εἰς φυγὴν ὁρμήσοντι, οὐχ' ὡς Νέστωρλαλῶν, ἀλλ' ὡς αὐτὸς ὁ Ἀγαμέμνων. οὕτω ῥητορικῶς ὁ Νέστωρ πολλὰ τῶν τοῦὈδυσσέως νοημάτων ἐπικοσμήσας ἢ διορθωσάμενος καὶ ὑπερφωνήσαςἐκεῖνον ἐν πᾶσι προστίθησι καί τινα ὀλίγα, ὧν ἐκεῖνος οὐδ' ὅλως ἐμνήσθη, καὶτῆς τε Ἑλένης μέμνηται, ἥτις ἐστὶ τέλος τοῦ πολέμου τοῖς Ἕλλησιν. (ῃ. 354– 6) Εἰπὼν γάρ· «μή τις ἐπειγέσθω πρὶν οἶκόνδε νέεσθαι, πρίν τινα πὰρ Τρώωνἀλόχῳ κατακοιμηθῆναι», ἐπάγει· «τίσασθαι δ' Ἑλένης ὁρμήματά τε στοναχάςτε». ἔτι δὲ καὶ συμβουλὴν ἐκτίθεται τακτικήν, ὡς κατωτέρω εἰρήσεται. Καὶτοιαύτη μέν, ὡς ἐν ὀλίγῳ εἰπεῖν, ἡ τοῦ Νέστορος δημηγορία ἐκ τῶν αὐτῶν μὲνὁρμηθεῖσα τῷ Ὀδυσσεῖ, ἑτέρως δὲ διασκευάσασα τὰ ἐκείνου νοήματα, ἔχουσαδέ τι καὶ ὧν παρέδραμεν ὁ Ὀδυσσεύς. [(ῃ. 338) Τὸ δὲ πολεμήϊα δῆλον, ὡςπλεονασμὸν ἔχει τοῦ ˉη ἐκ τοῦ πολέμια, καὶ οὐκ ἀμφισβητεῖται, ὡς ἐπὶ τοῦξυνήϊα. ἐκεῖνο γὰρ δοκεῖ τισιν εἶναι ἀπὸ τοῦ ξυνός ξύνειος, ὡς ἡμέτεροςἡμετέρειος, ὁ τοῦ ἡμετέρου δηλαδὴ κατὰ τοὺς παλαιούς.] (ῃ. 339) Τὸ δέ» συνθεσίαι τε καὶ ὅρκια», ὅμοιόν ἐστι τῷ ἐν τῇ αʹ ῥαψῳδίᾳ τῷ «σύνθεο καί μοιὄμοσσον». Σημείωσαι δὲ ὅτι αἱ συνθεσίαι διακείμενα παρὰ Ἡροδότῳ λέγεταιδιὰ τὸ ταὐτὸν τοῦ κεῖσθαι καὶ τίθεσθαι· ὅθεν ταὐτὸν τὸ ἐπὶ διακειμένοιςμάχεσθαι καὶ τὸ ἐπὶ συνθεσίαις ἤτοι ὡρισμέναις συμφωνίαις. Εὐριπίδης δὲἐπὶ ῥητοῖς εἵλετο τοῦτο εἰπεῖν, ὃ ταὐτόν ἐστι τῇ ἀλλαχοῦ κειμένῃ ποιητικῇῥήτρῃ. Οὐχ' ὑποκοριστικὸν δὲ παρ' Ὁμήρῳ οὐδὲ τὸ ὅρκιον, καθὰ οὐδὲ τὸἴχνιον. Ὥσπερ δὲ τὰ ὅρκια παρωνόμασται ἐκ τοῦ ὅρκου, οὕτω καὶ ἐκ τοῦ λόγουτὰ λόγια ἤγουν οἱ χρησμοί. [Γίνεται δὲ ὁ ὅρκος ὅθεν καὶ τὸ ἕρκος· ἐκ τοῦ εἵργωγάρ, τὸ ἐγκλείω· καθείργνυται γάρ πως ὁ ὀμνύων, οἷς ὁμολογεῖ· Κατὰ δὲ τοὺςπαλαιοὺς παρὰ τὸ ὅρος ἀρσενικόν. ὁρίζονται γάρ τι ὁμολογητικῶς οἱ ὀμνύοντες. συντελεῖ δὲ εἰς τὴν πρώτην ἐτυμολογίαν καὶ ἡ ὁρκάνη ἕρκος τι οὖσα, ὡςἀκανθῶδες περίφραγμα. Προπαροξύνεται δὲ τὸ ὅρκιον ὡς οἷα κτητικὸνταὐτόσημον, κατὰ τὸ κάπριος, αἰζήϊος καὶ τὰ ὅμοια· ἄλλως μέντοι ὤφειλεπαροξύνεσθαι κανόνι, φασί, τοιούτῳ. Τὰ διὰ τοῦ ˉιˉοˉν τρισύλλαβα προσηγορικά, ἔχοντα πρὸ τοῦ ˉι δύο σύμφωνα παροξύνονται, οἷον· κυμβίον, ἱστίον, ἰσχίον, ἑρκίον, εἰ μὴ ἄρα πρὸ τοῦ ˉι κεῖται ἀμετάβολον, ὁποῖον τὸ ἴχνιον καὶ ἴκριον.] Τὸ δέ «πῇ συνθεσίαι τε καὶ ὅρκια βήσεται» μυκτηριστικόν πώς ἐστι τοῦ «ἐννέαδὴ βεβάασιν ἐνιαυτοί». λέγει γὰρ οἱονεί, ὡς, εἰ καὶ οἱ ἐνιαυτοὶ βεβήκασιν, ἀλλ' αἱ συνθεσίαι καὶ οἱ ὅρκοι οὐκ οἴχονται βεβηκυῖαι, ἀλλὰ μένουσι. [Τῆς δὲσυνθεσίης, ἣν συνθήκην φασὶν οἱ μεθ' Ὅμηρον, ἡ ἀναλογία κατὰ τὴν ἐξεσίην, ἧς χρῆσις καὶ ἐν τῇ τελευταίᾳ τῆς Ἰλιάδος ῥαψῳδίᾳ.] (ῃ. 340) Τὸ δέ «ἐν πυρὶβουλαὶ γενοίατο» πάνυ βαρυνομένης ψυχῆς ἐστιν· οἱονεὶ γάρ φησιν, ὅτι καυθεῖεναἱ βουλαὶ καὶ τὰ καὶ τά. ἢ μάλιστα κατὰ τοὺς παλαιοὺς τὸ γενοίατο ἀντὶ τοῦἐγένοντο. καὶ ἔστιν ὁ λόγος βαρὺς ἅμα καὶ εἰρωνικός, ἵνα λέγῃ, ὅτι ἐοίκασιν αἱβουλαὶ ἡμῶν καὶ αἱ σπονδαὶ καὶ τὰ τοιαῦτα συγκατακαυθῆναι τότε ταῖς τῶνὅρκων θυσίαις καὶ ἀπολέσθαι. Σημείωσαι δὲ ὅτι τὸ γενοίατο, ὡς καὶ ἐν τῇ αʹῥαψῳδίᾳ τὸ ἐφθίατο ἀντὶ τοῦ γένοιντο καὶ ἔφθιντο, Ἰωνικά ἐστι, πλεονασμὸνἔχοντα τοῦ ˉα μετὰ τὴν τοῦ ˉν ἀπέλευσιν. μυρία δὲ καὶ ἕτερα τοιαῦτά εἰσιν. ὅλως γὰρ τὰ διὰ τοῦ ˉαˉτˉαˉι καὶ ˉαˉτˉο τρίτα παθητικὰ πληθυντικὰ Ἰωνικοῦ εἰσισχηματισμοῦ, ὁποῖον καὶ τὸ λελέχαται καὶ τετύφαται καὶ ἐσπάραται καὶ παρ' Ἡροδότῳ τὸ ἐσεσάχατο ἀντὶ τοῦ ὡπλισμένοι ἦσαν καὶ τὰς κνήμας ῥάκεσι λίχατο καὶ τὰς κεφαλὰς εἰλίχατο μίτραις. ὡσαύτως καὶ τὰ κατὰ πλεονασμὸντῆς ˉδˉα συλλαβῆς, οἷον τὸ ὠνομάδαται καὶ ἐρηρέδαται καὶ ἐσταλάδατο κατὰἩρόδοτον καὶ τὰ κατὰ ἀποβολὴν τοῦ ˉν καὶ διάλυσιν τοῦ παραλήγοντος ˉη εἰς ˉεκαὶ ˉα. οὕτω γοῦν Ἡρόδοτος δίχα πολλῶν ἑτέρων καὶ ἀποκαθέαταί φησι καὶεἰρέαται ἀντὶ τοῦ εἴρηνται καὶ ὑμνέαται καὶ ἐκτέατο ἀντὶ τοῦ ἐκέκτηντο καὶ ἐτιμέατο· οἷς ὅμοια καὶ ἐν ὀνόμασι παρ' αὐτῷ τὸ Ἀρισταγόρην Ἀρισταγόρεα καὶΚαμβύσεα καὶ Μιλτιάδεα. καὶ ἐν τούτοις γὰρ τὸ ˉη μὲν διαλύεται, ἀπέρχεταιδὲ τὸ ἐπαγόμενον νῦ. καὶ τὸ «πεποτήαται δὲ μέλισσαι», ἀντὶ τοῦ πέτονται, Ἰωνικόν ἐστιν. Ἡρόδοτος δὲ καὶ στρατεύεσθαι ὁρμέαταί φησι καὶ ἀγωνίδαται καὶ παρεσκευάδατο. [Ὅρα δὲ ὅτι τῷ δή ἀργῷ ἐπιρρήματι τρὶς ἐχρήσατοσυναπτῶς ἐν στίχοις τέσσαρσιν εἰπών· «ἦ δὴ παισὶν ἐοικότες». καὶ «πῇ δὴσυνθεσίαι;» καὶ «ἐν πυρὶ δὴ βουλαί».] Τὸ δέ «μήδεά τε ἀνδρῶν» βούλεται μὲνεἰπεῖν ἀντὶ τοῦ ἡμῶν αἱ βουλαὶ ἢ ὑμῶν· ἵνα δὲ μὴ πάντῃ σφοδρὸς διὰ πάντωνἥκων ὁ λόγος εἴη, γενικῶς εἶπε καὶ ἀορίστως «ἀνδρῶν», ἵνα λεάνῃ τὴνδημηγορίαν. διὰ τοῦτο γὰρ οὐδενός τινος ὡρισμένως καθήψατο, ἀλλὰ διὰ τριῶνπροσώπων πληθυντικῶς καὶ ἀορίστως ἦλθεν, ἐν δευτέρῳ μὲν προσώπῳ εἰπὼντὸ «παισὶν ἐοικότες ἀγοράασθε», ἐν πρώτῳ δὲ τὸ «πῇ δὴ συνθεσίαι τε καὶ ὅρκιαβήσεται ἡμῖν», ἐμοί τε δηλαδὴ καὶ τοῖς ἄλλοις σὺν ἐμοί, ἐν τρίτῳ δὲ τὸ «ἐνπυρὶ δὴ βουλαὶ καὶ μήδε' ἀνδρῶν». [Ἰστέον δὲ ὅτι μήδεα παρὰ τοῖς παλαιοῖςκαὶ οἱ ὄρχεις παρὰ τὸ μέδειν, ὅ ἐστιν ἄρχειν. ἀρχὴ γάρ τις ἐν ζῴοις καὶ αὐτοί, ὡς δηλοῦσιν οἱ παλαιοὶ διατρανοῦντες αὐτὸ ἐκ τῆς πολλῆς ἐναλλαγῆς τῶν Γάλλων ἤτοι ἀποκόπων, σαφέστερον δὲ εἰπεῖν, εὐνούχων. Ἡσίοδος δέ φησιν αὐτοὺς μήδεα ἐν Θεογονίᾳ, ἑτέρωθι δὲ μέζεα, φυλάξας μὲν τὸ ˉε τοῦ μέδειν, τρέψας δὲ ˉδ εἰς ˉζ κατὰ ἀκολουθίαν τὴν πολλαχοῦ δηλουμένην, καθ' ἣν καὶ τὸ ἐριδαίνομεν ἀπὸ τοῦ ἐρίζειν.] (ῃ. 341) Ἀκράτους δὲ τὰς σπονδὰς λέγει, διότιἀκράτῳ οἴνῳ ἔσπενδον αἰνιττόμενοι τὸ τῆς γνώμης ἀμιγὲς ψεύδει καὶἄδολον. ἐὰν δὲ ἐν τοῖς μετὰ ταῦτα λεχθείη που, ὅτι κρητῆρι οἶνον ἔμισγον, οὐχ' ὕδατος καὶ οἴνου μίξιν ἐκεῖ λέγει, ἀλλὰ δύο οἴνων εἰς ἕνα κρατῆρα γωγήν. [Πρωτότυπον δὲ τοῦ κρητῆρος, καθὰ καὶ τοῦ κρατῆρος, τὸ κερῶ, ἐξ οὗτὸ κρῶ, ἀφ' οὗ καὶ ὁ κρητὴρ καὶ ὁ κρατήρ. ἐκ δὲ τοῦ κρῶ κατὰ ἀναδιπλασιασμὸν τὸ κικρῶ, οὗ χρῆσις τὸ «ἐγκίκρα ὡς εἴω», ἤγουν κίρνα ὡς ὁδεύω.] Δεξιαῖς δὲ πεποιθέναι λέγει, ἐπειδὴ ἐν τοῖς ὅρκοις οὐδὲν ἔλαττον εἰς πίστινἐλογίζετο καὶ τὸ τῶν δεξιῶν χειρῶν ἅπτεσθαι. ἦν γὰρ ἡ δεξίωσις αὕτη καὶ τὸδεξιοῦσθαι, ὡς ἐν Ὀδυσσείᾳ μάλιστα φαίνεται, σημεῖον φιλίας καὶ εἰς ἓνἀποκαταστάσεως καὶ οἷον ἑνώσεως. [Πρωτότυπον δὲ τῆς τοιαύτης ἐννοίας τὸδέχω, ἐξ οὗ καὶ τὸ δέχθαι καὶ τὸ δειδέχθαι καὶ τὸ δειδέχατο, ἔτι δὲ καὶ τὰ τῆςδεξιώσεως. δέχω γάρ· οὗ μέλλων δέξω· ὅθεν δέξα, ὡς δόξα, καὶ πλεονασμῷ τοῦˉι δεξιά, ὡς ἀχυρμιά καὶ πυρκαϊά· καὶ ἀπ' αὐτοῦ ῥῆμα δεξιῶ καὶ τὰ ἐκεῖθεν.] Τὸ δὲ ἐπέπιθμεν οὐκ ἂν μὲν ὅλως εὐχρηστοῖτο εἰς λόγον πεζόν. γέγονε δὲ κατὰσυγκοπὴν Αἰολικὴν καὶ διπλασιασμὸν Ἰωνικὸν ἐκ τοῦ ἐπίθομεν δευτέρου ἀορίστου, ἵνα λέγῃ ἐν πυρὶ γενέσθαι τὰς δεξιάς, αἷς οἱ Ἀχαιοὶ ἔπιθον ἑαυτοὺςἤγουν ἔπεισαν. [(ῃ. 342) Ἐν δὲ τῷ «αὔτως γὰρ ἐπέεσσι» διπλάζεται τὸ ˉρπαρὰ τοῖς ἀγαθοῖς ἀντιγράφοις καὶ παρεισκρίνεται ὁ ˉῥˉα σύνδεσμος, ὁ τῷποιητῇ φίλος, ἐν συναλιφῇ συνήθει. Τὸ δὲ αὔτως, εἰ καί τινες διφοροῦσι πνευματικῶς, ἀλλὰ φανεῖται ψιλούμενον Αἰολικῶς.] Τὸ δέ «οὐδέ τι μῆχος» τὴνἀμηχανίαν ὑπολαλεῖ. ὥσπερ δὲ ἡδονὴ ἦδος Αἰολικῶς, οὕτω καὶ μηχανὴ μῆχος. [τὸ δ' αὐτὸ καὶ μῆχαρ κατὰ τὸ δέλος δέλεαρ. ἄκλιτον δὲ καὶ τὸ μῆχος, καθὰ καὶτὸ ἦδος καὶ τὸ ὄφελος.] (ῃ. 344) Ἀστεμφὴς δὲ βουλὴ ἡ ἀμετακίνητος κατὰστέρησιν, φασί, τοῦ στέμβειν, ὃ δηλοῖ οὐ μόνον τὸ ὑβρίζειν, ἀλλὰ καὶ τὸσυνεχῶς κινεῖν· ὅθεν καὶ ἀστέμβακτα παρὰ Λυκόφρονι. λέγει δὲ καὶ Εὐφορίωνκλέος ἀστέμβακτον. Τινὲς δὲ ἀστεμφές τὸ οἷον ἀστρεφές· ὅθεν καὶ ἐπίρρημαἀστεμφέως. δύναται δὲ καὶ ἀπὸ τοῦ στέφειν εἶναι, ὡς ἀλλαχοῦ φανεῖται. (ῃ. 345) Τὸ δέ «ἄρχευ Ἀργείοις» δοτικῇ μὲν συνετάγη ὡς διφορούμενον. διαδείκνυσι δὲ ὅτι διχῶς ἔστι λέγειν καὶ ἄρχε καὶ ἄρχεο, τουτέστι βασίλευε. ὅτιδὲ ἀληθῶς διαφορά ἐστί ποτε τοῦ ἄρχειν πρὸς τὸ βασιλεύειν, ὡς μείζονοςὄντος τοῦ βασιλεύειν, δηλοῖ Λευτυχίδης, ὃς Δημάρατον ἐκπεσόντα τῆςβασιλείας, εἶτα εἰς ἀρχὴν αἱρεθέντα, ἠρώτα, φασί, γελῶν, ὁποῖόν τι εἴη τὸ ἄρχεινμετὰ τὸ βασιλεύειν. [Τὸ δέ «κατὰ κρατερὰς ὑσμίνας» πρὸς διαστολὴν κεῖται τοῦἑτέρως ἄρχειν, ὁποῖόν τι καὶ τὸ τριηραρχεῖν καὶ ναυαρχεῖν καὶ συμποσιαρχεῖν.] (ῃ. 346) Τὸ δέ «ἔα φθινύθειν ἕνα καὶ δύο», οἳ νόσφιν Ἀχαιῶν βουλεύουσι, τὸεὐπειθὲς τῶν Ἑλλήνων δηλοῖ τῷ ἐλαχίστῳ τοῦ ἀριθμοῦ, ὡς πάνυ ὀλίγων τινῶνἀπειθούντων· οὓς καὶ ἐξευτελίζει διά τε τῆς ὀλιγότητος καὶ μηδὲ ὀνομάζωναὐτούς. ἔστι δὲ εἷς μὲν ὁ Θερσίτης, δεύτερος δὲ ἢ οὐδείς, ἀλλὰ ἁπλῶς παρέρριπται δύο, εἴ πού τις εἴη τυχὸν δεύτερος· ἢ, ὡς εἰκός, καὶ ἕτερός τις ἦν, ὃν ὁποιητὴς ἐσιώπησε. τὸ γὰρ τὸν Ἀχιλλέα νοῆσαι τοιοῦτον πάνυ ἀπεμφαῖνόνἐστι δι' ἄλλα τε καὶ ὅτι οὐδὲ ἐβουλεύσατό τι ἐκεῖνος νόσφιν Ἀχαιῶν. καὶ μήντινες περὶ τοῦ Ἀχιλλέως νοοῦσι τὸ καὶ δύο, οἷα τοῦ Νέστορος ὡς φιλοβασιλέωςμισοῦντος, φασί, τὴν ἔριν, ἐν ᾗ τὸν δῆμον κατὰ τοῦ βασιλέως ἐγείρειν ἤθελενἐκεῖνος. διὸ καὶ ἀνωτέρω πληθυντικῶς ἔφη, ὅτι μάτην ἐπέεσσιν ἐριδαίνομεν, λεαίνων τὴν τραχύτητα πληθυντικῷ καὶ κοινῷ σχήματι διὰ τὸν Ἀχιλλέα τὸνἄριστον, ὡς μὴ μόνον τοῦ Θερσίτου ἄρτι ἐρίσαντος λόγοις, ἀλλὰ καὶ τοῦἈχιλλέως πρὸ μικροῦ, ὡς καὶ ὁ βασιλεὺς μετ' ὀλίγα ἐπισημαίνεται λέγων εἰςἀπράκτους ἔριδας ἐμβάλλεσθαι. «καὶ γάρ», φησίν, «ἐγὼν Ἀχιλλεύς τε μαχεσσάμεθα» καὶ τὰ ἑξῆς. διὰ τοῦτό φασι καὶ ἐν ταῖς Λιταῖς μὴ πρεσβεῦσαι τὸν Νέστορα, οἷα βασιλικὸν ῥήτορα, μὴ ἀνεχόμενον ἐπὶ ὑποπτώσει τοῦ βασιλέωςεἰς Ἀχιλλέα πρεσβεῦσαι. [Ὅρα δὲ τὸ «ἕνα καὶ δύο», δι' οὗπερ οὐ δηλοῦνται τρεῖς, ὡς ἡ κοινὴ φράσις βούλεται, ἀλλὰ μόνοι δύο, ἵνα ὁ μὲν εἷς νοοῖτο καθ' ἑαυτόν, ὁ δὲ ἕτερος δυάζοιτο σὺν ἐκείνῳ κατὰ ἐννοίας ἀναδρομήν. καί πώς ἐστιτὸ «καὶ δύο» τὸ πρωτότυπον ἀντὶ παραγώγου τοῦ «καὶ δεύτερος» οἷον· «ἔαφθινύθειν ἕνα καὶ δεύτερον». τοιοῦτον καὶ παρὰ Πλάτωνι τὸ «εἷς, δύο, τρεῖς», ἤγουν εἷς, δεύτερος, τρίτος. διὸ ἐπάγει· «ὁ δὲ δὴ τέταρτος ποῦ;»] (ῃ. 349) Ἡ δὲ ὑπόσχεσις τοῦ Διὸς καὶ ἡ κατάνευσις φανερῶς ἐνταῦθα δηλοῖ τὴν ἐκ τῶνμετεώρων ἐπισημασίαν τοῦ μέλλοντος, ὡς καὶ ἐν τῇ ἄλφα ῥαψῳδίᾳ εἴρηται. (ῃ. 353) Φησὶν οὖν ἐφερμηνεύων, πῶς κατένευσεν ὁ Ζεύς, ὅτι ἀστράπτωνἐπιδέξια, ἐναίσιμα σήματα φαίνων, μονονουχὶ λέγων, ὅτι τοῦτό ἐστι [νῦν] κατάνευσις καὶ ὑπόσχεσις Διός, τὸ ἀστράπτειν ἐκ δεξιῶν τὸν Δία, ἤτοι τὸνἀέρα, καὶ δηλοῦν σῆμά τι αἴσιον, ὃ καὶ διοσημία διὰ τοῦτο ὠνόμασται. Καὶὅρα ὅτι καὶ ἐν ταῖς ἀστραπαῖς τὰ ἐκ δεξιῶν ἦσαν αἴσια, ὡς τῶν εὐωνύμωνοὐ τοιούτων κἀνταῦθα νομιζομένων. [Σημείωσαι δὲ ὅτι ἐπιδέξια παρὰ τοῖς ὕστερον Ἀττικοῖς καὶ τὰ καίρια καὶ ἐπιτήδεια τοῦ σώματος. πληγῆναι γοῦν τιςλέγει τὰ ἐπιδέξια. ἴσως δὲ καὶ τὸ ἐνδέξια ταὐτόν ἐστι τῷ ἐπιδέξια· τοιοῦτονγάρ τι τὸ ἐνδέξια πᾶσιν οἰνοχοεῖν.] Ὡς δὲ καὶ δι' ἀστραπῶν ἐσημαίνετό τιμέλλον, δηλώσει μὲν καὶ ἐν τοῖς ἑξῆς ὁ ποιητής· δηλοῖ δὲ δίχα τῶν ἄλλωνἱστοριῶν καὶ παροιμία ἡ λέγουσα «ὅτ' ἂν ἀστράψῃ δι' Ἅρματος». πόλις δὲ Βοιωτίας ἦν τὸ τοιοῦτον Ἅρμα, ὅπῃ γινομένης ἀστραπῆς ἦν τι σημεῖον, ὡς καὶ ἐν τῷ Καταλόγῳ ῥηθήσεται. (ῃ. 349) Ἡ δὲ λέξις τῆς ὑποσχέσεως σαφὴς μὲννοηθῆναι, ὑποδύσκολος δὲ ἐτυμολογηθῆναι. ἔστι γὰρ ὑπόσχεσις τὸ ὑπό τινοςοἷον σχεθῆναι· ἁλίσκει γάρ πως καὶ κατέχει τὸν ὑποσχόμενον ὁ τὴν ἐπαγγελίανδεξάμενος. διὸ καὶ ὑπίσχεσθαι καὶ ὑπισχνεῖσθαι τὸ ῥῆμα οἱονεὶ τὸ ὑπό τινοςἔχεσθαι. καὶ ἄλλως δὲ ὑπόσχεσις ἡ ὑπό τι προηγησάμενον σχέσις. πρῶτον μὲνγὰρ τὸ «εὐεργέτησόν με τυχόν», ὑπ' αὐτὸ δέ τις δευτέρα σχέσις καὶ ἀντοχὴ τοῦπροηγησαμένου προσώπου ἢ λόγου τὸ «εὐεργετήσω σε». ἔτι, ὥσπερ τὸ ὑπέσχεχεῖρα ἢ κεφαλὴν ἢ ἀκοήν, ἀντὶ τοῦ ὑπέθετο, οὕτω καὶ ὑπόσχεσις τὸ ἑαυτὸν ὑποθεῖναί τινα τῇ ἐκπληρώσει τῆς οἰκείας ἐπαγγελίας· ὅθεν κρειττόνως ἔστινεἰπεῖν, ὡς ἀντιληπτικὴ λέξις ἐστὶν ἡ ὑπόσχεσις· σχεῖν γὰρ τὸ λαβεῖν. διὸ ὑπόσχεσις ἡ ὑπόληψις ἤγουν τὸ χερσὶν ὑπολαβεῖν· ὅθεν τὸ «ὑπέλαβές με καὶ οὐκεὔφρανας τοὺς ἐχθρούς μου»· καὶ τὸ «τὴν ὑπόληψιν τῶν ἀξιωμάτων μου». εἰγοῦν οἱ ζητοῦντες προσπίπτειν λέγονται, ὑπίσχονται ἄρα καὶ ὑπολαμβάνουσιναὐτοὺς χερσὶν οἷον ἀντιληπτικαῖς οἱ κατανεύοντες ὑποσχετικῶς. Ἔτι ὥσπερὑποστῆναι τὸ ὑπό τινα στῆναι ὑπερειστικῶς, οὕτως ὑποσχεθῆναι τὸ ὑπό τινασχεῖν ἑαυτὸν ὁμοίως δι' ἀντίληψιν. διὸ καὶ ταὐτὸν παρὰ τῷ ποιητῇ ἔγνωσται τὸὑποστῆναι καὶ ὑποσχεθῆναι· ὅθεν ὁ ποιητὴς ὡς ἐν ἐτυμολογίας τρόπῳσυνεδύασεν αὐτὰ πρὸ ὀλίγου εἰπών «ὑπόσχεσιν ἥν περ ὑπέσταν». (ῃ. 353) Σημείωσαι δὲ ὅτι τὸ «ἀστράπτων ἐπιδέξια» σολοικοφανές ἐστι καὶ ἀκαταλλήλωςἔχει πρὸς σύνταξιν. τὸ γὰρ ἀκόλουθον οὕτως ἂν εἶχε· «φημὶ κατανεῦσαι τὸν Δία ἀστράπτοντ' ἐπιδέξια». ὁ δὲ ποιητὴς οὐχ' οὕτως ἐποίησεν, ἀλλὰ τελείανστιγμὴν θέμενος ἐν τῷ «Τρώεσσι φόνον καὶ κῆρα φέροντες», εἶτα ὡς ἀπ' ἄλλης ἀρχῆς ἀσυνδέτως ἀρχόμενός φησιν· «ἀστράπτων ἐπιδέξια» λείποντοςτοῦ ἦν ὑπαρκτικοῦ ῥήματος, ἵνα λέγῃ, ὅτι ἀστράπτων ἦν ὁ Ζεὺς ἐπιδέξια. καὶὅρα ὅπως τὸ σολοικοφανὲς ἤτοι καινοπρεπὲς τοῦτο σχῆμα εἰς δέον τέθεικεν ὁποιητής, ἢ ἵνα, ὥσπερ τὸ νόημα, οὕτω καὶ τὸ σχῆμα ξενίσῃ τὸν ἀκροατήν, ἢ καὶ ἀρχαΐζων ἢ καὶ μιμούμενος ῥήτορα ἐναγώνιον νοήμασιν ἑαυτὸν ἀπασχολοῦντα καὶ τοῦ καταλλήλου τῆς συντάξεως μὴ διόλου φροντίσαντα καὶ διὰ τοῦτοκινδυνεύσαντα εἰπεῖν τι καὶ σολοικοφανέστερον, οὐ μὴν σολοικίσαντα, ὅτι μηδὲἄκων περιπέπτωκε τῇ καινότητι τῆς συντάξεως, ἀλλ' ἐπίτηδες ἐτεχνάσατο. Παράγουσι δὲ ἐνταῦθα οἱ παλαιοὶ σχήματά τινα πρὸς ὁμοιότητα τοῦ ποιητικοῦ, οὐ πάντῃ μὲν ὅμοια, ὅμως δὲ σολοικοφανῇ, οἷον τοῦ Εὐριπίδου τὸ «πάλαι δέ σ' ἐξερωτῆσαι θέλων, σχολή μ' ἀπεῖργε». τοῦτο δὲ παντελῶς ἀθεράπευτα σολοικίζει. τὸ δὲ Ὁμηρικόν, ὡς ἐρρέθη, διὰ στιγμῆς θεραπεύεται. ὅμοιον δὲ καὶ τὸ «ἐξὸνκαθεύδειν τὴν ἐρωμένην ἔχων», ἀντὶ τοῦ ἔχοντα. οὐκ ἔχει δὲ οὐδὲ τοῦτοθεραπείαν τινά. ὅτι δὲ πολλὰ καὶ παρ' ἄλλοις τῶν παλαιῶν ἀγαθῶν ῥητόρωνσολοικοφανῆ καὶ οὕτω καινοπρεπῆ, δηλοῦται σαφῶς καὶ ἐν τοῖς τοῦ Φιλοστράτου. οὐκ ἀπήλλακται δὲ τοιούτων οὐδὲ ἡ τραγῳδία, ὡς δηλοῖ τῶν Εὐριπίδουκαὶ τὸ «ἦν δ' ἔρις στρατηλάταις· οἱ μὲν πατάξαι τόνδε, οἱ δὲ τόνδε». καὶ τὸ» μέλλων δὲ πέμπειν μ' Οἰδίπου κλεινὸς γόνος, ἐν τῷδ' ἐπεστράτευσαν Ἀργεῖοιπόλει»· καὶ τὸ «πολλὰ δὲ πάλαι προκόψασα, οὐ πόνου πολλοῦ με δεῖ». [Καὶ Σοφοκλέους τὸ «ἀλλ', εἰ δοκεῖ, χωρῶμεν, ἔνδοθεν λαβών, ὅτου σε πόθος ἔχει». Ἐναίσιμα δὲ τὰ μὴ ἁπλῶς σημαντικά τινος φυσικῶς, οἷον ὑετοῦ ἢ ἀνέμου ἢχιόνος, ἀλλὰ αἴσης τῆς ἐν πρακτέοις ἀνθρωπίνοις, ἐφ' οἷς χρεία μαντείας.] (ῃ. 355) Τὸ δέ «πὰρ Τρώων ἀλόχῳ κατακοιμηθῆναί τινα», ὡς καὶ πρὸ ὀλίγουγέγραπται, εἰς δέλεαρ τοῖς Ἕλλησι τοῦ ἔτι ἐν Τροίᾳ μένειν ὁ Νέστωρ προβάλλεται, δριμύτερόν τι τοῦ Ὀδυσσέως εἰπών. ὁ μὲν γὰρ Ὀδυσσεὺς αἰσχρὸν εἶπε κενεοὺς ἀπονοστῆσαι τοὺς Ἕλληνας, τουτέστι μὴ ἔχοντας ἁπλῶς λάφυρα, οἷς δήπου καὶ αἱ τῶν Τρώων ἄλοχοι συμπεριλαμβάνονται. ὁ δὲ Νέστωρ μόνωνἐμνήσθη τῶν γυναικῶν δριμέως, οὐ μόνον θυμῷ τῷ κατὰ τῶν Τρώων, οἷς μέγαπάντως εἰς κόλασιν τὸ τὰς γυναῖκας αὐτοῖς ὑπὸ τοῖς πολεμίοις γενέσθαι, ἀλλὰκαὶ ἐρεθίζων τὸ πλῆθος, ὅπερ ὡς ἐπὶ πολὺ τῶν τοιούτων ἡττᾶται καὶ μάλιστα, ὅταν εὐλογητὸς ᾖ ἡ ἡδονή, ὥς φασιν οἱ παλαιοί. καὶ νῦν μὲν οὕτω χαρίζεται τοῖςἝλλησιν ὁ Νέστωρ καὶ τοιοῦτον ἔπαθλον ὑπισχνεῖται τῷ μείναντι, παρακατιὼνδὲ θάνατον, ὡς ἐλέχθη, ἀπειλεῖται τῷ ἁψομένῳ πρὸ τῶν ἄλλων τῆς νηός. ἀρετὴγάρ, φασί, ῥήτορος τὰ μὲν χαρίζεσθαι τοῖς τοιούτοις τῷ δήμῳ, τὰ δὲ καταπλήττειν ἀπειλῇ κολάσεων ἢ καὶ ἄλλως ἐκφοβεῖν· ὅπερ Ὀδυσσεὺς οὐκ ἐποίησεκεχαρισμένα μᾶλλον δημηγορήσας τοῖς Ἕλλησι. Φασὶ δὲ ἐνταῦθα οἱ παλαιοὶκαὶ ὅτι τὸ «πρίν τινα παρὰ Τρώων ἀλόχῳ κατακοιμηθῆναι» δηλοῖ μὲν τὸἕκαστον τῶν Ἀχαιῶν Τρωϊκὴν σχεῖν παλλακήν. Ὀδυσσεῖ δὲ οὐκ ἔπρεπε ῥηθῆναι. διὸ καὶ παρῆκε μὲν αὐτὸ ἐκεῖνος. ἔδοξε γὰρ ἂν προσπαθῶς αὐτὸς ἔχειντὰ ἐς Ἀφροδίτην, ἐὰν κατακοιμήσεως Τρωϊκῶν ἀλόχων ἐμέμνητο. ὁ μέντοι Νέστωρ ἤδη ἀφυβρίσας διὰ τὸ βαθὺ γῆρας καὶ τῶν τοιούτων παυσάμενος οὐ διὰπάθος οἰκεῖον, ἀλλὰ διὰ τὸ ὑπερπαθεῖν τῶν Ἑλλήνων τοιαῦτα λέγειν δοκεῖ, ἀξιῶν δίκην τοῖς Ἀχαιοῖς δοῦναι τοὺς Τρῶας, ἐξ ὧν εἰς τὸν Μενέλαον αὐτοὶἐπλημμέλησαν ἐμπαροινήσαντες τῇ Ἑλένῃ. Ὅτι δὲ τὸ τινά καὶ ὅλως τὸ τίς ἔστιν ὅτε τῇ κατ' αὐτὸ ἀοριστίᾳ ἰσοδυναμεῖ πρὸς τὸ ἕκαστος, δηλοῖ καὶ Σοφοκλῆς ἐν τῷ «ὥρα τιν' ἤδη κρᾶτα καλύμματι κρυψάμενον» καὶ ἑξῆς. δηλοῖ γὰρὡς καιρός ἐστιν ἕκαστον τῶν Σαλαμινίων λαθόντα φυγεῖν. [Ἰστέον δὲ καὶ ὅτισεμνῶς τε καὶ πρὸς ἀκρίβειαν ἐρρέθη τὸ «πρίν τινα» καὶ ἑξῆς. οὐ γὰρ εἶχενεἰπεῖν πρὶν ἡμᾶς ἢ πρὶν πάντας πὰρ Τρώων ἀλόχοις κατακοιμηθῆναι, τά τεἄλλα καὶ διότι οὔτε ὁ Νέστωρ εὔκοσμος εἰπὼν τοῦτο περὶ ἑαυτοῦ καὶ οὐδ' ἂνσὺν ἅπασι καὶ ὁ Μενέλαος ἐθέλοι ἂν τοῦτο, καθὰ ἐν τοῖς ἑξῆς που σημειωθήσεται. Ὅρα δὲ καὶ τὸ κατακοιμηθῆναι δοκοῦν ἔμφασιν ἔχειν καταφορικὴν ἐξ ἀμύνηςδιὰ τῆς «κατά» ἐναντιωματικῆς προθέσεως. τὸ δὲ τοιοῦτον οἱ σεμνῶς παίξαντεςκατελάσαι εἶπον. ὅτι δὲ τὸ τίς ἀόριστον καὶ εἰς καθολικὴν σημασίαν πληθύνεταιδιὰ τὸ ἀορισταίνειν, δηλοῖ καὶ Σοφοκλῆς ἐν τῷ «ὅστις γὰρ ἢ φρονεῖν μόνοςδοκεῖ ἢ γλῶσσαν ἔχειν ὁμοίως ἢ ψυχήν, οὗτοι διαπτυχθέντες ὤφθησαν κενοί». τὸ γὰρ ὅστις ταὐτόν ἐστι τῷ ὅσοι, ἵνα λέγῃ, ὅτι ὅσοι φρονεῖν μόνοι δοκοῦσιν.] (ῃ. 356) Ἐν δὲ τῷ «Ἑλένης ὁρμήματα στοναχάς τε» ὁρμήματα μὲν λέγει τὴν ἐξ ἀρχῆς ἑκουσίαν ἐξ ἁρπαγῆς ἔλευσιν αὐτῆς εἰς Τροίαν, στοναχὰς δὲ τὸνἐπὶ τούτοις μετάμελον. Φιλέλλην γὰρ ὢν ὁ ποιητὴς καὶ διὰ τοῦτο τῆς Ἑλένηςὑπερπαθῶν ἀπελθεῖν μὲν αὐτὴν εἰς τὴν Τροίαν ἱστορεῖ οὐ δυνάμενος ἀντικαταστῆναι τῇ ἀληθείᾳ· μεταμέλεσθαι δὲ αὐτὴν πολλαχοῦ λέγει, ὡς ἐν τοῖςμετὰ ταῦτα φανήσεται· ὅπερ καὶ μόνον ἐστὶν ἁμαρτίας ἴαμα. [σεμνῶς δὲ τὴντῆς ἡρωΐδος ἑκούσιον συνακολούθησιν ἐς Τροίαν ὁρμήματα ὠνόμασεν οὐκἀνασχόμενος σκῶψαι τὴν βασιλίδα ἔξω καιροῦ.] (ῃ. 359) Τὸ δέ «θάνατον καὶπότμον ἐπίσπῃ» ἐκ παραλλήλου ἔχει ἐν ὁμοιότητι ἐννοίας κείμενα τὸν θάνατονκαὶ τὸν πότμον. ταὐτὸν γὰρ ἐνταῦθα, ὡς καὶ ἀλλαχοῦ, ὁ πότμος τε καὶ ὁθάνατος, [ὃ δὴ θεωρεῖται καὶ ἐν τῷ «θάνατόν τε μόρον τε».] Ὥσπερ δὲ ἐπισπώνὁ ἀκολουθήσας καὶ ἐπισπεῖν καὶ ἐπισπέσθαι τὸ ἀκολουθῆσαι, οὕτω δὴ καὶ τὸἐπίσπῃ χρόνου δευτέρου ἀορίστου ἐστί. δηλοῖ δὲ τὸ καταδιῶξαι ἤτοι καταλαβεῖν, ὡς μὴ τοῦ θανάτου εἰς αὐτὸν ἐλθόντος, ἀλλ' αὐτοῦ καταδιώξαντος καὶ εὑρόντοςαὐτόν. (ῃ. 360) Ὅτι Ἡσιόδῳ μὲν δοκεῖ ἐκεῖνον πανάριστον εἶναι, ὃς ἑαυτῷ πάντα νοεῖ, πρὸς ἰδιώτην λαλοῦντι· δευτερεύειν δὲ τόν, ὃς ἂν ἑτέρῳ εὖ εἰπόντιπίθηται· εἰ καί τις ὕστερον μετέγραψεν, ὡς ἐκεῖνος μὲν πανάριστος, ὃς εὖεἰπόντι πίθηται, ἐσθλὸς δ' αὖ κἀκεῖνος, ὃς αὑτῷ πάντα νοήσει. Ὅμηρος δὲβασιλεῦσι νόμον τιθεὶς εἰς δύο μερίζει τὴν εὐβουλίαν αὐτοῖς, τήν τε ἰδίᾳ καθ' ἑαυτούς, ναὶ μὴν καὶ τὴν σὺν τοῖς βουλευταῖς. φησὶ γοῦν διὰ τοῦ Νέστορος·» ἀλλ', ἄναξ, αὐτός τ' εὖ μήδεο πείθεό τε ἄλλῳ», εὖ δηλονότι μηδομένῳ· τοῦτο γὰρ ἀπὸ κοινοῦ. ἐντεῦθεν δὲ καὶ Ἡρόδοτος λαβὼν ἔφη τὸ «ἴσον, ὦβασιλεῦ, κέκριται φρονέειν τε εὖ καὶ τῷ λέγοντι χρηστὰ ἐθέλειν πείθεσθαι». Ὅρα δὲ ὅτι ὁ Νέστωρ οὐκ εἶπεν, ὡς ἐμοὶ πείθου, ἀλλὰ ἄλλῳ, ὅστις ἂν εἴηἐκεῖνος ὁ ἄλλος. (ῃ. 362 ς.) Καὶ εὐθὺς ἐπάγει τὴν συμβουλήν, ᾗτινι δέον ἐστὶπεισθῆναι τὸν βασιλέα, καί φησι· «κρῖνε ἄνδρας κατὰ φῦλα, κατὰ φρήτρας, Ἀγάμεμνον». εἶτα τίθησιν αἰτίαν τῆς ἀξιώσεως εἰπών· «ὡς φρήτρη φρήτρῃφινἀρήγῃ, φῦλα δὲ φύλοις», τουτέστι μὴ συγκεχυμένως ἔα τοὺς Ἕλληνας μάχεσθαι, ἀλλὰ πρῶτον μὲν κατὰ φῦλα τούτους δίελε, ὅ ἐστι κατὰ ἔθνη, οἷον τοὺς Κρῆτας ἰδίᾳ, ἐν μέρει τοὺς Ἀθηναίους, ἑτέρωθι τοὺς Σαλαμινίους καὶ τοὺς ἄλλους ὁμοίως. εἶτα δὴ αὖθις αὐτὰ τὰ φῦλα κρῖνε, τουτέστι διαχώριζε κατὰφρήτρας, ἤγουν κατά τινα τμήματα φυλετικὰ καὶ συγγενικά. φρήτρη γάρ, φασίν, ἐστὶν ἡ τριττὺς ἤγουν τὸ τρίτον τῆς φυλῆς, ἵνα μὴ μόνον τὰ ἑτερόφυλαφῦλα ἀλλήλοις ἀρήγῃ, ὡς ὑφ' ἑνὶ εὐρυκρείοντι τῷ Ἀγαμέμνονι ὄντα, ἀλλὰ καὶἕκασται φρῆτραι ἀλλήλαις διὰ τὸ σύμφυλον. ὡς βούλεσθαι τὸν Νέστοραἕκαστον μὲν φῦλον ἰδίᾳ τάττεσθαι, μὴ εἶναι δὲ τὸ ὅλον φῦλον ὑπὸ ἑνὶ μόνῳστρατηγῷ, ἀλλὰ κατὰ φρήτρας διαιρούμενον ἔχειν καὶ ὑποστρατήγους τινάς· εἷς γὰρ οὐκ ἂν ἐντελῶς δύναιτο πάντα ποιεῖν τὰ δέοντα. Σημείωσαι δὲ ἐκ τούτων, ὅτι ἔοικεν ἢ μὴ γενέσθαι μέχρι τοῦ νῦν συστάδην μάχην Ἀχαιοῖς τε καὶ Τρωσὶνἀλλὰ μόνον ἐκδρομάς τινας διὰ τὴν τοῦ Ἀχιλλέως πολεμαρχίαν καὶ τὸν ἐξἐκείνου φόβον– οὐ γὰρ ἂν ὁ Νέστωρ ἄρτι τοιαῦτα συνεβούλευεν, ἀλλ' ἦσανἂν ἐθάδες οἱ Ἕλληνες τῆς τοιαύτης διατάξεως– ἤ, εἰ καὶ ἐγένοντο μεγάλαιμάχαι, ἀλλ' οὐ κατὰ τὴν τάξιν ταύτην τοῦ γέροντος, οἷα τοῦ Ἀχιλλέως ἐξαρκοῦντος εἰς νίκην καὶ μόνου, κἂν ἄλλος ἔταττε τὰ στρατεύματα. Τὸ δὲ χρήσιμοντοῦ κατὰ φῦλα καὶ φρήτρας διακριθῆναι τοὺς Ἕλληνας οὐ μόνον, ὅτι πάντωςἂν εὐδοξεῖν σπουδάζοιεν παρὰ τοῖς εἰδόσιν ὁμοεθνέσι μαχόμενοι καὶ οὐκ ἂνοὐδὲ ὀκνηρῶς ἔχοιεν, ἵνα μὴ ἐλέγχοιντο, ἀλλὰ καὶ ὅτι καὶ οἱ κινδυνεύοντεςβοηθοῖντο ἂν ὑπὸ τῶν συμφυλετῶν. οὐ γὰρ περιορῷεν ἂν οἱ τοῦ αὐτοῦ φύλουτοὺς οἰκείους κακῶς πάσχοντας, ὅπερ ὁ ποιητὴς καὶ νῦν ἐδήλωσεν ἐν τῷ «ὡςφρήτρη φρήτρῃφιν ἀρήγῃ, φῦλα δὲ φύλοις». ἐξηγήσατο δὲ καὶ ἐν τῷ «μεμαῶτεςἀλεξέμεν ἀλλήλοις». (ῃ. 364– 8) Ὁ δὲ Νέστωρ καὶ ἄλλως ἐπαινῶν ὡς ἀρίστηντὴν τοιαύτην τάξιν φησὶν ὅτι, ἐὰν οὕτω ποιήσῃς, καί τοι πείθωνται Ἀχαιοί, γνώσῃ ἂν, ὅστε τῶν ἡγεμόνων κακὸς ἢ ἐσθλός, ὅστε τῶν λαῶν ὁμοίως κακὸςἢ ἐσθλός. κατὰ σφέας γὰρ μαχέονται, τουτέστιν, ἐπεὶ καθ' ἑαυτοὺς διακεκριμένοι μέλλουσι μάχεσθαι, φανήσονται οἵ τε ἀγαθοὶ λαοί τε καὶ ἡγεμόνες καὶ οἱμὴ ἀγαθοί. καὶ τότε δὴ γνώσῃ, εἴτε θεσπεσίῃ πόλιν οὐκ ἀλαπάξεις ἢ ἀνδρῶνκακότητι καὶ ἀφραδίῃ πολέμοιο, τουτέστιν, ἐὰν κατὰ φῦλα καὶ φρήτρας τάξαςτοὺς Ἕλληνας μηδὲν ἀνύσῃς, ἢ θεσπεσίᾳ, τουτέστι θείᾳ βουλῇ, τὴν πόλιν οὐκἀλαπάξεις, τῶν Ἀχαιῶν καλῶς δηλονότι πολεμησάντων, ἢ τῇ τῶν ἀνδρῶνκακότητι καὶ τῇ ἀπειρίᾳ τοῦ πολέμου, ἐὰν μὴ ὁλοψύχως δηλαδὴ ἢ καὶ ἀτέχνωςμαχέσωνται· ἡ μὲν γὰρ τάξις ἀρίστη· ἢ δὲ θεὸς ἔβλαψεν ἢ ὁ λαός. [Ἐνταῦθαδὲ γράφουσιν οἱ παλαιοὶ καί, ὅτι τὸ μὲν γινώσκειν ἀλλήλους αἰσχύνεσθαι ποιεῖ, οἱ δὲ ἀγνοοῦντες ῥᾳδιουργοῦσιν ὥσπερ ἐν σκότει ὄντες. ποιεῖ δὲ ἀκριβῆ γνωριμότητα οὐ μόνον τὸ ὁμοῦ τὰ πλείω εἶναι, ὅπερ ἐπαινεῖ ὁ καλὸς Ξενοφῶνἀξιῶν δεῖν εἶναι ξυσκηνοῦν τοὺς στρατιώτας, ἀλλὰ μάλιστα τὸ καὶ πατριώταςκαὶ ὁμοφύλους ὑπάρχειν τοὺς συσκηνοῦντας, ὅπερ ὁ Ὁμηρικὸς Νέστωρ οἶδεφιλεῖν παραδιδοὺς αὐτὸ καὶ τοῖς εἰσέπειτα.] (ῃ. 367) Ὅρα δὲ ὅπως τὴν Τροίανδίχα τινὸς ἐπιθέτου πόλιν ὠνόμασε καὶ γέγονεν ἀρχὴ τῷ φιλομήρῳ Ἀλεξάνδρῳτοῦ τὴν κατ' αὐτὸν Ἀλεξάνδρειαν οὕτω καλέσαι. φέρεται γὰρ ἱστορία πόλιν τὰςἀρχὰς αὐτὸ τοῦτο δίχα προσθήκης κατ' ἐξοχὴν κληθῆναι τὴν Ἀλεξάνδρειαν. καὶ τάχα διὰ τοῦτο καὶ Ὀδυσσεὺς παρὰ τῷ ποιητῇ πτολίπορθος, οὐχ' ὡς πολλῶνπόλεων πορθητής– τοῦτο γὰρ μᾶλλον τῷ Ἀχιλλεῖ πρέπον, ὡς προγέγραπται– ἀλλ' ὡς πορθητὴς διὰ τοῦ δουρείου ἵππου τῆς ἰδίως οὕτω λεγομένης πόλεως, ἤτοι τῆς Τροίας. (ῃ. 360) Ἰστέον δὲ ὅτι ἐκ τοῦ «ἀλλ' ἄναξ», ὅπερ ἐνταῦθα παρὰτῷ ποιητῇ κεῖται, ἀρχή τις ἐξοδίου κιθαρῳδικοῦ τὸ «ἀλλὰ ἀλλ' ἄναξ», ὡςἱστορεῖ Αἴλιος Διονύσιος, ὥσπερ, φησί· κωμικοῦ μὲν ἥδε· «καλλιστέφανος», ῥαψῳδοῦ δὲ αὕτη· «νῦν δὲ θεοὶ μάκαρες τῶν ἐσθλῶν ἄφθονοί ἐστε», τραγικοῦδέ «πολλαὶ μορφαὶ τῶν δαιμονίων». (ῃ. 362) Ἰστέον δὲ ὅτι τὸ «κρῖνε κατὰφῦλα» ταὐτόν ἐστι τῷ φυλοκρίνει, ὃ συνέθεντο οἱ μεθ' Ὅμηρον, καὶ ὅτι ἐξὉμήρου παραφράσας Εὐριπίδης ἔφη τὸ «χωρίζουσι δ' ἀλλήλων λόχους», ὅπεροὐδὲν ἀπέοικε κατὰ νοῦν τοῦ φῦλα κρίνουσιν ἀνδρῶν· καὶ ὅτι τὸ φρήτρη τινὲςμὲν ἀπὸ τοῦ φατρία παράγουσι κατὰ πλεονασμὸν τοῦ ˉρ καὶ συγκοπήν· ἄλλοιδὲ προτερεύειν φασὶ τὴν φρατρίαν μετὰ τῶν δύο ˉρ, καὶ ἀπ' αὐτῆς γίνεσθαι τὴνφατρίαν ἀποβολῇ τοῦ πρώτου ˉρ, λέγεσθαι δὲ ἐκ μὲν τῆς φρατρίας τοὺς φράτοραςἤτοι τοὺς συγγενεῖς καὶ συμφυλέτας καὶ τὴν φρήτρην τὴν αὐτὴν οὖσαν τῇ φρατρίᾳ, ἥτις ἐστὶ τρίτον φυλῆς λεγομένη καὶ τριττύς, ὡς προείρηται· ἀφ' ἧςφρήτρης καὶ ἀφρήτωρ παρὰ τῷ ποιητῇ, ὁ μεμονωμένος συγγενείας καὶ μὴἔχων φρήτρην, καὶ ὁ παρὰ τοῖς Ἀττικοῖς φράτωρ καὶ φράτιον τόπος, ἐν ᾧ οἱτῆς αὐτῆς φρατρίας συνήγοντο. καὶ ταῦτα μὲν ἐκ τῆς φρατρίας. ἀπὸ δέ γε τῆςφατρίας φατριάζειν ἀττικῶς τὸ εἰς τὸ αὐτὸ συνιέναι. Αἴλιος δὲ Διονύσιος ἐν τῷκατ' αὐτὸν ῥητορικῷ Λεξικῷ φησι· φατρία, ἣν Ἴωνες πατριάν. καὶ ὅτι φράτορεςοἱ τῆς αὐτῆς φατρίας. οἱ δὲ ἀρχαῖοι φράτεράς φασι διὰ τοῦ ˉε, οὗ, φησίν, ἡ ὀρθὴφράτηρ. Ἐν ἑτέρῳ δὲ ὁμοίῳ Λεξικῷ φέρεται, ὅτι φράτηρ Ἀττικοί φασιν, Ἴωνες δὲ διὰ τοῦ ˉω. οἱ δ' αὐτοὶ καὶ φρήτρην, ὃ καὶ φρατρία λέγεται. ὅθενφρατρίζειν τὸ εἰς φρατρίαν συνιέναι. ἀλλαχοῦ δέ, ὅτι τεσσάρων οὐσῶν ποτε φυλῶν Ἀθήνῃσι πρὸς μίμησιν τῶν τοῦ ἐνιαυτοῦ ὡρῶν εἰς τρία ἑκάστην διεῖλον μέρη, ἤγουν εἰς φατρίας, ὅ ἐστι τριττῦς δώδεκα, καθ' ὁμοιότητα τῶν μηνῶν· ἑκάστηνδὲ φατρίαν εἰς γένη τριάκοντα, καθάπερ ἡμέραι τριακόσιοι ἑξήκοντα· ὅθεν καὶἦν τι σύστημα κοινωνικόν, οἱ γεννῆται, ὅ ἐστιν οἱ ἐκ τῶν γενῶν τῶν συννενεμημένων εἰς τὰς φατρίας, ἤτοι τῶν ἐκ τοῦ αὐτοῦ γένους. καὶ ἦσαν οὗτοι, καθάπεροἱ δημόται καὶ οἱ φράτορες, ἤδη δὲ καὶ οἱ πολῖται καὶ οἱ θιασῶται καὶ οἱφυλέται καὶ οἱ λοχῖται καὶ οἱ ἐθνῖται καὶ οἱ δαιταλεῖς, νόμῳ τινὶ ἔχοντεςκοινωνίαν. ἔχει δέ, φησί, τὸ μὲν γένος ἄνδρας τριάκοντα, ἑκάστη δὲ φατρία, εἴτ' οὖν τριττύς, γένη τριάκοντα. Ἰστέον [δὲ ὅτι τε τὸ Ὁμηρικὸν κρίνειν, οἷον· «κρῖν' ἄνδρας» καὶ τὸν κριτὴν ποιεῖ, ὃς συγκεχυμένους ταραχωδῶς τοὺςἀμφισβητοῦντας διαχωρίζει, καὶ ὅτι ἐκ τοῦ «κρῖν' ἄνδρας κατὰ φῦλα, κατὰφρήτρας» παραβολὴν Ὅμηρος ἐν τοῖς ἑξῆς πορίζεται, καθ' ἣν εἰκάζει τὴν διὰτῶν ἡγεμόνων διάκρισιν τῆς στρατιᾶς, ὥστε διακοσμηθῆναι εἰς μάχην πρὸςαἰπόλια διακρινόμενα ὑπὸ τῶν νομέων, ἐπειδὰν νεμόμενα γένωνται ἀναμίξ· (ῃ. 360 ς.) Καὶ ὅτι σεμνύνας ὁ ῥήτωρ ἤδη τὸν βασιλέα καὶ ἐπὶ πᾶσιν εἰπὼν τὸ» ἀλλ' ἄναξ», καὶ εὐθὺς καλλωπίσας γοργῶς ἐν τῷ «μήδεο καὶ πείθεο» καὶθαρρήσας, οἷς ἐρρητόρευσε, συνιστᾷ εὐθὺς ἀξιωματικῶς ἑαυτὸν ἐπαγαγών, ὅπερ πᾶς] ὁ θαρρῶν εὖ λέγειν εἴπῃ ἄν, [ἤγουν] τὸ «οὔτι ἀπόβλητον ἔπος ἔσσεται, ὅττι κεν εἴπω». (ῃ. 367) [Ἔτι ἰστέον καὶ ὅτι τὸ θεσπεσίῃ οὐ μόνον ἔλλειψιν, ὡς ἐρρέθη, ἔχει τοῦ βουλῇ ἢ γνώμῃ ἢ κελεύσει, ἀλλὰ καὶ ἄλλως ἑρμηνεύεταιἀντὶ τοῦ θεσπεσιότητι, θειότητι.] (ῃ. 370) Ὅτι ἔστιν ἰδεῖν τὸ τοῦ βασιλέωςφιλάληθες ἐν τῷ «ἦ μὴν αὖτ' ἀγορῇ νικᾷς γέρον υἷας Ἀχαιῶν». οὐ γὰρ ἐν πᾶσιπάντων ὑπερτίθησι τὸν Νέστορα, ἀλλ' ἐν μόνῃ τῇ ἀγορᾷ ἤτοι τῇδημηγορίᾳ. οἶδε γὰρ ὅτι, ὡς καὶ προεγράφη, Ὀδυσσεὺς μὲν κεχαρισμένα εἶπετῷ δήμῳ, Νέστωρ δὲ τῷ βασιλεῖ· καὶ Ὀδυσσεὺς μὲν ὅτι δεῖ μένειν καὶ μὴφεύγειν εἰσηγήσατο, ὁ δὲ Νέστωρ καὶ τί δεῖ πράττειν μένοντας ἐδημηγόρησετάξας τε καὶ ἀναθαρρύνας εἰς πόλεμον· καὶ Ὀδυσσεὺς μέν, καίτοι προκαταλαβὼν τὰ νοήματα, ὅμως οὐχ' οὕτω σεμνῶς πάνυ ἐλάλησεν, ὁ δὲ Νέστωρ δεύτεροςἐλθὼν οὕτω δυνατὸς ἐφάνη, ὥστε ἀπὸ τῶν αὐτῶν τόπων ὡρμημένος οὐ μόνονὑψηλότερον ἐδημηγόρησεν, ἀλλὰ καὶ ἄλλα ἔδοξεν εἰπεῖν. διὸ καὶ ἐκεῖνον μὲν ὁὄχλος ἐπῄνεσεν ὡς οἷα φιλόδημον, τὸν δέ, καθὰ ἐρρέθη, ὡς φιλοβασιλέα ὁφιλούμενος βασιλεὺς ὑπερθεὶς αὐτὸν πάντων Ἀχαιῶν κανόνι τοιούτῳ· Ὁ Ὀδυσσεὺς Ἑλλήνων σοφώτερος, Νέστωρ δὲ καὶ αὐτοῦ Ὀδυσσέως καὶ πάντωνἄρα τῶν Ἀχαιῶν. Ὅρα δὲ τὸ «γέρον» οὐ μάτην λεχθέν, ἵνα δείξῃ τὴν αἰτίαν τοῦ πάντας νικᾶν αὐτὸν τῇ ἀγορᾷ. εἰ γὰρ γέρων καὶ πολύπειρος· Ἐμπειρία δὲμήτηρ φρονήσεως. Σημείωσαι δὲ ὅτι σοφωτέρα μὲν ἡ δημηγορία τοῦ Νέστορος, λυσιτελεστέρα δὲ ἡ τοῦ Ὀδυσσέως ἐνέργεια τοῦ καὶ κατασχόντος τοὺς Ἕλληνας καὶ δόντος καιρὸν δημηγορίας τῷ Νέστορι. διὸ καὶ Ὅμηρος ἐθείασεν αὐτὸν ἐντῷ εἰπεῖν «μῦθον ἐπαινήσαντες Ὀδυσσῆος θείοιο». καὶ ὅτε δὲ εἴπῃ τὸν μὲνΝέστορα δίχα ἐπιθέτου ἐν τῷ «Νέστορα μὲν πρώτιστον», τὸν δὲ Ὀδυσσέαμετὰ ἐπαίνου ἐν τῷ «ἕκτον δὲ Ὀδυσσῆα, Διῒ μῆτιν ἀτάλαντον», ἐμφαίνει ὡς ὁμὲν Ἀγαμέμνων τὸν Νέστορα τιμᾷ, αὐτὸς δὲ ὁ ποιητὴς τὸν Ὀδυσσέα κρείττονα ἥγηται, εἰς ὃν καὶ βιβλίον ὅλον ἐποίησε, τὴν Ὀδύσσειαν. [Ὅρα δὲ ὅτι ἐνταῦθα μὲν ἠθικῶς ὡς ἐν θαύματι κεῖται τὸ «ὦ γέρον», ἐν δὲ τῇ αʹ ῥαψῳδίᾳ τὸ μέν «μήσε, γέρον, κιχείω» ἐνταῦθα βαρύτητα σκωπτικὴν εἶχε· τὸ δέ «ἔδδεισε δ' ὁγέρων» οἴκτῳ κέκραται.] (ῃ. 371 ς.) Ὅτι ὁ βασιλεὺς ἀποδεξάμενος τὴν τοῦ Νέστορος συμβουλὴν εὔχεται οὕτως· «εἴθε τοιοῦτοι δέκα μοι συμφράδμονεςεἶεν Ἀχαιῶν». καὶ ἔστιν ὁ λόγος χρήσιμος εἰς ἐγκώμιον συμβούλου χρηστοῦ. κατηνέχθη δέ, φασίν, ἐπὶ ταύτην τὴν εὐχὴν ὁ βασιλεύς, ἵνα τῇ τοῦ ἐπαίνουὑπερβολῇ προτρέψῃ τοὺς Ἀχαιοὺς πείθεσθαι ταῖς τοῦ γέροντος παραινέσεσι. Τὸ δέ «τοιοῦτοι συμφράδμονες» ἀντὶ τοῦ οἷς ἡ αὐτὴ ἕξις τοῦ λόγου· οὐ μὴν οἱτὰ αὐτὰ συμβουλεύοντες. τίς γὰρ χρεία, φασί, τῶν δέκα ἢ τῶν πλειόνων, ἐὰνἀπαραλλάκτως ἔχουσα οὐδὲν αὐτοῖς διοίσει ἡ συμβουλή. Σημειοῦνται δὲ οἱπαλαιοὶ ἐν τούτοις καί, ὅτι δῆλός ἐστιν ὁ ποιητὴς προτιμώμενος τὰ ψυχικὰ τῶνσωματικῶν. ἐνταῦθα μὲν γὰρ δέκα Νέστορες ἐπαρκέσουσι τῷ βασιλεῖ πρὸς τὴντῆς Ἰλίου ἅλωσιν· τοὺς δὲ Αἴαντας ὀτρύνων εἰς πόλεμον οὐκ ἀριθμῷ τινιστενοχωρεῖ, ἀλλὰ εὔχεται, ἵνα τοῖος πᾶσιν Ἀχαιοῖς θυμὸς ἐνὶ στήθεσι γένοιτο· μονονουχὶ λέγων, ὅτι Νέστορες μὲν αὐτῷ ἐὰν δέκα γένοιντο, ταχὺ ἂν ἡ πόλιςτοῦ Πριάμου πέσοι χερσὶν ὑφ' ἡμετέραις ἁλοῦσα· Αἴαντες δὲ οὐ μετρητοί τινεςἐξαρκέσουσιν, ἀλλὰ χρὴ πᾶν τὸ στράτευμα κατὰ τοὺς Αἴαντας εἶναι. Ὑπερτίθησιν οὖν τῆς ἀνδρίας τὴν φρόνησιν, καθὰ καὶ Εὐριπίδης φησί· «σοφὸν ἓνβούλευμα τὰς πολλὰς χεῖρας νικᾷ». Σκοπητέον δέ, εἰ ἐξ Ὁμήρου εἴληφε τὴνἀρχὴν ὁ κατὰ κόκκους ῥοιᾶς εὐξάμενος ἑαυτῷ εἶναι Μεγαβύζους. Ἀγαμέμνονοςγὰρ δέκα εὐξαμένου ἔχειν ἄνδρας κατὰ Νέστορα, τῶν τις παρὰ Ἡροδότῳβασιλέων ἁδρὰν ῥοιὰν ἀνασχίσας καὶ ἐρωτηθείς, τί ἂν τῶν τιμίων ἔχειν βούλοιτο, κατὰ ποσότητα τῶν τῆς ῥοιᾶς κόκκων, Μεγαβύζους εἶπε ἐθέλειν αὑτῷτοσούτους εἶναι. μέγας δὲ ἦν καὶ λόγου πολλοῦ ἄξιος ἀνὴρ ὁ Μεγάβυζος παρ' αὐτῷ. (ῃ. 373 ς.) [Κεῖται δ' ἐν τούτοις καὶ ἡ ˉὑˉπˉο πρόθεσις μετὰ δοτικῆς λόγῳἀντιπτώσεως. φησὶ γάρ, ὡς οὕτως ἂν τάχ' ἠμύσειε πόλις Πριάμοιο χερσὶν ὑφ' ἡμετέρῃσιν ἁλοῦσά τε περθομένη τε, ἤγουν ὑπὸ τῶν ἡμετέρων χειρῶν. ὡς δὲταὐτολογεῖται τὸ «ἁλοῦσά τε περθομένη τε» καὶ ὡς ἠμύειν τὸ ἐπικλίνεσθαι καὶκαταπίπτειν ἐστί, πολλαχοῦ φανεῖται. Τὸ δέ «τάχ' ἠμύσειε» παλαιὸν μὲνἄνδρα οὐκ ἂν παρήγαγεν, ὡς ἐθάδα τῶν τοιούτων· τοῦ δὲ νῦν γένους τινὲςπλανηθεῖεν ἂν δοκοῦντες ἀκούειν τάχει, εἶτα κατ' ἰδίαν μύσειε, νόμῳ δηλαδὴσχεδικῷ.] (ῃ. 377 ς.) Ὅτι ὁ ποιητής, ὡς ἀλλαχοῦ φαίνεται, κατὰ ποσά τινα διαστήματα μέμνηται τοῦ Ἀχιλλέως, ἐν λόγῳ πολλῷ τὸν ἄνδρα τιθέμενος καὶθέλων μὴ ἀπαλιφῆναι τὴν αὐτοῦ μνήμην τῆς ψυχῆς τῶν ἀκροατῶν. ποιεῖ γοῦνκαὶ ἐνταῦθα τὸν βασιλέα λέγοντα, ὅτι ἐγὼν Ἀχιλλεύς τε μαχεσσάμεθα εἵνεκακούρης. ἔνθα καὶ ὁμολογεῖ, ὅτι ἐγὼ ἦρχον χαλεπαίνων. οὐ σπεύδει μέντοι πρὸςκαταλλαγὴν διά τε τὸ μὴ ἐπικεῖσθαι ἀνάγκην καὶ διότι καὶ πέποιθε τῷ ὀνείρῳ. Ὅρα δὲ ὅτι οὐκ ἄλλο τι ἑαυτὸν τῆς ἔριδος ὁ βασιλεὺς ᾐτιάσατο, ἀλλ' ὅτι μόνοναὐτὸς κατήρξατο χαλεπαίνων. τὴν γὰρ αἰτίαν τοῦ ἀπράκτως ἐρίσαι τῷ Διῒἀνέθετο εἰπών· [«ἀλλά μοι Ζεὺς ἄλγε' ἔθηκεν,] ὅς με μετ' ἀπρήκτους ἔριδας καὶνείκεα βάλλει». ἐνταῦθα δὲ παρασημειοῦνται οἱ παλαιοί, ὅτι εὐεπίφοροι κατὰθεοῦ οἱ ἀτυχεῖς. (ῃ. 378) Ὅρα δὲ τὸ ἐξ ὁμωνυμίας τοῦ ἄρχειν ἀστεῖον νόημαἐν τῷ «ἐγὼ δ' ἦρχον χαλεπαίνων». οἱονεὶ γὰρ λέγει, ὅτι οὐκ ἦρχον πολεμῶν ἢπαρατασσόμενος οἷα βασιλεὺς κατὰ τὸ «ἄρχευ Ἀργείοισιν», ἀλλὰ προκατῆρξατοῦ χαλεπαίνειν. τὸ δὲ τοιοῦτον ἄρχειν καὶ κατάρχειν λέγεται παρὰ τοῖςὕστερον καὶ ὑπάρχειν, ἐξ οὗ καὶ ἡ ὑπαρχή. καὶ Ὅμηρος μὲν μετοχῇ αὐτὸσυνέταξεν, οἱ δὲ μεθ' Ὅμηρον καὶ γενικῇ αὐτὸ συντάσσουσιν, οἷον· ἄρχωἀπειλῆς ἢ μάχης. ἔστι δ' ὅτε παθητικῶς προφέροντες καὶ αἰτιατικὴν ποιοῦσινἐν αὐτῷ σύνταξιν, οἷον καὶ τὸ «κατάρχομαι νόμον Βακχεῖον». (ῃ. 379 ς.) Ὅτι φαίνεται ὁ βασιλεὺς δύσελπις ἤδη ὢν εἰς τὴν τῆς Ἰλίου ἅλωσιν διὰ τὸ μὴ πανσυδίῃ, ὡς προείρηται, εἰς μάχην ἐξιέναι κατὰ τὸν ὄνειρον ἤγουν πανστρατιᾷ. φησὶ γοῦν ὅτι, «εἴ ποτε ἔς γε μίαν βουλεύσομεν, οὐκέτ' ἔπειτα Τρωσὶν ἀνάβλησιςκακοῦ ἔσεται οὐδ' ἠβαιόν». ὥστε φόβος αὐτὸν ὕπεισιν ἀναβολῆς ἄρτι, ἐπείπερεἰς μίαν οὐ βουλεύουσι λειπόντων τῶν Μυρμιδόνων. καὶ ὅρα τὸ μίαν· ἀπὸκοινοῦ γὰρ ἐνταῦθα ληπτέον ἐκ τοῦ βουλεύειν ῥήματος ὄνομα τὴν βουλήν, ἵναλέγῃ ὅτι εἰς μίαν βουλὴν βουλεύσομεν. Ἀνάβλησιν δὲ λέγει τὴν ἀναβολὴν καὶπαράτασιν ἀπὸ τοῦ ἀναβάλλεσθαι, ὃ δηλοῖ τὸ ἀργεῖν. [Ἰστέον δὲ ὡς οἴδασι μὲνἀνάβλησιν οἱ βλῆσιν λέγοντες, ἀφ' ἧς παρ' αὐτοῖς τὸ βλησείδιον. πλὴν κοινότερονἡ ἀνάβλησις ἀναβολὴ λέγεται, ὅθεν ὁ ἀμβολιεργός.] (ῃ. 381– 4) Ὅτι ὀτρύνωνστρατηγικῶς ὁ Ἀγαμέμνων εἰς μάχην τοὺς Ἕλληνας οὕτω φησίν· «ἔρχεσθ' ἐπὶ δεῖπνον, ἵνα ξυνάγωμεν Ἄρηα· εὖ μέν τις δόρυ θηξάσθω, εὖ δ' ἀσπίδαθέσθω, εὖ δέ τις ἵπποισι δεῖπνον δότω, εὖ δέ τις ἅρματος ἀμφὶς ἰδὼν πολέμοιομεδέσθω». καὶ αἰτίαν τῆς τοιαύτης παραγγελίας ἐπάγει τοιαύτην· (ῃ. 385– 7)» ὡς ἂν πανημέριοι στυγερῷ κρινώμεθα Ἄρηϊ», οὗπερ μὴ γενέσθαι φησὶπαῦσίν τινα, «εἰ μὴ νὺξ ἐλθοῦσα διακρινέει μένος ἀνδρῶν», ἑρμηνεύων οὕτωτὸ πανημέριοι. εἶτα διασκευάζει καὶ τὸν ἐν τῇ μάχῃ μόχθον, εἰπών· (ῃ. 388– 90)» ἱδρώσει μέν τευ τελαμὼν ἀμφὶ στήθεσσιν ἀσπίδος ἀμφιβρότης, περὶ δ' ἔγχεϊχεῖρα καμεῖται· [ἱδρώσει δέ τευ ἵππος ἐΰξοον ἅρμα τιταίνων».] εἶτα βασιλικῶςἐπισφραγίζων φόβῳ κολάσεως τὴν συμβουλήν φησιν· (ῃ. 391– 3) «Ὅν δ' ἂνἐγὼν ἀπάνευθε μάχης ἐθέλοντα νοήσω μιμνάζειν παρὰ νηυσὶ κορωνίσιν, οὔ οἱἄρκιον ἐσεῖται φυγέειν κύνας ἠδ' οἰωνούς». καθάπερ γὰρ δίκαιον θάνατον πρὸμικροῦ ὁ Νέστωρ τῷ λειποτάκτῃ ὥρισεν, οὕτω κἀνταῦθα ὁ βασιλεύς. λειποτάκτης γὰρ οὐ μόνον ὁ πρὸ τῶν ἄλλων φεύγων, καθάπερ ἐκεῖ, ἀλλὰ καὶ ὁ τῶνἄλλων μαχομένων αὐτὸς μένων ἐν ταῖς σκηναῖς. Αὐστηρότερον δὲ τὸ τοῦβασιλέως. ὁ Νέστωρ μὲν γὰρ θάνατον ἁπλῶς ἠπειλήσατο, ὁ δὲ Ἀγαμέμνων καὶἄταφον ῥιφῆναί φησι τὸν θανόντα καὶ μηδέν τι αὐτῷ ἄρκιον γενέσθαι, ἤγουνἐπαρκέσαι, εἰς τὸ μὴ γενέσθαι κατάβρωμα κυνῶν τε καὶ οἰωνῶν, ὅπερ ἕλωρκύνεσι καὶ οἰωνοῖσιν ἐν τῇ ἀρχῇ τῆς Ἰλιάδος εἶπεν ὁ ποιητής. (ῃ. 381) Ἰστέον δὲ ὅτι καὶ ἐν ἄλλοις εὑρίσκεται ὁ ποιητὴς πρὸ τοῦ πολέμου παρεισάγων δειπνοποιουμένους τοὺς στρατιώτας. ἔστι δὲ δεῖπνον τὸ ἑωθινὸν ἄριστον, ὥς φασινοἱ παλαιοί, ὃ κατ' ἀνάγκην πρὸ τοῦ δέοντος ποιοῦνται καιροῦ, ὡς ἂν ἐντῷ πονεῖν στηρίζοιντο τῇ τροφῇ· ὅθεν καὶ δεῖπνον τὸ τοιοῦτον πρωϊνὸν ἔμβρωμαλέγεται ἐπί τε ἀνθρώπων, ὡς τὸ «ἔρχεσθ' ἐπὶ δεῖπνον» καὶ ἐπὶ ἀλόγων, ὡς τὸ» εὖ δέ τις ἵπποισι δεῖπνον δότω», παρὰ τὸ δεῖν πονεῖν. Δῆλον δὲ ὅτι δεῖπνονκαὶ τὸ πρὸς ἑσπέραν ἐλέγετο, ὡς καὶ παρ' Εὐριπίδῃ ἐν Ἑκάβῃ· καὶ ἁπλῶς δὲπᾶσα τροφή. Τὸ δὲ παρ' Αἰσχύλῳ «ἄριστα δεῖπνα δόρπα θ' αἱρεῖσθαι τρία», [ἢ μάλιστα «τρίτα» κατὰ τοὺς παλαιούς,] κακῶς ῥηθῆναι κρίνουσιν οἱ παλαιοί. οὐδὲ μνηστῆρες γάρ, φασίν, οὐδὲ Κύκλωψ τρισὶ τροφαῖς ἐχρῶντο. περὶ δὲ τούτουῥηθήσεται καὶ ἀλλαχοῦ, ἔνθα καὶ περὶ δόρπου καὶ ἀρίστου λεχθήσεται. Ἰστέον δὲ καὶ ὅτι τὸ «νῦν δ' ἔρχεσθ' ἐπὶ δεῖπνον, ἵνα ξυνάγωμεν Ἄρηα» ἐπαίχθη εὐφυῶς πρός τινος τῶν παλαιῶν ἐπί τινων δαιτυμόνων εἰωθότων ἐναὐτῷ τῷ πότῳ κινεῖν μεγάλας ἔριδας. Ἔφη γὰρ ἐκεῖνος πρὸς τοὺς τοιούτουςτὸν Ὁμηρικὸν τοῦτον στίχον σκώπτων εἰς τὸ φιλόνεικον καὶ οἱονεὶ λέγων, ὅτιἔρχεσθε ἐπὶ δεῖπνον, ὡς ἂν μάχην κινήσωμεν. [Ἐξ οὗ συντελεῖταί τι καὶ εἰς τὸτὴν μέθην καλεῖσθαι θώρηξιν διὰ τοῦ κατ' ἀρχὴν ˉω μεγάλου καὶ ˉη παραλήγοντος, ὡς τῶν μεθυόντων ἑτοίμως ἐχόντων καὶ θώρηκας φορεῖν καὶ ὅπλααἴρειν ἐπὶ πληγαῖς· ὧν αἴνιγμα καὶ τὸ κερασφόρον ταῦρον ἐπονομάζεσθαι τὸν Διόνυσον. Καὶ μήν τινες τὴν ῥηθεῖσαν θώρηξιν, περὶ ἧς καὶ ἀλλαχοῦ δηλοῦται, διὰ τοῦ ˉο μικροῦ καὶ τοῦ ˉι γράφουσιν, ἢ ὡς ἀπὸ τοῦ θόρω τὸ πηδῶ, οὗ παράγωγονθορίσσω, ὡς φοινίσσω, δεδίσσω– θοῦροι γὰρ καὶ ὁρμητίαι οἱ τῇ μέθῃ κάτοχοικαὶ ποιητικῶς εἰπεῖν «θοῦριν ἐπιειμένοι ἀλκήν»– ἢ καὶ ἀπὸ τοῦ θορός, τὸζωϊκὸν σπέρμα· φίλοιφον γὰρ τὸ μεθύον. Διὸ οὐ μόνον οἱ ὀχευτικοὶ Σιληνοὶ καὶ Σάτυροι τῷ Διονύσῳ οἴνῳ ἀνεῖντο, ἀλλὰ καὶ ὁ τὴν αἰδῶ πολὺς Πρίηπος, ὃς καὶεἰς ἐπίθετον τῷ Διονύσῳ ἔκειτο, καθὰ γράφει Ἀθήναιος.] Τὸ δέ «συνάγεινἌρηα» διὰ τὰ δύο στρατεύματα τὰ ἐναντία εἴρηται, ὧν συναγομένων ἡ μάχηἀρτύνεται. ἄλλως γὰρ ῥήγνυσθαι ὁ πόλεμος λέγεται οὐ μόνον ὑπὸ ῥηξήνορόςτινος, ἀλλὰ καὶ ἐν αὐταῖς ταῖς συμβολαῖς, τῶν μὲν ἐνταῦθα, τῶν δὲ ἐκεῖ καὶἄλλων ἀλλαχοῦ μαχομένων· ἐρράγη γοῦν μάχη. καὶ συρρῆξαι καὶ ῥαγῆναιπόλεμόν φασιν οἱ ῥήτορες. ἐναντίον δὲ τὸ συνάγειν καὶ τὸ διακρίνειν. πρωῒ μὲνοὖν ὁ βασιλεὺς πόλεμον συνάγειν θέλει, νυκτὸς δὲ ἐλθούσης διακρινεῖ αὐτόν. (ῃ. 382) Τὸ δέ «εὖ δόρυ θηξάσθω, εὖ ἀσπίδα θέσθω, εὖ πολέμοιο μεδέσθω» ὡράϊσται κατὰ κάλλος ῥητορικὸν συμπλακέντων ἐνταῦθα δύο σχημάτων περικαλλῶν, ἐπαναφορᾶς τε καὶ παρισώσεως. Ἔστι δὲ ἐπαναφορὰ μὲν τὸ εἰς τὴναὐτὴν λέξιν ἐπανιέναι, οἷον ἐνταῦθα εἰς τὸ εὖ· τετράκις γὰρ ἐν ἀρχῇ στίχωνκεῖται τὸ εὖ. τοιοῦτον δὲ καὶ τὸ «ἱδρώσει τελαμών, ἱδρώσει δὲ ἵππος». Πάρισονδὲ τὸ ἐν τῷ τέλει τῶν λέξεων ὁμοιοτέλευτον, οἷον τὸ θηξάσθω, θέσθω, μεδέσθω. Δόρυ δὲ νῦν μὲν τὸ πολεμικόν, ἄλλως δὲ δόρυ ἁπλῶς πᾶν ξύλον καὶ αὐτὸ τὸ ἐνδένδροις, ὡς τὸ «οὐ γάρ πω τοῖον ἀνήλυθεν ἐκ δόρυ γαίης». γίνεται δέ, ὥσπερξύλον ἀπὸ τοῦ ξύω, οὕτω δόρυ ἀπὸ τοῦ δέρω, ὃ καὶ τὸ ξύω δηλοῖ· ὅθεν καὶδρύπτεσθαι τὸ ξέεσθαι ἀπὸ τοῦ δόρυ δορύπτω καὶ συγκοπῇ δρύπτω. ἐντεῦθενκαὶ δορίδες κατὰ Αἴλιον Διονύσιον μαγειρικαὶ τράπεζαι. [Δῆλον δὲ ἐνταῦθαὡς δόρυ θήγεται οὐ τὸ ξύλον αὐτό, ἀλλ' ἡ ἐν ἄκρῳ σιδηρᾶ ἐπιδορατὶς λαχοῦσαὡς μέρος τὸ καὶ αὐτὴ καλεῖσθαι δόρυ, καλουμένη ἐν κυριολεξίᾳ καὶ αἴχμηπαρὰ τὸ αἷμα χέειν τῇ ὀξύτητι. ὅθεν ἡ τραγῳδία τολμήσασα «αἰχμὴν βέλεος» εἶπε τὴν ὀξύτητα τοῦ σιδήρου, δι' οὗ Οἰδίπους τετύφλωτο.] Τὸ δέ «εὖ δόρυθηξάσθω, εὖ δ' ἀσπίδα θέσθω» παροιμίαν ἐποίησε τὸ «σὺν δορὶ σὺν ἀσπίδι» ἐπὶτῶν παντὶ τρόπῳ πρᾶξαί τι πειρωμένων. (ῃ. 384) Τὸ δὲ ἅρμα νῦν μὲν ἑνικῶςεἶπεν ὁ ποιητής· ἐν δὲ τοῖς ἑξῆς πάνυ σπανίως εὑρεθήσεται τοῦτο ποιήσας, πληθυντικῶς μάλιστα τῷ ὀνόματι χρώμενος κατὰ ἔθος οἰκεῖον. εἴωθε γὰρπολλὰ τῶν ἑνικῶν πληθύνειν, ὡς εἴρηται. Ὅτι δὲ ἡ τοῦ ἅρματος λέξις καὶἐπὶ ὅπλου λέγεται καὶ ὅτι Ῥωμαϊκὸν τοῦτο καὶ ὅτι διὰ τοῦτο οὐδὲ ὁμωνυμίαἐντεῦθεν γίνεται, δηλοῦσιν οἱ παλαιοὶ σοφοί. ἐπιμελεῖσθαι δὲ τῶν ὅπλων ὁβασιλεὺς παραινεῖ, ὅτι τε στρατιώτου δεῖγμα καὶ τὸ τοιοῦτον καὶ ὅτι τῶνὅπλων ἠμελημένων πολλὰ πολλάκις οἱ πολεμισταὶ βλάπτονται. Ἐκ τοῦ Νέστοροςδὲ ὠφελημένος ὁ βασιλεὺς μετὰ τὴν δημηγορίαν τακτικῶς λαλεῖ, ἵνα μὴ ἀκούσῃκαὶ αὐτὸς παισὶν ἐοικότα δημηγορεῖν, οἷς οὔ τι μέλει πολεμήϊα ἔργα· διὸμέμνηται πολεμικῶν. [Τὸ δέ «ἀμφὶς ἰδών», ἀντὶ τοῦ κύκλῳ ἤτοι πάντοθεν, ἀπὸ τῆς ἀμφί προθέσεως, οὕτω καὶ αὐτῆς δηλούσης ἐν τῷ «νῆσος ἀμφιρύτη» καὶἀμφίαλος. τὸ μέντοι «ἀμφὶς φράζονται» σημασίαν ἑτεροίαν ἔχειν ἐφάνη πρὸτούτων.] (ῃ. 385) Τὸ δέ «στυγερῷ κρίνεσθαι Ἄρηϊ» ἀντὶ τοῦ συνεῖναι καὶὁμοῦ εἶναι τῷ Ἄρει καὶ ὡς ὑπ' αὐτῷ κριτῇ τὸ μάχιμον ἔργον μεταχειρίζεσθαι· ἢ καὶ ἄλλως τὸ κρινώμεθα ἀντὶ τοῦ συγκρινώμεθα, ἀναμισγώμεθα, συγχεώμεθα, οὗ τὸ ἀνάπαλιν διακρίνεσθαί ἐστιν, ὡς καί, ὅτε τοὺς αἰπόλους φησὶ τὰαἰπόλια διακρίνειν καὶ ὡς ἡ νὺξ ἐλθοῦσα διακρινέει μένος ἀνδρῶν. Ἐναντίον γὰρτὸ συγκρίνειν καὶ τὸ διακρίνειν, ἃ καὶ αὐτὰ γενικῷ ὀνόματι κρίνειν λέγονται, οἷον· «στυγερῷ κρινώμεθα Ἄρεϊ», ἀντὶ τοῦ συγκρινώμεθα· καὶ «κρῖνε ἄνδρας», ἀντὶ τοῦ διάκρινε· καὶ «ἔθυνον κρίνοντες», ἀντὶ τοῦ διακρίνοντες. (ῃ. 388) Τὸδέ «ἱδρώσει τελαμὼν ἀσπίδος», ἀντὶ τοῦ ὑγρανθήσεται τῷ ἐκ τῶν στηθέωνπολλῷ ἱδρῶτι· οὐ γὰρ αὐτὸς ἐκεῖνος ὁ τελαμὼν ἱδροῖ, [ὡς ὁ ἵππος.] Τελαμὼν δὲνῦν λῶρος πλατύς, δι' οὗ ἡ ἀσπὶς ἀνεφέρετο· διὸ καὶ ἀναφορεὺς ὁ αὐτὸς ἐλέγετο. Ἐνταῦθα δὲ σημειοῦνται οἱ παλαιοί, ὅτι οὔπω τότε πόρπακας εἶχον αἱ ἀσπίδες, ἀλλ' ὑπὸ τελαμώνων διῳκοῦντο διηκόντων ἀπ' ἄκρου εἰς ἄκρον. φανήσεται γὰρἐν τοῖς ἑξῆς, ὅτι ἐν τῷ μέσῳ κανόνιόν τι τὸ παλαιὸν εἶχεν ἡ ἀσπίς. οὔπω γὰρἐπενοήθησαν οἱ νῦν χιαστοὶ πόρπακες, οἳ καὶ ὄχανα λέγονται. λέγεται δὲ καὶ ὁτελαμών, ὡς καὶ ὁ τάλας, ἀπὸ τοῦ ταλάσσω, τὸ καρτερῶ, οἱονεὶ ταλαμών, ὁκαρτερικὸς καὶ βαστακτικός. [Τὸ δὲ μῦ ἀπὸ πλεονασμοῦ παραγωγικοῦ ἔχει, ὡςκαὶ ὁ πλαταμών. τελαμὼν δὲ ἀσπίδος πρὸς διαστολὴν ἑτέρων ἐρρέθη, ὧν εἷς καὶὁ τοῦ ξίφους. εἰ δέ τι καινὸν δοκεῖ τελαμῶνι τοιούτῳ ὁμωνυμεῖν τὸν ἥρωα τὸνἐξ Αἰακοῦ, ἐνθυμητέον ὅτι καὶ ὁ Δοῦρις, ἀνὴρ ἱστορικός, εἰ καὶ μὴ ὁμωνυμεῖ, ἀλλ' οὖν παρωνόμασται δόρατι.] (ῃ. 389) Ἀσπὶς δὲ ἀμφιβρότη ἡ ἀμφὶ τὸνβροτὸν ἄνθρωπον ἢ ἡ σκέπουσα ὅλον τὸν ἄνθρωπον. φασὶ δὲ ἐνταῦθα οἱ παλαιοί, ὅτι τὸ βροτός ἐν ταῖς συνθέσεσι προσλαμβάνει τὸ ˉμ, οἷον τερψίμβροτος, φαεσίμβροτος, Κλεόμβροτος, ἐναρίμβροτος αἰχμή, πλειστόμβροτος ἀγορά, δίχατοῦ ἀμφιβρότη καὶ ἀβρότη, ἡ νύξ. [(ῃ. 390) Ἐΰξοον δὲ ἅρμα οὐ μόνον τὸ εὖἐξεσμένον πρὸς κάλλος, ἀλλὰ καὶ τὸ ἄλλως πρὸς τέχνης ἀρετὴν ξεσθέν, ἵνασυμμέτρως ἔχῃ πρὸς τὸ καλῶς ὑπὸ ζῴων ἕλκεσθαι. χρεία γὰρ συμμετρίαςπάντως καὶ ἅρμασι, τοῖς τε πολεμιστηρίοις καὶ τοῖς ἐναγωνίοις. Τοῦ δὲτιταίνειν ἄχρηστον θέμα τῶ, καθάπερ οὐ χρηστὸν οὐδὲ τὸ τῶ, τὸ λαμβάνω, ἐξοὗ τὸ «Κύκλωψ τῆ πίε οἶνον». ἐκ δὴ τοῦ προτέρου τῶ παράγωγα ἓν μὲν τένω, ἐξ οὗ τὸ τείνω, ὡς κτένω κτείνω· καὶ ἔστι καὶ ὁ τένων ἐκ τοῦ τένω· ἕτερον δὲταίνω διὰ διφθόγγου, ὡς ῥῶ ῥαίνω, καὶ κατὰ ἀναδιπλασιασμὸν τιταίνω· ὅθεν φῦλον δαιμόνιον οἱ Τιτᾶνες.] (ῃ. 386 σ.) Ὅτι προαναφώνησις τὸ «οὐ γὰρπαυσωλὴ ἔσται οὐδ' ἠβαιόν, εἰ μὴ νὺξ ἐλθοῦσα διακρινέει μένος ἀνδρῶν». οὕτωγὰρ μέλλει διασκευάσαι τὴν μάχην ὁ ποιητὴς ἐκ πρωΐας τελουμένην ἕωςνυκτός· [Καὶ ὅρα τὸ «διακρινέει μένος». μετ' ὀλίγα μὲν γὰρ ἡγεμόνες διακρινοῦσιλαοὺς αἰπολίων δίκην. ἡ δὲ μάχη οὐχ' ἁπλῶς ἄνδρας, ἀλλὰ μένεα διακρίνει ἀνδρῶν, ἰδίᾳ μὲν ποιοῦσα τοὺς νικῶντας, ἀφιστῶσα δὲ τοὺς ἡττωμένους.] (ῃ. 394– 7) Ὅτι ὥσπερ πρὸ τούτου τὴν ἐκ τῆς ἀγορᾶς ἔγερσιν τῶν Ἑλλήνων καὶ κίνησιν κύμασι πόντου εἴκασεν, εἶτα πάλιν τὴν ἐπαναστροφὴν ὁμοίως κύματιπολυφλοίσβοιο θαλάσσης, οὕτω καὶ νῦν τῶν Ἀχαιῶν ἀναστάντων μετὰ τὰςδημηγορίας τῶν ἀριστέων μέγα ἰάχειν αὐτούς φησιν, «ὡς ὅτε κῦμα ἀκτῇ ἐφ' ὑψηλῇ, ὅτε κινήσει Νότος ἐλθών, προβλῆτι σκοπέλῳ, τὸν δ' οὔ ποτε κύματαλείπει παντοίων ἀνέμων, ὅταν ἔνθ' ἢ ἔνθα γένωνται». καὶ ὅρα ὅπως ἀπὸ τοῦαὐτοῦ πράγματος, ἐκ τῆς θαλάσσης δηλαδή, διαφόρους εἴληφε παραβολάς. Ἦνδὲ αὐτῷ ἡ μὲν πρώτη δηλωτική, ὡς ἐρρέθη, τῆς τῶν ἐθνῶν καὶ φύλων κινήσεως, ἡ δὲ δευτέρα τῆς παλινδρομήσεως, καθ' ἣν συχνὰ πρὸς τῷ αἰγιαλῷ τὰ κύματαβρέμουσιν· ἡ δὲ τρίτη αὕτη μόνης τῆς ἰαχῆς καὶ τῆς βοῆς τοῦ λαοῦ. Πολλαχοῦδὲ καὶ ἐν τοῖς ἐφεξῆς ἀπὸ τῆς αὐτῆς ὕλης τεχνάσεται τοιαύτας τινὰς παραβολάς, ποικίλος ὢν τοῖς φιλακροάμοσι δαιταλεὺς καὶ κατὰ τὸν θρυλλούμενοντοῦ Ἀλεξάνδρου δειπνοκλήτορα ἐξ ἑνός τινος εἴδους πολλὰ τεχνώμενος ἐδεστά. παρέλαβε δὲ ἐν τῇ παραβολῇ ταύτῃ ἀκτὴν ὑψηλὴν καὶ Νότον εἰς ἔμφασιν τοῦμεγέθους τῆς ἰαχῆς. κῦμα γὰρ ὁ Νότος ὠθῶν μέγα καθ' Ὅμηρον καὶ ὑψηλῇπροσρήσσων ἀκτῇ μεγάλην ἰαχὴν οἶδεν ἀποτελεῖν. (ῃ. 396) Προβλῆτα δὲσκόπελον λέγει λίθον προβεβλημένον τῆς θαλάσσης ὡς ἐν ἀκρωτηρίῳ, ἐξ οὗἔστι πολὺν τόπον κατασκοπεῖν. (ῃ. 396 ς.) Ἰστέον δὲ ὅτι ἔστι ποτὲ τὸνστερεὸν ἄνδρα καὶ κινδύνοις ἀπερικλόνητον τοιούτῳ προβλῆτι σκοπέλῳ εἰκάσαι, ὃν οὐ λείπει κύματα «παντοίων ἀνέμων, ὅτ' ἂν ἔνθα ἢ ἔνθα γένωνται». τοιούτῳδέ πως καὶ τοὺς Ἕλληνας ὁ ποιητὴς ἀφομοιοῖ, οὓς ὡς θάλασσα δουλεύει, καθὰ προερρέθη, ἀνέμοις, οὕτω καὶ αὐτοὺς δουλεύοντας οἴδαμεν οὐ ταῖςβασιλικαῖς μόνον ἀλλὰ πολλάκις καὶ ταῖς τῶν γερόντων βουλαῖς, αἵτινεςἦσαν τὸ φεύγωμεν, τὸ μένωμεν, τὸ μαχώμεθα, τὸ ἔρχεσθ' ἐπὶ δεῖπνον καὶ τὰλοιπά. [Ἰστέον δὲ ὡς, ἐπεὶ ἐκ τοῦ σκοπός γίνεται ὁ σκόπελος, λέγοιτ' ἂν καὶσκοπιά, ἤδη δὲ καὶ περιωπή.] (ῃ. 398) Ὅτι πολλαὶ τῶν λέξεων ἀπὸ συμφώνουἀρχόμεναι, εἶτα τοῦ κατ' ἀρχὰς συμφώνου ἐκπεσοῦσαι, μένουσι πάλιν ἐπὶ τῆςαὐτῆς σημασίας, οἷον καύχημα αὔχημα, χλιαρόν λιαρόν, γαῖα αἶα, σμικρόνμικρόν, σῦς ὗς. οὕτω γοῦν καὶ σκεδάζω καὶ κεδάζω, οἷον· «κεδασθέντες ἐπὶνῆας». Φασὶ δὲ καὶ τὸ πήγανον οἱ παλαιοὶ τοιούτῳ λόγῳ ἤγανον λέγεσθαι. Ὅτι τὴν μὲν βασιλικὴν θυσίαν ὡς ἀξίαν λόγου διὰ τὸν βασιλέα πολυλογεῖκατωτέρω λέγων τί τε ἔθυσεν– ὅτι βοῦν δηλαδή– καὶ τίνι– ὅτι τῷ Διΐ– διεσκεύασε δὲ καὶ τὸ ὅπως, καθὰ καὶ ἐν τῇ αʹ ῥαψῳδίᾳ τῷ Ἀπόλλωνι θυσίαγίνεται. (ῃ. 399 σ.) Τὴν δὲ ἑκάστου τῶν Ἑλλήνων θυσίαν ἐπιτέμνων ἐν δυσὶνἔπεσιν ἐπιτρέχει λέγων οὕτως ἐπὶ κεφαλαίου· «Κάπνισάν τε κατὰ κλισίας καὶδεῖπνον ἕλοντο· ἄλλος δ' ἄλλῳ ἔρεζε θεῶν αἰειγενετάων». ἔστι δὲ τὸ μὲνἐκάπνισαν ἀντὶ τοῦ πῦρ ἀνῆψαν ἐπὶ θυσίᾳ τε [καὶ ἐπὶ ἀναγκαίῳ δείπνῳ τῷ πρὸτῆς μάχης] ἐκ τοῦ παρακολουθοῦντος ῥηθέν. ἐπακολουθεῖ γὰρ τῇ τῶν ξύλωνκαύσει καπνός. πέφρασται οὖν ἐκ τοῦ πορρώτερον. τὸ μέντοι ἐγγύτερον παρ' Εὐριπίδῃ ἐν τῷ «πῦρ ἀνάψουσι θεοῖς». [Δύναται δὲ εἶναι τὸ ἐκάπνισαν καὶ ἀντὶτοῦ ἔθυσαν, ἵνα λέγῃ, ὅτι θύσαντες εἶτα ἐδείπνησαν. εὐοδοῖ δὲ τὸν τοιοῦτον νοῦντὸ «ἄλλος δ' ἄλλῳ ἔρεζε θεῶν» καὶ τὸ «κνίσση δ' οὐρανὸν ἷκεν ἑλισσομένη περὶκαπνῷ». καὶ οὕτω νοοῖτ' ἂν τὸ ῥηθὲν ἀντὶ τοῦ κνίσσαν ἀνήγαγον περιελισσομένην καπνῷ, εἴτ' οὖν τὸν οὐρανὸν ἐκνίσσωσαν θύμασι.] Τὸ δέ «ἄλλος ἄλλῳἔρεζε» γέγονε μὲν ἀρχὴ παροιμίας τῆς λεγούσης «ἄλλα παρ' ἄλλοις καλά». δηλοῖ δὲ πολυκλήτους εἶναι καὶ τοὺς Ἕλληνας, καθὰ καὶ τοὺς τῶν Τρώωνἐπικούρους, καὶ θύειν ἕκαστον πατρῴοις θεοῖς· τὸ γὰρ θεῖον, φασί, φύσει μὲνἕν, θέσει δὲ πολλά. ὠφελημένος δὲ καὶ Εὐριπίδης ἐξ Ὁμήρου εἶπεν· «ἄλλοισινἄλλος θεῶν τε κἀνθρώπων μέλει». [(ῃ. 400) Τὸ δὲ ἔρεζεν ἀδίπλωτον ἔχει τὸ ˉρκατὰ συνήθη κλίσιν, ἧς τὸ μέτρον ἐδεήθη, ὡς καὶ ἐπ' ἄλλων γίνεται πολλαχοῦ. Ἀττικὸς δὲ ἀνὴρ διπλασιάζει καὶ αὐτό.] Ἰστέον δὲ ὅτι Τρῶες ἐν τοῖς ἑξῆς οὔτε δειπνήσουσιν οὔτε θύσουσι διὰ τὴν δηλωθησομένην κατέπειξιν· τάχα δὲ καὶἐκεῖνοι κατὰ τὸ σιωπώμενον πεποιήκασιν οὕτω πρὸ τῆς ἐκτάξεως. Αἰειγενέταιδὲ ἢ ὧν τὸ γένος ἀεὶ διαρκεῖ ἤ, ὡς καὶ ἀλλαχοῦ φησιν, αἰὲν ἐόντες. Λέγεται γὰρπαρὰ τῶν παλαιῶν, ὅτι οἱ Ἴωνες τὸ εἶναι γενέσθαι φασίν· ὅθεν αἰειγενέτης ὁἀεὶ ὤν. [Ἰστέον δὲ ὡς οὐ μόνον διὰ τὸ κατεπεῖγον ἐνταῦθα τοῦ δείπνου εὐτελῆτὰ θυόμενα τῷ τε δήμῳ καὶ τῷ βασιλεῖ, ἀλλὰ καὶ ἄλλως, ἐπειδὴ οὐ πολυτελῶςδιεχειρίζοντο τὰ τῶν εὐωχιῶν οἱ παλαιοί. διὸ σκώπτων Ἀντιφάνης ἔφη· «τίδ' ἂν Ἕλληνες μικροτράπεζοι φιλοτρῶγες δράσειαν». οἱ δέ γε ὕστερον εἰς χάοςτρυφῆς καθῆκαν ἑαυτούς. καὶ ὁ μὲν Ὁμηρικὸς εὐρυκρείων αὐταρκεῖται, καθὰεἰρήσεται, βοῦν ἕνα κατακόψας ἑαυτῷ τε καὶ τοῖς ἀρίστοις· ἐν δὲ τοῖς ὑστερογενέσι τῷ βασιλεῖ τῶν Περσῶν χίλιά φασιν ἱερεῖα τῆς ἡμέρας κατεκόπτοντο, καθὰ καὶ ἀλλαχοῦ δηλοῦται πλατύτερον.] (ῃ. 401) Ὅτι διάφορος καὶ ἡ εὐχὴτῷ τε πλήθει καὶ τῷ βασιλεῖ. τῶν μὲν γὰρ ἕκαστος ἐν τῷ θύειν ἦν εὐχόμενοςθάνατόν τε φυγεῖν καὶ μῶλον Ἄρηος ἀγαπητὸν ἡγούμενος μόνον τὸ ζῆν· ὁ δὲβασιλεὺς μεγάλα εὐχόμενος, ὡς ῥηθήσεται, ἀκολούθως οἷς τὸν ὄνειρον ἔκρινε, μὴ δῦναι τὸν ἥλιον εὔχεται, πρὶν αὐτὸν τήν τε Τροίαν ἑλεῖν καὶ τὸν Ἕκτοραἀνελεῖν· οὐ γὰρ ἀρκετὸν βασιλεῖ ζῆν, εἰ μὴ καὶ εὐκλεῶς. ἔνθα οὐδὲ τοῦ στρατοῦὑπερεύχεται, οἷα λαθόμενος διὰ τὸ ἓν μόνον εἰς νοῦν ἔχειν, τὸ καταστρέψαι τὴνἼλιον. Μῶλος δὲ Ἄρεος ἡ κακοπάθεια ἐκ τοῦ μόλις ἐκταθέντος τοῦ ˉο ἢ παρὰ τὸ μὴ καὶ τὸ ὅλος, μήολος, ὁ μὴ τὴν ὁλότητα φυλάττων τοῦ στρατοῦ, καὶκατὰ κρᾶσιν μῶλος, ὡς δόημα δῶμα, σιγηωπή σιωπή, βοήσομαι βώσομαι, [ὀγδοήκοντα ὀγδώκοντα, τὸ ἥμισυ τὤμισυ, μάλιστα δὲ ὡς μήορος μῶρος παρ' Ἀττικοῖς, ὁ παρὰ τοῖς ὕστερον ὀξυτόνως μωρός.] Καὶ ὅρα ὅτι ἐντελὲς μῶλοςἌρεός ἐστι· τὸ δὲ μῶλος, ὁ πόλεμος, ἐλλιπῶς λέγεται. ὅτι δὲ τοῦ Ἄρηος προϋπάρχει εὐθεῖα ὁ Ἄρευς, ῥηθήσεται ἐν τοῖς ἑξῆς. (ῃ. 402 ς.) Ὅτι βοῦν ἱέρευσεν Ἀγαμέμνων τῷ Διῒ πίονα πενταέτηρον, ὡς βασιλεὺς βασιλεῖ ζῷονβασιλικόν, ὡς τελείῳ, φασί, τέλειον, ὡς μέγα μεγίστῳ, ὡς δυνατῷ ἀκμαῖον· ἀκμάζει γὰρ ὁ πενταέτηρος βοῦς, ὅπου γε Ἡσίοδος καὶ τοὺς ἐνναετήρουςἀρίστους εἰς ἐργασίαν γῆς λέγει καὶ ἥβης μέτρον ἔχειν φησί. καὶ Ἀριστοτέληςοὖν ἱστορήσας ἀκμάζειν μάλιστα τὸν βοῦν πέντε ἔτη ὄντα λέγει ὀρθῶς πεποιηκέναι τὸν Ὅμηρον βοῦν ἄρσενα πενταέτηρον. φησὶ δὲ καὶ τὸ «βοὸς ἐννεώροιο» ταὐτὸν δύνασθαι. [παράγωγον δὲ ἐκ τοῦ πενταετής ἢ πενταέτης ὁ πενταέτηρος, ὡς καὶ ἐκ τοῦ ἐνναετής ὁ ἐνναέτηρος·] (ῃ. 404– 8) Ὅτι ἐνταῦθα φανερῶς δηλοῖτίνας ἐν τῷ προβουλίῳ γέροντας ἔφη ὁ ποιητής, ὅτι δηλαδὴ τοὺς ἀριστεῖς. φησὶ γάρ «κίκλησκε δὲ γέροντας» καὶ εὐθὺς ἐπάγει «ἀριστῆας Παναχαιῶν, Νέστορα μὲν πρώτιστα καὶ Ἰδομενῆα ἄνακτα, αὐτὰρ ἔπειτ' Αἴαντε δύο καὶΤυδέος υἱόν, ἕκτον δ' αὖτ' Ὀδυσῆα Διῒ μῆτιν ἀτάλαντον· αὐτόματος δέ οἱ ἦλθε βοὴν ἀγαθὸς Μενέλαος». Ὅρα οὖν ὅτι καὶ νῦν γέροντας εἰπὼν οὐ πάντας καθ' ἡλικίαν ἀπηριθμήσατο γέροντας· οὔτε γὰρ οἱ Αἴαντες οὔτε ὁ τοῦ Τυδέως Διομήδης γέροντες· λέγει τοίνυν γέροντας ἐκ μέρους καὶ τούτους ὡς ἐντίμους, οὓς καὶ ἀριστῆας ἐπονομάζει Παναχαιῶν. καὶ ἴδε ὅτι καὶ τὸν Νέστορα τοῖςἀριστεῦσι συγκαταλέγει, οὐχ' ὅτι νῦν τοιοῦτός ἐστιν, ἀλλ' ὅτι ποτὲ ἦν, ἢ καὶ ἐκμέρους, καθά που καὶ πρὸ ὀλίγου εἴρηται. ὡς γὰρ οἱ Αἴαντες καὶ ὁ Διομήδης, οἱ νέοι καὶ ἀριστεῖς, γέροντες λέγονται διὰ τοὺς σὺν αὐτοῖς τοιούτους τῇ ἡλικίᾳ, οὕτω καὶ οἱ τῷ χρόνῳ γέροντες ἀριστεῖς διὰ τοὺς σὺν αὐτοῖς ἀρίστους τὴνχεῖρα καὶ ἀνδρικούς. Κικλήσκει δὲ πρώτιστα μὲν τὸν Νέστορα οἷα πρὸβραχέος εὐδοκιμήσαντα καὶ ὑπ' αὐτοῦ ἐπαινεθέντα, ὡς ἀγορᾷ νικῶντα πάνταςἈχαιούς. ὡς γὰρ ὁ Νέστωρ φιλοβασιλεύς, οὕτω φιλονέστωρ ὁ βασιλεύς· [καὶἄλλως δέ, ὡς εἰκός, κατά τι ἔθος παλαίτατον, καθ' ὃ καὶ ἐν Λακεδαίμονι ὁπρεσβύτερος ἡγεῖτο, φασίν, ἐν τοῖς συσσιτίοις ἐπὶ τὰς κλίνας, εἰ μή τινα ἕτερονὁ βασιλεὺς προσκαλέσαιτο·] Εἶτα τὸν Ἰδομενέα ὡς καὶ αὐτὸν καθ' ἡλικίανπρεσβεῖον ἔχοντα καί, ὅτι καὶ συγγενὴς τῶν βασιλέων ἦν καὶ ὅτι καὶ τῶννησιωτῶν ὁ δυνατώτατος ἦν ὀγδοήκοντα νῆας ἔχων συμμαχούσας τοῖς Ἕλλησι, καὶ ἄλλως δὲ καθ' αὑτὸν ἀνδρεῖος, ὡς ἐν τοῖς μετὰ ταῦτα δηλωθήσεται· Τρίτον δὲ τὸν μέγαν Αἴαντα, ὃς τῶν Ἑλλήνων ἄριστος ἦν, δεύτερος ἥκων εἰς ἀνδρίαν μόνου τοῦ Ἀχιλλέως, ὡς πολλαχοῦ φανήσεται· Τέταρτος ὁ μικρὸς Αἴας ὁ Λοκρὸς ἀεὶ τῷ μεγάλῳ καὶ συμπαρομαρτῶν ἐξ ἀνάγκης, ὡς λεχθήσεταικατὰ καιρόν, καὶ συνεκφωνούμενος ὑπὸ τοῦ ποιητοῦ· πάνυ γὰρ σπανίωςἀλλήλων διῃρημένοι που εὑρεθήσονται, τὰ πολλὰ δὲ συνόντες ἀλλήλοις ἱστορηθήσονται. διὸ ἐν τοῖς πολέμοις ὁμοῦ ὄντες καὶ ἀλλήλων ἀχώριστοι, οἷα θυμὸν ἴσονἔχοντες κατὰ τὸν ποιητήν, ὁμοῦ καὶ κικλήσκονται εἰς τὸ βασιλικὸν συμπόσιον, ὡς τοῦ ἴσου θυμοῦ καὶ τῆς ὁμωνυμίας ἀδιασπάστους ποιούντων αὐτούς. Πέμπτος ὁ Διομήδης, ὃς τέταρτος ἂν ἦν, εἰ μὴ ὁ Λοκρὸς διὰ τὴν ὁμωνυμίανσυγκατελέγη τῷ μεγάλῳ Αἴαντι· ἀνδρειότατος γὰρ ὁ ἀνήρ, ἔτι δὲ καὶ ἐνδημηγορίαις ὑπερφέρει τῶν ἡλικιωτῶν, ὡς αὐτά που τὰ ἔργα δείξουσιν. (ῃ. 407) Ἕκτος ὁ Ὀδυσσεύς, οὐχ' ὡς πάντων τῶν προηριθμημένων ἥττων· πῶς γὰρ ὁ βουλάς τ' ἐξάρχων ἀγαθὰς πόλεμόν τε κορύσσων; ἀλλ' ὅτι τοῦ Νέστορος προτεταγμένου βασιλικῇ χάριτι οὐ θέλει ὁ ποιητὴς ἄντικρυς δοῦναιδευτερεῖον τῷ Ὀδυσσεῖ, ὃν αὐτός, καθὰ καὶ πρὸ μικροῦ εἴρηται, οὕτω πολλοῦλόγου ἀξιοῖ· πολλῷ δὲ πλέον οὐδὲ τρίτον αὐτὸν ἢ ἐφεξῆς ἀριθμεῖ, ἀλλὰ τοῦτομὲν ἐπὶ τοῖς ἄλλοις ποιεῖ, αὐτὸν δὲ κατὰ βασιλικὴν γνώμην τελευταῖον τίθησινοὐκ αἰσχύνων τῇ τάξει· τίς γὰρ ἂν ὕστατον οἰηθείη τῶν γερόντων εἶναι τὸνὈδυσσέα; ἀλλὰ μᾶλλον ἀμφήριστον οὕτως αὐτῷ τὸ πρωτεῖον ποιῶν. οἱ γὰρἔσχατοι τόποι ἔστιν οὗ τῶν ἀρίστων εἰσί, καθὰ καὶ τοῦ ναυστάθμου ἓν μὲν ἄκρονμέρος ὁ Αἴας εἶχε, θάτερον δὲ Ἀχιλλεύς, οἱ τῶν Ἑλλήνων ἄριστοι. οὕτω γοῦν κἀνταῦθα τοὺς ἀρίστους, Νέστορά τε καὶ Ὀδυσσέα, ἐσχάτους ὁ βασιλεὺς μὲνσυνεκαλέσατο, ὁ δὲ ποιητὴς ἠρίθμησε. καὶ οὐκ ἦν ἄλλη τάξις σεμνοτέρα τῷὈδυσσεῖ τοῦ πρωτείου δεδομένου τῷ Νέστορι. καὶ ἄλλως δὲ ὁ Ἀγαμέμνων οὐκ ἀτίμως αὐτῷ προσφέρεται κικλήσκων ὕστερον· φύσις γὰρ αὕτη ἀσχολίαςκαὶ σπουδῆς συμποσιακῆς πρὸ τῶν ἄλλων ἐν λόγῳ τιθέναι τοὺς μὴ πάντῃγνησίους καὶ οἰκειακούς· τοὺς μὲν γὰρ τοιούτους ἐν δευτέρῳ καὶ παρέργῳτιθέαμεν εἰδότας, ὅτι φύσει τὴν οἰκειότητα ἔχουσι, τοὺς δὲ ξένους ἐνπρώτοις ἄγομεν, ὡς ἂν εἰδεῖεν λόγου ἀξιούμενοι. οὕτω δὲ καὶ ὁ βασιλεὺς νῦν ὡςπάνυ οἰκειακὸν παρεῖδε τὸν Ὀδυσσέα. (ῃ. 408 ς.) Τὸν δέ γε ἀδελφὸν οὐδὲἐκάλεσεν, ὃς αὐτῷ πάντων πολὺ δήπουθεν φίλτατος ἦν. ἀλλὰ εἰδὼς ἐκεῖνος, ὅτιἐπονεῖτο ὁ ἀδελφός, τουτέστιν ἐνήργει περὶ θυσίαν, αὐτόματος ἦλθεν· [«Ἤδεεγάρ», φησί, «κατὰ θυμὸν ἀδελφεὸν ὡς ἐπονεῖτο». Ἐνταῦθα δέ φασιν οἱ παλαιοί, ὡς διδάσκει Ὅμηρος, οὓς οὐ δεῖ καλεῖν ἐν συμποσίῳ, ἀλλ' αὐτομάτους ἰέναι. δῆλον γὰρ ὡς οὔτε ἀδελφὸν οὔτε γονέας κλητέον οὔτε γυναῖκα οὔτ' εἴ τις, φασίν, ἰσοτίμους τινὰς τούτοις ἄγει· καὶ γὰρ ἂν ψυχρὸν εἴη καὶ ἄφιλον. εἶτά φησιν ὁἈθήναιος, ὅτι καίτοι τινὲς στίχον προσέγραψαν τὴν αἰτίαν προστιθέντες·» ᾔδεε γὰρ ἀδελφεὸν ὡς ἐπονεῖτο», ὥσπερ δέον ὂν καὶ αἰτίαν εἰπεῖν, δι' ἣνἀδελφὸς αὐτόματος ἂν ἥκοι πρὸς δεῖπνον. καὶ Δημήτριος δέ, φησίν, ὁ Φαληρεύς, ἐπαρίστερον τὴν τοῦ στίχου τούτου παράληψιν οἶδε. καὶ οὕτω μὲν αὐτόματοςπαρέβαλεν ὁ Μενέλαος τῷ δείπνῳ.] Εἰ δὲ Ὀδυσσεύς, ὁ ἕκτος κληθείς, ἄτιμος, πολλῷ πλέον ὁ ἀδελφὸς ὁ μηδὲ κληθεὶς ὅλως. ἀλλὰ μὴν οὐδέτερον, ἤγουν οὔτε ὁἕκτος ἄτιμος οὔτε ὁ ἕβδομος. Ὅρα δὲ ὅτι ἕκτον τάξας ὁ ποιητὴς τὸν Ὀδυσσέα ἤτοι ἔσχατον ἐν τοῖς κληθεῖσι σεμνύνει αὐτὸν ἑτέρως καὶ ὑψοῖ τῷ ἐγκωμίῳ, εἰπών «Διῒ μῆτιν ἀτάλαντον» καὶ δείξας ἐντεῦθεν αὐτὸν οὐδὲν ἀπεοικότα τοῦπρώτου Νέστορος, μηδὲ ἔσχατον, ἀλλὰ καὶ αὐτὸν ἄκρον τινά, καθὰ καὶ ὁ Νέστωρ, καὶ κατὰ μὲν τὸν βασιλέα ἕκτον τῇ κλήσει, κατὰ δὲ τὸν Ὅμηρον πρώτιστον τῇ τῆς φρονήσεως ἀρετῇ, καθ' ἣν ὡμοίωται τῷ ὑπάτῳ Διΐ. ὅρα δὲκαὶ ὅτι τὸν μὲν Ὀδυσσέα, ὡς ἐρρέθη, ἐπῄνεσε, τὸν δὲ Ἰδομενέα προσεῖπεν ἄνακτα, τοὺς δὲ λοιποὺς τέσσαρας ψιλῶς οὕτω κατ' ὄνομα προήνεγκε, τὸν δὲ Μενέλαον βοὴν ἀγαθὸν εἶπεν. (ῃ. 404) Ἐκ δὲ τοῦ Παναχαιῶν ὕστερον οἱΠανέλληνες εἴρηνται καὶ τὸ Πανελλήνιον, ὥς που καὶ τὸ Πανιώνιον. [ὁμοίου δὲτύπου τοῖς Πανιωνίοις καὶ τὰ Παναθήναια ἡ ἑορτή, ὡς καὶ τὰ Παμβοιώτια.] (ῃ. 408) Αὐτόματος δὲ ὁ αὐτόκλητος καὶ ἀφ' ἑαυτοῦ μεμαὼς ἤτοι προθυμούμενος ἐλθεῖν. οἱ δὲ νεώτεροι αὐτόματα τὰ κατὰ τύχην φασὶν ἐκ τοῦ μάτην, ὡςαὐτὰ μάτην οὕτω γινόμενα καὶ ὡς ἔτυχεν, ὅπερ ἐνταῦθα οὐκ εὐσυμβίβαστον· πῶς γὰρ αὐτόματος καὶ κατὰ τύχην ἦλθεν ὁ εἰδώς, ὅτι ἐπονεῖτο ὁ ἀδελφός; [̔ Η δὲ τοιαύτη ἔννοια καὶ τὰ παρὰ τοῖς μηχανικοῖς ὠνόμασεν αὐτόματα. ἐκ δὲτοῦ «αὐτόματος ἦλθεν» ὁ ἀδελφὸς Μενέλαος παροιμία ὕστερον ἐπενοήθη τὸ» ἀκλητὶ κωμάζουσιν ἐς φίλους», ἢ ἐς φίλων, «φίλοι». (ῃ. 409) Ὁ δὲ ἀδελφεὸςπλεονασμὸν ἔχει τοῦ ˉε, ὁποῖον καὶ ὁ κενεός· ἴσως δὲ καὶ ὁ κελεός ὡς ἀπὸτοῦ κέλω.] (ῃ. 408) Βοὴν δὲ ἀγαθὸς ὁ πολεμιστής. βοὴ γὰρ ἐκ τοῦ παρακολουθοῦντος ἡ μάχη, ὥσπερ καὶ ἀϋτή ἐκ τοῦ αὔω τὸ βοῶ, καθὰ καὶ προείρηται, καὶφύλοπις ἐκ τῆς ὀπὸς ἤτοι βοῆς τῶν φύλων· ἢ βοὴν ἀγαθὸς ὁ εὐρυβόας· ἀρετὴγὰρ καὶ τοῦτο στρατηγοῦ καὶ χρήσιμον ἐν μάχαις τὸ μεγαλόφωνον. μήπω γάρ, φασί, σάλπιγγος εὑρεθείσης τῇ βοῇ διῴκουν οἱ παλαιοὶ τὰς τῆς μάχης ἐπιθέσειςτε καὶ ἀνακλήσεις. καὶ ἱστοροῦνται πολλοὶ τῶν στρατηγῶν ἐπαινετέοι καὶ τῆςεὐρυφωνίας· ἔτι δέ, φασί, καὶ σημεῖον θάρσους τὸ βοᾶν· ἡ γὰρ δειλία θραύουσατὸ πνεῦμα εἰς ἀφωνίαν καθιστᾷ καὶ βαμβαίνειν ποιεῖ. διὸ πολλαχοῦ τοὺς ἥρωαςὁ ποιητὴς βοῶντας παρεισάγει, οἷον «σμερδαλέον δ' ἐβόησε» καὶ ἤϋσε «διαπρύσιον» καὶ βοὴν ἀγαθοὺς ἀποκαλεῖ τόν τε Ἕκτορα καὶ τὸν Αἴαντα καὶ τὸν Διομήδην καὶ ἄλλους ἀνδρείους. τὸ μέντοι δειλιᾶν ταρβεῖν λέγεται καὶ ἡ δειλίατάρβος παρὰ τὸ ταράσσεσθαι τὴν βοὴν τοῖς δειλιῶσιν. (ῃ. 412– 8) Ὅτιμεγαλοπρεπὴς ἡ [ἐν τῇ κατὰ σύγκλητον θυσίᾳ ἐκβοηθεῖσα] τοῦ βασιλέως εὐχὴκαὶ τῇ τοῦ ὀνείρου ἀγγελίᾳ συντρέχουσα. φησὶ γάρ· «Ζεῦ κύδιστε, μέγιστε, κελαινεφές, αἰθέρι ναίων, μὴ πρὶν ἐπ' ἠέλιον δῦναι καὶ ἐπὶ κνέφας ἐλθεῖν, πρίνμε κατὰ πρηνὲς βαλέειν Πριάμοιο μέλαθρον αἰθαλόεν, πρῆσαι δὲ πυρὸς δηΐοιοθύρετρα, Ἑκτόρεον δὲ χιτῶνα περὶ στήθεσσι δαΐξαι χαλκῷ ῥωγαλέον» καὶ τὰἑξῆς. τὸ δὲ σχῆμα τῆς εὐχῆς Ἀττικὸν κατὰ ἔλλειψιν· ἐν γὰρ τῷ «μὴ πρὶν τὸνἥλιον δῦναι» λείπει τὸ δός ἢ ποίησον ἢ εὔχομαι ἤ τι τοιοῦτον. καί εἰσι τοιαῦτακαὶ ἕτερα σχήματα εὐκτικὰ παρά τε ἄλλοις καὶ παρὰ τῷ ποιητῇ. Σημείωσαι δὲὅτι ἐστὶ καὶ παρὰ Ἡροδότῳ σχῆμά τε ὅμοιον εὐχῆς καὶ ἱστορία τοιαύτη. Δαρεῖος εὔξατο ἄνω εἰς οὐρανὸν ἀφεὶς ὀϊστὸν καὶ τὸν ἀέρα βαλών· «ὦ Ζεῦγενέσθαι μοι Ἀθηναίους τίσασθαι». σωφρονεστέρα δὲ πολλῷ ἡ τοῦ Ὁμηρικοῦ βασιλέως εὐχή. ὅτι δὲ λείπεται ῥήματος ἐνταῦθα ἡ βασιλικὴ εὐχή, οἷον τοῦδός, ὡς ἐρρέθη, καὶ ἐν τῇ γʹ ῥαψῳδίᾳ δηλοῦται, ὅπου φησί· «δὸς ἀποφθίμενονδῦναι δόμον Ἄϊδος εἴσω». ἐνταῦθα γὰρ ἐντελῶς ηὖκται. [(ῃ. 413) Τὸ δέ «ἐπὶκνέφας ἐλθεῖν», ἤγουν ἐπελθεῖν σκότος, πεφιλοτίμηται κἀνταῦθα ῥηθῆναι οἷασύντροχον τῷ ἐπιδῦναι ἥλιον· ἐπεὶ καὶ στέρησις ἡλιακοῦ φωτὸς ἡ νύξ.] (ῃ. 414) Τὸ δὲ πρηνές καὶ ἐπὶ ἐμψύχων λέγεται. φησὶ γοῦν κατωτέρω, ὅτιπολλοὶ πρηνέες ὀδὰξ λαζοίατο γαῖαν. γίνεται δὲ ἀπὸ τοῦ παρανεύειν ἢ κατὰτοὺς παλαιοὺς ἀπὸ τοῦ προνενευκέναι. δύο δὲ τούτων ἀντικειμένων πρανοῦςκαὶ ὑπτίου κυρίως πρανὲς λέγεται τὸ πεσὸν ἐπὶ πρόσωπον, ὕπτιον δὲ τὸἀνάπαλιν· λέγεται δὲ καὶ διὰ τοῦ ˉη πρηνές, ἐξ οὗ καὶ πρηνίξαι τὸ ἐπὶ πρόσωπονῥῖψαι εἴτε ἄνθρωπον εἴτε καὶ πόλιν. [Παρὰ πολλοῖς δὲ τῶν ὕστερον νικᾷπρανές λέγεσθαι διὰ τοῦ ˉα ὡς ἀπὸ τοῦ παρανεύειν ἢ μᾶλλον παρανέειν, ὅ ἐστικολυμβᾶν, ἐπειδὴ παρανέουσιν ἐοίκασιν οἱ πρηνεῖς κείμενοι. λέγεται δὲμεταφορικῶς πρανὴς καὶ ὁ κατάντης τόπος. ὅθεν καὶ παροιμία τὸ «σφαῖρακατὰ πρανοῦς».] Ἰστέον δὲ ὅτι τὸ κατὰ πρηνὲς βαλέειν Πριάμοιο μέλαθρονἀλλαχοῦ παραφράζων ὁ ποιητὴς ἠμύσαι φησὶ τὴν πόλιν τοῦ Πριάμου ἤγουνκλιθεῖσαν κάτω πεσεῖν. ἀπορήσῃ δὲ ἄν τις, ἐπειδὰν καταπέσοι τεῖχος ἐκ τοῦὀρθοῦ, οἷον τὸ τῆς Τροίας, τί τὸ διάφορον τοῦ πρηνὲς αὐτὸ πεσεῖν ἢ ὕπτιον, εἰ μὴ ἄρα, ὅτι τὸ ὕπτιον εὐφημότερον τοῦ πρανοῦς· τὸ γὰρ ὑπτιάζειν ἐπὶἀναπαύσεως μᾶλλον λέγεται. μάλιστα δὲ εὐφυὲς εἰπεῖν, ὅτι εὔχεται ὁ βασιλεὺςτὴν Τροίαν καταβαλεῖν οὐκ ἐκ πολυπόνου πολιορκίας τῆς ἔξω καὶ ἀντιπροσώπου, ἀλλ' ἐκ τῶν ἔσω καὶ οἷον εἰπεῖν κατὰ νώτου, κατὰ κράτος ἁλοῦσαν. πάντως δὲπρόσωπον πόλεως τὸ ἔξω προφαινόμενον, ὃ ἐκ μὲν τῶν ἐκτὸς ἀνατραπὲνὕπτιον πίπτει, ἐκ δὲ τῶν ἔσω ῥιφὲν πρηνὲς κεῖται, ὅπερ τάχα καὶ ἔπαθενἡ Τροία ῥᾳδίως καὶ ἀπονητὶ δόλῳ ἁλοῦσα, ὡς προγέγραπται. οὕτω καὶ ὅτεεὔξεταί που ἡ Ἑκάβη πρηνέα τινὰ πεσεῖν, ἐπὶ ἀτιμίᾳ ἐκείνου ἡ εὐχή, ἵνα μὴκατὰ στέρνου πληγεὶς ἔντιμος πέσῃ μαχόμενος, ἀλλὰ φεύγων κείσεται πρηνὴςἐκ τῶν ὀπίσω παθὼν τὴν πληγήν. (ῃ. 414– 6) Ὅρα δὲ ὅτι Ἀλεξάνδρου μὲν ἤ τινος ἑτέρου τῶν Τρώων οὐδεμία μνεία τῷ βασιλεῖ, Πριάμου δὲ μόνου καὶἝκτορος, καθ' ὧν μάλιστα θυμοῦται, ὡς δυναμένων μέν, μὴ λυόντων δὲ ἐνδίκῃ τὸν πόλεμον. Διὸ μηδὲ τῆς Τροίας μνησθεὶς τὸ τοῦ Πριάμου μέλαθρονκαταβαλεῖν εὔχεται καὶ θύρετρα διὰ πυρὸς δηΐου ἤγουν πολεμικοῦ πρῆσαιἐπιλεξάμενος δηλῶσαι ὡς ἀπὸ μέρους τὴν μὲν τῶν Τρώων ἀπώλειαν διὰ τοῦἝκτορος, τὴν δὲ τῆς πόλεως διὰ τοῦ οἴκου τοῦ Πριάμου. Λέγεται δὲ μέλαθρονμὲν κατὰ τοὺς παλαιοὺς ἢ ὁ ὄροφος ἢ τὸ μέσον τῆς στέγης ξύλον, ὅ, φασί, καλεῖται ὑπέρτονον. καὶ γίνεται ἀπὸ τοῦ μελαίνεσθαι αἰθομένου πυρὸς καπνῷ· ἐκ δὲ τούτου καὶ ὁ ὅλος οἶκος μέλαθρον, ὥσπερ καὶ ἀπὸ ἑστίας τῆς τοῦ πυρὸςὡς ἐκ μέρους ἑστία τὸ ὅλον οἴκημα. Αἰθαλόεν δὲ ἢ τὸ αἰθαλωθησόμενον, ὥς φασινοἱ παλαιοί, ἢ τὸ διαφανὲς καὶ λαμπρόν· αἴθω γὰρ οὐ μόνον τὸ καίω, ἀλλὰ καὶ τὸλάμπω. [Ἀκριβέστερον δὲ τὸ πρῶτον, οὗ προΰπεστιν ἡ αἰθάλη, οὐ τέφρανδηλοῦσα κατά τινας, ἀλλὰ μάλιστα εἶδός τι καπνώδους ἀναθυμιάσεως ἐκπυρός, ὁποία καὶ ἡ ἐκ τῶν καιομένων λίθων.] Πῦρ δὲ δήϊον λέγει πρὸς λὴν τοῦ θυτικοῦ, φασί, καὶ θείου καὶ τοῦ γαμηλίου καὶ τῶν τοιούτων. [Τοῦ δὲθύρετρα ὁ τύπος κατὰ τὸ τέρετρα, ὃ δηλοῖ τὰ τρύπανα.] (ῃ. 417) Ῥωγαλέονδὲ ἀπὸ τοῦ ῥήσσω, οὗ μέσος παρακείμενος ἔρρηγα καὶ τροπῇ τοῦ ˉη εἰς ˉω ἔρρωγα, ἐξ οὗ καὶ διερρωγὸς ἱμάτιον καὶ χιτὼν ῥωγαλέος. (ῃ. 416) Χιτὼν δὲ ὁ πολεμικὸς θώραξ καθ' ὁμοιότητα τοῦ ἐν ἱματισμῷ, ἐπεὶ καὶ ὅπλα ἐνδύεσθαί φαμεν. [(ῃ. 415) Πρῆσαι δὲ τὸ καῦσαι ἀπὸ τοῦ πυρῶ πυρώσω, οὗ συγκοπέντος εἰς τὸπρῶ παράγωγον τὸ πρήθω, ἐξ οὗ καθ' ὑπέρθεσιν καὶ συστολὴν τὸ πέρθω. ἐκδὲ τοῦ ῥηθέντος πυρῶ παράγωγον τὸ ἐμπυρίζω, ὥσπερ καὶ τοῦ πρῶ κατὰ ἀναδιπλασιασμὸν τὸ ἐμπιπρῶ καὶ τὸ ἐμπίπρημι.] (ῃ. 418) Ὅτι ὀδὰξ λάζεσθαι τὴνγῆν, ἤγουν λαμβάνεσθαι τῆς γῆς, ἀπὸ τοῦ δάκω δάξω δάξ, [ἢ καὶ ὡς λήγωλήξω λήξ καὶ λάξ, οὕτω δήκω δήξω δήξ καὶ δάξ] καὶ κατὰ πλεονασμὸν ὀδάξ. δηλοῖ δὲ τὸ δάκνειν τὴν γῆν τοὺς πεφονευμένους ἐν τῷ σφαδάζειν. Τινὲς δὲὀδάξ ἀντὶ τοῦ μετὰ τῶν ὀδόντων. Λάζεσθαι δὲ οὐ μόνον αἰτιατικῇ συμβιβάζεται, οἷον· «ὀδὰξ λαζοίατο γαῖαν» καὶ «λάζετο δ' ἔγχος», ἀλλὰ καὶ γενικῇ, οἷον·» ἀλλ' ἀντιλάζου καὶ πόνων ἐν τῷ μέρει». παράγωγον δ' ἐξ αὐτοῦ τὸ λαζύωλάζυμι, ἐξ οὗ παρ' Εὐριπίδῃ τὸ «γεραιᾶς χειρὸς προσλαζύμεναι». Μετρικοῖςδὲ τὰ τοιαῦτα εὐαρεστεῖ· ἄλλως δὲ πλεονάζουσιν αἱ ἐκ τοῦ λαβεῖν κινήσεις. [Σημείωσαι δὲ ὅτι ἐνταῦθα ὤρθωσεν Ὅμηρος εἰς κοινὴν διάλεκτον τὴν Ἀττικὴν τοῦ βασιλέως εὐχήν. τὸ μὲν γάρ «ὦ Ζεῦ, μὴ πρὶν ἥλιον δῦναι», ἀττικίζεται, ὡςἐρρέθη. τὸ δέ «πολέες δ' ἀμφ' αὐτὸν ἑταῖροι ὀδὰξ λαζοίατο γαῖαν» κοινῆςεὐχῆς ἐστι σχῆμα ἐχούσης καί τι κάλλους ἐν τῇ παρισώσει τοῦ πολέες καὶπρηνέες. ὀδὰξ δὲ λάζεται γῆν ὁ ἐν τῷ πεσεῖν σφαδάζων καὶ δάκνων αὐτήν.] (ῃ. 419 ς.) Ὅτι ἐπὶ τοῦ παρακληθέντος καὶ προσηκαμένου μὲν τὴν δέησιν ἢ τὰδῶρα, ὀψίζοντος δὲ εἰς βοήθειαν, οἰκεῖον εἰπεῖν τὸ «οὔ πω ἐπεκραίαινεν, ἀλλ' ὅ γε δέκτο μὲν ἱρά, πόνον δ' ἀμέγαρτον ὄφελλεν», ὅπερ ὁ Ὁμηρικὸς πεποίηκε Ζεὺς δεξάμενος μὲν τὰ βασιλικὰ ἱερὰ καὶ σημαίνων, φασίν, αἴσια, οὐ ταχὺ δὲ οὐδὲἀπονητὶ ἀνύσας τὴν εὐχήν. ἔστι δὲ δέξασθαι θύματα τὸ ἀποδέξασθαι ἐπὶἀποπληρώσει τοῦ ζητουμένου, ὅπερ καὶ καλλιερεῖν λέγεται, ἀπὸ δὲ τοῦ κραιαίνειν ἀκράαντον ἔργον πρὸ μικροῦ ἔφη τὸ ἀτελές. Πόνος δὲ ἀμέγαρτος ἢ ὁἄφθονος ἐκ τοῦ μεγαίρω, τὸ φθονῶ, ἢ ὁ πάνυ εἰς μέγα αἰρόμενος ἢ ὁ ἀφθόνητοςδιὰ τὴν κάκωσιν· οὐδεὶς γὰρ φθονεῖ ἐπὶ κακοῖς. (ῃ. 421– 6) Ὅτι ὡς ἐντῇ ἄλφα ῥαψῳδίᾳ, οὕτω καὶ ἐνταῦθα οὐλοχύτας πρὸ θυσίας μεταχειρίζονται. εἰπὼν γάρ· «βοῦν δὲ περιστήσαντο καὶ οὐλοχύτας ἀνέλοντο» ἐπάγει· «αὐτὰρἐπεί ῥ' εὔξαντο καὶ οὐλοχύτας προβάλοντο, αὖ ἔρυσαν μὲν πρῶτα» καὶ τὰ ἑξῆς, [ὡς ἐκεῖ, ἐν οἷς καὶ τὸ «δίπτυχα ποιήσαντες».] Τὸ δέ «ἔκαιεν ἐπὶ σχίζαις ὁγέρων» διὰ τὸ μὴ προσαρμόζειν ἐνταῦθα ἑτέρως φράζει· «καὶ τὰ μὲν σχίζῃσινἀφύλλοισι κατέκαιον». σιγᾷ δὲ καὶ τὸ αἴθοπα οἶνον ἐπιλείβειν καὶ τὴν τῶνπεμπωβόλων χρῆσιν, προστίθησι δὲ ὅτι σπλάγχνα δ' ἂρ ἀμπείραντες ὑπείρεχονἩφαίστοιο. τὰ δὲ ἄλλα ὡσαύτως ἔχουσι τοῖς ἐκεῖ. τὸ δὲ τοὺς κρατῆραςἐπιστέψασθαι ποτοῦ καὶ τὰ ἑξῆς, ἐπεὶ οὐ μάχης ἀλλ' ἀναπαύσεώς εἰσι καὶῥᾳστώνης, ἐνταῦθα καὶ αὐτὰ σεσίγηνται. (ῃ. 422) Ἰστέον δὲ ὅτι τὸ αὖ ἐρύεινδιαλελυμένως ἢ αὐερύειν συνθέτως διαφέρει τοῦ ἀναρύειν. αὐερύειν μὲν γὰρτί σημαίνει, προδεδήλωται· τὸ δὲ ἀναρύειν ἁπλῶς ἀντὶ τοῦ θύειν εἴληπταικατὰ Παυσανίαν, ὅθεν φησὶ καὶ ἡ θυσία ἀνάρυσις. (ῃ. 426) Τὸ δὲ τὰ σπλάγχναὑπερέχειν Ἡφαίστου ταὐτόν ἐστι τῷ ὑπεράνω ἔχειν τοῦ πυρός· πῦρ γὰρ ὁἭφαιστος. καὶ ἔστιν ὁ τρόπος μετωνυμία, τὸ εἰπεῖν δηλονότι ἀντὶ πυρὸς τὸναὐτῷ ἐπιστατοῦντα Ἥφαιστον ὡς καί, ὅτε ὁ Ἄρης αὐτὸς ἐκεῖνος λέγεταί τινα ἀναιρεῖν ἢ ὁ Ποσειδῶν βυθίζειν τὴν νῆα· μετωνυμίαι γὰρ καὶ ταῦτά εἰσιν. [̓ Ιστέον δὲ ὅτι τε τὸ «οὐλοχύτας ἀνέλοντο» προγίνεται τοῦ οὐλοχύτας προβάλοντο· ἀνελόμενοι γὰρ κάτωθεν εἶτα ῥιπτοῦσι κατὰ βωμοῦ αὐτοὺς προθέμενοι. καὶ ὅτι κάλλους πάρισα τὸ περιστήσαντο, προβάλοντο, ἀνέλοντο, εὔξαντο· καὶὅτι ἄφυλλοι σχίζαι αἱ ξηραὶ πρὸς διαστολὴν τῶν φυλλοφόρων· καὶ ὅτι τὸδίπτυχον καὶ ἐπὶ διδύμου γονῆς λέγεται, καθὰ καὶ τὸ τρίπτυχον ἐπὶ τριδύμων, ὡς δῆλον ἐκ τοῦ «διπτύχους γονάς» καὶ «τριπτύχους κόρας», ὧν ἡ παραγωγὴἐκ τῶν κατὰ τὴν μήτραν πτυχῶν. Ἰστέον δὲ καὶ ὅτι τὸ ἐν τῇ τραγῳδίᾳ ἄφυλλονστόμα ἢ τὸ ξηρὸν δηλοῖ καὶ αὐχμηρὸν καὶ αὖον ἀκολούθως Ὁμήρῳ ἢ τὸἱκετεῦον δίχα συνήθων κλάδων, οὓς δηλοῖ καὶ Σοφοκλῆς.] (ῃ. 435 ς.) Ὅτιστρατηγικὴ παλαιὰ παραγγελία τὸ χρόνου φείδεσθαι, ὃν οὔτε ἀνακαλεῖσθαιπαρελθόντα ἔστιν, οὔτε μὴ παρόντα ῥᾷον λαβεῖν· ὅθεν καὶ Ξενοφῶν πολυτελέστατον ἀνάλωμά φησι τὸν καιρόν, ὡς τοῦ δαπανήσαντος ἐν κενοῖς τὸνκαιρὸν καὶ ἀναβαλομένου τὸ μέγιστον τῶν παρ' ἑαυτῷ καλῶν ἀναλώσαντος. διὸ καὶ Ἀλέξανδρος ἐρωτηθείς, πῶς μεγάλα ἤνυσεν, ἔφη· «μηδὲν ἀναβαλόμενος». ταῦτα δὴ Ὅμηρος ἐνταῦθα παραλαλῶν ποιεῖ τὸν Νέστορα στρατηγικῶςλέγοντα τῷ βασιλεῖ· «μηκέτι νῦν δηθὰ λεγώμεθα», ἤγουν καθήμεθα καὶ οἱονεὶκείμεθα, ἐκ τοῦ λέγω· ἐξ οὗ καὶ λέκτρον ἡ κοίτη. «μήδ' ἔτι δηρὸν ἀμβαλλώμεθαἔργον, ὃ δὴ θεὸς ἐγγυαλίξει», τουτέστιν εἰς χεῖρας δώσει. γυῖα γὰρ πολλαχοῦαἱ χεῖρες· ὅθεν γυΐζω τὸ χειρίζω καὶ πλεονασμῷ τῆς ˉαˉλ συλλαβῆς γυαλίζω καὶἐγγυαλίζω τὸ ἐγχειρίζω. Τὸ δὲ δηρόν ἐπιρρηματικόν ἐστι κἀνταῦθα δι' ἔλλειψιντοῦ χρόνον. τὸ δὲ ἐντελὲς παρ' Εὐριπίδῃ ἐν τῷ «δαρὸν ἐκ Τροίας χρόνονπλαγχθείς» καὶ παρὰ Σοφοκλεῖ ἐν τῷ «πολὺν πολύν με δαρόν τε δὴ κατείχετεχρόνον». Τὸ δέ «ἀναβαλλώμεθα ἔργον», ἀντὶ τοῦ εἰς ἄλλον καιρὸν παρατείνωμεν, τῆς ἀνά προθέσεως δευτέρωσίν τινα καὶ ἐνταῦθα δηλούσης, ὡς καὶ ἐν τῷἀναπαλαίειν καὶ ἀναμάχεσθαι καὶ ἀναψηφίζεσθαι, τὸ μεταψηφίζεσθαι, ἵνα εἴηἀναβάλλεσθαι τὸ ὑπερτίθεσθαι τὸ πρᾶγμα εἰς δευτέραν βολὴν ἤτοι ἐπιτυχίαν. ἐκ δὲ τοῦ «ἀναβαλλώμεθα ἔργον» σύγκειται ὁ παρ' Ἡσιόδῳ ἀμβολιεργός, ὃςἄταις παλαίει. [Σημείωσαι δὲ ὅτι τὸ ἔργον, ὃ δὴ θεὸς ἐγγυαλίξει, πάνυἀσφαλέστερόν ἐστι τοῦ «ἔργον δ' οὐδὲν ὄνειδος», ὃ δή φησιν Ἡσίοδος. ἐκεῖνομὲν γὰρ ἀσαφῶς γραφὲν ἔβλαψε τὸν σοφὸν Σωκράτην, ὃς εἰωθὼς λέγειν συχνὰτὸ «ἔργον δ' οὐδὲν ὄνειδος», ἤγουν οὐδέν τί ἐστιν ὄνειδος τὸ ἔργοις ἀγαθοῖςἐμπαίεσθαι, συκοφαντίᾳ περιέπεσεν, οἷα δογματίζων, ὡς ἔργον οὐδέν, ἤγουνοὐδεμία ἐργασία, ἐάν τε φαύλη κἄν τε χρηστή, ὄνειδός ἐστι τῷ ἐργαζομένῳ, κἀντεῦθεν ἐβλάβη ὡς ἀδιαφορῶν περὶ τὰς πράξεις. καὶ οὕτω μὲν Ἡσίοδοςἔγραψεν ἀδιάρθρωτα. Ὅμηρος δὲ διέστειλε σαφῶς, περὶ ποῖον ἔργον χρὴσπεύδειν, ὅτι δηλαδὴ περὶ τὸ θεόσδοτον. τοιοῦτον γάρ «ὃ δὴ θεὸς ἐγγυαλίξει», ἤγουν εἰς κοίλην χεῖρα θήσει, κατὰ τὸ «ἔμβαλλε κυλλῇ». ἐξ οὗ ἐγγυαλίζειν καὶγύαλα θώρηκος καὶ κοίλης δὲ πέτρας κατὰ τοὺς ποιητὰς τὰ κοιλώματα.] (ῃ. 438) Ὅτι καὶ ἐνταῦθα κηρύσσειν τὸ προκαλεῖσθαι μετὰ αἰτιατικῆς· φησὶγάρ «λαὸν κηρύσσοντες». ἐπιμένει δὲ καὶ ὧδε τῇ λέξει διὰ τὸ καίριον τρὶςαὐτὴν εἰπών. [Ὅτι δὲ οἱ μεθ' Ὅμηρον δοτικῇ συντάσσουσι τὸ κηρύσσειν, δῆλόν ἐστι]. Λέγει δὲ καὶ τὸ ἀγειρόντων ἀντὶ τοῦ ἀγειρέτωσαν ἤτοι συναθροιζέτωσανἈττικῶς, ὡς τὸ τυπτόντων καὶ λεγόντων ἀντὶ τοῦ τυπτέτωσαν καὶ λεγέτωσαν, ὅπερ δοκεῖ μὲν βάρβαρον διὰ τὸ ἀσυμβίβαστον τῆς πληθυντικῆς γενικῆς τῶνμετοχῶν πρὸς τὰ πληθυντικὰ τρίτα προστακτικά, θεραπεύεται δὲ διὰ ἐλλείψεωςὑπαρκτικοῦ ῥήματος τοῦ ἔστωσαν, ἵνα λέγῃ ὅτι ἔστωσαν τῶν ἀγειρόντων, ἔστωσαν τῶν τυπτόντων, ἔστωσαν τῶν λεγόντων, ἅπερ συναλιφέντα καὶστενωθέντα ἐλλειπτικῶς ἐγένοντο ἀγειρόντων, τυπτόντων, λεγόντων, ἀντὶ τοῦἀγειρέτωσαν, τυπτέτωσαν, λεγέτωσαν. Σημείωσαι δὲ ὅτι ἐκδηλοτάτη ἡῥηθεῖσα ἔλλειψις ἐν τῷ «μελόντων τὸ λώϊον ἐν φρεσίν», οὐ πληθυντικῶςλεχθὲν ἀλλὰ ἑνικῶς ἀντὶ τοῦ ἔστω τῶν μελόντων ἤτοι μελέτω. (ῃ. 439 ς.) Ὅτι οὐ μόνον ἄριστος σύμβουλος ὁ Νέστωρ καὶ τακτικός, ὡς δέδεικται, ἀλλά πως καὶ πολέμαρχος, αὐτὸς ἀποπληρῶν ἄρτι τὴν τοῦ Ἀχιλλέως στρατηγίαν. παραινέσας γὰρ τῷ βασιλεῖ ἐν ἐπηκόῳ τῶν γερόντων μὴ δηρὸν ἀναβαλλώμεθα τὸ θεόθεν ἔργον, ἐπάγει· «ἡμεῖς δ' ἀθρόοι ὧδε κατὰ στρατὸν εὐρὺνἈχαιῶν ἴομεν, ὄφρα κε θᾶσσον ἐγείρομεν ὀξὺν Ἄρηα». ἔστι δὲ τὸ ἀθρόοι ἀντὶ τοῦ ὁμοῦ, ὅπερ ἐδάσυνον οἱ Ἀττικοί, ὡς ἀλλαχοῦ ῥηθήσεται. Τὸ δὲ ἴομεναὐθυπότακτον μέν ἐστι παρὰ τοῖς ὕστερον, παρ' οἷς καὶ συστέλλει τὴν ἄρχουσανἐκτεῖνον τὴν παραλήγουσαν· παρὰ δὲ τῷ ποιητῇ λαμβάνεταί ποτε καὶ ὡςἐνεστὼς ὁμοίως τῷ τίομεν καὶ τοῖς τοιούτοις, ἢ ἀπὸ τοῦ εἴω ῥήματος ἀφαιρέσειτοῦ ˉε ἢ ἀπὸ τοῦ ἴω δευτέρου ἀορίστου ὑποτακτικοῦ μεταχθέντος εἰς ἐνεστῶτακαὶ παθόντος χρόνου μετάθεσιν, ὃ καὶ ἐν ἄλλοις γίνεται. (ῃ. 440) Ὀξὺς δὲἌρης ἐγείρεται, ὡς οἷα πρὸ τούτου κοιμώμενος· καὶ ἄλλως δὲ ὄρθωσινἌρεος ἤγουν ἀρεϊκῶν δοράτων καὶ ξιφῶν σημαίνει τὸ λεχθὲν κατὰ τὸ «ἔφριξεδὲ μάχη φθισίμβροτος ἐγχείῃσι». διὸ καὶ ὀξὺς ὁ τοιοῦτος Ἄρης οὐ μόνον διὰτὸ ταχὺ θανατοῦν καὶ τὸ αἶψα συντελεῖσθαι, ὡς ἀλλαχοῦ φησιν Ὅμηρος, ἔτι δὲ καὶ διὰ τὸ θυμικόν, [εἴπερ καὶ ὀξεῖς λέγονται οἱ θυμούμενοι καὶ ὀξύνεσθαικαὶ παροξύνεσθαι τὸ χολοῦσθαι,] ἀλλὰ καὶ κατὰ τὸ ἔγχη ὀξυόεντα, ὀξέαδηλαδή, καθ' ὃ καί τις ἀνταπειλούμενος ἀλαζόνι πολεμιστῇ ἔφη ὀξεῖαν εἶναι ἐνἄκρῳ καὶ αὐτῷ τὴν αἰχμήν. (ῃ. 446) Ὅτι ἀκολούθως τῇ παραινέσει τοῦ Νέστορος κρίνουσιν οἱ βασιλεῖς τὸν λαὸν ἤγουν εἰς φῦλα καὶ φρήτρας διαχωρίζουσι. [φησὶ γάρ· «Οἳ δὲ ἀμφ' Ἀτρείωνα θῦνον κρίνοντες», τοὺς ἄνδρας δηλαδὴκατὰ φῦλα καὶ φρήτρας, ὡς ὁ Νέστωρ παρῄνεσεν· ἀπὸ κοινοῦ γὰρ εἴληπταιγοργῶς τὰ τοῦ Νέστορος.] (ῃ. 447– 9) Ὅτι φόρημα ὁ μῦθος τῇ Ἀθηνᾷ δίδωσι τὴν αἰγίδα, ἣν ὁ ποιητὴς ἐρίτιμον λέγει καὶ ἀγήραον ἀθανάτην τε, ἧς ἑκατὸνθύσανοι, ἤγουν κροσσοί, παγχρύσεοι ἠερέθονται, πάντες ἐϋπλεκέες, ἑκατόμβοιοςδὲ ἕκαστος. τίς δὲ ἡ αἰγὶς αὕτη καὶ ὅτι καὶ Διὸς ὅπλον ἐστί, ζητητέον ἐν τοῖςἑξῆς. (ῃ. 447) Ἰστέον δὲ ὅτι ἡ μὲν Ὁμηρικὴ αἰγὶς συστέλλει τὴν λήγουσαν, ὡς τὸ μέτρον δηλοῖ· ὁ δὲ Γεωγράφος καὶ τόπον τινὰ ὁμώνυμον ἱστορῶν φησιν, ὅτι Αἰγὶς ὄρος καὶ ἄκρα κατὰ ἔκτασιν τῆς δευτέρας συλλαβῆς περί που τὰ κατὰ Λέσβον. προσνεύει δ' ἐπὶ τὸ Αἰγαῖον πέλαγος, ὅθεν, φησίν, ἔχει καὶ τοὔνομα. [̓ Ερίτιμος δὲ ἡ ῥηθεῖσα αἰγὶς διὰ τὰ περὶ αὐτὴν παγχρύσεα· διὸ καὶ ἀγήραος, οὐ μὴν κατὰ τὸν τοῦ μύθου Τιθωνόν, ἀλλὰ καὶ ἀθανάτη. (ῃ. 448) Οἱ δὲ ἑκατὸνθύσανοι δύνανται νοεῖσθαι καὶ ἀντὶ τοῦ πολλοί. (ῃ. 449) Πλεκτοὶ δὲ οἱ θύσανοι, ὡς εἰκός, καὶ διὰ τὸ ἠερέθεσθαι θύοντες, ὅ ἐστι σειόμενοι.] Ἑκατόμβοιος δὲ ὁἑκατὸν ἤτοι πολλῶν βοῶν ἄξιος, τουτέστι ζῴων. ἐκ γὰρ τῶν βοῶν, μέρους ἑνός, πάντα δηλοῖ τὰ τετράποδα, δι' ὧν αἱ συναλλαγαὶ τοῖς παλαιοῖς· τίμιον δὲἐκείνοις μάλιστα ὁ βοῦς. διὸ ἐξ αὐτοῦ πολλὰ βιωτικὰ δηλοῦνται συναλλάγματακαὶ πράγματα, ὡς ἡ ἑκατόμβη, ὡς αἱ ἀλφεσίβοιαι γυναῖκες, ὡς τὸ τετράβοιον, τὸ δωδεκάβοιον, τὸ εἰκοσάβοιον· περὶ ὧν καὶ ἐρρέθη καὶ αὖθις ῥηθήσεται κατὰκαιρόν. ἀπὸ δὲ τοῦ τοιούτου ζῴου ἐλέχθησάν ποτε βόες καὶ τὰ νομίσματα, διότικαὶ βοῦν ἐξετύπουν ἐν αὐτοῖς καὶ μάλιστα οἱ Ἀθηναῖοι τιμῶντες τὸ ζῷον. ἐντεῦθεν καὶ παροιμία τὸ «βοῦν ἐπὶ γλώττης φέρει», ἤγουν δῶρα λαβὼνσιωπᾷ. καὶ τὸ ˉβˉοˉυ δὲ ἐπιτατικὸν μόριον ἐκ τοῦ τοιούτου ζῴου εἴληπται. (ῃ. 450– 2) Ἰστέον δὲ ὅτι ἔθος ἔχων ὁ ποιητὴς μύθους παραπλέκειν συχνὰ τῇποιήσει– ψυχὴ γάρ τις οἷον ὁ μῦθος τῷ τῆς ποιήσεως σώματι δι' ὅλου παρενεσπαρμένος αὐτοῦ– παράγει καὶ νῦν τὴν μυθικὴν Ἀθηνᾶν σὺν τῇ αἰγίδιπαιφάσσουσαν καὶ ὀτρύνουσαν τὸν λαὸν εἰς μάχην καὶ σθένος ἐνιεῖσαν ἑκάστῳκραδίῃ ἄλληκτον πολεμίζειν ἠδὲ μάχεσθαι, ὅπερ ταὐτόν ἐστι τῷ «οὐ παυσωλὴἔσσεται πολέμου οὐδ' ἠβαιόν». ἔστι δὲ καὶ ἄρτι ἀλληγορικῶς Ἀθηνᾶ ἡ τῶνβασιλέων σύνεσις λόγῳ ἐρεθίζουσα ὡς ἐκ θείας ἐπιπνοίας τινὸς τὸν λαὸν καὶῥωνύουσα. (ῃ. 453 ς.) Διὸ καὶ ἐπάγει· «τοῖσι δ' ἄφαρ πόλεμος γλυκίων γένετοἠὲ νέεσθαι φίλην ἐς πατρίδα γαῖαν», [ὃ παράφρασίς ἐστι τοῦ ἠὲ νόστος, ἵνα λέγῃ· «τοῖς δ' εὐθὺς γλυκίων γέγονεν ὁ πόλεμος ἤπερ ὁ νόστος».] Καὶ ὅραεἰς οἷον ἀγαθὸν ἡ βασιλικὴ ἀπόπειρα ἐτελεύτησεν. οἱ γὰρ ποθοῦντες, ὡςεἰκός, νοστῆσαι καὶ ἀχνύμενοι πρὸ βραχέος ἐπὶ τῇ στερήσει τῶν πατρίδων, οὗτοι καταμαλαχθέντες καὶ ποικίλως ἀναπεισθέντες λόγοις γλυκίω τοῦ νόστουτὸν πόλεμον ἄφαρ ἤγουν εὐθέως κρίνουσιν. εἰ δὲ μηδὲν οὐδὲ τῶν πάνυ ἡδέωνγλύκιον ἧς γαίης ἠδὲ πατρίδος, ἀλλ' οἱ Ἀχαιοὶ δημαγωγηθέντες τῇ βασιλικῇσυνέσει γλύκιόν τι τοῦ οἴκαδε νόστου ἡγοῦνται τὸν στυγερὸν καὶ πικρὸνπόλεμον. Καὶ σημείωσαι οἷον ὁ ἐν δέοντι παραινετικὸς λόγος, ὃς ἐν τοῖς ἑξῆςπου ἀμβροσία λέγεται διὰ τῆς τῶν γερόντων γλυκείας ὁμιλίας ἐνσταλαζομένητῇ τοῦ Ἀχιλλέως καρδίᾳ. (ῃ. 454) Ὅρα δὲ καὶ ὅτι νῦν μὲν σύγκειται τὸ «πατρίδα γαῖαν» καὶ ἔχει ἐντελῶς· ἐν δὲ τῷ «οὐδὲν γλύκιον ἧς γαίης οὐδὲπατρίδος» κεχώρισται φανερῶς ἡ αἶα τῆς πατρίδος. εἰ δέ τις ἐν τούτοις τὸ μὲνἧς γαίης τοῦ ἔθνους εἶναι εἴπῃ δηλωτικόν, τὸ δέ «οὐδὲ πατρίδος» αὐτῆς τῆςἐνεγκαμένης, πάθος ἐλλείψεως ἔχει ὁ λόγος, ἵνα λέγῃ ὅτι οὐδὲ πατρίδοςγῆς ἢ κώμης ἢ πόλεως ἢ κωμοπόλεως· [Οὐχ' ὑποκορίζεται δὲ οὐδὲ ἡ πατρίς, ἀλλὰ καὶ μᾶλλον ἐξώγκωται σεμνότερον. τῇ μὲν ἐκ πατρὸς παραγώγῳ παρωνυμίᾳ τὸν πατέρα δεικνῦσα, τῷ δὲ θηλυπρεπεῖ σχηματισμῷ μητέρα παραφαίνουσα, ἵνα τῇ τῆς πατρίδος κλήσει ἐμφαίνοιντο οἱ γονεῖς· ὃ προελάλησέ τις παλαιός.] καὶ ταῦτα μὲν ὧδε. (ῃ. 450) Παιφάσσειν δὲ τὸ ἐνθουσιωδῶς καὶ ἐπιφανῶςὁρμᾶν. ὅθεν καὶ ἐκπαιφάσσειν που ἐν τοῖς ἑξῆς τὸ ἐκφανῆ ὁρμὴν ἔχειν. γίνεταιδὲ ἐκ τοῦ φῶ, τὸ φαίνω, φάσσω καὶ ἐν ἀναδιπλασιασμῷ φαφάσσω καὶ τροπῇτοῦ δασέος καὶ ἐπενθέσει τοῦ ˉι παιφάσσω. οὕτω σκευωρεῖται καὶ τὸ ποιφύσσεινἀντὶ τοῦ φυσσᾶν καὶ τὸ παίπαλον καὶ τὸ μαιμᾶν, ὅ ἐστι προθυμεῖσθαι· καὶ τὸδαίδαλος δέ, εἰ μὴ ἴσως πλεονασμὸν ἔχει τοῦ δευτέρου ˉδ, ὁμοίως παράγεται. οἱδὲ παλαιοὶ παιφάσσειν λέγουσι καὶ τὸ ἄλλῃ καὶ ἄλλῃ περιάγειν τὴν ὄψιν, ὃ εἰςταὐτὸν ἄγεται τῷ πάντῃ τὰ φάη ἀΐσσειν, ὅθεν καὶ συντέθειται. (ῃ. 455 σς.) Ὅτι, ὡς καὶ προγέγραπται, χρώμενος παραβολαῖς ὁ ποιητὴς πολλαχοῦ οὐμόνον ἐπὶ ἐμφανείᾳ πολυπειρίας καὶ λεκτικῆς δυνάμεως, ἀλλὰ καὶ ἐπὶ σαφηνείᾳ καὶ ἐναργείᾳ πραγμάτων– τὰ γὰρ ἅπαξ ποτὲ γενόμενα δῆλα ποιεῖ διὰπαραβολικῶν εἰκόνων γινομένων ἀεί– ὅπου μὲν οὐ πολλὰ τὰ πράγματα, οὐπολλὰς παρεισάγει παραβολάς, ἔνθα δὲ ποικιλία πραγμάτων, ἐκεῖ πλεονάζεικαὶ παραβολαῖς. ὡς καὶ ἐνταῦθα πολλῶν ὄντων τῶν Ἀχαιῶν καὶ ὅπλα δὲπερικειμένων λαμπρά, πρὸς δέ γε καὶ ταχὺ ὁρμωμένων ὧδε καὶ ἐκεῖ, ναὶ μὴνἀλλὰ καὶ διακεκριμένων εἰς φῦλα, ἔτι δὲ καὶ θυμικῶς διακειμένων, πρὸςἕκαστον τούτων παραβολῇ ἐχρήσατο· πρὸς μὲν τὴν λαμπρότητα τῶν ὅπλωντῇ ἀπὸ τοῦ πυρός, ἥτις ἐν κορυφαῖς ὄρους ὕλην πολλὴν ἐπιφλέγει· πρὸς δὲ τὸἐνταῦθα καὶ ἐκεῖ ὁρμᾶσθαι τῇ ἀπὸ χηνῶν ἢ γεράνων ἢ κύκνων, οἳ ἔνθα καὶ ἔνθαπέτονται ἀγαλλόμενοι πτερύγεσσι· πρὸς δὲ τὸ πλῆθος τῇ ἐκ τῶν φύλλων καὶτῶν ἀνθέων, ὅσα ἔαρος γίνονται· πρὸς δὲ τὸ θυμικὸν καὶ θρασὺ τῇ ἀπὸ τῶνμυιῶν, αἳ κατὰ τὰς ποιμενικὰς ἐπαύλεις ἀθροιζόμεναι διὰ τὸ γλυκὺ γάλακαταναιδεύονται τὰ συνήθη· πρὸς δὲ τὸ εὐπειθῶς διακεκρίσθαι αὐτοὺς εἰς φῦλα παραβολῇ χρᾶται τῇ ἀπὸ τῶν αἰπολίων, ἃ κἂν μιγῶσιν ἐν τῷ νομῷ, ἀλλὰοἱ αἰπόλοι ῥᾷον διακρίνουσιν. οὕτω δυνατὸς ὁ ποιητὴς εἰς εὐπορίαν εἰκόνωνπραγματικῶν. (ῃ. 455 ς.) Ἰστέον δὲ ὡς οὐχ' ἁπλῶς πυρὶ ἐξεικάζει ὁ ποιητὴςτὴν αἴγλην τοῦ χαλκοῦ τῶν Ἑλληνικῶν ὅπλων, ἀλλὰ πυρὶ ἐπιφλέγοντι ἄσπετονὕλην ἐν κορυφαῖς ὄρεος, οὗ ἕκαθεν φαίνεται αὐγή· τοῦ γὰρ τοιούτου πυρὸς ἡλαμπηδὼν εἰς πολὺ διαδίδοται, ἐν δέ γε κοίλαις φάραγξιν ἀσπέτου μὲν ὕληςἴσως ἐπιδράξεται, ἤγουν πολλῆς καὶ ἀρρήτου διὰ δασύτητα, ἕκαθεν δὲ ἡ αὐγὴοὐ φανήσεται. (ῃ. 457 ς.) Ἐν δὲ τῷ [«ὣς τῶν», ἤγουν οὕτω τούτων,] «ἐρχομένων ἀπὸ χαλκοῦ θεσπεσίου αἴγλη παμφανόωσα δι' αἰθέρος οὐρανὸν ἷκε» καὶτὸ εὐμέγεθες ἔοικε τῶν Ἑλλήνων ὑποδηλοῦν· διὸ καὶ προσαρμόσει ὅλη ὅλῳ τῷπράγματι ἡ παραβολή· ὡς γὰρ ἐν κορυφῇ ὄρεος πῦρ, οὗ ἕκαθεν ἡ αὐγή, οὕτωςἐν αὐτοῖς χαλκός, οὗ ἡ αἴγλη ἐπάμφαινε. λαμπρὸν δὲ καὶ τὸ ἐκ γῆς αἴγλην εἰςοὐρανὸν ἀφικνεῖσθαι· ἄλλως γὰρ ἐκεῖθεν ἐπὶ γῆν φῶς καταπέμπεται, ὡςδηλοῖ καὶ τὸ «οὐρανόθεν ὑπερράγη ἄσπετος αἰθήρ». προϊὼν δὲ τὸ αὐτὸ διὰ μου καὶ λαμπροτέρας εἰκονίσει παραβολῆς εἰπὼν ἰέναι τοὺς Ἕλληνας ὡς ἂνπυρὶ χθὼν πᾶσα νέμοιτο. χαλκὸς δὲ θεσπέσιος, ὃν θεὸς ἂν εἴποι οἷος ἦν. (ῃ. 455) Τὸ δὲ ῥηθὲν πῦρ ἀΐδηλον ἔφη ἢ ὡς πολυφανὲς παρὰ τὸ ἰδεῖν, ᾧπερὅμοιον εἴη ἂν καὶ τὸ ἀείδελον, ἢ ὡς ἀφανιστικὸν καθ' ὁμοιότητα τοῦ ἀΐδου ἢ ὡςεἰς πολὺ διαθέον παρὰ τὸ μὴ ἵζειν τραπέντος τοῦ ˉζ εἰς ˉδ κατὰ συνήθειαν. (ῃ. 458) [Ὅρα δὲ ἐν τῷ «δι' αἰθέρος οὐρανὸν ἷκεν», ὅτι τῷ αἰθέρι καὶ τὸνὑποτεταγμένον αὐτῷ ἀέρα συννοεῖν χρή.] (ῃ. 459– 64) Ὅτι λειμών τις ἐν Ἀσίᾳ λεγόμενος δι' αὐτὸ τοῦτο Ἄσιος περί που τὸν Κάϋστρον ποταμόν, περὶ ὃνχῆνές τε καὶ γέρανοι καὶ κύκνοι καὶ εἴ τι τοιοῦτον ὑδροχαρὲς ὄρνεον νέμονται. διὸ καὶ ὁ ποιητὴς ἐκ παραβολῆς διδάσκων τὴν φυλαδὸν γινομένην τῶν Ἑλλήνων κίνησιν κατὰ διάκρισιν ἐθνικήν φησι· «τῶν δ' ὥς τ' ὀρνίθων πετεηνῶνἔθνεα πολλὰ χηνῶν ἢ γεράνων ἢ κύκνων δουλιχοδείρων Ἀσίῳ ἐν λειμῶνι, Καϋστρίου ἀμφὶ ῥέεθρα, ἔνθα καὶ ἔνθα ποτῶνται ἀγαλλόμεναι πτερύγεσσικλαγγηδὸν προκαθιζόντων, σμαραγεῖ δέ τε λειμών, ὣς τῶν ἔθνεα πολλὰνεῶν ἄπο καὶ κλισιάων ἐς πεδίον προχέοντο Σκαμάνδριον». (ῃ. 461) Τινὲς δὲτὸ Ἀσίω ἐν λειμῶνι ἀντὶ τοῦ Ἀσίου εἶπον κατὰ γενικὴν πτῶσιν καί φασιν, ὅτι ἀνδρί τινι ἐπιφανεῖ ὁ λειμὼν ἐπωνόμασται, οὗ ἡ εὐθεῖα ὁ Ἀσίας, ἡ γενικὴἈσίου καὶ Ἰωνικῶς Ἀσίεω ὡς Ἑρμείεω, εὐμελίεω, καὶ ἐν συγκοπῇ Ἀσιὡς Ἑρμείω, εὐμελίω. καὶ ἔστι, φασί, λειμὼν Ἀσίου, περὶ ὃν χῆνες καὶ τὰ τοιαῦτα συνάγονται. ὁ δὲ Γεωγράφος οὕτω φησίν· «ἀπὸ τριάκοντα σταδίωντῆς Τραλλιανῆς Νύσσης Τμῶλον ὑπερβᾶσι καὶ τὴν Μεσογίδα πρὸς νότον τόποςτις καλεῖται Λειμών, ὃν ὀνομάζειν φασὶ τὸν ποιητήν, ὅτε εἴπῃ Ἀσίῳ ἐν λειμῶνι, δεικνύντες Καΰστρου καὶ Ἀσίου τινὸς ἡρῷον καὶ τὸν Κάϋστρον, πλησίονἀπορρέοντα». ὁ δ' αὐτὸς καὶ πεδίον Καϋστρηνὸν λέγει, ᾧ συνεχὲς τὸ Κιλβανόν, πολὺ καὶ συνοικούμενον εὖ. ἕτεροι δὲ τῶν ῥηθέντων ἡρώων τὸν μὲν Ἀσίαν Κότυος ἱστοροῦσιν υἱόν, τὸν δὲ Κάϋστρον Πενθεσιλείας υἱόν. λέγουσι δὲ καὶἄρξαι Λυδίας τὸν Ἀσίαν. ἄλλοι δὲ νοοῦσιν ἄσιον λειμῶνα τὸν ἰλυώδη· ἄσις γὰρτὸ ἐξ ὕδατος ξηρὸν παρὰ τὸ ἄξω ἤ, σαφέστερον εἰπεῖν, ἡ ἰλύς, ὥς που δηλοῖ καὶὁ ποιητής. πηλώδης γάρ, φασίν, ὁ Κάϋστρος ποταμὸς ἐν ταῖς προχοαῖς. (ῃ. 460) Γίνεται δὲ ὁ μὲν χὴν παρὰ τὸ χαίνειν, διότι τε βορός ἐστι καὶ ὅτι καὶ ἰδιότηςαὕτη τῷ χηνὶ χαίνοντι τὰ πολλά, ὅτε ἢ θρασύνεται ἢ δειλιᾷ. Γέρανος δὲπαρὰ τὸ τὴν γῆν ἐρευνᾶν. Κύκνος δὲ ἀπὸ τοῦ κυκᾶν πλέον τῶν ἄλλων τὴν ἰλὺνἐπὶ ἀναψηλαφήσει τροφῆς. Δουλιχοδείρους δὲ τούτους ὁ ποιητής φησι κατ' ἐξαίρετον· τοιοῦτοι γὰρ αὐτοὶ μάλιστα πρὸς ἀναλογίαν τοῦ σώματος τὸδολιχὸν ἤτοι μακρὸν τοῦ τραχήλου ἀντὶ ὁρμιᾶς ἔχοντες ἐν τοῖς ὑγροῖς. [Δοκεῖδὲ τὸ Ἰωνικῶς μὲν δουλιχόν, κοινῶς δὲ δολιχὸν γίνεσθαι παρὰ τὸ διόλουἱκέσθαι· τοιοῦτον γάρ τι τὸ μακρὸν τραπέντος τοῦ ψιλοῦ ˉκ εἰς τὸ ἀντίστοιχονδασὺ διὰ τὸ εὐφωνότερον. ἐκ δὲ τῆς λέξεως ταύτης καὶ δρόμος ἐναγώνιος ὁδολιχός· καὶ νῆσος δέ τις τὸ Δουλίχιον. σύγκειται δὲ ἀπ' αὐτῆς καὶ τὸ δολιχόσκιον καὶ δολίχαυλοι αἰγανέαι, ὅ ἐστι μακροὺς αὐλοὺς ἔχουσαι, ἤγουν κοιλότηταςἐπιδορατίδων, αἷς ὁ τοῦ ξύλου καυλὸς ἐνίεται. Ὅτι δὲ ὁ κύκνος εὔτεκνος καὶμάχιμος καὶ ὡς ἀλληλοκτονεῖ ὁ μάχιμος καὶ ὡς Ἀριστοτέλους εἰπόντοςᾠδικοὺς εἶναι τοὺς κύκνους μάλιστα περὶ τὰς τελευτὰς καὶ διαίρειν τὸ πέλαγοςᾄδοντας Ἀλέξανδρος ὁ Μύνδιός φησιν, ὅτι πολλοῖς παρακολουθήσας τελευτῶσινοὐκ ἤκουσεν ᾀδόντων, οἱ παλαιοὶ δηλοῦσι, παρ' οἷς καὶ κύριον ὄνομα ὁ Κύκνος, ὃν ὁ μῦθός φησιν ὑπὸ Ἄρεος ὀρνιθωθῆναι. τοῦ δὲ ᾠδικοὺς εὐγενῶς αὐτοὺς εἶναιἡ πεῖρα διδάσκαλος.] (ῃ. 461) Λειμὼν δὲ ὁ ὑγρὸς καὶ βοτανώδης τόπος ἀπὸτοῦ λείβω λέλειμμαι, ὃν ἡ κοινὴ γλῶσσα λιβάδιον λέγει ὡς ἀπὸ τοῦ ἔλιβονδευτέρου ἀορίστου, ἔνθα ὕδωρ συλλείβεται. Κάϋστρος δὲ ὁ ποταμὸς ὡς διὰ Κατακεκαυμένης ῥέων, περὶ ἧς ἀλλαχοῦ ῥηθήσεται. [διαλέλυται δὲ ἡ λέξις· ἄλλως γὰρ Καῦστρος ὤφειλεν οὕτως εἶναι, ὁμοίως τῷ καυστειρός καὶ τῷκαυσία, ἥτις ἦν κάλυμμα κεφαλῆς Μακεδονικὸν ἐκ πίλου, ὡς τιάρα σκέπουσάτε ἀπὸ καύσωνος καὶ ὡς εἰς περικεφαλαίαν συντελοῦσά τι. ἄλλοις δὲ δοκεῖὁμώνυμος εἶναι ὁ ῥηθεὶς ποταμὸς ἥρωϊ Καΰστρῳ τῷ ἀνωτέρω εἰρημένῳ.] ὥσπερδὲ κάπρος κάπριος κατὰ παραγωγήν, οὕτω καὶ Κάϋστρος Καΰστριος. (ῃ. 462) [Τὸ δὲ ποτῶμαι, τουτέστι πέτομαι, ὅτι καὶ ἐκτείνει τὴν ἄρχουσαν, δηλοῖ σὺνἄλλοις ἐν χρήσει καὶ ὁ Δειπνοσοφιστής.] Τὸ δέ «ἀγαλλόμεναι πτερύγεσσιν», ὡςκαὶ προεγράφη, ἀκαταλλήλως εἴρηται. ἐχρῆν γὰρ ὀρθῶς εἰπεῖν ἀγαλλόμενα, ἵνα λέγῃ ἔθνεα πολλὰ ἀγαλλόμενα. εἴρηται δὲ ὅμως Ἀττικῶς καὶ οὐκ ἀπεδόθηπρὸς τὴν φωνὴν τοῦ ἔθνεα, ἀλλὰ πρὸς τὸ σημαινόμενον, ὅπερ ἐστὶν αἱ ἀγέλαι ἢμάλιστα αἱ ὄρνιθες· ταὐτὸν γὰρ ἐνταῦθα ἔθνεα ὀρνίθων καὶ ὄρνιθας εἰπεῖν. καινοπρεπὲς οὖν σχῆμα τὸ εἰπεῖν «ἔθνεα πολλὰ ὀρνίθων ἀγαλλόμεναι πτέρυξιν», ἀντὶ τοῦ ἀγέλαι ἢ ὄρνιθες χαίρουσαι τῇ πτήσει καὶ ἐντρυφῶσαι τοῖς πτεροῖς. τοιοῦτόν που καὶ τὸ «ἐκίνηθεν φάλαγγες ἐλπόμενοι παρὰ ναῦφιν Πηλείωνα» καὶ ἑξῆς. καὶ ἐκεῖ γὰρ τὸ ἐλπόμενοι ἀκατάλληλον μέν ἐστι πρὸς τὴν φωνὴν τοῦφάλαγγες, καταλλήλως δὲ ἔχει πρὸς τὸ σημαινόμενον. ἐπεὶ γὰρ φάλαγγες οἱ λαοί, λέγοι ἂν ὅτι ἐκινήθησαν οἱ Ἀχαιοὶ ἐλπόμενοι τόδε τι. φασὶ δέ τινες τῶνπαλαιῶν Ὑπομνηματιστῶν, ὅτι Ἀρίσταρχος ἀγαλλόμενα γράφει ἀκολούθως τῷ ἔθνεα. (ῃ. 459) Τὸ δὲ πετεηνῶν ἢ ἁπλῶς εἴρηται ὡς ὀρνίθων ἴδιον ἢ πρὸςδιαστολὴν ἴσως τῶν κατοικιδίων, οἷς οὐχ' οὕτως ἄνετον τὸ πτερὸν εἰς τὸπέτεσθαι. δῆλον δ' ὅτι ἐκ τοῦ πετεηνοῦ συγκέκοπται τὸ πτηνόν. Τὸ δὲ ἔθνεακαταχρηστικῶς καὶ νῦν λέγεται, ὡς προγέγραπται, ὥσπερ καὶ ἐπὶ μελισσῶνκαὶ μυιῶν καὶ ἐπὶ ἰχθύων δὲ παρὰ τῷ Ὀππιανῷ. ἔθνος μὲν γὰρ ἀπὸ τοῦἔθους· ἔθος δὲ ἐπὶ ἀλόγων οὐκ εἴωθε λέγεσθαι. (ῃ. 463) Τὸ δὲ σμαραγεῖὠνοματοπεποίηται πρὸς μίμησιν ἤχου, ὃν ἀποτελεῖ ὁ ὑγρὸς λειμὼν καθιπταμένων αὐτόθι ὀρνίθων. ἕτεροι δὲ τὴν λέξιν ἀντὶ τοῦ λάμπειν ἐνόησαν, ὅθεν, φασί, καὶ σμάραγδος λίθος. (ῃ. 465) Πεδίον δὲ Σκαμάνδριον τὸ μεταξὺ τῶν δύοποταμῶν, τοῦ τε Σιμόεντος καὶ αὐτοῦ τοῦ Σκαμάνδρου, ἔνθα ἐγίνετο ἡ μάχη, ὅπερ καὶ λειμῶνα λέγει Σκαμάνδριον ἀνθεμόεντα, ὡς ῥηθήσεται. ὁ δὲ Γεωγράφος λέγει καί, ὅτι ἰδίως Τρωϊκὸν πεδίον τὸ Σιμοείσιον καὶ τὸ Σκαμάνδριον, ἔνθα οἱ πλεῖστοι ἀγῶνες· πλατύτερον γάρ. ἐνταῦθα δὲ ὁρᾶται καὶ τὰ ἐν τοῖς ἑξῆςμνημονευθησόμενα, ὁ ἐρινεός, ὁ τάφος τοῦ Αἰσυήτου, ἡ βάτεια καὶ τὸ σῆματοῦ Ἴλου. Σημείωσαι δὲ ὅτι ὁ Σκάμανδρος δυσχερῶς ἐν μέτρῳ ἔχων παρεισρέεινἡρωϊκῷ ἐκαινοτομήθη ἐξ ἀνάγκης παρὰ τοῦ ποιητοῦ. ἐπεὶ γὰρ ἡ ἄρχουσαβραχεῖα οὖσα ἐκ δύο συμφώνων ἄρχεται καὶ ἐκτείνει τὸ πρὸ αὐτῆς πῖπτονβραχὺ καὶ διὰ τοῦτο οὐ χρησιμεύει ὅλως εἰς μέτρον δακτυλικόν, λαμβάνει τὴνἄρχουσαν ὁ ποιητὴς ἀναγκαίως ἀεὶ ἀδυνατοῦσαν ἐκτείνειν τὰ πρὸ αὐτῆς, καθαπερεὶ καὶ ἦν μονογράμματος, οἷον λόγου χάριν Κάμανδρος, καὶ οὕτω ποιεῖαὐτὴν ἐπιτηδείαν εἰς δακτύλου ἀπαρτισμόν. διὸ ἐν τῷ «ἐς πεδίον προχέοντο Σκαμάνδριον» τὸ προχέοντο βραχεῖαν ἔχει τὴν λήγουσαν, ἵνα ποιήσῃ δάκτυλον. ὡσαύτως καὶ ἐν τῷ «λειμῶνι Σκαμανδρίῳ» τὸ λειμῶνι ἐν συστολῇ ἔχει τὴνλήγουσαν καὶ οὕτως ὁ Σκάμανδρος ἔχει χώραν κεῖσθαι παρὰ τῷ ποιητῇ, λεγόμενός ποτε καὶ Ξάνθος, ὡς φανήσεται. ὅμοιον δέ τι καὶ ἡ Ζέλεια ἔπαθεν, ὡς κατὰ τόπον ῥηθήσεται. Τὸ δὲ προχέοντο δηλοῖ μὲν τὸ τῶν Ἀχαιῶν οἷον ὑγρὸνπρὸς εὐκινησίαν· εἴληπται δὲ δεξιῶς ἀπὸ ὑδάτων συλλειβομένων ποθὲν εἰςπεδιάδα. [Τοιοῦτον δέ τι καὶ ἐν Ὀδυσσείᾳ τὸ «ἱππόθεν ἐκχύμενοι». ἐκεῖνο δὲκαί τι πλεῖον ἔχει γλαφυρότητος διὰ τὸ ἐκ τῆς κοιλίας τοῦ δουρείου ἵππουλέγειν κεχύσθαι τοὺς ἥρωας.] Ἰστέον δὲ ὅτι πεδίον μὲν κατὰ τοὺς παλαιοὺς ὁμακρὸς καὶ ἀναπεπταμένος τόπος, ὃς καὶ πεδιὰς λέγεται. πέδιον δὲ προπαροξυτόνως καθ' ὑποκορισμὸν ἡ μικρὰ πέδη πρὸς ὁμοιότητα τοῦ λύριον, θύριον. (ῃ. 466) Ὅτι νῦν μὲν ἁπλῶς λέγει σμερδαλέον κοναβίζειν τὴν χθόνα ὑπὸποδῶν αὐτῶν τε καὶ ἵππων, προϊὼν δὲ καὶ εἰς αὐτὸ τοῦτο παραβολὴν ποιήσειστεναχίζειν εἰπὼν αὐτήν, ὡς ὅτε ὑπὸ Τυφωέος ἱμάσσεται. τί δὲ δηλοῖ καὶ ὁκόναβος καὶ τὸ σμερδαλέον, προείρηται. (ῃ. 467 ς.) Ὅτι τὸ «ἵσταντο ἐνλειμῶνι Σκαμανδρίῳ ἀνθεμόεντι μυρίοι, ὅσσα τε φύλλα καὶ ἄνθεα γίνεται ὥρῃ» καθ' ὑπερβολὴν νοητέον. πῶς γὰρ ἂν ἄλλως τοὺς μετρητοὺς Ἕλληνας φύλλοιςκαὶ ἄνθεσιν ἐξισωτέον τοῖς ἀπείροις καὶ πανταχοῦ γῆς γινομένοις; οὕτω δὲ καὶἐν τοῖς ἑξῆς φύλλοις αὐτοὺς ἢ ψαμάθοις ἐοικέναι τίς φησι. τάχα δὲ ὥσπερμυίαις αὐτοὺς μετ' ὀλίγα εἰκάζει, οὐ ταῖς ἁπανταχοῦ τῆς γῆς, [καὶ ἐν ἀρχῇ δὲτοῦ βιβλίου τοὺς Ἀχαιούς, ὅσοι μηνίσαντος Ἀχιλλέως ἔθανον, ἕλωρ προκεῖσθαι εἶπε κύνεσσιν οἰωνοῖσί τε πᾶσιν, οὐ τοῖς κατὰ κόσμον ὅλον δηλαδή, ἀλλὰ τοῖςἐκεῖ περὶ Τροίαν, εἰ καὶ ὁ Ζηνόδοτος εἰς τοῦτο ἀπορήσας ἐξῶσε μὲν τὸ πᾶσιν, ἀντενέγραψε δὲ τὸ δαῖτα, ἵνα ᾖ «οἰωνοῖσί τε δαῖτα». ὥσπερ τοίνυν ἐν τοῖςεἰρημένοις μερικῶς ἐπιβλητέον τῷ περὶ μυιῶν καὶ κυνῶν λόγῳ], οὕτω φύλλακαὶ ἄνθη ἐνταῦθα νοητέον τὰ περὶ τὸ Σκαμάνδριον πεδίον, ὡς ἂν μὴ πάνυ ὁ λόγοςὑπερβάλλῃ, ἀλλ' ἵνα λέγῃ ὅτι ἵσταντο Ἕλληνες περὶ τὸν ἀνθεμόεντα τοῦτονλειμῶνα, ὅσσα φύλλα καὶ ἄνθη ἔαρος αὐτόθι γίνονται. καὶ ἔοικε τὸν παραβολικὸνλόγον τοῦτον ἀπὸ τοῦ ἀνθεμόεντος πεδίου πορίσασθαι, οἱονεὶ λέγων, ὅτι ὁἀνθεμόεις οὗτος λειμὼν εἶχεν ὥσπερ φύλλα καὶ ἄνθεα εἰς πλῆθος τοὺς Ἕλληνας. Ὅρα δὲ ὅπως τὸ μυρίοι ἐπὶ πάνυ πολλοῦ πλήθους εἶπεν, ὥστε τοιοῦτόντι ἐμφαίνει καὶ τὸ «μυρί' Ἀχαιοῖς ἄλγε' ἔθηκε» καὶ τὸ «μυρία Ὀδυσσεὺς ἐσθλὰ ἔοργεν». Ἀνθεμόεις δὲ ὁ πολύφυτος καὶ διὰ τοῦτο ἐν καιρῷ πολλοῖςἀνθέμοις ἤγουν ἄνθεσι βρύων. ἐντεῦθεν δὲ τροπικῶς καὶ λέβης ἀνθεμόειςὁ οἷον ἀνθῶν τῷ κάλλει τοῦ ποικίλματος. καὶ μὴν ἐκεῖνος καὶ ὡς ἀναθηματικὸςδοκεῖ οὕτω λέγεσθαι. Ὥραν δὲ τὴν ἐαρινὴν λέγει κατ' ἐξοχὴν ἢ κατ' ἔλλειψιν. προϊὼν γοῦν φησιν· «ὥρῃ ἐν εἰαρινῇ», ἐνταῦθα μὲν ἐλλείψας, ἐκεῖ δὲ εἰπὼν ἐντελῶς, ὁποῖόν τι ποιεῖ καί, ὅτε πατρίδα λέγει ἐλλειπτικῶς καὶ πατρίδα γαῖανἐντελῶς. (ῃ. 469– 73) Ὅτι τὸ τῶν Ἑλλήνων θρασὺ καὶ ἐπιθυμητικὸν τοῦ αἵματος, ἔτι δὲ καὶ τὸ πλῆθος αὐτῶν ἐμφαίνων προϊὼν μὲν ἐρεῖ, ὅτι οὔπωτοιόνδε τις τοσόνδε τε λαὸν ὄπωπεν· ἐνταῦθα δὲ τοὺς Ἕλληνας μυίαις εἰκάζειπετομέναις εἰς ἀμελγόμενον γάλα λέγων, ὅτι τόσοι ἵσταντο Ἀχαιοὶ ἐν πεδίῳοὐχ' ἁπλῶς, ἀλλὰ διαρραῖσαι μεμαῶτες, καθὰ μυιάων ἀδινάων ἔθνεα πολλά, αἳ κατὰ σταθμὸν ποιμνήϊον ἠλάσκουσιν ὥρῃ ἐν εἰαρινῇ, ὅτε τε γλάγος ἄγγεαδεύει. καὶ σημείωσαι ὅτι τὸ μὲν τόσσοι πλήθους δηλοῖ ποσότητα, τὸ δὲ διαρραῖσαι μεμαῶτες θάρσους ποιότητα. καὶ ὅτι οὐ πρὸς τὴν Ἑλληνικὴν ἀνδρίαν ἡεἰκὼν τῶν μυιῶν· οὐ γὰρ πρὸς ἰσχύος ἔνδειξιν, ἀλλὰ πρὸς μόνον θάρσος καὶἀναίδειαν παρείληπται ἡ παραβολὴ αὕτη, [ὥσπερ ἡ τῶν μελισσῶν πρὸ ταύτηςπρὸς τὴν ἰλαδὸν κίνησιν τῶν Ἀχαιῶν ἐκ τῶν σκηνῶν εἰς τὴν ἀγοράν· οὐ μὴνπρός τι φοβερόν, εἰ καὶ ἄλλως δεινότεραι μυιῶν αἱ μέλισσαι διὰ τὸ κατ' αὐτὰςπληκτικόν·] ἵσταντο γάρ, φησί, διαρραῖσαι μεμαῶτες δίκην μυιῶν, ὃ δὴ καὶἀλλαχοῦ ποιῶν λέγει θάρσος μυίας ἐντεθῆναί τινι τῶν ἡρώων. (ῃ. 469) Ἀδινὰς δὲ μυίας ὥσπερ καὶ μελίσσας δι' ἑνὸς δέλτα καὶ συστολῆς τῆς ἀρχούσηςἢ τὰς λεπτὰς λέγει ἢ τὰς πυκνὰς καὶ ἀθρόον πετομένας. [Παρῴδηται δέ πωςἐνταῦθα τὸ «ἠΰτε μυιάων ἀδινάων ἔθνεα πολλά» ἐκ τοῦ «ἠΰτ' ἔθνεα εἶσι μελισσάων ἀδινάων». τὴν δὲ τούτων συγγένειαν τῶν παραβολῶν οἴδασι καὶ οἱγεωργικοὶ μυίας, ὅτε δόξει αὐτοῖς, καὶ τὰς μελίσσας λέγοντες.] (ῃ. 470) Σταθμὸς δὲ νῦν μὲν ἀγροτικὴ κατοικία, ὅ ἐστιν ἔπαυλις, [ἣν ὁ Σοφοκλῆς μεταπλάσας σταθμὰ λέγει.] λέγεται δέ ποτε καὶ ἐπὶ ζυγοῦ τοῦ τὰ βάρη ταλαντεύοντοςκαὶ ἐπὶ παραστάτου δὲ οἰκίας. ὅτε μέντοι ἐκ τοῦδε τοῦ τόπου εἰς τόνδεσταθμοὶ τοσοίδε λέγονται, τοπικὸν ἐκεῖ διάστημα δηλοῖ ὁ σταθμός, ὡς εἴ τιςεἴποι στάσιν ἢ μονὴν ἢ τὴν λεγομένην ἀλλαγήν. [Τὸ δὲ ποιμνήϊον πλεονασμὸνἔχει τοῦ ˉη καθὰ καὶ τὸ πολεμήϊον καὶ τὸ οἰήϊον, ὃ δηλοῖ πλοίου οἴακα, καὶοὐκ ἂν ἔχοι ἀμφιβολίαν ὡς τὸ ξυνήϊον.] Τὸ δὲ ἠλάσκειν γίνεται μὲν ἐκ τοῦἀλῶ, δηλοῖ δὲ τὸ πλανᾶσθαι· καὶ καλῶς εἴρηται ἐπὶ μυιῶν· πλανῶνται γάρπως ἀεὶ πετόμεναι. (ῃ. 471) Τὸ δέ «γλάγος ἄγγεα δεύει» ἐκ τοῦ παρακολουθοῦντος εἴρηται περιφραστικῶς ἀντὶ τοῦ «ὅτε γάλα ἀμέλγεται», πολύ τε καὶπῖον καὶ γλυκύτερον καὶ μυιῶν ἐπισπαστικόν· διὸ καὶ τὴν ἐαρινὴν ὥρανπαρέλαβεν, ἐν ᾗ μάλιστα τὰ τοιαῦτα γίνεται. [Γλάγος δὲ γάλα ἀγανόν, ὅ ἐστινἡδύ· γάλα μέντοι παρὰ τὸ καλόν ἢ διὰ τὸ ἐκ γυίων ἅλλεσθαι· ἀπ' αὐτοῦ δὲ καὶγλάξ βοτάνη γαλακτοποιὸς ταῖς ἐσθιούσαις. (ῃ. 474– 7) Ὅτι ἡ προμνημονευθεῖσα ἐκ τῶν αἰγῶν παραβολὴ οὕτω φράζεται Ὁμηρικῶς· «τοὺς δ' ὥς τ' αἰπόλια πλατέ' αἰγῶν αἰπόλοι ἄνδρες ῥεῖα διακρίνουσιν, ἐπεί κε νομῷ μιγέωσιν, ὣς τοὺς ἡγεμόνες διεκόσμεον ἔνθα καὶ ἔνθα ὑσμίνηνδ' ἰέναι».] (ῃ. 474) Ἰστέονδὲ ὅτι αἰπόλια πλατέα αἰγῶν ἢ τὰ μεγάλα ἢ μᾶλλον παρατετηρημένως τὰπεπλατυσμένα, ἐπείπερ αἱ αἶγες ἐσκεδασμέναι νέμονται. τὰς μέντοι ὄϊςἀδινάς τε λέγει καὶ ἀγχηστίνας, ἤγουν ἄγχι ἑστηκυίας, πυκνάς· πυκνοῦνταιγὰρ ἐν τῇ νομῇ καὶ οὐ πολὺ διΐστανται. δῆλον δὲ ὅτι αἰπόλιον μὲν λέγεται αἰγῶν, ποίμνιον δὲ προβάτων. ἔστι δ' ὅτε γενικῶς πάντα τῷ ποιμνίῳ περιέχονται. διὸ ἀνωτέρω σταθμὸν ποιμνήϊον ἔφη ἁπλῶς τὸν ἀγροτικόν. ἐκ περισσοῦ δὲκεῖται τὸ αἰγῶν. ἀρκεῖ γὰρ τὸ αἰπόλιον εἰς νόησιν αἰγῶν· αἰπόλιον γάρ τιςἀκούσας αἰγῶν πλῆθος ἐνόησεν. οὕτω δὲ καὶ ἐν τῷ «συῶν συβόσιον» παρέλκειτὸ συῶν. εἰσὶ δέ, ὡς προεγράφη, καὶ ἄλλα τοιαῦτα. (ῃ. 476) Ἐν δὲ τῷ «ἡγεμόνες διεκόσμεον» διακοσμεῖν λέγει τὸ εὐκόσμως τάττειν, ὅθεν καὶ κοσμήτωρὁ ἡγεμών· καὶ κόσμιος δὲ ἐντεῦθεν ὁ εὔτακτος, ἄκοσμος δὲ ὁ μὴ τοιοῦτος. καὶ οὐκ ἐν κόσμῳ φεύγειν τὸ ἀτάκτως τῆς μάχης ὑποχωρεῖν. [Διήκει δὲ ἡλέξις καὶ εἰς ἄλλα, οἷον καὶ εἰς δαῖτα, ἧς λυθείσης ἀποκοσμεῖται ἔντεα δαιτός. καὶ εὔκοσμος δὲ εἴδησις λέγοιτ' ἄν, ἧς ἀνάπαλιν ἔχει ὁ ἄκοσμά τε πολλά τεεἰδώς. εἴη δ' ἂν καὶ ἔρις κοσμία, ἣν ὁ μὴ ποιούμενος μὰψ ἀτὰρ οὐ κατὰκόσμον ἐρίζει. (ῃ. 475) Τὸ δέ «ῥεῖα διακρίνειν» αἰπόλου δηλοῖ ἀρετὴν εἰδότοςοὕτω ῥᾷον ποιεῖν. Νομὸς δέ ποτε μεταφορικῶς καὶ ἐπὶ πληθυσμοῦ, ὡς δηλοῖτὸ ἐπέων νομός. (ῃ. 477) Τὸ δέ «διεκόσμεον ὑσμίνηνδ' ἰέναι» ὑπογραφή ἐστιτοῦ λαῶν κοσμήτορος. κοσμήτωρ γὰρ τοιοῦτος ὁ διακοσμῶν εἰς μάχην.] (ῃ. 482 ς.) Ὅτι παραβολικῶς διδάξας τὰ κατὰ τὸν ὄχλον μεταβαίνει καὶ εἰςβασιλικὸν εἰκασμὸν καὶ λαλήσας τεράστιά τινα καὶ διὰ τῶν εἰκόνων διαγράψαςτὸν βασιλέα ἐκπρεπέα καὶ ἔξοχον πάντων ἡρώων καὶ εἰδώς, ὅτι παρ' ἱστορίανλαλῶν οὐκ ἂν πιστευθείη– οὐ γὰρ τοιοῦτος ὁ Ἀγαμέμνων, ἀλλὰ μάλιστα ὁ Αἴας καὶ ὁ Ἀχιλλεύς– ἐπάγει, ὅτι τὴν ἡμέραν ἐκείνην ἐφάνη τοιοῦτος· καὶ οὐδὲ λέγει, ὅτι τοιοῦτος ἦν, ἀλλὰ τοιοῦτον τὸν Ἀτρείδην ἔθηκε Ζεὺς ἤματικείνῳ, οὐ φύσει τοιοῦτον ὄντα, θέσει δὲ γενόμενον· τοῦτο γὰρ δηλοῖ τὸ ἔθηκεν. ἔθος δὲ τῷ ποιητῇ τοὺς ἐνδόξους οὕτω φαντάζειν, ὥς που καὶ ἐν Ὀδυσσείᾳ τῷ Λαερτιάδῃ αὔξει τὰ μέλη καὶ ἀπόβλεπτον τοῖς θεωμένοις οὕτω ποιεῖ· ἀλλ' ἐκεῖνον μὲν ἡ Ἀθηνᾶ μεταβάλλει· διὰ γὰρ τὴν φρόνησιν περιεβλέπετο καὶσεμνότερος ἑαυτοῦ ἐδόκει· τοῦτον δὲ ὁ Ζεύς· διὰ γὰρ τὸ βασιλικὸν κατάστημαἔδοξεν ἄρτι πολύς· (ῃ. 478– 83) Τῶν δὲ βασιλικῶν εἰκόνων τὸ μέν ἐστι σεμνὸνκαὶ νοητόν· φησὶ γάρ· «ὄμματα καὶ κεφαλὴν ἴκελος Διΐ, Ἄρεϊ δὲ ζώνην, στέρνον δὲ Ποσειδάωνι». τὸ δὲ αἰσθητὸν καὶ οὐ πάνυ μὲν σεμνόν, σαφὲς δέ· λέγει γάρ· «καθὰ βοῦς ἀγέλῃφι μέγα ἔξοχος ἔπλετο πάντων, ταῦρος, ὃ γάρ τεβόεσσι μεταπρέπει ἀγρομέναις, τοῖον ἄρ' Ἀτρείδην θῆκε Ζεὺς ἤματι κείνῳἐκπρεπέ' ἐν πολλοῖσι καὶ ἔξοχον ἡρώεσσι». καὶ δοκεῖ μὲν ἐξ ὑψηλοῦ ταπεινῶσαιτὸν βασιλέα ὁ ποιητής, νῦν μὲν θεοῖς εἰκάζων αὐτὸν καὶ ταῦτα τρισί, νῦν δὲ αὖθιςταύρῳ βοῒ σεμνῶς διὰ τῆς ἀγέλης βαδίζοντι. τὸ δ' ἐστὶν οὐ τοιοῦτον, ἀλλὰ δι' ἀμφοτέρων ὑψοῖ, πῇ μὲν εἰ βούλοιτό τις ἀλληγορεῖν θειότερον εἰκάζων αὐτόν, πῇ δὲ εἰ μὴ δύναταί τις εἰς ἀλληγορίας βάθος προκύπτειν, ἀπὸ αἰσθητῶν καὶἡμῖν γνωρίμων σεμνῶν χαρακτηρίζων αὐτόν· ὅτι γὰρ σεμνὸν ζῷον ὁ ταῦροςκαὶ ἡγεμονικόν, οὐδεὶς ἀγνοεῖ. καὶ εἶχε μὲν εἰκάσαι αὐτὸν λέοντι, ὡς καὶἀλλαχοῦ· οὐκ ἦν δὲ νῦν χρήσιμον· οὐ γὰρ πρὸς ἀνδρίαν ἡ εἰκών, ἀλλὰ πρὸςἡγεμονίας σχῆμα. ἡγεμονικώτερον δὲ ταῦρος λέοντος, ὡς καὶ ὁ χρυσοῦς Δίωνμελετᾷ τὴν μὲν τοῦ λέοντος ἀρχὴν τυραννικὴν εἶναι κατασκευάζων, τὴν δὲ τοῦταύρου βασιλικήν. τὸν μέντοι Ὀδυσσέα ἐν τοῖς ἑξῆς ἀρνειῷ εἰκάζει, ὡς τὴν εἰκόνατοῦ ταύρου οἷα ὑψηλοτέραν τῷ βασιλεῖ ἀναθείς. Σημειοῦνται δὲ οἱ παλαιοί, ὡςἐκ τριῶν δαιμόνων τὸ διαπρεπὲς ἐκλεξάμενος ὁ ποιητὴς προσήρμοσε τῷβασιλεῖ, Διὸς μὲν τὸ ἡγεμονικὸν καὶ ἐποπτικὸν καὶ ὑπερανεστηκός· τοιοῦτοςγὰρ ὁ Ζεὺς οὐ μόνον ὁ ἀλληγορούμενος, ἀλλ', ὡς εἰκός, καὶ ὁ μυθικός· Ἄρεοςδὲ τὸ τῆς παντευχίας κόσμιον· ὡς γὰρ ἂν ὁ Ἄρης ὁπλισθείη, ὁ αὐτοπόλεμος, οὕτω καὶ ὁ βασιλεὺς ὥπλισται· Ποσειδῶνος δὲ τὸ εὐρύστερνον καὶ εὐσθενές· ταῦτα γὰρ τῷ Ποσειδῶνι ἐμφαίνεται μυθικῶς τε καὶ ἀλληγορικῶς εἰς τὸ τοῦὕδατος ἀναγομένῳ στοιχεῖον. τρία οὖν ὁ ποιητὴς φαίνεται τῷ βασιλεῖ προσμαρτυρῶν τὸ ἀξιωματικόν, τὸ πολεμικὸν καὶ τὸ γεραρόν, [ὃ καὶ αὐτὸ πρέπονἐστὶ μάλιστα βασιλεῖ, ὡς δηλοῦται καὶ ἐν τῷ «οὐδ' οὕτω γεραρόν· βασιλῆϊ γὰρἀνδρὶ ἔοικε».] Τὴν δὲ βασιλικὴν θειότητα δηλοῖ καὶ τὸ «θεός, θεός», ὃ κατὰτὸν Παυσανίαν ταῖς ἀρχαῖς οἱ παλαιοὶ ἐπέλεγον ἐπιφημιζόμενοι. Αἴλιος δὲ Διονύσιός φησιν, ὅτι καὶ ἐν ἱεροποιΐαις καὶ ἄλλαις πράξεσι τὸ «θεός, θεός» ἐπελέγετο. ἐν δὲ ἑτέρῳ ῥητορικῷ Λεξικῷ φέρεται καί, ὅτι παντὸς ἔργουἀρχόμενοι ἔλεγον θεός, θεός. Φασὶ δὲ οἱ παλαιοὶ καί, ὅτι γραφεῖς μὲν τὸ ἀληθὲςμεταδιώκουσιν· ἀκριβοῦν γὰρ οἱ ζωγράφοι τὰ μιμήματα θέλουσι· τραγικοὶ δὲ τὸσεμνότερον· ὑψοῦσι γὰρ τὰς τῶν πραγμάτων περιπετείας· κωμικοὶ δὲ τὸἔλαττον· οὐδὲν γὰρ ἡρωϊκὸν παρ' αὐτοῖς, ἀλλὰ χάριν γέλωτος εὐτελείας ἡκωμῳδία στοχάζεται. ταῦτα δὴ πάντα παρὰ τῷ ποιητῇ εὕρηται. κωμῳδῶνμὲν γὰρ καταρριπτεῖ τὸν Θερσίτην, νῦν δὲ τῷ βασιλεῖ μεγαλοπρεπεστέραν ὄψιντῆς ἀληθινῆς ἀναπλάττει, ἐν οἷς δὲ διασκευάζει θυτικῶς μιμεῖται τὴν γραφικήν. (ῃ. 479) Ζώνην δὲ ἐνταῦθα τὴν πολεμικὴν εἶπεν ὅλην ὅπλισιν ἀπὸ μέρους τῆςζώνης, περὶ ἧς ἐν τοῖς ἑξῆς ῥηθήσεται. τοιούτῳ δέ τινι λόγῳ ἔοικε φθάσας καὶγυναῖκα εὔζωνον εἰπεῖν τὴν εὐκόσμητον, ἀπὸ μέρους τῆς ζώνης τὸν ὅλον ἐμφήναςκαλλωπισμόν. [Ἐοίκασι δὲ φιλοτίμως αἱ πάλαι γυναῖκες ἔχειν τοῦ ζώνυσθαι. Ἀντύλαν γοῦν πόλιν φασίν, ὡς ἱστορεῖ Ἀθήναιος, οὐ μακρὰν οὖσαν Ἀλεξανδρείας φορολογεῖσθαι τοῖς τότε βασιλεῦσιν Αἰγυπτίοις τε καὶ Πέρσαις εἰςζώνας ταῖς γυναιξί.] (ῃ. 480) Τὸ δέ «μέγ' ἔξοχος πάντων» γενικὴν ἔσχεσύνταξιν διὰ τὴν ἐν λέξει ὑπεροχήν· ὑπέρθεσιν γὰρ δηλοῖ τὸ μέγα ἔξοχος. ποιεῖ δὲ Ὅμηρος τοῦτο καὶ ἐν τῷ «δῖος Ἀχαιῶν» καὶ «ἀριδείκετος ἀνδρῶν» καὶ «δῖα γυναικῶν». τοιοῦτον δὲ καὶ τὸ κορυφαῖος χοροῦ· ὑπέρθεσις γὰρ καὶτούτοις ἐμφαίνεται διά τε τὸν Δία ὑπερφέροντα τῶν λοιπῶν θεῶν, διά τε τὴνκορυφὴν ὑπερκειμένην τοῦ σώματος, διά τε τὴν τοῦ ἀρί ἐπιρρηματικοῦ μορίουἐπίτασιν. αἱ δὲ ὑπερθέσεις φιλοῦσι τὴν γενικὴν σύνταξιν. (ῃ. 481) Τὸ δὲταῦρος πρὸς διαφορὰν εἴρηται, ἵνα κήλων βοῦς νοηθῇ, ὃς μεταπρέπει ταῖςβουσίν, ἤγουν ἐπῆρται καὶ ἐκπρεπής ἐστι. Τὸ δὲ μεταπρέπειν καὶ ἐκπρέπεινλέγεται, ὡς δηλοῖ τὸ ἐκπρεπέα ἐν πολλοῖς. δῆλον δὲ ὅτι ἐν τῷ «βοῦς ταῦρος» γενικὸν μὲν ὄνομα ὁ βοῦς, ὁ ταῦρος δὲ εἰδικόν. Ὅτι δὲ ταῦρος λέγεται ὡςοἷόν τις γαῦρος [ἢ ὡς τείνων τὴν οὐράν, λόγῳ ἰδιότητος, ἐξ οὗ τείνειν ταῦροςκαὶ τὸ ὑπὸ τὸν ὀσχεόν, ὅθεν καὶ λάσταυρος ὁ λάσιος τὸν τοιοῦτον ταῦρον,] καὶὅτι καὶ κύριον ὄνομά ἐστιν ὁ Ταῦρος, ὡς καί, ᾧ ἐμοιχᾶτο ἡ Πασιφάη, καὶ ὄροςδέ, οὐ μόνον οὗ μέρος καὶ ὁ Κράγος, ἀλλὰ καὶ πρόσβορον εὐφοροῦν βαλάνοις, ὅθεν [αἱ περι] ᾳδόμεναι Ταυρικαὶ πρόσοδοι, καὶ ὅτι καὶ ἔθνος βόρειον οἱ Ταῦροικαὶ ὅτι ταυροπόλος Ἄρτεμις, οὐ μόνον ἀπὸ τοῦ ἔθνους τῶν Ταύρων, ἀλλὰ καὶἀπὸ τοῦ ζῴου, ἐξ οὗ καὶ ταυρηδὸν ἐμβλέπειν τὸ θυμικῶς ἐντρανίζειν καὶἀταυρώτη γυνή, ἡ ἄζυξ, δηλοῦσιν οἱ παλαιοί. (ῃ. 484– 93) Ὅτι ἔστιν ὅτε ὁποιητὴς κατὰ ποσά τινα διαστήματα ἐγκόπτει τὸν λόγον τῇ Μούσῃ καὶ ὡς ἐξὑπαρχῆς αὖθις αὐτὴν ἀξιοῖ εἰπεῖν ὅπερ αὐτὸς ἐθέλει. ποιεῖ δὲ τοῦτο, ἡνίκα πραγμάτων ἐντύχῃ μεγέθει καὶ πλήθει, αὔξων καὶ οὕτως ἐκεῖνα καὶ ἐνδεικνύμενοςὡς οὐκ ἄνευ θεοῦ καὶ μουσικῆς ἐπιπνοίας ἀφηγηθήσονται· ἢ καὶ ἄλλως ποιεῖτοῦτο, ὅτε ἡ μὲν ἀκολουθία τῶν ἑξῆς ἐθέλει ἔχεσθαι, ὁ δὲ ποιητὴς ἢ ὁ φιλομαθὴς ἀκροατὴς ἐπ' ἄλλο γλίχεταί τι τραπῆναι τὸν λόγον, μέγα ὂν καὶ αὐτὸκαὶ ἱστορίας ἄξιον. ὡς καὶ ἐνταῦθα ἡ μὲν ἀκολουθία ἤθελε μετὰ τοὺς περὶἈγαμέμνονος λόγους εὐθὺς κεῖσθαι τὸ «Τρωσὶ δ' ἄγγελος ἦλθε ποδήνεμοςὠκέα Ἶρις» καὶ τὰ ἑξῆς τοῦ τέλους τῆς Βοιωτίας· ὁ δὲ ποιητὴς ἐπεισόδιόν τιἐξευρὼν ἀξιοῖ τὰς Μούσας νεῶν ποιῆσαι κατάλογον καὶ ἡγεμόνων Ἑλληνικῶν. φησὶ γοῦν· «ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματ' ἔχουσαι, οἵ τινες ἡγεμόνες Δαναῶν καὶ κοίρανοι ἦσαν· πληθὺν δ' οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδ' ὀνομήνω, οὐδ' εἴ μοι δέκα μὲν γλῶσσαι, δέκα δὲ στόματ' εἶεν, φωνὴ δ' ἄρρηκτος, χάλκεονδέ μοι ἦτορ ἐνείη, εἰ μὴ Ὀλυμπιάδες Μοῦσαι Διὸς αἰγιόχοιο θυγατέρες μνησαίαθ', ὅσοι ὑπὸ Ἴλιον ἦλθον. ἀρχοὺς αὖ νηῶν ἐρέω, νῆάς τε προπάσας». ἔστι δὲ ὃ λέγειτοιοῦτόν τι. Ἐνθύμιόν ἐστί μοι ἀναπαύσαντι τὸν λόγον, ὦ Μοῦσαι, νεῶν τεἙλληνικῶν κατάλογον ποιῆσαι καὶ τοὺς Ἕλληνας δὲ ὀνομάσαι, ἐὰν ὑμεῖς ἐμπνέητέ μοι. ἀλλὰ τούτων τὸ μὲν δυναίμην ἄν, τὸ τὰς νῆας δηλαδὴ καταλέξαικαὶ ἐκφωνῆσαι ἐξ ἐπιπνοίας ὑμῶν, τὸ δὲ ἕτερον, τὸ τοὺς Ἕλληνας ὀνομάσαι, πῇ μὲν ἔχοιμι ἂν ποιῆσαι, πῇ δὲ οὔ. τοὺς μὲν γὰρ ἀρχούς, εἴτ' οὖν ἡγεμόνας τῶνἙλλήνων, ἐρῶ πρὸς ὄνομα ὑποφητεύων ἐπιπνεούσαις ὑμῖν· τὴν δὲπληθὺν ὑμεῖς μὲν ἐρεῖτε ἂν καὶ ὀνομάσητε– θεαὶ γάρ ἐστε– ἐγὼ δὲ οὐκ ἂνμυθήσομαι οὐδὲ ὀνομήνω, ἤγουν ἐξ ὀνόματος εἴπω, οὐδ' εἰ τάδε μοι καὶ τάδεγένοιτο καὶ πολλαπλασίων, φασίν, ἐμαυτοῦ γένωμαι. φύλλων γὰρ ἢ ἀνθέωνἐαρινῶν ἢ ψάμμου, οἷς οἱ Ἕλληνες εἰκάζονται, καὶ τὸ μέτρον οὐ περιληπτὸνκαὶ τὸ ἕκαστον ὀνομάζειν ὁμοίως ἀδύνατον ἀνθρώπῳ γε ὄντι μοι. ὑπισχνεῖταιοὖν διὰ τούτων ὁ ποιητὴς νεῶν μὲν κατάλογον ποιῆσαι καὶ τοὺς αὐτῶν ἡγεμόναςἱστορῆσαι πρὸς ὄνομα [δίκην ὑποβολέως,] ἐὰν αἱ Μοῦσαι συλλαμβανόμεναιπροβάλλωσιν αὐτῷ ταῦτα, ἵνα ἐκεῖναι μὲν λαλῶσιν αὐτῷ, αὐτὸς δὲ τοῖς λοιποῖς· τὴν δὲ πληθὺν ἐᾶσαί φησι, διότι οὐκ ἂν ὑποφητεύειν καὶ εἰς τοῦτο ταῖς Μούσαιςἀρκέσειεν· ἥ τε γὰρ γλῶσσα μία οὖσα ναρκήσειεν ἄν, ἀποκάμοι δὲ καὶ τὸ στόμα· ῥαγήσεται δὲ καὶ ἡ φωνὴ καὶ ἡ ψυχὴ ἀνεθήσεται. τὸ τοίνυν τὴν πληθὺν ὀνομάσαι, πάνυ ὂν μεῖζον τοῦ τοὺς ἡγεμόνας εἰπεῖν, ταῖς μὲν Μούσαις ὡς θεαῖς δυνατὸνεἶναί φησιν, ἑαυτῷ δὲ ἀδύνατον. διὸ καὶ προαναφωνεῖ μὴ ἂν ὀνομάσαι τὴνπληθύν, καθὰ τάς τε νῆας καὶ τοὺς ἡγεμόνας. Καίτοι κατὰ τὴν τῶν παλαιῶνἐπιβολὴν εἶπε τρόπον τινὰ καὶ περὶ τοῦ πλήθους. ἐπεὶ γάρ, φασί, περὶ μὲν τοῦ Φιλοκτήτου ἐν τοῖς ἑξῆς εἶπεν ἐκ πεντήκοντα ἐρετῶν εἶναι τὰς αὐτοῦ νῆας, περὶδὲ Βοιωτῶν, ὅτι ἐξ ἑκατὸν εἴκοσιν αὐτοῖς ἑκάστη ναῦς, δῆλός ἐστιν ἐμφῆναιβουλόμενος τὴν πληθὺν ἐκ τῆς ἀμφοῖν τούτων συνθέσεως. Ἔστι γὰρ κατὰ τὸν Θουκυδίδου κανόνα τὸ μέσον τοῦ πλείονος καὶ ἐλάττονος λαβόντα τεκμήρασθαι, πόσοι δύνανται εἶναι τῷ ἀριθμῷ οἱ τοῦ πλήθους· ὃ καὶ ποιοῦντες οἱ Ὁμηρικοὶεὑρίσκουσιν ὑπὲρ δέκα μυριάδας συναγομένην τὴν πληθύν. ἐπεὶ γάρ, ὡς ἐν τῇ Βοιωτίᾳ δηλοῦται, αἱ νῆες ὑπὲρ χιλίας, μέσον δὲ τοῦ πεντήκοντα ἀριθμοῦ καὶτοῦ ἑκατὸν εἴκοσιν ὁ ὀγδοηκονταπέντε, πολυπλασιασθεὶς ὁ ὀγδοηκονταπέντεἐπὶ τὸν ἀριθμὸν τῶν νηῶν μετρεῖ τὸ τῶν ἐμπλεόντων πλῆθος ὑπὲρ μυριάδαςὂν δέκα, ὡς καὶ προείρηται. καὶ οὕτω δοκεῖ, φασί, καὶ περὶ τοῦ πλήθους λέγεινὁ ποιητής. πρὸς οὓς ῥητέον, ὡς οὐ ταὐτόν ἐστιν ἁπλῶς περὶ πλήθους εἰπεῖν καὶαὐτῷ τῷ πλήθει καθ' ἕνα ἕκαστον πρὸς ὄνομα ἐπεξελθεῖν. ὁ μὲν γὰρ πλήθειἐπεξιὼν ἕνα ἕκαστον λέγει, ὃ καὶ ἐπὶ τῶν ἡγεμόνων ποιεῖ ὁ Ὅμηρος τοῖς καθ' ἕκαστον ἐπεξερχόμενος λεπτομερῶς· ὁ δὲ ἁπλῶς περὶ πλήθους λέγων παχύτερόνπως λέγει καὶ οὐ διευκρινεῖ. Οὕτως οὖν καὶ ἐνταῦθα ὁ ποιητὴς τοὺς μὲνἡγεμόνας ὀνομάζων καταλέγει, τὴν δὲ πληθὺν οὐδὲ ἀριθμεῖ γοῦν φανερῶς. εἰ δὲ καὶ ἀριθμεῖν δοκεῖ κατὰ τὴν ῥηθεῖσαν Θουκυδίδειον μέθοδον, ἀλλ' ἕτερον τὸ περὶ ἑκάστων εἰπεῖν καὶ ἕτερον τὸ ἀριθμῆσαί τινας. τὸ μὲν γὰρδηλοῖ, τίνες, τὸ δέ, πόσοι. πολὺ δὲ διαφέρει τὸ τίνες εἰπεῖν καὶ τὸ ὁπόσοι. τὸμὲν γὰρ τίνες διεξοδικώτερον καὶ δυσχερέστερον ἅτε καὶ γένους μεμνημένον καὶτύχης καὶ ἐπιτηδευμάτων καὶ τοιούτων τινῶν· τὸ δὲ ὁπόσοι συνεπτυγμένονἐστὶ καὶ εὐχερές· διὸ τοὺς μὲν ἡγεμόνας ἔχει εἰπεῖν οὐ μόνον ὁπόσοι, ἀλλὰ καὶτίνες, ἐὰν αἱ Μοῦσαι συλλάβοιντο· τὴν δὲ πληθύν, τίνες μέν, οὐκ ἂν ἔχοι εἰπεῖνοὐδὲ σὺν αὐταῖς ταῖς Μούσαις, κἂν ὑπὲρ φύσιν αὐτὸν διάθωνται· μόνον δὲ τὸὁπόσοι εἰσὶν ἐρεῖν ἂν ὑπισχνεῖται, ἐὰν αἱ Ὀλυμπιάδες, ἢ κατὰ Ζηνόδοτονβαθύκολποι, Μοῦσαι μνήσωσιν, ἤτοι ἀναμνήσωσιν αὐτόν, αἱ τῆς Μνημοσύνηςκαὶ τοῦ Διὸς θυγατέρες. τῷ ὄντι γὰρ Μουσῶν ἔργον ἤτοι λογιωτάτης ἐφόδουκαὶ γνώσεως τὸ διὰ τῆς ῥηθείσης μεθόδου τὸ τῶν Ἑλλήνων πλῆθος ἐμφῆναι. Συνακτέον οὖν, ὅτι δύο τούτων ἄρτι προκειμένων ἐν τῷ Καταλόγῳ, τοῦ τοὺςἡγεμόνας εἰπεῖν καὶ τοῦ τὴν πληθύν, τοὺς μὲν ἡγεμόνας φησὶν εἰπεῖν καὶ τίνεςεἰσὶ καὶ πόσοι, ἐὰν αἱ Μοῦσαι συλλαλῶσι, τὴν δὲ πληθὺν ἤτοι ἑκάστους, ὡςαὐτὸς ἐν τῇ γάμμα ῥαψῳδίᾳ φησί, τίνες μέν εἰσι, μὴ ἂν εἰπεῖν, κἂν αὐταὶλαλῶσιν αἱ Μοῦσαι, πόσοι δέ εἰσιν, ἀλλ' αὐτὸ τοῦτο καὶ μόνον εἰπεῖν. ἐπεὶ οὐπάντῃ πάντως ἀμήχανον, ἐὰν αἱ Μοῦσαι μνήσαιντο, ἤτοι ἀναμνήσωσιν, ὃ καὶποιεῖ διὰ τῆς προρρηθείσης μεθόδου. (ῃ. 492) Ὅρα δὲ τὸ μνησαίατο ταὐτόνπως ὂν τῷ διδάξαιεν, ὡς δοκεῖν τοὺς εἰπόντας τὰς μαθήσεις ἀναμνήσειςἐντεῦθεν λαβεῖν τὴν ἀρχήν. Ἰστέον δὲ ὅτι οὐ βούλεται ὁ ποιητὴς οὐδὲ ἐγχειρεῖμυθήσασθαι καὶ ὀνομάσαι τὴν πληθὺν διά τε τὸ ἀδύνατον, ὅπερ καὶ αὐτὸς εἶπε, καὶ διότι δὲ οὐκ ἂν τοσούτων ὀνομάτων ἠδυνήθη εὐπορῆσαι πλάσεως, ἔτι δὲκαὶ διὰ τὸ τοῦ πράγματος ἄκαρπον καὶ εἰκαῖον καὶ ἀκερδὲς καὶ εὐπεριφρόνητοντοῖς ἐντυγχάνουσι διὰ τὸ ἀλυσιτελές· σοφὸς γὰρ ὢν κατεστοχάσατο τοῦμέλλοντος. καὶ ἔγνω μὴ ἂν τοὺς ἀκροατὰς ἐθέλειν ἐγκύπτειν τῷ τοιούτῳ αὐτοῦπονήματι διὰ τὸ μηδὲν αὐτόθεν ἔχειν κερδαίνειν, ὅπου γε καὶ τὴν Βοιωτίαν, τουτέστι τὸν Κατάλογον τῶν νεῶν, οἱ πολλοὶ περιφρονοῦσι διὰ τὰ τῶν ἡγεμόνων, φασίν, ὀνόματα καί, διότι οὐκ ἔχει κίνησίν τινα ἡρωϊκήν. καὶ μὴν ἄλλωςπεποίκιλται θαυμασίως καὶ ὁ τοιοῦτος ὅλος τόπος ἱστορίαις τε καὶ τοπογραφίαις καὶ γενεαλογίαις καὶ ἑτέροις τοιούτοις, ὡς προϊοῦσι γνωσθήσεται. Ἰστέον δὲ καὶ ὅτι Ζηνοδότου βαθυκόλπους, ὡς εἴρηται, τὰς Μούσας μεταγράψαντος μὴ ἀρεσκόμενοι οἱ παλαιοί φασιν, ὅτι οὐδὲ γυναῖκας Ἑλληνίδαςβαθυκόλπους εἶπεν ὁ ποιητής. (ῃ. 491) [Ἔτι ἰστέον καὶ ὅτι τε τὸ ὈλυμπιάδεςΜοῦσαι διχῶς νοεῖται· ἢ γὰρ αἱ Ὀλύμπια, ὡς ἐρρέθη, δώματα ἔχουσαι ἢ αἱ τοῦ Ὀλυμπίου Διὸς θυγατέρες τύπῳ πατρωνυμικῷ, καθὰ καὶ Πελιάδες αἱ τοῦ Πελίου καὶ Ἡλιάδες αἱ τοῦ Ἡλίου, καὶ ὅτι Ἕρμιππος κατὰ τὴν δειπνοσοφιστικὴνἱστορίαν παίζων παρασύρει τὸ «ἔσπετε νῦν μοι» καὶ ἑξῆς ὅλον τὸν στίχον εἰςτὰ ἑαυτοῦ. καὶ ἐρωτήσας ὁπόσα ἐν ἀνθρώποις ἀγαθά, ἐξ οὗ ναυκληρεῖ φησι Διόνυσος ἐπὶ οἴνοπα πόντον, καταλέγει ἀστείως πρὸς ἄλλοις, ὡς ἤγαγε παρὰ Περδίκκου ψεύδεα ναυσὶ πάνυ πολλαῖς καὶ ὡς αἱ Συράκουσαι σῖτον καὶ τυρὸνπαρέχουσι καὶ ἕτερά τινα τοιαῦτα. ἔνθα ὅρα τὸ «ψεύδεα ναυσὶ πάνυ πολλαῖς» παραξεσθὲν ἐξ Ὁμήρου φαμένου ἐν τοῖς ἑξῆς δυνατὸν εἶναι ὀνείδεα μυθήσασθαι, ὅσα οὐδ' ἂν ἑκατόνζυγος ναῦς ἄροιτο· καὶ ὅτι κείμενον μετὰ τὸ «ἔσπετε νῦνμοι Μοῦσαι»] τὸ «ὑμεῖς γὰρ πάρεστέ τε ἴστε τε πάντα· ἡμεῖς δὲ κλέος οἷονἀΐομεν οὐδέ τι ἴδμεν», λεχθείη ἂν ὑπὸ τῶν ἀκοῇ τι παρειληφότων πρὸς τοὺς μονας καὶ αὐτόπτας τοῦ πράγματος. [Ἔνθα ὅρα κάλλος ἐν τρισὶ ῥήμασι καὶδυσὶ συνδέσμοις καίριον καὶ φυσικὸν καὶ γοργόν, οὐ μὴν περίεργον καὶἐπιτετηδευμένον κατὰ τὰ ὕστερον· τοιοῦτον γὰρ πάντως τὸ «θεαί ἐστε πάρεστέτε ἴστε τε». ὁ μέντοι γράψας πρὸς ἀστεϊσμὸν τὸ «νάρκη πνικτή, πέρκη σχιστή, τευθὶς σακτή», ταὐτὸν δ' εἰπεῖν κατὰ τοὺς ἰδιωτίζοντας παραγεμιστή, «γλαύκουπροτομή, γόγγρου κεφαλή», ἔτι δὲ καὶ ὁ παρισώσας τὸ «τυρὸς ξηρός, τυρὸςκοπτός, τυρὸς ξυστός, τυρὸς τμητός» καὶ ὅσα δὲ ἄλλα τοιαῦτα– μυρία δέεἰσιν ἐκεῖνα– καλλωπίζουσι μὲν γοργῶς καὶ εὐρύθμως, οὐ μὴν σεμνῶς καὶφύσει καθ' Ὅμηρον.] (ῃ. 488– 90) Τὸ δέ «οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδ' ὀνομήνω», ἢ ἁπλῶς εἴπω καὶ διηγήσωμαι, «οὐδ' εἴ μοι δέκα μὲν γλῶσσαι», ὡς καὶ προεγράφη, «δέκα δὲ στόματα εἶεν, φωνὴ δ' ἄρρηκτος, χάλκεον δέ μοι ἦτορ ἐνείη» ἐπὶ πραγμάτων μεγάλων ἁρμόζει, ἃ μόλις ἄν τις ἀφηγήσηται. (ῃ. 490) Σημείωσαι δὲ ὅτι τὸ «φωνὴ δ' ἄρρηκτος» εἴη, δέδωκεν ἀφορμὴν τοῖς Στωϊκοῖς τοῦσῶμα λέγειν τὴν φωνήν· σωμάτων γὰρ εἶναι δοκεῖ τὸ ῥήγνυσθαι. εἰ γὰρ καὶ ὁ Πλάτων οὐ σῶμα λέγει αὐτὴν εἶναι, ὡς ἐν τῷ γίνεσθαι τὴν ὕπαρξιν ἔχουσαν, μετὰ δὲ τοῦτο μὴ ὑφισταμένην, ἀλλ' οἱ τῆς Στοᾶς σῶμα ἔλεγον τὴν φωνὴν διὰτὸ δραστικὸν αὐτῆς καὶ παθητικόν. δρᾷ μὲν γάρ, φασίν, ἀκουομένη· πάσχει δὲἀνιεμένη καὶ ἐπιτεινομένη. ἔτι δέ, φασί, σῶμά ἐστιν ἡ φωνὴ καὶ διότι πίπτειὑπὸ αἴσθησιν, τὴν ἀκοὴν δηλαδή, ἔτι δὲ καὶ διὰ τὴν ἀντιτυπίαν· ἀντιτυπεῖγὰρ προσπίπτουσα ταῖς ἀκοαῖς. (ῃ. 489 ς.) Ὅρα δὲ καὶ ὅτι δέκα γλωσσῶν καὶστομάτων τοσούτων μνησθείς, οἷς συμμερίζοιτο ἂν καὶ ἡ φωνή, τὸ ἦτορ ἑνικῶςεἶπεν· ἐπεὶ καὶ ὁ μῦθος μόρια μὲν σωματικὰ πολλάκις πληθύνει, ὡς δηλοῦσικαὶ οἱ Ἑκατόγχειρες καὶ τὰ πολυκέφαλα τέρατα, ἐπὶ δὲ ψυχῆς οὐδὲν τοιοῦτονἐτερατεύσατο, ὡς πλάσασθαί τινα καὶ πολύψυχον. ἡ μέντοι τραγικὴ εὐχὴ ἡ θέλουσα φωνήεντα γενέσθαι πολλὰ τῶν μορίων τοῦ σώματος, τῆς Ὁμηρικῆςταύτης ἀσφαλείας τε καὶ σεμνότητος πολὺ ἐκπέπτωκεν, ὁρμᾶται δέ πως ἐκ τοῦμύθου τοῦ κατὰ τὸν Ἄργον· εὔχεται γὰρ ἡ τραγικὴ Ἑκάβη μονονουχὶ στόμασι κατατετρῆσθαι πολλοῖς, ὥς που καὶ ὁ Ἄργος τοῖς ὄμμασιν. [Ἰστέον δὲ ὅτι παρὰ τὸ δέκα μὲν στόματα καὶ ἑξῆς πέπαικταί τινι παλαιῷ ὡς ἐκ προσώπου λίχνουτὸ «ἀλλ' ἀδύνατα βούλομαι· οὔτε στόματα γὰρ οὔτε χείλη πέντ' ἔχω». γλυκύτερονδὲ τὸ τοῦ παρῳδοῦ Μάτρωνος· «πῶς ἂν ἔπειτα πλακοῦντος ἐγὼ θείου μην; οὐδ' εἴ μοι δέκα μὲν χείλη, δέκα δὲ στόματ' εἶεν, γαστὴρ δ' ἄρρηκτος, χάλκεον δέ μοι ἦτορ ἐνείη». παρῴδηται δὲ τὸ «πῶς ἂν ἐγώ» καὶ ἑξῆς ἐξ Ὀδυσσείας· «πῶς ἂν ἔπειτ' Ὀδυσσῆος ἐγὼ θείοιο λαθοίμην».] (ῃ. 493) Ἐν δὲ τῷ «νῆας προπάσας» ἢ περιττὴ ἡ ˉπˉρˉο πρόθεσις ἢ τὸ διόλου καὶ ἐνταῦθα δηλοῖ. Ἐν δὲ τῷ «ἀρχοὺς νηῶν ἐρέω νῆάς τε προπάσας» ὁ σκοπὸς τῆς Βοιωτίας κεῖταικατὰ λόγον προαναφωνήσεως ἤτοι προεκθέσεως· τέλος γὰρ αὐτῆς νηῶν τε καὶἀρχηγῶν κατάλογος, ὡς αὐτίκα φανήσεται. καὶ ὅρα τὸ «ἀρχοὺς αὖ νηῶν ἐρέω». διὰ γὰρ τοῦ ἐρέω ἐκφαίνει ἀριδήλως, ὅτι ὑποφητεύει ταῖς Μούσαις ὑποβολέωςδίκην καὶ αὐταὶ μὲν ᾄδουσιν ἢ ἐννέπουσιν αὐτῷ, αὐτὸς δὲ τοῖς Ὁμηρίδαις ὡςοἷά τις μουσόληπτος. ὥστε ἐν τῷ «μῆνιν ἄειδε θεά» προσυπακουστέον τὸ δι' ἐμοῦ, «ὃς ἀεὶ ἐν Μούσαις εἰμί», ὃ δὴ περὶ τῶν ποιητῶν ἢ τῶν ἁπλῶς λογίων Εὐριπίδης φησί. καὶ ἐν τῷ «ἄνδρα μοι ἔννεπε Μοῦσα» συνεννοητέον τὸ «ἵναἐγὼ τοῖς ἄλλοις ἐρέω». ΚΑΤΑΛΟΓΟΣ ΝΕΩΝ Ὅτι Κατάλογος μὲν νεῶν ἤτοι ἐξαρίθμησις τὸ ἐφεξῆς τῆς παρούσης ῥαψῳδίαςἀπὸ τοῦ ἔργου ὠνόμασται, Βοιωτία μέντοι ἀπὸ μόνης τῆς προοιμιακῆςεἰσβολῆς ἐχούσης οὕτω· (ῃ. 494) «Βοιωτῶν μὲν Πηνέλεως καὶ Λήϊτος ἦρχον.» διὰ τί δὲ ἀπὸ τῶν Βοιωτῶν ἤρξατο, δηλοῦσιν οἱ παλαιοὶ λέγοντες ποιῆσαιοὕτω τὸν ποιητὴν διὰ τὸ χαρίζεσθαι ταῖς ἀνωτέρω παρακληθείσαις Μούσαις, ὧν ἐνδιαίτημα ἦν ὁ Βοιώτιος Ἑλικὼν φυλάσσων μέχρι καὶ νῦν τὴν κλῆσιν. οἱδὲ τῆς Φωκίδος εἶναι τὸν Ἑλικῶνα λέγοντες ἀκούουσιν ἐκ τῶν παλαιῶνἐνστάσεις τινάς. καὶ ἄλλως δὲ ἀπὸ τῶν Βοιωτῶν ἡ ἀρχή, διότι, φασίν, αὐτοὶμόνοι πέντε εἶχον ἡγεμόνας· τινὲς δέ, διότι πολύπολις ἡ Βοιωτία. τοῦτο δὲοὐχ' ὑγιές· καὶ ἡ Κρήτη γὰρ ἑκατόμπολις καὶ ἡ Λακωνικὴ δέ. τί οὖν μὴ ἐξαὐτῶν ἤρξατο; οἱ δέ, ὅτι ἐν Αὐλίδι πόλει τῆς Βοιωτίας ὁ ναύσταθμος γέγονετοῖς Ἀχαιοῖς· Ἕτεροι δέ, διότι ἐν μεσαιτάτῳ τῆς Ἑλλάδος κεῖται ἡ Βοιωτία· ἔστι γὰρ αὐτῇ ἐξ ἀνατολῶν μὲν Εὔριπος, ἐκ δὲ δυσμῶν Φωκίς, ἐκ βορείων Λοκρὶς καὶ ἐκ μεσημβρίας Ἀττική· κατὰ δὲ ἐνίους, διότι μέγιστον εἶχε ναυτικὸν ἡ Βοιωτία ὡς Φοινίκων ἄποικος διὰ τὸν Φοίνικα Κάδμον· καὶ διότι δέ, φασίν, Ἕλλην ὁ Δευκαλίωνος ἐν Βοιωτίᾳ ᾤκησεν ὁ τοῖς Ἕλλησι κατάρξας τῆς κλήσεως. Ἀρίσταρχος δέ φησιν ἀπὸ Βοιωτῶν ἄρξασθαι τὸν ποιητὴν οὐκἔκ τινος παρατηρήσεως, ἀλλὰ κατὰ ἐπιφοράν, ἤτοι κατά τινα φορὰν καὶ τύχηνκαὶ κατὰ τὸ ἁπλῶς ἐπιτυχόν. εἰ δὲ καὶ ἀπὸ ἄλλου ἔθνους ἤρξατο, ἐζητοῦμεν ἄν, φησί, τὴν αἰτίαν· περὶ δὲ Βοιωτῶν ζητητέον καὶ ἐν τοῖς τοῦ Περιηγητοῦ. Ἰστέον δὲ ὅτι ἡ Βοιωτία καὶ Ἀονία ἐκλήθη ποτὲ ἀπὸ τῶν κατοικούντων Ἀόνων. ἔθνος δὲ Βοιώτιον οἱ Ἄονες, ὅθεν καὶ σίδηρος Ἀόνιος ὁ Βοιώτιος, ὡς ἐν τοῖς τοῦ Περιηγητοῦ δηλοῦται. οἱ δὲ παλαιοὶ λέγουσι καὶ ταῦτα ἐνταῦθα, ὡς θαυμάσιος ὁ ποιητὴς μηδ' ὁτιοῦν μὲν παραλείπων τῆς ὑποθέσεως, πάντα δ' ἐξ ἀναστροφῆς κατὰ τὸν ἐπιβάλλοντα καιρὸν διηγούμενος, οἷον θεῶν ἔριν, Ἑλένης ἁρπαγήν, Ἀχιλλέως θάνατον· ἡ γὰρ κατὰ τάξιν, φασί, διήγησις νεωτερικὸν καὶ συγγραφικὸν καὶ ποιητικῆς ἄπο σεμνότητος. εὔκαιρον οὖν, φασίν, ἐπιθεὶς Ὅμηρος τῷ Νέστορι ῥητορείαν τὸν Κατάλογον τοῦτον ἐμνηστεύσατο, ἵνα ἐντεῦθεν γνωρισθῶσιν αἱ ἡρωϊκαὶ φρῆτραι καὶ τὰ φῦλα καὶ μὴ ἐπιταράσσοιτοἐν τοῖς ἑξῆς ἡ ἀκοὴ παρεισκρινομένων τῶν τῆς Βοιωτίας διηγημάτων. ἔτι καὶταῦτα τῶν παλαιῶν. Εἰσὶ τρεῖς ἰδέαι λόγων κατὰ Πλάτωνα, ἡ μιμητικὴ καὶδραματική, καθ' ἣν ὁ ποιητὴς συνεχῶς εὐδοκιμεῖ τοῖς ἤθεσι τῶν εἰς μίμησινὑποκειμένων προσώπων· δευτέρα ἰδέα ἡ ἀμίμητος, ὡς ἡ Φωκυλίδου καὶ Θεόγνιδος· καὶ τρίτη ἡ μικτή, ὡς ἡ τοῦ Ἡσιόδου. ἐν γοῦν τοῖς ἀμιμήτοις καὶ ψιλοῖς ἀνάγκη τὸν ποιητὴν ἐπαγωνίζεσθαι πολυτρόπως ἐπικαλλύνοντα τὴνφράσιν σχήμασι καὶ λοιπαῖς παντοίαις ἐξαλλαγαῖς, ὅπερ ἐνταῦθα τεχνησάμενοςὍμηρος τοῖς τε τῶν πόλεων ἐπιθέτοις ἐγκροαίνει καὶ τούτοις ἠκριβωμένοις· οὐ γὰρ ἀνεξέλεγκτός, φασί, νῦν περὶ χωρίων Ἑλληνικῶν διεξιών· καὶ οὕτωγλυκαίνει τὴν ποίησιν· ἐξαλλάσσει δὲ καὶ τὰ τοῦ Καταλόγου σχήματα πολυειδῶς· παρενείρει δὲ καὶ ἱστορίας παλαιοτέρας τοῦ Τρωϊκοῦ πολέμου εἰς ποικιλίαν· ἔτι δὲ καὶ εἰς ψυχαγωγίαν ἀκροατοῦ καὶ λέξεων δὲ πολυωνυμίαν ἀκριβοῖ καὶἄλλα μυρία μεθοδεύει, ὡς ἐν τοῖς κατὰ μέρος φανήσεται, δι' ὧν τὸ τῆς ἀμιμήτουἰδέας ὕπτιον ἐξανιστᾷ. οὕτω δέ, φασίν, ἡδὺς καὶ μεγαλοπρεπὴς ὁ Κατάλογος, ὥστε καὶ πόλεις ἀμφισβητοῦσαι Ὁμηρικοῖς ἔπεσιν ἐχρήσαντο πρὸς λύσιν ἔριδος. Καλυδῶνα μὲν γάρ, φασίν, Αἰτωλοῖς ὁ ποιητὴς ἐχαρίσατο ἀμφισβητοῦσι πρὸς Αἰολέας μνησθεὶς αὐτῆς ἐν Αἰτωλῶν καταλόγῳ. Ἀβυδηνοὶ δὲ Σηστὸν παρ' Ἀθηναίων ἐκομίσαντο διὰ τοῦτο τὸ ἔπος· «Καὶ Σηστὸν καὶ Ἄβυδον ἔχον καὶ δῖαν Ἀρίσβην». Μιλησίοις δὲ πρὸς Πριηνεῖς ὑπὲρ Μυκάλης διαφερομένοις εἰςνίκην ἐπήρκεσε τὰ ἔπη ταῦτα· «Οἳ δὲ Μίλητον ἔχον φθειρῶν τ' ὄρος ἀκριτόφυλλον Μαιάνδρου τε ῥοὰς Μυκάλης τ' αἰπεινὰ κάρηνα». καὶ Σόλων δὲ τὴν Σαλαμῖνα, φασίν, Ἀθηναίοις ἀπένειμε προσθεὶς ἔπος, ὅπερ ἐν τοῖς ἑξῆς δηλωθήσεται, ὅπου μνήμη τοῦ μεγάλου Αἴαντος γένηται. ὅτι δὲ καὶ πολλὰ βιβλία εἰς τὴν Βοιωτίαν ταύτην φιλοτίμως ἐπραγματεύθησαν, δηλοῦσιν αἱ ἱστορίαι. Ἰστέον δὲ καὶ ὅτι νεῶν Κατάλογος ἡ περιπέτεια ἐπιγράφεται αὕτη, οὐ μὴν καὶ ἀνδρῶν, ὡς ἐκ μέρους τῶν νηῶν δηλαδή. ἄλλως γὰρ ἐκεῖνο ποιεῖ, ὃ προέθετο, οὐ μόνοντὰς νῆας ἐξαριθμούμενος ἀλλὰ καὶ τοὺς αὐτῶν ἀρχούς, οἷς τὸ σεμνὸν οἱ ἀρχαῖοιπεριποιούμενοι γενεαλογοῦσιν αὐτοὺς μυθικώτερον. καὶ τὰ πολλὰ εἰς τὸν Δίατούτους ἀνάγουσιν ἐπαγωνιζόμενοι καὶ συγγένειαν αὐτοῖς ἀποδεῖξαι πρὸς τοὺςβασιλεῖς, ἤγουν πρὸς Ἀγαμέμνονα καὶ Μενέλαον, πλατύνοντες μὲν τὸν ἡρωϊκὸνκατάλογον, κάλλιον δέ τι Ὁμήρου ποιοῦντες οὐδέν, ἀλλ' ἢ μόνον ὀνομάτωνἀήθων φορυτῷ ἀηδίζοντες τοὺς ἐντυγχάνοντας. Παρασημειοῦται δὲ καὶ ὁ Πορφύριος τὸν Ὁμηρικὸν Κατάλογον πᾶσαν περιέχειν ἀλήθειαν ἔν τε χωρογραφίᾳ καὶ πόλεων ἰδιώμασιν ἱστορῶν καί, ὅτι νόμους τινὲς ἐξέθεντο ἀποστοματίζειντοὺς παιδευομένους τὸν Ὁμήρου Κατάλογον, ὡς καὶ ὁ Κερδίας νομοθετῶν τῇπατρίδι. λέγει δὲ καὶ ὅτι πρὸς ἄλλοις καὶ Ἀπολλόδωρος ὁ Ἀθηναῖος ἐπραγματεύσατο τὰ περὶ τοῦ Καταλόγου ἄριστα ἐν δώδεκα βιβλίοις, Μηνογένης δὲ ἐντρισὶ καὶ εἴκοσι. μετρεῖ δὲ καὶ ἡγεμόνας Ἀχαιῶν μζʹ, ὧν ιδʹ, φησίν, ἐν Τροίᾳἔθανον. (ῃ. 494– 508) Ὅτι Βοιωτῶν Πηνέλεως καὶ Λήϊτος ἦρχον, Ἀρκεσίλαός τε Προθοήνωρ τε Κλονίος τε. ἐνέμοντο δέ, φησίν, Ὑρίαν καὶ Αὐλίδα, Σχοῖνόντε Σκῶλόν τε καὶ Ἐτεωνόν, Θέσπιαν τε Γραῖάν τε καὶ Μυκαλησσὸν καὶἍρμα καὶ Εἰλέσιον καὶ Ἐρυθρὰς καὶ Ἐλεῶνα καὶ Ὕλην καὶ Πετεῶνα καιὨκαλέην καὶ Μεδεῶνα, Κώπας τε Εὔτρησίν τε καὶ Θίσβην καὶ Κορώνειαν καὶἉλίαρτον καὶ Πλάταιαν καὶ Γλίσσαντα καὶ Θήβας ἢ Ὑποθήβας καὶ Ὀγχηστὸνκαὶ Ἄρνην καὶ Μίδειαν καὶ Νῖσαν καὶ Ἀνθηδόνα. Ἐνταῦθα δὲ ὁ ποιητὴςχρᾶται κατακόρως καὶ σχήματι κάλλους, τῇ λεγομένῃ κατὰ κῶλον ἐπαναφορᾷ. ἀρξάμενος γὰρ ἀπὸ τοῦ «οἵ» ἄρθρου πληθυντικοῦ ἀρσενικοῦ ὑποτακτικοῦ, ἐπιμένει αὐτῷ, καὶ ἐπαναφέρων φησίν· «οἵ θ' Ὑρίην ἐνέμοντο, οἵ τ' Ἐλεῶν' εἶχον» καὶ πάλιν μετὰ δύο ἔπη «οἵ τε Κορώνειαν, οἵ τε Πλάταιαν καὶοἳ Γλίσσαντ' ἐνέμοντο, οἵ θ' Ὑποθήβας εἶχον». καὶ στοιβάσας ἐνταῦθασυνεχεῖς τέσσαρας ἐπαναφορὰς πάλιν μετὰ ἓν ἔπος λέγει «οἵ τε Ἄρνην ἔχον, οἵ τε Μίδειαν». καὶ οὕτω κομματικῶς, ὡς εἰπεῖν, καλλύνας τὸ τῆς Βοιωτίαςπρόσωπον ἐπάγει· «πεντήκοντα δὲ νῆες αὐτοῖς, ἐν δὲ ἑκάστῃ κοῦροι ἑκατὸν καὶεἴκοσι βαῖνον». εἴωθε δὲ οὕτω ποιεῖν καὶ ἐν τοῖς ἑξῆς Ὅμηρος καὶ μετὰ τοὺςστρατηγοὺς καὶ τὰς πόλεις τιθέναι τὸν ἀριθμὸν τῶν νεῶν. τούτων δὲ τῶνπόλεων τὰς μὲν πλείους δίχα ἐπιθέτων προάγει, τὴν δὲ Αὐλίδα πετρήεσσανλέγει, τοιαύτην ἀληθῶς οὖσαν, τὴν Ἐτεωνὸν πολύκνημον, τὴν Μυκαλησσὸνεὐρύχορον, τὴν Μεδεῶνα εὐκτίμενον πτολίεθρον, ὡς καὶ τὰς Θήβας, τὴν δὲ Θίσβην πολυτρήρωνα ὡς πολλάς, καθὰ μαρτυρεῖται, περιστερὰς ἔχουσαν, τὴνἉλίαρτον ποιήεντα, ὡς «Πύλον ἠμαθόεντα». μέμνηται δὲ αὐτῆς καὶ Δημοσθένης· τὴν Ὀγχηστὸν ἱερὸν Ποσιδήϊον ἀγλαὸν ἄλσος, τὴν Ἄρνην πολυστάφυλον, τὴν Νῖσαν ζαθέην, τὴν δὲ Ἀνθηδόνα ἐσχατόωσαν· τοῦτο δὲ οὐ δι' ἀρετὴντόπου, ἀλλὰ θέσιν· φυλάττει δὲ καὶ νῦν τοὔνομα ὡς καὶ ἡ Κορώνεια. ἐν τούτῳδὲ τῷ τόπῳ τρὶς μὲν χρᾶται τῷ ἐνέμοντο τήνδε ἢ τήνδε τὴν πόλιν, τῷ δὲ εἶχοντετράκις· ἐπὶ ἑτέρων δὲ παρακατιὼν τὸ ἔναιον λέγει. καὶ ἐν τοῖς ἑξῆς δὲ διὰτῶν τοιούτων ῥημάτων χορεύει λέγων «οἳ ἐνέμοντο» «οἳ ἀμφενέμοντο» «οἳ εἶχον» «οἳ ἔναιον». Τὰ δὲ ῥηθέντα πέντε τῶν ἀρχηγῶν ὀνόματα προληπτικῶς ἐτέθησαν, ὥς φασιν οἱ παλαιοί, παισὶν οὖσιν, ἐξ ὧν ἐπιτηδεύειν ἔμελλον. (ῃ. 494) Καὶ Πηνέλεως μὲν στρατηγικὸν ὄνομα παρὰ τὸ πένεσθαι καὶ ἐνεργεῖν περὶ λαόν, ἵναεἴη πένω Πενέλεως, καθάπερ καὶ μένω Μενέλεως. καὶ πάλιν ὥσπερ Μεθώνη Μηθώνη, Φέρης Φέρητος Φηρητιάδης, Ἄδμητος ἢ Εὔμηλος, οὕτω καὶΠενέλεως Πηνέλεως Ἀττικῶς, οὗ τὸ κοινὸν ἄχρηστον ἡρωϊκῷ μέτρῳ, ἤγουν τὸΠηνέλαος. τοιοῦτον δὲ καὶ τὸ Ἀρχέλεως ἐν Τραχινίαις. [Ἰστέον δὲ ὡς καὶ τὸ Πηνέλεως Ἀττικὸν δοκεῖ παρ' Ὁμήρῳ οἷά τι κοινὸν κεῖσθαι, σμικρῦνον τὴνλήγουσαν. καὶ ἐνταῦθα μὲν λανθάνει τοῦτο· ἐν δὲ τῷ «Πηνελέοιο ἄνακτος» ἔκδηλόν ἐστι τὸ ῥηθέν. ὡς γὰρ καλός καλοῖο, σοφός σοφοῖο, οὕτω πάντως Πηνέλεος Πηνελέοιο.] Τὸ δὲ Λήϊτος ἀριστέως ὄνομα δηλοῦν τὸν ἐκ πολέμου κτώμενον, ἀπὸ τοῦ ληΐζω, τὸ λαφυραγωγῶ, ἐξ οὗ λελῃσμένος κατὰ συναίρεσιν παρ' Εὐριπίδῃ ὁ λεληϊσμένος. [Γράφεται δὲ διὰ μόνου τοῦ ˉι διχρόνου κατὰ τὴν παραλήγουσαν ὁ Λήϊτος, οὐ μόνον ὡς ἀπὸ τοῦ ληΐζω, ἀλλὰ καὶ διὰ κανόνα τὸν οὕτωγράφοντα τὰ τοιαῦτα κύρια ὀνόματα, ἐν οἷς καὶ ὁ Μόνιτος, ὃν Ἰωνικῶς μετὰ τοῦˉυ προφέρει ὁ Λυκόφρων. καὶ ὁ Ἐπίκτιτος δὲ τὸ κύριον κατὰ τοὺς τεχνικοὺςκαὶ ὁ Θεοδώριτος.] (ῃ. 495) Τὸ δὲ Ἀρκεσίλαος ἀμυντικὸν ἤτοι βοηθητικόν· δηλοῖ γὰρ τὸν ἐπαρκοῦντα λαοῖς, ὥσπερ δὲ μνῶ μνήσω Μνησίλοχος, οὕτω καὶἀρκῶ ἀρκέσω Ἀρκεσίλαος. Τὸ δὲ Προθοήνωρ θάρσους ἔνδειξις· δηλοῦται γὰρδι' αὐτοῦ ὁ προθέων ἐν ἠνορέῃ ἤγουν ἀνδρίᾳ ἢ ὁ προθέων τῶν ἀνδρῶν ἐν καιρῷἔργου. [ἡ δὲ ἀναλογία τοῦ Προθοήνωρ κατὰ τὸ Ῥηξήνωρ, Ἀγαπήνωρ, Ἀγήνωρ, Ἐλεφήνωρ καὶ τὰ τοιαῦτα.] Τὸ δὲ Κλονίος ῥωμαλεότητος, οἱονεὶ ὁ μάχιμος καὶγενναῖος καὶ κλονῶν. παροξύνεται δὲ κατὰ τοὺς παλαιούς, καθὰ καὶ τὸ Σχεδίος, Ὀδίος, ὡς κύριον τρίβραχυ. τὰ δὲ τοιαῦτα πρὸ μιᾶς συλλαβῆς τὴν ὀξεῖανἔχουσι δίχα τινῶν ὀλίγων, ὡς καὶ ἐν τοῖς ἑξῆς ῥηθήσεται, ἅπερ εἰσὶν Ἅλιος, Ἄνιος, Κρόνιος, Ξένιος. Ἰστέον δὲ ὅτι ἐν τῇ ἀναπτύξει τῶν ῥηθέντων πέντε στρατιωτικῶν ὀνομάτων φασὶν οἱ Σχολιασταί, ὅτι τοῖς παλαιοῖς σφόδρα ἔμελετῶν πολεμικῶν. καὶ ταῦτα μὲν ἐν τούτοις. (ῃ. 496) Ἡ δὲ Ὑρία χώρα ἐστὶ πλησίον Αὐλίδος κατὰ τοὺς παλαιούς. ἦν δέ ποτε καὶ πολείδιον. ταύτην ὁκτίσας Ὑριεὺς ἐκαλεῖτο, πολίτης δὲ αὐτῆς Ὑριάτης. Ὑρία δέ, φασί, καὶ ἡκατὰ Ἰσαυρίαν Σελεύκεια. ἔστι δὲ Ὑρία καὶ περὶ Ἰαπυγίαν Καλαβρικὴ πόλις, Κρητῶν κτίσμα, ἡ λεγομένη καὶ Ὕριον οὐδετέρως, ὡς ἐν τοῖς τοῦ Περιηγητοῦ δηλοῦται. ὁ δὲ Στράβων λέγει, ὅτι Ὑρία τῆς Ταναγραίας πρότερον, ὕστερονδὲ Θηβαΐδος, ὅπου ὁ Ὑριεὺς καὶ ἡ τοῦ Ὠρίωνος μεμύθευται γέννησις. κεῖται δὲ ἐγγὺς Αὐλίδος, κτίσμα δέ ἐστι Νυκτέως. Συνεχῶς δέ, φασί, λέγει τοὺςτόπους ἐνταῦθα, ὡς κεῖνται, καθὰ καὶ ἐν τῷ «οἳ δ' Ἄργος εἶχον, Τίρυνθά τε» καὶ ἑξῆς ἕως τοῦ «Ἠϊόνας τε». ἀλλαχοῦ δὲ οὐχ' ὡσαύτως τῇ τάξει χρᾶται. Ἰστέον δὲ ὅτι τοῦ ποιητοῦ εἰπόντος «οἵ θ' Ὑρίην ἐνέμοντο» τινὲς οὐ σύνδεσμον ἐνόησαν ἐνταῦθα τὸν ˉτˉε, ἀλλὰ Θυρίην πόλιν ὑπέλαβον εἶναι. οὐκ εὖ δέ, ὥς φασινοἱ παλαιοί· ἀπὸ γὰρ Ὑριέως γενομένη οὐκ ἂν ἔχῃ τὸ ˉθ, ἀλλὰ τὸ συνδετικὸν ταῦ. οἱ δ' αὐτοὶ παράγουσι καὶ χρῆσιν Ἡσιόδου ταύτην βοηθοῦσαν τῇ δίχα τοῦ ˉθγραφῇ· «ἣν δίη Ὑρίη Βοιωτίης τρέφε κούρην». Ἡ δὲ Αὐλὶς ἀντιπέραν μὲνΕὐβοίας κεῖται φυλάσσουσα μέχρι καὶ νῦν τὸ ὄνομα. ἐκλήθη δὲ οὕτω παρὰ τὸἐκεῖ αὐλισθῆναι τὰς τῶν Ἀχαιῶν νῆας πρὸ τοῦ ἀπόπλου ἢ ἁλισθῆναι, ἤγουνἀθροισθῆναι, ἢ ἀπὸ Αὐλίδος, φασί, θυγατρὸς Εὐωνύμου, υἱοῦ Κηφισοῦ. ἔχειδέ, φασί, λιμένας ἡ Αὐλὶς τοὺς μὲν βλέποντας ἐπὶ τὴν Ἴλιον, τοὺς δὲ καταγωγοὺςἀπὸ πάσης Ἑλλάδος. διὸ καὶ ἀθροισθέντες οἱ Ἀχαιοὶ αὐτόθι ἀνέπλευσαν. ὁΣτράβων δέ φησιν, ὅτι Αὐλὶς πετρῶδες χωρίον, ἔνθα λιμὴν πεντήκοντα πλοίοις· ὥστε εἰκὸς τὸ ναύσταθμον τῶν Ἑλλήνων ἐν τῷ μεγάλῳ ὑπάρξαι λιμένι. πλησίονδ' αὐτῆς Εὔριπος ὁ Χαλκιδικός, εἰς ὃν ἀπὸ Σουνίου σταδία οʹ. ὀξύνεται δὲ ἡ Αὐλὶς ἀναλόγως διὰ τὴν παρωνυμίαν, ὡς πύλη πυλίς. τὸ δὲ βαρύτονον, ἐξ οὗκαὶ ἡ ἔπαυλις, Αἰολικόν φασιν εἶναι· βαρυντικοὶ γὰρ οἱ Αἰολεῖς. [Καὶ ἄλλωςδὲ ἡ μὲν Αὐλὶς ὡς ἐκ τοῦ αὐλίζω αὐλίσω ἔχοι ἂν ἴσως τὴν ὀξεῖαν τόνωσιν, ἡδὲ αὖλις τὴν βαρεῖαν πρὸς διαστολήν· οἷον «ἀτερπέα δ' αὖλιν ἔκυρσαν». καὶἔστιν ἡ τούτου ἀναλογία κατὰ τὸ Θέτιδα Θέτιν, Θέμιδα Θέμιν, Κύπριδα Κύπριν, ἃ δὴ πάντα καὶ βραχύνονται· ὧν πρὸς μίμησιν καὶ τὴν κνημῖδα καὶσφραγῖδα βαρύναντες οἱ Αἰολεῖς κνᾶμιν καὶ σφρᾶγιν συνεσταλμένως γράφουσι.] (ῃ. 497) Σχοῖνος δὲ ἢ ἀπό τινος ὁμωνύμου ἀνδρὸς ἢ ἀπὸ σχοίνων φυομένωναὐτόθι, καθὰ καὶ ἐν τῇ Ἀρκαδικῇ Σχοινοῦντι, διὰ τὸ ἑλῶδες τοῦ τόπου. λέγεται δὲ καὶ ἀπὸ Σχοινέως τὴν κλῆσιν σχεῖν, τοῦ πατρὸς Ἀταλάντης. ὁ δὲ Στράβων φησί· «Σχοῖνος χώρα Θηβαϊκὴ ἐν ὁδῷ τῇ ἐπὶ Ἀνθηδόνα διέχουσαΘηβῶν ὅσον πεντήκοντα στάδια. ῥεῖ δὲ ποταμὸς δι' αὐτῆς Σχοινοῦς καλούμενος». Σκῶλος δὲ ἀρσενικῶς κώμης ὄνομα καὶ ὁ ἐξ αὐτῆς Σκώλιος καὶ Σκωλιεύς. τὸδὲ σκῶλον τὸ οὐδέτερον τί ποτε δηλοῖ, ἐν τοῖς ἑξῆς ῥηθήσεται. οἱ δὲ παλαιοίφασι καί, ὅτι ὁ Σκῶλος κώμη τῆς Παρασωπίας χώρας ὑπὸ τῷ Κιθαιρῶνι ἢκατά τινας ἐν τῇ τῶν Πλαταιέων τόπος τραχὺς καὶ δυσοίκητος· ὅθεν καὶπαροιμία· «εἰς Σκῶλον μήτ' αὐτὸς εἶναι μήτ' ἄλλῳ ἕπεσθαι». καὶ Πενθεὺς δὲἐκεῖθεν, φασί, καταγόμενος διεσπάσθη ὑπὸ τῶν Βακχῶν. ἦν δὲ καὶ Ὀλυνθιακὴ Σκῶλος. [Δοκεῖ δὲ ἡ κατὰ Βοιωτίαν Σκῶλος ἐπιμεμελημένους ἄρτους ἔχειν. διὸκαὶ μεγαλάρτου φασὶν ἐκεῖ καὶ μεγαλομάζου Δήμητρος ἵδρυτο ἄγαλμα. τὸ δὲὅμοιον καὶ ἐν τῇ κατὰ Μεσαπίους Ἰαπυγίᾳ, παρ' οἷς καὶ βασιλεὺς ἦν Ἄρτος καλούμενος. καὶ Ἄρτου δέ τινος μεγάλου ἐπιλεγομένου ἑορτὴ ἐπ' αὐτῷἐτελεῖτο τὰ Μεγαλάρτια. ὡς δὲ καὶ ἀγελαῖοι ἐκαλοῦντό τινες ἄρτοι καὶ ὡς παρὰ Συρακουσίοις ἐτιμᾶτο Δημήτηρ Σιτὼ διὰ τήν, ὡς εἰκός, ἐπιμέλειαν καὶεὐφορίαν ἐκεῖ τοῦ σίτου, συνιστορεῖ καὶ Ἀθήναιος.] Ἐτεωνὸς δὲ ἐκλήθη μὲν ὕστερον καὶ Σκάρφη καλουμένη ἀπό τινος Ἐτεωνοῦ, ὃς Βοιωτοῦ μὲν ἦνἀπόγονος, πατὴρ δὲ Ἐλεῶνος. κεῖται δέ, φασίν, ἐπὶ λόφου περί που Ἀσωπὸν ῥέοντα ἐπὶ τοῦ πρὸ Θηβῶν πεδίου, καθὰ καὶ ὁ Ἰσμηνός· περὶ οὗ Ἀσωποῦ λέγει ὁ Γεωγράφος καί, ὅτι Κιθαιρὼν τελευτᾷ οὐκ ἄποθεν Θηβῶν, παρ' αὐτὸν δὲ ῥέειὁ Ἀσωπὸς κλύζων τὴν ὑπώρειαν αὐτοῦ. τὸ δὲ ἐθνικὸν τῆς Ἐτεωνοῦ Ἐτεώνιος. Πολύκνημον δὲ ταύτην λέγει ὡς ὀρεινήν· κνημοί γὰρ τὰ κάτω τοῦ ὄρους, ὡςμετὰ μικρὸν ῥηθήσεται. τινὲς δὲ ἀντὶ τοῦ πολυορίγανον· κνημὸν γὰρ Ἀργεῖοίφασι τὴν ὀρίγανον. (ῃ. 498) Ἡ δὲ Θέσπια, ἣ πρὸς τῷ Ἑλικῶνι ἔκειτο νοτιωτέρα αὐτοῦ, ἐκτείνει ἐνταῦθα τὴν παραλήγουσαν διὰ τὸ μέτρον· ἄλλως γὰρ ἐνσυστολῇ ἔχει αὐτήν. γράφεται δὲ κοινῶς διὰ τοῦ ˉι ἡ παραλήγουσα, ὡς τὸ Λάμια, Ἰάμνια. Ἡρωδιανὸς δὲ ἐν τῇ καθόλου Προσῳδίᾳ τὴν ˉεˉι δίφθογγονχαρίζεται αὐτῇ. ὁ δὲ τὰ Ἐθνικὰ γράψας παρασημειοῦται, ὅτι θαῦμα, πῶς τὸἑνικὸν διὰ διφθόγγου γράφεται, ὡς ἐντεῦθεν διφορεῖσθαι μὲν τὰ ἑνικὰ τῶν Θεσπιῶν, τὰ δὲ πληθυντικὰ διὰ μόνου διχρόνου γράφεσθαι. λέγει δὲ ὁ αὐτὸς τὰμὲν ἑνικὰ ταύτης προπαροξύνεσθαι· ἡ Θέσπια γὰρ καὶ τὰ ἑξῆς· τὰ δὲ πληθυντικὰὀξύνεσθαι· Θεσπιαί γὰρ καὶ τὰ ἑξῆς ὁμοίως. ταὐτὸ δὲ πάσχει καὶ ἡ Πλάταια, ὡς μετ' ὀλίγα ῥηθήσεται. ὅρα δὲ καὶ ὅτι ὥσπερ Ἀθήνη ἑνικῶς καὶ πληθυντικῶςκαὶ Μυκήνη καὶ Κρήτη καὶ Θήβη, οὕτω καὶ ἡ πόλις αὕτη· Θέσπια γὰρ καὶΘεσπιαὶ ἡ αὐτή. φησὶ δὲ ὁ τῶν Ἐθνικῶν συγγραφεὺς καί, ὅτι τὸ Θέσπιακαὶ ἐκτείνεται καὶ συστέλλεται παρὰ Κορίννῃ– σοφὴ δὲ τὴν ποίησιν ἡ Κόριννα– καὶ ὅτι κτίσμα ἐστὶν ἡ Θέσπια Θεσπιάδου, κατὰ δέ τινας Θεσπίου, υἱοῦ Τεύθραντος τοῦ τοῦ Πανδίονος. ἱστορεῖται δὲ Θεσπιέα εἶναι τὸν Νάρκισσον, ὃς ἦν μὲν υἱὸς Κηφισσοῦ τοῦ ποταμοῦ καὶ Λειριοέσσης νύμφης. κάλλος δὲἔχων ἀμύθητον ἐπικύψας πηγῇ τινι καὶ τῆς ἑαυτοῦ σκιᾶς ἐρασθεὶς ἔρριψενἑαυτὸν ἐκεῖ καὶ ἐναπεπνίγη τῷ ἐνόπτρῳ ὕδατι. καὶ ἡ γῆ ἀνέδωκε φυτὸνὁμώνυμον τῷ νεανίᾳ. ἐν δὲ τοῖς Ἐθνικοῖς φέρεται καὶ Θεσσαλικὴ Θέσπια καὶ Σαρδῴα. ἐν δὲ τῇ κατὰ Βοιωτοὺς ἐπίγραμμα Φιλιάδου τοῦ Μεγαρέως τοιοῦτονἐπὶ τοῖς ἀναιρεθεῖσιν ὑπὸ Περσῶν· «ἄνδρες θ' οἵ ποτ' ἔναιον ὑπὸ κροτάφοιςἙλικῶνος, λήματι τῶν αὐχεῖ Θεσπιὰς εὐρύχορος». ἱστορεῖται δὲ καὶ ὁ Πραξιτέλους Ἔρως ἐν Θεσπιαῖς εἶναι, ὃν ἔγλυψε μὲν ἐκεῖνος, ἀνέθηκε δὲ ἡ ἑταίρα Γλυκέρα ἐκεῖθεν οὖσα, λαβοῦσα δῶρον παρὰ τοῦ τεχνίτου. πολλοὶ δὲ ἀνέβαινονὀψόμενοι τὸν Ἔρωτα. ἐκεῖ δέ, φασί, καὶ ἡ Ἄσκρη δεξιὰ Ἑλικῶνος ἐφ' ὑψηλοῦ καὶ τραχέος τόπου, ἀπέχουσα Θεσπιῶν ὅσον τεσσαράκοντα στάδια. καὶ ταῦτα μὲν περὶ Θεσπιῶν. Γραῖα δέ ἐστι κατά τινας ἡ καὶ Τάναγρα, ὧν οἱπολῖται Γραῖος καὶ Ταναγραῖος· κατὰ δέ τινας οὔκ εἰσιν αἱ αὐταί, ὡς δηλοῦσινὅ τε γράψας, ὅτι Τάναγρα πόλις Βοιωτίας, ἣν Ὅμηρος Γραῖαν καλεῖ διὰτὸ πλησίον εἶναι, καὶ οἱ ἱστοροῦντες, ὅτι Ταναγραῖοι οὐκ ἐστράτευσαν εἰς Τροίαν, ὡς καὶ Εὐφορίων· «οἳ πλόον ἠρνήσαντο καὶ ὅρκιον αἰγιαλοῖο». ἐκαλεῖτοδὲ ἡ Γραῖα, εἴτε καὶ ἡ Τάναγρα, καὶ Ποιμανδρία, ὡς κεῖται παρὰ Λυκόφρονι. Ἀριστοτέλης δέ, φασί, Γραῖαν λέγει τὴν νῦν Ὠρωπόν. τὸ δὲ τῆς κλήσεως αἴτιον ἀπὸ Γραίας τῆς Μελεδῶνος. Στράβων δέ φησιν, ὅτι Γραῖα τόποςπλησίον Ὠρωποῦ, ἔνθα ἱερὸν Ἀμφιαράου καὶ μνῆμα Ναρκίσσου τοῦ Ἐρετριέως, ὃ καλεῖται Σιγηλοῦ· ἐπεὶ σιγῶσιν οἱ παριόντες ἐκεῖ· τὴν δὲ αἰτίαν οὐ λέγει. τινὲς δὲ τὴν αὐτήν φασι τῇ Τανάγρᾳ τὴν Γραῖαν. καλοῦνται δέ, φησί, καὶ Γεφυραῖοι οἱ Τανάγριοι. λέγει δὲ καί, ὅτι τῷ ἐκ Θηβῶν εἰς Ἄργος ἀπιόντι ἐν ἀριστερᾷ ἡ Τάναγρα καὶ ὅτι νῦν μόνη συνέστηκε τῶν Βοιωτικῶν πόλεωνΤάναγρα, τῶν δ' ἄλλων ἐρείπια καὶ ὀνόματα λέλειπται. Μυκαλησσὸς δὲμεσογεία πόλις Βοιωτίας κειμένη καὶ παρὰ Θουκυδίδῃ. καλεῖται δὲ οὕτως ἢ ἀπὸτοῦ ἐκεῖ γεγονυίας τὰς Γοργόνας μυκήσασθαι ἢ ἀπὸ τῆς βοός, ἥτις τὸν Σύριον Κάδμον καὶ τοὺς σὺν αὐτῷ ποδηγήσασα εἰς Θήβας ἐνταῦθα ἐμυκήσατο. ἔστι δὲκαὶ ἑτέρα Μυκαλησσὸς Καρική· ἔνθα Μυκαλέως Διὸς λαμπρὸν ἱερόν. καὶ ὄροςδὲ Μυκαλησσὸς ἐναντίον Σάμου. τῆς δὲ Μυκαλησσοῦ ὁ πολίτης Μυκαλήσσιος. ἡ μέντοι Μυκάλη ἑτέρα ταύτης ἐστίν, ὡς προϊοῦσι φανήσεται. ὁ δὲ Στράβων λέγει, ὅτι Μυκαλησσὸς κώμη Ταναγρικὴ κειμένη παρ' ὁδὸν τὴν Θήβηθεν εἰς Χαλκίδα. καλοῦσι δέ, φησίν, αὐτὴν Βοιωτικῶς Μυκαληττόν. (ῃ. 499) Ἅρμα δὲ κώμη τιςπλησίον Μυκαλησσοῦ, ἀλλὰ καὶ δῆμος ἔχων φρούριον ὀχυρὸν ὅμορόν φασι τῇ Ταναγρικῇ, οὗ ὁ πολίτης Ἁρματεύς. ἐκλήθη δέ, φασίν, οὕτως ἤ, διότι ἐκεῖ κατεάγη τὸ τοῦ Ἀδράστου ἅρμα ἢ ἀπὸ τοῦ ἅρματος Ἀμφιαράου καταφυγόντος ἐκεῖ καὶ μὴ ἐκδοθέντος τοῖς διώκουσιν. ἐκαλεῖτο δὲ ἀπὸ τοῦ αὐτοῦ καὶ λουτρὰἈμφιαράου. ἔστι δέ, φασί, καὶ τῆς Ἀττικῆς τόπος ἐν Πάρνηθι Ἅρμακαλούμενος, κείμενος περὶ τὴν οὕτω καλουμένην Φυλήν. τὸ δὲ παροιμιῶδες τὸ» ὁπότ' ἂν ἀστράψῃ δι' Ἅρματος», ἤγουν ὀψέ ποτε καὶ διὰ χρόνου ἀδήλου, τοῦἈττικοῦ Ἅρματος μέμνηται ἢ μᾶλλον τοῦ Βοιωτικοῦ. φασὶ δὲ καὶ ὡς ἀστραπὴν ἐσημειοῦντο κατά τινα χρησμὸν οἱ Πυθαϊσταὶ βλέποντες ἐπὶ τὸ τοιοῦτονἍρμα. καὶ ὅτε ἤστραψεν, ἔπεμπον θυσίαν εἰς Δελφούς. ἐτήρουν δὲ ἐπὶ τρεῖςμῆνας καὶ καθ' ἕκαστον μῆνα ἐπὶ τρεῖς ἡμέρας καὶ νύκτας ἀπὸ τῆς ἐσχάρας τοῦἀστραπαίου Διός. Περὶ δὲ Εἰλεσίου, οὗ ὁ πολίτης Εἰλεσιεύς, καὶ περὶ Ἐλεῶνοςκατωτέρω ῥηθήσεται. Ἐρυθραὶ δέ εἰσι μὲν καὶ Ἰωνίας καὶ Λιβύης καὶΛοκρίδος, καὶ Κύπρου δέ, ἥτις ἐστί, φασίν, ἡ νῦν Πάφος, ἰδοὺ δὲ καὶ Βοιωτίας. ἱστορεῖται δέ τις Ναυκράτης Ἐρυθραίηθεν Ὅμηρον ὑπομνηματίσαι. Ἀπίωνμὲν οὖν καὶ Ἡρόδωρος ὀξύνουσι τὴν λέξιν λέγοντες Ἐρυθράς ὡς καλάς. ἕτεροι δέ φασιν, ὅτι Ἐρύθραι μὲν βαρυτόνως αἱ τῆς Βοιωτίας ἀπὸ Ἐρυθροῦ, υἱοῦ Ποσειδῶνος καὶ Ἀμφιμεδούσης θυγατρὸς Δαναοῦ, κεῖνται δὲ ὑπὸ τὸν Κιθαιρῶνα· Ἐρυθραὶ δὲ ὀξυτόνως αἱ τῆς Ἰωνίας, ὧν μέμνηται ὁ Γεωγράφοςεἰπών, ὅτι μεταξὺ Ἐρυθρῶν καὶ τῶν Ὑποκρήμνων Μίμας ὄρος ὑψηλὸν εὔθηρον καὶ πολύδενδρον. λέγει δὲ ὁ αὐτὸς καί, ὅτι τῶν Ἐρυθρῶν τούτων ἄποικοι αἱἸωνικαί. (ῃ. 500) Ὕλη δὲ ἀπὸ Ὕλης, θυγατρὸς Θεσπιέως, ἢ ὅτι ὑλώδηςἐστί· φασὶ γὰρ οἱ παλαιοί, ὅτι Ὕλη καὶ Εἰλέσιον καὶ Ἐλεών, ὧν ἀνωτέρω μνεία ἦν, ὑλώδεις εἰσὶ τόποι Βοιωτῶν καὶ ἑλώδεις, ὥστε ἀπὸ τοῦ ἕλους καὶ τὸ Εἰλέσιον καὶ ὁ Ἐλεών. καὶ ὁ Γεωγράφος δέ φησιν, ὅτι Ἐλεὼν κώμη Ταναγρικὴἀπὸ τῶν ἑλῶν καλουμένη, καὶ ὅτι Ἕλος καὶ Ἐλεὼν καὶ Εἰλέσιον διὰ τὸ ἐπὶ ἕλεσιν ἱδρῦσθαι. νῦν δέ, φησίν, οὐχ' ὁμοίως ἔχει πάντα, ὡς ἢ ἀνοικισθέντων τῶνἐνοικούντων ἢ τῆς λίμνης ἐπὶ πολὺ ταπεινωθείσης διὰ ἐκρύσεων. δηλοῖ γοῦν ἐντούτοις ὁ Γεωγράφος μὴ οὕτως ἑλώδεις τοὺς ῥηθέντας εἶναι τόπους, ὡς ἦσαν τὸπαλαιόν. κατὰ δέ τινας ὁ Ἐλεὼν ἀπὸ Ἐλεῶνος ὠνόμασται, υἱοῦ Ἐτεωνοῦ τοῦἀνωτέρω μνημονευθέντος. Τὸ δὲ Ὕλη ἐνταῦθα μὲν ἐκτείνει τὸ ˉυ, ἐν δὲ τοῖς ἑξῆςεὕρηται καὶ συστελλόμενον. παρασημειοῦται γοῦν ὁ Στράβων, ὅτι ἐν τῷ» ὅς ῥ' ἐν Ὕλῃ ναίεσκε» «σκυτοτόμων ὄχ' ἄριστος, Ὕλῃ ἔνι οἰκία ναίων» συστέλλεται τὸ ˉυ. ἔνθα καὶ αἰτιᾶται τοὺς γράφοντας «Ὕδῃ ἔνι οἰκία ναίων». Ὕδη γὰρ πόλις Λυδίας· οὐκ ἂν δὲ ὁ Αἴας ἐκ Λυδίας τὸ σάκος μετεπέμπετο. ὁμοίως συστέλλεται τὸ Ὕλη καὶ ἐν τῷ «ὅς ῥ' ἐν Ὕλῃ ναίεσκε μέγα πλούτοιο μεμηλώς». ὅτι δὲ Ὕλη καὶ ἐνταῦθα ἡ Βοιωτική, δηλοῖ ἐπιφέρων· «λίμνῃκεκλιμένος Κηφισσίδι». εἰ γὰρ ἡ Κηφισσὶς λίμνη Βοιωτική, Βοιώτιος ἄρα καὶὁ Ὑλαῖος οὗτος πλούσιος ὁ τῇ Κηφισσίδι λίμνῃ κεκλιμένος. Ἡ δὲ Πετεών– κώμη δὲ αὕτη Θηβαΐδος κατὰ τὸν Στράβωνα πρὸς τῇ ἐπ' Ἀνθηδόνα ὁδῷκειμένη– οὐκ ἠξίωται λόγου πολλοῦ τοῖς παλαιοῖς ἢ μόνον εἰς τοσοῦτον, ὅτιἀπὸ Πετεῶνος ἐκλήθη τινός. (ῃ. 501) Ἡ δὲ Ὠκαλέη εὕρηται μὲν καὶ Ὠκάλεια· καλεῖται δὲ οὕτω διὰ τὸ ὦκα καὶ συντόμως ἐκεῖθεν εἰς Θήβας πορεύεσθαι ἢ ἀπὸποταμοῦ παραρρέοντος. ἡ δὲ γεωγραφικὴ ἱστορία λέγει καί, ὅτι Ὠκαλέη μέσηἉλιάρτου καὶ Ἀλαλκομενίου ἔκειτο τριάκοντα σταδίους ἑκατέρου ἀπέχουσα· παραρρεῖ δ' αὐτὴν ποτάμιον ὁμώνυμον. Μεδεὼν δὲ ἀπὸ Μεδεῶνος, υἱοῦ Πυλάδου καὶ Ἠλέκτρας. ἔστι δέ, φασί, καὶ Φωκικὴ Μεδεὼν καὶ Ἠπειρωτική. ὁ δὲ Γεωγράφος φησί· «Μεδεὼν ὁ μὲν Φωκικός, ἐν τῷ Κρισσαίῳ κόλπῳ, διέχων Βοιωτίας στάδια ἑκατὸν ἑξήκοντα· ὁ δὲ Βοιωτικὸς ἀπ' ἐκείνου κέκληται». (ῃ. 502) Αἱ δὲ Κῶπαι ἀπὸ Κωπέως ἢ Κωπεῶνος οὕτω καλοῦνται, υἱοῦὈγχηστοῦ. ταύτης ὁ πολίτης Κωπαΐτης. περὶ αὐτὴν δὲ καὶ λίμνη μεγάλη Κωπαΐς, ἐν ᾗ ἐγχέλεις ἀγαθαί. ταύτης φασὶ τῆς λίμνης κειμένης πλησίονἉλιάρτου περίμετρος ὀγδοήκοντα καὶ τριακόσια στάδια· ἔκρυσις δὲ αὐτῆςοὐδαμοῦ φαίνεται, ὡς ὁ Γεωγράφος φησί, πλὴν τοῦ χάσματος τοῦδεχομένου τὸν Κηφισσόν. εἰσβάλλουσι δέ, φησίν, εἰς αὐτὴν καὶ ἕτεροι ποταμοὶδύο ἐκ τοῦ Ἑλικῶνος. ἔκειντο δὲ αἱ Κῶπαι προσάρκτιοι τῇ Κωπαΐδι λίμνῃ. ὁ δ' αὐτὸς ἱστορῶν, ὡς ἐν τοῖς ἑξῆς ῥηθήσεται, τοὺς Πλαταιεῖς ἀπὸ τῆς διὰ τῶνπλατῶν κωπηλασίας, λέγει, ὅτι καὶ αἱ Κῶπαι τὸ αὐτὸ ἐνδείκνυνται, ἀφ' ὧν ἡ Κωπαῒς λίμνη πληρουμένη ἐκ τοῦ Κηφισσοῦ, ἧς αὐξομένης ὡς κινδυνεύεινκαταποθῆναι τοὺς Κωπαεῖς, ἀνοιχθὲν χάσμα ἐδέξατο τὸν ποταμόν· εἶταἐξέρρηξεν αὐτὸν ἀλλαχοῦ. σκοπητέον δέ, μήποτε ἀκολούθως ταῖς Κώπαις καὶταῖς Πλαταίαις καὶ ἡ Ἐλάτεια ὠνόμασται ὡς ἀπὸ τοῦ ἐλᾶν, ἐξ οὗ σύνθετοντὸ κωπηλατεῖν. ἕτεροι δὲ ταῦτα σαφέστερον φράζοντές φασιν, ὅτι Κῶπαικαὶ Κωπαῒς ἐκλήθησαν διὰ τὰς κώπας, αἷς ἐχρῶντο οἱ ἐγχώριοι πρὸς ἀλλήλουςπλέοντες διὰ τὸ ἀπολιμνωθῆναι, φασί, τὰ ἐκεῖ. ὅθεν καὶ ἡ ἐκεῖσέ που Πλάταιαπόλις παρὰ τὴν πλάτην, ὃ δηλοῖ τὴν κώπην· ὡς γὰρ φώκη Φώκαια, νίκη Νίκαια, οὕτω πλάτη Πλάταια. ἦν δέ ποτε καιρός, ὅτε διὰ τοὺς λιμνασμοὺςοὐκ ἦν ἀλλήλοις τοὺς αὐτόθι ἐντυγχάνειν, εἰ μὴ πλάταις ἤτοι κώπαις ἐπλωΐζοντο ἐπὶ λέμβων τινῶν. [δῆλον δέ, ὡς ὁμώνυμος λέξις αἱ κῶπαι. πόλις τε γάρ, ὡς δεδήλωται, καὶ νηῶν ὅπλα ὡσεὶ καὶ πτερὰ καὶ λαβαὶ ξιφῶν.] Ἡ δὲ Εὔτρησιςἐτίμα Εὐτρησίτην Ἀπόλλωνα, οὗ καὶ μαντεῖον ἐκεῖ ἔνδοξον. ἐκλήθη δὲ οὕτωδιὰ τὸ πολλαῖς αὐτὴν ῥυμοτομίαις οἱονεὶ συντετρῆσθαι τεμνομένην εἰς ἀμφόδουςσυχνάς. ἔκειτο δέ, φασί, παρὰ τὴν ὁδὸν τὴν ἐκ Θεσπιῶν εἰς Πλαταιάς. ἐτείχισαν δὲ αὐτὴν Ζῆθος καὶ Ἀμφίων οἱ ἀδελφοί. ὁ δὲ Στράβων λέγει, ὅτι Εὔτρησιςκώμιον Θεσπιέων, ἔνθα Ζῆθος καὶ Ἀμφίων ᾤκησαν πρὶν βασιλεῦσαι Θηβαίων. καὶ ὅρα τὸ κώμιον ὑποκοριστικῶς λεχθὲν καὶ προπαροξυτόνως, ὡς καὶ λύραλύριον καὶ θύρα θύριον. Ἡ δὲ Θίσβη πολίτην μὲν ἔσχε τὸν περίπυστον αὐλητὴνἸσμηνίαν· Θισβεὺς γὰρ ἦν· ἐκλήθη δὲ ἀπὸ Θίσβης, θυγατρὸς Ἀσωποῦ. ὁ δὲ λιμὴν τῶν Θισβέων καὶ τὸ ἐπίνειον ἔχει, φασί, πλῆθος περιστερῶν, ὡς καὶ ὁποιητὴς ἐπεσημήνατο. ἱστορεῖ δὲ τοῦτο καὶ ὁ Γεωγράφος λέγων· «Θίσβη ἡκαὶ Θίσβαι οἰκεῖται μικρὸν ὑπὲρ θαλάσσης χωρίον ὅμορον Θεσπιεῦσιν ἐν τῇΚορωνειακῇ ὑποπεπτωκὸς ἐκ νότου τῷ Ἑλικῶνι· ἐπίνειον αὐτῆς πετρῶδεςπεριστερῶν μεστόν». ἔνθα σημειοῦται καί, ὅτι λίαν περιέργως ἐξενήνοχεν ὁποιητὴς τὸ «πολυτρήρωνα Θίσβην» ὡς καὶ τὸ «Ἁλίαρτον ποιήεντα» καὶ τὰλοιπά· οὐδεμίαν γάρ, φησί, προσθήκην κενῶς ἀπορριπτεῖ. (ῃ. 503) Ἡ δὲ Κορώνεια ἐκλήθη ἀπὸ Κορώνου, υἱοῦ Θερσάνδρου. εἰσὶ δὲ καὶ ἄλλαι Κορώνειαι, ὡς ὁ τὰ Ἐθνικὰ γράψας ἀριθμεῖ λέγων καί, ὅτι ἐν ταύτῃ οὐ φαίνεται ἀσπάλαξπάσης τῆς Βοιωτίας ἐχούσης, κἄν τις ἔξωθεν ἐνέγκῃ, οὐ δύναται αὐτόθι ζῆν. Ἰστέον δὲ ὅτι, εἰ καὶ παράγωγόν ἐστιν ἡ Κορώνεια ἐκ τοῦ Κορώνη, ἀλλ' οὖνἡ τρισυλλάβως λεγομένη Κορώνη πόλις Μεσσήνης ἐστίν. ἐν δὲ τῷ Γεωγράφῳφέρεται, ὅτι Κορώνεια ἐγγὺς Ἑλικῶνος ἐφ' ὕψους ἱδρυμένη· παραρρέει δ' αὐτὴν ποταμὸς Κουάριος· ἔνθα τὰ Παμβοιώτια συνετέλουν. ταύτης τῆς Κορωνείας, φησίν, οἱ πολῖται Κορώνιοι, οἱ δὲ ἐν τῇ Μεσσηνιακῇ Κορωνεῖς. ὥστε κατὰ τοῦτον οὐ μόνον Κορώνη ἐν τρισὶ συλλαβαῖς ἡ Μεσσηνιακή, ἀλλ' ἰδοὺ καὶ Κορώνεια. Ὅρα δὲ τὸ Παμβοιώτια· Ἑορτὴ γὰρ ἦν κοινὴ πάντωνΒοιωτῶν, ὥσπερ καὶ ἡ τῶν Ἰώνων πάντων Πανιώνια, ὅμοιον καὶ τὸ Παναθήναια. ἐξ Ὁμήρου δὲ τῶν τοιούτων ἡ ἀρχὴ εἰπόντος Παναχαιοί, οὗ παράφρασιςτὸ Πανελλήνιον. Ἁλίαρτος δὲ ἀρσενικῶς λέγεται κατὰ τὸν τὰ Ἐθνικὰ γράψαντα, κτισθεὶς ὑπὸ Ἁλιάρτου, υἱοῦ Θερσάνδρου. γράφεται δέ, φησί, καὶ Ἀρίαρτος. ὅτι δὲ δασύνεται ἡ ἄρχουσα, δηλοῖ τὸ «ποιήενθ' Ἁλίαρτον». ἔχει δὲ ἕλη καὶλίμνας καὶ ὑδατόρρυτός ἐστι· διὸ καὶ ποιήεις λέγεται, ὅ ἐστι βοτανώδης ἢπολυβότανος. ὁ δὲ Ἁλίαρτος ἀδελφὸς ἦν Κορώνου τοῦ ἀνωτέρω ῥηθέντος. Ἡ δὲ γεωγραφία λέγει καὶ πῶς ποιήεις ὁ Ἁλίαρτος. ἐγένετο γάρ, φησί, κατὰ τὸν Ὀρχομενὸν χάσμα, ὃ τὸν Μέλανα ποταμὸν ἐδέξατο τὸν ῥέοντα διὰτῆς Ἁλιαρτίας καὶ ποιοῦντα τὸ ἐκεῖ ἕλος τὸ φύον τὸν αὐλητικὸν κάλαμον. καὶἠφάνισται ὁ ποταμὸς τέλεον εἴτε τοῦ χάσματος διαχέαντος, φησίν, αὐτὸν εἰςἀδήλους πόρους εἴτε τῶν Ἁλιαρτίων ἑλῶν προσαναλισκόντων αὐτόν· ἀφ' ὧνποιήεντα τὸν Ἁλίαρτον ὁ ποιητὴς λέγει. λέγει δὲ ἡ αὐτὴ γεωγραφία καὶ ὅτι ἡἉλίαρτος. καὶ σημείωσαι, ὅτι καὶ θηλυκῶς λέγεται ἡ Ἁλίαρτος. ἡ τοίνυν Ἁλίαρτος νῦν, φησίν, οὐκ ἔστι, κατασκαφεῖσα ἐν τῷ πρὸς Περσέα πολέμῳ. τὴν χώραν δ' ἔχουσιν Ἀθηναῖοι δόντων Ῥωμαίων. [Σημείωσαι δέ ὡς, εἴπερ θήλεος μὲν γένους ἡ Ἁλίαρτος, εὐσυντάκτως δὲ ἔχει οὕτω τὸ «ποιήενθ' Ἁλίαρτον», ἄρα κατὰ γένος ὅμοιον προήνεκται καὶ τὸ «Πύλον ἠμαθόεντα» καὶ «ὑλήεντα Ζάκυνθον». ὁ δὲ τὰ Ἐθνικὰ συγγραψάμενος ἄρρενος γένους παραδίδωσιτὸν Ἁλίαρτον εἰπών· «Ἁλίαρτος πόλις Βοιωτῶν ἀρσενικῶς». τὸ δὲ μέγα Ἐτυμολογικὸν συγκροτοῦν εἰς τὴν δασεῖαν τῆς ἀρχούσης λέγει παραχθῆναι τὴνἉλίαρτον ἀπὸ ἁλιέων καὶ ἄρτου.] (ῃ. 504) Ἰστέον δὲ ὅτι οὐκ ἐξ ἀνάγκης εὑρίσκεσθαι ἀναγκαστέον πόλεις ἢ κώμας, ὅσας ἱστορεῖ ὁ ποιητής· αὐτὸς μὲνγὰρ τὰ ἐφ' ἑαυτοῦ λέγει· ὁ δὲ χρόνος πολλὰ ἠφάνισεν. Ἡ δὲ ἑνικῶς νῦνλεχθεῖσα Πλάταια, ὅτι παρὰ τὴν πλάτην, ὅ ἐστι τὴν κώπην, λέγεται, προείρηται. καὶ ὅτι ὥσπερ ἡ Θέσπια προπαροξύνεται μὲν ἐν τοῖς ἑνικοῖς, ὀξύνεται δὲ ἐντοῖς πληθυντικοῖς, οὕτω καὶ αὕτη· ἑνικῶς μὲν γὰρ ἡ Πλάταια, πληθυντικῶς δὲαἱ Πλαταιαί. πολὺς δὲ ὁ τῆς πόλεως ταύτης λόγος τά τε ἄλλα, καὶ ὅτι τάφους, φασί, καὶ τρόπαια εἶχεν ἀγαθῶν ἀνδρῶν τῶν τὴν Ἑλλάδα ἐλευθερωσάντων καὶτὸ βασίλειον στράτευμα δουλωσάντων. ὁ δὲ πολίτης αὐτῆς Πλαταιεύς, οὗαἰτιατικὴ ἑνικὴ τὸν Πλαταιᾶ ὡς τὸν Πειραιᾶ, πληθυντικὴ εὐθεῖα οἱ Πλαταιεῖς, αἰτιατικὴ τοὺς Πλαταιεῖς καὶ Πλαταιᾶς. ὁ δὲ Γεωγράφος φησὶ Πλάταια ἀπὸτῆς πλάτης τῶν κωπῶν καὶ Πλαταιεῖς ἀπὸ κωπηλασίας ζῶντες, εἰ καὶ ὕστερονἄποθεν τῆς λίμνης οἰκοῦντες οὐκέτι ἐτύμως προσαγορεύονται. καὶ Ἕλος δὲ καὶἘλεὼν καὶ Εἰλέσιον διὰ τὸ ἐπὶ ἕλεσιν ἱδρῦσθαι, ὕστερον δέ, [καθὰ καὶ προερρέθη,] οὐχ' ὁμοίως ἔχει ταῦτα, ὡς ἢ τῶν ἀνθρώπων ἀνοικισθέντων ἢ τοῦ ὕδατοςἐπὶ πολὺ ταπεινωθέντος. ζήτει δὲ καὶ τὰ περὶ Κωπῶν πρὸ ὀλίγου ῥηθέντα. ὁ δ' αὐτὸς λέγει καί, ὅτι Ἐλάτειαν οὐκ οἶδεν Ὅμηρος μεγίστην τῶν Φωκικῶν πόλεων· οὔπω γὰρ ἔκτιστο· Καὶ ὅτι Πλαταιαὶ μεταξὺ Κιθαιρῶνος καὶ Θηβῶν ἐν ὁδῷ τῇεἰς Ἀθήνας καὶ Μέγαρα. παραρρεῖ δ' αὐτὰς ὁ προρρηθεὶς Ἀσωπός, ἔνθαΜαρδόνιον καὶ τὰς τριάκοντα μυριάδας Περσῶν Ἕλληνες ῥίψαντες ἱδρύσαντο Ἐλευθερίου Διὸς ἱερὸν καὶ τοὺς ἐν μάχῃ τελευτήσαντας δημοσίᾳ θάψαντεςἀγῶνα γυμνικὸν στεφανίτην ἀπέδειξαν τὰ Ἐλευθέρια. ἔστι δὲ καὶ Σικυώνιοςδῆμος Πλαταιαί. Γλίσσας δὲ κατοικία τίς, φασί, Θηβαϊκὴ ἐν τῷ Ὑπάτῳ ὄρειἀπὸ Γλίσσωνος ὠνόμασται ἢ Γλίσσαντος, ὥς φησιν ὁ γράψας τὰ Ἐθνικά. τῷδὲ τόνῳ Γλίσσας Γλίσσαντος, ὡς γίγας γίγαντος. οἱ δὲ Σχολιασταί φασιν, ὅτιἡ μὲν συνήθεια προπερισπᾷ Γλισσᾶντα λέγουσα, ἡ δὲ ἱστορία προπαροξύνειτὸ ὄνομα. ἰστέον δὲ ὡς τὴν δευτέραν ταύτην κλίσιν οὐκ οἶδεν ἡ ἀκρίβεια, τὴνπροπερισπῶσαν τὸν Γλισσᾶντα, εἰ μὴ ἄρα ἐκ τοῦ Γλισσάεις κλίνεται καὶσυναιρεῖται ὡς τὸ «αἰγλῆντα» καὶ «χρυσὸν τιμῆντα». ὁ δὲ Χοιροβοσκὸς οὐπροπερισπωμένως Γλισσᾶντα, ἀλλὰ περισπωμένως Γλισσᾶν, ὡς Θωμᾶν καὶ Κοσμᾶν καὶ τὰ τοιαῦτα· εὐθεῖα γὰρ τούτου κατ' αὐτὸν ὁ Γλισσᾶς. οἱ δὲπερὶ τὰ ἀντίστοιχα πονησάμενοι Γλίσσαν πόλιν ἀναγράφουσιν, ἴσως μὲν Ὁμηρικήν, ἴσως δὲ ἑτέραν τινά. (ῃ. 505) Περὶ δὲ Θηβῶν εἴρηται ἐν τοῖς τοῦ Περιηγητοῦ, εἰ τέως ἐνταῦθα Θήβας δισυλλάβως ἀναγνωστέον. Ἰστέον γὰρ ὅτι Ὁμήρου γράψαντος «οἵ θ' ὑπὸ Θήβας εἶχον ἐϋκτίμενον πτολίεθρον», οἱ πλείουςοὐ νοοῦσιν ὑπὸ Θήβας ἐν δυσὶ μέρεσι λόγου, ἀλλὰ ὑφὲν Ὑποθήβας λέγοντες, ὅτι πολλοὶ τόποι καλοῦνται μετὰ προθέσεων, οἷον Ἐπικνημίδιοι, Ὑπερβόρεοι, Παραποτάμιοι, Προποντίς, Παρωκεανῖται, Ὑποχαλκίς, πόλις Αἰτωλίας. οὕτω γοῦν καὶ Ὑποθῆβαι πολισμάτιόν τι διὰ τὴν τοῦ τόπου θέσιν οὕτωςὠνομασμένον. ὡς γὰρ Ὑποχαλκίς, πόλις Αἰτωλική, διὰ τὸ ὑπὸ τὸ ὄρος φασὶτὴν Χαλκίδα κεῖσθαι, οὕτω καὶ Ὑποθῆβαι αἱ ὑπὸ τὰς Βοιωτίας Θήβας. Φασὶδὲ οὕτω καλεῖσθαι τὰς Ποτνίας τῆς Βοιωτίας, ἔνθα αἱ τοῦ Θρᾳκὸς Διομήδουςἵπποι ἐμάνησαν κατά τινας, μάλιστα μὲν οὖν κατὰ τὸν Γεωγράφον, ἐφ' ὧνμυθεύεται ὁ Ποτνιεὺς Γλαῦκος ὑπὸ ἵππων διασπασθῆναι, ἃς Εὐριπίδης Ποτνιάδας ἵππους φησίν. αἱ δὲ ῥηθεῖσαι Πότνιαι καὶ δισυλλάβως εὕρηνται Πότναι λεγόμεναι. φασὶ δέ τινες καί, ὅτι παρ' ἱστορίαν ἐστὶ τὸ μνησθῆναι Θηβῶνἐνταῦθα τὸν ποιητήν. ὡς γὰρ δηλοῖ καὶ τὰ εἰς τὸν Λυκόφρονα Ὑπομνήματα, οὐκ ἐστράτευσαν εἰς Τροίαν Θηβαῖοι νεωστὶ πορθηθέντες ὑπὸ Ἀργείων καὶἄρτι τὴν πόλιν συνοικίσαντες. τινὲς δὲ Ὑποθήβας φασὶ τὰς ὑποκειμένας κώμαςταῖς ἑπταπύλοις Θήβαις· ἑπτάπυλοι γὰρ αἱ Βοιώτιαι, ὥσπερ ἑκατόμπυλοι αἱ Αἰγύπτιαι· ἕτεροι δὲ Ὑποθήβας τὰς ἐλάττους Θήβας, ἃς δηλαδὴ οἱ Ἐπίγονοι τῶν Ἑπτὰ ἐπὶ Θήβας, ὡς μετὰ ταῦτα ἱστορήσει ὁ ποιητής. δῆλον δὲ ὅτι αἱ Ὑποθῆβαι τῶν Θηβῶν εἰσι παρώνυμοι. αὐταὶ δὲ οὕτω καλοῦνται ἢἀπὸ Θήβης, θυγατρὸς Ἀσωποῦ, ἐντοπίου ποταμοῦ, ἢ διὰ τὸ θεῦσαι τὴν βοῦνἤτοι δραμεῖν μέχρις ἐκεῖ, τὴν ὁδηγὸν τοῦ Κάδμου, ἣν ἐκεῖνος θύσας τὴν πόλιν Θήβην ἐκάλεσεν ἀπὸ τῆς θεύσεως ἤτοι τοῦ δρόμου τῆς βοός· ἀφ' ἧς καὶ ἡ Βοιωτία κατά τινας ὠνόμασται. ὡδήγησε δὲ ἡ τοιαύτη βοῦς τὸν Κάδμον κατὰτὸν Πυθοῖ χρησμόν, ὅτε κατὰ ζήτησιν Εὐρώπης τῆς ἀδελφῆς αὐτὸς πλανώμενοςἧκεν εἰς Δελφοὺς ἐρησόμενος, ποῦ ποτε ἂν εὕρῃ τὴν ζητουμένην· καὶ πρὸς ὃμὲν ἤρετο, ἤκουσεν οὐδέν· χρῆσθαι δὲ ὁδηγῷ παρηγγέλθη τῷ πρώτῳ παρατυχόντι ἢ αὐτὸ δὴ τοῦτο, βοΐ, καὶ πόλιν κτίσαι, ἔνθα ἡ βοῦς εἰς τὰ δεξιὰ πέσῃκαμοῦσα. καὶ τοίνυν εἵπετο συντυχὼν ταύτῃ πορευομένῃ. ἡ δὲ ἀνεκλίθη ἔνθααἱ Θῆβαι αὗται. Τῷ δὲ Γεωγράφῳ ἐντυχών τις τάδε εἴσεται. Ὑποθήβας τινὲςπολείδιόν τί φασιν, οἱ δὲ τὰς Ποτνίας· τὰς γὰρ Θήβας ἐκλελεῖφθαι διὰ τὴν τῶνἘπιγόνων στρατείαν καὶ μὴ μετασχεῖν τοῦ Τρωϊκοῦ πολέμου· οἱ δὲ μετασχεῖνμὲν λέγουσιν, οἰκεῖν δὲ ἐν τοῖς ἐπιπέδοις χωρίοις ἀδυνατοῦντας κτίσαι τὴν Καδμείαν, ὅ ἐστιν αὐτὰς τὰς Θήβας. ὅθεν ὑπὸ Θήβας εἰπεῖν τὸν ποιητήν, ἤγουν ὑπὸ τῇ Καδμείᾳ, οἰκεῖν τοὺς τότε Θηβαίους. Καὶ ὅρα τὸ ὑπὸ Θήβαςἤγουν ὑπὸ τῇ Καδμείᾳ. διχῶς γὰρ συνέταξεν ὁ ῥήτωρ τὴν ὑπό πρόθεσιν, ἤγουν μετὰ αἰτιατικῆς καὶ δοτικῆς. πολλαχοῦ δὲ οὕτω γίνεται. καὶ σημείωσαι, ὅτι οὐ μόνον ὑφὲν ἀναγνωστέον τὰς Ὑποθήβας, ἀλλὰ καὶ ἐν δυσὶ μέρεσι λόγου, ἵνα ᾖ ὑπὸ τὰς Θήβας. (ῃ. 506) Ὀγχηστὸς δὲ ἄλσος ἐν τῇ Ἁλιαρτίων χώρᾳ ἱδρυθὲν ὑπὸ Ὀγχηστοῦ, παιδὸς Βοιωτοῦ, ὅς, φασίν, ἐν τῷ τόπῳ πρῶτος Ποσειδῶνος ἱδρύσατο ἱερόν. ἔστι δὲ καὶ πόλις μεγάλη κατά τινας. καὶ ποταμὸςδὲ ὁμώνυμος ταύτῃ Θετταλικός, ὡς ὁ τὰ Ἐθνικὰ γράψας φησίν. ἱέρωται δὲ Ποσειδῶνι τὸ ῥηθὲν ἄλσος· διὸ καὶ «ἱερὸν Ποσιδήϊον ἀγλαὸν ἄλσος» ὁ ποιητὴςαὐτὸ καλεῖ. περὶ δὲ τῆς λέξεως τοῦ Ποσειδηΐου καὶ ἐν τοῖς τοῦ Περιηγητοῦεἴρηται καὶ ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν. ζητητέον δέ, εἰ τὸ ταύτης ἁπλοῦν ἢπροπαροξύνεται, ἵνα ᾖ, ὥσπερ Ἡράκλειον καὶ Ἀπολλώνειον, οὕτω καὶΠοσείδειον, ἢ προπερισπᾶται, λεγόμενον Ποσειδεῖον κατὰ τὸ Θησεῖον καὶἸσεῖον καὶ Ἀσκληπιεῖον καὶ τὰ τοιαῦτα. ὁ δὲ Στράβων φησὶ καὶ ταῦτα· «Ὀγχηστὸς ἐν ὕψει κείμενος, ψιλός, ἔχων Ποσειδῶνος ἱερόν, ψιλὸν καὶ αὐτό, οἱ δὲ ποιηταὶ κοσμοῦσιν ἄλση καλοῦντες τὰ ἱερὰ πάντα, κἂν ᾖ ψιλά». καὶ φέρειΠινδάρου χρῆσιν εἰς τοῦτο. συνήγετο δέ, φησί, τὸ Ἀμφικτυονικὸν εἰς Ὀγχηστόν. τί δὲ τὸ Ἀμφικτυονικόν, οὐ νῦν εὔκαιρον εἰπεῖν, ἀλλ' ἢ μόνον εἰς τοσοῦτον, ὅτι σύνταγμά τι ἦν πλήθους ἐκδικοῦν τὰ ἱερά. (ῃ. 507) Ἡ δὲ Ἄρνη ὁμώνυμός ἐστι τῇ ἡρωΐδι. αὐτὴ δὲ ἀπὸ περιουσιασμοῦ ἀρνῶν ἔοικεν ὑπὸ τοῦ πατρὸςἌρνη κληθῆναι, καθὰ καὶ αὐτὴ παῖδα ὑπὸ τῷ Ποσειδῶνι τεκοῦσα Βοιωτὸν ἐκτῶν βοῶν ἐκάλεσε. φησὶ γοῦν Εὐφορίων· «Βοιωτὸν δ' ὀνόμηνε. τὸ γὰρ καλέσαντονομῆες, ὅττι ῥα πατρῴῃσι βοῶν ἀπεθήκατο κόπροις». ὡς οὖν ὁ υἱὸς αὐτῆς ἐκλήθη Βοιωτὸς ἐκ τῶν βοῶν, οὕτω καὶ αὐτή, ὡς εἰκός, Ἄρνη ἐκ παρωνυμίας ἀρνῶν, ζῴου φιλουμένου τοῖς παλαιοῖς, ἐξ οὗ καὶ τὸ ἄρνυσθαι ἐπὶ ἀντικαταλλαγῆς καὶὁ πολύαρνος Θυέστης. τέσσαρες δὲ Ἄρναι ἀριθμοῦνται τοῖς παλαιοῖς, ἐν αἷςκαὶ Θετταλικὴ ἄποικος τῆς Βοιωτίας, περὶ ἧς ἐχρήσθη οὕτως· «Ἄρνη χηρεύουσα μένει Βοιώτιον ἄνδρα». τὰ δὲ Σχόλια γράφουσι καί, ὅτι Ἄρνη νῦν Χαιρωνείαςκαὶ ὅτι ἦν καὶ Τάρνη τις πόλις Ἀχαΐας. ἡ δὲ παρ' ἑτέροις Λεοντάρνη κώμη καὶαὐτὴ περὶ τὸν Ἑλικῶνα ἢ κρήνη κληθεῖσα οὕτω, διότι Ἀδράστου θύοντος, φασίν, ἐκεῖ λέων τὸν ἄρνα ἥρπασε. τὴν δὲ παρ' Ὁμήρῳ Ἄρνην ταύτην Ζηνόδοτος Ἄσκρην γράφει. οὐ δύναται δέ, φασί, πολυστάφυλος ἡ Ἄσκρη λέγεσθαι· ἀξιοπιστότερος γὰρ αὐτὸς Ἡσίοδος λέγων «Ἄσκρη χεῖμα κακή, θέρος ἀργαλέη, οὔποτ' ἐσθλή», ὥστε οὐδὲ πολύκαρπος ἡ τοιαύτη λέγοιτο ἄν, περὶ ἧς, φασίν, Εὔδοξος πολὺ χείρονα Ἡσιόδου εἶπε. τοὺς δὲ γράψαντας Τάρνην ἀντὶ Ἄρνηςαἰτιῶνται οἱ παλαιοί· Λυδῶν γάρ, φασίν, ἡ Τάρνη, ὅθεν ἦν Φαῖστος υἱὸς Βώρου, ὃν ἐν Ἰλιάδι ἀναιρεῖ Ἰδομενεύς. Ἡ δὲ μνημονευθεῖσα Χαιρώνειπλησίον ἦν Ὀρχομενοῦ, περὶ οὗ ῥηθήσεται, ὅπου, φασί, Φίλιππος μεγάλῃμάχῃ νικήσας Ἀθηναίους καὶ Βοιωτοὺς καὶ Κορινθίους κατέστη τῆς Ἑλλάδος κύριος. φασὶ δὲ καὶ τὴν Ὁμηρικὴν ταύτην Ἄρνην ὑπὸ τῆς Κωπαΐδος λίμνης καταποθῆναι καὶ τὴν Μίδειαν. Μίδεια δὲ οὐ μόνον αὕτη, ἀλλὰ καὶ Ἀργεία, ἡκαὶ πόλις Περσέως, κληθεῖσα οὕτως ἀπὸ Μιδείας, θυγατρὸς Ἀλωέως, λεγομένηκαὶ Μίδεα χωρὶς τοῦ ˉι, ὅθεν καὶ Μιδεᾶτις Ἀλκμήνη. φασὶ δέ, ὅτι ἡ μὲν Βοιωτικὴ Μίδεα λέγεται προπαροξυτόνως, ὡς πρόνοια, ἡ δὲ περὶ ΤίρυνθαΜιδέα, ὡς Τεγέα. (ῃ. 508) Νῖσα δέ ἐστι μὲν καὶ Μεγαρική· ἡ δὲ ἐν Βοιωτοῖς Διονύσου ἱερὸν εἶχεν ἐπιφανές. ἔστι δὲ παρώνυμος Νίσῳ τινὶ ἥρωϊ. ἡ δὲ Μεγαρικὴ καὶ Νισαία ἐλέγετο τῆς Μεγαρίδος οὖσα ἐπίνειον, ἀπὸ Νίσου κληθεῖσαυἱοῦ Πανδίονος. μνήμη δὲ αὐτῆς ἔσται μετ' ὀλίγα ἐν τῷ περὶ Σαλαμῖνος λόγῳ. οἱ δὲ μεθ' Ὅμηρόν φασιν, ὅτι Νῖσα οὐδαμοῦ φαίνεται Βοιωτίας. διὸ καὶγράφουσί τινες «Ἶσόν τε ζαθέην Ἀνθηδόνα τε», ὡς τῆς Ἴσου εὑρισκομένης· τινὲς δέ «Κρεῦσάν τε ζαθέην», τὴν νῦν Κρέουσαν, ἐπίνειον Θεσπιέων πρὸς τῷ Κρισσαίῳ κόλπῳ· ἄλλοι «Νῦσάν τε ζαθέην»– κώμη δέ ἐστιν Ἑλικῶνος ἡ τοιαύτη Νῦσα– ἕτεροι δὲ ἀντὶ τοῦ «Νῖσάν τε ζαθέην» ἔγραψαν «Φηράς τεζαθέας» εἰπόντες, ὅτι τετρακωμία περὶ Τάναγραν· Ἐλεών, Ἅρμα, Μυκαλησσός, Φηραί, ἃς δὴ Φηρὰς ἀντὶ τῆς Νίσης ἔθεντο. ὅτι δὲ οὔτε ἐκ ταύτηςοὔτε ἐκ τῆς Μεγαρίδος Νισαίας οἱ Νισαῖοι ἵπποι λέγονται, ἐν τοῖς ἑξῆςῥηθήσεται. τῆς δὲ ῥηθείσης Ἴσου ἡ ἄρχουσα ἐκτείνεται, φασί, ποιητικῶς, συστέλλει δὲ αὐτὴν ὁ καλούμενος Ἴσος, τόπος ἐκεῖ ἱεροπρεπής. Ἡ δὲ Ἀνθηδὼνκαλεῖται μὲν οὕτω διὰ τὸ αὐτῆς ἀνθηρὸν ἢ ἀπὸ Ἀνθηδόνος ἢ Ἀνθίου, ἀπογόνουΠοσειδῶνος. συνῴκισαν δὲ αὐτὴν Θρᾷκες· διὸ καὶ Λυκόφρων ΘρηϊκίηνἈνθηδόνα φησίν. ἐκ ταύτης Γλαῦκος, θαλάσσιος δαίμων κατὰ τὸν μῦθον, ὃςἰχθὺν εἰς γῆν ἔκθετον ἰδὼν λειπόμενον τοῦ ζῆν καί τινος βοτάνης ψαύσαντα καὶἀναζωπυρηθέντα εἰς ὅπερ ἦν καὶ τῆς θαλάσσης αὖθις γενόμενον μιμεῖται καὶτῆς αὐτῆς πόας ἐμφαγὼν καθάλλεται εἰς θάλασσαν καὶ εἰς κῆτος μεταβαλὼνἀπαθανατίζεταί, φασίν. ἁλιέων δὲ ἦν ἄριστος καὶ νήξασθαι δεινότατος καὶἐμβραδῦναι τῷ βυθῷ καθὰ καί τινι χέρσῳ εὔπνους. καὶ ταῦτα τὸν περὶ αὐτοῦμῦθον πλασθῆναι πιθανῶς ἐχορήγησαν· [Παρὰ δὲ τοῖς παλαιοῖς γένος τοῦ Γλαύκου τούτου ποιεῖται τοιόνδε· «Ἀνθηδών νύ τίς ἐστιν ἐπὶ πλευροῖο θαλάσσης ἀντίον Εὐβοίης. ἔνθεν ἐγὼ γένος εἰμί· πατὴρ δέ με γείνατο Κωπεύς». ναυτικὸςδέ, φασί, καὶ κολυμβητὴς ἀγαθὸς γενόμενος πόντιος ἐκαλεῖτο, Σύμης ἐραστής, ᾗ ὁμώνυμος ἡ ἐν Καρίᾳ νῆσος Σύμη. ᾄδεται δὲ καὶ τῆς Ἀργοῦς δημιουργὸςγενέσθαι καὶ κυβερνῶν αὐτήν, ὅτε Ἰάσων Τυρρηνοῖς ἐμάχετο, μόνος αὐτὸς ἄτρωτος ἐν τῇ ναυμαχίᾳ μεῖναι. τὴν δὲ βοτάνην, ἣν φαγὼν ἄτρωτος ἢ καὶ ἀθάνατοςἐλέχθη γενέσθαι, ἄγρωστιν εἶπεν ὁ γράψας τὸ «καὶ θεῶν ἄγρωστιν εὗρες, ἣνΚρόνος κατέσπειρε». μαθεῖν δὲ αὐτὴν λέγεται κατὰ μέν τινας ὑπὸ ἰχθύος, κατὰδὲ ἄλλους ὑπὸ λαγὼ τεθηραμένου, ὃν λειποθυμοῦντα ἐκ διώξεως ἀπαχθῆναι ὑπότινι κρήνῃ καὶ πόᾳ παρακειμένῃ ἀπομάσσειν τὸ ζῷον ἤδη ψυχόμενον· ὡς δὲἀνεζωπύρησεν ὁ λαγὼς τῇ βοτάνῃ, ἐπιγνούς, φασίν, ὁ Γλαῦκος αὐτῆς τὴνδύναμιν ἐνέφαγε καὶ οὕτως ἔνθεος γενόμενος εἰς θάλασσαν ἑαυτὸν ἐξέρριψεκαὶ τὸ ἐντεῦθεν λαβὰς ἐνδέδωκε τῷ μύθῳ ἀοίδιμον θέσθαι αὐτόν. καὶ τοιαῦταμὲν καὶ ταῦτα περὶ τοῦ Ἀνθηδονίου Γλαύκου.] Ἀνηγορεύθη δέ, φασί, Νίκων παγκρατιαστὴς Ἀνθηδόνιος. καὶ Λεωνίδας δὲ ζωγράφος Ἀνθηδόνιος ἦν, μαθητὴς Εὐφράνορος. κεῖται δὲ παρὰ τὸν Εὔριπον ἡ Ἀνθηδών, περὶ ἧς καὶοὕτω γράφεται· «Ἀνθηδὼν πόλις, λιμένα ἔχουσα, ἐσχάτη τῆς Βοιωτικῆςπαραλίας τῆς πρὸς Εὐβοίᾳ». (ῃ. 512– 6) Ὅτι τριάκοντα νῆες ἦσαν «Ἀσκαλάφῳ καὶ Ἰαλμένῳ, οὓς τέκεν Ἀστυόχη δόμῳ Ἄκτορος Ἀζείδαο», ἤγουν υἱουἈζέως, ἀνδρὸς οὕτω καλουμένου, «παρθένος αἰδοίη ὑπερώϊον εἰσαναβᾶσα, Ἄρηϊ κρατερῷ· ὃ δέ οἱ παρελέξατο λάθρῃ». καὶ σημείωσαι, ὅτι παρθένιοιἦσαν υἱοὶ τῇ Ἀστυόχῃ Ἀσκάλαφος καὶ Ἰάλμενος. τίνες δὲ οἱ παρθένιοι, ἐν τοῖςμετὰ ταῦτα ῥηθήσεται. (ῃ. 515) Τὸ δέ «Ἄρηϊ κρατερῷ» ἐλλιπῶς εἴρηται. λείπει γὰρ ἡ ὑπό πρόθεσις. διὸ προϊὼν ἐντελῶς ἐπὶ τοῦ Ἀγχίσου ἐρεῖ· «ὃνὑπ' Ἀγχίσῃ τέκεν Ἀφροδίτη». ὁμοίως καὶ ἐπὶ Πολυποίτου· «τὸν ὑπὸ Πειριθόῳ τέκεν Ἱπποδάμεια». [τὸ δέ «κρατερῷ» οὐ μόνον ἔπαινον δηλοῖ, ἀλλὰ καί τισφοδρότητος. πολλαχοῦ γὰρ τοιαύτη ἡ λέξις αὕτη ὡς καὶ ἐν τῷ «ἀπηνέα τεκρατερόν τε».] Ἰστέον δὲ ὅτι, ἐπεὶ ὕπτιον τὸ τῆς Ὁμηρικῆς Βοιωτίας βιβλίον, ἔτι δὲ καὶ γλίσχρον, οὗ μόνος οὗτος σκοπὸς ἀρχοὺς νηῶν ἐρεῖν νῆάς τε προπάσας, παρεμπλέκει καὶ μύθους καὶ ἱστορίας καὶ ἐπαίνους καὶ ἕτερα ὁ ποιητής· δι' ὧνκαὶ τὸ μονοειδὲς ἐξαιρεῖ τῆς ἀφηγηματικῆς πραγματείας καὶ πλατύνει τὸὀλιγόϋλον καὶ τὴν ὑπτιότητα τοῦ λόγου μεταποιεῖ πρὸς γοργότητα. ἔθος δὲαὐτῷ ἢ οὕτως ἄρχεσθαι ἐπὶ ἑκάστων, ὡς ἐξ ἀρχῆς εἶπε. «Βοιωτῶν μὲνἦρχεν» ὁ δεῖνα καὶ δεῖνα, «οἵ», τουτέστιν οἱ Βοιωτοί, «τάσδε τὰς πόλεις ἐνέμοντο»· ἢ οὕτως· ὁ δεῖνα ἦγε τούσδε τινάς, οἳ εἶχον τὴν δεῖνα καὶ δεῖνα πόλιν· ἢ καὶοὕτως οἱ δὲ τὰς δεῖνα πόλεις ἐνέμοντο, τούτων ἦρχεν ὁ δεῖνα. ὥσπερ καὶ ἐνταῦθα·» οἳ δ' Ἀσπληδόν' ἔναιον καὶ Ὀρχομενὸν Μινύειον», τούτων ἦρχον οἱ δεῖνα. (ῃ. 514) Ὅρα δὲ ὅτι τὸ ὑπερῷον προσγεγραμμένον ἔχει τὸ ˉι, ὅπερ καὶ ἐνταῦθαστιχθὲν ἐκπεφώνηται, ὥσπερ καὶ λῷον καὶ λώϊον, τὸ κρεῖττον. δηλοῖ δέ, φασίν, ὑπερῷον τὸ δίστεγον. τοιούτους δὲ θαλάμους, ὑπερῴους δηλαδή, ταῖςπαρθένοις οἱ ἀρχαῖοι ἐποίουν ὑπὲρ τοῦ δυσεντεύκτους αὐτὰς εἶναι. (ῃ. 511) Ἡ δὲ Ἀσπληδὼν γράφεται παρ' ἑτέροις καὶ χωρὶς τοῦ ˉα. ἐκλήθη δὲ ἀπὸ Ἀσπληδόνος, υἱοῦ Ποσειδῶνος ἢ Πρέσβωνος ἢ Ὀρχομενοῦ. Ὀρχομενοῦ γάρ, φασίν, υἱοί «Ἀσπληδών, Κλύμενός τε καὶ Ἀμφίδοκος θεοειδής». ἔστι δὲ καὶΦωκική, φασίν, Ἀσπληδών. ἐν δὲ τοῖς τοῦ Γεωγράφου καὶ ταῦτα φέρεται· Ἀσπληδὼν καὶ δίχα τῆς πρώτης συλλαβῆς· μετωνομάσθη δὲ Εὐδείελος καὶαὐτὴ καὶ ἡ χώρα, ἰδίωμά τι τάχα προσφερομένη ἐκ τοῦ δειλινοῦ κλίματος, οἰκεῖον τοῖς κατοικοῦσι καὶ μάλιστα τὸ εὐχείμερον. ψυχρότατα μὲν γὰρχειμῶνος τὰ ἄκρα τῆς ἡμέρας. τούτων δὲ τὸ δειλινὸν τοῦ ἑωθινοῦ ψυχρότερον. εἰς ἐπίτασιν γὰρ ἄγει πλησιάζον τῇ νυκτί. ἴαμα δὲ ψύχους ἥλιος. τὸ οὖν ἡλιαζόμενον πλεῖστον ἐν ψυχροτάτῳ καιρῷ εὐχειμερώτατον, ὥστε κατὰ τοῦτοντὸν τοῦ σοφοῦ λόγον εὐδείελος ἡ ἐν καιρῷ χειμῶνος εὖ ἔχουσα τοῦ πρὸς δείληνκαταστήματος διὰ τὸ εὐφυὲς τῆς τοῦ τόπου θέσεως. ὅτι δὲ ὁ νῦν παρ' ὉμήρῳὈρχομενός, ἡ ῥηθεῖσα πόλις, ἀνωτέρω εὐδαίμων ἦν καὶ πλουσία, δηλώσει πουἐν τοῖς ἑξῆς διὰ τοῦ Ἀχιλλέως ὁ ποιητής, ὃς καὶ περὶ Ἀρκαδικοῦ Ὀρχομενοῦμετ' ὀλίγα ἐρεῖ. ἔστι δὲ καὶ Θετταλικὸς Ὀρχομενός, οὗ καὶ αὐτοῦ σῴζεταιμέχρι καὶ νῦν ἡ κλῆσις. καὶ Μακεδονικὸν δέ φασιν εἶναι Ὀρχομενὸν καὶ Καρύστιον. ὁ Βοιώτιος δὲ τῷ τοῦ Διὸς Ὀρχομενῷ ἐπωνόμασται. ταύτης πολίτης Ἐργῖνος, Κλυμένου παῖς, ὃς δασμὸν Θηβαίοις ἐπέθηκεν, ὃν καὶ ἔφερον ἄχρις οὗἩρακλῆς αὐτοὺς ἠλευθέρωσε φονεύσας Ἐργῖνον τὸν Ἀσκαλάφου καὶ Ἰαλμένοπρόγονον. Ἐργίνου γὰρ Ἀζεὺς ὁ προρρηθείς, οὗ Ἄκτωρ, οὗ Ἀστυόχη, ἧς καιἌρεος Ἀσκάλαφος καὶ Ἰάλμενος. Ἰστέον δὲ ὅτι ὁ Βοιώτιος Ὀρχομενὸς καὶ Ἀρκαδικὸς τοῖς ἐπιθέτοις διαστέλλονται. ὁ μὲν γὰρ Ἀρκαδικὸς πολύμηλος, ὡς μετ' ὀλίγον εἰσόμεθα· ὁ δὲ Βοιώτιος Μινύειος, ἐπειδὴ Μινύας ποταμὸς αὐτὸνπαραρρέει, ἢ ὅτι γένος λαμπρόν, οἱ Μινύαι, ἀπό τινος Μινύου βασιλέως κληθέν, ἐν αὐτῷ ποτε ἤνθησαν. ὁ Γεωγράφος δὲ οὐ μόνον πλουσίους, ἀλλὰ καὶ μάλαδυνατοὺς τοὺς Βοιωτίους Ὀρχομενίους δείκνυσι λέγων καί, ὅτι Ἐτεοκλῆς, Ὀρχομενοῦ βασιλεύς, Χαρίτων ἱερὸν πρῶτος ἱδρύσατο. καὶ ὅτι Μινύαι τινὲςὈρχομένιοι ἀπῴκησαν εἰς Ἰωλκόν, ὅθεν καὶ οἱ Ἀργοναῦται Μινύαι παρὰ Λυκόφρονι. ὁ αὐτὸς δὲ ἱστορεῖ καί, ὅτι Ὀρχομενὸς πρότερον ᾠκεῖτο ἐπὶ πεδίῳ, ἐπιπολαζόντων δὲ τῶν ὑδάτων ἀνῳκίσθησαν πρὸς τὸ Ἀκόντιον ὄρος. καὶ ὅτι οἱ ἐν τῷ Πόντῳ Ἀχαιοί, οἳ καὶ παρὰ τῷ Περιηγητῇ, Ὀρχομενίων ἄποικοι πλανηθέντων ἐκεῖ σὺν Ἰαλμένῳ τῷ ἀρχηγῷ μετὰ Τροίας ἅλωσιν καὶὅτι πλησίον τοῦ τοιούτου Ὀρχομενοῦ ἡ προρρηθεῖσα Χαιρώνεια καὶ ὅτιχωρίζει αὐτὸν ὁ ποιητὴς τοῦ Βοιωτικοῦ ἔθνους καλέσας αὐτὸν Μινύειον ἀπὸἔθνους Μινυῶν τῶν ἀνωτέρω ῥηθέντων καὶ ὅτι ἐκαλοῦντο καὶ οἱ περί που Λυκίαν Σόλυμοι Μινύαι ἀπό τινος Μίνωος, ὡς ἐν τῷ τῶν Λυκίων καταλόγῳῥηθήσεται. [Εἰ δὲ καὶ οἱ λοιποὶ Μινύαι καὶ ὁ ποταμὸς Μινύας οὕτως ἐτυμολογοῦνται, τίς ἂν εἰδείη; δόξοι δ' ἂν ὁ Μινύας παρὰ τὸ μινυόν, ὅ ἐστι μικρόν, λεχθῆναι, καθὰ καὶ ὁ Τυδεὺς ἀπὸ τοῦ τυτθόν. ὅτι δὲ Ἀττικὸν τὸ μινυὸν καὶ ὡςμέχρι νῦν ἐγχώριος Ἀθήνησιν ἡ λέξις, δῆλόν ἐστι. καὶ ὡς ἐξ αὐτοῦ τὸ μινυρίζεινγίνεται.] (ῃ. 517– 23) Ὅτι Ναυβόλου Ἴφιτος, οὗ Σχεδίος καὶ Ἐπίστροφος, ἄρχοντες Φωκήων, οἳ Κυπάρισσον ἔχον, πόλιν οὕτω καλουμένην, ἢ μάλιστακώμην ὁμώνυμον τῷ φυτῷ, Πυθῶνά τε Κρῖσάν τε καὶ Δαυλίδα καὶ Πανοπῆακαὶ Ἀνεμώρειαν καὶ Ὑάμπολιν καὶ Λίλαιαν πηγῇς ἔπι Κηφισσοῖο, περὶ οὗ καὶ ἐν τοῖς τοῦ Περιηγητοῦ εἴρηται. ἦσαν δὲ τούτοις τεσσαράκοντα νῆες, ἃςκαὶ ἔστησαν ἔμπλην, φησί, Βοιωτῶν ἐπ' ἀριστερά, ὡς καὶ ὅμοροι αὐτοῖς. (ῃ. 526) Ἔμπλην δὲ ἢ τὸ ἐμπελαδόν ἢ τὸ χωρίς, ὡς καὶ τοῦτό φασιν οἱπαλαιοί. προάγει δὲ μετ' ἐπιθέτων τήν τε Πυθῶνα, πετρήεσσαν εἰπὼν διὰ τὸπερὶ αὐτὴν ὄρος τὸν Παρνασσόν, καὶ τὴν Κρίσσαν, ζαθέην γὰρ αὐτὴν λέγει, ἐπεὶ Δημητρεῖον, φασί, περὶ αὐτὴν ἐπιφανές, ἢ ὡς ἀνακειμένην Ἀπόλλωνι, ἐξ ἧς καὶ πεδίον Κρισσαῖον καὶ κόλπος ἐκεῖ Κρισσαῖος, ὁ δὲ αὐτὸς καὶ Κιρραῖος διὰτὸ καὶ τὴν Κρίσσαν διπλάζουσαν κατὰ τοὺς νεωτέρους τὸ ˉσ Κίρραν λέγεσθαι· ὡς γὰρ πυρσός πυρρός, τροπῇ τοῦ ἑνὸς ˉσ εἰς ˉρ, καὶ Τυρσηνός Τυρρηνός, οὕτω καὶ ὁ Κρισσαῖος κόλπος Κιρραῖος· ἔστι δέ, ὡς καὶ ἀλλαχοῦεἴρηται, κόλπος κατὰ τοὺς παλαιοὺς κυρίως θάλασσα ὑπὸ ἀκρωτηρίων μένη. οὐκ ἠγνόηται δὲ οὐδ', ὅτι τινὲς τὴν Κρίσσαν, ὥσπερ καὶ τὴν πρὸ μικροῦῥηθεῖσαν Νῖσαν, δι' ἑνὸς ˉσ γράφουσι, περισπῶντες τὴν ἄρχουσαν. ὁ δὲ Γεωγράφος λέγει, ὅτι Κρίσσα τῆς Φωκίδος, ἐπ' αὐτῆς ἱδρυμένη τῆς θαλάσσης, καὶ Κίρρα καὶ Ἀντίκιρρα, ὥστε κατ' αὐτὸν ἑτέρα ἡ Κρίσσα καὶ ἑτέρα ἡ Κίρρα. λέγει δ' ὁ αὐτὸς καί, ὅτι πόλις ἀρχαία Κίρρα ἐπὶ θαλάσσης ἱδρυμένη, ἀφ' ἧςἀνάβασις εἰς Δελφοὺς ὀγδοήκοντά που σταδίων ἀντικρὺ Σικυῶνος. πρόσκειταιδὲ τῇ Κίρρᾳ τὸ Κρισσαῖον πεδίον εὔδαιμον, ἐφεξῆς δὲ ἄλλη πόλις Κρίσσα, ἀφ' ἧς ὁ κόλπος Κρισσαῖος. κατεσπάσθη δὲ καὶ ἡ Κίρρα καὶ ἡ Κρίσσα. εὐτύχησανδέ ποτε, φησίν, οἱ Κρισσαῖοι, καὶ πικρῶς ἐτελώνουν τοὺς περὶ τὸ τοῦ Ἀπόλλωνος ἱερὸν ἀφικνουμένους. Μέγα δὲ ἔθνος οἱ Φωκεῖς καὶ πολλοῦ λόγου τῷ Δημοσθένει ἀξιωθέν. καὶ μέμνηται καὶ αὐτῶν ἡ Περιήγησις. κεῖται δέ, φασίν, ἡ Φωκὶς μετὰ Βοιωτίαν καὶ Ὀρχομενὸν πρὸς ἄρκτον παραβεβλημένη τῇ Βοιωτίᾳ ὅτι δὲ οἱ Φωκεῖς ἐσύλησάν ποτε τὸ τοῦ Ἀπόλλωνος ἱερόν, ὅθεν ὁΦωκικὸς καὶ ἱερὸς καλούμενος ἐξήφθη πόλεμος, καὶ ἐν τοῖς ἑξῆς δηλωθήσεται. Ἰστέον δὲ ὅτι τὸ Ἴφιτος ἐνταῦθα μὲν διὰ μέτρον ἐξέτεινε τὴν μέσην συλλαβὴν ἤτοι τὴν παραλήγουσαν, ἀλλαχοῦ δὲ φυλάσσει τὸν βραχὺν χρόνον, οἷον «Ἴφιτος Εὐρυτίδης». (ῃ. 517) Τὸ δὲ Φωκήων διφορεῖται κατὰ τοὺς παλαιούς, οἵφασιν, ὅτι ἐν τῇ Ἀριστάρχου διχῶς φέρεται Φωκείων, διὰ διφθόγγου δηλαδή, καὶ Φωκήων διὰ τοῦ ˉη. ἔστι δὲ καὶ ἐν τοῖς τοῦ Περιηγητοῦ τοιοῦτόν τι, ἐν οἷςπερὶ τῶν Ὑλλέων λέγει. Σχεδίους δὲ ἀπαριθμοῦνται οἱ ἀρχαῖοι δύο, τοῦτόν τετὸν Ἰφιτίδην καὶ τὸν τοῦ Περιμήδους. φησὶ γάρ που ὁ ποιητής «Σχεδίον Περιμήδεος υἱόν, ἀρχὸν Φωκήων», ἤγουν ὕπαρχον, ἡγεμόνα τῶν ἐπὶ μέρους. καὶ πάλιν «Σχεδίον μεγαθύμου Ἰφίτου υἱόν, Φωκήων ὄχ' ἄριστον», οὓς καὶἀμφοτέρους ὁ Ἕκτωρ ἀναιρεῖ. ὁ δ' αὐτὸς ποιητὴς καὶ δύο Εὐρυβάτας οἶδε κήρυκας, τὸν βασιλικὸν καὶ τὸν τοῦ Ὀδυσσέως τὸν ἐξ Ἰθάκης, καὶ δύο Εὐρυμέδοντας, τὸν τοῦ Ἀγαμέμνονος καὶ τὸν τοῦ Νέστορος· καὶ ἄλλαι δὲ ὁμωνυμίαιεἰσὶ παρ' αὐτῷ, καθὰ πολλαχοῦ φαίνεται. οἱ δὲ ῥηθέντες Φωκεῖς καλοῦνταιοὕτως ἀπὸ Φώκου, υἱοῦ Αἰακοῦ καὶ Ψαμάθης, μιᾶς τῶν Νηρηΐδων. (ῃ. 519) Τὴν δὲ ῥηθεῖσαν Κυπάρισσον ἀπὸ Κυπαρίσσου φασὶ καλεῖσθαι, υἱοῦ Μινυοῦ, ἀδελφοῦ Ὀρχομενοῦ· οἱ δὲ ἀπὸ πλήθους τῶν ἐκεῖ κυπαρίσσων, [ὧν ἐτυμολογίαστιχηρά, οὐ πάνυ παλαιά, τὸ «κύει παρίσους ἡ κυπάρισσος κλάδους».] ἐκάλουνδὲ αὐτὴν καὶ Κυπαρισσοῦντα καὶ Ἀπολλωνιάδα, πρότερον δέ ποτε καὶ Ἔραννον [ἐν δυσὶ νῦ πρὸς διαστολὴν τοῦ ἐν Ὀδυσσείᾳ ἐράνου, οὗ χρῆσις τὸ «ἐπεὶ οὐκἔρανος τάδε γ' ἐστί», πρὸς ὃ παίζων τις παλαιὸς συνήλειψε καὶ εἶπε γ' ἔρανονκαὶ ἠπάτησε τὸν ἀκούσαντα, ὡς δῆθεν περὶ ζῴου γεράνου λαλῶν.] ἔκειτο δὲ ἐν Παρνασσῷ κατὰ τοὺς Δελφούς. Ἡ δὲ Πυθὼν πάλαι μέν ποτε Παρνασσία ἐκαλεῖτο νάπη ἀπὸ Παρνασσοῦ, ὄρους παρακειμένου· εἶτα Πυθὼν ἐκλήθη διὰτὸν ἐκεῖ τοξευθέντα ὑπὸ Ἀπόλλωνος καὶ σαπέντα δράκοντα, ὡς ἐκ τοῦ πύθω τὸσήπω, ἐξ οὗ τὸ «σοῦ δ' ὀστᾶ πύσει ἄρουρα», ἢ διὰ τὸ δύνασθαι τοὺς ἐκεῖχρωμένους πυθέσθαι τὰ μέλλοντα ἤτοι μαθεῖν, ὅθεν καὶ Πύθιος Ἀπόλλων ὁἐκεῖ τιμώμενος καὶ ἑορτὴ λαμπρὰ καὶ ἀγῶνες τὰ Πύθια καὶ προφῆτις Πυθιάςκαὶ πυθιάζειν ἔτι δὲ καὶ πυθαΐζειν τὸ μαντεύεσθαι. ὕστερον μέντοι Δελφὶς ἡ Πυθὼν ἐκλήθη, ὅτι καὶ Δελφοὶ τὸ ἐκεῖ ἔθνος. ἔστι δὲ καὶ Πυθὼ ἡ πόλις δίχατοῦ ˉν, ὡς Λητὼ καὶ Σαπφώ, καὶ δῆλον ἐκ τοῦ Πυθῶδε καὶ τοῦ «Πυθοῖ ἐνἠγαθέῃ». περὶ δὲ ταύτης δηλοῦται καὶ ἐν τοῖς τοῦ Περιηγητοῦ. (ῃ. 520) Κρίσσα δὲ πεδίον καὶ πόλις ἐν Λοκροῖς ἢ ἐν Δελφοῖς ἀπὸ Κρίσσου τινὸςτυράννου ἢ, ὡς Ἑκαταῖός φησι, παιδὸς Φώκου· περὶ δὲ αὐτῆς καὶ ἀνωτέρωεἴρηται. Τὸ δὲ Δαυλίς ὀξύνεται, καθὰ καὶ ἡ Αὐλίς τὸ τοπικόν. ἡ γὰρ αὖλις, ὡςπροερρέθη, Αἰολικῶς βαρύνεται. δασεῖα δὲ ἡ πόλις καὶ σύμφυτος, ὅθεν καὶ τὴνκλῆσιν ἔλαχε. δαῦλον γὰρ τὸ δασὺ ἔλεγον προπερισπωμένως, ὡς δηλοῖ Παυσανίας εἰπών «δαῦλον τὸ δασύ. ἡ προτέρα περισπᾶται. Αἰσχύλος· «Δαῦλος δ' ὑπήνη» «. κατὰ δὲ ἑτέρους ἀπὸ Δαυλιέως τυράννου ἐκλήθη οὕτως. οἱ δὲ ὕστερον Δαύλειαν αὐτήν φασι προπαροξυτόνως καὶ διὰ διφθόγγου, ὡς ὁ τὰ Ἐθνικὰ γράψας λέγει. Παυσανίας δέ φησιν ἐν ἰῶτα· διὸ πολίτης αὐτῆς Δαυλιεὺς καὶΔαύλιος καὶ Δαυλίδιος. ὁ δὲ Γεωγράφος, παρ' ᾧ κεῖται καί, ὅτι δαυλοὶ τὰ δάση, ἱστορεῖ ὅτι Δαυλὶς ἐν μεσογαίᾳ μετὰ Δελφοὺς ὡς πρὸς ἕω, πολίχνιον ὅπου Τηρέα τὸν Θρᾷκά φασί τινες δυναστεῦσαι. καὶ τὰ περὶ Φιλομήλαν καὶ Πρόκνηνἐκεῖ μυθεύονται γενέσθαι ἢ καὶ ἐν Μεγάροις κατὰ Θουκυδίδην. Ὁ δὲ Πανοπεὺςἀπὸ Πανοπέως ὠνόμασται, υἱοῦ Φώκου. ἕτεροι δὲ Πανόπην μὲν γράφουσι τὴνπόλιν, Πανοπέα δὲ τὸν αὐτῆς πολίτην, ὡς ἐν τοῖς Ἐθνικοῖς γράφεται. ζήτει δὲκαὶ τὸν Σοφοκλῆν εἰπόντα «Φανοτεὺς ὁ Φωκεύς». φασὶ γὰρ οἱ παλαιοὶ ἐκεῖ τιναχρήσιμα τοῖς ἐνταῦθα. Φάμενοι δὲ οἱ ἀρχαῖοι, ὅτι ὁ Ζηνόδοτος ἐν τῷ «καὶ Δαυλίδα καὶ Πανοπῆα» γράφει καὶ Πανόπεων ὡς Μενέλεων, αἰτιῶνται τὴνγραφήν, διότι ἄμετρόν τε ποιεῖ τὸν στίχον καὶ οὐδὲ σχηματίζει καθ' Ὅμηροντὸ ὄνομα. ἔστι γὰρ Πανοπέως ὡς Ἀχιλλέως, ὡς δηλοῖ καὶ τὸ «ἐν κλυτῷ Πανοπῆϊ». Ἐν δὲ τῷ Γεωγράφῳ κεῖται, ὅτι Πανοπεύς, ὁ νῦν Φανοτεύς, ὅμορος τοῖς περὶ Λεβάδειαν τόποις καὶ ὅτι ἐνταῦθα ἡ τοῦ Ἐπειοῦ πατρὶς καὶὅτι ἐκεῖ μυθεύονται τὰ περὶ τὸν Τιτυόν, ἤγουν ἡ τῆς Λητοῦς βία ὑπ' αὐτοῦ, δι' ἣν οἱ μυθικοὶ γῦπες αὐτῷ κατὰ τοῦ ἥπατος ἐμφύονται καὶ κείρουσι τροφὴνεὑρηκότες ταύτην καλὴν καὶ διηνεκῆ καὶ ἀδάπανον, ὡς ὁ μῦθος βούλεται. (ῃ. 521) Ἡ δὲ Ἀνεμώρεια ὠνόμασται μέν, φασίν, ἀπὸ τοῦ συμβαίνοντος πάθους· ὑπέρκειται γὰρ αὐτῆς τὸ καλούμενον Κατοπτήριον χωρίον, ἐξ οὗ δι' ἡμέρας καὶ νυκτὸς καταιγίζεται πανταχόθεν. ἔστι δὲ μεθόριον Φωκίδος καὶ Δελφῶν κειμένη ἐπὶ λόφου ὑψηλοῦ. ταῦτα ἐν τοῖς Ἐθνικοῖς, ἐν οἷς καὶ ὅτι Ἀνεμώρεια ἡ νῦν Ἀνεμώλεια. τὸ μέντοι ἐν Κιλικίᾳ Ἀνεμούριον ἐξ ὁμοίουμέν τινος πάθους ὠνόμασται, οὐδετέρως μέντοι προάγεται. Ἡ δὲ τοῦ Γεωγράφουπερὶ Ἀνεμωρείας ἱστορία φησὶ καὶ αὐτή, ὅτι Κατοπτήριος χῶρος ἐκεῖ καταιγίζων εἰς Ἀνεμώρειαν, κρημνός τις ἀπὸ Παρνασσοῦ διήκων, καὶ ὅτι τινὲς Ἀνεμώλειαν ταύτην εἶπον καὶ ὅτι ὅριον ἦν ὁ τόπος Δελφῶν καὶ Φωκέων. Ἡ δὲὙάμπολις εἰ μὲν ἀπὸ τῶν Ὑάντων ὠνόμασται τῶν περὶ Βοιωτίαν, οὐκ ἔστιν ἀκριβῶς εἰπεῖν. οὐ πολὺν δὲ λόγον ἔσχε παρὰ τοῖς παλαιοῖς. φασὶ δὲ τοὺς ἐγχωρίους καὶ σὺν τῷ ˉσ λέγειν αὐτὴν Ὑσάμπολιν. Ἡ δὲ γεωγραφικὴ ἀκρίβεια παραδίδωσιν, ὅτι Ἀνεμώρεια ἡ προσεχῶς ἀνωτέρω ῥηθεῖσα Ὑάμπολις μετωνομάσθη, εἰς ἣν ἐξέπεσον ἐκ Βοιωτίας Ὕαντες. ἑτέρα δὲ αὕτη τῆς ἐν Παρνασσῷφησιν Ὑαμπόλεως. καὶ ὅρα ὅτι τρεῖς ἐντεῦθεν Ὑαμπόλεις ἀναφαίνονται, ἥ Ὁμηρικὴ αὕτη, ἥ τε μετονομασθεῖσα ἐξ Ἀνεμωρείας Ὑάμπολις καὶ τρίτη ἡ Παρνασσία. ἐν ἄλλοις δέ φησιν ὁ Γεωγράφος, ὅτι Ὕαντες τῆς Φωκίδος Ὕανπόλιν ἔκτισαν· ἴσως δὲ καὶ Ὑάμπολις ἡ τοιαύτη ἐν ἑνὶ μέρει λόγου· καὶ ὅτιὝαντες ἐκ Βοιωτίας ἀπελθόντες Αἰτωλοῖς συνῴκησαν. (ῃ. 523) Ἡ δὲΛίλαια πόλις λέγεται καὶ αὐτὴ Φωκική, ὁμώνυμος Λιλαίᾳ τῇ τοῦ Κηφισσοῦ. ἔκειτο δὲ παρὰ τὸν Παρνασσόν. εἰ δὲ καὶ ἀπὸ τοῦ λιλαίω, τὸ ἐπιθυμῶ, γίνεται, οὐκ ἔστι διαβεβαιώσασθαι τὸν μὴ ἐξ ἱστορίας συγκροτούμενον. περιρρέει δὲ ταύτην ὁ ἐνταυθοῖ παρεισρυεὶς τῷ Ὁμηρικῷ λόγῳ Κηφισσός, μᾶλλον δὲ τὰς πηγὰςαὐτόθεν ποθὲν ἔχει, ὡς προσεχῶς δεδήλωκεν ὁ ποιητής, ᾧ συμφωνῶν καὶἩσίοδος περὶ Κηφισσοῦ λέγει· «ὅς τε Λιλαίηθε προχέει καλλίρροον ὕδωρ». λέγει δὲ καὶ ὁ Γεωγράφος, ὅτι Κηφισσὸς ἐκ Λιλαίας πόλεως Φωκικῆς τὴν ἀρχὴνλαμβάνει καὶ ὅτι εἰς τὴν Κωπαΐδα ἐκδίδωσιν. ἔστι δὲ καὶ ἄλλος Κηφισσὸς διὰ Φωκέων ῥέων, φασί, καὶ ἐμβάλλων εἰς τὸν Κορινθιακὸν κόλπον. καὶ Ἀττικὸς δέ ἐστι Κηφισσὸς καὶ Σαλαμίνιος καὶ Ἀργεῖος καὶ Σικυώνιος. καὶ λίμνη δὲ Βοιωτίας ἐστὶ Κηφισσίς, ἡ λεγομένη καὶ Ὑλικὴ παρωνύμως τῇ Βοιωτικῇ Ὕλῃ. οἱ δὲ παρὰ τὸν Κηφισσὸν ποταμὸν Ἐπικηφίσσιοι λέγονται, ὑπὸ δέ τινων Παραποτάμιοι. ὁ δὲ Γεωγράφος ἑπτὰ μετρεῖ Κηφισσούς. (ῃ. 527– 9) Ὅτι Λοκρῶνἡγεμόνευεν Ὀϊλέως ταχὺς Αἴας, μείων. εἶτα ἑρμηνεύων τὸ μείων, ἵνα μή τιςνοήσῃ καὶ αὐτὸν τυτθὸν τὸ δέμας κατὰ τὸν Τυδέα, ἐπάγει· «οὔτι τόσος γε ὅσος Τελαμώνιος Αἴας». καὶ ὅρα τοὺς δύο στίχους εἰς τὸ Αἴας καταλήγοντας κατὰσχῆμα κάλλους ὁμοιοκατάληκτον. ἐπεὶ δὲ τὸ «οὔτι τόσος» ἀορισταίνει καὶαὐτὸ καὶ οὐ δηλοῖ, πόσον ἦν ὁ Λοκρὸς Αἴας ἥττων τοῦ Σαλαμινίου Αἴαντος, ἐπιφέρει· «ἀλλὰ πολὺ μείων». διὸ καὶ Αἴας ἐκεῖνος ὁ μέγας ἐλέγετο, ἔτι δὲ καὶὁ μείζων, ὡς παρὰ Σοφοκλεῖ. εἶτα ὁ ποιητὴς παραφράζων τὸ μείων φησίν·» ὀλίγος μὲν ἔην». (ῃ. 529 ς.) Λέγει δὲ καὶ ὅτι λινοθώρηξ ἦν. φανήσεται γὰρ ὅτιπεζῶν ἦρχεν, ὅθεν οὐδὲ αὐτὸς σιδηροῦ χιτῶνος πάνυ ἐδέετο. «ἐγχείῃ δέ», φησίν,» ἐκέκαστο Πανέλληνας καὶ Ἀχαιούς», ἤγουν ἐγχέσπαλος ἦν καὶ αἰχμητής, εἰκαὶ μὴ τοιούτων ἦρχεν ἀλλὰ σφενδονητῶν τε καὶ τοξοτῶν καὶ τοιούτων τινῶν. ὅτι δὲ τοιοῦτοι οἱ Λοκροί, δηλώσει καὶ ὁ ποιητὴς ἐν τοῖς ἑξῆς εἰπὼν μὴ σταδίανὑσμίνην μέλειν τοῖς Λοκροῖς, ἀλλὰ τόξα καὶ σφενδόνας. τοιοῦτοι δέ τινες καὶ οἱ Αἰτωλοί, ὡς ἐν τῷ περὶ αὐτῶν λόγῳ φανήσεται. φέρεται δὲ ἀπ' αὐτῶν παροιμίαἥδε· «Λοκρῶν σύνθημα» ἐπὶ ἀπατεώνων. δοκοῦσι γὰρ Λοκροὶ Πελοποννησίοιςσυνθέμενοί ποτε, εἶτα Ἡρακλείδαις βοηθῆσαι. Ἰστέον δὲ ὅτι κατὰ τὴν ἱστορίαν οἱ Ὀπούντιοι Λοκροὶ γραφὰς ἤτοι εἰκόνας γεγραμμένας τῶν δύο Αἰάντωνἔχοντες οὐ κατὰ τὸν ποιητὴν ἔγραψαν, ἀλλ' ἐτόλμησαν μείζονα τὸν ἴδιον γράψαι. (ῃ. 531– 3) Ἐνέμοντο δέ, φησίν, οἱ ὑπ' αὐτὸν πόλεις ταύτας· Κῦνον Ὀπόεντά τε, ἤτοι τὴν Ὀποῦντα, καὶ Καλλίαρον Βῆσάν τε, δι' ἑνὸς ˉσ λεγομένην κατάτινας πρὸς διαστολὴν τῆς ὀρεινῆς βήσσης, Σκάρφην τε καὶ Αὐγειὰς ἐρατεινὰς Τάρφην τε Θρόνιόν τε Βοαγρίου ἀμφὶ ῥέεθρα, ὡς τοῦ Βοαγρίου ποταμοῦ ἐκεῖσέπου ῥέοντος. (ῃ. 535) Εἶτα μετὰ ὀκτὼ στίχους τοὺς διὰ μέσου ἐπαναλαβώνφησι· «Λοκρῶν, οἳ ναίουσι πέρην ἱερῆς Εὐβοίης». ἡ δὲ τοιαύτη ἐπανάληψιςὁμοία μέν ἐστι τῇ πρὸ ταύτης, ἐν ᾗ τοὺς Φωκέων στρατηγοὺς μετὰ ἑπτὰ στίχουςἐπανέλαβε, κατορθοῖ δὲ δύο τινά. τήν τε γὰρ ἐφεξῆς ἱστορίαν προκαλεῖται· αὐτίκα γὰρ περὶ Εὐβοίας ἐρεῖ· καὶ Λοκρῶν διαφορὰν ἐμφαίνει ὡς καὶ ἑτέρωνὄντων. οὗτοι μὲν γὰρ Ἐπικνημίδιοι κατὰ τοὺς παλαιούς. εἰσὶ δὲ καὶ Ὀζόλαι, κείμενοι μὲν περὶ τὰ δυτικὰ τῆς Φωκίδος, κληθέντες δὲ Ὀζόλαι ἢ διὰ τὴν ἐν τοῖςτοῦ Περιηγητοῦ ῥηθεῖσαν αἰτίαν ἤ, διότι, φασίν, αἰγονόμοι εἰσὶ καὶ τραγᾶςἀβυρσεύτους καὶ δυσώδεις ἀμφιέννυνται. τραγαῖ δέ εἰσι περισπωμένως αἱ τῶντράγων δοραί, ὡς καὶ λεονταῖ καὶ παρδαλαῖ αἱ τῶν λεόντων καὶ τῶν παρδάλεων. Στράβων δὲ περὶ Λοκρῶν καὶ ταῦτα φησίν· «Ἑσπερίων Λοκρῶν Ὅμηρος οὐμέμνηται». εἰπὼν δέ· «οἳ ναίουσι πέρην Εὐβοίης» ἐμφαίνει μὴ μόνον τούτουςεἶναι οὓς λέγει, ἀλλὰ καὶ ἑτέρους. τὸ γάρ «οἳ ναίουσι πέραν Εὐβοίας» πρὸςδιαστολήν, φησί, τῶν ἑσπερίων εἴρηκε. διαιρεῖ δὲ ὁ αὐτὸς τοὺς παρ' Ὁμήρῳεἰς Ἐπικνημιδίους καὶ Ὀπουντίους, ὥστε καὶ δύο γένη Λοκρῶν καθ' Ὅμηρον, ἤγουν οἱ Ἐπικνημίδιοι ἅπαντες κοινῶς καὶ αὖ πάλιν κοινῶς οἱ ἕτεροι, τουτέστινοἱ ἑσπέριοι οἱ καὶ Ὀζόλαι. καὶ τρία δέ εἰσι γένη τῶν αὐτῶν, ἐάν τις ὑποδιέλῃκατά τινα ἐξοχὴν ἢ διαφορὰν τοὺς Ὀπουντίους ἀπὸ τῶν Ἐπικνημιδίων, περὶ ὧν καὶ ἐν τοῖς τοῦ Περιηγητοῦ δηλοῦται. λέγει δὲ ὁ Στράβων καί, ὅτι ἑσπερίοιςμὲν Λοκροῖς συνεχεῖς Αἰτωλοί, Ἐπικνημιδίοις δὲ Ἐνιᾶνες, καὶ ὅτι ἡ Ναύπακτος, ἣν Φίλιππος Αἰτωλοῖς προσέκρινεν, ἀπὸ ναυπηγίας Ἡρακλειδῶν ἢ Λοκρῶνἐκλήθη στόλον ἐκεῖ ναυπηγησαμένων· καὶ ὅτι Παρνασσοῦ τὸ πρὸς δύσινπλευρὸν Ὀζόλαι Λοκροὶ κατέχουσιν, οἱ καὶ ἑσπέριοι, τὸ δὲ νότιον οἱ Δελφοί. καὶοὕτω μὲν ταῦτα. Λέγει δὲ καὶ οὕτως ὁ Γεωγράφος· ἡ Λοκρὶς ὑπὸ Παρνασσοῦδιῄρηται δίχα, ἡ μὲν ἐκ τοῦ ἑσπερίου μέρους κειμένη τῷ Παρνασσῷ καὶκαθήκουσα ἐπὶ τὸν Κρισσαῖον κόλπον, ἡ δὲ ἐκ τοῦ πρὸς ἕω, τελευτῶσα δὲ ἐπὶτὴν πρὸς Εὐβοίᾳ θάλασσαν. καλοῦνται δ' οἱ μὲν ἑσπέριοι Λοκροὶ καὶ Ὀζόλαι, οἱ δὲ ἕτεροι οἱ μὲν Ὀπούντιοι ἀπὸ τῆς μητροπόλεως, ὅμοροι Φωκεῦσι καὶ Βοιωτοῖς, οἱ δὲ Ἐπικνημίδιοι ὑπὸ ὄρος Κνημῖδα, Οἰταίοις καὶ Μαλιεῦσι πρόσοικοι. καὶ τοιαῦτα μὲν καὶ ταῦτα. Ὁ δὲ ποιητὴς λέγει, ὅτι εἵποντο τοῖςὉμηρικοῖς Λοκροῖς νῆες τεσσαράκοντα. καὶ ὅρα τὸ «εἵποντο» γλυκέως τελεχθὲν καὶ πλεονασθέν· πλέον γὰρ ἤπερ δεκάκις ἡ λέξις ἐν τῷ τῶν νεῶν Καταλόγῳ κεῖται· καὶ ὅτε δὲ εἴπῃ «τῶν δὲ τριάκοντα νῆες ἐστιχόωντο» καὶ «τῶν μὲνπεντήκοντα νῆες κίον» ἤτοι ἐπορεύοντο, γλυκέως λέγει ὡς εἴπερ ἐμψύχως ἐκινοῦντο αἱ νῆες. ἔχει δέ τι γλυκύτητος καὶ τὸ «ὁ δεῖνα τόσας ἄγε νῆας», διὰ τὸἄγειν ἐπὶ ἐμψύχων μὲν καὶ αὐτὸ εἰωθὸς λέγεσθαι, ὡς καὶ τὸ εἵποντο, τεθὲν δὲἐνταῦθα ἐπὶ νεῶν. διαφόρως δὲ ὁ πολύστροφος τὴν γλῶσσαν Ὅμηρος φράζεικαὶ τὰ περὶ τὰς νῆας, οἷον «τῶν μὲν τόσαι νῆες κίον» καὶ πάλιν «τῶν δὲ τόσαινῆες ἐστιχόωντο» καὶ «τοῖς δὲ ἅμα τόσαι νῆες ἕποντο» καὶ «τῶν ἑκατὸν νηῶνἦρχεν» ἤ «ἡγεμόνευεν ὁ δεῖνα» καὶ «ὁ δεῖνα τόσας νῆας ἄγεν», καὶ χορεύειἀνακυκλῶν τὰ τοιαῦτα ὁ ποιητής· πλεονάζει δέ, ὡς εἴρηται, τῷ «νῆες τόσαιἕποντο». (ῃ. 529) Ἰστέον δὲ ὅτι ἀθετοῦσί τινες, ἐν οἷς καὶ Ζηνόδοτος, τὸ» ἀλλὰ πολὺ μείων» καὶ τὰ ἑξῆς, οὐ μόνον διότι οὐ χρή, φασί, διλογεῖν· εἶπεγὰρ ἤδη, ὅτι μείων καὶ οὔτι τόσος γε, ἀλλὰ καὶ διὰ τὸ λινοθώρηξ. οἱ Ἕλληνεςγὰρ χαλκοχίτωνες· ἀλλὰ καὶ διὰ τὸ Πανέλληνας· οὐ γὰρ λέγει, φησίν, Ἕλληναςὁ ποιητής, ἀλλ' Ἀργείους, Δαναούς, Ἀχαιούς· διότι οὐδὲ Ἑλλάδα, φησί, λέγει τὴν οἰκουμένην ὑπὸ Ἑλλήνων χώραν, ἀλλὰ μίαν τινὰ πόλιν Θετταλικὴνκαὶ τοὺς ἐκεῖθεν Ἕλληνας, ὡς κατωτέρω δηλωθήσεται. οἱ δὲ τὸν ῥηθέντα Ζηνόδοτον μεμφόμενοι ἐφ' οἷς, ὡς εἴρηται, ἠθέτηκε, φασὶ πρὸς ἄλλοις καὶἀναγκαῖον εἶναι τὸ χωρίον. ποιότητα γὰρ προσώπων δηλοῖ καὶ προσυνίστησιν, ὅτι ἥττων τοῦ Σαλαμινίου τὸ μέγεθός ἐστιν ὁ Λοκρός. (ῃ. 527) Τὸ δὲ Ὀϊλεύςψιλωτέον κατὰ τὴν ἄρχουσαν ὡς ἓν μέρος λόγου κατὰ τὸν Ὅμηρον. Ἡσίοδος δέ, φασί, καὶ Στησίχορος διχῶς αὐτὸ προάγει· οὐ γὰρ μόνον τρισυλλάβωςὈϊλεύς, ἀλλὰ καὶ δισυλλάβως Ἰλεύς. τοῦτο δὲ καὶ ἄλλοι πολλοὶ τῶν νεωτέρων, οἳ καὶ δασύνουσιν ἐνταῦθα τὸ «ὁ Ἰλῆος ταχὺς Αἴας», ὡς ἄρθρου ὄντος τοῦ ˉο, ἵνα λέγῃ, ὅτι ὁ τοῦ Ἰλῆος Αἴας. τοῦτο δὲ οὐχ' Ὁμηρικόν, εἴ τις ἐπὶ νοῦν λάβοι τὸ «οὐδ' ἂρ Οἰληϊάδῃ μεγαλήτορι Λοκροὶ ἕποντο». (ῃ. 530) Τὸ Πανέλληνας δὲ οὐ κατὰ Ζηνόδοτον ἀλλ' Ὁμηρικῶς ἑρμηνευτέον κατὰ τοὺς παλαιοὺςλέγοντας τὸ Πανέλληνας καὶ Ἀχαιούς ἀντὶ τοῦ Θεσσαλοὺς καὶ Ἀργείους, ἵνα ἀντιδιαιρῇ τοῖς ὅλοις Ἀργείοις τοὺς ὑπὸ τῷ Ἀχιλλεῖ, λεγομένους ἰδίως Ἕλληνας κατά τινα ἐξοχήν. καὶ ταῦτα μὲν τοιαῦτα. (ῃ. 531) Ἡ δὲ Κῦνος ἄκρα τις τερματίζουσα τὸν Ὀπούντιον κόλπον, ἐπίνειον Ὀπόεντος πόλεως Λοκρῶν Ἐπικνημιδίων τῶν πέραν Εὐβοίας κατὰ τὸν ποιητήν, ἀφ' ἧς ἦν καὶ ὁ τοῦἈχιλλέως συγγενής τε καὶ ἑταῖρος Πάτροκλος, κληθείσης οὕτως ἀπὸ Ὀπόεντος ἄρξαντος ἐν αὐτῇ. Ἐθνικὸν τοῦ Ὀπόεις Ὀποείσιος, ὡς Σιμόεις Σιμοείσιος. ὥσπερ δὲ πλακόεις καὶ ἐν συναιρέσει πλακοῦς καὶ Σιμόεις Σιμοῦς, οὕτω καὶὈπόεις Ὀποῦς καὶ κλίνεται Ὀποῦντος. καὶ τὸ ἐθνικὸν ἐξ αὐτοῦ Ὀπούντιοςὡς ὑποδηλοῖ καὶ ὁ Κωμικός, ἔνθα Ὀπούντιόν τινα σκώπτει Ἀθηναῖον, ἄνδρα μὴ ἀκεραιούμενον τὴν συζυγίαν τοῖν ὀφθαλμοῖν. ὠνόμασται δὲ Κῦνος ἀπὸ Κύνου, Λοκροῦ ἀνδρός· Ὀποῦντος γάρ, φασί, Κῦνος, οὗ Ὁδοιδόκος, οὗὈϊλεύς. οἱ δὲ παλαιοί φασι καὶ ταῦτα· Ἀμφικτυόνος καὶ Χθονοπάτρας ἀπόγονος Φύσκος, οὗ Λοκρός, ὧν ἀπὸ μὲν Φύσκου Φύσκοι πρώην, ἀπὸ δὲ Λοκροῦ Λοκροὶ οἱ αὐτοὶ ὠνομάσθησαν· Λοκροῦ δὲ Ὀποῦς, πρὸς ὃν διενεχθεὶς ὁ πατὴρ Λοκρὸς ἐᾷ μὲν ἄρχειν ἐκεῖνον, αὐτὸς δὲ οἰκεῖ τὰ πρὸς ἑσπέραν τοῦ Παρνασσοῦ ἔχων ὑφ' ἑαυτὸν τοὺς ἐκεῖ, οἳ Ἑσπέριοί τε καὶ Ὀζόλαι ἐκαλοῦντοπερὶ Αἰτωλίαν, ἐπὶ τῆς ἑτέρας, φασί, πλευρᾶς οἰκοῦντες κατὰ Κρισσαῖον πεδίον, ἀφ' ὧν ὕστερον καὶ ἀποικία εἰς Ἰταλίαν ἐστάλη, ἔνθα Λοκροὶ οἱ Ἐπιζεφύριοι, ὧν καὶ ὁ Περιηγητὴς μέμνηται, οὓς Πίνδαρος ἐπαινεῖ ὡς εὐνομουμένους καὶλογίους καὶ μαχίμους. καὶ οἱ μὲν ἄλλοι ταῦτα περὶ Ὀπουντίων. ὁ δὲ Γεωγράφοςκαὶ μητρόπολιν Λοκρῶν τῶν Ἐπικνημιδίων τὴν Ὀποῦντα λέγει. ὑποδηλῶν δὲ αὐτὴν καὶ παραθαλασσίαν Ὀπούντιον κόλπον ἱστορεῖ, παρώνυμον αὐτῇ, καὶἨλείους δέ τινας Ὀπουντίους λέγει, ὧν οὐκ ἄξιον, φησί, μεμνῆσθαι. Καλλίαρος δὲ ἀπὸ Καλλιάρου, φασίν, ὠνόμασται, υἱοῦ Ὁδοιδόκου καὶ Λαονόμης. οἱ δὲ Καλλίαρα οὐδετέρως φασὶ διὰ τὸ εὐήροτον τῆς ἐκεῖ γῆς. Ἐθνικὸν δὲ ταύτης οἱ Καλλιαρεῖς. (ῃ. 532) Ἡ δὲ Βῆσσα ὅτι μὲν κατά τινας δι' ἑνὸς γράφεται ˉσ, εἴρηται πρὸ βραχέων. Ἡρωδιανὸς δὲ διὰ δύο ˉσ γράφει. ὠνομάσθη δέ, φασίν, ἀπὸ τῆς τόπου φύσεως, ναπώδους οὔσης. ἦν δὲ καὶ ἔθνος Θρᾳκικὸν οἱ Βῆσσοι. ἀρέσκει δὲ καὶ τῷ Γεωγράφῳ ἡ διὰ τῶν δύο ˉσ γραφὴ τῆς Βήσσης· ἀπὸ γὰρ τοῦ αὐτόθι δρυμώδους, φησίν, ὠνόμασται ὁμωνύμως. ὁ δὲ ἐν τῇ Ἀττικῇ, φησί, δῆμος ἡ Βῆσα ἐν τῷ ἑνὶ ˉσ, ἐξ οὗ οἱ δημόται Βησαιεῖς. Ἡ δὲ Σκάρφηκεῖται, φασιν, ἐγγὺς Θερμοπυλῶν· ὠνόμασται δὲ ἀπὸ Σκαρφείας ἐνδόξου τινὸςγυναικός. κατὰ δὲ τὸν Γεωγράφον ἐφ' ὕψους ἡ Σκάρφη κεῖται χώραν εὔκαρπονκαὶ εὔδενδρον ἔχουσα· καλεῖται δέ, φησί, νῦν Φαρύγαι καὶ ἔχει ΦαρυγαίαςἭρας ἱερόν. λέγει δὲ καί, ὅτι Σκάρφεια εἶτα Νίκαια καὶ αἱ Θερμοπύλαι καὶ ὅτι Σκάρφεια σταδίοις δέκα ὑπέρκειται θαλάσσης διέχουσα Θρονίου σταδίουςτριάκοντα. καὶ ὅρα ὅτι καὶ Σκάρφην τὴν αὐτὴν λέγει καὶ Σκάρφειαν, ὡς δοκεῖκαὶ τῷ τὰ Ἐθνικὰ γράψαντι. φασὶ δὲ καί, ὅτι ἐκ θεμελίων ἡ πόλις αὕτη ἀνερρίφη, ὥστε καὶ σώματα καταδῦναι χιλίων ἑπτακοσίων οὐκ ἐλάττω. Αὐγειαὶ δὲ οὐ μόνον Λοκρικαί, ὧν ὁ πολίτης Αὐγεάτης, ἀλλὰ καὶ Λακωνικὴ πόλις ἐστὶν ὁμώνυμος. (ῃ. 533) Τάρφη δὲ διὰ τὴν τῆς ὕλης πυκνότητα· ταρφέα γὰρ τὰ πυκνὰ καὶτάρφος τὸ δάσος. Ὅμηρος «βαθείης τάρφεσιν ὕλης». Τὸ δὲ Θρόνιον τὸ κατὰ τὴνμεσογαῖαν τῆς Κνημῖδος– τῶν Ἐπικνημιδίων γάρ ἐστι Λοκρῶν– αὐτὸ μὲνοὐκ ἐγκαθημένους ἔχει τοὺς παλαιοὺς εἰς τὸν περὶ αὐτοῦ πολὺν λόγον. ὁ δὲ Βοάγριος ποταμός, ὁ παραρρέων αὐτό, ἠξίωται πλείονός τινος λόγου. φησὶγοῦν ὁ Γεωγράφος, ὅτι Μάνην ἐπονομάζουσιν αὐτὸν καὶ ὅτι χειμάρρους ἐστίν, ὥστε ἀβρόχοις ἐμβαίνειν ποσίν, ἴσχει δέ ποτε καὶ δίπλεθρον πλάτος. καὶταῦτα μὲν περὶ τῶν παρ' Ὁμήρῳ Λοκρῶν. ἡ δὲ ἱστορία ἔχει καὶ ὡς ἐρρέθη, Λοκρούς, ἐξ ὧν εἰς Ἕλληνας ἦλθε παροιμία τὸ «ἀληθέστερα τῶνἐπὶ Σάγρᾳ» ἐπὶ τῶν ἀληθεστάτων μέν, οὐ πιστευομένων δέ. ποταμὸς δὲ τῆςἐκεῖ Λοκρίδος ἡ Σάγρα. καί φασι τοὺς τοιούτους Λοκροὺς πόλεμον μελετῶνταςπρὸς τοὺς πλησιοχώρους Κροτωνιάτας αἰτῆσαι συμμαχίαν τοὺς Λακεδαιμονίους· ὡς δὲ ἐκεῖνοι στρατὸν μὲν οὐκ ἔχειν ἔφασαν, διδόναι δ' αὐτοῖς τοὺς Διοσκούρους, οἰωνισάμενοι τὸ κερτομηθὲν οἱ Λοκροί, ὥς φησι Παυσανίας, τήν τε ναῦνἀπέστρεψαν καὶ τῶν Διοσκούρων ἐδεήθησαν συμπλεῖν αὐτοῖς. ὡς δ' ἐνίκησαναὐθημερόν, φησί, καὶ ἡ φήμη διηγγέλθη εἰς Σπάρτην, τὸ μὲν πρῶτον ἀπιστία ἦν· ἐπεὶ δ' εὑρέθη ἀληθῆ, ἐξέβη ἐκεῖθεν ἡ ῥηθεῖσα παροιμία. (ῃ. 536– 45) ὍτιἘλεφήνωρ Χαλκωδοντιάδης, ἤτοι Χαλκώδοντος υἱός, μεγαθύμων ἀρχὸςἈβάντων τεσσαράκοντα νῆας εἶχεν. Ἄβαντας δὲ λέγει τοὺς ἐξ Εὐβοίας, ὡς ῥηθήσεται κατωτέρω. λέγει δὲ τὸν μὲν Ἐλεφήνορα ὄζον Ἄρηος, ὡς πολεμικὸν καὶ ἀρήϊον, τοὺς δὲ Ἄβαντας μένεα πνέοντας, ὃ καὶ ἐπὶ ἄλλων λέγει, καὶ θοοὺςδὲ καὶ αἰχμητὰς καὶ ὄπιθεν κομόωντας, ὅπερ ἴδιον ἦν κουρᾶς Εὐβοϊκῆς, ὡς καὶπερὶ τούτου μετ' ὀλίγα εἰρήσεται. Ἦσαν δὲ ὑπὸ τῷ Ἐλεφήνορι οἱ τὴν Εὔβοιαν ἔχοντες, Χαλκίδα τε Εἰρέτριάν τε πολυστάφυλόν τε Ἱστίαιαν Κήρινθόν τεἔφαλον Δίου τε αἰπὺ πτολίεθρον Κάρυστόν τε καὶ Στύρα. (ῃ. 536) Ὧν Εὔβοια μὲν ἀπὸ Εὐβοίας τῆς Ἀσωποῦ τὴν κλῆσιν ἔσχε, κατὰ δέ τινας ἀπὸ τῆς Ἰοῦς ὠνομάσθη, ἣν εἰς βοῦν ἐξαλλαγῆναι μυθεύονται. οὕτω γάρ, φασί, καὶβοὸς αὐλή, ἄντρον παράλιον, περί που τὴν τοιαύτην νῆσον, ὅπου τὴν Ἰὼτεκεῖν φασιν Ἔπαφον, ὥστε βούλονται οἱ οὕτω λέγοντες τῆς ἀποβοωθείσηςἸοῦς παρώνυμον εἶναι ταύτην τὴν Εὔβοιαν, περὶ ἧς καὶ ταῦτα ὁ Γεωγράφοςφησί· νῆσος Ἑλένη, τραχεῖα καὶ ἔρημος, παραμήκης, ὅσον στάδια ἑξήκοντατὸ μῆκος, ἧς ὁ ποιητὴς μέμνηται ἐν τῷ «νήσῳ δ' ἐν κραναῇ μίγη». μετὰ δὲ τὴνἙλένην ἡ Εὔβοια πρόκειται ὁμοίως στενὴ καὶ μακρά, ἣν τρόπον τινὰ μέρος τῆς Βοιωτίας πεποίηκεν ὁ Εὔριπος, στενὸς ὢν καὶ γεφύρᾳ συνεζευγμένος πρὸςαὐτὴν διπλέθρῳ. καὶ ὅρα γέφυραν ταύτην δίπλεθρον, ἧς καὶ προϊὼν μέμνηταιὁ Γεωγράφος εἰπών, ὅτι περὶ τὴν ῥηθεῖσαν δίπλεθρον γέφυραν πύργος ἑκατέρωθεν ἐφέστηκεν, ὁ μὲν ἐκ τῆς Χαλκίδος, ὁ δ' ἐκ τῆς Βοιωτίας. ὅτι δὲ πολλαὶ Εὔβοιαι, δῆλον ἐκ τῶν παλαιῶν, οἳ καὶ τόπον ἐν Σικελίᾳ καὶ ἐν Ἄργει καὶ ἐνΜακεδονίᾳ δὲ οὕτω κληθῆναί φασι. σημειοῦνται δὲ καὶ ὅτι Εὔβοιαν εἰπὼνοὐδέποτε παρωνύμως τοὺς ἀπ' αὐτῆς Εὐβοέας εἶπεν, ἀλλὰ Ἄβαντας, οἷον·» οἳ δ' Εὔβοιαν ἔχον μένεα πνέοντες Ἄβαντες» καὶ «τῷδ' ἅμα Ἄβαντες ἕποντο». φασὶ δὲ καὶ ἐξ Ἄβας τῆς Φωκικῆς εἱλκύσθαι τὴν τῶν κλῆσιν, ὡς καὶ μετ' ὀλίγα ῥηθήσεται, ὅπου καὶ περὶ Εὐβοίας αὖθις καὶἈβάντων εἰρήσεται. Τὴν δὲ ῥηθεῖσαν Ἄβαν Ἡρόδοτος πληθυντικῶς Ἄβαλέγει· ἔνθα καὶ ἱερὸν Ἀπόλλωνος, φησί, πλούσιον. καὶ Σοφοκλῆς δὲ ὁμοίωςπληθύνει· παρ' ἐκείνῳ δὲ καὶ ὀξύνονται κατά τινα τῶν ἀντιγράφων αἱ Ἄβαι. Ἡ δὲ Εὔβοια ἐκλήθη ὡς ἀπὸ μέρους, φασί, ποτὲ καὶ Ὄχη. καλεῖται δὲ οὕτω τὸ μέγιστον ἐν αὐτῇ ὄρος τὸ κατὰ Κάρυστον, [ἧς ἡ ἐτυμολογία κατὰ τὸὄχα, ἵνα ᾖ ὥσπερ ὄχα τὸ ἐξόχως, οὕτω καὶ Ὄχη ἡ ἔξοχος ἐν τοῖς ἐκεῖ.] ἱστοροῦνται δὲ Εὐβοῗται ποταμοὶ Κιρεὺς καὶ Νηλεύς, ὧν ἀφ' οὗ μὲν τὰπίνοντα πρόβατα λευκὰ γίνονται, ἀφ' οὗ δέ, ὡς ὁ Γεωγράφος καὶ τοῦτό φησι, μέλανα, ὁποῖόν τι καὶ περὶ τὸν Κρᾶθιν συμβαίνει. (ῃ. 537) Ἡ δὲ Χαλκὶςἐλέγετο, φασί, πρότερον Εὔβοια· ἐκλήθη δὲ Χαλκὶς ἀπὸ θυγατρὸς Ἀσωποῦ Κόμβης τῆς καὶ Χαλκίδος· τινὲς δὲ διὰ τὸ χαλκεῖα πρῶτον παρὰ τοῖς ἐκεῖὀφθῆναι. ἐκαλεῖτο δέ, φασί, τὸ παλαιὸν καὶ Στύμφηλος, ὁμωνύμως τῇ Ἀρκαδικῇ. ὁ πολίτης αὐτῆς Χαλκιδεύς. ταύτης ἄποικοι καὶ ἕτεροι μὲν καὶ οἱ ἐν τῇ Κύμῃ δὲ τῆς Σικελίας Χαλκιδεῖς. ἦν δὲ καὶ Κορίνθου πόλις Χαλκίς· καὶ Αἰτωλικὴ δέ, ὅθεν ὁ Ἀχελῷος ῥεῖ, ἧς μέμνηται καὶ ὁ Περιηγητής. ἦσαν δὲ καὶ ἄλλαι, ὧν μία καὶ Συριακή. Ἰάμβλιχος γοῦν, ὁ μέγας φιλόσοφος, Χαλκιδεὺς ἦν ἐκ τῆςκοίλης Συρίας. νῦν δὲ καὶ Θρᾳκικὴ λέγεται Χαλκίς. περιφέρονται δὲ καὶ Χαλκιδικὰ ποτήρια, ὡς καὶ ἐν τῇ κωμῳδίᾳ. ἐκ ποίας δὲ αὐτά εἰσι Χαλκίδος, ζητητέον. ἀνδρείους δὲ τοὺς Εὐβοεῖς Χαλκιδεῖς ἡ ἱστορία οἶδεν· οἱ γοῦν τοῦχρησμοῦ «ἄνδρες, οἳ πίνουσιν ὕδωρ ἱερῆς Ἀρεθούσης», οἱ Χαλκιδεῖς λέγονταιεἶναι ὡς ἄριστοι ὄντες· ἔχει γὰρ καὶ ἡ ἐκεῖ χώρα κρήνην Ἀρέθουσαν, ὡς καὶἀλλαχοῦ δεδήλωται. ἐκ δὲ τῆς Ὁμηρικῆς Χαλκίδος καὶ χαλκιδίζειν παροιμιακῶς τὸ γλισχρεύεσθαι· ἐπὶ φυλαργυρίᾳ γὰρ ἐκωμῳδοῦντο οἱ κατ' ΕὔβοιανΧαλκιδεῖς. ἡ δὲ γεωγραφικὴ εἴδησις καὶ ταῦτα περιέχει. Χαλκίς, καθ' ἣνσυνάπτει τῇ ἠπείρῳ μάλιστα ἡ Εὔβοια κυρτὴ προσπίπτουσα πρὸς τοὺς κατὰ τὴν Αὐλίδα τόπους τῆς Βοιωτίας καὶ ποιοῦσα τὸν Εὔριπον. λέγει δὲ καί, ὅτι καὶφιλοσόφους ἔσχον ἄνδρας αὕτη τε καὶ ἡ Εὔβοια, ὡς ἡ σχολὴ δηλοῖ τῶν Ἐρετρικῶν σοφῶν τῶν περὶ Μενέδημον καὶ ἡ Ἀριστοτέλους ἐν Χαλκίδι διατριβή· εἶχονδὲ καὶ διενέξεις, φησίν, ἀεὶ περὶ τοῦ Λιλαντίου. καὶ ὅτι ἀμφότεραι πρὸ τῶν Τρωϊκῶν ὑπ' Ἀθηναίων ἐκτίσθησαν καὶ ὅτι ἀποικίας ἀξιολόγους ἔστειλαν, αἳ καὶ καταλέγονται πολλαχοῦ, καὶ ὅτι μεγάλην ποτὲ δύναμιν ἔσχον καὶ πολλῶν ἐπῆρχον νήσων καὶ ὅτι τὴν ἀρχαίαν Ἐρέτριαν κατέσκαψαν Πέρσαισαγηνεύσαντες τοὺς ἐκεῖ, ὕστερον δὲ ἐπεκτίσθη ἑτέρα. καὶ ὅτι Χαλκὶς φέρεταιτὰ πρωτεῖα καὶ μητρόπολις Εὐβοέων λέγεται, δευτερεύει δὲ ἡ Ἐρέτρια, περὶἧς οἱ παλαιοὶ τάδε φασίν. Ἐρέτρια ἐκαλεῖτο μὲν καὶ Μελανηῒς ἀπὸ Μελανέως, πατρὸς Εὐρύτου· ἔσχε δὲ τὴν κλῆσιν ἀπὸ Ἐρετριέως, υἱοῦ Φαέθοντος, ἑνὸςτῶν Τιτάνων. ταύτης ὁ πολίτης Ἐρετριεύς, οὗ γενικὴ Ἐρετριέως καὶ συναιρέσει Ἐρετριῶς, ὡς Στειριεύς Στειριέως Στειριῶς, χοεύς χοέως χοῶς, εἶδοςμέτρου, οὗ καὶ αὐτοῦ ἡ αἰτιατικὴ τὸν χοᾶ, ὡς Πειραιεύς Πειραιέως Πειραιῶς Πειραιᾶ. ἐκωμῳδοῦντο δέ, φασίν, οἱ Ἐρετριεῖς ὡς πολλῷ τῷ ˉρ ἐν ταῖς ὁμιλίαις χρώμενοι. διὸ καὶ αὐτοί, καθὰ καὶ Ἠλεῖοι, βαρβαρόφωνοι ἐκαλοῦντο, ὡς ἐνῥητορικῷ εὕρηται Λεξικῷ, διὰ τὸν πλεονασμὸν τοῦ ˉρ. οἱ μέντοι Κᾶρες ἄλλωςβαρβαρόφωνοι, ὡς φανήσεται. [Εἰ δὲ διὰ τὴν τοῦ ˉῥˉῶ χρῆσιν μόνην ἐκληροῦντοοἱ Ἐρετριεῖς τὸ βαρβαρόφωνον, τίνες ἂν καλοῖντο οἱ Αἰτωλοὶ ἀλλόκοταλαλοῦντες, ὡς ὁ γραμματικὸς Ἀριστοφάνης παρέπηξεν, οἷς ἔφη περὶ καινοτέρωνλέξεων· Τὴν γὰρ γέρων γέροντος γενικὴν ἀναγαγόντες εἰς εὐθεῖαν γράφουσινοὕτω· Μιλασίοις καὶ ταῖς συναρχίαις καὶ τοῖς γερόντοις, τουτέστιν ἐπιστέλλομεν οἱ Αἰτωλοὶ τοῖς Μιλησίοις καὶ τὰ ἑξῆς. τὸ δ' αὐτό φησι φαίνεσθαι καὶ ἐπὶτοῦ παθήματος, ὡς δῆλον ἐκ τοῦ «μὴ καταγελᾶτε τοῖς ἐμοῖς παθημάτοις».] Ὁ δὲ Γεωγράφος οὐ μόνον ἀπὸ Ἐρετριέως ἀποικήσαντος εἰς αὐτὴν κληθῆναί φησιν, ἀλλὰ καὶ ἀπὸ Ἐρετρίας καθ' ἑτέρους τῆς Ἀθήνησιν, ἣ νῦν ἐστιν ἀγορά. δὲ πολλαὶ Χαλκίδες, οὕτω καὶ Ἐρέτριαι. ἔστι γὰρ καὶ Θετταλικὴ καὶ περὶ Φάρσαλον δέ. ἴσχυσαν δέ, φασί, ποτὲ πολλὰ οἱ Ἐρετριεῖς καὶ πόλεις δὲ πολλὰς ἡ Ἐρέτρια, ὡς καὶ ἡ Χαλκίς, συνῴκισε. κατεσκάφη δέ, ὡς εἴρηται, ἡ παλαιὰἘρέτρια, ἡ ἐν Εὐβοίᾳ τῇ νήσῳ, ἡ παρ' Ὁμήρῳ δηλαδή· ἐπεκτίσθη δὲ ὕστερον ἑτέρα, ἧς μεμνημένος ἐν ἄλλοις ὁ Γεωγράφος φησίν· «ἡ δὲ νῦν Ἐρέτριακατὰ τὸν Ὠρωπόν». λέγει δὲ καί, ὅτι μετὰ Γεραιστὸν Ἐρέτρια πόλις μεγίστη τῆς Βοιωτίας μετὰ Χαλκίδα. ἔπειτα ἡ Χαλκὶς μητρόπολις τῆς νήσου τρόποντινὰ ἐπ' αὐτῷ τῷ Εὐρίπῳ ἱδρυμένη ἀντικρὺ Αὐλίδος. ἐκαλεῖτο δέ ποτε ἡἘρέτρια καὶ Ἀρότρια. Ὅμηρος δὲ διὰ μέτρον Εἰρέτριαν καλεῖ ἐπενθέσει τοῦἰῶτα. [Ἰστέον δὲ καί, ὅτι Σώπατρος ἱστορεῖται λευκάλφιτον λέγειν τὴν Ἐρέτριαν, ἐπεὶ διάφοροι αἱ ἐκ ταύτης μάζαι, ὡς καὶ αἱ ἐκ τῆς Τέω. Ἀρχέστρατος μέντοιἄλλως ὑπερφωνεῖ τὸν τοιοῦτον ῥήτορα ποιητικώτερον εἰπὼν τὴν κλεινὴν Λέσβονλευκότερα αἰθερίας χιόνος ἄλφιτα φέρειν, καὶ ἐπαγαγών· «θεοὶ εἴπερ ἔδουσινἄλφιτα, ἐκεῖθεν ἰὼν Ἑρμῆς αὐτοῖς ἀγοράζει», τὰ δ' ἄλλα γίγαρτα φαίνεσθαιπρὸς ἐκείνας φάμενος. Ὅτι δὲ διαφέρει ἄρτου μάζα καὶ ὡς εὐπεπτότερονμάζης ὁ ἄρτος καὶ ὅτι ἀπεναντίας κεῖνται τοῖς καθαροῖς ἄρτοις οἱ Κιλίκιοιῥυπαροὶ ὄντες καὶ φαιοί, ἔστιν εὑρεῖν παρὰ τοῖς παλαιοῖς.] Ἡ δὲ Ἱστίαια προπαροξυτόνως μὲν κατὰ τοὺς ἀκριβεστέρους ἀναγινώσκεται ὁμοίως τῷ Νίκαια, Φώκαια· πολυστάφυλος δὲ ὑπὸ τοῦ ποιητοῦ παρατετηρημένως εἴρηται. Παρασημειοῦνται γὰρ οἱ παλαιοὶ τὸν ποιητὴν κατὰ μηδέν τι μηδὲ τῶντοιούτων ψεύδεσθαι ἢ ἀστοχεῖν. γράφεται δὲ καὶ διὰ τοῦ ˉε κατὰ τὴν ἀρχὴν καὶδιὰ τοῦ ˉι, ὥσπερ καὶ ἡ κατ' οἴκους ἱστία καὶ ἑστία λέγεται· Ἰωνικωτέρα δέ, φασίν, ἡ διὰ τοῦ ˉι γραφή. ὕστερον δέ, φασίν, ἐκλήθη αὕτη Ὠρεός. ὁ πολίτηςταύτης Ἱστιαιεύς· ὁ δὲ τῆς Θεσσαλικῆς Ἱστιαίας πολίτης Ἱστιαιώτης. ἦν δὲ καὶγυνὴ σοφὴ Ἀλεξανδρηνὴ κατὰ τὸν Γεωγράφον τὴν κλῆσιν Ἱστιαῖα ἢ Ἑστιαῖασυνεισενεγκοῦσά τι καὶ αὐτὴ εἰς τὴν Ἰλιάδα Ὁμήρου καὶ ἑτέρα δὲ ἀρχαία ἡρωΐς, θυγάτηρ Ὑριέως, ἀφ' ἧς ἡ πόλις ὠνόμασται. ὁ δὲ Γεωγράφος λέγει καί, ὅτι ὥσπερ ἀπὸ δήμου Ἀττικοῦ Ἐρετριέων ἡ Ἐρέτρια, ἤγουν ἀπὸ Ἐρετρίατῆς Ἀθήνησιν, ὡς πρὸ ὀλίγου ἐγράφη, οὕτως ἀπὸ δήμου Ἱστιαιέων ἡ Ἱστιαία. λέγει δὲ καί, ὅτι Ἱστιαία ὕστερον Ὠρεὸς καὶ οἱ Ἱστιαιεῖς Ὠρεῖται. οἱ δὲ οὐ τοὺαὐτοὺς ἐξ ἀρχῆς φασιν εἶναι, ἀλλὰ ἰδίᾳ ὄντας τοὺς Ὠρείτας συνοικῆσαι τοῖςἹστιαιεῦσι, καὶ γενηθεῖσαν μίαν πόλιν ἀμφοτέροις χρῆσθαι τοῖς ὀνόμασιν, ὡς Λακεδαίμων καὶ Σπάρτη ἡ αὐτή. κεῖται δὲ ἡ Ἱστιαία ὑπὸ ὄρει παρὰ τὸνΚάλλαντα ποταμὸν ἐπὶ πέτρας ὑψηλῆς. διὸ καὶ Ὠρεὸς ἐκλήθη ἐκτάσει δηλαδὴ τοῦ ˉο εἰς ˉω διὰ τὸ ὀρείους, φασίν, εἶναι τοὺς προοικήσαντας. δοκεῖ δέ, φασί, καὶ ὁ Ὠρίων ἐνταῦθα τραφεὶς ἀφεῖναι αὐτῇ τὸ ὄνομα, οἱ δὲ ἀνάπαλιν ὅτι καὶ ὁὨρίων ἐνταῦθα τραφεὶς οὕτω λέγεται ὀνομασθῆναι. (ῃ. 538) Ἡ δὲ Κήρινθος ἐκλήθη ποτέ, φασί, καὶ Ἐλλοπία ἀπὸ Ἔλλοπος, υἱοῦ Τιθωνοῦ· ποταμὸς δὲ περὶ αὐτὴν Βουδόρας καλούμενος ἢ Βούδορος, φασίν, ὁμώνυμος ὄρει Σαλαμινίῳ. ἔφαλον δὲ ταύτην ὁ ποιητὴς λέγει, ὡς μὴ ἁπλῶς ἀγχίαλον, ἀλλ' ἐπ' αὐτῆςὡς εἰπεῖν τῆς ἁλός· κατὰ γὰρ τοὺς παλαιοὺς ταύτης τὰ θεμέλια ὑπὸ θαλάσσηςἁλμίζεται. ὁ δὲ Στράβων πολείδιον Ἱστιαιέων τὴν Κήρινθον λέγει, ἐπὶ τῇθαλάσσῃ κείμενον. Δίου δὲ πτολίεθρον αἰπὺ τὸ Δῖον λέγει περιφραστικῶς ἐφ' ὑψηλοῦ, ὡς εἰκός, ἱδρυμένον. κεῖται δέ, φασί, τὸ Δῖον τοῦτο περὶ τὸ Κήναιοντῆς Εὐβοίας ἀκρωτήριον. πολίτης αὐτοῦ Διηνός. ἦν δὲ καὶ Μακεδονικόν, φασί, Δῖον, ἔνθα καὶ Ὀλυμπικὸς ἀγὼν ἐτελεῖτο· καὶ ἄλλαι δὲ πόλεις τὴν τοῦ Δίου κλῆσιν εἶχον, ὡς ὁ τὰ Ἐθνικὰ γράψας δηλοῖ, ἐν αἷς καὶ ἡ κατὰ κοίληνΣυρίαν, Ἀλεξάνδρου κτίσμα, ἧς τὸ ὕδωρ νοσερόν· ἐφ' ᾧ καὶ ἐπίγραμμα· «νᾶμα τὸ Διηνόν, γλυκερὸν ποτόν, ἢν δέ γε πίῃς, παύσῃ μὲν δίψης, εὐθὺ δὲ καὶβιότοιο». ὁ δὲ Γεωγράφος λέγει καί, ὅτι τὸ Δῖον ἐν τῷ ῥηθέντι Ὠρεῷ καὶἈθῆναι Διάδες αὐτόθι, κτίσμα Ἀθηναίων. (ῃ. 539) Ἡ δὲ Κάρυστος ὑπὸ τῇὌχῃ, φασί, κεῖται, ἥτις ἐστίν, ὡς καὶ προερρέθη, ὄρος μέγιστον τῶν ἐν Εὐβοίᾳ, ἐξ οὗ καὶ ἡ Εὔβοια Ὄχη ὠνομάσθη ποτέ. ἐκλήθη δὲ Ὄχη ἢ διὰ τὸἐξέχειν, ἐξ οὗ, ὡς εἴρηται, καὶ τὸ ὄχα ἐπίρρημα, ἢ κατὰ τοὺς παλαιοὺς ἀπὸ τῆςἐκεῖ ὀχείας ἤτοι μίξεως Διὸς καὶ Ἥρας, ἢ διὰ τὴν αὐτόθι τῶν προβάτωνὀχείαν, ἤδη δὲ καὶ τροφήν· Ἀχαιοὶ γὰρ τὴν τροφὴν ὀχὴν λέγουσιν [ὀξυτόνως εἰςδιαστολὴν τῆς ὀρεινῆς Ὄχης. γίνεται δὲ ἀπὸ τῆς Ἀργείας ὀχῆς καὶ ἡ εὐωχία κατὰ ἔκτασιν, ὡς εὖ συνέχουσα τὸ σῶμα. τινὲς δὲ ἄλλως τὴν εὐωχίαν γίνεσθαίφασιν ἀπὸ τοῦ εὖ ἔχειν τοὺς συνιόντας εἰς εὐφροσύνην τιμῇ τοῦ θείου καὶ εἰςἄνεσιν ἑαυτοὺς καθιέναι.] Λέγεται δέ, φασίν, ἡ Ὄχη αὕτη καὶ ἀρσενικῶς ὁ Ὄχης. ἐκαλεῖτο δὲ ἡ Κάρυστος καὶ Αἰγαία ἀπὸ Αἰγαίωνος δυνάστου, ἀφ' οὗ καὶ πέλαγος Αἰγαῖον. ἦν δὲ καὶ λατόμιον τὸ Μαρμάριον Καρυστίωνκιόνων κατὰ τὸν Γεωγράφον περὶ αὐτήν, ἐν ᾧ ἱερὸν Ἀπόλλωνος Μαρμαρίνου· καὶ λίθος δέ, φησί, περὶ αὐτὴν ἐφύετο ἡ ξαινομένη καὶ ὑφαινομένη ὥστεχειρόμακτρα ποιεῖν, ἃ ῥυπωθέντα καὶ εἰς φλόγα βληθέντα ἀπεκαθαίροντο, φησί, τοῦ πίνου παραπλησίως τῇ πλύσει. κεῖται δέ, φασί, Κάρυστος ἀντικρὺ Χίουπαρὰ τὸν περὶ τὸ Μυρτῷον πέλαγος πλοῦν. ἐκλήθη δὲ ἀπὸ Καρύστου, υἱοῦ Χείρωνος, ἐξ οὗ καὶ Χειρωνία ποτὲ ὠνομάσθη. ὁ δὲ παρὰ τῷ Ἀλκμᾶνι Καρύστιος οἶνος οὐκ ἐντεῦθεν ἦν, ἀλλὰ ἀπὸ Καρύστου Ἀρκαδικοῦ, κατὰ δὲ τὸν Γεωγράφον ἀπὸ Λακωνικῆς Καρύστου. Στύρα δὲ φυλάσσει μὲν εἰσέτι καὶ νῦντὸ ὄνομα· κεῖται δὲ κατὰ τὸν Γεωγράφον πλησίον Καρύστου καὶ αὐτὴ καὶ τὸῥηθὲν Μαρμάρειον, ἐν ᾧ τὸ ῥηθὲν λατόμιον. ἐθνικὸν αὐτῶν Στυριεύς· τὸ δέ γε Στυράκιον ἄλλο τι παρὰ τὰ Στύρα ἐστὶν ὄρος Κρήτης ὄν. ὁ μέντοι στύραξφυτόν ἐστιν, ἐξ οὗ ἀκοντίσματά φασι στυράκινα ἐοικότα τοῖς κρανεΐνοις. κατεστράφη δὲ τὰ Στύρα ὑπὸ Φαίδρου, Ἀθηναίων στρατηγοῦ. (ῃ. 542– 4) Καὶ πόλεις μὲν αὗται τῶν περὶ Ἐλεφήνορα, κοινῶς δὲ οἱ ὑπ' αὐτὸν Ἄβαντες. φησὶ γάρ· «τῷ δ' ἅμ' Ἄβαντες ἕποντο θοοὶ ὄπιθεν κομόωντες, αἰχμηταί, μεμαῶτες ὀρεκτῇσι μελίῃσι θώρηκας ῥήξειν δηΐων ἀμφὶ στήθεσιν». εἴπομεν δὲἤδη, ὅτι σημειοῦνται ἐνταῦθα οἱ παλαιοί, ὡς Εὔβοιαν μὲν οἶδεν ὁ ποιητής, Εὐβοεῖς δὲ οὐ λέγει, ὥσπερ καὶ Ἴλιον λέγων Ἰλιεῖς οὔ φησι τοὺς ἐξ αὐτῆς· οὕτω δὲ καὶ Σικελοὺς μὲν λέγει, Σικελίαν δὲ οὔ, ἀλλὰ Σικανίαν, καὶ ὁ Γεωγράφος δέ φησιν, ὅτι οὕτω καὶ Βαβυλὼν μὲν πόλις, Βαβυλώνιοι δὲ τὸ ἐθνικὸν οὐκἀπ' αὐτῆς, ἀλλ' ἀπὸ τῆς χώρας· καὶ Πορφύριος δὲ ἐφιστᾷ, ὅτι τῶν ἐκ Ζελείαςτὴν χώραν Λυκίαν ἐκάλουν συνωνύμως τῇ ἐν τῷ Ξάνθῳ, τοὺς δὲ οἰκήτορας οὐ Λυκίους, ἀλλ' ἑτερωνύμως Τρῶας. οὕτω δὲ καὶ τοὺς ἐξ Ἤλιδος εὑρήσομεν ἐν τῷ αὐτῶν καταλόγῳ καλουμένους Ἐπειούς. ἐρρέθη δὲ ἐν τῇ αʹ ῥαψῳδίᾳκαί, ὅτι οἱ τῆς Ἀτραμυτηνῆς Θήβης οὐ Θηβαῖοι, ἀλλ' ἑτερωνύμως ἐλέγοντο Κίλικες. Ἰστέον δὲ καὶ ὅτι Εὔβοιαν ὁ ποιητὴς οὐ τὴν ὅλην οἶδε νῆσον, ἀλλά τι μέρος αὐτῆς· ὅθεν οὐδὲ εἶχε κοινῶς Εὐβοεῖς εἰπεῖν τοὺς ὑπὸ τῷ Ἐλεφήνοριτεταγμένους, ὥσπερ οὐδὲ Ἐρετριεῖς κοινῶς ἢ Χαλκιδεῖς. (ῃ. 542) Ὅθεν τὸ κοινὸν εἶπε τοὺς Ἄβαντας, εἰς ὃ πάντες οἱ τῆς νήσου ὑπέπιπτον, ἀφ' ὧν καὶἈβαντὶς Εὔβοια, ὡς ἀπὸ Ἄβαντος τοῦ Ἀργείου ἢ υἱοῦ Ποσειδῶνος καὶἈρεθούσης, ἧς ὁμώνυμος ἡ προρρηθεῖσα πηγὴ Ἀρέθουσα· οἱ δὲ λέγουσι καί, ὅτι Θρᾷκες κατὰ Ἀριστοτέλην ὁρμηθέντες ἐξ Ἄβας τῆς Φωκικῆς ἐπῴκησαν τὴν νῆσον καὶ ἐπωνόμασαν Ἄβαντας τοὺς ἐκεῖ· οἱ δὲ ἀπὸ ἥρωός φασιν Ἄβαντος κληθῆναι, καθὰ καὶ Εὔβοιαν ἀπὸ ἡρωΐνης. Σημείωσαι οὖν, ὅτι ὥσπερ ἔθνοςμὲν οἱ Βοιωτοὶ καὶ οἱ Φωκεῖς καὶ οἱ Λοκροί, περὶ ὧν ἐρρέθη, πόλεις δὲ αὐτῶναὗται καὶ ἐκεῖναι, οὕτω καὶ ἐθνικὸν μὲν ἐνταῦθα οἱ Ἄβαντες, αἱ δὲ κατ' αὐτοὺς πόλεις ἡ δεῖνα καὶ ἡ δεῖνα. Ἔστι δὲ καὶ ἱστορία γενεαλογικὴ δηλοῦσαπερί τε Ἀβάντων καὶ τοῦ προρρηθέντος Δίου καὶ περὶ ἑτέρων τινῶν χρησίμωντοιαύτη. Ἐρεχθέως, υἱοῦ Πανδίονος, γίνεται Κέκροψ, Ὀρνεύς, Πάνδωρος, Μητίων· ὧν Ὀρνέως μὲν Πετεώς, οὗ Μενεσθεύς, ὁ ῥηθησόμενος τῶν Ἀθηναίωνβασιλεύς. Πάνδωρος δὲ Εὔβοιαν οἰκίζει· οὗ Ἄλκων καὶ Δίας, ὧν ὁ μὲν Δῖονκτίζει, ὁ δ' Ἄλκων Ἄβαντα ἴσχει, ὃς Ἄβαντας ἐκάλεσεν, οὗ Χαλκώδων, οὗ Ἐλεφήνωρ, ὁ προρρηθεὶς τῶν Ἀβάντων βασιλεύς. ἐν δὲ τοῖς τοῦ Πορφυρίου φέρεται καὶ ταῦτα. Ἄτλαντος καὶ Πληϊόνης τῆς Ὠκεανοῦ Ἁλκυόνη· ἧς καὶ Ποσειδῶνος Ὑπέρης, οὗ Ἀρέθουσα ἡρωῒς γυνή, ἧς καὶ Ποσειδῶνος Ἄβαςοὗ Χαλκώδων, οὗ Ἐλεφήνωρ. ἡ δὲ ῥηθεῖσα γυνὴ Ἀρέθουσα κληθῆναι δέδωκεν ἐξ ἑαυτῆς τὴν Εὐβοΐδα πηγὴν Ἀρέθουσαν, ἧς ὁ χρησμὸς ἐμνήσθη, ὡς πρὸβραχέων ἐρρέθη. ὅτι δὲ οὕτω ἐπίσημος ὁ Χαλκώδων, ὡς ἀπ' αὐτοῦ καὶΧαλκωδοντιάδας λέγεσθαι τοὺς Εὐβοεῖς, δηλοῖ Εὐριπίδης Ἴωνι εἰπών. «τοῖςἈθηναίοις τοῖς τε Χαλκωδοντιάδαις, οἳ γῆν ἔχουσιν Εὐβοῖδα». Ὄπιθεν δὲ κομῶντας τοὺς Ἄβαντας λέγει κατά τι ἔθος ἴδιον. φασὶ γὰρ οἱ παλαιοί, ὅτι Κουρῆτες ἐν Χαλκίδι ᾤκησαν. συνεχοῦς δὲ πολέμου ὄντος αὐτοῖς περὶ τοῦ Λιλαντίου πεδίου, ἐπεὶ τῆς κόμης οἱ πολέμιοι δραττόμενοι κατέσπων αὐτούς, ὀπισθόκομοι γεγόνασι, τὰ ἔμπροσθεν κειρόμενοι· διὸ καὶ Κουρῆτες ἀπὸ τῆςκουρᾶς ἐκλήθησαν καὶ ἀγάλματά εἰσι παρ' αὐτοῖς οὕτως ἔχοντα. μετοικήσανταςδὲ εἰς Αἰτωλίαν φασὶν Ἀκαρνᾶνας κληθῆναι διὰ τὸ ἀκούρους φυλάσσειν τὰςκεφαλάς. περὶ δὲ Κουρήτων καὶ Ἀκαρνάνων ἐν τοῖς μετὰ ταῦτα πλατύτερονῥηθήσεται, ὅπου ἐρεῖ ὁ ποιητής· «Κουρῆτές τ' ἐμάχοντο καὶ Αἰτωλοί». οἱ δὲπαλαιοὶ λέγουσι καί, ὅτι ἴδιον κουρᾶς Εὐβοέων τὸ βαθείας ἔχειν τὰς ὄπισθενκόμας ἀνδρίας χάριν. Τὸ δὲ ὄπισθεν ὄπιθεν καὶ ἐνταῦθα ὁ ποιητὴς εἶπε κατ' ἔλλειψιν τοῦ ˉσ διὰ χρείαν μετρικήν. φύσει γὰρ σὺν τῷ ˉσ ἐστιν ὡς ἐκ τοῦ ὀπίσωσυγκοπέν. (ῃ. 543 ς.) Ὅτι δὲ οἱ Ἄβαντες αἰχμηταί, δηλοῖ μὲν καὶ ἡ ἱστορία εἰποῦσα αἰσχρὸν εἶναι παρ' αὐτοῖς τὸ τοξεύειν· δηλοῖ δὲ καὶ ὁ ποιητὴς ἐφερμηνεύων τὴν λέξιν ἐν τῷ εἰπεῖν αὐτοὺς προθυμεῖσθαι θώρακας ῥήξειν δηΐων ὀρεκταῖςμελίαις· αἰχμηταὶ γὰρ πάντως οἱ τοιοῦτοι. εἰσὶ δὲ μελίαι μὲν τὰ δόρατα, διότιἀπὸ ξύλου μελίας ἐσκευάζετο, ὀρεκταὶ δὲ αἱ ἐκτεινόμεναι κατὰ τῶν πολεμίων, ἵνα εἶεν Ἄβαντες αἰχμηταὶ οἱ μὴ ἀφιέντες τὰς αἰχμάς, ὀρέγοντες δὲ ταῖς χερσὶκαὶ οὕτω πλήσσοντες· ὀρέξαι γὰρ τὸ ἐκ χειρὸς πατάξαι, ὅθεν καὶ ὀρεκτὴ μελία. ἡ δὲ σοφωτέρα περὶ τῶν τοιούτων ὁμιλία ἡ παλαιὰ τοιαύτη. διττὴ ἡ τῶνδοράτων, φησί, χρῆσις, ἡ μὲν ἐκ χειρός, ὅτε καὶ ἀγχέμαχα καὶ ὀρεκτὰ λέγονται, ἡ δὲ ὡς ἐν παλτοῖς, καθὰ καὶ ὁ κοντὸς ἀμφοτέρας τὰς χρείας ἀποδίδωσι· συστάδην τε γὰρ καὶ κοντοβολούντων, ὅπερ καὶ ἡ σάρισσα δύναται καὶ ὁ ὑσσός. ἔνθα καὶ σημείωσαι κοινωνίαν καὶ διαφορὰν δόρατος καὶ παλτοῦ καὶ κοντοῦ καὶσαρίσσης καὶ ὑσσοῦ. Λέγει δὲ ἡ αὐτὴ παλαιὰ γραφὴ καί, ὅτι ἀγαθοὶ οἱ Εὐβοεῖςπρὸς μάχην σταδίαν, ἣ καὶ συστάδην λέγεται καὶ ἐκ χειρός. ὁ δὲ εἰπών «δουρὶδ' ἀκοντίζω, ὅσον οὐκ ἄλλος τις ὀϊστῷ» τῷ παλτῷ λέγει δόρατι. καὶ οἱ μονομαχοῦντες δὲ παλτοῖς χρῶνται δόρασι πρότερον, εἶτα ἐπὶ τὰ ξίφη βαδίζουσιν. ἀγχέμαχοι δὲ οὐ μόνον οἱ χρώμενοι ξίφει, ἀλλὰ καὶ δόρατι ἐκ χειρός, ὡς τὸ» οὔτησε ξυστῷ χαλκήρεϊ». ἔγνωσται οὖν ἐκ τοῦ τοιούτου λόγου σαφῶς, ὅτιὀρεκτὰ δόρατα τὰ μὴ ἐκπετόμενα τῶν χειρῶν κατὰ τὴν ἰθυπτίωνα μελίην, ἀλλὰἐν τῷ κρατεῖσθαι βάλλοντα· ὅπερ ὁ Νέστωρ παρήγγελλεν ἐν τῷ «ἔγχει ὀρεξάσθω». (ῃ. 544) Τὸ δὲ θώρηκας ῥήξειν ῥηξιθώρακας τοὺς Ἄβαντας ποιεῖ, ὥσπερτὸ ἀνέρας ῥήξειν παράγει τὸν ῥηξήνορα. Τὸ δὲ δηΐων ἐνταῦθα οἱ παλαιοὶἀξιοῦσι δῄων ἀναγινώσκειν δισυλλάβως δίχα ἐκφωνήσεως τοῦ ˉι καὶ γίνεταιοὕτω τὸ ἔπος ὁλοσπόνδειον. Σημείωσαι δὲ ὅτι νῦν μὲν ὁ ποιητὴς εἶπε τοὺςἌβαντας μεμαῶτας μελίαις θώρηκας ῥήξειν πολεμίων, προϊὼν δὲ ἐπὶ τοῦἝκτορος ἐρεῖ, ὅτι ἅμα τούτῳ λαοὶ θωρήσσοντο μεμαότες ἐγχείῃσι, πάνυ ἐλλειπτικῶς εἰπών. ἐνταῦθα μὲν γὰρ ἐπὶ τῶν Ἀβάντων ἐντελῶς ἔχει τὸμεμαῶτες μελίαις ῥήξειν τοὺς τῶν πολεμίων θώρακας, ἐκεῖ δὲ ἐλλιπῶςἐρρέθη τὸ μεμαότες ἐγχείῃσι· λείπει γὰρ τὸ ῥήξειν θώρακας πολεμίων ἢ εἴ τιἄλλο τοιοῦτον. ἔνθα καὶ σημειωτέον, ὅτι τὸν Τρωϊκὸν ὅλον κατάλογον ἐπισπέρχων ὁ ποιητὴς συνέτεμε κἀνταῦθα τῇ ἐλλείψει τὴν πολυλογίαν καὶ τοῖς Τρωϊκοῖς πράγμασι τὴν φράσιν συνεξωμοίωσεν. ὅρα δὲ καὶ ὅτι τὸ μεμαότεςἐνταῦθα μὲν ἐμεγάλυνε τὴν παραλήγουσαν Ἰωνικώτερον, ἐκεῖ δὲ κοινότερονἐσμίκρυνε· καὶ τὴν προπαραλήγουσαν δὲ ἐνταῦθα μὲν συνέστειλεν, ἐκεῖ δὲἐξέτεινεν. (ῃ. 546) Ὅτι τὰς Ἀθήνας εὐκτίμενον πτολίεθρον λέγει ὡς εὖ καὶ αὐτὸ ἐκτισμένον ἢ καὶ ὡς ἀγαθοὺς ἔχων πολιστάς, οὓς κτίτας ἡ τραγῳδία φησὶ κατ' ἔλλειψιν καὶ αὐτοὺς τοῦ ˉσ. (ῃ. 547 ς.) Λέγει δὲ τὰς αὐτὰς Ἀθήνας καὶ δῆμονἘρεχθῆος μεγαλήτορος, ὅν ποτ' Ἀθήνη ἔθρεψε Διὸς θυγάτηρ, τέκε δὲ ζείδωρος ἄρουρα. εὐγενὴς δὲ ἀνὴρ ὁ Ἐρεχθεὺς καὶ συνετός, ὡς οἷα καὶ Ἀθηνᾶς τρόφιμος], καὶ αὐτόχθων, οὐ μὴν ἔπηλυς, καθά τινες ὑπέλαβον τὸν Κέκροπα. διὸ καὶ ὡς μὲν ἀγχίνους ὑπ' Ἀθηνᾶς λέγεται τραφῆναι, ὡς δὲ αὐτόχθων ὑπὸ γῆςγεννηθῆναι· ὥστε ἐξεῖναι λεχθῆναι αὐτὸν γηγενῆ, [ἃ δὴ καὶ γῆς γεννήμασινἀψύχοις γλυκέως ἐπιλέγονται, ὡς δῆλον ἐκ τοῦ «αὐτόχθονα λάχανα» καὶ τοῦ» φύονται μύκητες γηγενεῖς», οἳ καὶ μῦκαι λέγονται κατὰ κλίσιν ἰσοσύλλαβον, ὡς δηλοῖ ὁ εἰπών, ὅτι ἔνια ὕδνα ὁμοίως τοῖς μύκαις πνιγώδη εἰσί.] Τάχα δὲ καὶκατὰ τὸν Τιτυὸν μεγάλῳ διῳκεῖτο σώματι, διόπερ ἐκεῖνος μὲν ἁπλῶς γαιήϊος, οὗτος δὲ τόκος ζειδώρου ἀρούρης. ἔνθα φασὶν οἱ παλαιοί, ὅτι κύριον ἐπὶ Ἀττικῆςτὸ ζείδωρος δοκεῖ. ἐκεῖ γὰρ πρῶτον ἀνεδόθη καρπός, οὗ μέρος καὶ ἡ ζειά· ὅθεν ἡ ζείδωρος. διό φασι νῦν πρώτως τῷ ἐπιθέτῳ τούτῳ ἐχρήσατο, [ἐξ οὗἀνέκυψε καὶ τὸ βιόδωρος καὶ βωτιάνειρα καὶ παμβῶτις καὶ τὰ ὅμοια.] (ῃ. 549) Ὅτι δὲ καὶ ἱερὸς ἦν ἀνὴρ ὁ Ἐρεχθεύς, δηλοῖ ὁ ποιητὴς εἰπών, ὅτι ἐκάθισεν αὐτὸν ἡ Ἀθηνᾶ ἑῷ ἐνὶ πίονι νηῷ ὡς οἷά τινα ζάκορον ἢ νεωκόρον ἢ καὶ ἱερέα· ὥστε καὶ ἱερᾶτο ἐκεῖνος τῇ Ἀθηνᾷ. οὕτω δὲ ἦν περίκλυτος, ὥστε πάνυ ἔχαιρονἈθηναῖοι Ἐρεχθεῖδαι λεγόμενοι. οὕτω δέ φασι καὶ Κοδρίδαι καὶ Κεκροπίδαι καὶ Θησεῖδαι. καὶ ταύτας γε τὰς κλήσεις τῶν ἀπὸ τῆς πατρίδος ἐντιμοτέραςἐνόμιζον. τινὲς δὲ τὸν αὐτὸν καὶ Ἐριχθόνιόν φασιν, ὁμώνυμον τῷ παλαιῷ Τρωϊκῷ βασιλεῖ Ἐριχθονίῳ, οὗ καὶ αὐτοῦ μέμνηται καὶ ὁ ποιητής. πλάττουσι δὲ ἕτεροι καὶ μῦθον αἰσχρόν, ἐκεῖνον τὸν περὶ τοῦ ἐρίου καὶ τῆς χθονὸς καὶ τὸνἩφαίστου κατὰ τῆς Ἀθηνᾶς ἔρωτα καὶ τὴν ἀτελεσφόρητον ἐν αὐτοῖς αἰσχρουργίαν, ἃ πάντα ῥιπτέον εἰς σιωπὴν καὶ δοτέον κατασαπῆναι τῇ γῇ. (ῃ. 550 ς.) Λέγει δὲ ὁ ποιητὴς καί, ὅτι οἱ τῶν Ἀθηναίων κοῦροι ἐν τῷ ῥηθέντι ναῷ ταύροισι καὶ ἀρνειοῖς ἱλάονται τὴν Ἀθηνᾶν, τουτέστιν ἱλάσκονται, περιτελλομένωνἐνιαυτῶν. ἔοικε δὲ τὰ Παναθήναια ἱστορεῖν, ὧν ἔκτοτε, ὡς εἰκός, ἀρχή τιςπροκαταβέβλητο, οὐ κατὰ ἐνιαυτὸν ἕκαστον τελουμένων, ἀλλὰ περιτελλομένωνἐνιαυτῶν· κατὰ πενταετηρίδα γὰρ ἤγοντο καὶ αὐτά, καθὰ καὶ Ὀλύμπια. (ῃ. 552) καὶ θεοφιλεῖς οὖν ἐν τούτοις τοὺς Ἀθηναίους ὁ ποιητὴς ἱστορεῖ, ὧν ἡγεμόνευέ, φησίν, υἱὸς Πετεῶο Μενεσθεύς. θήλεα δέ, φασίν, ἔθυον τῇ Ἀθηνᾶ. (ῃ. 551) Τὸδέ «περιτελλομένων ἐνιαυτῶν» ἕτερον μέν τί ἐστι παρὰ τὸ «περιπλομένωνἐνιαυτῶν», τὸ ἐν Ὀδυσσείᾳ ῥηθέν. εἴρηται δὲ κατὰ ὁμοιότητα τοῦ ἐπιτέλλεινκαὶ ἀνατέλλειν. Τὸ δὲ Πετεῶο ἢ ἀπὸ τοῦ Πετεώς Πετεώ γίνεται Ἀττικῶς, ὡςλαγώς λαγώ, ταώς ταώ, καὶ πλεονασμῷ τοῦ ˉο μικροῦ Πετεῶο κατὰ τὸνἩρωδιανόν, ἢ εὐθεῖά ἐστι κοινὴ κατὰ Ἀρίσταρχον Πετεός, ὡς καλός, οὗ γενικὴ Πετεοῖο, ὡς καλοῖο, καὶ ἐκτάσει Πετεῷο. (ῃ. 553– 5) Τὸν δὲ Μενεσθέα, οὗ μνήμη γέγονε καὶ ἐν τῷ περὶ Ἀβάντων λόγῳ, ὁ ποιητὴς ἐπαινῶν ἐνταῦθαὡς τακτικώτατον λέγει, ὅτι τούτῳ οὔπω τις ὁμοῖος ἐπιχθόνιος γένετ' ἀνὴρκοσμῆσαι ἵππους τε καὶ ἀνέρας ἀσπιδιώτας. Νέστωρ οἶος ἔριζεν· ὁ γὰρπρογενέστερος ἦεν. ὅρα δὲ ὅτι οὐκ εἶπεν, ὡς Νέστωρ μόνος ἐνίκα· ἤριζε δέ, φησίν. ἀμφήριστος ἄρα ἦν αὐτοῖς ἡ νίκη· καὶ τοῦτο δὲ οὐ δι' ἀφυΐαν τοῦ Μενεσθέως, ἀλλὰ διὰ τὴν ἐξ ἡλικίας πολυπειρίαν τοῦ γεραιτάτου Νέστορος. (ῃ. 554) Ὅρα δὲ τὸ «κοσμῆσαι ἵππους καὶ ἀνέρας», ὅθεν κοσμήτορες λαῶνοἱ βασιλεῖς. Σημειοῦνται δὲ οἱ παλαιοὶ ἐνταῦθα καί, ὅτι πρῶτος Ὅμηροςκόσμον πολέμου τὴν παράταξιν ὠνόμασε καὶ ὅτι ἐγκώμιον τοιοῦτον τῷ Μενεσθεῖἐχαρίσατο, ἐπεὶ μὴ εὐδοκιμήσει που ἐν ταῖς μάχαις. (ῃ. 556) Πεντήκοντα δέ, φησίν, αὐτῷ νῆες ἦσαν· καὶ αὗται μὲν μετρίως ἔχουσιν, ὑστέρῳ μέντοι χρόνῳτοσοῦτον εὐφόρησαν οἱ Ἀθηναῖοι νεῶν, ὡς μόνοι τῶν ὑφ' ἥλιον ἄριστοι εἶναιναυμαχεῖν καὶ θαλαττοκρατῆσαι χρόνους ἱκανούς. [Ὅτι δὲ καὶ ἄλλως πολὺ τὸσεμνὸν αἱ Ἀθῆναι πάλαι ποτὲ εἶχον, δηλοῖ καὶ ὁ εἰπὼν τὰς Ἀθήνας Ἑλλάδος Μουσεῖον, ἔτι δὲ καὶ Πίνδαρος Ἑλλάδος αὐτὰς ἔρεισμα καλέσας καὶ Θουκυδίδης Ἑλλάδος Ἑλλάδα καὶ ὁ Πύθιος ἑστίαν καὶ πρυτανεῖον τῶν Ἑλλήνων· ἐξ ὧν ὡρμημένος τις εἰς ἔννοιαν σεμνὴν κόσμου κόσμον ἐκάλεσε τὸν ἐν Κωνσταντινουπόλει ἀσύγκριτον νεών.] (ῃ. 546 ς.) Τὸ δέ «δῆμον Ἐρεχθῆος» πολυωνυμίας ἔχει λόγον· ταὐτὸν γὰρ Ἀθήνας εἰπεῖν καὶ δῆμον Ἐρεχθέως. ἔοικε δὲ καὶ τὸ δημοκρατικὸν ἐμφαίνειν, ᾧ μάλιστα ἔχαιρον Ἀθηναῖοι, οὕς φασιν αἱ ἱστορίαιπαντοίας πειραθῆναι ἀρχῆς· καὶ γὰρ καὶ ἐβασιλεύθησαν καὶ εἰς δημοκρατίανμετέστησαν, εἶτα καὶ ἐτυραννήθησαν καὶ ὕστερον εἰς ὀλιγαρχίαν μετῆλθον. ἐξενίκα δὲ ἡ δημοκρατία φιλουμένη αὐτοῖς πλέον τῶν ἄλλων πολιτειῶν. Σημείωσαι δὲ ὅτι Ἀθηναίων πόλεις ἢ δήμους ἢ ὅλως εἰπεῖν τόπους οὐκ ἠρίθμησεν ὁ ποιητὴς διά τε πλῆθος κατὰ τοὺς παλαιοὺς καί, ὅτι οὐκ εἶχε πάντα, φασίν, εἰς μετροποιΐαν κατατάξειν, καίτοι ἑκατὸν ἑβδομηκοντατεσσάρων, φασί, δήμων ὄντων τῆς Ἀττικῆς, ὧν πολλοὶ λαμπρὰ εἶχον διηγήματα· καθάπερἈφίδνα μὲν τὴν Ἑλένης ἁρπαγὴν ὑπὸ Θησέως καὶ ὡς οἱ Διόσκουροι ἐκπορθήσαντες αὐτὴν ἐκομίσαντο τὴν ἀδελφήν· Μαραθὼν δὲ ὕστερον μὲν τὸν Περσικὸνἀγῶνα, πρὸ δὲ Ὁμήρου τὸν Μαραθώνιον ταῦρον, ὃν ἀνεῖλε Θησεύς· Ῥαμνοῦς δὲ τὸ τῆς Νεμέσεως ξόανον μεγέθει καὶ κάλλει κατωρθωμένον καὶ τοῖς τοῦ Φειδίου ἐνάμιλλον· Δεκέλεια δὲ ὁρμητήριον Πελοποννησίοις κατὰ Ἀθηνῶν ἐχρημάτισεν ὕστερον· ὁμοίως δὲ καὶ ἡ Φυλὴ τὸν Θρασύβουλον κατὰ τῶντυράννων ἐδέξατο· ἀξία δὲ λόγου καὶ ἡ Ἀκαδημία καὶ οἱ κῆποι τῶν φιλοσόφωνκαὶ ἡ ποικίλη Στοά· Ἀνάφλυστος δὲ Κωλιάδος Ἀφροδίτης εἶχεν ἱερόν· περὶ τοῦτον τὸν δῆμον ἐξεκυμάνθη τὰ Περσικὰ ναυάγια, περὶ ὧν χρησμὸς προεῖπε· «Κωλιάδες δὲ γυναῖκες φρίξουσιν ἐρετμοῖς». ταῦτα τοῦ Γεωγράφου. περὶ δὲἈθηναίων καὶ Ἀττικῆς καὶ Κέκροπος καὶ ἐν τοῖς τοῦ Περιηγητοῦ κεῖται. ὁ δὲ Γεωγράφος λέγει καί, ὅτι ἐν τῷ «οἳ δ' ἄρ' Ἀθήνας εἶχον» δέχεσθαι δεῖ καὶτοὺς Μεγαρέας· καὶ αὐτοὶ γὰρ μετέσχον τῆς στρατείας. ὅτι δὲ πολλαὶ Ἀθῆναικαὶ ὅτι πολλαὶ Ἀθηναίων ἐγένοντο ἀποικίαι, τεθρύληται. καὶ Ἀμισὸς γοῦν ἡΠοντικὴ κατὰ τὸν Γεωγράφον Ἀθηναίων ἐποικησάντων Πειραιεὺς μετωνομάσθη, ὁμωνύμως τῷ Ἀττικῷ Πειραιεῖ, καὶ τὸ Ἀτραμύττιον δὲ Ἀθηναίωνἔσχεν ἀποικίαν. (ῃ. 552) Περὶ δὲ Πετεῷο καὶ ὅλως περὶ τῆς Ἀθηναίωνταύτης ἀρχῆς καὶ τοιαῦτα ἱστορεῖται. Θησεὺς τοὺς Παλλαντίδας ἑλὼν ἐκβάλλει Πετεὼν ἅμα τῷ παιδὶ Μενεσθεῖ ὡς συναιρόμενον τοῖς Παλλαντίδαις. ἐπεὶ δὲὕστερον αἱ Ἀφίδναι ὑπὸ Διοσκούρων ἑάλωσαν διὰ τὴν ἀδελφὴν Ἑλένην καὶ οἱΘησεῖδαι εἰς Εὔβοιαν ἔφυγον, ἐπιθέμενος ἦρξεν Ἀθηναίων ὁ Μενεσθεύς· περὶ δὲ τὸν ἀπόπλουν στασιάσαντες οἱ Ἀθηναῖοι προϊστῶσιν ἄρχειν σφῶν Δημοφῶντα τὸν Θησείδην, οὗ καὶ Εὐριπίδης μέμνηται ὄζους Ἀθηνῶν ὀνομάζωναὐτὸν καὶ τὸν ἀδελφὸν Ἀκάμαντα. ὅτι δὲ πρῶτοι Ἀθηναῖοι ἐχαλκούργησαν, δηλοῖ ὁ εἰπών, ὅτι Χάλκεια ἑορτὴ ἀρχαία δημοτελής. ὕστερον δὲ ὑπὸμόνων ἤγετο τῶν τεχνιτῶν ἔνῃ καὶ νέᾳ Πυανεψιῶνος, ἐπείπερ Ἥφαιστος ἐν τῇἈττικῇ χαλκὸν εἰργάσατο. [Πυανεψιών δὲ ὅτι μηνὸς ὄνομα παρ' Ἀττικοῖς κυάμων ἑψήσει παρωνυμούμενος καὶ ὡς ἔνη καὶ νέα ἡ νουμηνία, καθὰ καὶ τῷ Κωμικῷ καὶ ἑτέροις ἀρέσκει, οὐ τοῦ νῦν λόγου πλατύνειν.] (ῃ. 557) ὍτιΑἴας ἐκ Σαλαμῖνος ἄγε δυοκαίδεκα νῆας. [ἕτεροι δὲ γράφουσιν ἐκ Σαλαμῖνοςἄγε τρισκαίδεκα νῆας. πρὸς ὅπερ παρῴδηται τὸ «ἐκ Σαλαμῖνος ἄγε τρισκαίδεκανήσσας».] καὶ ὅρα, ὅπως πάνυ ἀπεστένωσεν ὁ ποιητὴς τὸν περὶ τοῦ μεγάλου Αἴαντος λόγον μονονουχὶ λέγων, ὅτι, ὃν ἐν τοῖς μετὰ ταῦτα σεμνυνοῦσιν αἱἀνδραγαθίαι, τί ἄν τις ἐνταῦθα περιεργάζοιτο. τυχὸν δὲ καὶ διὰ τὸ μηδέν τιἀξιόλογον ἔχειν εἰπεῖν περὶ τῶν κατὰ τὴν Σαλαμῖνα. Τὸ δὲ μεγαλεῖον τοῦἥρωος δηλοῖ καὶ τὸ «ᾄδειν Τελαμῶνος» παροιμιακῶς λεχθὲν ἀπὸ σκολιοῦμέλους, οὗ ἀρχή· «παῖ Τελαμῶνος Αἶαν αἰχμητὰ λέγουσί σ' ἐς Τροίαν ἄριστονἐλθεῖν Ἀχαιῶν μετ' Ἀχιλλέα». ἦν δέ, φασί, περιμάχητος Ἀθηναίοις καὶ Μεγαρεῦσιν ἡ Σαλαμίν. Σόλων δὲ ἢ Πεισίστρατος παρενέγραψεν ἐνταῦθαμετὰ τὸν Ὁμήρου στίχον τὸ «στῆσε δ' ἄγων, ἵν' Ἀθηναίων ἵσταντο φάλαγγες» καὶ οὕτω μάρτυρι τῷ ποιητῇ ἐχρήσατο τοῦ τὴν νῆσον ἐξ ἀρχῆς Ἀθηναίωνὑπάρξαι, ὡς ὁ Γεωγράφος ἱστορεῖ, ὁ καὶ λέγων, ὅτι πολλὰ ἔπη ἀντιμαρτυρεῖτῷ τοιούτῳ λόγῳ καὶ ὅτι οὐκ ἀρέσκει τοῖς Κριτικοῖς ἡ τοιαύτη τοῦ ἔπουςπαρένθεσις, Κριτικοὺς εἰπὼν τοὺς κατὰ τὴν γραμματικὴν παράδοσιν εἰδόταςκρίνειν τὰ ποιήματα. ὁ δ' αὐτὸς λέγει καί, ὅτι οἱ Μεγαρεῖς αὖθις μεταποιούμενοι τῆς Σαλαμῖνος ἀντιπαρῴδησαν οὕτως· «Αἴας δ' ἐκ Σαλαμῖνος δώδεκαἄγεν νέας, ἔκ τ' Αἰγειρούσσης Νισαίης τε Τρίποδός τε». χωρία δέ, φησί, ταῦτα Μεγαρικά, ὧν ἡ Νίσαια παρώνυμος Νίσῳ, οὗ ἀδελφοὶ Αἰγεὺς καὶ Πάλλας καὶ Λύκος, Πανδίονος υἱοί· περὶ δὲ Σαλαμῖνος καὶ ἐν τοῖς τοῦ Περιηγητοῦ εἴρηται· ἔστι δὲ καὶ Κυπρία Σαλαμίν, ἣν Τεῦκρος οἰκίσας μετὰ Τροίας ἅλωσιν ὁμωνύμωςτῇ πατρίδι καὶ αὐτὴν Σαλαμῖνα ἐκάλεσε. σημείωσαι δὲ ὅτι πλανῶνται οἱ ἀπὸτῆς ῥηθείσης Νισαίας ἢ Νίσης Ὁμηρικῆς τινος τοὺς ᾀδομένους Νισαίουςἵππους λέγοντες. τῷ Γεωγράφῳ γὰρ οὐδὲν τοιοῦτον ἔγνωσται, ἀλλὰ τοῦτο καὶμόνον φησίν, ὅτι Νισαῖοι ἵπποι ἄριστοι καὶ μέγιστοι, οἷς ἐχρῶντο οἱ βασιλεῖς, ἐξ Ἀρμενίας ἦσαν, οἱ δέ φασιν ἀπὸ Μηδίας. Ἰστέον δὲ καὶ ὅτι Πορφύριος εἰςΑἴαντα ἐπίγραμμα παλαιὸν προφέρει τόδε· «Ἅδ' ἐγὼ ἁ τλάμων Ἀρετὰ παρὰτῷδε κάθημαι Αἴαντος τύμβῳ κειραμένη πλοκάμους, θυμὸν ἄχει μεγάλῳβεβολημένη, οὕνεκ' Ἀχαιοῖς ἁ δολόφρων Ἀπάτα κρέσσων ἐμοῦ κέκριται». [ὃ δὴ παρῳδήσας τις κατὰ τῆς ἡδονικῆς φιλοσοφίας ἔγραψεν οὕτως· «Ἅδ' ἐγὼἁ τλάμων Ἀρετὰ παρὰ τῇδε κάθημαι Ἡδονῇ αἰσχίστως κειραμένη πλοκάμους. θυμὸν ἄχει μεγάλῳ βεβολημένη, εἴπερ ἅπασιν ἁ κακόφρων Τέρψις κρείσσωνἐμοῦ κέκριται».] Ἱστορεῖ δὲ ὁ αὐτὸς Πορφύριος καί, ὅτι Ἀριστοτέλης σύγγραμμα πραγματευσάμενος, ὅπερ ἐκλήθη Πέπλος, γενεαλογίας τε ἡγεμόνων ἐξέθετοκαὶ νεῶν ἑκάστων ἀριθμὸν καὶ ἐπιγράμματα εἰς αὐτούς, ἃ καὶ ἀναγράφεται ὁ Πορφύριος ἐν τοῖς εἰς τὸν Ὅμηρον, ἁπλᾶ ὄντα καὶ οὐδέν τι παχὺ καὶ φλεγμαῖνον ἔχοντα. δίστιχα δὲ τὰ ὅλα ἐκεῖνα δίχα τοῦ ῥηθέντος εἰς τὸν Αἴαντα· ἴσως γὰρὁ Ἐπιγραμματοποιὸς ἐφιλοτιμήσατο ἀπεναντίας ἐλθὼν τῷ ποιητῇ ἐπὶ μὲν τῷλαμπρῷ Αἴαντι πολυλογῆσαι, τοὺς δὲ ἄλλους ἧττον σεμνῦναι. ἔτι καὶ ταῦτατοῦ Πορφυρίου, ὅτι, εἰ καὶ Πηλεὺς καὶ Τελαμὼν ἀδελφοὶ ἐξ Αἰακοῦ, ὧν Πηλέως μὲν Ἀχιλλεύς, Αἴας δὲ Τελαμῶνος, ἀλλ' Ὅμηρος οὔτε Αἰακίδην φησὶτὸν Αἴαντα οὔτε αὐτανεψίους ἀλλήλοις αὐτόν τε καὶ τὸν Ἀχιλλέα· καὶ ὅτι Εὐφορίων λέγει τοῦ αἵματος τοῦ ῥυέντος ἐκ τῆς τοῦ Αἴαντος σφαγῆς ὑάκινθονἐκφῦναι· καὶ ὅτι ὁ τὴν μικρὰν Ἰλιάδα γράψας ἱστορεῖ μηδὲ καυθῆναι συνήθωςτὸν Αἴαντα, τεθῆναι δὲ οὕτως ἐν σορῷ διὰ τὴν ὀργὴν τοῦ βασιλέως. ἔτι κἀκεῖναπερὶ τῆς ῥηθείσης νήσου λέγεται. Σαλαμὶν νῆσος πρὸς τῇ Ἀττικῇ μῆκος ἑβδομήκοντα ἢ ὀγδοήκοντα σταδίων, ἔχουσα πόλιν ὁμώνυμον. ἐκλήθη δέ ποτε καὶ Πιτυοῦσσα ἀπὸ φυτῶν. ταύτην ἔχουσιν Ἀθηναῖοι σκηψάμενοι τὴν ἀνωτέρω ῥηθεῖσαν Ὁμηρικὴν δῆθεν μαρτυρίαν. (ῃ. 558) [Φάλαγγας δὲ οὐ μόνον στρατιωτικάς τινας παρατάξεις οἴδαμεν, ὡς πολλαχοῦ φανεῖται, ὅθεν πέπαικταικαὶ τὸ «λοπάδων παρατεταγμένη φάλαγξ», ἀλλὰ καὶ ζωΰφια ὑπὸ ὀρόφοιςἀραχνώμενα, ὧν καὶ ἡ κωμῳδία μέμνηται. Ἔτι δὲ καὶ τὰ ὑποτιθέμενα ἑλκομέναις ναυσίν, ὥς που καὶ ἀλλαχοῦ παρεδηλώθη· ὧν χρῆσις καὶ παρὰ Ἀθηναίῳἐν τῷ «φάλαγγας ἐπικαρσίας» καὶ ἐν τῷ «ἡδράσθη τὸ πλοῖον ἀσφαλῶς ἐπὶφαλάγγων».] (ῃ. 559– 68) Ὅτι «οἳ Ἄργος εἶχον Τίρυνθά τε τειχιόεσσαν, Ἑρμιόνην Ἀσίνην τε βαθὺν κατὰ κόλπον ἐχούσαν, Τροιζῆνα, Ἠϊόνας τε καὶἀμπελόεντ' Ἐπίδαυρον· οἵ τ' ἔχον Αἴγιναν Μάσητά τε»· τούτων Διομήδηςἡγεμόνευε καὶ Σθένελος Καπανέως υἱὸς καὶ Εὐρύαλος ὁ Μηκιστέως· συμπάντωνδὲ ἡγεῖτο Διομήδης· «τοῖσι δ' ἅμ' ὀγδώκοντα μέλαιναι νῆες ἕποντο». [Ἰστέονδ' ὡς οὐκ ἀπήλλακται τῆς Ὁμηρικῆς ποικιλίας οὐδὲ τὰ ῥηθέντα, ἐν οἷς τὸν μὲν Διομήδην ἀγενεαλόγητον ἀφεὶς ἀγαθὸν μόνον δὶς προσεῖπε, τὸν δὲ Σθένελονφίλον υἱὸν Καπανέως φράσας τὸν πατέρα ἐπῄνεσεν, ἀγακλυτὸν ἐκεῖνον εἰπών· τὸν δὲ Εὐρύαλον καὶ ἐπιθέτῳ ἐσέμνυνεν ἰσόθεον φῶτα καλέσας καὶ Ταλαΐονοςἄνακτος πάππου καὶ Μηκιστέως πατρὸς ἐγενεαλόγησεν· ἔτι τὴν μὲν Ἑρμιόνηνκαὶ τὴν Τροιζῆνα δίχα συνδέσμων ἔγραψεν ἀποστατικῶς, τὰ δ' ἄλλα συνέδησε.] (ῃ. 559) Τῶν δὲ ῥηθέντων τόπων περὶ μὲν Ἄργους ἀρκούντως ἐν τοῖς τοῦ Περιηγητοῦ εἴρηται· νῦν δὲ τοσοῦτον ῥητέον, ὅτι παροιμία ἐκ τούτου φέρεταιτὸ «Ἀργεία φορά» παρὰ Παυσανίᾳ. ἐσκώπτοντο γάρ, φησίν, Ἀργεῖοι εἰς φιλοδόξους καὶ συκοφάντας. Τὴν δὲ Τίρυνθα τειχιόεσσαν λέγει διὰ τὸ εὖτετειχίσθαι. δοκεῖ δέ, φασίν, ὑπὸ Κυκλώπων τειχισθῆναι τῶν κατὰ τὸ Ἄργος, οἳ καὶ ἐγχειρογάστορες ἐκαλοῦντο καὶ χειρογάστορες οἷα χειροτέχναι καὶ τοῖςἐκ χειρῶν ἔργοις τὴν γαστέρα πληροῦντες. ἀλλὰ τοῦτο μὲν τῆς ἱστορίας· Ὁ δὲμῦθος τερατολογεῖ τῆς γαστρὸς ἑκάστῳ αὐτῶν ἐκπεφυκέναι τὰς χεῖρας. ὑπὸτούτων γοῦν, φασί, τῶν Κυκλώπων ἐτειχίσθη τὸ Ἄργος, οὐ μὴν ὑπὸ τῶνΣικελικῶν, οἷς οὐδὲν κοινὸν πρὸς τούτους, τρεῖς μόνους ὄντας ἢ ἑπτὰ κατάτινας, ὧν ἑκάστῳ εἷς ὀφθαλμὸς ἐνέκειτο μετώπῳ κατὰ Ἡσίοδον, οἷς καὶσπήλαια ἐν τῇ Ἀργείᾳ χώρᾳ ἐπονομάζονται. Καλεῖται δέ, φασί, Τίρυνς ἀπὸ Τίρυνθος, ἀδελφοῦ Ἀμφιτρύωνος. ἐκαλεῖτο δὲ πρότερον Ἁλιεῖς διὰ τὸ πολλοὺςἁλιευομένους οἰκεῖν ἐκεῖ. κατὰ δὲ Παυσανίαν Ἁλικοὶ περὶ Τίρυνθα οἱ τὰ περὶθάλασσαν τῆς Πελοποννήσου οἰκοῦντες. ὁ δὲ Γεωγράφος ὁρμητήριον Προίτουτὴν Τίρυνθα λέγει, τειχισθὲν διὰ Κυκλώπων, οὓς ἑπτὰ εἶναί φησι, γαστερόχειραςμὲν καλουμένους, τρεφομένους δ' ἐκ τῆς τέχνης, μεταπέμπτους ἐκ Λυκίαςἐλθόντας. πλησίον δέ που, φησί, καὶ Μιδέα παροξυτόνως, ἑτέρα τῆς Βοιωτικῆς. ἐκείνη δὲ καὶ προπαροξύνεται, φησίν, ὡς πρόνοια, καθὰ καὶ προεγράφη. διέχειδὲ Ναυπλίας περὶ δώδεκα στάδια, ᾗτινι Ναυπλίᾳ ἐφεξῆς σπήλαια, φησί, καὶοἰκοδομητοὶ λαβύρινθοι. καλεῖται δὲ Κυκλώπεια· Ἔνθα σημείωσαι τὴν περὶτὰ τοιαῦτα τῶν παλαιῶν σπουδήν· οὐ γὰρ μόνον ταῦτα καὶ ὁ κατὰ Κρήτηνλαβύρινθος λόγον πολὺν ἔσχον, ἀλλὰ καὶ ὁ Αἰγύπτιος, περὶ οὗ φησιν Ἡρόδοτος, ὅτι λαβύρινθος περὶ Αἴγυπτον λόγου μείζων· εἰ γάρ τις τὰ ἐξ Ἑλλήνων ἔργασυλλογίσεται οἷον τείχη καὶ τὰ τοιαῦτα, ἐλάσσονος πόνου φανοῦνται τοῦλαβυρίνθου τούτου. (ῃ. 560) Ἡ δὲ Ἑρμιόνη καλεῖται οὕτως, ἐπειδὴ Ζεὺς καὶ Ἥρα ἐνταῦθα ὡρμίσθησαν ἀπὸ Κρήτης ἀφικόμενοι. ἀπὸ γοῦν τοῦ ὁρμίζωτροπῇ τοῦ ˉο εἰς ˉε Ἑρμιόνη. τὸ δὲ πρωτότυπον αὐτῆς Ἑρμιών, ἡ γενικὴ Ἑρμιόνος· ὥσπερ δέ, φασί, κάλυκος Καλύκη, χιτῶνος Χιτώνη, ἡγεμόνοςἩγεμόνη, οὕτως Ἑρμιόνος Ἑρμιόνη. ἕτεροι δὲ πρωτότυπον μέν φασι τὴνἙρμιόνην. Ἑρμιόνα δὲ εἰπεῖν ὅμοιον, ὡς καὶ Σοφοκλῆς Δωδῶνα τὴν Δωδώνην φησίν. ἐθνικὸν ταύτης οἱ Ἑρμιονεῖς· ἱερὸν δὲ ἐν αὐτῇ παρθένου Ἥρας. ὁ δὲΓεωγράφος λέγει, ὅτι Ἑρμιόνη οὐκ ἄσημος πόλις καὶ ὅτι τεθρύληται παρ' Ἑρμιονεῦσι τὴν εἰς Ἅιδου κατάβασιν σύντομον εἶναι· διὸ οὐκ ἐντιθέασιν ἐνταῦθα τοῖς νεκροῖς ναῦλον. [Εἰ δὲ καὶ ἐκ τοῦ Λακωνικοῦ Ταινάρου, σπηλαίουἐκείνου μεγάλου καὶ ἀφεγγοῦς, καταβαίνειν ἦν ἐς Ἅιδην, ἕτερος μῦθος εἰπεῖνἐτόλμησεν οὐκ ἀφυῶς.] Καὶ Σκύλλαιον δέ, φησί, τόπος ἐν αὐτῇ, ἀπὸ Σκύλληςὀνομασθὲν τῆς Νίσου θυγατρός, περὶ ἧς ἀλλαχοῦ εἴρηται· οὐ μὴν ὅθεν καὶ τὸπερί που Σικελίαν σπήλαιον. Ἀσίνη δὲ οὐ μόνη αὕτη, ἀλλὰ καὶ ἕτεραι· ὧν μίακαὶ Λακωνικὴ πόλις, ἀπὸ Ἀσίνης κληθεῖσα, θυγατρὸς Λακεδαίμονος· ὁ δὲ Γεωγράφος καὶ κόλπον Ἀσιναῖον, μάλιστα δὲ Ἀσίνην οἶδεν ὁμώνυμον ταύτῃ. φησὶ γοῦν· «Ἀσίνη κόλπος, ἔνθα αἱ πόλεις αἱ τῷ Ἀχιλλεῖ ὑπεσχημέναι ἐξ Ἀγαμέμνονος». λέγει δὲ καί, ὅτι Ἀσίνη καὶ Ἑρμιὼν Δρυόπων οἰκητήριον, Δρύοπος τοῦ Ἀρκάδος κατοικίσαντος αὐτοὺς ἐνταῦθα ἐκ τῶν περὶ Σπερχειὸν τόπων· λέγει δὲ καὶ κόλπον Ἑρμιονικὸν ἀρχόμενον ἀπὸ Ἀσίνης πολίχνης. (ῃ. 561) Τροιζὴν δὲ πόλις οὐκ ἄσημος, ὑπερκειμένη θαλάσσης πεντεκαίδεκαστάδια, ἧς πρόκειται νησίδιον· καλεῖται δὲ ἀπὸ Τροιζῆνος, υἱοῦ Πέλοπος. ἡ δ' αὐτή ποτε καὶ Ἀφροδισιὰς καὶ Σαρωνία καὶ ἢ Ποσειδωνία ἢ Ποσειδωνιάς, ὡςἱερά, φασί, Ποσειδῶνος· καὶ Ἀπολλωνιὰς δέ. ἔστι δέ, φασί, καὶ ἑτέρα ἐνἸταλίᾳ Μασσαλιωτική. τῆς δὲ Τροιζῆνος ταύτης λιμὴν ᾄδεται ὁ Πώγων, ὅθενἐπὶ τῶν ἀτρίχων τὸ γένειον καὶ ψευδομένων τὸν ἀνδρικὸν πώγωνα λέγεταιπαροιμιωδῶς τὸ «πλεύσειας εἰς Τροιζῆνα». [Ἱστορεῖ δὲ Ἀθήναιος Τροιζήνιον οἶνον, ὃς λέγεται, φησίν, ἀγόνους ποιεῖν τοὺς πίνοντας, λέγων καὶ περί που τὴνἈχαΐαν ἀμπέλου τι γένος εἶναι, ἀφ' ἧς οἶνος ἐκθλίβεται ποιῶν ἐξαμβλοῦν τὰςἐγκύμονας γυναῖκας· κἂν τῶν βοτρύων δέ, φησί, φάγωσιν, ἐξαμβλοῦσι. Σημείωσαι δὲ ὅτι τινὰ τῶν παλαιῶν ἀντιγράφων Τροίζηνα προπαροξυτόνωςἔγραψαν, οἷς καὶ Ἡρωδιανὸς συνηγορεῖ ἐν τῷ Περὶ ταχυτῆτος καὶ δηϊοτῆτοςεἰπών, ὡς ἡ Δωρὶς καὶ Αἰολὶς διάλεκτος οὐδέποτε κατὰ γενικὴν περιττοσύλλαβον τὸ ἦτα μετατιθέασιν εἰς ἄλφα, εἰ μὴ βαρύνοιτο· Ἕλλην Ἕλλαν, Τροίζην Τροίζαν· ποιμήν δὲ καὶ λιμήν οὐκ ἂν ἐροῦσι διὰ τοῦ ἄλφα, ἐπεὶ ὀξυτονεῖται· ἐπὶ μέντοι μονοσυλλάβων μετατιθέασι τὸ σφήξ καὶ μήν, σφὰξ λέγοντεςκαὶ μάν. σεσημείωται, φησί, τὸ ἐσθάς ὀξυνόμενον καὶ διὰ τοῦ ˉα λεγόμενον παρὰ Πινδάρῳ ἐν Πυθιονίκαις.] Τὰς δὲ Ἠϊόνας οὐχ' εὕρομεν πάνυ περιλαλουμένας. ἑνικῶς δὲ Ἠϊὼν λέγεται πόλις Χερρονησία παρὰ Θουκυδίδῃ. ἔστι δὲ καὶ Στρυμονική. λέγεται δὲ καὶ ἑτέρα Ἠϊὼν Πιερική. ἰστέον δὲ ὅτι τὰ Σχόλια καὶ τὰς Ὁμηρικὰς ταύτας Ἠϊόνας ἑνικῶς λεγομένας οἴδασιν, ὡς δηλοῖ ὁ εἰπών, ὅτι· ἡ δ' Ἠϊὼν οὐκ οἰκεῖται. τινὲς δὲ οἴονται αὐτὴν εἶναι τὴν Καλαύριαν· φασὶ γάρ, ὅτι ἀοίκητός ἐστιν ἡ Ἠϊὼν νομιζομένη παρά τινων ἡ Καλαύριανῆσος εἶναι, περὶ ἧς ἐν τοῖς τοῦ Περιηγητοῦ δηλοῦται. ὁ Στράβων δέ φησιν, ὅτι Ἠϊόνες κώμη τις, ἣν ἐρημώσαντες Μυκηναῖοι ἢ Ἀθηναῖοι ναύσταθμον ἐποιήσαντο. Ἐπίδαυρος δὲ θηλυκῶς μὲν λέγεται κατὰ τὸν τὰ Ἐθνικὰ γράψαντα, εἰπόντα, ὅτι τὸ «ἀμπελόεντα Ἐπίδαυρον» μετὰ ἀρσενικοῦ ἐπιθέτου θηλυκόνἐστιν, ὡς καὶ τὸ «ψολόεντος ἐχίδνης» παρὰ Νικάνδρῳ καὶ τὸ «ἠμαθόεντος Πύλου» καὶ ὅσα τοιαῦτα. ἐκαλεῖτο δέ ποτε Λειμηρὴ διὰ διφθόγγου ὡς λειμῶναςἔχουσα ἢ καὶ διὰ τοῦ ˉι ὡς πολυλίμενος κατὰ Ἀρτεμίδωρον, οἱονεὶ λιμενηράτις οὖσα. ἔστι δέ, φασί, τοῦ Σαρωνικοῦ κόλπου. ἐκλήθη δὲ καὶ Μιλησία καὶ Αἱμηρὰ διὰ τὸ συχνὰ αἱμάσσεσθαι θύμασι τὸν ἐκεῖ βωμὸν τοῦ Ἀσκληπιοῦ, ὃς κατ' ἐξαίρετον ἐτιμᾶτο· εἶτα Ἐπίταυρος ὠνομάσθη καὶ ἐκεῖθεν Ἐπίδαυρος. κατὰ δὲ τὸν Γεωγράφον καὶ Ἐπίκαρον αὐτὴν οἴονταί τινες, ὡς Καρῶν αὐτήνποτε κατασχόντων. Οὐκ ἄσημος δέ, φησίν, ἐστὶ πόλις δι' ἐπιφάνειαν Ἀσκληπιοῦ μάλιστα. κεῖται δ' ἐν μυχῷ τοῦ Σαρωνικοῦ κόλπου βλέπουσα πρὸςἀνατολὰς θερινάς, ἐρυμνὴ φυσικῶς, πανταχόθεν περίπλουν ἔχουσα στάδιαπεντεκαίδεκα· περικλείεται δὲ ὄρεσιν ὑψηλοῖς. τοῦ δ' αὐτοῦ φησιν εἶναικόλπου καὶ τὴν προκειμένην Αἴγιναν. Τινὲς μέντοι τοῦ Μυρτῴου φασὶ τὴν Αἴγιναν. τὸ δὲ ἐν αὐτῇ Ἀσκληπιεῖον καμνόντων τε πλῆρες ἦν, φασί, καὶ πινακίων ἀνακειμένων, ἐν οἷς αἱ θεραπεῖαι ἀναγεγράφαται· φυλάσσει δὲ μέχρικαὶ νῦν τὸ ὄνομα καλουμένη Ἐπίδαυρος. ἑτέρα δέ ἐστιν αὕτη παρὰ τὴνἘπίδαμνον· ἐκείνη γὰρ ἑτερογραφουμένη πόλις ἐστὶν Ἰλλυρική, τὸ νῦνΔυρράχιον. ἀμπελόεσσαν δὲ λέγει Ἐπίδαυρον, ὡς τὴν Ἱστίαιαν εἶπε πολυστάφυλον, πλὴν ὅσον ἐκεῖ μὲν ἐκ τοῦ καρποῦ, ἐνταῦθα δὲ ἀπὸ τοῦ φυτοῦ τὸἐπίθετον εἴληπται. (ῃ. 562) Αἴγινα δέ, ἧς ἐνταῦθα ἐκτείνεται ἡ παραλήγουσαδιὰ τὸ μέτρον, ἀρκούντως ἠξίωται λόγου ἐν τοῖς τοῦ Περιηγητοῦ. κεῖται δὲπλησίον Ἐπιδαύρου πρὸ τῆς Ἀττικῆς. ἔσχε δὲ τοὔνομα ἐξ Αἰγίνης τῆς Ἀσωποῦ, Οἰνώνη πρότερον καλουμένη. καὶ τόπος δέ τις, φασί, τῆς Ἐπιδαυρίας Αἴγινα ἐκαλεῖτο. διὸ πρὸς διαστολὴν ὁμωνυμίας γράφουσί τινες παρὰ τῷποιητῇ ἀντὶ τοῦ «οἵ τ' ἔχον Αἴγιναν» «νῆσόν τ' Αἴγιναν», ἵνα διαστείλωσι τῆςνήσου τὴν χέρσον Αἴγιναν. Ἔνδοξος δέ ποτε ἡ νῆσος Αἴγινα. Οἰνώνη δέ, φασίν, ἐκαλεῖτο πάλαι ποτὲ ὁμωνύμως δυσὶ δήμοις Ἀττικοῖς. γέγονε δὲλαμπρὸν ἐμπόριον διὰ λυπρότητα χώρας θαλαττουργούντων ἐμπορικῶς τῶνἐκεῖ. ἐκόπη δὲ καὶ ἀργύριον πρῶτον ὑπὸ Φειδίου ἐνταῦθα. [καὶ ἦν, φασίν, ἐξαίρετόν τι ἐν ἀργυρίοις ὁ Αἰγιναῖος ὀβολός.] Μάσης δὲ τὸν μὲν πολίτηνπαράγει Μασήτιον. λέγεται δέ, φασί, καὶ τρισυλλάβως ἡ Μάσητος· ἔστι δὲκαὶ κώμη Μάσητος καὶ λίμνη, φασί, καὶ νῆσος. τὸ δὲ Μάσιον τρισυλλάβως, ὡς Πάριον, ὄρος φασὶ Μεσοποταμίας περί που τὴν ἑῴαν Νίσιβιν. (ῃ. 568) Τὸ δὲὀγδώκοντα κρᾶσιν ἔπαθε τοῦ ˉο καὶ ˉη, οἵαν καὶ τὸ δῶμα καὶ ἡ σιωπή καὶ τὸἐπιβώσομαι ἀντὶ τοῦ βοήσω καὶ τὸ βωστρεῖν ἐν Ὀδυσσείᾳ καὶ τὤμισυ παρὰἩσιόδῳ καὶ παρὰ Ἡροδότῳ τὸ «ἐκ τοῦ θρόνου πηδήσας ἀνέβωσε» καὶ «βωθήσαντες εἰς τὸν Ἰσθμόν» καὶ τὸ ἐπιβωτᾶν παρὰ τῷ αὐτῷ καὶ τὸ ἐννώσανταἀντὶ τοῦ ἐννοήσαντα καὶ τὰ ὅμοια. (ῃ. 566 ς.) Ἰστέον δὲ ὅτι τὸν πρὸ ὀλίγουῥηθέντα Μηκιστέα Ταλαϊονίδην ὁ ποιητὴς καλεῖ ἤγουν υἱὸν Ταλαοῦ. ἔοικε δὲδιώνυμος εἶναι ὁ Ταλαὸς οὕτω τε καλούμενος, ἐξ οὗ καὶ πατρωνυμικὸν ἔσταιὁ Ταλαΐδης, καὶ Ταλαΐων, ὅθεν ὁ Ταλαϊονίδης· εἰ δέ γε μὴ διωνυμεῖ, ἀλλὰμοναχῶς λέγεται Ταλαός, πλεονασμὸν ἔπαθε δύο συλλαβῶν ὁ Ταλαϊονίδης ἀπὸτοῦ Ταλαοῦ γεγονώς, ὡς καὶ οἱ παλαιοί φασιν. ἡγεῖτο δὲ συμπάντων τῶνἈργείων ὁ Διομήδης ὡς ἄριστος. ἄλλως γάρ, ὡς μὴ ἀκραιφνὴς Ἀργεῖος καὶ ἐκ προγόνων αὐθιγενής, οὐκ ἂν προεκρίθη ἄρχειν· τὰ γὰρ ἀνέκαθεν Αἰτωλὸςἦν. Τυδεὺς γὰρ ἐν Αἰτωλίᾳ ἐμφυλίῳ φόνῳ χρανθεὶς καὶ φυγὼν εἰς Ἄργος καὶγήμας Δηϊπύλην, τὴν Ἀδράστου θυγατέρα, Διομήδην ποιεῖται· εἰς ὃν περιέστητὸ τῆς βασιλείας τοῦ Ἀδράστου μέρος, ἄπαιδος τὰ πρὸς ἀρρένων τελευτήσαντος. πλατύτερον δὲ εἰπεῖν, ὅπως ἡ ἀρχὴ περιῆλθε τῷ Διομήδει. Ἰστέον ὅτι κατὰτὴν ἱστορίαν ἐπὶ Ἀναξαγόρου, υἱοῦ Προίτου, βασιλέως Ἄργους, ὁ μάντιςΜελάμπους καθάρας τῆς μανίας τὰς Ἀργείας, ἢ ὥς τινες μᾶλλόν φασι, τὰςΠροιτίδας, ἐκοινώνησεν αὐτῷ τῆς ἀρχῆς ἅμα Βίαντι τῷ οἰκείῳ ἀδελφῷ, καθάπερ συνήρεσε. τούτων δὲ Βίαντος μὲν Ταλαός, Μελάμποδος δὲ Ἰοκλῆς, Ἀναξαγόρου δὲ Ἶφις, ὧν καταδυναστεύσας ὁ Βιαντίδης Ταλαὸς μόνος ἦρξεν. ὕστερον δὲ Ἀμφιάραος ὁ τοῦ ῥηθέντος Ἰοκλέος ἄρχει Ταλαὸν ἀνελών. Ἄδραστοςδὲ ὁ Ταλαοῦ δείσας καὶ εἰς Σικυῶνα ἐλθὼν τὴν ἐκεῖ ἀρχὴν δέχεται Πολύβου τοῦμητροπάτορος, καὶ ἅμα Ἴφιδι ἐπιστρατεύσας Ἀμφιαράῳ καὶ νικήσας πάλιν εἰς τρία κατέστησε τὴν ἀρχήν. εἶτα Ἀμφιαράου μὲν ἐν Θήβαις ἀπολωλότος, Ἴφιδος δὲ ἐν νόσῳ, Ἀδράστου δὲ ἐπὶ τῷ πένθει Αἰγιαλέως, Ἀγαμέμνων ὑφ' ἑαυτῷ ποιησάμενος τὸ Ἄργος ἐμέρισεν αὐτὸ ἐν τῷ στρατεύειν ἐπὶ Ἴλιον τοῖς ἀπογόνοις τῶν ἀρχόντων ἐκείνων, Σθενέλῳ Προιτίδῃ, Εὐρυάλῳ Ταλαϊονίδῃκαὶ Διομήδει ὁμοίως, διὰ τὴν ἐπιγαμίαν Ἀδράστου. οὐ γὰρ μόνον θυγατριδοῦςἦν ὁ Διομήδης τῷ Ἀδράστῳ ἀπὸ Δηϊπύλης, ἀλλὰ καὶ γαμβρὸς ἐπὶ Αἰγιαλείᾳτῇ θυγατρί· τοὺς γὰρ τοῦ Ἀμφιαράου ὑπενόει, τουτέστιν ὑπώπτευεν, ὡς φίλους Θυέστου. Τοιαῦτα τὰ τῆς ἱστορίας, ἣν οἱ ἐκθέμενοί φασι καί, ὅτι τὸ Ἄργος ἀπὸ Ἄργου ὠνομάσθη, ἀπογόνου Φορωνέως, καὶ ὅτι διὰ τὸ πρῶτον ᾠκίσθαι τὸἌργος διὰ τοῦτο καὶ πρῶτον ἐτάχθη τῶν ὑπὸ τῷ Ἀγαμέμνονι ἐν τῷ ῥηθέντιΚαταλόγῳ, ἐξ οὗ, φασί, καὶ πάντες Ἕλληνες Ἀργεῖοι, δι' οὓς ὦφλε δίκηνἐξ ἐρήμης ὁ ποιητὴς ἀνδρὶ φθονερῷ. κατὰ γὰρ τὴν Ἡροδότου ἱστορίαν Κλεισθένης, Σικυῶνος τύραννος, Ἀργείοις πολεμήσας ἔπαυσε τοὺς ῥαψῳδοὺς ἐν Σικυῶνι ἀγωνίζεσθαι, τῶν Ὁμήρου, φησίν, ἐπῶν ἕνεκα, διότι Ἀργεῖοι καὶἌργος τὰ πολλὰ ἐν αὐτοῖς ὑμνοῦνται. δῆλον δὲ ὅτι οὐ μικροβασιλεὺς ὁἈγαμέμνων, ὃς καθάπερ ἄλλοις ἑτέρους τόπους, οὕτω καὶ τοῖς περὶ Διομήδηντὴν Ἀργείαν ἀπεχαρίσατο. λέγουσι δὲ οἱ παλαιοὶ ἐν τῷ τῶν Ἀργείων τούτῳ καταλόγῳ καί, ὅτι ἀκολούθως μετὰ Σαλαμῖνα ἐπὶ Πελοπόννησον ἧκεν ὁ ποιητής. ἐπεὶ δέ, φασί, τότε ἓξ ἦσαν ἐκεῖ δυναστεῖαι, ἐν μὲν τῷ πρὸς ἠῶ μέρει, ἤτοι τῷ ἀνατολικῷ, δύο, ἐν δὲ τῷ πρὸς ἑσπέραν τέσσαρες, πρώτας τὰς πρὸς ἠῶκαταλέγει, τὴν Ἀργολικήν, ἤτοι τὴν τῶν Ἀργείων, καὶ τὴν Μυκηνίδα, ἥτις ἦν ὑπὸ τῷ Ἀγαμέμνονι. εἶτα Λακωνικὴν καὶ Πύλιον, εἶτα Ἠλείαν καὶ Ἀρκαδικήν. ζητητέον δέ, τί δήποτε δηλοῖ τὸ «ἓξ ἦσαν δυναστεῖαι», ὡς ἀνωτέρωἐγράφη, ἵνα μὴ διαφωνία τις ἐνταῦθα εἴη πρὸς Ἡρόδοτον εἰπόντα, ὅτι οἰκεῖ Πελοπόννησον ἔθνη ἑπτά. (ῃ. 569– 80) Ὅτι οἳ τὰς Μυκήνας εἶχον καὶΚόρινθον καὶ Κλεωνάς, Ὀρνειάς τε Ἀραιθυραίην τε καὶ Σικυῶνα, Ὑπερησίητε καὶ Γονόεσσαν, Πελλήνην τε καὶ Αἴγιον, Αἰγιαλόν τ' ἀνὰ πάντα καὶ Ἑλίκην, ὑπὸ τῷ Ἀγαμέμνονι ἦσαν ἄρχοντι νηῶν ἑκατόν. ἅμα τούτῳ, φησί, πολὺπλεῖστοι καὶ ἄριστοι λαοὶ ἕποντο. τοῦτο δὲ εἶπε διὰ τὰς ἑκατὸν νῆας, τάχαπου καὶ τριήρεις οὔσας. ἐντεῦθεν δὲ καὶ εὐρυκρείων δείκνυται εἶναι. ὅτε δὲμάθωμεν, ὅτι καὶ τοῖς Ἀρκάσιν ἑξήκοντα νῆας κενὰς ὁ αὐτὸς Ἀγαμέμνων δέδωκε, τότε πλεῖόν τι σεμνὸν ἐπ' αὐτῷ γνωσόμεθα. Ἐνταῦθα δὲ σημείωσαι, ὅτι ταὐτὸν ἡγεῖται ὁ ποιητὴς λέγειν «νῆες ἕποντο» καὶ «λαοὶ ἕποντο». εἶτα μὴθέλων ἀπεριλάλητον ἀφεῖναι τὸν γεραρώτατον εὐρυκρείοντα ἐπάγει· «ἐν δ' αὐτὸς ἐδύσατο νώροπα χαλκὸν κυδιόων, ὅτι πᾶσι μετέπρεπεν ἡρώεσσιν, οὕνεκ' ἄριστος ἔην, πολὺ δὲ πλείστους ἄγε λαούς». Ἐγκώμια δὲ ταῦτα βασιλέως, βραχέα μὲν τῇ περιγραφῇ, πολυειδῆ δὲ τοῖς νοήμασιν. Ὅρα δὲ ὅτι τὸ «πολὺπλείστους ἄγε λαούς» ἐκ τοῦ ἀνωτέρω ῥηθέντος παρῴδηται, ὅπερ ἦν τὸ «ἅματῷ γε πολὺ πλεῖστοι καὶ ἄριστοι λαοὶ ἕποντο». καὶ νῦν μὲν οὕτως ἐν στενῷ τὸνβασιλέα ἐπαινεῖ, προϊὼν δὲ πλατύτερον καὶ λαμπρότερον. εἰδέναι δὲ χρή, ὅτιὅσα μὲν γνῶναι ἀπὸ συναναγνώσεως κοινῆς, Ἀγαμέμνων ὁ ῥηθεὶς τῶν Μυκηνῶνλέγεται βασιλεύς. οἱ δὲ παλαιοὶ εὑρεθῆναί φασιν ἐν πολλοῖς Ἀγαμέδονταλεγόμενον, ὥσπερ καὶ τὸν Ἀχιλλέα Ἀθηλέα καὶ τὸν Κάλχαντα Χάλκαντα. καὶ ὁ Βελλεροφόντης δέ, φασίν, Ἐλλεροφόντης ἐν τοῖς Ζηνοδότου εὕρηται, καὶὁ Ὀδυσσεύς δέ που Ὀλυσσεύς καὶ ἡ Ὀδύσσεια Ὀλύσσεια καὶ ὁ ἸκάριἸκάδιος. καὶ τοιαῦτα μὲν ταῦτα. Ὁ δὲ ποιητὴς μετ' ἐπιθέτων προάγει τινὰς τῶν ῥηθεισῶν πόλεων, τὰς μὲν Μυκήνας εὐκτίμενον πτολίεθρον εἰπών, τὴν δὲ Κόρινθον ἀφνειόν, ὡς καὶ εἶναι ἀμφίβολον, εἴτε τὸν ἀφνειὸν Κόρινθον χρὴεἰπεῖν ὁμωνύμως τῷ ἥρωϊ ἀφ' οὗ καλεῖται, εἴτε Ἀττικῶς καὶ Ἰωνικῶς τὴν ἀφνειὸν Κόρινθον. τὰς δὲ Κλεωνὰς εὐκτιμένας λέγει, ἐρατεινὴν δὲ τὴν Ἀραιθυρέην, αἰπεινὴν δὲ τὴν Γονόεσσαν καὶ εὐρεῖαν τὴν Ἑλίκην. (ῃ. 569) Τούτωνδὲ ἡ μὲν Μυκήνη ἀπό τινος νύμφης, φασί, Λακωνικῆς ὠνομάσθη ἢ ἀπὸ Μυκηνέως υἱοῦ Σπάρτωνος, ἀδελφοῦ Φορωνέως, ἢ ἀπὸ μύκητος τοῦ ξίφους, ὃἐφόρει Περσεύς, οὗ πεσόντος, φασί, κατὰ κέλευσιν Ἑρμοῦ τὴν πόλιν ἐκεῖ ἔκτισε. μύκης δὲ κατὰ τοὺς παλαιοὺς ἡ λαβὴ τοῦ ξίφους· ἡ δὲ χρῆσις καὶ παρ' Ἡροδότῳ ἐν τῷ «καὶ τοῦ κουλεοῦ τοῦ ξίφους ὁ μύκης ἀποπίπτει». Πολυσήμαντος δὲ ἡ τοῦ μύκητος λέξις, λεγομένη οὐ μόνον ἐπὶ τοῦ ἐκ γῆς φυομένου ἐδωδίμουπεριττώματος, ὃ δὴ ἀμανίτην φαμὲν κοινότερον, ἀλλὰ καὶ ἐπὶ τῆς μύξης, ἥτιςἀνθρακοειδὴς τῶν ἀναπτομένων ἐλλυχνίων προβέβληται, δηλοῦσα δέ, ὡςεἴρηται, καὶ τὴν τοῦ ξίφους λαβήν, ἧς αἱ Μυκῆναι παρώνυμοι. κατὰ δέ τινας Μυκήνη ἀπὸ τοῦ μυκήσασθαι τὴν Ἰῶ, βοῦν ἐκεῖ γενομένην. Λέγεται δὲ καὶ ἑνικῶς Μυκήνη καὶ πληθυντικῶς. ὁ δὲ πολίτης αὐτῆς οὐ μόνον Μυκηναῖος ἀλλὰκαὶ Μυκηνεὺς κατὰ τὸν τὰ Ἐθνικὰ γράψαντα. Ἐταπεινώθησαν δέ, φησί, μετὰ τὰ Τρωϊκὰ αἱ Μυκῆναι. καὶ οἱ τὸ Ἄργος ἔχοντες εἶχον καὶ Μυκήνας συντελούσαςεἰς ἕν. χρόνοις δ' ὕστερον κατεσκάφησαν ὑπ' Ἀργείων, ὡς μηδ' ἴχνος εὑρίσκεσθαι τῆς Μυκηναίων πόλεως. καί πως ἔοικεν ἡ ποιητικὴ μαντικὴ τοῦτοπροειπεῖν διὰ τῆς Ἥρας, ἥτις φιλτάτην, ὥς πού φησι παρ' Ὁμήρῳ, τὴνΜυκήνην ἔχουσα, ὅμως ἀφίησι πορθηθῆναι τῷ Διΐ, ὅτε ἐκεῖνος βούλοιτο. οὔκουν ζητητέον ἄρτι τὰς Μυκήνας· ὁ χρόνος γὰρ κατὰ τὸν Γεωγράφον τῶνὉμήρου ἠμαύρωκε τὰ πολλά, λέγοντος οὐ τὰ νῦν ἀλλὰ τὰ ἀρχαῖα. Φέρεται δὲἱστορία καί, ὅτι Μυκήνας Περσεὺς μὲν ἔκτισε, διεδέξατο δὲ Σθένελος, εἶτα Εὐρυσθεὺς Περσείδης καὶ αὐτὸς ὤν. ἐπεὶ δὲ συμβαλὼν Ἀθηναίοις τελευτᾷ, προϊστῶσι κατά τι λόγιον Ἀτρέα, αὐτόθι διάγοντα μετὰ τοῦ ἀδελφοῦ Θυέστουἐπὶ τῷ φόνῳ Χρυσίππου. εὐδαιμονήσασα δὲ τὸ παλαιὸν ὕστερον ἐδυσπράγησε. μετὰ γὰρ τὴν ἐν Σαλαμῖνι ναυμαχίαν Ἀργεῖοι καὶ Κλεωναῖοι ἐπελθόντες καὶ Τεγεᾶται ἄρδην αὐτὰς καθεῖλον καὶ τὴν γῆν διενείμαντο. (ῃ. 570) Ἡ Κόρινθος δὲ πόλις περιώνυμος καὶ πολλῶν αἰτία λόγων τοῖς πάλαι σοφοῖς, ἐν οἷς ἐστι καὶ Πίνδαρος, ἔσω τοῦ ἐν Πελοποννήσῳ ἰσθμοῦ κειμένη. ἐκαλεῖτο δέ, φασί, ποτε καὶ Ἐφύρα ἀπὸ Ἐφύρης τινὸς ἡρωΐνης· καὶ Ἡλιούπολις δέ, φασίν, ἐκλήθηδιὰ τὸ ξηρὰ εἶναι· καὶ Πάγος δὲ ἡ αὐτή. εὐθήνησε δέ ποτε τῇ τῶν ἑταιρίδωνεὐφορίᾳ. ὅθεν καὶ κορινθιάζεσθαι τὸ μαστροπεύειν ἢ ἑταιρεῖν ἀπὸ τῶν ἐν Κορίνθῳ ἑταιρῶν· ἦν δέ τι καὶ σχῆμα κιόνων Κορινθιουργὲς λεγόμενον. ἡ δὲπερὶ αὐτὴν Ἀκροκόρινθος ἐκαλεῖτο, φασί, καὶ Ἐπώπη, διότι Σίσυφος ἐκεῖ ἀφ' ὑψηλοῦ ἐπώπτευσεν, ὅπως ὑπὸ Διὸς ἡ Αἴγινα ἥρπαστο. Ἀφνειὸν δὲ Κόρινθονὁ ποιητής φησι διὰ τὸ ἐκεῖ ἐμπόριον, κείμενον ἐπὶ τῷ ἰσθμῷ κατὰ τὸν Γεωγράφον, ὃς καὶ δυοῖν λιμένων κύριον αὐτόν φησι, δι' ὧν αἱ ἀμοιβαὶ τῶν φορτίωνῥᾴδιοι ἦσαν ἔκ τε Ἀσίας καὶ Ἰταλίας. ὑπὸ δὲ τῇ κορυφῇ τοῦ Ἀκροκορίνθουὄρους Πειρήνη κρήνη. λαλεῖ δὲ καὶ αὐτὸς πολλὰ εἰς ταύτην τὴν Κόρινθον. ἐνοἷς καὶ ὅτι περιᾴδονται τὰ Κορινθιουργῆ χαλκώματα. σημειοῦνται δὲ οἱπαλαιοί, ὅτι τὴν Κόρινθον, ἡνίκα ἡρωϊκόν ἐστι τὸ λαλοῦν πρόσωπον, Ἐφύρηνκαλεῖ. Θουκυδίδης δὲ ἐμπόριον αὐτὴν Ἑλλάδος λέγει. ὁ δὲ Γεωγράφος καὶ ταῦταπερὶ Κορίνθου φησίν· Ἀφροδίτης ἐκεῖσε ἱερὸν πλουσιώτατον. πλείους οὖν ἢχιλίας ἱεροδούλους εἶχεν ἑταίρας καὶ διὰ ταύτας πολυωχλεῖτο ἡ πόλις καὶἐπλουτίζετο ἐξαναλισκομένων τῶν ναυτίλων, ὅθεν ἡ παροιμία φησίν· «οὐ παντὸς ἀνδρὸς ἐς Κόρινθόν ἐσθ' ὁ πλοῦς», [παρεξεσμένη πρὸς τὸ «οὐκ ἐνθάδ' οἱπλοῖ τοῖσι σώφροσι βροτῶν», ὃ δή φησι Σοφοκλῆς.] Ἔχει δὲ ὄρος ὑψηλόν, ὅπερεἰς ὀξεῖαν μὲν τελευτᾷ κορυφήν, καλεῖται δὲ Ἀκροκόρινθος. καὶ ἡ μὲν κορυφὴναΐδιον ἔχει Ἀφροδίτης, ὑπὸ δὲ τῇ κορυφῇ τὴν Πειρήνην εἶναι συμβαίνεικρήνην, ἔκρυσιν μὲν οὐκ ἔχουσαν, μεστὴν δ' ἀεὶ διαυγοῦς καὶ ποτίμου ὕδατος. ἐξ αὐτῆς δὲ καὶ ἐξ ἄλλων ὑπονόμων φλεβίων συνθλίβεται πρὸς τῇ ῥίζῃ τοῦὄρους κρήνη ἐκρέουσα εἰς τὴν πόλιν, ἀφ' ἧς ἱκανῶς ὑδρεύονται. ἐνταῦθά φασιπίνοντα τὸν Πήγασον ἁλῶναι ὑπὸ τοῦ Βελλεροφόντου. ἠρημώθη δὲ ὕστερονἡ πόλις καὶ τὴν πλείστην αὐτῆς ἔσχον οἱ Σικυώνιοι. ἀνελήφθη δ' ὕστερον ὑπὸ Καίσαρος. χώραν δὲ ἔσχεν οὐκ εὔγεων σφόδρα, ἀλλὰ σκολιάν τε καὶ τραχεῖαν, ὅθεν ὀφρυόεις Κόρινθος ἐλέγετο καὶ παροιμία ἐφέρετο λέγουσα· «Κόρινθοςὀφρύεται καὶ κοιλαίνεται». Κλεωναὶ δὲ πόλισμα, φασίν, ἐπὶ τῇ ὁδῷ τῇ ἐξἌργους εἰς Κόρινθον ἐπὶ λόφου περιοικουμένου πανταχόθεν καὶ τετειχισμένουκαλῶς. διέχει δὲ Ἄργους μὲν στάδια εἴκοσι, Κορίνθου δὲ ὀγδοήκοντα. Ἐνταῦθα καὶ ἡ Νεμέα μεταξὺ Κλεωνῶν καὶ Φλιοῦντος καὶ τὸ ἄλσος, ἐν ᾧτὰ Νέμεα συνετελοῦντο. καλοῦνται δὲ Κλεωναὶ ἀπὸ Κλεώνης τῆς Ἀσωποῦ, [τοῦ τοῦ Ὠκεανοῦ καὶ Μετώπης τῆς καὶ παρὰ τῷ Πινδάρῳ], κατὰ δέ τιναςἀπὸ τοῦ Νεμεαίου λέοντος, ὃν ἀνεῖλεν Ἡρακλῆς, οἱονεὶ Λεωναί καὶ πλεονασμῷ Κλεωναί. πληθυντικῶς δὲ αὕτη ἀεὶ λέγεται. ἡ μέντοι Κλεώνη νῆσος περί πουτὴν ᾀδομένην Κέρνην αὐτὴ ἑνικῶς καὶ διὰ δύο ˉν γράφεται. Ἡρόδοτος δὲ καὶἔσω τοῦ Ἄθω οἶδε πόλιν Κλεωνάς. (ῃ. 571) Ὀρνειαὶ δὲ ἢ δίχα τοῦ ˉι Ὀρνεαί– τοῦτο γὰρ μάλιστα ἐν κοινῇ χρήσει κεῖται– κώμη ἐστὶν Ἀργείας κατὰ τὸνΓεωγράφον. ἔστι δὲ καὶ ἑτέρα μεταξὺ Κορίνθου καὶ Σικυῶνος. ταύτην δὲ ὁ τὰἘθνικὰ γράψας πόλιν λέγει, οὐ κώμην. πληθυντικῶς δὲ καὶ αὗται λέγονται, ὡς καὶ αἱ Κλεωναί. γράφονται δὲ διὰ διφθόγγου αἱ Ὀρνειαί, ὡς καὶ Βρυσειαὶκαὶ Αὐγειαί. καλεῖται δὲ οὕτως ἢ ἀπὸ Ὀρνέως, υἱοῦ Ἐρεχθέως, ἢ ἀπὸ Ὀρνέαςνύμφης, ἢ ὅτι ἐφ' ὕψους κεῖνται, ἢ ὁμωνύμως Ὀρνέᾳ τῷ ποταμῷ. τοῦτο δὲ καὶὁ Γεωγράφος φησὶ λέγων, ὅτι Ὀρνεαὶ ἐπώνυμοι τῷ παραρρέοντι ποταμῷ. ὃς καὶ ταῦτά φησιν, ὡς νῦν μὲν ἔρημοι, πρότερον δ' οἰκούμεναι καλῶς. ἐτιμᾶτο δ' ἐκεῖ Πρίαπος, ὅθεν καὶ Ὀρνεάτης ἐκαλεῖτο. κεῖνται δ' ὑπὲρ τοῦπεδίου τοῦ τῶν Σικυωνίων. ἡ δὲ Ἀραιθυρέα καὶ Φλιοῦς, φασίν, ἐκλήθη ἀπὸ Φλιοῦντος, υἱοῦ Διονύσου. φέρεται δὲ ἐν τοῖς τοῦ Ἐθνογράφου, ὅτι Ἄραντοςἥρωος υἱὸς ἐγένετο Ἄορις καὶ θυγάτηρ Ἀραιθυρέα. τούτους Φλιάσιοι θηρατάς φασι καὶ πολεμικούς. προαποθανούσης δὲ τῆς ἀδελφῆς ἀπ' αὐτῆς ἡ χώραἐκλήθη. τοπικὸν αὐτῆς Ἀραιθυρεεύς. ἡ δὲ τοῦ Γεωγράφου ἱστορία φησίν, ὅτιἈραιθυρέα, ἡ νῦν Φλιασία, πόλις Φλιοῦντος, κειμένη μέσον Σικυωνίας, Ἀργείας, Κλεωνῶν καὶ Στυμφάλων. πόλιν δ' εἶχεν ὁμώνυμον τῇ χώρᾳ πρὸςὄρει ὀνομαζομένῳ Κηλώσσῃ· οἱ δ' ὕστερον ἀναστάντες ἐκεῖθεν πρὸ τριάκοντασταδίων ἔκτισαν τὴν Φλιοῦντα. (ῃ. 572) Σικυὼν δὲ κατὰ τὸν αὐτὸν Γεωγράφον Μηκώνη πρότερον ἐκαλεῖτο, πρὸ δὲ τούτου Αἰγιαλοί. μέμνηται δὲ Μηκώνηςκαὶ Ἡσίοδος ἐν Θεογονίᾳ. παραρρέει δὲ τὴν Σικυωνίαν Ἀσωπὸς κατὰ τὸνΓεωγράφον, ἐκ τῆς προρρηθείσης Κηλώσσης λαμβάνων τὴν ἀρχὴν καὶ ποιῶντὴν Ἀσωπίαν χώραν. ἕτερος δέ, φησίν, οὗτος παρὰ τὸν ῥέοντα περὶ ΘήβαςἈσωπὸν καὶ Πλαταιὰς καὶ Τάναγραν καὶ τὸν ἐν Ἡρακλείᾳ τῇ Τραχινίᾳ καὶ τὸν ἐν τῇ Πάρῳ. καὶ ἰδοὺ τέσσαρες οὗτοι Ἀσωποὶ ποταμοὶ κατὰ τὴν γεωγραφικὴν ἱστορίαν. λέγεται δὲ καὶ θηλυκῶς καὶ ἀρσενικῶς ἡ Σικυών. ἐκλήθη δέ ποτεκαὶ Τελχινία διὰ τὸ τοὺς ᾀδομένους Τελχῖνας καὶ αὐτόθι οἰκῆσαι. εὐδαίμων δὲἡ Σικυὼν καὶ δηλοῖ αὐτὸ καὶ παροιμία λέγουσα· «εἴη μοι τὰ μεταξὺ Κορίνθουκαὶ Σικυῶνος». Ἄδραστος δὲ πρῶτα ἐμβασίλευε, φησίν, αὐτόθι, ἐπειδὴ ἐκπεσὼνἌργους, ὡς προερρέθη, ἐκεῖ κατέστη καὶ ὑπέταξεν αὐτοὺς οὐκ εἰωθότας, φασίν, ἄρχεσθαι. διὸ πρῶτα ἐμβασιλεύειν ἐρρέθη διὰ τὸ αὐτῷ πρώτῳ ἐκείνους ὑποταγῆναι. ἀνῴκισται δὲ κατὰ τὸν Γεωγράφον ἡ Σικυὼν ἀπὸ θαλάσσης ὀλίγαστάδια ἐπὶ λόφου ἐρυμνοῦ. ταύτης ἐτυράννησεν Ἄρατος, ἀνὴρ ἐπιφανέστατος, ὁ καὶ τῶν Ἀχαιῶν ἄρξας. [Ἐνταῦθα δὲ ἰστέον, ὅτι οἱ συνθέμενοι τὸ σικυήλατον φράσαι δύνανται κατὰ τὸ δαφνών καὶ ἐλαιών– ἔνθα δηλαδὴ δάφναι καὶἐλαῖαι– οὕτω καὶ σικυὼν περιεκτικῷ τύπῳ, ὅπου περιέχονται σικυοί, οὓς οἱπαλαιοὶ καὶ σικύους παροξυτόνως ἔγραψαν καὶ σίκυας, ὡς νέκυας.] (ῃ. 573) Ὑπερησία δὲ πόλις, φασίν, Ἀχαΐας ἀπὸ Ὑπέρητος ὀνομασθεῖσα, υἱοῦ Λυκάονος. οἱ δὲ καλέσαντες αὐτὴν Ὑπέρειαν κακῶς εἶπον. Ὑπέρεια γάρ, φασί, πηγὴ Μεσσηΐδος καὶ πόλις Σικελική. Γονόεσσα δὲ ἀκρωτήριον Πελλήνης, ἥτις ῥηθήσεται κατωτέρω. διὸ καὶ αἰπεινὴν αὐτὴν ὁ ποιητὴς καλεῖ διὰ τὸτῶν ἀκρωτηρίων ὑψηλὸν ὡς ἐπὶ πολύ. Γονοῦσσα μέντοι τρισυλλάβως πόλις Περραιβίας, ὥσπερ καὶ Γόννος ἐν δυσὶ ˉν ὁ καὶ παρὰ Λυκόφρονι. οἱ δὲ Γοννεῖςοὐδὲ αὐτοὶ Ὁμηρικοί εἰσιν, ἀλλὰ πόλις Θρᾴκης κατὰ τοὺς παλαιούς, οἱ καὶἈδριανοπολῖται. (ῃ. 574) Πελλήνη δὲ πόλις καὶ αὐτὴ Ἀχαΐας. ταύτης ἐθνικὸν Πελληνεύς καὶ Πελλήνιος· ἡ μέντοι Παλλήνη διὰ τοῦ ˉα πόλις ἐστὶ Θρᾴκης. καὶ χερόννησος δὲ τρίγωνος ἡ καὶ Φλέγρα λεγομένη, περὶ ἣν Ἡρακλῆς τοὺς Γίγαντας κατεπολέμησεν. ὁ δὲ Γεωγράφος φησίν, ὅτι μετὰ Σικυῶνα Πελλήνη κεῖται, εἶτα Αἴγειρα δευτέρα, τρίτη Αἰγαί, ἃς καὶ Αἰγὰν λέγουσινἑνικῶς, Ποσειδῶνος ἱερὸν ἔχουσα. τετάρτη Βοῦρα, μεθ' ἣν Ἑλίκη, μετὰ δὲ αὐτὴν Αἴγιον καὶ Πατρεῖς, εἶτα Ὤλενος, παρ' ᾧ ποταμὸς μέγας Μέλας, εἶτα Δύμη κληθεῖσα διὰ τὸ δυσμικωτέρα κεῖσθαι. πρότερον γάρ, φασί, Στρατὸς ἐκαλεῖτο. Λέγει δὲ καί, ὅτι Πελλήνη στάδια ἑξήκοντα τῆς θαλάσσης ὑπερκειμένηφρούριον ἐρυμνόν. ἔστι δὲ καὶ κώμη Πελλήνη, ὅθεν καὶ Πελληνικαὶ χλαῖναι, ἃς ἔπαθλα ἐτίθεσαν ἐν τοῖς ἐκεῖ ἀγῶσιν, ὡς καὶ ὁ Κωμικὸς δηλοῖ ἐν Ὄρνισιν. Αἴγιον δὲ πόλις Ἀχαΐας καὶ αὐτό, οὗ πολίτης Αἰγιεύς, ὡς ὁ χρησμός· «ὑμεῖς δ' Αἰγιέες οὔτε τρίτοι οὔτε τέταρτοι», τουτέστιν οὐ μόνον πρωτεῖον ἐν ἀνδρίᾳοὐ πλουτεῖτε, οὔτε μὴν δευτερεῖον, ὡς ἀκοῦσαι βούλεσθε, ἀλλ' οὐδὲ τρίτοιοὐδὲ τέταρτοι τὰ εἰς ἀνδρίαν ἐστέ. ὁ δὲ Στράβων λέγει καί, ὅτι Αἴγιον ἱκανῶςοἰκούμενον. ἱστοροῦσι δ' ἐνταῦθα τὸν Δία ὑπ' αἰγὸς τραφῆναι, ἣν ὨλενίηνἌρατος λέγει, διότι πλησίον ἡ Ὠλένη ἢ ὁ Ὤλενος, κτίσμα ὁμώνυμον τῷ Αἰτωλικῷ μεταξὺ Πατρῶν καὶ Δύμης. ῥεῖ δὲ αὐτόθι Σελινοῦς ποταμός. εἰσὶ δὲκαὶ ἄλλοι, φησίν, ὁμώνυμοι τούτῳ ποταμοί. (ῃ. 575) Ὁ δὲ Αἰγιαλὸς κατὰ τὸν Γεωγράφον τῶν Ἀχαιῶν ἐστι καὶ αὐτός. καὶ χώρα ἐκεῖσε Αἰγιάλεια τὸ παλαιὸν καὶ οἱ ἐνοικοῦντες Αἰγιαλεῖς. ὕστερον δὲ Ἰωνία ἐκλήθη ἀπὸ Ἰώνων, καθάπερ καὶ ἡ Ἀττικὴ ἀπὸ Ἴωνος τοῦ Ξούθου. Ἀθηναῖοι δέ, φησίν, ἔστειλανεἰς ἀποικίαν ἐκεῖ τοὺς Ἴωνας, οἳ ἀντ' Αἰγιαλοῦ Ἰωνίαν τὴν χώραν ἐκάλεσαν καὶ τοὺς ἄνδρας ἀντ' Αἰγιαλέων Ἴωνας. πλατὺς δέ τις ὁ Αἰγιαλὸς οὗτος ἔοικενεἶναι καὶ εὐρύχορος καὶ διήκων ἐπὶ πολύ· διὸ καὶ ἐπεσημήνατο ὁ ποιητής·» Αἰγιαλόν τ' ἀνὰ πάντα»· τὸ γὰρ πάντα πληθυσμόν τινα δηλοῖ τόπου. ἐλέγετοδέ, φασίν, Αἰγιαλὸς καὶ ἡ παραθαλασσία πλευρὰ Πελοποννήσου, ἡ παρατείνουσαἐκ Σικυῶνος ἕως Ἤλιδος. καὶ τάχα διὰ τοῦτον τὸν Αἰγιαλὸν εἶπεν ὁ ποιητὴςτὸ «ἀνὰ πάντα», ὡς τοσούτου τόπου ὄντος ὑπὸ Ἀγαμέμνονι. Ὅρα δὲ καὶ ὅτι συνωνύμων οὐσῶν λέξεων τῆς ἠϊόνος καὶ τοῦ αἰγιαλοῦ, ὅμως οὐ ταὐτόν ἐστιτοπικῶς ἐν ἱστορίαις Ἠϊὼν καὶ Αἰγιαλός, ἀλλ', ὡς ἤδη ἐφάνη, ἕτερον μὲν Ἠϊών, ἕτερον δὲ Ἠϊόνες καὶ ἕτερον Αἰγιαλός. ὅτι δὲ καὶ πολλοὶ Αἰγιαλοί, ἐν τοῖςἑξῆς μετ' ὀλίγα ῥηθήσεται. Ἑλίκη δὲ ἀπὸ Ἑλίκα, φασί, καλεῖται, υἱοῦ Λυκάονος, ἢ ἀπὸ Ἑλίκης τῆς Ἴωνος μὲν γυναικός, Σελινοῦντος δὲ θυγατρός, υἱοῦ Ποσειδῶνος. ἠφανίσθη δέ, φασίν, αὕτη ὑπὸ κύματος. ἐξαρθὲν γὰρ ὑπὸ σεισμοῦ τὸπέλαγος κατέκλυσε καὶ αὐτὴν καὶ τὸ ἱερὸν τοῦ Ἑλικωνίου Ποσειδῶνος, ὃ ἐτίμωνοἱ Ἴωνες, θύοντες ἐκεῖ τὰ Πανιώνια, περὶ ὧν φθάσαντες εἴπομεν· ἧς θυσίαςὑπονοεῖται μεμνῆσθαι καὶ ὁ ποιητὴς ἐν τῷ «βοῦς ἤρυγεν ἑλκόμενος Ἑλικώνιονἀμφὶ ἄνακτα». τότε γάρ, φασί, νομίζουσι καλλιερεῖν περὶ τὴν θυσίαν Ἴωνες, ὅταν θυόμενος ὁ ταῦρος ἐρεύξηται μυκητικῶς. λέγεται δὲ καὶ ἄλλη Ἑλίκη Θετταλική. (ῃ. 578) Νώροπα δὲ χαλκὸν λέγει τὸν λαμπρὸν καὶ στερίσκοντα τοῦ ὁρᾶν, οἷα δυσωπουμένης τῆς ὄψεως πρὸς τὴν λαμπρότητα· ἔστιγὰρ στερητικὸν μὲν τὸ ˉνˉω, ὁρᾶν δὲ τὸ βλέπειν, ἐξ οὗ ὁ νῶροψ. (ῃ. 579) Κυδιόωνδὲ ὁ γαυριῶν καὶ ὑψαυχενῶν, ὁποῖόν τι ἔοικε ποιεῖν ὁ Ἀγαμέμνων ἐν τῇ νῦνεἰς μάχην ἐξόδῳ. (ῃ. 581– 90) Ὅτι οἱ περὶ Λακεδαίμονα Φάρην τε Σπάρτηντε Μέσσην τε καὶ Βρυσειὰς καὶ Αὐγειὰς καὶ Ἀμύκλας καὶ Ἕλος καὶ Λάανκαὶ Οἴτυλον ὑπὸ τῷ Μενελάῳ ἦσαν, ὃς νεῶν ἦρχεν ἑξήκοντα. ἑλόμενος δὲ ὁποιητὴς δαπανῆσαί τι ἐπαίνου καὶ εἰς αὐτόν, καθὰ καὶ εἰς τὸν ἀδελφὸν Ἀγαμέμνονα, ᾧ καὶ συνέταξε τοῦτον ἐπίτηδες, λέγει ὅτι καὶ αὐτὸς προῄει «ᾗσι», τουτέστι ταῖς ἑαυτοῦ, «προθυμίαις πεποιθὼς ὀτρύνων πόλεμόνδε· μάλιστα δὲἵετο θυμὸς τίσασθαι Ἑλένης ὁρμήματά τε στοναχάς τε», ἤγουν ἐκδικῆσαι, ὡςκαὶ προείρηται ὑπὸ Νέστορος, τὴν ἐξ ἀρχῆς ἁρπαγιμαίαν αὐτῆς ὁρμὴν καὶ τὸνὕστερον μετάμελον. Πολλαχοῦ γὰρ ὁ ποιητὴς στενάζουσαν αὐτὴν ποιεῖ ἐφ' οἷς ἡρπάγη καὶ μετάμελον τιθεμένην, ὃς δὴ ἀκεῖται πᾶν ἁμάρτημα. Τὸ δὲ» προθυμίαις πεποιθώς» ἐκτείνει μὲν διὰ μέτρου ἀνάγκην τὸ ἐν τῇ παραληγούσῃδίχρονον τοῦ «προθυμίαις». οὔτε δὲ ἀνδρεῖον παραδείκνυσι τὸν Μενέλαον καὶἀφορμὴν δὲ δίδωσι τῇ παραβολῇ, ἐν ᾗ μυίας θάρσος αὐτὸν ἔχειν ὁ ποιητὴς ἐρεῖ. Ἱστοροῦσι δὲ οἱ παλαιοὶ περὶ τῆς Μενελάου ἀρχῆς ταῦτα. Οἴβαλος, υἱὸς Περιήρους, ἦρχε Λακεδαιμονίων, οὗ παῖδες Τυνδάρεως ἢ Τυνδάρης καὶἼκαρος καὶ Ἄρνη, γνήσιοι οὗτοι, νόθος δὲ Ἱπποθόων, ὃς συμφραξάμενοςἸκάρῳ Τυνδάρην ἀπελαύνει καὶ ἄρχει πολλοῖς πλήθων υἱοῖς. Ἡρακλῆς δὲ μετὰ τὴν ἐν τῇ Πύλῳ μάχην θύσων εἰς Ἀμύκλας ἔρχεται κατὰ χρησμόν. Οἰωνοῦδέ, υἱοῦ Λικυμνίου, προελθόντος ἐπὶ θέαν Λακεδαίμονος– θεράπων δὲ ἦν ὁ Οἰωνὸς ἑταῖρος τῷ Ἡρακλεῖ– ἀναιροῦσιν αὐτὸν οἱ Ἱπποθοωντίδαι θανάτουκυνὸς ἕνεκα, ἐφ' οἷς Ἡρακλῆς ἅμα τῷ πατρὶ κατακτείνας αὐτοὺς τὴν ἀρχὴν τῷ Τυνδάρῃ δίδωσι καὶ τοῖς παισί, Κάστορι δηλαδὴ καὶ Πολυδεύκει, ὧν μὴστρατευσάντων Μενέλαος ἄρχει. καὶ τοῦτο μὲν τοιοῦτον. Τῶν δὲ ῥηθέντωντόπων τὴν μὲν Λακεδαίμονα κοίλην λέγει, ὡς καὶ ἐν τῇ Ὀδυσσείᾳ, δι' ὃνλόγον καὶ Συρία κοίλη λέγεται· περιέχεται γὰρ ὑπὸ τοῦ Ταϋγέτου καὶ τοῦ Παρθενίου ὄρους ἡ Λακεδαίμων. τὴν δ' αὐτὴν καὶ κητώεσσαν καλεῖ ὡς καὶ ἐνὈδυσσείᾳ· τὴν δὲ Μέσσην πολυτρήρωνα, ὡς καὶ πρὸ τούτων τὴν Θίσβην· τὰςδὲ Αὐγειὰς ἐρατεινὰς διὰ τὸ καλὸν τοῦ τόπου, ὡς ἔοικε· τὸ δὲ Ἕλος ἔφαλονπτολίεθρον, ὡς καὶ τὴν Κήρινθον πρὸ ὀλίγων ἔφαλον εἶπεν. ἡ δὲ κατὰ μέροςθεωρία τῶν ῥηθεισῶν πόλεων ὡς ἐν συνόψει τοιαύτη τίς ἐστιν. (ῃ. 581) Ἡμὲν Λακεδαίμων ἀπὸ Λακεδαίμονος ὠνόμασται, οὗ υἱὸς Ἀμύκλας, ἢ διότισυνθέμενοι κλήρῳ διανείμασθαι τὴν χώραν Ἡρακλεῖδαι ἐποίησαν οὕτω καὶὁ λαχὼν πρῶτος λαβὼν ταύτην ἐκάλεσεν ἀπὸ τοῦ πράγματος, ὅθεν Λαβεδαίμωνἢ Λαχεδαίμων, διότι ἀγαθῷ δαίμονι, τουτέστι τύχῃ, ταύτην ἔλαβεν ὁ λαβὼν ἢἔλαχεν ὁ λαχών, καὶ τροπῇ τοῦ βῆτα ἢ τοῦ χῖ εἰς ˉκ Λακεδαίμων. λέγεται δέ, φασί, Λακεδαίμων καὶ ἡ χώρα καὶ ἡ πόλις· ἡ μὲν χώρα ἐν τῷ «τά οἱ ξεῖνος Λακεδαίμονι δῶκε τυχήσας», ἡ δὲ πόλις ἐν τῷ «οἳ δ' ἷξον κοίλην Λακεδαίμονα» πρὸς δώματα Μενελάου. καὶ ὅτε γοῦν τις ἀκούσει τὴν Λακεδαίμονα ἑκατόμπολινεἶναι, τὴν χώραν νοήσει. σαφέστερον δὲ καὶ ἀκριβέστερον ὁ Γεωγράφος φησίν, ὅτι ἡ Λακωνικὴ τὸ παλαιὸν μὲν ἑκατόμπολις καὶ τὰ Ἑκατόμβαια διὰ τοῦτοἐθύετο ἐκεῖ κατ' ἔτος. νῦν δέ, φησί, πολίχναι τινές εἰσι τριάκοντα τὸν ἀριθμόν. ἐκαλεῖτο δὲ καὶ Ἀχαϊκὸν Ἄργος οὐ μόνον ἡ Πελοπόννησος ὅλη ἀλλὰ καὶ ἰδίως ἡ Λακωνική, ὡς δηλοῖ τὸ «ἢ Μενέλαος οὐκ Ἄργεος ἦεν Ἀχαϊκοῦ», ἤγουν οὐκ ἦν ἐν τῇ Λακωνικῇ. Εἰ δὲ καὶ ἀτείχιστος κατὰ παλαιὰν ἱστορίανᾠκεῖτο ἡ Λακεδαίμων, πῶς ἂν πόλις λέγοιτο; κώμη γὰρ μᾶλλον λέγεσθαι ὤφειλεν. οἱ δὲ περὶ Σπάρτης τοῦτό φασιν. Ἱστορεῖται δὲ ὅτι Λακεδαιμόνιοι λάμβδαἐπὶ ταῖς ἀσπίσιν αὐτῶν εἰς παράσημον ἔγραφον ἐκ τοῦ κατάρχοντος στοιχείουχαρακτηρίζοντες ἑαυτούς, ὥσπερ οἱ Μεσσήνιοι, πλησιόχωροι ὄντες αὐτοῖς καὶπολέμιοι τὸ μῦ. Εὔπολις· «ἐξεπλάγην γὰρ ἰδὼν στίλβοντα τὰ λάμβδα», ἤγουντὰς Λακωνικὰς ἀσπίδας. θαυμάζουσι δὲ οἱ παλαιοί, ὅπως οὐδέν τι θαυμαστὸνπερὶ Λακεδαίμονος εἶπεν ὁ ποιητής, καὶ λέγουσι πρὸς ἄλλοις καὶ τοῦτο, ὅτιοὔπω ἦσαν ὑπὸ Λυκούργου πεπαιδευμένοι οἱ Λάκωνες, ὡς ἔχειν τι πολλοῦλόγου ἄξιον. ἔστι δὲ καὶ Κυπρία Λακεδαίμων. ἐθνικὸν Λακεδαιμόνιος καὶσυγκοπῇ Λάκων, ὡς καὶ τοῦ Κυδωνιᾶται συγκέκοπται τὸ Κύδωνες ἐν τῇὈδυσσείᾳ. τοῦτο δὲ τοῖς ἀκριβεστέροις οὐκ εὐηρέστηται. τινὲς δὲ ὑποκοριστικὸν εἶπον τὸ Λάκων, οὗ θηλυκὸν Λάκαινα, κτητικὸν Λακωνική. ἔστι δὲ καὶ κλεὶς Λακωνική, καινοτέρα τις, καὶ εἶδος δὲ ὑποδήματος καὶ ὀρχήσεως εἶδος καὶμάστιγες Λακωνικαὶ καὶ σιδήριον Λακωνικόν· τῶν γὰρ στομωμάτων, φασί, τὸμὲν Χαλυβδικόν, τὸ δὲ Σινωπικόν, τὸ δὲ Λύδιον, τὸ δὲ Λακωνικόν. καὶ Σινωπικὸν μὲν καὶ Χαλυβδικὸν χρήσιμον εἰς τὰ τεκτονικά, Λακωνικὸν δὲ εἰς ῥίναςκαὶ σιδηροτρύπανα καὶ χαρακτῆρας καὶ λιθουργικά, τὸ δὲ Λύδιον εἰς ῥίνας καὶαὐτὸ καὶ μαχαίρας καὶ ξυρία καὶ ξυστῆρας. οὕτω Δαΐμαχος ἐν πολιορκητικοῖςὙπομνήμασι κατὰ τὸν Ἐθνικὰ γράψαντα. Τὸ δέ «κητώεσσα» δηλοῖ μὲν τὴν μεγάλην παρὰ τὸ κῆτος, τὸ μεῖζον τῶν ἐνύγρων. γράφεται δὲ καὶ ἄλλωςπαρὰ τοῖς παλαιοῖς «καιετάεσσα», ἤγουν καλαμινθώδης, φασί· πολὺ δὲ ἐν Σπάρτῃ τὸ τοιοῦτον φυτόν· οἱ δὲ ὅτι εὔσειστος ἡ Λακωνική· Καιετοὶ γὰρ οἱἀπὸ τῶν σεισμῶν ῥωχμοί, ὅθεν Καιέτας δεσμωτήριον παρὰ Λακεδαιμονίοις, σπήλαιόν τι· τινὲς δὲ κώους τὰ τοιαῦτα κοιλώματά φασιν, ἀφ' οὗ «φηρσὶνὀρεσκῴοις» φησὶν Ὅμηρος. τῆς δὲ τοιαύτης λέξεως μνήμη τις ἔσται καὶ μετ' ὀλίγα ἐν τοῖς περὶ τῆς νήσου Κῶ. ζήτει δὲ περὶ τούτου καὶ τὰ εἰς τὴν Ὀδύσσειαν, οὐκ ἀνάξια ἐντυχίας ὄντα. ζητητέον δέ, μήποτε ἡ Λακεδαίμων κητώεσσα λέγηται καὶ διὰ τὸ τὴν ζωννῦσαν τὰ ἐκεῖ θάλασσαν κητοτρόφον εἶναι καὶ οὕτωθηριώδη, καθ' ὃ καὶ Ἡρόδοτος θηριωδεστάτην φησὶ θάλασσαν τὴν περὶ τὸνἌθω. εἰκὸς δὲ τοιαύτην ἔννοιαν ὑπεῖναι τῇ κητωέσσῃ καὶ διὰ Φώκαιαν, ἥτιςδιὰ κῆτος, τὰς φώκας, ὠνόμασται. Φώκαιαν δέ φαμεν τὴν Ἀσιανήν, ἥτιςλέγεται εἶναι Ἰωνίας μὲν ἀρχή, Αἰολίδος δὲ πέρας. (ῃ. 582) Τὴν δὲ Φάρην ὁ τὰἘθνικὰ γράψας διὰ τοῦ ˉι εἰδέναι φαίνεται ὡς ἀπὸ τῆς στοιχειακῆς ἀκολουθίας· τὰ δὲ πλείω τῶν ἀντιγράφων διὰ τοῦ ˉη γράφουσι καὶ ἔχει τοῦτο λόγον ἐκ τοῦἐθνικοῦ· ὡς γὰρ Σπάρτη Σπαρτιάτης, οὕτω Φάρη Φαριάτης. τὴν δὲ Σπάρτηνοἱ μὲν βασίλειόν φασι λέγοντες καί, ὅτι τῶν κατὰ Πελοπόννησον πόλειςἐνδοξότατοι «Ἄργος τε Σπάρτη τε». τινὲς δὲ ὅτι Λακεδαίμων μὲν ἡ χώρα, Σπάρτη δὲ ἡ πόλις, εἰς ταὐτὸν ἄγοντες οὗτοι τὴν Λακεδαίμονα πόλιν καὶ τὴν Σπάρτην· οἱ δέ τινες καὶ αὐτῆς τῆς μιᾶς πόλεως τὸ μέν τι Λακεδαίμονα, τὸ δὲ Σπάρτην καλοῦσιν. Ἡρόδοτος δὲ λέγει, ὅτι ἐν Λακεδαίμονι Σπάρτη πόλις ἀνδρῶν ὀκτακισχιλίων μάλιστα· ἕτεροι δέ φασιν, ὅτι Λακεδαίμων πόλιςἐνδοξοτάτη τῶν ἐν Πελοποννήσῳ, ἡ Σπάρτη πρότερον ἀπὸ Σπάρτου, υἱοῦἈμύκλαντος, ἢ διότι Λέλεγες οἱ πρῶτοι συνοικήσαντες τὴν πόλιν διεσπαρμένοιτὸ πρίν, εἶτα ἐκεῖ συνῆλθον καὶ ᾤκησαν εἰς ταὐτό· οἱ δέ τινες χωρίονφασὶ τὴν Σπάρτην Λακωνικόν, κληθὲν ἀπὸ τῶν μετὰ Κάδμου Σπαρτῶν, οἳἐκπεσόντες εἰς τὴν Λακωνικὴν ἀφ' ἑαυτῶν τὴν Σπάρτην ὠνόμασαν. ἀνδρειότατοιδὲ πάλαι ποτὲ οἱ Σπαρτιᾶται. ἔστι δέ, φασί, καὶ Σπάρτον ὄρος καὶ Σπάρτηκώμη περὶ Εὔξεινον. ὁ δὲ Κωμικὸς ἔπαιξεν εἰς τὴν Λακωνικὴν Σπάρτην ὡςὁμωνυμοῦσαν τοῖς σπαρτοῖς, ἅπερ ἐστὶ σχοινία ἀπὸ τοῦ τῶν σπάρτων φυτοῦ. ὅρα δὲ ὅτι, εἰ καὶ εἰς ταὐτόν τινες ἤγαγον, ὡς ἐρρέθη, τὴν Λακεδαίμονα καὶτὴν Σπάρτην, ἀλλ' ὁ ποιητὴς ἐνταῦθα ἰδίᾳ μὲν ταύτην, ἰδίᾳ δὲ ἐκείνην ἐκφωνεῖ. ὅτι δὲ βασίλειον ἡ Σπάρτη, ὡς ἀνωτέρω ἐρρέθη, δηλοῖ καὶ ὁ Γεωγράφος εἰπών, ὅτι διελόντες Ἡρακλεῖδαι τὴν Λακωνικὴν εἰς ἓξ μίαν μερίδα τὰς Ἀμύκλας ἐξαίρετον ἔδωκαν Φιλονόμῳ τῷ προδόντι αὐτοῖς τὴν Λακωνικήν, τὴν δὲ Σπάρτην βασίλειον ἀπέφηναν σφίσιν αὐτοῖς. λέγει δὲ καί, ὅτι ὑποπέπτωκε τῷ Ταϋγέτῳ Σπάρτη ἐν μεσογαίᾳ καὶ Ἀμύκλαι τὸ τοῦ Ἀπόλλωνος ἱερόν. Αἴλιοςδὲ Διονύσιός φησιν οὕτω· «Λακεδαίμονα καὶ Σπάρτην διορίζουσί τινες, Λακεδαίμονα μὲν πᾶσαν καλοῦντες τὴν Λάκαιναν, Σπάρτην δὲ τὴν μίαν πόλιν, Ἀττικοὶ δὲ αὐτὴν καὶ Λακεδαίμονα. Κρατῖνος δὲ καὶ τὴν χώραν Σπάρτην οἶδεν, οὐ μόνον Λακεδαίμονα». Μέσση δὲ ἀντὶ τοῦ Μεσσήνη· ἄλλως γάρ, φασί, Μέσση οὐδαμοῦ δείκνυται. περιᾴδεται δὲ καὶ αὕτη ἐν ταῖς ἱστορίαις, ἐν αἷς φέρεταικαὶ ὅτι ἡ Σικελικὴ Μεσσήνη ταύτης ἄποικος. γράφεται δὲ καὶ αὕτη καὶ ἐκείνηἐν δυσὶ ˉσ. παραδίδοται δέ τις καὶ ἑτέρα Μεσήνη δι' ἑνὸς ˉσ γραφομένη. ἀποκοπὴνοὖν ἡ Ὁμηρικὴ ἔχει Μέσση ἀπὸ τοῦ Μεσσήνη. καὶ δοκεῖ μὲν τὸ πάθος καινόν· Ὁ δὲ Γεωγράφος ἐκτίθεται καινότερα ἕτερα, ἐν οἷς καὶ ὅτι ὁ ἧλος ἧλ παρά τισινεὕρηται, ὅπερ πολλῷ τολμηρότερον τοῦ Μεσσήνη Μέσση. οὕτω δὲ καὶ ἐκ τοῦκρίμνον τὸ κρῖ καὶ ὁ Ἀλκιμέδων Ἄλκιμος. Ἡσίοδος δέ, φησί, τὸ βριθὺ καὶβριαρὸν βρῖ λέγει καὶ Σοφοκλῆς τὸ ῥᾴδιον ῥᾴ. λέγει δὲ καί, ὅτι ἐπὶ τῶν Τρωϊκῶν ἡ Μεσσήνη ὑπὸ Μενελάῳ ἦν, μέρος οὖσα τῆς Λακωνικῆς, ὕστερον δὲκαὶ πόλις ἐκτίσθη Μεσσήνη, ἧς ἀκρόπολις ἡ Ἰθώμη, καὶ ὅτι ἐκ τοῦ Μεσσηνιακοῦκόλπου, ὃς καὶ Ἀσιναῖος ἀπὸ Ἀσίνης πόλεως ἐλέγετο, αἱ προρρηθεῖσαι ἦσαν ἑπτὰ βασιλικαὶ πόλεις. ὁ δ' αὐτὸς λέγει καί, ὅτι Μεσσήνη μετὰ Τριφυλίανμέρος τῆς Λακωνικῆς ὑπὸ Μενελάῳ. ἡ δὲ νῦν, φησί, πόλις Μεσσήνη, ἧς ἐρρέθηἀκρόπολις ἡ Ἰθώμη, οὔπω ἔκτιστο. καὶ ὅτι μετὰ Μεσσηνίαν ἡ Λακωνικὴ καὶ ἡἈργεία μέχρι τοῦ ἰσθμοῦ. (ῃ. 583) Αἱ δὲ Βρυσειαὶ καὶ αἱ Αὐγειαὶ οὐ περιλαλοῦνται. πολίτης δὲ τῶν Αὐγειῶν Αὐγεάτης. τάχα οὖν καὶ Βρυσεάτης ὁμοίως. ἔστι δέ, φασί, καὶ Λοκρίδος πόλις Αὐγειαί. δοκεῖ δὲ πρωτότυπον εἶναι τὸ Βρυσεαί καὶ Αὐγεαί ὥσπερ Ὀρνεαί, περὶ ὧν πρὸ ὀλίγου εἴρηται. (ῃ. 584) Ἀμύκλαι δὲ μία, φασί, τῶν ἑκατὸν τῆς Λακωνικῆς πόλεων, Ἀπόλλωνος ἱερά, ὡς εἴρηται, ἣν Ἀμύκλας, ὁ Λακεδαίμονος υἱός, ἔκτισεν, ὃς καὶ περιττοσυλλάβωςκλίνεται Ἀμύκλαντος καὶ ἰσοσυλλάβως δὲ Ἀμύκλα. πολίτης ταύτης Ἀμυκλαΐτης, ἔτι δὲ καὶ Ἀμυκλαῖος, ἐξ οὗ καὶ Ἀμυκλαιεύς. ἔστι δὲ καὶ Ἀμύκλαιον πόλιςἐν Κρήτῃ καὶ ὅρμος. αἱ δὲ Ἀμυκλαΐδες εἶδος ὑποδήματος, ἐν Ἀμύκλαις ἐπινοηθέν. Ἕλος δὲ χωρίον καὶ κώμη ὁμώνυμος ὕστερον. πρότερον δὲ ἦν, φασί, πόλις καθ' Ὅμηρον, κτίσμα Ἑλίου, υἱοῦ Περσέως. τινὲς δὲ καὶ ταῦτα εἶπον· «Ἕλος πόλις Λακωνική· οἱ πολῖται Εἵλωτες καὶ Εἱλῶται καὶ Ἕλιοι καὶ Ἑλεᾶται». ἔστι δὲ καὶ Ἕλος Αἰγύπτου. ταῦτα δὲ ὁ τὰ Ἐθνικὰ γράψας εἰς τὸ ἕτερον Ἕλος λέγει, τὸ ἐν τοῖς ἐφεξῆς ὑπὸ τὸν Νέστορα. Ἕτεροι δὲ ὅτι οὐ μόνον πόλις τὸ Ἕλος, ἀλλὰ καὶ εἰς χώραν τινὰ πλατύνεται, ἀφ' ἧς καὶ μᾶλλον οἱ Εἵλωτες, οἳ συνελθόντες τοῖς Μεσσηνίοις ἦν ὅτε καὶ πράγματα παρασχόντες τοῖς Λακεδαιμονίοις, εἶτα ὑπετάγησαν ὡσεὶ καὶ δοῦλοι· καὶ ἐξ αὐτῶν τὸ ὄνοματῶν Εἱλώτων εἰς δουλικὴν ἁπλῶς μετελήφθη κλῆσιν καὶ τὸ τοπικὸν εἰς δουλικῆς τύχης σημασίαν μετέπεσεν. ὅτι δὲ τὸ ἕλος ὑγρόν τινα τόπον δηλοῖκαὶ σύμφυτον, δῆλον. ἐμφαίνει δὲ τοῦτο καὶ ἡ ἰδιωτικὴ παραφθορὰ ζύγραν τὸντοιοῦτον λέγουσα τόπον, ὅπερ οὐδὲν ἀλλ' ἢ δίυγρά τίς ἐστιν. Ἰστέον δὲ ὅτι τὸθηλυκὸν τῶν ῥηθέντων Εἱλώτων αἱ Εἱλώτιδες, ὡς ἐν ῥητορικῷ εὕρηται Λεξικῷ, ἐν ᾧ καὶ ὅτι ὥσπερ Εἵλωτες ἐν Λακεδαίμονι, οὕτω Πενέσται μὲν παρὰ Θετταλοῖς, οἱ μὴ γόνῳ δοῦλοι, ἀλλὰ πολέμῳ, Κιλλικύριοι δὲ ἐν Κρήτῃ, Μαριανδυνοὶ δὲ ἐνἩρακλείᾳ τῇ Ποντικῇ, καὶ Ἀρότται ἐν Συρακούσαις. Ἰστέον δὲ ὅτι ἐνῥητορικῷ Λεξικῷ φέρεται, ὥς ἐστιν εἶδός τι μυιῶν, αἳ λέγονται ἕλειοι. οὐδιαρθροῖ δὲ καὶ ποίου Ἕλους αὗται. ἴσως δὲ ἁπλῶς οὕτω καλεῖ τὰς ἐν τοῖς ἕλεσι. (ῃ. 585) Λάαν δὲ Ὅμηρος μὲν δισυλλάβως προάγει· οἱ δὲ παλαιοί φασιν, ὅτι Λᾶ μονοσυλλάβως ἐλέγετο ἀρσενικῶς τε καὶ θηλυκῶς ἤγουν καὶ ἡ Λᾶ καὶὁ Λᾶς, ὡς καὶ ὁ Λυκόφρων δηλοῖ ἐν τῷ «καὶ Λᾶν περήσεις». ὁ δὲ ποιητὴςδιέλυσε, φασί. κεῖται δ' ἐπὶ πέτρας ὑψηλῆς· διὸ Λᾶ καλεῖται ὡς ἀπὸ τοῦ λᾶς ὁλίθος. ταύτην φασὶ τὴν Λᾶν οἱ Διόσκουροι ἐκ πολιορκίας εἷλον· διὸ ἐκλήθησαν Λαπέρσαι. οἱ δὲ οἰκοῦντες ἄδηλον, εἴτε Λαοὶ ὀξυτόνως εἴτε Λᾶοι προπερισπωμένως. ἡ δὲ ἀμφιβολία διὰ τὴν τῶν ἀντιγράφων διαφωνίαν. Οἴτυλος δὲτρισυλλάβως, ὡς δάκτυλος, ἀπὸ Οἰτύλου ἥρωος, ὡς ὁ τὰ Ἐθνικὰ γράψαςφησίν. ἕτεροι δὲ τὸ «Οἴτυλον ἀμφενέμοντο» ἐν δυσὶ μέρεσι λόγου ἀναγινώσκουσιν, ἄρθρον μὲν τιθέντες τὸ οἵ, πόλιν δὲ τὴν Τύλον, ἵνα λέγῃ ὅτι καὶ οἳ τὴν Τύλον ἀμφενέμοντο. οὐκ ἀρέσκει δὲ τοῦτο τοῖς ἀκριβέσιν, οἳ Τύλιν μὲν πόλιν Θρᾴκης οἴδασι κλινομένην Τύλεως, Τύλον δὲ οὐ πόλιν Λακωνικήν. καὶ Τυλησσὸνδὲ ὄρος ἐκεῖνοι λέγουσιν Ἰταλίας. (ῃ. 588) Ἰστέον δὲ καὶ ὅτι ἐν τῷ «ἐν δ' αὐτὸς κίεν», ἤτοι ἐπορεύετο, κατ' ἐξοχὴν εἴρηται τὸ αὐτός· λέγει γὰρ ὅτι ὁ Μενέλαος καίτοι βασιλεὺς ὢν αὐτὸς ἑαυτὸν παρατάσσει. οὕτω δὲ καὶ ἐπὶ τοῦἀδελφοῦ βασιλέως ἔφη· «ἐν δ' αὐτὸς ἐδύσατο χαλκόν». καὶ σημείωσαι ὅτι ἐπὶμὲν Ἀγαμέμνονος ὡς ἀνδρείου ἔφη· «αὐτὸς ἐδύσατο χαλκόν», ἐπὶ δὲ Μενελάουμὴ τοιούτου ὄντος ἠρκέσθη εἰπών· «ἐν δ' αὐτὸς κίεν, ἰδίαις προθυμίαις πεποιθώς», ὡς ἐκείνου μὲν ἀνδρείου ὄντος, τούτου δὲ θαρραλέου. [διό που ἐν τοῖς ἑξῆςκαὶ πρὸς μυῖαν διὰ παραβολῆς εἰκασθήσεται καταθρασυνομένην πολλά.] (ῃ. 591– 602) Ὅτι ὁ Νέστωρ ἐνενήκοντα νῆας ἦγε δευτερεύων τῶν τοῦ βασιλέωςκατὰ τὸ πλῆθος. εἶχε δὲ ὑπ' αὐτὸν πόλεις, ἐξ ὧν τὸ ναυτικὸν συνεκρότησε, τὴν Πύλον, τὴν Ἀρήνην, ἣν καὶ ἐρατεινὴν λέγει, καὶ Θρύον Ἀλφειοῦ πόρον καὶεὔκτιτον Αἰπὺ καὶ Κυπαρισσήεντα καὶ Ἀμφιγένειαν καὶ Πτελεὸν καὶ Ἕλος καὶ Δώριον. οἷος μὲν οὖν ὁ Νέστωρ, καὶ ἐκ τοῦ ποιητοῦ εἴσεταί τις καὶ ἐξἑτέρων πολλῶν. Δηλοῖ δὲ τὴν τοῦ γέροντος ἀρετὴν καὶ τὸ εἰς αὐτὸν παλαιὸνἐπίγραμμα, ὅπερ καὶ φέρτατον ἡμερίων λέγει αὐτὸν καὶ βαθύνουν καὶ ψυχὴν ἐνσώματι θείαν ἔχοντα καὶ ἄνδρα ἀγαθόν. λέγει δὲ ἡ ἱστορία καὶ αὐτὸν προσγενῆτοῖς βασιλεῦσιν. Εὐρυδίκῃ γὰρ καθ' Ὅμηρον συνὼν τῇ Κλυμένου θανούσηςαὐτῆς Ἀναξιβίαν ἔγημεν, ἀδελφὴν Ἀγαμέμνονος. (ῃ. 591) Πύλοι δὲ τρεῖς κατὰ τὸν τὰ Ἐθνικὰ γράψαντα, Μεσσηνίας, Τριφυλίας, Ἀρκαδίας. ὁ δὲ Γεωγράφος, παρ' ᾧ καὶ ἀρσενικῶς ὁ Πύλος λέγεται, φησίν, ὅτι ὑπόκειται ὁ Νέστωρ τὸν Τριφυλιακὸν Πύλον οἰκῶν. καὶ ὅτι Πύλοι τρεῖς ἱστοροῦνται ἐν Πελοποννήσῳ, καθότι καὶ ἔπος εἴρηται «ἔστι Πύλος πρὸ Πύλοιο, Πύλος γε μέν ἐστι». ἕκαστοι δὲ τὸ παρὰ σφίσιν ἠμαθόεν πειρῶνται δεικνύειν ἀπὸ ποταμοῦπαραρρέοντος καὶ γνωρίσματα δεικνύουσι Γέρηνον τόπον καὶ Γέροντα ποταμὸνκαὶ ἄλλον Γεράνιον, ἐξ ὧν ἐπιθέτως εἰρῆσθαι πιστοῦνται Γερήνιον Νέστορα. Λέγει δὲ καί, ὅτι παρ' ἑκάστῳ Πύλῳ ποταμὸς ἠμαθόεις· ἀλλαχοῦ δὲ ὅτιποταμὸς πρὸς ἄρκτον Ἄμαθος, ὅθεν ἠμαθόεις Πύλος. ἀμαθώδη γὰρ τὸνποταμὸν ἢ τὴν χώραν εἰπεῖν ψεῦδός φασιν. ὁ δ' αὐτός φησι καί, ὅτι οὐκ ἂνἀπογνοίη τις ἠμαθόεντα Πύλον κληθῆναι καί, διότι θινώδης καὶ στενός ἐστιν ὁτῆς ἐκεῖ θαλάσσης αἰγιαλός. κἀκεῖνο δὲ λέγει, ὅτι πατρὶς Νέστορος Πύλος ὁλεγόμενος Τριφυλιακὸς καὶ Ἀρκαδικὸς καὶ Λεπρεατικὸς πλείους ἢ τριάκοντασταδίους ἀπὸ θαλάσσης, ὡς δηλοῖ καὶ ὁ πεμφθεὶς ἄγγελος ἐν Ὀδυσσείᾳ ἐπὶτοὺς ἑταίρους Τηλεμάχου πρὸς τὸ ἐκείνου πλοῖον καλῶν αὐτοὺς ἐπὶ ξενίᾳ. οἱδὲ ἄλλοι Πύλοι, φησίν, ἐπὶ θαλάσσης δείκνυνται. Εὐρύχορος δὲ ὁ Πύλος, εἴπερ ἑπτὰ πόλεις περὶ τὴν Πυλίαν εἰσὶ θάλασσαν, ἃς ὑπέσχετο ἈγαμέμνωνἈχιλλεῖ. φησὶ γάρ· «πᾶσαι δ' ἐγγὺς ἁλὸς νέαται Πύλου ἠμαθόεντος». Ἀρήνη δέ, ἧς καὶ ἀλλαχοῦ μνησθήσεται ὁ ποιητής, τὸν μὲν πολίτην αὐτῆς Ἀρηναῖονπαράγει· ἐρατεινὴ δὲ παρ' Ὁμήρῳ λέγεται διότι ποταμὸς ἀρδεύει αὐτήν. φησὶ γὰρ ὁ Γεωγράφος, ὅτι Ἀρήνη, ὅπου ποταμὸς Ἄνιγρος καλούμενος πρότερον Μινύειος, ὡς ὁ ποιητής· «ἔστι δέ τις ποταμὸς Μινυήϊος εἰς ἅλαβάλλων ἐγγύθεν Ἀρήνης». ἀπὸ Μινυῶν δέ, φησίν, ἐκλήθη ὁ ποταμὸς μενίων ἐλθόντων ἐκεῖ. δύο δέ, φασί, πόλεις Ἀρῆναι, Μεσσήνης μία καὶ Τριφυλίας ἑτέρα. (ῃ. 592) Θρύον δὲ πόλις Ἤλιδος ἡ καὶ Θρυόεσσα. τοῦΘρύου τὸ ἐθνικὸν Θρυΐτης· τῆς δὲ Θρυοέσσης Θρυοέντιος καὶ Θρυούντιος. ὁδὲ τὰ Ἐθνικὰ γράψας φησί· «Θρύον πόλις Μεσσηνίας· ἐκ τῶν ἐν αὐτῇ φυομένωνθρύων ὁμωνύμως τῷ φυτῷ λεγομένη»· ἔτι δὲ καὶ παρωνύμως Θρυόεις καὶ Θρυόεσσα, ὡς καὶ ἐν τοῖς ἑξῆς που φανεῖται. κεῖται δὲ περὶ τὸν Ἀλφειόν, ὃς κατὰ τὸν Γεωγράφον καλεῖται μὲν οὕτως ἀπὸ τῆς τῶν ἀλφῶν θεραπείας. ῥέειδὲ ἐξ Ἀρκαδίας εἰς τὴν Τριφυλιακὴν θάλασσαν. πολὺ δέ, φησί, γεννᾷ θρύον ἡ Τριφυλία καὶ πᾶσα ἡ περὶ τὸ Θρύον χώρα θρυώδης, μάλιστα δ' οἱ ποταμοί. Ἀλφειοῦ δὲ πόρος τὸ Θρύον, διότι, ὡς ὁ Γεωγράφος καὶ τοῦτό φησιν, ἐνταῦθαπεζῇ περατὸς εἶναι δοκεῖ ὁ Ἀλφειός. ἦν δέ ποτε καὶ ἀνὴρ Ἀλφειός. Ἡρόδοτοςοὖν οἶδε Λάκωνας ἀριστεῖς Μάρωνα καὶ Ἀλφειόν. ὅτι δὲ οὐ μόνον ἡ Θρυόεσσαπαρώνυμός ἐστι φυτῷ, ἀλλὰ καὶ ἕτεροι τόποι, ἐν ἄλλοις ἱκανῶς δεδήλωται. Ἐν δὲ τῷ «εὔκτιτον Αἰπύ» οἱ μέν φασιν, ὅτι ζητεῖται πότερον ποτέρου ἐπίθετον. οἱ δὲ ἐπίθετον μέν φασι τὸ εὔκτιτον, πόλεως δὲ ὄνομα τὸ Αἰπύ· οὗ ὁ πολίτης Αἰπύτης. καλεῖται δὲ οὕτω κατὰ τὸν Γεωγράφον ἀπὸ τοῦ συμβεβηκότος, ἤγουν διότι συμβέβηκεν αὐτῷ ὑψηλῷ εἶναι. τινὲς δέ, ἐν οἷς καὶ ὁ τῶν Ἐθνικῶνγραφεύς, βαρυτόνως μὲν γράφουσιν Αἶπυ, τουτέστι προπερισπωμένως, πρὸςδιαστολὴν τοῦ ἐπιθέτου, ἀπὸ τῆς ἐρυμνότητος δὲ κληθῆναί φασι λέγοντες καί, ὅτι ἐν τῷ «πόλις αἰπεῖα κολώνη» ταύτης μέμνηται ὁ ποιητής. λέγεται δὲ καὶἩρωδιανῷ δοκεῖν ἀναλογωτέραν εἶναι τὴν βαρεῖαν τάσιν ἐν τῷ «καὶ εὔκτιτον Αἶπυ». ἴσως δέ, φασίν, ἀπὸ Αἰπύτου, τοῦ μετ' ὀλίγα ῥηθησομένου, ὠνόμασται. (ῃ. 593) Κυπαρισσήεις δὲ πόλις Μεσσηνίας. ἐθνικὸν αὐτῆς Κυπαρισσηέντιος. Κυπάρισσος μέντοι πόλις ἐν Παρνασῷ, ἧς Ὅμηρος ἐμνήσθη ἐν τῷ Φωκικῷ καταλόγῳ· ἐκείνης δὲ ὁ πολίτης Κυπαρισσεύς. ὁ δὲ Γεωγράφος καὶ ποταμὸνλέγει Κυπαρισσήεντα καί, ὅτι Κυπαρισσία ἐστὶν ἄλλη παρὰ τὸν Κυπαρισσήεντα, Μεσσηνιακὴ καὶ αὐτή. Ἡ δὲ Ἀμφιγένεια παρά τισι καὶ οὐδετέρως λέγεται τὸἈμφιγένειον. πολίτης αὐτῆς Ἀμφιγενειάτης καὶ Ἀμφιγενεύς. εἶχε δὲ Λητοῦςἱερόν, ἐπεί, φασίν, ἐκεῖ Λητὼ παραγενομένη ἔτεκεν Ἀπόλλωνα. (ῃ. 594) Πτελεὸς δὲ ἢ Πτελεὸν οὐδετέρως ἐστὶ καὶ Ἰωνίας πόλις καὶ Τρῳάδος, ἔτι δὲκαὶ τῶν περὶ Θετταλίαν Ἀχαιῶν. καλεῖται δέ, φασίν, οὕτως, ὅτι πολλὰς ἔχειπτελέας. ὁ πολίτης Πτελεάτης καὶ Πτελεούσιος καὶ Πτελεεύς. ἔστι δὲ καὶ Πτελέα δῆμος φυλῆς Ἀττικῆς τῆς λεγομένης Οἰνηΐδος, ἧς ὁ δημότης Πτελεάσιος. ὁ δὲ Στράβων λέγει, ὅτι τὸ Πτελεὸν κτίσμα ἐστὶ τῆς ἐκ Πτελεοῦ, τοῦ Θετταλικοῦ, ὃν ὁ ποιητὴς ἐρεῖ ἐν τοῖς ἑξῆς Πτελεὸν λεχεποίην. ἔστι δέ, φησί, δρυμῶδες χωρίον, ἀοίκητον, Πτελεάσιμον καλούμενον. Ἕλος δὲ παρὰ τὸ ἐνἕλει εἶναι κατὰ τὸν Ἐθνικογράφον. εἴρηται δέ τι περὶ αὐτοῦ καὶ ἐν τῷ καταλόγῳτῶν Λακώνων. ὁ δὲ Γεωγράφος φησίν, ὅτι Ἕλος οἱ μὲν χώραν τινὰ περὶ Ἀλφειόν, οἱ δὲ καὶ πόλιν, ὡς τὴν Λακωνικὴν τὴν πρὸ ὀλίγου ῥηθεῖσαν. [Ὅτι δὲ τῷτοιούτῳ Ἕλει παρωνυμοῦνται οἱ Εἵλωτες, οὐ πρὸ πολλῶν δεδήλωται, οἳ οὐμόνον δουλικοῦ εἰσιν ὀνόματος, ἀλλὰ καί τι ἑτεροῖον δηλοῦσιν· ἐν γοῦν τοῖςἩρωδιανοῦ εὕρηται, ὅτι Εἵλωτες οἱ ἐπὶ Ταινάρῳ Σάτυροι.] Δώριον δέ, οὗἐθνικὸν Δώριος καὶ Δωριεύς, κληθῆναι οὕτω δοκεῖ τοῖς παλαιοῖς διὰ τὸ αὐτόθιεὑρεθῆναι τὴν Δώριον ἁρμονίαν ὑπὸ Θαμύριδος, περὶ οὗ αὐτίκα εἰρήσεται. ὁδὲ Γεωγράφος λέγει, ὅτι τὸ Δώριον οἱ μὲν ὄρος φασίν, οἱ δὲ πεδίον. οὐδὲν δέ, φησί, νῦν δείκνυται. κατωτέρω δὲ καὶ ἄλλως εἰρήσεται περὶ τούτου. (ῃ. 594– 600) Εἶτα κολλᾷ τῷ Δωρίῳ τὸν περὶ τοῦ Θαμύριδος μῦθον ὁ ποιητὴς καὶ λέγει, ὅτιἐνταῦθα Μοῦσαι «ἀντόμεναι Θάμυριν τὸν Θρήϊκα παῦσαν ἀοιδῆς Οἰχαλίηθεν ἰόνταπαρ' Εὐρύτου Οἰχαλιῆος· στεῦτο γὰρ εὐχόμενος νικησέμεν, εἴπερ ἂν αὐταὶ Μοῦσαι ἀείδοιεν κοῦραι Διὸς αἰγιόχοιο· αἳ δὲ χολωσάμεναι πηρὸν θέσαν, αὐτὰρ ἀοιδὴν θεσπεσίην ἀφέλοντο καὶ ἐκλέλαθον κιθαριστύν». (ῃ. 595) Φαίνεταιδὲ ἀλαζὼν γενέσθαι ὁ Θρᾷξ Θάμυρις καὶ καυχήσασθαι μὴ ἂν μηδὲ τῶν Μουσῶν δευτερεῖον ᾄδων οἴσεσθαι. διὸ καὶ θεία τις νέμεσις οὐ μόνον τὰς ὄψειςαὐτῷ ἐκόλασεν, ἀλλὰ καὶ τῆς ᾠδῆς ἐστέρησεν, ἀπεναντίας ἑτέροις, οὓς ὀφθαλμῶν μὲν ἄμερσε θεὸς κατὰ τὴν ποίησιν, ἔδωκε δὲ γλυκεῖαν ἀοιδήν. Ἰστέον δὲὅτι καὶ Ἄμυρίς τις εὕρηται δίχα τοῦ ˉθ ἐν ταῖς τῶν παροιμιῶν Ἀναγραφαῖς εἴτε μουσικὸς εἴτε καὶ ἑτεροῖος. διὸ καὶ ἐν τῇ παροιμίᾳ τῇ λεγούσῃ «Θάμυριςμαίνεται» τινὲς Ἄμυριν ἔγραψαν δίχα τοῦ ἐν ἀρχαῖς θῆτα. περὶ οὗ Παυσανίας ἐντῷ κατὰ στοιχεῖον ῥητορικῷ αὐτοῦ Λεξικῷ ἱστορεῖ, ὅτι θεωρὸς ὑπὸ Συβαριτῶνπεμφθεὶς εἰς Δελφοὺς περὶ εὐδαιμονίας καὶ τοῦ θεοῦ χρήσαντος ἀπώλειανΣυβαρίταις, ὅταν ἀνθρώπους θεῶν προτιμήσωσιν, ἰδὼν δοῦλον μαστιγούμενονκαὶ εἰς ἱερὸν προσφυγόντα καὶ μὴ ἀπολυόμενον, ὕστερον δὲ εἰς τὸ τοῦ μαστιγοῦντος πατρὸς μνῆμα καταφυγόντα καὶ ἀπολυθέντα, συνεὶς τὸ λόγιον καὶἐξαργυρισάμενος τὰ ἴδια ἀπῆλθεν εἰς Πελοπόννησον. καὶ Συβαρῖται μέν, ὃλογισμῷ πεποίηκεν, εἰς μανίαν ἐδέξαντο ἐπιλέγοντες· «Ἄμυρις μαίνεται». ὁδὲ τῷ χρόνῳ διὰ τὴν προσποίητον μανίαν ἐθαυμάσθη. καὶ τοῦτο μὲν τοιοῦτον. Τῶν δὲ λέξεων τοῦ χωρίου τούτου τὸ μέν «ἀντόμεναι» ἀπὸ βαρυτόνου ῥήματοςγίνεται, τοῦ ἄντω, καὶ δηλοῖ τὸ συναντήσασαι. οἶδε δὲ Ὅμηρος καὶ περισπᾶσθαιτὸ τοιοῦτον ῥῆμα, ὡς δῆλον καὶ ἐν τῷ «οὐ γὰρ ἔγωγε ἤντησα». πολλὰ δὲ καὶἄλλα οὕτω διφοροῦνται, ὁποῖόν τι καὶ τὸ «αἰδομένων δ' ἀνδρῶν» καὶ «οὐδέ τίμ' αἰδέσεται» καὶ τὸ κοινῶς μὲν λεγόμενον ὀφρυᾶσθαι, ἄλλως δὲ ὀφρύεσθαι, ὡςἐδήλωσε τὸ «Κόρινθος ὀφρύεται καὶ κοιλαίνεται». (ῃ. 596) Ἡ δὲ Οἰχαλίαπόλις ἐστίν, ἧς Ὅμηρος καὶ ἐν τοῖς ἑξῆς μεμνήσεται ἐν τῷ περὶ τῶν Ἀσκληπιαδῶν λόγῳ ἧς ποτε ἦρχεν ὁ τοξικώτατος Εὔρυτος, οὗ θυγάτηρ Ἰόλη, τὸ τοῦἩρακλέος τελευταῖον, εἴτε ἆθλον εἰπεῖν τις βούλοιτο εἴτε κακόν· αὐτὴν γὰραἰχμαλωτίσας Ἡρακλῆς ἐξ Οἰχαλίας, εἶτα δι' αὐτὴν οὐκ εὐκλεῶς μετήλλαξε. σημείωσαι δὲ ὅτι Οἰχαλία οὐ μία κατὰ τὸν Γεωγράφον, παρ' ᾧ καὶἈρκαδική τις Οἰχαλία πόλις Εὐρύτου, ὃ καὶ ἀμφιβολίαν, φησί, ποιεῖ, πόθενὁρμηθέντα τὸν Θάμυριν ἀοιδῆς ἔπαυσαν αἱ Μοῦσαι. ὁ δ' αὐτὸς εἰπὼν καί, ὅτι Δώριον οἱ μὲν ὄρος, οἱ δὲ πεδίον, τὴν νῦν Ὄλουριν ἢ Ὄλουραν, κειμένην ἐν τῷαὐλῶνι τῆς Μεσσηνίας, λέγει καί, ὅτι αὐτοῦ δέ που καὶ Οἰχαλία ἡ τοῦ Εὐρύτου, πολίχνιον Ἀρκαδικόν, ὁμώνυμον τῷ Θετταλικῷ καὶ Εὐβοϊκῷ, ὅθεν φησὶν ὁποιητὴς ἐς τὸ Δώριον ἀφικόμενον Θάμυριν τὸν Θρᾷκα ὑπὸ Μουσῶν ἀφαιρεθῆναιτὴν μουσικήν. Ἐν ἑτέροις δέ φησιν ὁ αὐτός, ὅτι Οἰχαλία κώμη τῆς Ἐρετρικῆς, ὁμώνυμος τῇ Τραχινίᾳ καὶ τῇ περὶ Τρίκκην καὶ τῇ Ἀρκαδικῇ καὶ τῇ ἐν Αἰτωλίᾳ· ἐξ οὗ πέντε ἀναφαίνονται Οἰχαλίαι, ὧν αἱ μὲν τρεῖς ἀναμφίλεκτοι μὴ εἰδέναι τὰκατὰ Θάμυριν, αἱ δὲ δύο, ἤγουν ἡ Ἀρκαδικὴ καὶ ἡ περὶ Τρίκκην, ἤτοι ἡ Θετταλική, μεταποιοῦνται τοῦ κατὰ Θάμυριν πάθους. νικᾷ δὲ ἡ Ἀρκαδική. κατὰ δὲ τὸν ἀναγραψάμενον τὰ Ἐθνικὰ καὶ ὑπὲρ τὰς πέντε εἰσὶν Οἰχαλίαι. λέγει γάρ, ὅτι Οἰχαλία, ἣν Ὅμηρος ἐν τῷ Πελασγικῷ Ἄργει τάσσει· οἱ δὲ νεώτεροι τεθείκασιν αὐτὴν ἐν Εὐβοίᾳ. ἔστι δέ, φησί, καὶ Μεσσήνης καὶ ἑτέραἐν Τραχῖνι καὶ Θεσσαλίᾳ καὶ Ἀρκαδίᾳ. πολίτης δὲ Οἰχαλίας Οἰχαλιεύς καὶΟἰχαλιώτης καὶ Οἰχάλιος. δῆλον δὲ ὅτι Εὔρυτον βασιλέα Οἰχαλίας οἱ μὲν τῆς Θετταλικῆς εἶπον, οἱ δὲ τῆς Ἀρκαδικῆς, αἳ καὶ τὰ κατὰ Θάμυριν μερίζονται. ἄδηλον δὲ διὰ ταῦτα καὶ ποίας ἦν ὁ Λίνος· φησὶ γὰρ ἡ ἱστορία, ὅτι ὁ ἱστορικὸς Λίνος Οἰχαλιώτης ἦν. ὅτι δὲ καὶ ἐμάνη ὁ Θάμυρις κατὰ τὴν ἀνωτέρω μνημονευθεῖσαν παροιμίαν, δηλοῖ ὁ ταῦτα ἱστορήσας. Θάμυρις παῖς Φιλάμμωνος, τὸ γένος Θρᾷξ, κάλλει διενεγκὼν καὶ πρῶτος αἰσχρὸν ἔρωτα νοσήσας. οὗτος ἐν ἀοιδῇκαλλιστεύων ἤρισε Μούσαις συνθέμενος, εἰ μὲν νικήσει, πλησιάσαι πάσαις, εἰ δὲ ἡττηθῇ, στερήσεσθαι, οὗ ἂν ἐκεῖναι θέλωσιν. αἱ δὲ ὑπερσχοῦσαι τῶνὀμμάτων αὐτὸν ἐστέρησαν καὶ περὶ τὴν φωνὴν ἔβλαψαν καὶ ἔκφρονα πεποιήκασιν. Ἕτερος δὲ μῦθος λέγει μὴ κατὰ πασῶν τῶν Μουσῶν ἐθελῆσαι τὸν Θάμυριν, ἀλλὰ τῆς μὲν ἥττης πρόστιμον ἑαυτῷ τὴν πήρωσιν ὁρίσαι, τῆς δὲ νίκης γάμονμιᾶς τῶν Μουσῶν. ἱστοροῦσι δὲ αὐτὸν καὶ δίκορον εἶναι, τῶν ὀφθαλμῶν τὸνμὲν γλαυκὸν ἔχοντα, τὸν δὲ μέλανα. Φασὶ δέ τινες καὶ μὴ τοὺς δύο αὐτόν, τὸνἕτερον δὲ ἀπολέσαι τῶν ὀφθαλμῶν. μετὰ τοῦ ἄρθρου δέ, φασί, λέγει «τὸν Θρᾷκα», οὐ πρὸς διαστολὴν ἑτέρου Θαμύριδος, ἀλλ' ἀναφέρων ὡς ἐν ὑποδείξει πρὸς τὸἐπίσημον τοῦ ἀνδρός. Σημειοῦνται δὲ οἱ παλαιοὶ καί, ὅτι πιθανῶς ὁ Θάμυρις τῷὁμοιοτρόπῳ Εὐρύτῳ συνδιατρίβει. ὑψαύχην γὰρ καὶ ἐκεῖνος ἱστόρηται· διὸκαὶ ἀπώλετο. διδάσκει οὖν ὁ ποιητὴς μὴ ποιεῖσθαι πονηρὰς ὁμιλίας. Γνωμολογοῦσι δὲ καί, ὅτι οὐδὲν ἄρα ἡ τέχνη δίχα συνέσεως πρὸς ὄγκον ἄγουσα· καὶ ὅτι Θρᾷκες ἦσαν οἱ ἐπιμεληθέντες τῆς ἀρχαίας μουσικῆς, Ὀρφεύς, Μουσαῖος καὶΘάμυρις· καὶ ὅτι ἐν τῇ ἀκτῇ τῇ περὶ τὸν Ἄθων Θάμυρις ὁ Θρᾷξ ἐβασίλευσε τῶν αὐτῶν ἐπιτηδευμάτων γενόμενος, ὧν καὶ ὁ Κίκων Ὀρφεύς, ὃς Ὀρφεὺς τὰ πρῶτα μὲν ἀγυρτεύων διέζη, εἶτα καὶ μειζόνων ἀξιῶν ἑαυτὸν καὶ ὄχλον καὶδύναμιν περιποιούμενος διεφθάρη ἐξ ἐπισυστάσεως, ἀνὴρ γόης ἀπὸ μουσικῆς τεκαὶ μαντικῆς καὶ τῶν περὶ τὰς τελετὰς ὀργιασμῶν. καὶ ταῦτα μὲν οὕτω. Τὸ δέ» παρ' Εὐρύτου» ἀντὶ τοῦ ἀπὸ τοῦ Εὐρύτου· πρόθεσις γὰρ εἴληπται ἀντὶ θέσεως. σαφηνισμὸς δέ ἐστι τοῦτο τοῦ Οἰχαλίηθεν· τοῦτο γὰρ οὐδέν ἐστιν ἀλλ' ἢ τὸ ἀπὸ τοῦ Οἰχαλιέως Εὐρύτου, ὃν διδάσκαλον τοῦ τοξεύειν Ἡρακλεῖ Θεόκριτος ἱστορεῖ. (ῃ. 597) Τὸ δέ «στεῦτο» ἐν μὲν τοῖς ἑξῆς ἐπὶ ὑποσχέσεως κεῖταιἐν τῷ «στεῦται γάρ τι ἔπος ἐρέειν Ἕκτωρ». ἀντὶ γὰρ τοῦ ὑπισχνεῖσθαιδοκεῖ κεῖσθαι. ἐνταῦθα δὲ ἁπλῶς δηλοῖ τὸ ὑφίστατο ἢ ἐνίστατο καὶ ἐνστατικῶςἔλεγε. γίνεται δὲ ἀπὸ τοῦ στέω, οἷον «στέωμεν καὶ ἀλεξώμεθα» καὶ πλεονασμῷτοῦ ˉυ στεύω, ἐξ οὗ στεύετο καὶ ἐν συγκοπῇ στεῦτο. (ῃ. 598) Τὸ δέ «αὐταὶ Μοῦσαι» κατ' ἐξοχὴν εἴρηται. καὶ τοιοῦτον γάρ τι ἔστιν ὅτε σημαίνει ἡ αὐτόςἀντωνυμία, ὡς καὶ ἐπὶ Ἀγαμέμνονος πρὸ ὀλίγου εἶπεν· «ἐν δ' αὐτὸς ἐδύσατοχαλκόν» καὶ ἐπὶ Μενελάου· «ἐν δ' αὐτὸς κίεν». διὰ τί δὲ ὁ Ζεὺς αἰγίοχος λέγεται, ζητητέον ἑτέρωθι. (ῃ. 599) Πηρὸς δὲ ὁ παθὼν τὴν ὅρασιν ὀξυτόνως· Ἀττικοὶδέ φασι προπερισπωμένως ὁμοίως τῷ λῆρος. οὕτω δὲ αὐτοὶ καὶ τὸ μωρόςμῶρός φασι. (ῃ. 600) Θεσπεσίαν δὲ ἀοιδὴν ἔφη οὐκ ἀργῶς, ἀλλὰ οἱονεὶ λέγων, ὅτι θεοῦ δῶρον οὖσαν θεὸς αὖθις ἀφείλετο ἀπὸ τοῦ ἀλαζόνος. ἔστι δὲ νῦν θεσπεσίαοὐχὶ ἡ θεόθεν πεσοῦσα, ἀλλ' ἣν θεὸς εἴποι ἄν, τουτέστιν ᾄσοι· ταὐτὸν γάρ ποτετὸ ἐνέπειν καὶ τὸ ἀείδειν. Ἰστέον δὲ ὅτι ἐν τοῖς Ἀπίωνος καὶ Ἡροδώρουφέρεται, ὅτι πηρὸν ἐνταῦθα ὁ ποιητὴς κατὰ τοὺς νεωτέρους τὸν τῆς ᾠδῆςπηρωθέντα λέγει. τί γάρ, φασί, βλαβερὸν τῷ Θαμύριδι κιθαρῳδῷ ὄντι, εἰ τῶνὀφθαλμῶν ἐστέρητο; μᾶλλον γὰρ προσεκτικὸς ἐγίνετο τῇ φωνασκίᾳ. πρὸς δὴἐκείνους ῥητέον, ὅτι οὐκ ἐνοήσαν τὸ τοῦ ποιητοῦ· οὐ γὰρ τῇ πηρώσει τῆς ὄψεωςἀκολουθῆσαι εἶπε τὴν λήθην τῆς ᾠδῆς, ἀλλὰ δύο παθεῖν τὸν Θάμυριν, ὄψεωςπήρωσιν καὶ ἀοιδῆς ἀφαίρεσιν. Τὸ δέ «ἐκλέλαθον κιθαριστύν» ἐφερμηνευτικόνἐστι τοῦ «ἀοιδὴν ἀφείλοντο». ταὐτὸν γὰρ ἀοιδῆς ἀφαίρεσις καὶ λήθη κιθαριστύοςἤτοι τῆς κιθαρῳδικῆς τέχνης. καὶ ὅρα τὸ ἐκλέλαθον αἰτιατικῇ συνταχθέν. τὸμέντοι παθητικὸν τούτου γενικῇ συντάσσει ἐν τῷ «καὶ ἐκλελάθοιντο γάμοιο». καὶ τοῦτο μὲν ἁπλοῦν οὕτω καὶ ἀπερίεργον. οἱ δὲ παλαιοὶ σημειωδῶς ἐφιστῶσιν, ὅτι ἐπὶ μὲν τοῦ φυσικοῦ ἀφέλοντο εἶπεν ὁ ποιητής, ἐπὶ δὲ τοῦ διδακτοῦ ἐκλέλαθον· ὃ γάρ τις ἔμαθεν, οὐκ ἀπόλλυσιν, ἐπιλήθεται δέ. (ῃ. 603– 11) Ὅτιἑξήκοντα νηῶν ἦρχεν Ἀγαπήνωρ, υἱὸς Ἀγκαίου, βασιλεὺς Ἀρκάδων, οὓςἐπαινῶν ὁ ποιητὴς λέγει «Ἀρκάδες ἄνδρες ἐπιστάμενοι πολεμίζειν» καὶ πάλιν» ἀνέρες ἀγχιμαχηταί». λέγει δὲ καὶ τὴν Ἀρκαδίαν κεῖσθαι «ὑπὸ Κυλλήνης ὄροςαἰπὺ Αἰπύτιον παρὰ τύμβον». καὶ ὅρα τὸ «αἰπὺ Αἰπύτιον παρὰ τύμβον». ἔχειγάρ τινα ἔμφασιν κάλλους ἀμυδράν. ἐνέμοντο δέ, φησίν, οἱ Ἀρκάδες Φενεὸν καὶὈρχομενὸν Ῥίπην τε Στρατίην τε καὶ Ἐνίσπην καὶ Τεγέην καὶ Μαντινέην Στύμφηλόν τε καὶ Παρρασίην. προάγει δὲ κἀνταῦθα τόπους τινὰς μετὰ ἐπιθέτωνεἰπὼν Ἐνίσπην ἠνεμόεσσαν, Μαντινέην ἐρατεινὴν καὶ Ὀρχομενὸν πολύμηλον. ἓξ δὲ ὄντων ἐνταῦθα στίχων τοῦ Καταλόγου τρὶς μὲν χρᾶται ὁ ποιητὴς τῷεἶχον, δὶς δὲ τῷ ἐνέμοντο, χαίρων, ὡς προεγράφη, ταῖς τοιαύταις λέξεσι διὰ τὸκαίριον. καὶ ὡς ἐν ὀλίγῳ μὲν εἰπεῖν, τοιοῦτος ὁ παρὼν Κατάλογος. τὰ δὲ ἐνμέρει αὐτοῦ τάδε. (ῃ. 603) Ἀρκάδες ἀπὸ Ἀρκάδος, υἱοῦ Διός· καὶ ἡ χώρα αὐτῶν Ἀρκαδία, κληθεῖσά ποτε καὶ Πελασγία καὶ Παρρασία καὶ Λυκαονία καὶ Γιγαντίς καὶ Ἀζανία. [Ὅτι δὲ ὁ Ἀρκάς, τό τε κύριον καὶ τὸ ἐθνικόν, συστέλλετὸ ˉα καὶ ὀξύνεται καὶ διὰ τοῦ ˉδˉοˉς κλίνεται κατὰ τὸ φυγάς φυγάδος καὶ τὰὅμοια, ἐκ τῶν Ἡρωδιανοῦ δῆλον, ὃς παρατιθεὶς τὸ ἱμάς καὶ ἀνδριάς ἐκτεινόμεναἐν τῇ ληγούσῃ κατὰ μετοχάς, μιμήσασθαί φησιν αὐτὰ καὶ τὴν τῶν μετοχῶνκλίσιν τοῦ ἱστάς ἱστάντος καὶ βιβάς βιβάντος. τὸν μέντοι παρὰ τῷ Κωμικῷἀλλᾶντα προπερισπᾷ ἐκεῖνος, ὀκνῶν βαρύνειν αὐτὸν κατὰ τὴν κοινὴν συνήθειαν· Λέγει γάρ, ὅτι ὁ ἀλλᾶς ὡς ἀπὸ τοῦ ἀλλάεις κέκλιται διὰ τοῦ ˉνˉτ, ἵνα ᾖ ἀλλάεντοςκαὶ κατὰ κρᾶσιν ἀλλᾶντος. ὁ δὲ τοιοῦτος λόγος ἀπαιτεῖ καὶ τὴν ἐντελῆ εὐθεῖαντοῦ ἀλλᾶντος περισπᾶσθαι· δῆλον γὰρ ὡς ὁ ἀλλάεις γενόμενος ἀλλᾶς περισπωμένην ἀπαιτεῖ τὴν ἀπὸ κράσεως. ὁ δὲ Ἡρωδιανὸς τοῖς εἰρημένοις παραπηγνὺςκαὶ τὸν παρὰ τῷ Κωμικῷ Μαρικᾶν, τὸ βάρβαρον ὄνομα, διὰ τοῦ ˉνˉτ κλιθῆναιλέγει, παραφέρων χρῆσιν ταύτην· «ἀλλ' οὖν ἔγωγέ σοι λέγω Μαρικᾶντα μὴκολάζειν».] Δοκεῖ δέ, φασί, παλαιότατα ἔθνη Ἑλλήνων εἶναι τὰ Ἀρκαδικά· διὸ καὶ προσέληνοι ἐλέγοντο οἱ Ἀρκάδες, ὅπερ, φασίν, Ἵππυς ὁ Ῥηγῖνοςπρῶτον αὐτοὺς ἐκάλεσε. τοῦτο δὲ ὁ Λυκόφρων παραφράζων πρόσθε μήνηςτοὺς Ἀρκάδας βαλανηφαγεῖν εἶπεν. ὁ δὲ Κωμικὸς ἐκ τῶν προσελήνων ὁρμώμενος τὸ βεκκεσέληνος ὄνομα συνέθετο, δηλοῦν ἀρχαιότητα καὶ ἁπλότητα. τότεδέ, φασί, καὶ τὸ ἄστρον, ἡ ἅμαξα, ἐκλήθη ἄρκτος διὰ τὸ καὶ τὸν ῥηθέντα Ἀρκάδα, τὸν ἐκ Διὸς καὶ Θεμιστοῦς, τυχεῖν τῆς προσηγορίας ταύτης διὰ τὴν ἀποθηρίωσιντῆς μητρός. ἄρκτος γὰρ ὑπὸ Ἥρας, φασίν, ἡ Θεμιστὼ ἐγένετο. ἐν μέσῳ δὲΠελοποννήσου κατὰ τὸν Γεωγράφον ἡ Ἀρκαδία, πλείστην ὀρεινὴν ἀποτεμνομένη. μέγιστον δέ, φησίν, ὄρος ἐν αὐτῇ Κυλλήνη. ἔστι δὲ καὶ πόλις Αἰγύπτου Ἀρκαδίακαὶ χώρα δέ, ὡς καὶ ἐν τοῖς τοῦ Περιηγητοῦ ἐρρέθη. (ῃ. 609) Ἡ δὲ κατὰ τὸνεἰρημένον Ἀγαπήνορα γενεαλογία τοιαύτη. Ἀρκάδος τοῦ ῥηθέντος Ἀμφιδάμας, οὗ ἔγγονος Λυκοῦργος, οὗ Ἀγκαῖος, οὗ Ἀγαπήνωρ. (ῃ. 603) Κυλλήνη δὲ οὐ μόνον ὄρος, ὡς εἴρηται, Ἀρκαδίας, ἀλλὰ καὶ πόλις ὁμώνυμος, ἔνθα δοκεῖ τὸνἙρμῆν τεκεῖν ἡ τοῦ Ἄτλαντος Μαῖα, ὅθεν καὶ Κυλλήνιος Ἑρμῆς, ἐξ οὗ καὶ Κύλλιος κατὰ συγκοπήν, ὡς ὁ τὰ Ἐθνικὰ γράψας φησίν. ἐκλήθη δὲ Κυλλήνη κατὰ τὸν αὐτὸν ἀπὸ Κυλλήνης Ναΐδος. ἐν τούτῳ φασὶ μόνῳ τῷ ὄρει τοὺςκοττύφους λευκοὺς γίνεσθαι καὶ φωνὰς ποικίλας προΐεσθαι, θηρεύεσθαι δὲ πρὸςτὴν σελήνην, τῆς δ' ἡμέρας δυσθηράτους εἶναι σφόδρα. ἔστι δέ, φασί, καὶ Κύμης Κυλλήνη. ὁ δὲ Γεωγράφος φησίν, ὅτι Κυλλήνη καὶ Ἠλείων ἐπίνειον, ἀφ' ἧς «Κυλλήνιον ἀρχὸν Ἐπειῶν» φησί που Ὅμηρος. ἔστι δὲ καὶ κώμη μετρία ἔχουσα τὸν Κολώτου Ἀσκληπιὸν ξόανον θαυμαστόν, φησίν, ἰδεῖν, ἐλεφάντινον. καὶ ὅρα ὅτι οὐχ' ὁ Διόνυσος Κολώτης κατὰ τὴν ἀσυντήρητονπαράδοσιν, ἀλλὰ τεχνίτης ἀγάλματος Διονύσου ὁ Κολώτης. περὶ δὲ τὴν Κυλλήνην, φασί, ταύτην Σελλήεις ὑπὸ τοῦ ποιητοῦ λεγόμενος ποταμός, ῥέωνἐκ Φολόης, Ἀρκαδικοῦ ὄρους. ἐκεῖ καὶ πόλις Ἔφυρα, ἑτέρα τῆς Θεσπρωτικῆς καὶ Θετταλικῆς καὶ Κορινθίας, τετάρτη τις, ἐξ ἧς τὰ ἀνδροφόνα φάρμακα· εἰςἣν Ὀδυσσεὺς ἀφῖκται διζήμενος τὰ τοιαῦτα. ἔστι δέ, φησί, καὶ περὶ Σικυῶνα Σελλήεις ποταμὸς καὶ Ἔφυρα κώμη· καὶ Αἰτωλικὴ δέ ἐστι κώμη Ἔφυρα· οἱ δ' ἀπ' αὐτῆς Ἔφυροι, ὡς καὶ οἱ Περραιβικοὶ καὶ οἱ Κραννώνιοι καὶ οἱ Θεσπρωτικοί, οἱ ἐκ Κιχύρου πόλεως τῆς πρότερον Ἐφύρας. (ῃ. 604) Ὁ δὲ Αἰπύτιος τύμβος δηλοῖ μὲν τὸν τοῦ Αἰπύτου τάφον. ἀρχαῖος δὲ Ἀρκὰς ἥρως ὁ Αἴπυτος, οὗ ὁ τύμβος παρώνυμος. καὶ ὅρα ὅτι ὡς ἐπισήμων ὄντων τοῦ τε ῥηθέντοςτάφου καὶ τοῦ ὄρους τῆς Κυλλήνης ἐξ αὐτῶν ὁ ποιητὴς ἐσήμανε τὴν χώρανεἰπών· «οἳ δ' ἔχον Ἀρκαδίην ὑπὸ Κυλλήνης ὄρος αἰπὺ Αἰπύτιον παρὰ τύμβον». Ἰστέον δὲ ὅτι ὤφειλε μὲν τὸ Αἰπύτιος διὰ διφθόγγου ἔχειν τὴν παραλήγουσανὡς κτητικόν, ἀπέβαλε δὲ τὸ ˉε διὰ δακτύλου ἀπαρτισμόν, ὅπερ ἐν πολλοῖς γίνεται, ὡς καὶ ἐν τοῖς τοῦ Περιηγητοῦ γέγραπται. οὕτω δὲ καὶ τὸ «Φιλοκτήτην Ποιάντιον υἱόν» κτητικὸν μέν, οὐ παραλήγεται δὲ διφθόγγῳ κατὰ τὴν ἀναλογίαν, ἀλλὰ τὴν διὰ τοῦ ˉι καὶ αὐτὸ γραφὴν ἀπείληχε διὰ τὸν δάκτυλον· ὁμοίως καὶ τὸἱππιοχάρμης τῷ λόγῳ τούτῳ ἔχει διὰ διχρόνου τὴν ἀπ' ἀρχῆς δευτέραν συλλαβήν· ἄλλως γάρ, ὡς ἀπὸ κτητικοῦ τοῦ ἵππειος, διὰ διφθόγγου ὤφειλε γράφεσθαι. (ῃ. 605) Φενεὸς δέ, κατὰ τὸν ἀναγραψάμενον τὰ Ἐθνικά, πόλις Ἀζανίας. μερὶς δὲ Ἀρκαδίας οἱ Ἀζᾶνες. λέγεται δέ, φησί, καὶ ἀρσενικῶς ὁ Φενεὸς καὶ θηλυκῶς ἡ Φενεός· κεῖται δὲ ὑπὸ τὸ ὄρος τὴν Κυλλήνην. ὁ δὲ Γεωγράφοςλέγει, ὅτι περὶ ταύτην Στυγὸς ὕδωρ, λιβάδιον, φησίν, ὀλεθρίου ὕδατος, νομιζόμενον ἱερόν. Ἡρόδοτος δέ φησιν, ὅτι Νώνακρις πόλις Ἀρκαδίας, ἔνθα λέγεται εἶναι τὸ τῆς Στυγὸς ὕδωρ, ὀλίγον φαινόμενον, στάζον ἐκ πέτρας εἰς ἄγκος. καὶσημείωσαι ὅτι οὐ διαφωνοῦσιν αἱ ἱστορίαι. Ἀρκαδικὴ γὰρ μοῖρα καὶ ἡ Ἀζανία καὶ ὁ Φενεὸς καὶ ἡ Νώνακρις. ἔσται δὲ μνήμη τις Φενεοῦ καὶ μετ' ὀλίγα ἐν τῷπερὶ Ῥίπης καὶ Στρατίης. Ὁ δὲ ῥηθεὶς Ὀρχομενὸς πολύμηλος λέγεται πρὸςδιαστολὴν τῶν προρρηθέντων μετὰ τὸν Βοιώτιον κατάλογον. καὶ τοῦτό ἐστιν, ὡς καὶ προερρέθη, τὸ ἐπίσημον τοῦ Ἀρκαδικοῦ Ὀρχομενοῦ, τὸ πολύμηλον. δηλοῖ δὲ ὁ πολύμηλος τὸν πολυθρέμμονα, ὥσπερ καὶ προϊὼν τὴν Ἴτωνα μητέραμήλων ἐρεῖ, τουτέστι θρεμμάτων. καὶ Ἴφικλον δέ τινα πολύμηλον, τουτέστιπολύζῳον, ὡς ἀπὸ μέρους ἑνὸς ἤτοι τῶν μήλων, ὃ δηλοῖ προβάτων· ἄλλως γὰρὁ Ἴφικλος οὐκ ἐπὶ μήλοις ἀλλ' ἐπὶ κτήσει βοῶν ἐθαυμάζετο. (ῃ. 606) Ῥίπη δέ, ὥσπερ καὶ ἡ μετ' αὐτὴν Στρατίη, βαρυτόνως λέγονται πρὸς διαστολὴν τῆςῥιπῆς, ὃ δηλοῖ τὴν ὁρμήν, καὶ τῆς στρατιᾶς τοῦ λαοῦ. τάχα δὲ καὶ πληθυντικῶςλέγεται Ῥίπαι, ἐὰν ὁ Στράβων περὶ ταύτης λέγῃ, ὅτι Ῥίπαι οὐκ οἰκοῦνται. τὴν δὲ χώραν Ῥιπίδα καλοῦσιν. ἀλλαχοῦ δὲ σαφέστατά φησιν, ὅτι Ῥίπην Στρατίην τε καὶ Ἐνίσπην εὑρεῖν τε χαλεπὸν καὶ εὑροῦσιν οὐδὲν ὄφελος διὰ τὴν ἐρημίαν. καὶ Ὀρχομενὸς δὲ καὶ Στύμφαλος καὶ Φενεός, φησίν, ἢ οὐκέτι εἰσὶν ἢ μόλιςαὐτῶν ἴχνη φαίνεται καὶ σημεῖα. ἐθνικὸν ταύτης Ῥιπαῖος. τῆς δὲ Στρατίης, ἥτις ἀπὸ ἡρωΐδος οὕτω καλεῖται, Στρατιεύς ὁ πολίτης καὶ Στρατιάτης· Στράτιον μέντοι πόλις Ἀκαρνάνων, οὗ πολίτης Στρατιώτης καὶ Στράτιος. τῆς δὲ Ἐνίσπης, ἣν ἠνεμόεσσαν λέγει ὡς ἐπὶ ὀρῶν κειμένην, Ἐνισπαῖος ἐθνικόν. (ῃ. 607) Τῆς δὲ Τεγέας γνώρισμα ὁ Στράβων τοιοῦτόν φησι. Κεγχρεαὶκεῖνται ἐπὶ τῇ ὁδῷ τῇ ἐκ Τεγέας εἰς Ἄργος διὰ τοῦ Παρθενίου ὄρους. λέγει δὲκαί, ὅτι ἡ Τεγέα μετρίως συμμένει. εὐδαίμων δὲ ὁ Τεγεατικὸς τόπος· διὸ καὶπαροιμία ἐντεῦθεν «εὐδαίμων ὁ Κορίνθιος, ἐγὼ δ' εἴην Τεγεάτης». τῷ μέντοι Γεωγράφῳ ἀρέσκει Τενεάτης ἐνταῦθα γράφεσθαι ἀπὸ Τενέας κώμης, φησί, Κορινθίας, ἐν ᾗ Τενεάτου Ἀπόλλωνος ἱερόν. λέγει δὲ ὁ αὐτὸς καί, ὅτι Τεγεάταις ὅμοροι Κυπαρισσεῖς· ἄμφω δὲ τὰ χωρία ταῦτα Καύκωνες κατεῖχον· καὶ ὅτιἐν τῇ Λεπρεάτιδι Καύκωνός ἐστι μνῆμα καὶ ὅτι ἐν τῇ Δυμαίᾳ ποταμὸς Καύκωνθηλυκῶς. πολὺς δὲ ὁ περὶ Καυκώνων λόγος καὶ μέμνηται μὲν αὐτῶν καὶ ἡ Ὀδύσσεια καὶ ἐν τοῖς ἑξῆς δὲ μνήμη τις ἔσται αὐτῶν. ἔστι δέ, φασί, καὶ Κρητικὴ Τεγέα, ὑπὸ Ταλθυβίου κτισθεῖσα. μέμνηνται δὲ Τεγέας καὶ χρησμοί, ἐν οἷς καὶοὗτος· «Ἀρκαδίην μ' αἰτεῖς. μέγα μ' αἰτεῖς, οὔτοι δώσω. πολλοὶ ἐν Ἀρκαδίῃ βαλανηφάγοι ἄνδρες ἔασιν, οἵ σ' ἀποκωλύσουσιν. ἐγὼ δέ τοι οὔτι μεγαίρω. δώσω τοι Τεγέην» καὶ τὸ ἑξῆς. ἡ δὲ Μαντίνεια Μαντινέη μὲν παρ' ὉμήρῳἸωνικῶς. εὕρηται δέ, φασί, καὶ Μαντίνη κατὰ συναλιφήν, ὡς Ζέλεια Ζέλη. ὠνόμασται δὲ ἀπὸ Μαντίνου, υἱοῦ Λυκάονος. ἐρατεινὴν δὲ αὐτὴν ὁ ποιητὴς λέγει, διότι πεδιάς ἐστι καὶ πολυάμπελος. συνῴκιστο δὲ κατὰ τὸν Γεωγράφον ὑπὸἈργείων ἐκ πέντε δήμων, ὡς ἡ πρὸ βραχέων ῥηθεῖσα Τεγέα ἐξ ἐννέα. πεποίηκεδὲ τὴν Μαντίνειαν ἔνδοξον Ἐπαμεινώνδας νικήσας αὐτόθι τοὺς Λακεδαιμονίουςμάχῃ, ἐν ᾗ καὶ αὐτὸς ἐτελεύτα. δοκεῖ δὲ παρῆχθαι ἐκ τοῦ Μαντίνα ἡ Μαντίνεια, ὡς ἐκ τοῦ Ἀπάμα ἡ Ἀπάμεια. Καὶ εὕρηται ἡ Μαντίνα ἐν χρήσει ἐπὶ ἄλλης πόλεως, ὡς δηλοῖ ὁ ἱστορήσας, ὅτι Μαντίνα πόλις Ῥωμαίων, ἐξ ἧς Βιργίλιος ὁποιητής. (ῃ. 608) Στύμφηλος δὲ καὶ διὰ τοῦ ˉα τὰ πλείω λέγεται Στύμφαλος. προάγεται δὲ καὶ ἀρσενικῶς καὶ θηλυκῶς. ἔστι δὲ οὐ μόνον πόλις Ἀρκαδική, ἀλλὰ καὶ πεδίον ὁμώνυμον καὶ πηγή, ὧν ἐθνικὸν Στυμφάλιος, ἐξ οὗ καὶ Στυμφαλία Ἄρτεμις καὶ λίμνη καὶ γυνή. ὅθεν Στράβων μέμνηται καὶ αὐτὸς λίμνης Στυμφαλίδος λέγων καί, ὅτι ἐνταῦθα τὰς ὄρνις μυθολογοῦσι τὰς ὑπὸἩρακλέους τοξεύμασι καὶ τυμπάνοις ἐξελαθείσας, ὅπερ τοῖς μεγάλοις ἄθλοιςπροσελογίσθη τοῦ ἥρωος. ὁ δ' αὐτὸς ἱστορεῖ καί, ὅτι ὑπὸ συχνῶν πολέμωνπολλαὶ πόλεις τῶν Ἀρκάδων ἔνδοξοι οὖσαι ἠφανίσθησαν, ὧν καὶ ἡ Μεγάληπόλις, οὕτως ὀνομαζομένη, περὶ ἧς Κωμικός τις ἔφη, ὅτι ἐρημία μεγάλη ἐστὶνἡ Μεγάλη πόλις. Παρρασία δὲ ἡ πόλις ἀπὸ Παρρασοῦ, ἑνὸς τῶν Λυκάονοςπαίδων. Νικάνωρ δέ τίς φησιν, ὡς ὁ τὰ Ἐθνικὰ γράψας λέγει, Παρβασίαναὐτὴν κεκλῆσθαι διὰ τὴν τοῦ Λυκάονος εἰς τὸν Δία παρανομίαν καὶ κατ' ἐναλλαγὴν τοῦ ˉβ Παρρασίαν. τὴν δὲ τοῦ Λυκάονος ἐπὶ τῷ Διῒ παραιβασίαν, εἰπεῖνκαθ' Ἡσίοδον, οἱ τοῦ Λυκόφρονος δηλοῦσιν Ὑπομνηματισταί. καὶ ταῦτα μὲν ἐν τούτοις. (ῃ. 612– 4) Ὁ δὲ ποιητὴς ἱστορεῖ καί, ὅτι αὐτὸς ὁ βασιλεὺς Ἀγαμέμνων νῆας τοῖς ἐξ Ἀρκαδίας ἔδωκε, κενὰς δηλονότι· «ἐπεὶ οὔ σφι θαλάσσιαἔργα μεμήλει», τουτέστιν οὐ φροντὶς ἦν αὐτοῖς τῶν κατὰ θάλασσαν οὐδὲναυτικοὶ ἦσαν, οἷα μεσήπειροι, ὡς μέσην οἰκοῦντες, καθάπερ εἴρηται, τὴν Πελοπόννησον καὶ πανταχόθεν τῆς θαλάσσης πολὺ ἀφεστῶτες. λύει δέ, φασίν, οὕτω ζήτημα ὁ ποιητὴς τὸ «πῶς μεσόγειοι ὄντες εἰς Ἴλιον ἦλθον καὶ πόθενἔσχον τὰς ναῦς». ὅρα δὲ ὅπως ὁ Ἀγαμέμνων πολύναυς, ἑκατὸν μὲν αὐτὸς νῆαςἔχων, ἑξήκοντα δὲ δοὺς τῇ τῶν Ἀρκάδων στρατιᾷ. Ἰστέον δὲ ὅτι ἐν τοῖςΠαυσανίου φέρεται, ὅτι τε Ἀρκὰς κυνῆ ἐλέγετό τις ἤτοι Ἀρκαδικὸς πῖλος, διὰτὸ ἔχειν ὡς εἰκός τι διάφορον πρὸς τὰ ὁμοειδῆ, καὶ ὅτι φελλός τις ἐφέρετοἈρκὰς καὶ ὅτι Ἐρατοσθένης παρὰ Ἀρκάσι φησὶ φελλὸν μέσον τι πρίνου καὶδρυός, ὃ ἐνίους θηλύπρινον καλεῖν, καὶ ὅτι παροιμία ἦν τὸ «Ἀρκάδας μιμούμενος» ἐπὶ τῶν ἄλλοις ταλαιπωρούντων· μαχιμώτατοι γὰρ ὄντες αὐτοὶ μὲνοὐδέποτε ἐνίκησαν, πολλοῖς δὲ ἄλλοις αἴτιοι τοῦ νικᾶν ἦσαν, ὅθεν καὶ Πλάτωνὁ Κωμικὸς διὰ τὸ τὰς κωμῳδίας φησὶν αὐτὸς ποιῶν ἄλλοις ἐκδιδόναι διὰπενίαν Ἀρκάδας μιμεῖσθαι ἔφη· ἕτερος δὲ ῥήτωρ ἐπιδραμὼν τὰ πολλά φησιν· Ἀρκάδας μιμούμενος, ἤγουν ἄλλοις ταλαιπωρῶν. οἱ γὰρ Ἀρκάδες ἑτέρων ἠνδραγαθίζοντο, φησίν. ὃ δὴ καὶ Ἡρακλῆς ἔπασχεν, ἐξ οὗ καὶ παροιμίαἐπὶ τῶν ἄλλοις μοχθούντων τὸ «ἐν τετράδι γεννηθῆναι», κατὰ τὸν Ἡρακλέαδηλαδή, ὃς ἐν μηνὸς τετάρτῃ γεννηθεὶς ἄλλοις ἤθλει. (ῃ. 615– 24) Ὅτι τοῖςπερὶ τὸ Βουπράσιον καὶ τὴν Ἤλιδα, ἔνθα καὶ ἡ Ὑρμίνη καὶ ἡ Μύρσινος πέτρη τ' Ὠλενίη καὶ Ἀλείσιον, τέσσαρας ἀρχηγοὺς ὁ ποιητὴς ἐφιστᾷ, τὸν Διώρην καὶ τὸν Πολύξεινον καὶ ἀνεψιοὺς ἢ αὐτανεψίους, ὅ ἐστιν ἐξαδέλφους πρώτους, δύο, τὸν Ἀμφίμαχον καὶ τὸν Θάλπιον, ὧν γενέτας ἡ ἱστορία παραδίδωσι Κτέατον καὶ Εὔρυτον, τοὺς κατὰ μὲν τὸν ποιητὴν Ἀκτορίωνας, Μολιονίδας δὲ κατὰ τοὺς νεωτέρους. ὧν γενεαλογία τοιαύτη, συντρέχουσα τῇ ἐνταῦθα ἱστορίᾳτοῦ ποιητοῦ. Ἀλέκτωρ, ὁ Ἐπειοῦ παῖς, νέος κομιδῇ βασιλεύων Ἤλιδος καὶτὴν τοῦ Πέλοπος ἐπιβουλὴν δεδιὼς συλλαμβάνεται Φόρβαντα τὸν ἐξ Ὠλένουἐπὶ ἡμισείᾳ τῆς βασιλείας. γίνεται δὲ τῷ μὲν Ἀλέκτορι ἐκ Διογενείας τῆς Φορβαντίδος υἱὸς Ἀμαρυγκεύς, οὗ μέμνηται ὁ ποιητὴς ἐνταῦθα. τῷ δὲΦόρβαντι ἐξ Ὑρμίνης, ἀδελφῆς Ἀλέκτορος, Αὐγείας καὶ Ἄκτωρ, ὧν καιαὐτῶν μνεία ἐνταῦθα τῷ ποιητῇ. τούτων δὲ Ἀμαρυγκέως μὲν ὁ ῥηθεὶς ἀνωτέρω Διώρης, Αὐγείου δὲ Φυλεὺς καὶ Ἀγασθένης, ὁ ἐνταῦθα παρὰ τῷ ποιητῇ κείμενος, Ἄκτορος δὲ Κτέατος καὶ Εὔρυτος, ὧν Κτεάτου μὲν ὁ δηλωθεὶς Ἀμφίμαχος, Εὐρύτου δὲ ὁ Θάλπιος. ἀλλὰ Κτέατος μὲν καὶ Εὔρυτος ὑφ' Ἡρακλέοςὤλοντο, Φυλεὺς δὲ παρακαλεῖ τὴν ἀρχὴν τοῦ πατρὸς δοθῆναι Ἀγασθένει, οὗπαῖς ὁ Ὁμηρικὸς οὗτος Πολύξεινος. ὁ δὲ Φυλεὺς τί ἐποίησεν ἔκτοτε, μετ' ὀλίγον ἐν τῷ περὶ Δουλιχιωτῶν λόγῳ δηλωθήσεται. καὶ τοιαύτη μὲν ἡ τῶνῥηθέντων τεσσάρων ἀρχηγῶν κατὰ τοὺς παλαιοὺς γενεαλογία. ὁ δὲ ποιητὴς ἑκάστῳ τούτων ἕπεσθαι λέγει δέκα νῆας. καὶ ὅρα ὅπως καινότερον ἐσχημάτισεν· οὐ γὰρ εἶπε «τοῖς δὲ τεσσαράκοντα νῆες ἕποντο», ἀλλὰ ἐμέρισεν αὐτὰς ἐπίσηςτοῖς τέσσαρσιν. (ῃ. 619) Ἐπειοὶ δὲ κατὰ τὸν ποιητὴν οἱ ἐν ταῖς ναυσὶ ταύταις· φησὶ γάρ· «πολέες δ' ἔμβαινον Ἐπειοί». καὶ σημείωσαι ὅτι τοὺς Ἠλείους καὶ Ἐπειοὺς ὀνομάζει ἑτερωνύμως τῷ τόπῳ ἐξ οὗ ἦσαν, καὶ ὥς φασιν οἱ παλαιοί, διῃρημένως πρὸς τὴν πόλιν. ἦσαν δὲ ἐκ τῆς Ἤλιδος, ᾗ παρονομασθέντες Ἠλεῖοι ἂν ἐλέχθησαν. οὕτω καὶ οἱ Ἄβαντες, ὡς προερρέθη, καὶ ἕτεροι δέ τινες ὁμοίανἑτερώνυμον παρωνυμίαν ἔπαθον. (ῃ. 622) Ἰστέον δὲ ὅτι ὁ ῥηθεὶς Διώρης ἐκτείνει τὴν ἄρχουσαν. καὶ εἰ μὲν ἀπὸ τοῦ Διός γίνεται, δοτέον αὐτὸ τῇ τῶν διχρόνωνἀδιαφορίᾳ· εἰ δὲ παρὰ τὴν ˉδˉιˉα πρόθεσιν γεγονὸς κέκραται κατὰ τοὺς παλαιούς, πίπτει οὕτως ὑπὸ ἀναλογίαν. (ῃ. 615) Τῶν δὲ ῥηθέντων τόπων τὸ Βουπράσιονὁ Γεωγράφος χωρίον τῆς Ἠλείας φησὶ καὶ τοὺς Βουπρασιεῖς Ἐπειούς· καὶ ἀλλαχοῦ πάλιν λέγει, ὅτι κατοικία τῆς Ἠλείας τὸ Βουπράσιον [ἀξιόλογος, ἣνῦν οὐκέτ' ἐστί, καὶ ὅτι ὑπεροχὴν δοκεῖ ἔχειν τότε τὸ Βουπράσιον] παρὰ τὴνἮλιν καὶ οἱ Ἐπειοὶ παρὰ τοὺς Ἠλείους καὶ ὅτι ὕστερον ἀντὶ Ἐπειῶν Ἠλεῖἐκλήθησαν καὶ ὅτι, εἰ καὶ μέρος Ἤλιδος τὸ Βουπράσιον, ἀλλὰ ποιητικῷσχήματι συγκαταλέγεται τὸ μέρος τῷ ὅλῳ, ὥσπερ, φησί, καὶ ἐν τῷ «ἀν' Ἑλλάδακαὶ μέσον Ἄργος». τοῦτο δὲ τὸ σχῆμα, περὶ οὗ καὶ προερρέθη, πολλαχοῦ ἀναφανήσεται. ὁ δὲ τῶν Ἐθνικῶν γραφεὺς καὶ πόλιν Ἤλιδος λέγει καὶ ποταμὸν καὶ χωρίον καὶ κατοικίαν ἀξιόλογον τὸ Βουπράσιον, κληθὲν οὕτω ἀπὸ Βουπρασίου τινὸς ἄρξαντος ἐκεῖ. ἐθνικὸν αὐτοῦ Βουπρασιεύς καὶ Βουπράσιοςκαὶ Βουπρασίων δέ, ὡς Καδμείων. Ἡ δὲ Ἦλις πόλις πρὸς τῇ Ὀλυμπίᾳ κατὰτὸν τὰ Ἐθνικὰ γράψαντα, κληθεῖσα, φησίν, ἀπὸ Ἡλίου, παιδὸς Ταντάλου, κατὰ δὲ Ἡρόδοτον Αἰτωλῶν ἡ Ἦλις. ἔστι δὲ καὶ Ἀρκαδικὴ καὶ Ἰσπανίας δέ. ὁ πολιτης, φησίν, Ἠλίδειος τύπῳ κτητικῷ καὶ ὑφέσει τοῦ ˉδ Ἠλίειος καὶ συναιρέσει Ἠλεῖος. Τρύφων δέ φησιν Ἠλίεος καὶ κατὰ μετάθεσιν Ἠλέϊος καὶ Ἠλεῖοςὁ δὲ Γεωγράφος λέγει, ὅτι Ἠλεῖοι καὶ Μεσσήνιοι κλύζονται τῷ Σικελικῷκόλπῳ καὶ ὅτι Ἦλις οὔπω ἔκτιστο καθ' Ὅμηρον, ἀλλ' ἡ χώρα κωμηδὸν ᾠκεῖτο. ἐκαλεῖτο δὲ κοίλη Ἦλις ἀπὸ τοῦ συμβεβηκότος, καθ' ὁμοιότηταδηλαδὴ τῆς κοίλης Λακεδαίμονος καὶ τῆς κοίλης Συρίας. πάνυ δὲ περιᾳδομένηγέγονεν ὕστερον ἡ Ἦλις διὰ τὰ ἐν αὐτῇ τελούμενα Ὀλύμπια· διὸ καὶ δῖαν αὐτὴν λέγει ὁ ποιητὴς εἰδώς, οἷα εἰκός, καὶ αὐτὸς τὴν πανήγυριν προκαταβληθεῖσαν ἐπὶ Ἡρακλέος, καθὰ καὶ Πίνδαρος ἱστορεῖ. ὅτι δὲ καὶ ψιλοῦται ἡ Ἦλις κανονικῶς, ἔτι δὲ καὶ δασύνεται παρὰ τὸ ἁλίζω, τὸ συναθροίζω, ἢ καὶ παρὰ τὸνἀνωτέρω ῥηθέντα Τανταλίδην Ἥλιον δῆλον ἐκ τῶν παλαιῶν. [Ὅτι δὲ τὸ τῶν Ἠλείων ὑποβάρβαρον ἐσκώπτετο, δηλοῖ ὁ ἐν τῷ ἐρωτηθῆναι, πότερα Βοιωτοὶβαρβαρώτεροι τυγχάνουσιν ὄντες ἢ Θετταλοί, φάμενος, ὡς Ἠλεῖοι. ὡς δὲ καὶπερὶ γυμνάσια εὐδοκίμουν, δηλοῖ ὁ αὐτὸς εἰπών· «γυμνικοὺς ἀγῶνας διατιθέτωσαν Ἠλεῖοι, Κορίνθιοι θυμελικούς, Ἀθηναῖοι σκηνικούς, εἰ δέ τις τούτων πλημμελοίη, μαστιγούσθωσαν Λακεδαιμόνιοι», αἰνιττόμενος ἐκεῖνος νόμῳσκώμματος τὰς παρὰ Λάκωσιν ἀγομένας ἑορταστικὰς μαστιγώσεις. περὶ δὲ Ἠλείων εἴτ' οὖν Ἐπειῶν ῥηθήσεται καὶ ἐν τοῖς ἑξῆς, ἔνθα ὁ γέρων Νέστωρ λόγοιςτὸν Πάτροκλον κατεργάζεται.] (ῃ. 616 ς.) Σημείωσαι δὲ ὅτι ἐμφαίνει καὶἐνταῦθα ὁ ποιητὴς πολλοὺς σιγηθῆναι τόπους εἰπών «ὅσσον Ὑρμίνη καὶ Μύρσινος πέτρη τ' Ὠλενίη καὶ Ἀλείσιον ἐντὸς ἐέργει»· τὰ γὰρ ἔσω τῶντεσσάρων τούτων τόπων εἰργόμενα σεσίγηνται. ἔνθα φασὶν οἱ παλαιοί, ὅτι ὁρίοιςπεριορίζει τὴν Ἦλιν ὁ ποιητὴς ἀπὸ τῶν ἐσχάτων αὐτῆς μερῶν, οἷα μὴ θέλωντὰ κατὰ μέρος λεπτολογεῖν. ἡ δὲ Ὑρμίνη πολίχνιον ἦν· οὐκ ἔστι δέ, φασί, νῦν, ἀλλὰ ἀκρωτήριον περὶ Κυλλήνην ὀρεινόν, καλούμενον Ὅρμινα ἢ Ὕρμινα. ὁ δὲ τὰ Ἐθνικὰ ἐκθέμενος Ὑρμίνας δύο εἶναί φησιν ἀπὸ Ὑρμίνης, τὰςὕστερον διὰ τοῦ ˉο κληθείσας. Ἡ δὲ Μύρσινος ἐσχατόωσα μὲν εἴρηται, καθάπου καὶ ἡ Ἀνθηδών. ἐκλήθη δέ, φασίν, ὕστερον Μυρτούντιον· ἐθνικὸν δὲαὐτῆς εὕρηται Μυρτούσιος. Ἡ δὲ Ὀλενία πέτρα ὄρος, φασί, τῆς Ἠλείας ἐστί. καὶ ὁ Γεωγράφος δὲ λέγει, ὅτι πέτραν Ὠλενίαν εἰκάζουσι τὴν νῦν Σκόλλιν, ὄρος πετρῶδες, κοινὸν Δυμαίων καὶ Ἠλείων. ὁ δὲ καταγράψας τὰ Ἐθνικὰ Ὤλενον ἱστορεῖ πόλιν Ἀχαίας ἀρσενικῶς καὶ θηλυκῶς ἀπὸ Ὠλένου, υἱοῦ Διός. καὶ ἴσως Ὠλενία πέτρα τὸ ῥηθὲν ὄρος ἐκ τῆς τοιαύτης Ὠλένου, ἧς καὶ ὁΓεωγράφος μνησθεὶς λέγει, ὅτι Ὤλενος ἔρημος, κειμένη μεταξὺ Πατρῶν καὶΔύμης, καὶ ὅτι δείκνυται ἴχνη μεταξὺ Πατρῶν καὶ Δύμης τοῦ παλαιοῦ τῶν Ὠλενίων κτίσματος καὶ ὅτι Ὅμηρος τοῦ ἐν Ἀχαίᾳ Ὠλένου οὐ μέμνηται, ἀλλὰ τοῦἐν Αἰτωλίᾳ ὁμωνύμου κτίσματος. καὶ ἰδοὺ καὶ τοῦτο ἑτερωνυμίας τινὸς ὑπόδειγμα, εἴπερ τόπον μὴ εἰπὼν Ὤλενον Ὠλενίην πέτραν ὠνόμασεν ἀπὸ Ὠλένουπαρωνομασμένην. Τὸ δὲ Ἀλείσιον ἐν μὲν τοῖς παλαιοῖς τῶν ἀντιγράφων διὰδιφθόγγου φέρεται, ὡς ἀπὸ τοῦ ἀλέω ἀλέσω κατὰ τὸν Ἐτυμολόγον, ὁ δὲ τῶνἘθνικῶν ἐκθέτης διὰ τοῦ ˉη γράφει αὐτὸ λέγων οὕτω καλεῖσθαι ἀπὸ Ἀλησίου, υἱοῦ Σκιλλοῦντος, ἑνὸς τῶν τῆς Ἱπποδαμείας μνηστήρων. ἔστι δέ, φησί, καὶἉλήσιον πεδίον Ἠπείρου, παρώνυμον τῷ ἁλί, ὡς πηγνυμένου ἐκεῖ πολλοῦ ἁλός. Στράβων δὲ ἱστορεῖ, ὅτι περὶ τὸ Ὁμηρικὸν Ἀλείσιον ἀγορὰν κατὰ μῆνασυνάγουσιν οἱ περίοικοι καὶ ὅτι τὸ Ἀλείσιον καὶ Ἀλεισίου κολώνην ὁ ποιητὴς καλεῖ εἰπών· «πέτρης τ' Ὠλενίης καὶ Ἀλεισίου ἔνθα κολώνη κέκληται». ὑπερβατῶς γάρ, φησί, δεκτέον «καὶ ἔνθα Ἀλεισίου κολώνη κέκληται». λέγειδὲ καί, ὅτι ἔνιοι καὶ ποταμὸν δεικνύουσιν Ἀλείσιον. τὸ μέντοι Ἀλήϊον, οὗ ἀλλαχοῦ μέμνηται ὁ ποιητής, Λυκιακὸν πεδίον ἐστίν. (ῃ. 625– 30) Ὅτι πολλαχοῦ ἐνταῦθα ὁ ποιητὴς καινῷ τοιούτῳ χρᾶται σχήματι· «οἳ δὲ εἶχον τὸν δεῖνακαὶ δεῖνα τόπον, τούτων ἦρχεν ὁ δεῖνα». τὸ δέ γε ἀκόλουθον οὕτως ἦν· «οἳ δὲεἶχον τόνδε καὶ τόνδε τὸν τόπον, ἀρχηγὸν εἶχον τόνδε τινά». ὁ δὲ ἀρχόμενος ἀπὸεὐθείας περαίνει καινότερον τὴν τοῦ σχήματος ἀπόδοσιν εἰς γενικήν. οὕτω γοῦνκαὶ ἐνταῦθα σχηματίζων φησίν· «οἳ δ' ἐκ Δουλιχίου Ἐχινάων τε ἱερῶν νήσων, οἳ ναίουσι πέρην ἁλὸς Ἤλιδος ἄντα, τούτων ἡγεμόνευε Μέγης Φυλείδης», Αὐγείου ἔγγονος. εἶτα οὕτω δόξαν αὐτῷ ἐφερμηνεύων τὸ «Φυλείδης» φησίν·» ὃν τίκτε Διῒ φίλος ἱππότα Φυλεύς». ἡρμήνευσε δὲ τὸ Φυλείδης οὐχ' ὡςὑποδύσκολον, ἀλλ' ἵνα εἰς τὸ Φυλεύς ἀναλύσας αὐτὸ εὐθὺς ἀκολύτως ἐπιπλέξῃἱστορίαν ταύτην· «ὅς ποτε Δουλίχιόνδ' ἀπενάσσατο πατρὶ χολωθείς». οὐ γὰρ Δουλιχιεὺς ἀνέκαθεν ὁ Φυλεύς, ἀλλὰ χόλον παθὼν κατὰ τοῦ πατρὸς μετῴκησενἐκ τῶν κατὰ Ἤλιδα τόπων εἰς τὸ Δουλίχιον. διὸ καὶ ἱππότης νῦν εἰρῆσθαιδοκεῖ καὶ αὐτὸς ἀντὶ τοῦ φυγάς· κεῖται γάρ ποτε τὸ ἱππότης ὄνομα κατὰ τοὺς Γλωσσογράφους καὶ ἐπὶ τοιούτου σημαινομένου. περὶ δὲ τοῦ Φυλέως ἐγράφηκαὶ πρὸ ὀλίγου. ἐνταῦθα δὲ ὅρα ψευδοπαρήχησιν τήν «Διῒ φίλος Φυλεύς». τοιαῦται δὲ καὶ ἕτεραι ἀνεγράφησαν καὶ μάλιστα ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν. ἦγε δὲ ὁ ῥηθεὶς Μέγης νῆας τεσσαράκοντα. Ἰστέον δὲ ὅτι ὁ Πορφύριος αἰτίαντοῦ φυγεῖν τὸν Φυλέα ἐξ Ἤλιδος εἰς τὸ Δουλίχιόν φησι τὸ μαρτυρῆσαιἩρακλεῖ περὶ τῆς ἀφαιρέσεως τῶν βουκολίων, ὅπερ πάντως ἐλύπει τὸν τοῦ Φυλέως πατέρα, τὸν Αὐγείαν. γέγονε δὲ τοῦτο, ἡνίκα Ἡρακλῆς τὴν Αὐγείου κόπρον ἐξεκάθηρεν. ἐνταῦθα δέ φασιν οἱ παλαιοί, ὅτι διαφορᾶς ἀνηκέστου τῶνοἰκείων κρείσσων χωρισμός, ἐπαινοῦντες τὴν τοῦ Φυλέως φυγήν, ἐπεὶ χόλονἔσχε πολὺν τῷ πατρί. μητέρα δὲ τοῦ ῥηθέντος Μέγητός τινες Κτιμένην φασὶτὴν τοῦ Λαέρτου, ὥστε θεῖος αὐτοῦ γίνεται Ὀδυσσεύς, οὗπερ ἀδελφὴ ἡ Κτιμένη. ἑτέρα δὲ ἱστορεῖται οἰκείωσις τοῦ Μέγητος πρὸς τοὺς βασιλεῖς. Φυλεὺς γάρ, φασί, μοιχεύσας Τιμάνδραν ἀδελφὴν Ἑλένης καὶ Κλυταιμνήστρας ἀπήγαγεν εἰς τὸ Δουλίχιον, ὥστε καὶ εὐλόγως, φασί, διὰ τὴν ἐπιγαμίανσυμμαχεῖ καὶ ὁ Μέγης. (ῃ. 625) Ἰστέον δὲ ὅτι ἐκ τῆς Πελοποννήσου μεταβὰςὁ ποιητὴς εὐτάκτως εἰς τὸ πλησίον αὐτῆς Δουλίχιον οὕτω καθ' ὁμοίαν τινὰτάξιν, διὰ τὴν ῥηθεῖσαν τοῦ Μέγητος οἰκείωσιν πρὸς τὸν Ὀδυσσέα, μετὰ τὸνπαρόντα κατάλογον τὸν Κεφαλληνιακὸν τάξει, οὗ ἐξάρχει ὁ Ὀδυσσεύς. Σημείωσαι δὲ ὅτι, εἰ καὶ Ὅμηρος ἰδιάζειν δοκεῖ τὸ Δουλίχιον ἐκ τῶν Ἐχινῶν, ἀλλ' ἕτεροι τῶν Ἐχινάδων εἶναί φασι καὶ αὐτό. καὶ ἔστιν εἰπεῖν, ὅτι ἐν πολλοῖςὁ ποιητὴς οὕτω ποιεῖ, ὡς καὶ προείρηται, ἰδίᾳ μὲν ἐκφωνῶν τὸ ὅλον, ἰδίᾳ δὲ τὸμέρος, οἷόν ἐστι καὶ τὸ «εἰς Κύπρον, εἰς Πάφον». ὅλον μὲν γὰρ ἡ Κύπρος, μέρος δὲ αὐτῆς ἡ Πάφος. οὕτω γοῦν καὶ ἐνταῦθα ἐν ὁλότητι μὲν αἱ Ἐχινάδες, μέρος δὲ αὐτῶν τὸ Δουλίχιον. τοιαῦτα δὲ σχήματα καὶ ὁ Γεωγράφος ἐκτιθεὶςκαὶ οὐ μόνον Ὁμηρικά, ἀλλὰ καὶ ἐξ ἑτέρων ποιητῶν, φησίν, ὅτι ἐν τῷ «ἐκ Δουλιχίου Ἐχινάων τε» συγκαταλέγεται τὸ μέρος τῷ ὅλῳ ποιητικῷ σχήματι· ἐντὸς γὰρ τῶν Ἐχινάδων καὶ τὸ Δουλίχιον. οὕτω καὶ τὸ Βουπράσιον συγκαταλέγει ὁ ποιητὴς τῇ Ἤλιδι, μέρος ὂν αὐτῆς. τοιοῦτόν φησι καὶ τὸ «ἀν' Ἑλλάδα καὶ μέσον Ἄργος», περὶ οὗ προείρηται. ὁμοίου δὲ σχήματος εἶναι λέγει καὶ τὸ» Κουρῆτές τ' ἐμάχοντο καὶ Αἰτωλοί». μέρος γὰρ Αἰτωλῶν οἱ Κουρῆτες. καὶἹππῶναξ δὲ οὕτω σχηματίζει ἐν τῷ «Κυπρίων βέκος καὶ Ἀμαθουσίων πυρῶν». μέρος γὰρ Κυπρίων οἱ Ἀμαθούσιοι. καὶ Ἀλκμάν· «Κύπρον ἱμερτὰν λιποῖσα καὶ Πάφον περιρρύταν». καὶ Αἰσχύλος· «Κύπρου Πάφου τ' ἔχουσα πάντακλῆρον». ἐμπεριέχεται γὰρ ἡ Πάφος τῇ Κύπρῳ ὥσπερ καὶ ἡ Χαλκὶς καὶ ἡ Ἐρέτρια τῇ Εὐβοίᾳ ἐν τῷ «οἳ δ' Εὔβοιαν ἔχον καὶ Χαλκίδα καὶ Ἐρέτριαν». ὁ δ' αὐτὸς Γεωγράφος λέγει καί, ὅτι οἱ τὰς Ἐχινάδας οἰκοῦντες Ἐπειοὶ ἐλέγοντο. οὕτω δέ, φασί, καὶ Ἀρίσταρχος ἐκδέχεται καὶ ἕτεροι. ἐν δὲ τῇ γεωγραφικῇἱστορίᾳ φέρεται καί, ὅτι Ζάκυνθος διέχει Κεφαλληνίας ὅσον ἑξήκοντα στάδια, ὑλώδης μέν, εὔκαρπος δέ. ταύτης πρὸς ἕω αἱ Ἐχινάδες ἵδρυνται νῆσοι, ὧν καὶτὸ Δουλίχιον, ὃ νῦν, φησί, Δολίχαν καλοῦσι, καὶ αἱ Ὀξεῖαι καλούμεναι νῆσοι, ἃς θοὰς ἐν Ὀδυσσείᾳ εἶπεν ὁ ποιητής. κεῖται δέ, φησίν, ἡ ῥηθεῖσα Δολίχα κατὰτὴν ἐκβολὴν τοῦ Ἀχελῴου, οὗπερ ἡ χοῦς τὰς μὲν αὐτῶν ἐξηπείρωκε, τὰς δὲμέλλει, πολλὴ καταφερομένη. καὶ ὅρα ἐνταῦθα τὸ ἡ χοῦς· σύνηθες δὲ τῷ Γεωγράφῳ οὕτω λέγειν· παρὰ δὲ ἑτέροις σπάνιόν ἐστι θηλυκῶς τὴν λέξινταύτην εὑρεῖν. ὁ δὲ τὰ Ἐθνικὰ ἐκθεὶς λέγει μὲν καὶ αὐτός, ὅτι τὸ Δουλίχιον καὶ Δολίχα καλεῖται· προστίθησι δέ, ὅτι καὶ ὀξεῖα λέγεται, ἣν πληθύνας θοάς, φησίν, ὁ ποιητὴς εἶπε. καὶ ἰδοὺ καινὸν τοῦτο καὶ παρὰ τὴν τῶν πολλῶν δόξαν, εἴπεραἱ Ὁμηρικαὶ θοαὶ νῆσοι οὐ πολλαί εἰσιν, ἀλλὰ μία κατὰ τοῦτον ἡ ῥηθεῖσαΔολίχα. καλεῖται δὲ Δουλίχιον ἀπὸ Δολιχίου, φασίν, υἱοῦ Τριπτολέμου. ἔστιδέ, φασί, καὶ νῆσος Δολιχὴ πρὸς τῇ Λυκίᾳ, ἣν καὶ Δολιχίστην ἔλεγον. τάχαδέ, ὡς καὶ παρὰ τὸ μακρόν ἡ Μάκρις τε καὶ ἡ Μάκρη, οὕτω καὶ παρὰ τὸδολιχόν ἡ Δολίχη. Ἰστέον δὲ ὅτι τοῦ Ἐχινάων εὐθεῖα ἡ Ἐχίνη. τοῖςδὲ μεθ' Ὅμηρον εὐθεῖα Ἐχινάς καὶ ἀπ' αὐτῆς αἱ νῆσοι Ἐχινάδες. οὐκ ἔστι δ' εἰπεῖν σταθερῶς, εἴτε παράγωγον τῆς Ἐχίνης ἡ Ἐχινάς, εἴτε ὑποκοριστικόν· [ Οτι δὲ τόποι πολλάκις καὶ ἀπὸ τῶν παρ' αὐτοῖς πλεοναζόντων ἐκαλοῦντο, αἱἱστορίαι δηλοῦσιν. Ἴκαρος γοῦν ἰχθυόεσσα ἦν ὅτε ἐκαλεῖτο διὰ τοὺς ἐκεῖπολυπληθεῖς ἰχθύας. καὶ ἡ Σηπιὰς δὲ ἄκρα διὰ τὰς αὐτόθι σηπίας. καὶ νῆσοι Λαγοῦσσαι ἀπὸ τῶν ἐν τοῖς ἐκεῖ λαγωῶν. ἔνθα καὶ ὅρα τὸ Λαγοῦσσαι, ὡς ἀπὸτοῦ λαγός τοῦ γραφομένου διὰ τοῦ ˉο μικροῦ, ὅθεν Λαγόεσσαι καὶ κατὰ κρᾶσιν Λαγοῦσσαι, ὡς καὶ Λεπαδόεσσαι Λεπαδοῦσσαι ἀπὸ τῶν κατ' αὐτὰς πλεοναζόντων. οὕτω δὲ καὶ ἄλλαι νῆσοι, αἱ μὲν Φυκοῦσσαι, αἱ δὲ Πιθηκοῦσσαι, αἱ δὲ Πιτυοῦσσαι. εἰκὸς οὖν καὶ Ἐχίνας εἴτ' οὖν Ἐχινάδας νήσους ἀπὸ τῶν ἐχίνωνεἶναι παρωνομασμένας, ὧν παρώνυμον καὶ ὁ ἐχινόπους· ἐξ οὗ παροιμία τὸ «τὰςἀκάνθας συνάγων ὡς ἂν ἐχινόποδας». ὁμώνυμος δὲ λέξις ὁ ἐχῖνος. ζῴου τε γὰρεἶδος δηλοῖ ἓν μὲν χερσαῖον, ἕτερον δὲ θαλάσσιον, καὶ κοιλίας τὸ ἔσω καὶεἶδος δὲ πλακοῦντος, ὡς ἱστορεῖ Ἀθήναιος.] (ῃ. 626) Ἐν δὲ τῷ «αἳ ναίουσι πέρην ἁλός», εἰ μὲν γράφεται «οἳ ναίουσιν», οὐδὲν ἔχει καινόν· τὸ δὲ εἰπεῖν «αἳναίουσι» σχηματισμόν τινα ἔχει οὐ πάνυ συνήθη· κεῖται γὰρ τὸ «ναίουσιν αἱνῆσοι» ἀντὶ τοῦ ναίονται. οὕτω καὶ Σοφοκλῆς· «σὺ μέν που ναίεις ἁλίπλαγκτος», ἀντὶ τοῦ ναιομένη τυγχάνεις. καὶ μετάγεται οὕτω τὸ ἔργον τῶν κατοικούντωνεἰς τὰ κατοικούμενα· ναίουσι μὲν γὰρ ἄνθρωποι, ναίονται δὲ τόποι, ὥστε τὸεἰπεῖν, ὅτι ναίουσιν οἱ τόποι, ἀντέστραπται τῇ φύσει τοῦ πράγματος. Τὸ δὲπέρην δηλοῖ μὲν τὸ πέραν. ἔστι δὲ ἐπίρρημα μεταληφθὲν ἀπὸ θηλυκῆς αἰτιατικῆς. πέρα γὰρ ἡ γῆ κατὰ γλῶσσαν, ὅθεν ἡ περαία παράγεται, ἧς ἡ αἰτιατικὴ πέρανκαὶ μεταβολῇ τοῦ ˉα πέρην· ἐξ οὗ τὸ ἐπίρρημα, δηλοῦν τὸ ἀπὸ τῶν ἐνταῦθα εἰςτὴν ἐκεῖθεν ἀντικρὺ γῆν. ὅρα δὲ ὅτι τοπογραφῶν ὁ ποιητής, ποῦ Ἐχινάδεςνῆσοι κεῖνται, περὶ ὧν καὶ ἐν τοῖς τοῦ Περιηγητοῦ ἐγράφη, οὐκ ἠρκέσθη τῷ» πέραν ἁλός», ἀλλὰ διὰ σαφήνειαν προσέθετο τὸ «Ἤλιδος ἄντα», τουτέστινἀντικρὺ τῆς Ἤλιδος, περὶ ἧς πρὸ ὀλίγου εἴρηται. (ῃ. 631– 7) Ὅτι Ὀδυσσεὺςδώδεκα μιλτοπαρῄους νῆας ἔχων ἦγε Κεφαλλῆνας μεγαθύμους, «οἵ ῥ' Ἰθάκηνεἶχον καὶ Νήριτον εἰνοσίφυλλον καὶ Κροκύλει' ἐνέμοντο καὶ Αἰγίλιπα τρηχεῖαν, οἵ τε Ζάκυνθον ἔχον καὶ οἳ Σάμον ἀμφενέμοντο, οἵ τ' ἤπειρον ἔχον καὶ ἀντιπέραι' ἐνέμοντο». καὶ ὅρα ὅπως καὶ ἐνταῦθα ἐνεχόρευσεν ὁ ποιητὴς τῷ εἶχον καὶ τῷἐνέμοντο. (ῃ. 631) Μέμνησο δὲ καὶ ὅτι Κεφαλλῆνας λέγει οὐ μόνον τοὺς ἐκ τῆς Κεφαλληνίας νήσου, ἀλλὰ πάντας τοὺς ἐν τοῖς ῥηθεῖσι τόποις τοῖς ὑπὸ τὸνὈδυσσέα, τούς τε περὶ τὴν Ἰθάκην καὶ τοὺς λοιπούς. ἐν οἷς καὶ οἱ Ἀκαρνᾶνεςκατὰ τὸν Γεωγράφον οὔπω ἐπὶ Ὁμήρου ὠνομασμένοι οὕτω. τὰ γοῦν ῥηθέντα Κροκύλεια ἐν τοῖς Ἀκαρνᾶσι, φησίν, εἰσί· καὶ ἡ Λευκὰς δὲ ἦν, φησί, τὸ παλαιὸν χερόννησος τῆς τῶν Ἀκαρνάνων γῆς. καλεῖ δ' ὁ ποιητὴς αὐτὴν ἀκτὴν ἠπείρου, ἤπειρον καλῶν τὴν περαίαν Ἰθάκης καὶ Κεφαλληνίας, ὡς εἶναι, φασί, ταὐτὸν ἀκτὴν ἠπείρου εἰπεῖν καὶ Ἀκαρνανίαν. τὴν δὲ ῥηθεῖσαν Λευκάδα Νήρικον ἐν Ὀδυσσείᾳ καλεῖσθαί φασι. πόθεν δὲ τὴν κλῆσιν οἱ Κεφαλλῆνες ἔλαχον καὶ διὰ τί ἐν δυσὶ ˉλ γράφονται, ἐν Ὀδυσσείᾳ εἴρηται περί που τὰ εἰς τὴναʹ ῥαψῳδίαν. νῦν δὲ τοσοῦτον μόνον ῥητέον, ὅτι τε ἀντίκειται ταῖς Ἐχινάσινἡ Κεφαλληνία καὶ ὅτι Κέφαλος, οὗ οἱ Κεφαλλῆνες παρώνυμοι, πρόγονος ἦνὈδυσσέως· Κεφάλου γὰρ Κηλεύς, οὗ Ἀρκέσιος, οὗ Λαέρτης, οὗ Ὀδυσσεύς· καὶ ὅτι Ἀμφιτρύων φυγάδα παραλαβὼν ἐξ Ἀθηνῶν Κέφαλον τὸν Δηϊονέως κατέσχε νῆσον καὶ παρέδωκε τῷ Κεφάλῳ, οὗ καὶ γέγονεν ἐκεῖνος ἐπώνυμος. καὶ ὅτι τινὲς τῶν μεθ' Ὅμηρον τὸ Δουλίχιον Κεφαλληνίαν ἐνόμισαν, ἄλλοι δὲτὴν ἐν Ὀδυσσείᾳ Τάφον. (ῃ. 632) Ἰθάκη δὲ ἐκλήθη ἀπὸ Ἰθάκου ἥρωος, οὗ καὶὍμηρος μέμνηται. ἔστι δέ, φασί, καὶ Συρίας πόλις Ἰθάκη. τὸ ἐθνικὸν οὐ μόνον Ἰθακήσιος, ἀλλὰ καὶ Ἴθακος, ὥς φασιν, ὁμοφώνως τῷ οἰκιστῇ τῆς νήσου, ἧς ὁ κύκλος ὀγδοήκοντα στάδια. [Ὅρα δὲ τὸ «οἵ ῥ' Ἰθάκην εἶχον», ὄγκου φωνῆς χάριν ἐπεντεθειμένον ἔχει τὸν ˉῥˉα σύνδεσμον, ὅπερ μυριαχοῦ ποιεῖὍμηρος. ἄλλως γὰρ εἶχεν εἰπεῖν μετὰ χάσμης «οἳ Ἰθάκην εἶχον».] Τὸ δὲΝήριτον ὄρος ἐστὶν ἐπιφανὲς ἐν Ἰθάκῃ, περὶ οὗ ἱκανῶς ἐρρέθη ἐν τῷ αʹ τῆς Ὀδυσσείας. εἰνοσίφυλλον δὲ αὐτὸ λέγει ὁ ποιητής, τουτέστι κινούμενοντοῖς φύλλοις ὡς δασύ, οὗ δηλαδὴ διὰ τὴν πυκνότητα οὐδέν τι τῶν στερρῶνκινεῖται, ὡς μὴ διϊκνουμένου τοῦ ἀνέμου ἐντός, ἀλλὰ τὰ φύλλα μόνα, οἷς ἐπιπολάζων ἐντρέχει ὁ ἄνεμος. γίνεται δὲ ἡ λέξις ἐκ τοῦ ἐνόθω ἐνόσω, τὸ κινῶ, καὶ τοῦφύλλον. ὅρα δὲ ὅτι, ὥσπερ πρὸ βραχέων, οὕτω καὶ ἐνταῦθα κατὰ συνήθη σχηματισμὸν τῷ ὅλῳ τὸ μέρος συγκατείλεκται, τῇ Ἰθάκῃ δηλαδὴ τὸ Νήριτον τὸἐντὸς αὐτῆς ὄν. Νήριτον δὲ τὸ ὄρος διὰ τοῦ ˉτ. τὸ γὰρ διὰ τοῦ ˉκ Νήρικον πόλιςἠπείρου, ὡς δεδήλωται. (ῃ. 633) Τὰ Κροκύλεια δὲ καὶ ἑνικῶς εὕρηται τὸ Κροκύλειον. μέμνηται δὲ τῆς νήσου ταύτης καὶ Θουκυδίδης. ἐθνικὸν αὐτῆς Κροκυλεύς. ὁ δὲ τὰ Ἐθνικὰ ἐπελθὼν τετραμερῆ τὴν Ἰθάκην εἰπών φησιν·» ἧς τὸ μὲν πρῶτον ἐπὶ μεσημβρίαν καὶ θάλασσαν, τὸ δεύτερον Νήϊον, τὸ τρίτον Κροκύλεια» καὶ ἑξῆς· ὥστε κατὰ τοῦτον τὸν λόγον οὐ νῆσος μόνον, ἀλλὰ καὶμέρος Ἰθάκης τὸ Κροκύλειον. Ἐν δὲ τῷ «αἰγίλιπα Τρηχεῖαν» ὄνομα μὲν τόπου ἡ Τραχεῖα, ἐπίθετον δὲ τὸ αἰγίλιπα. ἰστέον δὲ ὅτι ἅμα Τραχεῖαν εἶπέ τις καὶεὐθὺς συνενόησε τὸ αἰγίλιπα, ἤγουν τὴν τὰς αἶγας λιπαίνουσαν κατά τινας. διὸ καὶ ἡ Ἰθάκη αἰγίβοτος λέγεται εἶναι. ἢ μάλιστα τὴν καὶ ὑπ' αὐτῆς αἰγὸςλιπομένην διὰ τὸ ἄγαν τραχὺ καὶ ἀβόσκητον. ἐν δὲ ῥητορικῷ Λεξικῷ φέρεταιοὕτως· «αἰγίλιψ, ἀπρόσβατος, ψιλή, ἀβόσκητος». ἰστέον δὲ ὅτι, ὥσπερ ἡαἰγίλιψ ἐκ τῆς αἰγί σύγκειται δοτικῆς, οὕτω καὶ ἡ αἰγίπυρρος πόα, φασί, πυρρά, ἣν αἶγες νέμονται. χρὴ δὲ εἰδέναι, ὅτι καὶ ἄλλοι τόποι κατὰ τὰς ἱστορίαςτὴν τῆς Τραχείας κλῆσιν ἔλαχον. καὶ μέρος γοῦν τι Κιλικίας τῆς ἔξω τοῦ Ταύρου Τραχεῖα λέγεται· οἴονται δέ τινες τὴν Ἰσαυρίαν εἶναι ταύτην. (ῃ. 634) Ζάκυνθος δὲ λέγεται μὲν καὶ ἀρσενικῶς καὶ θηλυκῶς. δασεῖα δέ ἐστιν, ὡς δηλοῖκαὶ τὸ «ὑλήεντα Ζάκυνθον». ὠνομάσθη δέ, φασίν, ἀπὸ Ζακύνθου, υἱοῦ Δαρδάνου. Ἐνταῦθα δὲ κεῖται τὸ διπλοῦν ˉζ ὡς οἷά τι στοιχεῖον ἁπλοῦν· οὐ γὰρ ἐκτείνειτὸ πρὸ αὐτοῦ βραχὺ φωνῆεν. φησὶ γάρ· «οἵ τε Ζάκυνθον εἶχον» τοῦ ˉτˉε βραχυνομένου, ἵνα συναπαρτισθῇ δάκτυλος. καὶ ἡ αἰτία τοῦ πάθους κεῖται εἰς τὸ» ἱερῆς εἰς ἄστυ Ζελείης». κατὰ ὅμοιον δὲ λόγον καὶ ὁ Σκάμανδρος ἀδυνατεῖ ἐκτείνειν τὸ πρὸ αὐτοῦ βραχὺ φωνῆεν, ὡς καὶ αὐτὸ ἐρρέθη, ἔνθα ἐχρῆν. Τὴν δὲἐνταῦθα Σάμον, ἣν ὁ Γεωγράφος εἶναί φησι τὴν νῦν Κεφαλληνίαν, ἔστιν εὑρεῖνκαὶ ἐν τῇ Ὀδυσσείᾳ. λέγεται δὲ καὶ Σάμη. ἧς ὁ πολίτης Σαμαῖος. οἱ δέ φασι καί, ὅτι ἡ μὲν νῆσος Σάμος λέγεται μόνον, ἡ δὲ πόλις καὶ Σάμος καὶ Σάμη. ἔστιδὲ καὶ Ἰωνικὴ Σάμος, ἡ παρὰ τῷ Περιηγητῇ, καὶ Θρηϊκίη Σάμος, ἡ καὶ ἐνἸλιάδι. περὶ δὲ τῆς Κεφαλληνικῆς φέρεται καὶ ταῦτα. τετράπολις ἡ νῆσος. μίαδὲ τῶν πόλεων καὶ Σάμος, ὁμώνυμος τῇ νήσῳ. καὶ αὐτὴ μὲν οὐκέτ' ἐστίν, αἱδ' ἄλλαι τρεῖς παρέμενον, μικραί τινες πόλεις, ἃς καὶ ὀνομάζει ὁ Γεωγράφος. (ῃ. 635) Ἡ δὲ ὑπὸ τῷ Ὀδυσσεῖ αὕτη ἤπειρος τόπος ἐστὶν ὁμωνυμῶν τῇ ὅλῃ γῇ τῇ ἀπείρονι, αὐτὸς εὐπερίγραπτος ὤν· καὶ ὁ αὐτῆς ἐντόπιος Ἠπειρώτης. ἡ δὲ μεθ' Ὅμηρον Ἤπειρος πάνυ πεπλάτυνται μέχρι καὶ Ἰλλυρίδος. καὶἐβασίλευσαν αὐτῆς ἄνδρες ἡρωϊκοί, ἐν οἷς καὶ ὁ περιώνυμος Πύρρος. ἐκ δὲτῆς τοιαύτης πλατυτάτης Ἠπείρου καὶ οἱ περιᾳδόμενοι βόες Ἠπειρωτικοί. Τὰ δὲ Ἀντιπέραια παρώνυμόν ἐστι τῆς περαίας. αὐτὴ δὲ παρῆκται ἀπὸ τῆς προρρηθείσης πέρας· ὡς γὰρ ὑστέρα ὑστεραία, οὕτω πέρα περαία. ὁ δὲ Γεωγράφος λέγει, ὅτι τὰ ἀντιπέραν τῶν νήσων βούλεται λέγειν ὁ ποιητής, Λευκάδακαὶ Ἀκαρνανίαν, ὧν προσεχῶς ἐμνήσθημεν. ἕτεροι δέ φασιν Ἀντιπέραια τὰ ἐξ ἐναντίας τῆς Ἤλιδος κείμενα χωρία. (ῃ. 637) Μιλτοπαρῄους δὲ τὰς τοῦὈδυσσέως νῆας καλεῖ ὁ ποιητής, οὐκ ἀργῶς ἀλλ' ἐπίτηδες. φασὶ γὰρ οἱπαλαιοί, ὅτι ἐξηλλαγμέναι ἦσαν αἱ τοῦ Ὀδυσσέως νῆες, ὅπως εἰ καὶ ὀλίγαι, ἀλλ' οὖν διὰ τῆς χρώσεως εἶεν ἐπίσημοι, καὶ ὅτε δέοι πλεῖν, μὴ σκορπίζοιντο. ἀμέλει καὶ μέσας αὐτὰς ἐν τῷ ναυστάθμῳ ἔταξαν Ἕλληνες καὶ τὴν κοινὴνἀγορὰν ἐκεῖ ἐποίησαν. (ῃ. 636) Σημείωσαι δὲ ὅτι σεμνύνας ὁ ποιητὴςτὸν τοσοῦτον Αἴαντα, ὡς προεσημειώθη, οὐδὲ τὸν Ὀδυσσέα σεμνολογεῖ, ἀρκεῖται δὲ εἰπὼν αὐτὸν Διῒ μῆτιν ἀτάλαντον, περὶ οὗ ἀλλαχόθι ῥηθήσεται. οὐκἂν δὲ εἴη περιττὸν ἐνταῦθα προσθεῖναι πλατύτερον καί, ὅτι τὰς ὑπὸ τὸν Ὀδυσσέα νήσους Τηλεβόαι πάλαι ποτὲ κατεῖχον, ἕως ὁ προρρηθεὶς Κέφαλος τῷἈμφιτρύωνι ἐκ Θηβῶν συστρατευσάμενος διὰ τὴν Ἀλκμήνην κατὰ Τηλεβοῶν καὶ ὑφ' ἑαυτῷ ποιησάμενος αὐτὰς ἀφ' ἑαυτοῦ ταύτας παρωνόμασεν. Ἀνὴρδὲ οὗτος ὁ Κέφαλος ἦν Πρόκριδος τῆς ἐν Ὀδυσσείᾳ, ἣν ἀκουσίως ἀνελών, ὡςἐκεῖ ἐρρέθη, καὶ ἐν Θήβαις οἰκήσας συνεμάχησεν, ὡς εἴρηται, τῷ Ἀμφιτρύωνικαὶ γέρας ἔσχε τὴν τῶν ὑπὸ Τηλεβόαις νήσων ἀρχήν. (ῃ. 637) Ἰστέον δὲ καὶὅτι μίλτος χρῶμά ἐστιν ἐρυθρόν, δι' οὗ τὰ τῶν νηῶν ἔμπροσθεν βάπτονται εἰςὡραϊσμόν, ἅπερ πρῷραι λέγονται ὡς ἐκ τοῦ προορᾶν, κραθέντων τῶν δύο ˉο εἰςˉω μέγα. ἐντεῦθεν δὲ οἱ ποιηταὶ ὁρμώμενοι τολμῶσι καὶ παρειὰς λέγειν τὰτοιαῦτα μέρη τῶν νηῶν καὶ πρόσωπα. Λυκόφρων δὲ εἰς πλέον ἐξαχθεὶς καὶ κόραςτὰς νῆάς φησι λαβὼν τὴν ἀρχὴν ἐκ τοῦ μιλτοπάρῃοι· κόραις γὰρ οἰκεῖον τὸμιλτοπάρῃον. Ἵνα δὲ πλατύτερον τὸ τοιοῦτον εἶδος θεωρηθῇ, σημειωτέον, ὅτι οὐμόνον ἡ παρειὰ ἐπιβεβούλευται εἰς μεταφοράν, ἀλλὰ καὶ τὰ λοιπὰ τῆς κεφαλῆς, ἔτι δὲ καὶ τὰ κατὰ ὅλον τὸ σῶμα, τό τε ἀνθρωπικὸν καὶ τὸ ἁπλῶς ζωϊκόν. καὶἡ μὲν ἀντιμέτωπος καὶ ἀντιπρόσωπος μάχη καὶ τὸ τῆς ἀφορμῆς εὐπρόσωπονκαὶ τὸ τηλαυγὲς πρόσωπον τοῦ ἔργου καὶ ὅσα τοιαῦτα, λείως μεταφέρονται. τῶν δὲ λοιπῶν τὰ πλείω τραχύνονται ποιητικώτερον. οὐκ ὀλίγα δὲ καὶ εἰςδιθυραμβικὸν θράσος ἐκπίπτουσι· πολλὴ γὰρ καὶ μάλιστα παρὰ τοῖς ποιηταῖςκαὶ ὡς εἰπεῖν ἀφειδὴς ἡ ἐκ τῶν ζῴων ἐπὶ τὰ ἄψυχα τροπικὴ διάθεσις. Ἵνα γὰρεὐτάκτως ὁδῷ τινι ἐπὶ τὸν σκοπὸν εἰς τὸ πᾶν βαδίσωμεν, κορυφάς τε ὀρέωνφασίν, ἐπεὶ καὶ κεφαλὰς καὶ κροτάφους δέ. ἀφ' ὧν καὶ ποταμοὺς ἔστιν οὗπρορρέειν φασί. καὶ ὁ εἰπὼν δὲ κρόταφον κύκλου λέγει μὲν ὅπερ ἐκεῖνος βούλεται, ζῴου δὲ κατατολμᾷ καὶ αὐτός. κόμας δὲ λέγειν δένδρων τὰ φύλλα, [ὅθεν καὶκομήτης λειμών παρὰ τῇ τραγῳδίᾳ], καὶ κομᾶν τὸ ἐν τούτοις θάλλειν, ἀλλὰτοῦτο καὶ εἰς κοινὸν ἤδη τέτριπται. καὶ ὀφρῦς δέ που λέγονται ὀρειναί τινεςἐξοχαί, ὅθεν καὶ ἡ Τένεδος Λεύκοφρυς ἐκλήθη ποτέ, ὡς καὶ αὐτὴ κατὰ τὸνἈστακηνὸν Λευκάταν λευκὰς ὀφρύας ἔχουσα, ἤτοι ἐπαναστάσεις τινὰςτραχείας περὶ τὸν αἰγιαλόν, ὀφθαλμοὶ δὲ φυτῶν ἐκ τῶν κατὰ τὰ ζῷα πάντωςκαὶ αὐτοί, ἀφ' ὧν καὶ τὸ ἐνοφθαλμίζειν, ἡ γεωργικὴ λέξις, καὶ τὸ ἀναμύειν, ἀντὶ τοῦ ἀναβλαστάνειν, καὶ τὸ ἐκεῖθεν δάκρυον, ὁποῖον καὶ τὸ κόμμι· καὶ πηγαὶδὲ τυφλούμεναι ὀφθαλμούς τινας δηλαδὴ τροπικοὺς εἶχον. στόμα δὲ τῷπολέμῳ πόθεν ἄλλοθεν ἀνέῳγε κατὰ τὴν ποίησιν ἢ ἐκ τοῦ τῶν ζῴων καὶμάλιστα τῶν καρχάρων. ἐκεῖθεν δὲ καὶ τοῖς ποταμοῖς τὰ στόμια. τὰ δὲ τοῦ Νείλου τυφλοστόματα στόμα καὶ ὀφθαλμὸν ἐκοινώσαντο. καὶ ὀδόντες δὲ ταῖςτριαίναις ἐντεῦθεν ἔφυσαν. ἐκεῖθεν δὲ καὶ ποταμῶν χείλη καὶ τὸ τῶν ποτηρίωνἐπιχειλές. οὕτω δὲ καὶ τὸ ὑπερχειλές. τοῦ τοιούτου δὲ τύπου καὶ αἱ ἀμφώτιδες, ποτηρίου εἶδος ἐκ τῶν ἐν ζώοις ὠτίων παρονομασθέν. καὶ βοτάνη δέ τιςὁμοίως ὦτα λέγεται μυός. καὶ Πώγων δὲ ὁ Τροιζήνιος λιμὴν τῷ ζωϊκῷὁμωνυμεῖται πώγωνι. καὶ τὸ τοῦ Κριοῦ δὲ μέτωπον τοιουτότροπόν ἐστι, τό τε Κρητικὸν καὶ τὸ Βορρᾶθεν προκύπτον εἰς Εὔξεινον. καὶ ἡ παρὰ τῷ Θεοκρίτῳδὲ Βούρινα· πηγὴ δὲ αὕτη καλουμένη οὕτω διὰ τὸ προτομήν τινα εἶναι αὐτόθιἐοικυῖαν ῥινὶ βοός. ἡ δὲ Σαλμυδησσία γνάθος, ἡ παρ' Αἰσχύλῳ, ὁμοίου καὶ αὐτὴτρόπου ἐστί· Μῆνιγξ δὲ ἡ Λιβυκὴ νῆσος τῇ τῶν ζῴων ὁμωνυμεῖ, ὥσπερ καὶ ὁἐγκέφαλος τοῦ φοίνικος, τοῦ δένδρου δηλαδή, τὸ ἀνωτάτω αὐτοῦ γλυκύτατον, ὅπερ ἐξαιροῦντες οἱ ἐγχώριοι ἡδέως ἐσθίουσιν, ὡς καὶ ὁ Ἀθήναιός φησιν. ἀλλὰ ταῦτα μὲν κεφαλῆς μέρη. Κάρηνα δὲ καὶ κρὰς ὄρους καὶ Βώκαροςδέ, ὁ Σαλαμίνιος ποταμός, ὅλῃ κεφαλῇ ἐπεβουλεύσαντο. λέγεται γὰρ Βώκαροςοἱονεὶ Βοόκαρος καὶ κατὰ κρᾶσιν Βώκαρος, ὡς ὁμοιούμενος βοὸς κάρᾳ. τοιοῦτονκαὶ τὸ «ἐπὶ κρατὸς λιμένος» καὶ τὸ «Βοὸς Κεφαλαί». τόπος δὲ ἦν οὗτος ἐν ᾧἐπολέμησε, φασίν, ὁ Προυσίας πρὸς Ἄτταλον. [Ὅμοιον δὲ καὶ αἱ ἀσυνθέτως ὠνομασμέναι Κεφαλαί, δῆμος αὗται Ἀττικός, οὗ μέμνηται καὶ Ἀριστοφάνης ἐν Ὄρνισι.] Καὶ ἡ Βουκεφάλα δὲ τῆς τοιαύτης ἐφόδου ἐστί, πόλις Ἰνδικὴ ἐκείνη, κτισθεῖσα ὑπ' Ἀλεξάνδρου ἐπ' ἀμφοτέραις, φασί, ταῖς ὄχθαις τοῦ ποταμοῦὙδάσπου, διότι διαβάντος Ἀλεξάνδρου ἐκεῖ καὶ μαχομένου ὁ Βουκεφάλας ἵππος ἀπέθανε. καὶ τοιοῦτος μὲν τροπολογικὸς ἑσμὸς τὴν ἐν ζῴοις κεφαλὴνἀμφιπένεται. παρὰ δὲ τοῖς μεταφέρουσι καὶ τένων ὀρεινὸς κεῖται, ὡς δηλοῖ τὸ» κορυφῆς ὑπερτέλλοντες τένοντες». εὕρηνται δὲ καὶ δειράδες ὄρους, ὅ ἐστι λοι. ὅθεν καὶ πολυδειρὰς Ὄλυμπος. καὶ λόφοι ὀρεινοί, ὡς ἀπὸ τοῦ τῶν βοῶνλόφου, καθὰ καὶ οἱ Ἐτυμολόγοι φασίν. ἔτι δὲ καὶ αὐχένες οἱ κατὰ τοὺς ῥηθένταςτένοντας. καὶ μὴν καὶ ῥάχεις πετρώδεις ὡς οἷα πριονώδεις τινὲς ὄρους ἐξοχαί. ἡ δὲ φάραγξ ἡ ὀρεινὴ παρωνυμία ἐστὶ τῆς ἐν ζῴοις φάρυγγος. καὶ τὸ παρ' Ὁμήρῳ δὲ Γάργαρον ἀπὸ τοιούτου γαργαρεῶνος εἴληπται. εἰς ὅμοιον δὲ τούτοιςἄγεται καὶ τὸ ὤμους εἰπεῖν ἀμπέλου καὶ λιμένων ἀγκάλας καὶ μηνοειδεῖςἀγκῶνας ὄρους. καὶ Ἀγκὼν δὲ πόλις τις Πικεντίνων καὶ τείχους ἀγκὼν καὶγλυκὺς ἀγκὼν παροιμιακῶς. τούτοις δὲ ἀκόλουθα καὶ πῆχυς τόξου καὶ φυτοῦκαρπός, πρὸς ὁμοιότητα τοῦ ἐν τῇ χειρὶ καρποῦ κατὰ τοὺς Ἐτυμολόγους, καὶ βωμοῦ θέναρ, τὸ πλάτος, ὡς Πίνδαρος ποιεῖ. Ἐκ δὲ τῶν τοιούτων ὥρμηνται [καὶ οἱ Ἰδαῖοι Δάκτυλοι] καὶ τὸ «ῥοδοδάκτυλος ἡμέρα» καὶ τὸ «ὄνυξ ὄρους», [ὡςκαὶ χηλή,] ὅθεν καὶ ἀκρωνυχία, ἡ ὀρεινὴ ὀξύτης. εἰς τοῦτο δὲ καὶ τὰ κέρατα τῇτροπῇ συλλαμβάνονται, [ἀφ' ὧν «ὑψικέρατα πέτραν» ἔφη τις.] αὐτὰ μέντοι καὶκαμπὰς καὶ κλῶνας δηλοῖ ποταμῶν. ἐθαρρήθη δὲ καὶ οὖθαρ λεχθῆναι ἀρούρης, ἤτοι μαστόν, τὸ τῆς γῆς πιότατον καὶ τροφῆς ἀναδοτικὸν καὶ καρδία δένδρουτὸ ἐντός. τὴν δὲ κλῆσιν ταύτην καὶ πόλις ἔλαχε Θρᾳκική, [ᾗπερ ὁμώνυμος ὁ Θρᾴκιος κόλπος ἐν τοῖς ἄρτι, ἄλλως μὲν Καρδιανὸς λεγόμενος παρωνυμίας λόγῳ, παρὰ δὲ τοῖς ὕστερον Καρδία καὶ αὐτὸς καλούμενος. ἐχορήγησε δὲ καὶ αὕτη τῷ Κωμικῷ ἀστειότητα κατὰ Κλέωνος. καὶ οὕτω μὲν καὶ ἡ καρδία μεμέρισται.] Καὶ κοιλίαι δὲ γῆς, αἱ ὑπὸ γῆν κοιλότητες, ὧν παρώνυμος ἡ κοιλάς. καὶστέρνα δὲ καὶ νῶτα καὶ βούστροφα γῆς μετάφρενα, ἣν καὶ χθόνα στερνοῦχονεἶπεν ὁ Σοφοκλῆς. ἐρρέθησαν δὲ καὶ πλευρὰ τοπικά, ὡς Κύπρου πλευρὰ τὰ πλάγια. κεχάρισται δὲ ἡ πλευρὰ καὶ σχήμασι μαθηματικοῖς. λαγόνες δὲ ὄρουςκαθωμίληνται καὶ γῆς κενεῶνες καὶ γαστὴρ Ἅιδου. ὁ δὲ περὶ Πυθῶνα τόποςὀμφαλὸς ἐκλήθη γῆς ἤτοι μεσότης. τὰ δὲ τῆς γῆς ἔντερα, σκωλήκια ταῦταὑπόγεια, τῷ τοιούτῳ καὶ αὐτὰ ἥνωνται τόπῳ, καθάπερ καὶ ἡ τῶν δένδρωνἐντεριόνη καὶ ἡ ἐπὶ νηῶν ἐντερόνεια. οὕτω δὲ καὶ φλέβες ὑδάτων, σύριγγες γῆς, ἐξ ὧν ἀναπιδύουσιν ὕδατα. καὶ αἷμα δὲ σταφυλῆς τὸν οἶνον λέγειν ἐντεῦθενἤρτηται. τετόλμηται δὲ καὶ γῆς ὀστᾶ τοὺς λίθους εἰπεῖν, ὡς δηλοῖ τὸ «γῆςὀστέοισιν ἐγχριμφθεὶς πόδα», ἤτοι λίθοις προσκόψας. καὶ τοῦτο μὲν διθυραμβῶδες. Τὸ δέ γε νεῦρα πραγμάτων εἰπεῖν τὰ χρήματα οὔτε σκληρὸν ἀλλὰ καὶεὐστοχώτατον. καλὸν δὲ καὶ τὸ «μυελὸν ἀνδρῶν» Ὁμηρικῶς λέγειν τὰ ἄλφιτα. ἡ δ' αὐτὴ μεταχείρισις καὶ οὐρὰν τῷ πολέμῳ καθὰ καὶ στόμα προσέπλασεν, ὡς οἷα θηρίῳ τινί. ὅθεν καὶ τὸ οὐραγεῖν καὶ ἡ οὐραγία καὶ ὁ οὐραγός. καὶ πυγὴν δὲ ἀγροῦ παροιμιακῶς ἐλάλησε μετενεγκοῦσα ἐκ τῆς σαρκικῆς πυγῆς, ὅτινες μὲν ἐνόησαν ἀντὶ τοῦ τὸ πιότατον τοῦ ἀγροῦ κατὰ τὸ «οὖθαρ ἀρούρης», ἕτεροι δὲ παροιμιακῶς ἐξελάβοντο ἐπὶ τῶν μὴ μόνον ἀγρῷ ἀλλ' ἁπλῶς ᾡτινιοῦνπροσκαθημένων λιπαρῶς, ἄλλοι δὲ ἐπὶ τῶν σφόδρα ἀγροίκων. [Πυγῆς δὲπαρώνυμα καὶ τὰ περὶ τὴν ἀντικρὺ Χίου πάλαι μὲν Πύγελλα, παρὰ δὲ τοῖςμετὰ ταῦτα Φύγελλα λόγῳ παραφθορᾶς.] Ὄρος δέ τι Ἰνδικὸν Μηρὸς ἐκλήθη, Διονύσῳ ἀνακείμενον, ὅθεν μηροτραφὴς μεμύθευται, φασίν, ὁ Διόνυσος. λέγεται δὲ καὶ γόνυ καλάμου καθ' ὁμοιότητα. καὶ ἀμπέλου καὶ στάχους καὶὄρους δὲ τὰ μὲν κατωτάτω πόδες, τὰ δὲ ἀνωτέρω κνημοί, ἐκ μεταφορᾶς τῆς ἐνἡμῖν κνήμης. καὶ πτέρνα δὲ πόλεως ἡ βάσις παρὰ Λυκόφρονι, [γινομένηἐτυμολογικῶς παρὰ τὸ πατεῖν ἔραν, ἵνα ᾖ πατέρα καὶ συγκοπῇ καὶ πλεονασμῷτοῦ ˉν πτέρνα.] καὶ σφυρὸν ἀνέμου παρὰ τῷ Περιηγητῇ. Οὐ μόνον δὲ μελεϊστὶκατατεμόντες ἢ ἀνατεμόντες οἱ παλαιοὶ καί, ἄλλως δὲ εἰπεῖν, μιστύλαντες εἰςλεπτά, μετήγαγον, ὅποι τῶν ἀψύχων ἤθελον, τὰ ζωϊκὰ μέλη καὶ μέρη, ἀλλὰ καὶτὰς ἐν τοῖς ζῴοις ἐνεργείας καὶ τὰ πάθη ὁμοίως διέθεντο. τὸ γοῦν φάναινοσεῖν τὸ δένδρον ἢ ὀκλάζειν ὡς εἰς πτῶσιν ἢ πεπονηκέναι γόνυ, τυχὸν κλήματος, ἢ ἅλλεσθαι εἰς αὔξην τὰ φυτὰ καὶ ἀνατρέχειν καὶ θέλειν τόδε τι ποιεῖν καὶ οἱκαθήμενοι δὲ λειμῶνες καὶ οἱ ἀνακείμενοι τόποι, ὅθεν καὶ τὸ ἄγκος εἴρηται καὶτὸ ὕπτιον πεδίον καὶ ὁ πρανὴς τόπος καί, εἴ τι ἄλλο τοιοῦτον, ἐκ τῶν κατὰ τὰζῷα λέγεται ὡς ἐν εἴδει γλυκύτητος. οὐ μὴν οὐδὲ τὰ ζωϊκὰ περιττώματα πρὸςτὸ τοιοῦτον εἶδος ἔμειναν ἀσυντελῆ. τὸ σκῶρ μὲν γὰρ τὴν τοῦ σιδήρου σκωρίανπαρήγαγεν. ἐκ δὲ τῶν ζωϊκῶν ἱδρώτων «γῆς ἱδρῶτες» αἱ πηγαί, πρὸς ἅπερὁμοιότητα σῴζει καὶ ἡ παρὰ τῷ Ὀππιανῷ «γλαγόεσσα μύξα». καὶ ἡ τοῦλύχνου δέ, ἀφ' ἧς ἴσως καὶ ὁ τοῦ ἐλλυχνίου μύκης παρονομάζεται. Ἀλλὰ τὸ μὲνεἰς πλεῖον ἐν τούτοις πολυλογεῖν ἀπορραπιστέον, εἰς ὅπερ ἡμᾶς παρήγαγον αἱὉμηρικαὶ μιλτοπάρῃοι. Ῥητέον δὲ ὅτι ὤφειλε μὲν τὸ μιλτοπάρῃος διὰ διφθόγγου γράφεσθαι ὡς ἀπὸ τοῦ παρειά· ἐξενίκησε δὲ ὅμως πρωτοτυπῆσαιτούτου τὸ παρήϊον τετρασύλλαβον, ὅθεν μιλτοπαρήιος ναῦς καὶ ἐν συναιρέσειμιλτοπάρῃος, ἣν καλλίπρῳρον σκάφος ἡ τραγῳδία φησί. Σημείωσαι δὲ [ὅτι τεὉμήρου τὸ μιλτοπάρῃον ἐπὶ νηὸς θεμένου ὁ παρῳδὸς Μάτρων μιλτοπάρῃοντρίγλην ἔφη, καθὰ καί τις τῶν νεωτέρων παρῳδήσας τὸ «Κίλλαν τε ζαθέην» «τρίγλαν τε ζαθέην» εἶπε τὴν καὶ μεγάλην καὶ καλήν.] καὶ ὅτι ἐν ῥητορικῷ Λεξικῷ εὕρηται μίλτῳ συμμιγνύμενον τὸ κιννάβαρι. φησὶ γάρ· τιγγάβαρι τὸκιννάβαρι Ἀττικοί. Διοκλῆς· «ἡ μίλτος οἶμαι καὶ τὸ τιγγάβαρι». καὶ πάλιν· τιγγάβαρι καὶ μίλτος ἀναμεμιγμένη, οὗ τὴν ἐργασίαν φασὶ πρῶτον εὑρεῖν Καλλίαν Ἀθηναῖον. Ἰστέον δὲ καὶ ὅτι μιλτωρυχία ἐλέγετο τόπος, ἐν ᾧ μίλτοςὀρύσσεται, καὶ ὅτι κατὰ τὸν Παυσανίαν μίλτος ἐλέγετο καὶ ἡ ἐρυσίβη. δρόσοςδέ, φησίν, αὕτη καταληφθεῖσα ὑπὸ καύσωνος, ὑφ' ἧς διαφθείρεται πᾶςσπόριμος καρπός. [Ἰστέον δὲ καὶ ὅτι τὸ μὲν μιλτοπάρῃος ἐπίθετόν ἐστι νηὸςεὐπρῴρου, ῥηθὲν πρός τινα ὁμοιότητα παρθένου καλλιπαρῄου, καθότι καὶκόραι ποιητικῶς αἱ τοιαῦται νῆες εἴρηνται, ὡς καὶ παρθένοι που τριήρεις αἱπρωτόπλοοι. Ἔχει δ' ὁμοίως τῇ μιλτοπαρῄῳ καὶ ἡ καλλίπρωρος διὰ τὸ ἐν ταῖςτριήρεσιν ἔστιν οὗ, ὡς οἷον εἰπεῖν, εὐπρόσωπον. διὸ καὶ εὐῶπες αἱ αὐταὶπαρὰ Λυκόφρονι. αἱ δέ γε πελαργοχρῶτες οὐ τοιαῦται μέν, ἔχουσι δέ τι καὶαὐταὶ κάλλους, χρῳζόμεναι διόλου κατὰ πελαργούς, ἐν οἷς τὸ μὲν πελὸνμελανίαν δηλοῖ, λευκότητα δὲ τὸ ἀργόν. ἡ δὲ παρὰ τῷ Σοφοκλεῖ «ποικιλοστόλοςναῦς» δαίδαλόν τι χρῆμά ἐστιν, ὡς πολλοῖς χρώμασι ποικιλλόμενον. Ἡ δὲεὔπρυμνος καὶ ὀρθοκραίρα καὶ μέλαινα, εἴτ' οὖν κελαίνη, καὶ ἡ κορωνίς καὶ ἡκοίλη καὶ ἡ εὔσελμος καὶ εὐκλήϊς καὶ εὔζυγος ἰδίας ἐννοίας καὶ αὐτὰ ταῖςναυσὶν οἰκειοῦσιν, ὡς πολλαχοῦ καθωμίληται, χύσιν κἀνταῦθα ἐπιθέτωνφιλοτιμουμένης τῆς ποιήσεως καὶ πραγματείαν λογιότητος ἀγώγιμα τοιαῦταἐμπορευομένης Μουσῶν καὶ ἐπιτιθείσης ταῖς φίλαις ναυσίν, αἷς οἰκεῖον καὶτὸ θοόν.] (ῃ. 638– 44) Ὅτι Αἰτωλῶν τεσσαράκοντα νῆες ἦσαν, ὧν Θόας ἡγεῖτο, υἱὸς Ἀνδραίμονος καὶ Γόργης, τῆς Οἰνέως θυγατρός. «οἵ», φησί, «Πλευρῶναἐνέμοντο καὶ Ὤλενον καὶ Πυλήνην Χαλκίδα τε ἀγχίαλον Καλυδῶνά τεπετρήεσσαν». τίθησι δὲ τοὺς Αἰτωλοὺς ὁ ποιητὴς μετὰ τοὺς ὑπὸ τὸν Ὀδυσσέα, διότι, φασὶν οἱ παλαιοί, τῇ Ἀκαρνανίᾳ, ἧς ὁ Ὀδυσσεὺς ἦρχεν, ἥνωται ἡ Αἰτωλία. καὶ οὕτως εὐτακτεῖται ὁ Κατάλογος. (ῃ. 638) Αἰτωλία δὲ ἡ χώρα καὶ Αἰτωλοὶ τὸ ἔθνος ἀπὸ Αἰτωλοῦ καλοῦνται, υἱοῦ Ἐνδυμίωνος, ὡς καὶ ἐν τοῖς ἑξῆς ἱστορηθήσεται, ὃς ἐκπεσὼν Πίσης, τῆς ἐν Πελοποννήσῳ, ὑπὸ Σαλμωνέωςσυνῴκισε τὴν ἀπ' αὐτοῦ κληθεῖσαν Αἰτωλίαν. πρότερον δέ, φασίν, Ὕαντεςἐκαλοῦντο. ἦν δέ, φασί, καὶ Πελοποννήσου πόλις Αἰτωλία. ὀξύνεται δὲ τὸ Αἰτωλός, ὡς τὸ Πακτωλός καὶ ἁμαρτωλός καὶ ὅλως τὰ ἔχοντα τὸ ˉτ πρὸ τοῦˉω ἀρσενικά· διὸ τὸ Μαύσωλος προπαροξύνεται ὡς μὴ ἔχον τὸ ˉτ. Ἱστορεῖταιδέ, ὅτι εὐδοκίμουν οἱ Αἰτωλοὶ περὶ σφενδόνην, μακροβολωτέραν, κατὰ τὸν Γεωγράφον εἰπεῖν, οὖσαν τῆς ἐκ τόξου ἑκηβολίας. καί τις Πυραίχμης παλαιὸς Αἰτωλὸς εἰς μονομαχίαν προελθὼν μετὰ Δεγμένου Ἐπειοῦ κατέβαλε σφενδονήσας τὸν Δέγμενον. Πίνδαρος δὲ τοὺς ὑπὸ τῷ Φοίνικι Δόλοπάς φησι «θρασὺνὅμιλον σφενδονᾶσαι», ὡς καὶ τῶν Δολόπων δεξιῶν ὄντων σφενδονητῶν. Ἰστέονδὲ καὶ ὅτι τὸ Αἰτωλός ὄνομα ἐχρησίμευσε τῇ κωμῳδικῇ παροιμίᾳ τῇ λεγούσῃ» τὼ μὲν χεῖρ' ἐν Αἰτωλοῖς, ὁ δὲ νοῦς ἐν Κλωπιδῶν», ἤγουν ὁ δεῖνα καὶδωροδοκεῖται καὶ ῥᾳδιουργεῖ, ταῖν χεροῖν μὲν αἰτῶν, τῷ δὲ νῷ κλέπτων· ἔοικεγὰρ ὁ Αἰτωλὸς ἀπὸ τοῦ αἰτεῖν παραχθῆναι. καὶ δηλοῖ καὶ ὁ τὰ Ἐθνικὰ γράψαςεἰπών, ὅτι ἐστὶ καὶ Αἰτωλός ἐπίθετον παρὰ ῥῆμα τὸ αἰτεῖν. (ῃ. 639) Ἡ δὲ Πλευρὼν οἰκητήριον γέγονε, φασί, Κουρήτων, περὶ ὧν ἐν τοῖς μετὰ ταῦτα ἐρεῖὁ ποιητής. περὶ ἣν καὶ Κούριον ὄρος, ὅθεν οἱ Κουρῆτες ὀνομασθῆναι δοκοῦσι, Πλευρώνιοι ὄντες. ὁ πολίτης αὐτῆς οὐ μόνον Πλευρώνιος ἀλλὰ καὶ Πλευρωνεύς. Ὤλενος δὲ ἦν μὲν καὶ Ἀχαϊκή, ὡς προερρέθη, νῦν δὲ περὶ Αἰτωλικῆς ὁ λόγος προφερομένης καὶ θηλυκῶς καὶ ἀρσενικῶς. Ὤλερος μέντοι διὰ τοῦ ˉρ πόλις Κρητικὴ πορρωτέρω, φασί, τῆς Ἱεραπύτνης, πόλεως καὶ αὐτῆς Κρητικῆς, ἔνθακαὶ Ἀθηνᾶ Ὠλερία, ἐφ' ᾗ ἑορτὴ τὰ Ὠλέρια. ὁ δὲ Γεωγράφος περὶ τῆς Αἰτωλικῆς Ὠλένου, ἔτι δὲ καὶ τῆς Πυλήνης, λέγει, ὅτι Ὤλενον Αἰτωλικὴν ὁμωνύμως τῇ Ἀχαϊκῇ λεγομένην Αἰολεῖς κατέσκαψαν πλησίον οὖσαν τῆς νεωτέρας Πλευρῶνος, ὡς ἴχνη μόνα λείπεσθαι αὐτῆς ἐγγὺς Πλευρῶνος ὑπὸ τῷ Ἀρακίνθῳ, τὴν δὲ Πυλήνην μετήνεγκαν εἰς τοὺς ἀνωτέρω τόπους, ἀλλάξαντες καὶ τὸὄνομα. Νοητέον δὲ ἐντεῦθεν καί, ὅτι Πλευρὼν οὐ μία ἦν Αἰτωλική, ἀλλὰ ἡ μὲνἀρχαιοτέρα, ἡ δὲ νεωτέρα, ὡς νῦν ἐρρέθη. τῆς δὲ Πυλήνης τὸ ἐθνικὸν Πυλήνιος. ἡ δέ γε Παλλήνη διὰ τοῦ ˉα καὶ τῶν δύο ˉλ Θρᾳκική ἐστιν, ὡς ἀλλαχοῦ δεδήλωται. (ῃ. 640) Χαλκὶς δὲ ἦν μὲν καὶ ἐν Εὐβοίᾳ, ὡς προεδηλώθη, καὶ ἀλλαχοῦ δὲπολλαχοῦ· ἡ δὲ παροῦσα Αἰτωλική ἐστι· ῥέει δὲ ὁ Ἀχελῷος ἐκεῖσε. Ἡ δὲΚαλυδὼν ἀπὸ Καλυδῶνος κληθῆναι λέγεται, ὃς καὶ αὐτὸς Ἐνδυμίωνος υἱὸς ἢΑἰτωλοῦ. μνήμη δὲ αὐτῆς ἔσται καὶ προϊόντι τῷ ποιητῇ ἐν τοῖς κατὰ τὸν Καλυδώνιον σῦν. δοκεῖ δὲ ἐν Καλυδῶνι κατοικεῖν ὁ Οἰνεύς, ὡς δηλοῖ ὁ Γεωγράφος εἰπών, ὅτι τὰ περὶ Καλυδῶνα Οἰνεὺς ἔσχε. καὶ οὕτω μὲν ταῦτα. (ῃ. 638ετ 641– 3) Ὁ δὲ ποιητὴς καὶ ἑτεροίαν ἱστορίαν συνήθως ἐπιπλέκων φησίν, ὅτι Θόας Αἰτωλῶν ἡγεῖτο· «οὐ γὰρ ἔτ' Οἰνῆος μεγαλήτορος παῖδες ἦσαν, οὐδ' ἂρἔτ' αὐτὸς ἦν», ὁ Οἰνεὺς δηλαδή, «ἔθανε δὲ ξανθὸς Μελέαγρος». ἐκείνων δὲἐπιλιπόντων τῷ Θόαντι πάντα, φησίν, ἐπετέταλτο. Ποῖα πάντα; «ἀνάσσειν», φησίν, «Αἰτωλοῖς». Δῆλον γὰρ ὅτι ὁ τοῦτο ἔχων πάντ' ἔχει κατὰ τὸν εἰπόντα. καὶ ἴδε ὅτι καὶ νῦν τὸ ἀνάσσειν δοτικῇ συντέτακται. ὅρα δὲ καὶ τὸ «οὐκ ἦσαν» καὶ «οὐκ ἦν» καὶ τὸ «ἔθανεν», ὅπερ ἰσοδυναμεῖ μὲν τῷ οὐκ ἦν, ἐπαχθὲν δὲ τοῖςπρὸ αὐτοῦ ἄρσιν καὶ θέσιν γοργὴν ἐσχημάτισεν. ἐκ δὲ τοῦ ἐπετέταλτο ἡ ἐπιτολὴγίνεται καὶ πλεονασμῷ τοῦ ˉσ ἐπιστολή, ἡ νοουμένη ἐπὶ ἐντολῆς. ὅρα δὲ καὶ ὡςἑνὶ μόνῳ καὶ ἐνταῦθα ὁ ποιητὴς ἠρκέσθη ῥήματι, τῷ «ἐνέμοντο», ἅπαξ ῥηθέντιἐπὶ Πλευρῶνος. ὁ δὲ περὶ τοῦ Οἰνέως λόγος πολὺς ἐν ταῖς ἱστορίαις. Περὶ δὲ Μελεάγρου καὶ αὐτοῦ ἐρεῖ ὁ ποιητὴς ἐν τοῖς ἐφεξῆς. κυνηγετικὸς δὲ ἦν ὁ ἀνὴρπρὸς τῇ λοιπῇ ἀνδρίᾳ. διὸ καὶ Μελέαγρος φερωνύμως ὠνόμαστο διὰ τὸ μέλειναὐτῷ τῆς ἄγρας. ἰδίᾳ δὲ αὐτὸν ἐξεφώνησεν ὁ ποιητὴς κατ' ἐξοχὴν τῶνἑτέρων παίδων τοῦ Οἰνέως. καὶ ἔστι τὸ σχῆμα ὅμοιον τῷ «Τρῶάς τε καὶ Ἕκτορα». τὴν δὲ ἐνδοξότητα τῆς Πλευρῶνος καὶ τῆς Καλυδῶνος δηλοῖ καὶ τὸ» Καλυδὼν καὶ Πλευρών, πρόσχημά ποτε τῆς Ἑλλάδος», ὡς εἴ τις εἴπῃ» πρόσωπον τηλαυγές» κατὰ Πίνδαρον ἢ προκόσμημα. ἡ δὲ τραγῳδία εἴποι ἂν» προνώπιον», [οὗ ἐντελὲς τὸ προενώπιον, στερηθὲν τοῦ ˉε κατὰ τὸ σκορακίζειν, ὅπερ ἐστὶν ἐς κόρακας πέμπειν, καὶ κατὰ τὸ σκερβόλλειν, ἤγουν ἐς κέαρβάλλειν, καὶ κατὰ τὸ νέρτερος καὶ κατὰ τὸ ξανθός καὶ κατὰ τὸ σκαρδαμύττειν, περὶ ὧν ἐν ἄλλοις ἐρρέθη.] Ὅτι δὲ καὶ παραρρέει τὴν Αἰτωλίαν ὁ Ἀχελῷος, δηλοῖ ὁ Γεωγράφος εἰπών, ὅτι Πίνδου πρὸς νότον Ἀχελῷος ῥέει μέσος Αἰτωλῶνκαὶ Ἀκαρνάνων. ἔχουσι δέ, φησίν, Ἀκαρνᾶνες μὲν τὸ πρὸς ἑσπέραν μέρος αὐτοῦ, Αἰτωλοὶ δὲ τὸ πρὸς ἕω μέχρι Λοκρῶν, οἳ καλοῦνται Ὀζόλαι, καὶ τοῦ Παρνασοῦ. Λέγει δὲ καί, ὅτι Ἀκαρνάνων μὲν ὑπέρκεινται βορειότεροι Δόλοπες, Αἰτωλῶν δὲ Ἀθαμᾶνες καὶ Περραιβοὶ οἱ μετ' ὀλίγα ῥηθησόμενοι. (ῃ. 645– 52) Ὅτι καὶΚρητῶν ὀγδώκοντα νῆες ἦσαν, ὡς καὶ ἐπὶ τῶν Ἀργείων φθάσας εἶπεν, οἳΚνωσσόν τε εἶχον Γόρτυνά τε, Λύκτον, Μίλητόν τε καὶ Λύκαστον, Φαιστόν τεῬύτιόν τε. λέγει δὲ τὴν μὲν Γόρτυνα τειχιόεσσαν, ὡς καὶ πρὸ μικροῦ τὴν Τίρυνθα, διὰ τὸ ἐρυμνόν· τὴν δὲ Λύκαστον ἢ τὸν Λύκαστον ἀργινόεντα, τουτέστι λευκόγειον. ἀργιλώδης γάρ που ἡ ἐκεῖσε γῆ. ταὐτὸν δὲ ἀργινόενταεἰπεῖν καὶ ἀργιλώδη διὰ τὴν τοῦ ˉν καὶ τοῦ ˉλ συγγένειαν [τὴν δηλουμένην καὶἐν τῷ νεογιλός, ὁ οἷον νεογινὸς καὶ ἐν συγκοπῇ νεογνός, καὶ ἐν τῷ Ἀθήνη· Ἀθήλη γάρ, φασίν, ἐκείνη, ὡς μὴ θηλάσασα.] Ὅρα δὲ ὅτι εἰπὼν ὁ ποιητής «οἳ Κνωσσὸν εἶχον», τοὺς δὲ λοιποὺς Κρητικοὺς τόπους δίχα ῥήματος προαγαγὼν κατὰ τὸ ἀπὸ κοινοῦ σχῆμα, ὁποῖόν τι καὶ ἀνωτέρω ἐν τῷ Αἰτωλικῷκαταλόγῳ ἐποίησεν, ὅμως ὕστερον ἐπήγαγεν· «ἄλλοι τε, οἳ Κρήτην ἑκατόμπολινἀμφενέμοντο». (ῃ. 646) Ὅτι δὲ ἡ Κνωσσὸς βασίλειον ἦν ἐν τῇ Κρήτῃ καὶ περὶ Γόρτυνος δέ, ζητητέον καὶ ἐν τοῖς τοῦ Περιηγητοῦ. νῦν δὲ εἰπεῖν ἀρκεῖ, ὅτικατὰ τὸν Γεωγράφον ἐν πεδίῳ ἡ τῶν Γορτυνίων, ἣν παραρρέει Ληθαῖοςποταμός, τειχιόεσσα μέν ποτε καθ' Ὅμηρον, ἀποβαλοῦσα δὲ τὸ τεῖχος ἐκθεμελίων καὶ ἀτείχιστος μείνασα. ὁ γοῦν Φιλοπάτωρ ἀρξάμενος τειχίζειν ἐπὶὀγδοήκοντα σταδίους παρῆλθε μόνον. Κνωσσοῦ δὲ κύκλος ἀρχαῖος τριάκονταστάδια. κεῖται δὲ ἀντικρὺ Πελοποννήσου πρόσβο ρος. οὕτω δὲ ἠδύναντο ἡ Κνωσσὸς καὶ ἡ Γόρτυνα, ὥστε συμπράττουσαι, φασίν, ἀλλήλαις πάνταςὑπηκόους εἶχον τοὺς ἄλλους, στασιάσασαι δὲ διΐστων τὰ κατὰ τὴν νῆσον. προσθήκη δέ, φασίν, ἡ Κυδωνία μεγίστη ὁποτέροις προσγένηται. ἦν δὲ ἡ Κυδωνία ἐπιφανεστάτη καὶ αὐτή. (ῃ. 647) Λύκτος δέ, ἧς ἐπίνειον ἡ λεγομένη Χερόννησος, ὠνόμασται ἀπὸ Λύκτου, υἱοῦ Λυκάονος, ὡς ὁ γράψας τὰ Ἐθνικὰ ἱστορεῖ. ἔνιοι δέ, φησί, Λύττον αὐτὴν καλοῦσιν, ὡς ἐν μετεώρῳ τόπῳ κειμένην. τὸ γὰρ ἄνω καὶ ὑψηλὸν λύττον φασί. Μίλητος δέ, ἡ Κρητικὴ αὕτη, προϋπῆρχε τῆς Ἀσιανῆς Μιλήτου, ἣν ἔκτισεν ὁ παλαιὸς Σαρπηδὼν ἀγαγὼνοἰκήτορας καὶ καλέσας αὐτὴν κατὰ τὸν Γεωγράφον ἐκ τῆς Κρητικῆς Μιλήτου. ὅτι δὲ πολλαὶ Μίλητοι, καὶ ὡς πολλὰς ἀποικίας ἔστειλαν, δῆλον ἐκ τῶν ἱστοριῶν. καὶ ἡ μὲν Κρητικὴ οὐ πολὺν ἔχει παρὰ τοῖς ἱστοροῦσι πλατυσμόν, ἡ δὲ Ἰωνικὴπλουτίζεται τοῖς κατ' αὐτὴν σεμνώμασι, τοῖς τε ἄλλοις καὶ τῷ περὶ αὐτὴνμεγίστῳ ναῷ ποτε, ὃς διέμεινε, φασί, χωρὶς ὀροφῆς διὰ τὸ μέγεθος, καὶ τοῖςσοφοῖς δέ, ὧν εὐφόρησε, τῷ τε Θάλητι καὶ τῷ Φωκυλίδῃ καὶ τῷ παρρησιαστικῷ ῥήτορι Αἰσχίνῃ, ὃς οὐκ εἰς καλὸν τῆς παρρησίας ἀπώνατο, καὶ τῷκιθαρῳδῷ Τιμοθέῳ, εἰς ὃν ἐπίγραμμα τοιοῦτον· «πάτρα Μίλητος τίκτει Μούσαισι ποθεινὸν Τιμόθεον, κιθάρας δεξιὸν ἡνίοχον». γέγραπται δὲ περὶ Μιλήτου καὶ ἐν τοῖς εἰς τὸν Περιηγητήν. Λύκαστος δὲ ἀπὸ Λυκάστου, φασίν, αὐτόχθονος ἢ παιδὸς τοῦ Μίνωος. ἔστι δὲ καὶ Ποντικὴ Λύκαστος κατὰ τὸνγραφέα τῶν Ἐθνικῶν, ὃς λέγει καί, ὅτι τὴν Κρητικὴν Λύκαστον ὀξύνουσιν οἱἐγχώριοι· οὐκ ἐπικρατεῖ δέ, φησίν, ἡ ἐθνικὴ παράδοσις, τουτέστι παρὰ τοῖςἄλλοις οὐκ ὀξύνεται. (ῃ. 648) Ἡ δὲ Φαιστὸς ὀξύνεται πρὸς διαστολὴν τοῦβαρυτόνου Φαίστου τοῦ κυρίου ὀνόματος, ὃς καὶ ἔκτισεν αὐτήν, υἱὸς ὢν Ῥοπάλου, υἱοῦ Ἡρακλέος, ὡς ὁ Ἐθνογράφος λέγει, ὃς καὶ Πελοποννησίαν Φαιστὸν ἱστορεῖ. Φαίστιον δέ φασιν εἶναι σοφὸν τὸν Ἐπιμενίδην, ὃς καθαρμοὺς δι' ἐπῶνἐποίησε. διεῖχε δὲ κατὰ τὸν Γεωγράφον Γόρτυνος μὲν στάδια ἑξήκοντα, θαλάσσης δὲ εἴκοσι, κατεσκάφη δὲ ὑπὸ Γορτυνίων. [Εἰς δὲ τὴν διάφορον τόνωσιν τοῦ Φαιστός καὶ Φαῖστος θετέον σὺν ἄλλοις ἀλλαχοῦ δηλουμένοις καὶ τὸ Ἀθηναῖος τοπικὸν καὶ Ἀθήναιος κύριον καὶ ἐπαινετός τὸ ἐπίθετον καὶ Ἐπαίνετος καὶ νόμος τὸ κοινὸν καὶ νομός ὁ κατὰ τόπον καὶ πλησίος ὁ ἐγγίζων καὶ Πλήσιοςκύριον ἀνδρὸς ἱεροῦ.] Τὸ δὲ Ῥύτιον τὸ ἐν Κρήτῃ προπαροξύνεται μέν, ὡς τὸστάδιον, κατὰ τοὺς παλαιούς, διὰ διχρόνων δὲ γράφεται. τὸ μέντοι ΤρῳαδικὸνῬοίτειον, ὅπερ καὶ ἄκρα καὶ πόλις Τρῳάδος ἐστίν, ἐξήλλακται ὥσπερ τῇτοπικῇ διαστάσει, οὕτω καὶ ταῖς δυσὶ διφθόγγοις, ἐν αἷς γράφεται. ἐθνικὸν δὲκαὶ τούτου καὶ ἐκείνου Ῥυτιεύς. περὶ δὲ τοῦ ῥηθέντος Τρωϊκοῦ Ῥοιτείου, ὅτι τε πόλιν ὁμώνυμον ἐπὶ λόφῳ εἶχε καὶ ᾐόνα συνεχῆ, ἐφ' ᾗ μνῆμα καὶ ἱερὸν Αἴαντος, καὶ εἴ τί που ἄξιον ἄλλο τῆς ἐν καιρῷ μνήμης, ἐν τοῖς ἑξῆς δηλωθήσεται. (ῃ. 649) Ἑκατόμπολις δὲ ἡ Κρήτη λεγομένη ἐνταῦθα, ἐνενηκοντάπολιςἐν τῇ Ὀδυσσείᾳ ποιεῖται. καὶ οἱ μέν φασιν, ὅτι ἀληθῶς ἑκατόμπολις μὲν ἦν κατὰτὴν ἐνταῦθα ἱστορίαν. Λεῦκος δέ, οὗ καὶ Λυκόφρων μέμνηται, δέκα πόλειςἐπόρθησεν ἀποστατήσας καὶ ἐπαναστὰς τῷ Ἰδομενεῖ. ὅθεν ἐν τῇ Ὀδυσσείᾳ ἐνενήκοντα πόλεις ἔχειν ἡ Κρήτη λέγεται. ἄλλοι δὲ εἶπον, ὅτι ἑκατόμπολιν ὁποιητὴς τὴν Κρήτην εἰπὼν τὸ ἐφ' ἑαυτοῦ εἶπεν, ἤγουν τὸ ἐπὶ τῶν ἡμερῶν, ἐν αἷςαὐτὸς περιῆν· ἐπὶ μέντοι τῶν Τρωϊκῶν ἐνενήκοντα ἦσαν. Ἀλθαιμένης δέ, φασίν, ἐκπεσὼν Ἄργους ἔκτισε τὰς δέκα ἢ καί, ἄλλως εἰπεῖν, μετὰ τὰ Τρωϊκὰἐπεκτίσθησαν δέκα, ὡς ἱστορεῖ Ἔφορος. ὥστε κατὰ τούτους πρὸ μὲν τοῦ Ὁμήρου ἐνενήκοντα ἦσαν, εἴτε Λεύκου πολιορκήσαντος τὰς δέκα, εἴτε καὶ ἄλλωςπως, ἐπὶ δὲ τοῦ Ὁμήρου ἑκατόν. περὶ δὲ Κρήτης εἴρηται εἰς ἱκανὸν ἐν τοῖς τοῦ Περιηγητοῦ. Ἱστοροῦνται δὲ καὶ ναυκρατῆσαί ποτε οἱ Κρῆτες, ὥστε καὶ παροιμία εἰς τοὺς προσποιουμένους ἀγνοεῖν ἅπερ ἀκριβῶς οἴδασιν αὕτη· «ὁΚρὴς τὴν θάλασσαν», ὅπερ ὁ Γεωγράφος νοεῖ κατ' ἔλλειψιν τοῦ ἀγνοεῖ, ἵναλέγῃ ἡ παροιμία, ὅτι Κρὴς ἀγνοεῖ τὴν θάλασσαν, εἰρωνικοῦ δηλαδὴ ὄντος τοῦλόγου. ἔπασχον δὲ καὶ κακέρωτας, οὓς καὶ ἐν νόμῳ εἶχον. ὡς δὲ καὶ πανοῦργοιοἱ Κρῆτες [καὶ χείρους ἤπερ οἱ κατὰ Ῥόδον, περὶ ἣν τοὺς Τελχῖνας ἡ ἱστορίακατοικίζει τοὺς ἀλλαχοῦ δηλουμένους,] ἑτέρα παροιμία δηλοῖ ἡ λέγουσα» πρὸς Κρῆτα κρητίζεις», ἤγουν πρὸς οὐκ ἀπάνουργον ἄνδρα τοὺς δόλους ῥάπτεις. καὶ οὕτω μὲν τὰ ἐν τούτοις. (ῃ. 650 ς.) Κρητῶν δὲ ἡγοῦντο Ἰδομενεύς, οὗπολὺς λόγος παρὰ τῷ ποιητῇ πολλαχοῦ, καὶ Μηριόνης. ὧν Ἰδομενέα μὲνδουρὶ κλυτὸν λέγει, τουτέστι περίκλυτον ἐν τῷ δουρὶ καὶ αἰχμητήν, τὸν δὲ Μηριόνην ἀτάλαντον, ὅ ἐστιν ἴσον Ἐνυαλίῳ ἀνδρεϊφόντῃ, τουτέστι τῷ Ἄρεϊ. περὶ δὲ τῶν τριῶν τούτων λέξεων, τοῦ ἀτάλαντος καὶ Ἐνυάλιος καὶ ἀνδρεϊφόντης, τὰ μὲν εἴρηται, τὰ δ' ἐν ἑτέροις δηλωθήσεται. θεῖος δὲ Μηριόνου κατὰ τὴν ἱστορίαν ὁ Ἰδομενεύς. Διὸς γὰρ Μίνως, οὗ καὶ Πασιφάης Δευκαλίων, οὗ Μόλοςκαὶ Ἰδομενεύς, Μόλου δὲ Μηριόνης. (ῃ. 653– 7) Ὅτι «Τληπόλεμος Ἡρακλείδης ἠΰς τε μέγας τε ἐκ Ῥόδου ἐννέα νῆας ἦγε Ῥοδίων ἀγερώχων, οἳ Ῥόδονἀμφενέμοντο διατρίχα κοσμηθέντες Λίνδον Ἰηλυσόν τε καὶ ἀργινόεντα Κάμιρον». εἶτα ἐπαναλαβὼν λέγει· «τούτων Τληπόλεμος δουρὶ κλυτὸς ἡγεμόνευεν». ἐπανέλαβε δὲ ὁ ποιητὴς οὐ μόνον, ἵνα εὐθὺς ἱστορίαν παραπλέξῃ σαφῶς καὶεὐφυῶς τὴν ῥηθησομένην, ἀλλὰ καὶ ἵνα ἐφερμηνεύσῃ τὸ «Τληπόλεμος ἄγε νῆαςῬοδίων», ὅτι ταὐτόν ἐστι τῷ «ἡγεμὼν ἦν τῶν Ῥοδίων». οὐ γὰρ ἁπλῶς πᾶς ὁ νῆάς τινων ἄγων ἤδη καὶ ἡγεμονεύει ἐκείνων ὡς βασιλεύς. οὕτω δὲ καὶ τὸ «οἳῬόδον ἀμφενέμοντο» ἐφερμηνευτικόν ἐστι τοῦ «ἐκ Ῥόδου ἐννέα νῆας ἦγε Ῥοδίων», ἵνα δείξῃ σαφῶς, ὅτι οἱ ἐκ Ῥόδου νῆας Ῥοδίων ἄγοντες οὗτοι καὶῬόδιοι ἦσαν. ἄλλως γὰρ οὐκ ἦν τοῦτο πάνυ σαφές, ἐπεί τοι καὶ οἱ Ἀρκάδες ἐκΜυκήνης, τῆς ὑπὸ τὸν Ἀγαμέμνονα, νῆας Μυκηναίων ἄγοντες, ὅμως οὐκ ἦσαν Μυκηναῖοι. (ῃ. 654) Περὶ δὲ Ῥόδου ζήτει καὶ ἐν τοῖς τοῦ Περιηγητοῦ, εἰ δὲ βούλει, καὶ ἐν τοῖς τοῦ Πλουτάρχου· πάνυ γὰρ καὶ αὐτὸς τοὺςῬοδίους ἐξαίρει. ὁμοίως καὶ Πίνδαρος. ἦν δὲ καὶ Αἰγυπτία Ῥόδος κατὰ Ἡρόδοτον, ὥσπερ καὶ Χίος. φησὶ γοῦν ἐκεῖνος οὕτως· «εὐδαιμονῆσαι λέγεται Αἴγυπτος ἐπὶ Ἀμάσιος μάλιστα καὶ πόλεις γενέσθαι τότε πάσας δισμυρίας τὰς οἰκουμένας, ἐν αἷς καὶ Ἰώνων μὲν Χίος, Τέως, Φώκαια, Κλαζομεναί, Δωριέωνδὲ Ῥόδος, Κνίδος καὶ ἄλλαι τινές». (ῃ. 653) Ἠῢς δὲ ὁ ἀγαθός, ἐξ οὗ κατὰ Ἡρόδωρον καὶ Ἀπίωνα καὶ ὁ ἐνηής, ἢ καὶ ἄλλως ὁ πλατύς. καὶ ῥηθήσεται ἀλλαχοῦ, ὅπως γίνεται. (ῃ. 654) Ἀγέρωχοι δὲ οἱ ἄγαν γέρας ἔχοντες, ἵνα εἶενἀγεράοχοι καὶ ἐν συναιρέσει ἀγέρωχοι [κατ' ἐπίτασιν τῶν ἁπλῶς γεραρῶν. δηλοῖ δέ, φασίν, οὕτως ἡ λέξις τοὺς σεμνούς, ὡς Ἀλκμὰν βούλεται. Ἀλκαῖος δέ, φασί, καὶ Ἀρχίλοχος ἀγέρωχον τὸν ἄκοσμον καὶ ἀλαζόνα οἶδε. τοῦτο δὲἴσως ἐκ μεταφορᾶς τοῦ ὑπερηρμένου καὶ ὑπερφανοῦς, ἐξ οὗ πλεονασμῷ τοῦἦτα ὑπερήφανος, καὶ τοῦ κούφου καὶ ἐλαφροῦ, ὃς ἄγοιτο ἂν ῥᾷον ὑπὸ ὄχουἤγουν ἅρματος. μέση οὖν λοιπὸν λέξις καὶ ὁ ἀγέρωχος. ὅτε δὲ Τρῶές πουἀγέρωχοι καὶ Λύκιοι λεχθήσονται, δύναται ἡ λέξις οὐ μόνον δηλοῦν σεμνοὺςτοὺς τοιούτους, ἀλλὰ καὶ ἡνιοχικοὺς παρὰ τὸ ἄγειν ῥᾷον καὶ ἐλαύνειν ὄχους, οἳκαὶ ὄχεα λέγονται διγενῶς, ὁμοίως τῷ ὁ σκότος καὶ τὸ σκότος καὶ τοῖς ὅσατοιαῦτα.] (ῃ. 655) Τὸ δέ «διατρίχα κοσμηθέντες» οὐ βούλονται οἱ παλαιοὶπροπαροξύνεσθαι διάτριχα. ὑπερβαίνουσα γὰρ ἡ πρόθεσις εἰς τὴν μετοχὴνκαθιστᾷ τὴν ἀνάγνωσιν οὕτω «διακοσμηθέντες τρίχα», ἤγουν τριχῶς, τουτέστινεἰς μέρη τρία. πῶς δὲ τρίχα; εἰς Λίνδον, εἰς Ἰηλυσὸν καὶ εἰς Κάμιρον. τὸ δέ» τρίχα διακοσμηθῆναι» παρακατιὼν ὁ ποιητὴς «τριχθὰ οἰκῆσαι» φησί. τοῦτοδὲ εὐθὺς καὶ ἄλλως διασαφῶν ἐπάγει καταφυλαδόν, ὅπερ ἀλλαχοῦ διῃρημένωςεἶπεν ἐν τῷ «κρῖνε ἄνδρας κατὰ φῦλα». οὕτως ὁ ποιητὴς κἀνταῦθα διασαφητικὸςἑαυτοῦ καὶ παραφραστικός, ἔτι δὲ καὶ πλατυντικός, ὅποι χρεών, καὶ αὖ πάλινἀποστενωτικός. (ῃ. 656) Τῶν δὲ ῥηθεισῶν τριῶν πόλεων ἡ μὲν Λίνδος φυλάσσειἔτι καὶ νῦν τὴν κλῆσιν, ἐξ ἧς Κλεόβουλος, εἷς τῶν ἑπτὰ σοφῶν, αἱ δὲ λοιπαὶδύο παραφωνοῦνται. ὁ δὲ Γεωγράφος κύρια ὀνόματα οἶδε τὸν Λίνδον, τὸν Ἰηλυσὸν καὶ τὸν Κάμειρον, ὧν αἱ πόλεις ὁμώνυμοι. κατὰ δέ τινας, φησί, κτίσας ὁ Τληπόλεμος τὰς πόλεις ἔθετο αὐταῖς ὀνόματα ὁμωνύμως θυγατράσι τοῦ Δαναοῦ. τὴν δὲ Λίνδον ἐπὶ ὄρους ἱδρῦσθαι λέγει, ἀνατείνουσαν πρὸς βρίαν καὶ πρὸς Ἀλεξάνδρειαν μάλιστα, ἔχουσαν ἱερὸν ἐπιφανὲς Λινδίας Ἀθηνᾶς, Δαναΐδων ἵδρυμα. ἦν δέ, φησί, καὶ κώμη Ἰαλυσός. [Ἰστέον δὲ ὅτι Λίνδος οὐμόνον Ῥοδία πόλις, ἀλλὰ καί τι ἀρωματικὸν εἶδος, ὡς δῆλον ἐκ τοῦ «ὀσμὴλιβάνου, σμύρνης, καλάμου, στύρακος, λίνδου», ὥς φησιν Ἀθήναιος.] Τὴν δὲῬόδον τὴν πόλιν ὕστερόν φησι κτισθῆναι κατὰ τὰ Πελοποννησιακὰ ὑπὸἀρχιτέκτονος, ὑφ' οὗ καὶ ὁ Ἀττικὸς λιμήν, ὁ Πειραιεύς. ὁ δὲ τὰ Ἐθνικὰ συλλέξας καὶ Σικελικὴν πόλιν Λίνδον ἱστορεῖ, ὃς καὶ τὴν παρ' Ὁμήρῳ Ἰηλυσὸν Ἰαλυσὸνγράφει λέγων εἶναι καὶ ἐν Σκυθίᾳ καὶ ἐν τῷ Ἀδρίᾳ δὲ κόλπῳ Ἰαλυσόν. τὴν δὲΚάμιρον διὰ τοῦ ˉι καὶ αὐτὸς γράφει πρὸς διαστολὴν τοῦ κυρίου. τὸ γὰρ κύριον, ὁ Κάμειρος, διὰ διφθόγγου γράφεται. Κάμιρον δὲ ἀργινόεντα λέγει, ὡς καὶ πρὸτούτου τὸν Λύκαστον καὶ ἐν τοῖς ἑξῆς δὲ λευκὴν Τίτανον τὴν λευκόγειον. λέγεταιδὲ Καμιρέα εἶναι Πείσανδρον διασημότατον ποιητήν. τὸν δὲ προρρηθέντα Λίνδονκαὶ τοὺς αὐτοῦ ἀδελφοὺς οὕτω γενεαλογοῦσιν οἱ παλαιοί· Ἡλίου καὶ Ῥόδου νύμφης υἱὸς Κέρκαφος, οὗ καὶ Λυσίππης Λίνδος, Ἰηλυσὸς καὶ Κάμειρος, ὃν καὶ ὁ Χοιροβοσκὸς κατὰ κανόνα διὰ διφθόγγου γράφει ἐν τῇ Ὀρθογραφίᾳ. ἐκ δὲ τοῦ ῥηθέντος Κερκάφου Κερκαφίδες αἱ Ῥόδιαι γυναῖκες ἐκαλοῦντο. [Τὸδέ «ἀργινόεντα Κάμιρον» δύναται διγενὲς εἶναι, τὸ μὲν κοινῶς, τὸ δὲ Ἰωνικῶς, καθὰ καὶ τὸ «Πύλου ἠμαθόεντος». τὸ δὲ ἀργινόεις ἔχοι ἂν ἀπορίαν πῶς τῷ ˉιπροπαραλήγεται καὶ μὴ τῇ ˉεˉι διφθόγγῳ, ὡς ἀπὸ τοῦ ἀργε νόν, τὸ λευκόν. εἴηδὲ ἂν ἴσως καὶ αὐτὸ ἐκπεσὸν τοῦ ˉε τῆς ˉεˉι διφθόγγου, ὁμοίως τῷ ἀλγινόεις, ἀπαιτοῦντος τοῦ μέτρου.] (ῃ. 658– 70) Ἡ δέ, ὡς εἴρηται, παραπλεκομένηἐνταῦθα παρὰ τοῦ ποιητοῦ ἱστορία τοιαύτη τίς ἐστιν· ὅτι τὸν Τληπόλεμονἔτεκεν Ἀστυόχεια βίῃ Ἡρακληείῃ· «τὴν ἄγετ' ἐξ Ἐφύρης ποταμοῦ ἀπὸ Σελλήεντος πέρσας ἄστεα πολλὰ διοτρεφέων αἰζηῶν. Τληπόλεμος δ' ἐπεὶ οὖντράφ' ἐνὶ μεγάρῳ εὐπήκτῳ, αὐτίκα πατρὸς ἑοῖο φίλον μήτρωα κατέκτα ἤδηγηράσκοντα Λικύμνιον, ὄζον Ἄρηος· αἶψα δὲ νῆας ἔπηξε, πολὺν δ' ὅ γελαὸν ἀγείρας βῆ φεύγων ἐπὶ πόντον· ἀπείλησαν γάρ οἱ ἄλλοι υἱέες υἱωνοί τεβίης Ἡρακληείης. αὐτὰρ ὅ γε», τουτέστιν ὁ Τληπόλεμος, «ἐς Ῥόδον ἷξεν ἀλώμενος ἄλγεα πάσχων. τριχθὰ δὲ ᾤκηθεν καταφυλαδόν, ἠδ' ἐφίληθεν ἐκ Διός, ὅςτε θεοῖσι καὶ ἀνθρώποισιν ἀνάσσει. καί σφιν θεσπέσιον πλοῦτον κατέχευε Κρονίων». τοιαῦτα τὰ τῆς Ὁμηρικῆς ἱστορίας· ἧς τὸ μὲν ὅλον σαφέστερον εἰπεῖν, τοιοῦτόν ἐστιν· Ἀστυόχη, κατὰ δὲ Ὅμηρον Ἀστυόχεια, ὡς καὶΠηνελόπη Πηνελόπεια, Φύλαντος ἦν θυγάτηρ. ταύτην Ἡρακλῆς ἄγεταιἀνελὼν τὸν Φύλαντα, ὅτε κατὰ Ἐφυραίων Αἰτωλοῖς ἐστρατήγει. γεννᾷ δὲ ἐξαὐτῆς Τληπόλεμον, ὃς ἐκτραφεὶς περιπέπτωκεν ἀκουσίῳ κακῷ. ἰδὼν γὰρ τὸνἑαυτῷ μὲν πάππον, τῷ δὲ πατρὶ μήτρωα, ἤτοι τὸν πρὸς μητρὸς θεῖον τοῦἩρακλέος, τουτέστι τὸν Λικύμνιον– ἀδελφὸς γὰρ ἦν Ἀλκμήνης, ὥς φασιν, ὁΛικύμνιος– τοῦτον οὖν ἰδὼν ἀμελῶς φασιν ἐν γήρᾳ χειραγωγούμενον καὶἀφεὶς βακτηρίαν ἐπὶ τὸν οἰκέτην τοῦ μὲν οἰκέτου ἥμαρτεν οὐ κατευστοχήσας, τὸν δὲ γέροντα πλήξας ἔκτεινεν οὐχ' ἑκών. διὸ καὶ ἔφυγεν εἰς Ῥόδον συναγαγὼνλαὸν καὶ στασιαζομένους τοὺς Ῥοδίους εὑρηκὼς καὶ ἑνὶ προσκεχωρηκὼς μέρειἐκράτησε. καὶ δυνατὸς γενόμενος ἐστράτευσε κατὰ τῆς Τροίας καὶ αὐτός. καὶοὕτω μὲν ἡ Ὁμηρικὴ ἐν ὀλίγῳ διασεσάφηται ἱστορία. τὰ δὲ κατὰ μέρος αὐτῆςτοιαῦτα. (ῃ. 662) Μήτρως μὲν εἴρηται καθ' ὁμοιότητα τοῦ πάτρως· ὡς γὰρπαρ' Ἡροδότῳ πάτρως ὁ ἀπὸ πατρικοῦ ἀδελφοῦ θεῖος, οὕτω νῦν ὁ ἀπὸ μητρικοῦμήτρως. [Οἱ δὲ μεθ' Ὅμηρον καὶ τοὺς ἁπλῶς κατὰ πατέρα προγόνους οὕτωκαλοῦσιν, ὡς δηλοῖ καὶ ὁ ἐν τῷ Περὶ συγγενικῶν ὀνομάτων ὧδέ πως διαστείλας· τήθη ἐστὶν ἡ τοῦ πατρὸς μήτηρ, ὡς ἡ Ἀερόπη τῷ Ὀρέστῃ, καὶ ἡ τῆς μητρὸς δὲ μήτηρ, ὡς τῷ αὐτῷ ἡ Λήδα. ταύτας δὲ μάμμας τινές φασι καὶ μαίας. θεῖοςδὲ ὁ καὶ νέννος κατά τινας πατρὸς ἀδελφός, ὁμοίως δὲ καὶ μητρὸς ἀδελφός. καὶοὕτω μὲν ἡ τήθη. Τηθὶς δὲ ἀνάλογόν τι τῷ θείῳ· πατρὸς γὰρ ἀδελφὴ ἢ μητρός. τούτους δὲ οἱ μὲν πατραδέλφους καὶ μητραδέλφους, οἱ δὲ πάτρωας καλοῦσι καὶμήτρωας· Πίνδαρος δὲ οὐκ ἀδελφοὺς ἀλλὰ γονέας μητρὸς μάτρωας ἔφη, Στησίχορος δὲ πάτρωα τὸν κατὰ πατέρα πρόγονον εἶπεν, ἔνθα παρ' αὐτῷἈμφίλοχος ἔφη τὸ «πάτρωα ἐμὸν ἀντίθεον Μελάμποδα». Μελάμπους γάρ, οὗἈντιφάτης, οὗ Ὀϊκλῆς, οὗ Ἀμφιάραος, ὅθεν Ἀμφίλοχος. ὅρα οὖν, οἷος ο Μελάμπους ἦν πάτρως τῷ Ἀμφιλόχῳ οὕτω πόρρωθεν.] (ῃ. 658) «Βίη δὲ Ἡρακληείη» πεντασυλλάβως ταὐτὸν μέν ἐστι τῷ «βίη Ἡρακλείη» τῷ συλλάβῳ. γίνεται δὲ ἐκ τῆς Ἡρακλῆος γενικῆς, οὗ κτητικὸν ἀρσενικὸν Ἡρακλήειος καὶ θηλυκὸν Ἡρακληείη. (ῃ. 659) Ἔφυραν δὲ ὑποπτεύουσί τινες ἐνταῦθα τὴν Θεσπρωτικὴν λέγεσθαι, τὴν μετονομασθεῖσαν Κέρκυραν, λέγοντες καὶ Σελλήεντα ποταμὸν Θεσπρωτίας. διάφοροι δὲ Ἔφυραι, εἴπερ ὁ Γεωγράφος καὶ εἰς ἐννέα ταύτας μετρεῖ. εἴρηται δὲ περὶ αὐτῶν καὶ ἐν τῷ περὶ Κυλλήνηςπρὸ τούτων λόγῳ· καὶ ἐν τοῖς ἑξῆς εἰρήσεταί που. περὶ πάσας δὲ ἢ τὰς γοῦνπλείους Ἐφύρας ἱστορεῖται Σελλήεις ῥέειν ποταμὸς συναμφιβαλλόμενος καὶαὐτός, ὅτε που Ἔφυρα ἀμφιβάλλεται. (ῃ. 660) Ἔοικε δὲ καὶ πολλὰς ἡ τοιαύτη Ἔφυρα πόλεις ἔχειν περὶ αὐτήν, ὡς δηλοῖ τὸ «πέρσας ἄστεα πολλά», τουτέστιπορθήσας. τοῦτο δὲ σχῆμά ἐστι καινόν, ἤγουν τὸ «βίη Ἡρακλέος πέρσαςἄστεα πολλά», καὶ ὡς εἰπεῖν σολοικοφανές. καὶ ὡμοίωται τῷ «ψυχὴ Θηβαίου Τειρεσίου χρύσεον σκῆπτρον ἔχων». ὥσπερ γὰρ ἐν τούτῳ οὐ πρὸς τὸ λεγόμενονἤγουν πρὸς τὸ «ψυχὴ Τειρεσίου» ἀποδέδοται τὸ ἔχων, ἀλλὰ πρὸς τὸ νοούμενον– ψυχὴ γὰρ Τειρεσίου ὁ Τειρεσίας νοεῖται, ὃς καὶ ἔχων σκῆπτρονἀσολοικίστως λεχθήσεται– οὕτω καὶ ἐνταῦθα βίη Ἡρακλέος ὁ Ἡρακλῆς ἐστιν, ὃς καὶ πέρσας λέγεται ἄστεα πολλά. [Τὸ δέ «διοτρεφέων αἰζηῶν» ταὐτόν ἐστι τῷ βασιλικῶν ἀνδρῶν, οἷς δηλαδὴ πόλεις ἀνάκεινται.] (ῃ. 661) Εὔπηκτον δὲ μέγαρον τὸ εὐπαγὲς λέγει καὶ στερεόν. οὕτω δὲ καὶ τὸ πηκτὸννοεῖται ἄροτρον καὶ τὸ νῆας ἔπηξεν, ἀντὶ τοῦ συνεστήσατο στερεῶς, ὅπερ παράγεικαὶ τὸν ναυπηγὸν καὶ τὴν Ναύπακτον δέ, ὡς ἐν ἄλλοις εἴρηται. (ῃ. 662) Τὸδὲ κατέκτα συστέλλει τὴν λήγουσαν κατὰ τοὺς παλαιούς, ὡς μὴ ὂν δευτέραςσυζυγίας, ἀλλὰ ἀποκοπὲν ἐκ τοῦ ἔκτανε. (ῃ. 663) Τὸ δέ «ἤδη γηράσκοντα» ἢ ἁπλῶς οὕτω παρέρριψεν ἤ, ἵνα σεμνύνῃ τὸν Λικύμνιον. οὐκ ἂν γὰρ τάχα ὁ Τληπόλεμος Λικύμνιον τὸν τοῦ Ἄρεος ὄζον οὕτω ῥᾳδίως ἀνεῖλεν, εἰ μὴ ἐγήρασκε. (ῃ. 664) Τὸ δὲ ταχὺ νῆας πῆξαι τὸ τάχος ἐνδείκνυται τοῦ φυγεῖνσπεύδοντος. Τὸ δέ «πολὺν λαὸν ἀγείρας» εἰς πιθανότητα κεῖται τοῦ ἁλῶναι τὴνῬόδον οὕτω ῥᾳδίως καὶ οἰκηθῆναι ὑπὸ τῶν περὶ τὸν Τληπόλεμον. (ῃ. 665) Τὸ δὲ ἠπείλησαν λέγεται μέν ποτε καὶ παθητικῶς, δηλοῖ δέ, ὡς οἱ παλαιοί φασι, πολιτικὴν ἡμερότητα. Ἑλληνικὸν γάρ, φασί, τὸ μὴ φόνῳ φόνον λύειν, φυγαδεύειν δὲ τὸν ἅπαντα χρόνον, ὥστε Σόλων, φασίν, ἐντεῦθεν λαβὼν ὥρισε τοῦτο. (ῃ. 666) Τὸ δέ «υἱοὶ καὶ υἱωνοὶ Ἡρακλέος» τὴν τῶν Ἡρακλειδῶν πολυπλήθειαν. πολλοὶ γὰρ ἀληθῶς εἶναι ἱστόρηνται. (ῃ. 667) Τὸ δέ «ἄλγεαπάσχων», ὡς παρακολούθημα εἴρηκε τῶν πλανωμένων. εἰ γὰρ καὶ ἔπηλυςἐλθὼν εἰς Ῥόδον ὁ Τληπόλεμος ἐκράτησεν, ἀλλὰ πολλὰ φθάσας ἔπαθεν ἀλγεινά, ὥστε εἴη ἂν καὶ ἡ ἄλη, ὅ ἐστιν ἡ πλάνη, ἄλγη τις ἐλλείψει τοῦ ˉγ. (ῃ. 668– 70) Τὸ δέ «τριχθὰ ᾠκήθησαν» καὶ τὸ «καταφυλαδόν» τί δηλοῦσι, προγέγραπται. Τὸ δέ «ἐφιλήθησαν ἐκ Διός» πρὸς τὴν κοινήν φασι δόξαν εἴρηται. οἱ γὰρπολλοὶ θεοφιλεῖς τοὺς πλουσίους οἴονται· τοιοῦτοι δέ ποτε περιᾴδονται οἱῬόδιοι, περὶ ὧν ὁ μὲν ποιητὴς ἀνθρωπίνως καὶ ἀσφαλῶς λέγει, ὅτι θεσπέσιοςπλοῦτος κατεχέθη αὐτοῖς, ὁ δὲ μῦθος, ὅτι χρυσῆν νεφέλην ὑπὲρ τῆς Ῥόδουμετεωρίσας ὁ Ζεὺς χρυσὸν τοῖς ἐκεῖ ἔβρεξεν, ἐπεί, φασί, πρῶτοι γεννωμένῃτῇ Ἀθηνᾷ ἔθυσαν, ὡς καὶ Πινδαρικὸς παραλαλεῖ μῦθος, οὗ τάχα ὑπόμνησινἔχει καὶ ἐνταῦθα τὸ «πλοῦτον κατέχευε Κρονίων». τὸ γὰρ καταχέειν οὐκἀσυγγενὲς τῇ βροχῇ. καὶ ἄλλως δὲ ἐφιλήθησαν ἐκ Διὸς οἱ περὶ τὸν Τληπόλεμονὡς βασιλεύσαντες ἐν τῇ Ῥόδῳ. Διῒ γὰρ φίλοι οἱ βασιλεῖς. (ῃ. 669) Τὸ δέ «ὃςθεοῖς καὶ ἀνθρώποισιν ἀνάσσει», [ἁπλῶς οὕτω παραρριφὲν πρὸς ἐντέλειανἔπους καὶ οὐ πρός τι ἀναγκαῖον,] ἐφερμηνευτικόν ἐστι τοῦ «Ζεὺς πατὴρἀνδρῶν τε θεῶν τε», ὡς ταὐτὸν ὂν τρόπον τινὰ βασιλέα τε καὶ πατέρα εἰπεῖν, διὰ τὸ χρῆναι τὸν ἄρχοντα πατρὸς δίκην τῶν ὑπηκόων κήδεσθαι, ὃ καὶ ἐνὈδυσσείᾳ φανερῶς δηλοῦται, ὅπου λέγει· «πατὴρ δ' ὣς ἤπιος ἦεν». διὸ καὶπαρ' Ἡροδότῳ Καμβύσης μὲν δεσπότης, Κῦρος δὲ πατὴρ τοῖς Πέρσαις ἦν. ὁ μὲν γὰρ ἀγρίως ἦρχεν, ὁ δὲ ἠπίως. [Λαμβάνει δ' ἐκ τῆς ἐννοίας ταύτηςἀφορμὴν καὶ ὁ «παγκρατῆ» τὸν Δία εἰπών, ὡς πάντων ἀνάσσοντα. ὃ δὴ καὶ τῷὕπνῳ καθ' ἕτερον λόγον ἐπιλέγεται.] Θεσπέσιος δὲ πλοῦτος ἢ ὁ πολύς, ὃν θεὸςἂν εἴποι, ἢ μᾶλλον ὁ ἐκ θεοῦ πεσὼν ἤτοι χεθείς, ὅθεν καὶ οἱ διϊπετεῖς γίνονταιποταμοί. Τὸ δὲ Κρονίων καὶ ἐνταῦθα ἐκτείνει τὴν παραλήγουσαν. (ῃ. 671– 5) Ὅτι Νιρεὺς τρεῖς νῆας ἦγε Σύμηθεν, ἤγουν ἀπὸ τῆς νήσου Σύμης, ὃν ἐξευτελίσαι μέλλων ἱστορικῶς ὁ ποιητής, ὡς καὶ ἀλαπαδνὸν καὶ βραχύπολιν, προλαμβάνει συνιστῶν ἄλλως διὰ ἐπιμονῆς ἐπαναληπτικῶς ὡς μνήμης ἄξιον. φησὶ γάρ, εἰ καὶ ὁ γραμματικὸς Ζηνόδοτος ἀθετεῖν τὰ ἐπαγόμενα λέγεται, ὅτι «Νιρεὺς Ἀγλαΐης υἱὸς Χαρόποιό τ' ἄνακτος, Νιρεύς, ὃς κάλλιστος ἀνὴρὑπὸ Ἴλιον ἦλθε τῶν ἄλλων Δαναῶν μετ' ἀμύμονα Πηλείωνα». καὶ ὅρα ὅπωςτὸν καλὸν Νιρέα σχήματι κάλλους τῇ ἐπαναφορᾷ συνεξωράϊσε. φασὶ δὲἐνταῦθα οἱ παλαιοί, ὅτι οὐδὲν πρὸς δόξαν κάλλος ἀγεννές. τοῦτο δὲ εἶπον ἐκεῖνοιδιὰ τὸ ἐπαγαγεῖν τὸν ποιητήν, ὅτι «ἀλλ' ἀλαπαδνὸς ἦν, παῦρος δέ οἱ εἵπετο», τουτέστιν ὀλίγος, «λαός». ἔνθα θεωρητέον τὸ φιλάληθες τοῦ ποιητοῦ, ναὶμέντοι καὶ τὴν τοῦ πιθανοῦ πραγματείαν, δι' ἥν, εἰ καὶ φιλέλλην ἐστὶν, ἀλλ' οὐκ ἐπικρύπτει τὰ τῶν Δαναῶν ἐλαττώματα, εἴ που καί εἰσι. τὸν γοῦν Νιρέακάλλιστον μὲν εἶναι λέγει, ἄναλκιν δέ. Ἀχιλλεὺς δὲ ἀμφότερον, καὶ καλὸς καὶἄλκιμος, οὗ καὶ ἐνταῦθα μνήμην ὁ ποιητὴς παρέρριψε συνήθως ἀεὶ θέλων ἐπὶγλώσσης φέρειν αὐτόν. Λέγουσι δὲ ἐνταῦθα οἱ παλαιοὶ καί, ὅτι πάντας μὲν ὁποιητὴς ἀξιομνήστους ποιεῖ, οὐ πάντας δὲ ἐπαινεῖ. ὅρα δὲ ὅπως καὶ οἱ γεννησάμενοι τὸν Νιρέα πρὸς ὡραϊσμὸν ὀνομάζονται. μήτηρ μὲν γὰρ Ἀγλαΐα, Χάροπος δὲ βαρυτόνως πρὸς διαστολὴν τοῦ ἐπιθέτου ὁ πατήρ. ἡ μὲν αἰγλήεσσα, ὁ δὲ χαρίεις, ὡς ἡ κλῆσις ὑπεμφαίνει. (ῃ. 673) Τὸ δέ «ὑπὸ Ἴλιον ἦλθεν», ἀντὶ τοῦ κατὰ τὸ Ἴλιον, ἵνα καὶ νῦν ληφθείη ἀντὶ προθέσεως πρόθεσις, ἢ καὶδιότι ἠνεμόεν τὸ Ἴλιον ὡς ὑψηλόν. διὰ τοῦτο πάντες οἱ Ἀχαιοὶ ὑπὸ Ἴλιονἐλθεῖν λέγονται ὡς μένοντες κάτω καὶ ὑπ' ἐκεῖνο. Ἀμύμονα δὲ τὸν Ἀχιλλέα νοητέον, τουτέστιν ἀμώμητον κατά τε κάλλος τὸ νῦν μαρτυρηθὲν καὶ ἀνδρίαντὴν φανησομένην καὶ τὴν φανερὰν εὐγένειαν καὶ ἄλλας δὲ ἀρετάς. (ῃ. 675) Ἀλαπαδνὸς δὲ ὁ ἀσθενὴς καὶ εὐπόρθητος, ἐκ τοῦ ἀλαπάζω, περὶ οὗ πολλαχοῦγέγραπται. [Ἰστέον δὲ ὅτι συντελεῖ καὶ τοῦτο εἰς γνῶσιν συγγενείας τοῦ ˉζκαὶ τοῦ ˉδ. ἀπὸ γὰρ τοῦ ἀλαπάζω γίνεται ἀλαπαδνός, ὡς παίζω παιδνός, ὀλοφύζω ὀλοφυδνός· ἔστι γὰρ καὶ ὀλοφύζειν ὡς ὀτοτύζειν, καθὰ ὁ Κωμικὸςἐμφαίνει ἐν τῷ Ὀτοτύξιοι, οὗ πρόκειται τὸ Ὀλοφύξιοι.] (ῃ. 671) Σύμη δὲ νῆσος, φασί, Καρικὴ καὶ πόλις ὁμώνυμος, ἀπὸ Σύμης τῆς Ἰαλυσοῦ. ἱστορεῖταιδὲ καί, ὅτι Μεταποντίς τε καὶ Αἴγλη ὠνομάσθη ποτέ. λέγεται δὲ καὶ πέρδικαςμαχίμους φέρειν. ἐθνικὸν αὐτῆς ὁ Συμαῖος. (ῃ. 673) Ἰστέον δὲ ὡς ἐν μὲν τῷ» ὃς κάλλιστος ἀνήρ» φασὶν οἱ παλαιοί, ὅτι ὥσπερ τοὺς ἐν ἀνδρίᾳ καὶ μεγέθεικαὶ σώματι προὔχοντας, οὕτω καὶ τοὺς κάλλει διαπρέποντας ἐν τῇ ἑαυτοῦποιήσει διδάσκει ὁ ποιητής. (ῃ. 675) Ἐν δὲ τῷ «ἀλλὰ ἀλαπαδνὸς ἦν» λέγουσιν, ὅτι ἀπήλλαξεν ἡμᾶς ὁ ποιητὴς τῆς εἰσέπειτα ζητήσεως, τουτέστιν ἐμάθομενἀλαπαδνὸν τὸν Νιρέα καὶ οὐκέτι ζητήσομέν που αὐτὸν ἐν τοῖς ἐφεξῆς, ὃ δὴ καὶἐπὶ τοῦ Θερσίτου, ἄλλως μέντοι, πεποίηκεν. (ῃ. 676– 80) Ὅτι Θεσσαλὸςυἱὸς Ἡρακλέος, οὗ παῖδες Φείδιππος καὶ Ἄντιφος, τριάκοντα νηῶν ἀρχηγοί. ὧν οἱ στρατιῶται «Νίσυρον εἶχον Κράπαθόν τε Κάσον τε καὶ Κῶν Εὐρυπύλουπόλιν νήσους τε Καλύδνας». Τούτων δὲ ἡ μὲν Κάσος οὐ περιᾴδεται τοῖςπαλαιοῖς. περὶ δὲ Νισύρου καὶ τῆς Κῶ καὶ Καλυδνῶν καὶ Καρπάθου, ἣν Κράπαθον ὁ ποιητὴς εἶπε μεταθέσει τοῦ ˉρ, δι' εὐχρηστίαν μέτρου, ὁμοίως τῷκαρδία κραδία, ἐν τοῖς τοῦ Περιηγητοῦ τὰ δέοντα γέγραπται. νῦν δὲ ὡς ἐνβραχεῖ ταῦτα ῥητέον. ὅτι ἐν Νισύρῳ οἶνος ἀγαθός, ὁ ἐξ αὐτῆς Νισύριοςκαλούμενος, καὶ ὅτι ἐκτείνει τὴν ἄρχουσαν διὰ τὸ μέτρον καὶ ὅτι ἀπὸ τῆς Καρπάθου Καρπάθιον τὸ ἐκεῖ πέλαγος συνάπτον τῷ Ἰκαρίῳ κατὰ τὸν Γεωγράφον. ἦν δέ, φησί, τετράπολις ἡ Κάρπαθος καὶ ὄνομα εἶχεν ἀξιόλογον. μία δὲ τῶναὐτῆς πόλεων ἐκαλεῖτο Νίσυρος ὁμωνύμως τῇ νήσῳ Νισύρῳ, ἣ μία μὲν τῶν Κυκλάδων λέγεται. Πορφυρὶς δέ ποτε ἀπὸ τῶν ἐν αὐτῇ πορφυρέων ἐκαλεῖτο. [ Εβλαστε δὲ καὶ παροιμία ἐκ Καρπάθου ἐπὶ τῶν πραγματευσαμένων ἑαυτοῖςτὰ εἰς βλάβην τὸ «ὁ Καρπάθιος τὸν λαγῳόν», ἐπειδὴ τῆς νήσου μὴ ἐχούσηςτοιαῦτα ζῷα κομίσαντες ἄλλοθεν οἱ νησιῶται εἰς κακὸν ἐκείνων ἀπήλαυσαν κειρόντων τὰ σπόριμα.] (ῃ. 677) Τῆς δὲ Κῶ νήσου Κῷος τὸ ἐθνικόν, ὥσπερ δὴ καὶτῆς ἐν αὐτῇ πόλεως, ἣν πόλιν Εὐρυπύλου λέγει ὁ ποιητής, υἱοῦ Ἡρακλέος καὶ Χαλκιόπης, εὐκλεῶς ἐκεῖ βασιλεύσαντος. Ἰστέον καὶ ὅτι ἡ Κῶς αὕτη Μερόπη καὶ Μεροπηῒς ἐλέγετο ἀπὸ Μερόπων, ἔθνους ἢ γένους οἰκησάντων αὐτήν, ἢἀπὸ Μέροπος, οὗ θυγάτηρ Κῶς, ἧς φασιν ἡ νῆσος ἐπώνυμος. καὶ ὅτι δισυλλάβως Κώως λέγεται διὰ δύο μεγάλων ˉω καὶ Κόως διὰ μικροῦ ˉο καὶ μεγάλου, ἐξ οὗ τὸ «Κόων εὖ ναιομένην» παρὰ τῷ ποιητῇ καὶ Κόος δὲ διὰ δύο ˉο μικρῶν, ὧν συναιρεθέντων ἔοικε γενέσθαι ἡ Κῶς. κατὰ δέ τινας καὶ ὡς πολυπρόβατοςοὕτω καλεῖται· κόον γάρ φασι κατὰ γλῶσσαν τὸ πρόβατον λέγεσθαι. εὕρηταιδὲ καὶ Κέως λεγομένη ὡς ἡ Τέως. ἧς ἐθνικὸν Κέϊος καὶ ἐκτάσει Κήϊος, ὡς Τέϊος Τήϊος, καὶ ἐν συναιρέσει Κέϊος Κεῖος. τῆς δὲ Κῶ κτητικὸν εὕρηται παρὰ Πορφυρίῳ Κωακόν. Ἰστέον δὲ ὅτι κατὰ τὴν ἱστορίαν Κῶς ἐλέγετο καὶ ὄρυγμά τι ἐν Κορίνθῳ, οὗ καθείργνυον, φησί, φῶρας καὶ δραπέτας. [Ἡ δὲ τοιαύτηλέξις δοκεῖ καὶ τοῖς ὀρεσκῴοις ἐγκεῖσθαι, οἵπερ εἰσὶ θῆρες ὀρεινοῖς ὀρύγμασινἐνοικοῦντες, ὁποῖά τινα καὶ τὰ σπήλαια.] Ἐλέγετο δὲ καὶ κῶος. καὶ κῶες δὲ οἱ ἐνταύτῃ ἀνατραφέντες. καὶ πάντα δέ, φησί, σπήλαια καὶ κοιλώματα γῆς κώουςοἱ παλαιοὶ ἔλεγον. Ἰστέον δὲ καί, ὡς, εἰ καὶ ἐκαλεῖτο Κέως δισυλλάβως, ὡςἐρρέθη, ἡ λεχθεῖσα Κῶς, ἀλλ' ἑτέρα πάντως τῆς Κέω τῆς ἐγγιζούσης τῇἙλένῃ, περὶ ἧς καὶ ἐν τοῖς ἑξῆς εἰρήσεται. Τὸ δέ «νήσους Καλύδνας» οὐ πρὸςδιαστολὴν εἴρηται χερσαίων Καλυδνῶν, ἀλλὰ διὰ σαφήνειαν, ἵνα εἴη δῆλον, ὅτι νῆσοι αἱ Καλύδναι εἰσίν, ἃς ἕτεροι διὰ τοῦ ˉμ γράφουσι Καλύμνας. ὅτι δὲἀγαθὸν μέλι τὸ Καλύδνιον, κεῖται καὶ αὐτὸ ἐν τοῖς τοῦ Περιηγητοῦ. ὁ δὲ Γεωγράφος χωρίου τινὸς μέμνηται καρτερωτάτου Καλυδνίου καλουμένου, ᾧλῃστηρίῳ ἐχρήσατο Κλέων ὁ ἀπὸ Γόρδου κώμης, ὁ τῶν λῃστηρίων ἡγεμών, ὃςἀποστάς, φησίν, Ἀντωνίου καὶ προσθέμενος Καίσαρι ἐτιμήθη πλέον ἢκατ' ἀξίαν καὶ ἀντὶ λῃστοῦ δυνάστου περιέκειτο σχῆμα· ἱερεὺς δὲ γεγονώς, ὅπουὁ Γεωγράφος λέγει, ἐντὸς μηνιαίου χρόνου κατέστρεψε τὸν βίον ὀξείᾳ νόσῳκατὰ μῆνιν θεοῦ. οὐ γὰρ διετέθη ὡς ἱερεὺς ἀλλὰ διαφθορεὺς τῶν ἱερῶν. λέγειδὲ ἡ γεωγραφικὴ ἱστορία καί, ὅτι αἱ Καλύδναι κατὰ τὸν ἐπὶ Λεκτὸν πλοῦνκεῖνται– ἀκρωτήριον δέ ἐστι τὸ Λεκτόν– καὶ ὅτι Καλύδναι νῆσοι κατά τιναςαἱ Σποράδες, ὧν μία Καλύδνα, ἐξ ἧς αἱ παρακείμεναι καλοῦνται. οἱ δὲ μίαννῆσον Καλύδνας φασὶ κληθῆναι πληθυντικῶς, ὡς Ἀθήνας καὶ Θήβας. (ῃ. 681– 5) Ὅτι μέχρις ὧδε ὁ ποιητὴς ἀπνευστὶ ὥσπερ ὑποφητεύσας ταῖς Μούσαις, ἀφ' οὗ ἀπετείνατο πρὸς αὐτὰς ἐν τῷ «ἔσπετε νῦν μοι Μοῦσαι, οἵ τινεςἡγεμόνες Δαναῶν» καὶ τὰ ἑξῆς, ἐνταῦθα καταστατικῶς καί, ὡς οἱ παλαιοὶ δέφασιν, ἠθικῶς ἐπιστρέφει τὸν λόγον ἐπὶ Ἀχιλλέα καὶ δευτέραν αὐτὸν ἀρχὴν Καταλόγου ποιεῖται εἰπών· «νῦν αὖ τούς, ὅσσοι τὸ Πελασγικὸν Ἄργος ἔναιον, οἵ τ' Ἄλον οἵ τ' Ἀλόπην οἵ τε Τρηχῖν' ἐνέμοντο, οἵ τ' εἶχον Φθίην Ἑλλάδα καλλιγύναικα, Μυρμιδόνες δὲ καλεῦντο καὶ Ἕλληνες καὶ Ἀχαιοί, τῶναὖ πεντήκοντα νεῶν ἦν ἀρχὸς Ἀχιλλεύς». ἔστι δὲ τὸ σχῆμα ἐλλειπτικὸν ἀπὸμακροῦ κοινοῦ. λέγει γὰρ ὅτι «νῦν δ' αὖ τούτους ἔσπετέ μοι, ὦ Μοῦσαι, ὅσοι τὸ Πελασγικὸν Ἄργος ἔναιον καὶ ὑπὸ τῷ Ἀχιλλεῖ ἦσαν». ποιεῖ δὲ τὴν καινὴνταύτην ἐξαλλαγὴν ὁ ποιητὴς διὰ τὸ μέλλειν ἐνταῦθα περὶ Ἀχιλλέως εἰπεῖν. οὐγὰρ ἠνέσχετο μὴ τὸν ἀκροατὴν εἰς νοῦν στρέψαι καὶ εἰς τὴν γραφὴν καινοπραγῆσαι, ὅτε περὶ τοῦ αὐτῷ φίλου Ἀχιλλέως λαλεῖ. καὶ ὅρα ὅτι ὥσπερ ἀρχόμενοςτοῦ Καταλόγου εἶπεν· «ἔσπετε νῦν μοι Μοῦσαι, οἳ Δαναῶν ἡγοῦντο», οὕτω καὶἐνταῦθά φησι· «νῦν αὖ τούτους», ἔσπετε δηλαδή, «ὅσοι ἦσαν ὑπὸ τῷ Ἀχιλλεῖ», ἐμφαίνων, ὅτι, ὥσπερ ἔργον ἔθετο τὸν Κατάλογον ἁπάντων τῶν Ἀχαιῶν, οὕτωκαὶ τὸ εἰπεῖν τοὺς ὑπὸ τὸν Ἀχιλλέα. (ῃ. 681) Πελασγικὸν δὲ Ἄργος τὸΘετταλικὸν λέγει ἀπὸ Πελασγῶν, οἳ πολυπλάνητοι ὄντες, ὡς πολλαχοῦ δηλοῦται, ᾤκησαν καὶ ἐκεῖ. ὅτι δὲ Ἄργος οὐχ' ἓν ἀλλὰ πολλά, ἐν τοῖς τοῦ Περιηγητοῦδεδήλωται, αὐτό τε τοῦτο καὶ ἄλλα χρήσιμα. ὅτι δὲ Πελασγικὸν ἦν καὶ τὸ κατὰ Πελοπόννησον Ἄργος, καὶ Εὐριπίδης δηλοῖ, παρ' ᾧ ἱστορεῖται καί, ὡς ἔφθασαν οἱ ἐκεῖ πάλαι μὲν Πελασγοί, Δαναοὶ δὲ κληθῆναι ὕστερον. (ῃ. 682) Ἄλος δὲ οὐ μόνον ἡ Φθιῶτις αὕτη, ἀλλὰ καὶ τῆς Ἀχαίας πόλις, κτισθεῖσα δέ, φασίν, ὑπὸ τοῦ Ἀθάμαντος ὠνομάσθη ἀπὸ τῆς αὐτῷ συμβεβηκυίας ἄλης ἤτοιπλάνης, ἣν ἔπαθεν εἰς μανίαν ἐμπεσών. Τινὲς δὲ οἴονται δασύνεσθαι τὴν Ἄλον, ὡς ἀπὸ τῆς ἁλός, ὅ ἐστι τῆς θαλάσσης, ἀκολούθως τῷ Γεωγράφῳ εἰπόντιἍλος καὶ Ἅλιοῦς ἐν τῇ παραλίᾳ τῶν Λοκρῶν. τινὲς οὖν ἀντὶ τοῦ ἌλονἉλιοῦντα γράφουσι. γράφεται δὲ δι' ἑνὸς ˉλ πρὸς διαστολὴν τῆς ἄλλος ἀντωνυμίας. Ἕτεροι δὲ ἱστοροῦσι θεράπαιναν Ἀθάμαντος εἶναι τὴν Ἄλον, τὴνμηνύσασαν τῇ Ἰνοῖ φρύγειν τὰ σπέρματα, ἧς εἰς τιμὴν ἡ πόλις ὠνόμασται. γυνὴ δὲ Ἀθάμαντος ἡ Ἰνώ, δι' ἧς οἷα κατειργάσθη ἄλλα τε καὶ τὰ ἐπὶ τῷΦρίξῳ καὶ τῇ Ἕλλῃ τεθρύληται. ἐν μέσῳ δέ ἐστι Φαρσαλίας καὶ Φθιωτῶν. Φίλιππος δὲ Φαρσαλίοις προσένειμεν ἀφελόμενος τῶν Φθιωτῶν. λέγεται δὲ καὶἀρσενικῶς ὁ Ἄλος καὶ θηλυκῶς ἡ Ἄλος. ἦν δὲ καὶ ἕτερος Ἄλος ὑπὸ Πρωτεσιλάῳ κατὰ τὸν ἐνδιατρίψαντα τοῖς Ἐθνικοῖς, ὃς καὶ Μαλιακόν φησι τὸν Ἄλον τοῦτον τὸν ὑπὸ τῷ Ἀχιλλεῖ, ἤγουν περὶ τοὺς Μαλιεῖς κείμενον. κεῖνται δὲοἱ Μαλιεῖς πρὸς τῇ Εὐβοίᾳ καὶ ταῖς Θερμοπύλαις, ὡς καὶ μετ' ὀλίγα δηλωθήσεται. ἐθνικὸν τῆς Ἄλου Ἀλεύς καὶ Ἄλιος, κατὰ δέ τινας καὶ Ἀλούσιος.῾ δὲ Ἀλόπη πόλις καὶ αὕτη Θεσσαλικὴ ὁμωνυμεῖ Ἀλόπῃ, θυγατρὶ Κερκυόνος ἢ Ἄκτορος. ἔκειτο δέ, φασί, μεταξὺ Λαρίσσης τῆς κρεμαστῆς καὶ Ἐχίνου. ὁ πολίτης Ἀλοπίτης καὶ Ἀλοπεύς. εἰσὶ δὲ καὶ ἕτεραι Ἀλόπαι, ὧν μία μεταξὺ Μυσίας καὶ Καρίας καὶ Λυκίας, ἣν λέγει, φασίν, ὁ ποιητὴς ἐν τῷ «ἐλθόντ' ἐξἈλόπης». Τρηχὶν δὲ ἤτοι Τραχὶν πόλις Θετταλική, ὑπὲρ τὴν Οἴτην μὲν κτισθεῖσα ὑπὸ Ἡρακλέος, ὀνομασθεῖσα δὲ διὰ τὴν τραχύτητα. ὄνομα δὲ ὄρουςἡ Οἴτη. τοῦτο δὲ γράφεται καὶ ἄλλως οὕτως· «Ἡράκλεια, Λακεδαιμονίωνκτίσμα, Τραχίν ποτε καλουμένη. διέχει δὲ τῆς ἀρχαίας Τραχῖνος περὶ ἓξ στάδιαπρὸς ταῖς Θερμοπύλαις ἐντὸς τῶν στενῶν». περίπυστος δὲ ἡ Τραχὶν μάλιστα διὰτὸν Ἡρακλέα, ὃς ἐκεῖ που ᾤχετο πυρὶ ἀεννάῳ ἐπιρρίψας ἑαυτόν. (ῃ. 683) Φθία δὲ πόλις καὶ μοῖρα Θετταλική, ἀπὸ Φθίας γυναικὸς ἢ ἀπὸ Φθίου, υἱοῦ Ποσειδῶνος καὶ Λαρίσσης. ὁ πολίτης αὐτῆς Φθιώτης καὶ Φθῖος. ὁ δὲ Γεωγράφοςφησίν, ὅτι τε Φθίαν τινὲς τὴν αὐτὴν Ἑλλάδι καὶ Ἀχαΐᾳ, Ὅμηρος δὲ οὔ. καὶὅτι Μαλιεῖς καὶ Φθιῶται Ἀχαιοὶ πρὸς Εὐβοίᾳ κεῖνται καὶ Θερμοπύλαις. καὶὅτι εἰς τέσσαρά τινες διαιροῦσι τὴν Θετταλίαν, Φθιῶτιν, Αἰῶτιν, Πελασγιῶτινκαὶ Θετταλιῶτιν. καὶ ὅτι Φθῖοι ἐλέγοντο οἱ τῷ Ἀχιλλεῖ τε ὑποκείμενοι καὶ οἱτῷ Πρωτεσιλάῳ καὶ τῷ Φιλοκτήτῃ. εἴρηται δέ τι περὶ Φθίας καὶ ἐν τῇ αʹῥαψῳδίᾳ. Ἑλλὰς δὲ ὑπὸ Ἕλληνος ἐκτίσθη, οὐ τοῦ Δευκαλίωνος, φασίν, υἱοῦ, ἀλλὰ τοῦ παιδὸς Φθίου, ὃν ἔτεκεν Ἀχαιός. ἐθνικὸν αὐτῆς ὁ Ἕλλην ὁμωνύμως τῷ κυρίῳ. ἔστι δὲ καὶ ἑτέρα Ἑλλὰς τῆς κοίλης Συρίας. Ἑλλάδα δὲ οὐ τὴν συνήθως παρ' ἡμῖν καλουμένην φησὶ χώραν, ἥτις ἐπισυνάπτει τῇ ἀρχῇ τῆς Πελοποννήσου, ἣν δὴ Πελοπόννησον καὶ ἀκρόπολιν οἱ παλαιοὶ τῆς τοιαύτηςἙλλάδος φασίν, ἀλλὰ πόλις ἐστὶν αὕτη Θετταλικὴ οὕτω κληθεῖσα διὰ τὸν ἐκεῖβασιλεύσαντα Ἕλληνα, ἐξ οὗ καὶ τοῖς ὅλοις Ἕλλησιν ὕστερον τὸ ὄνομα ἐνεκάθισεν, ὥσπερ καὶ τῇ μεγάλῃ Ἑλλάδι προσῆλθεν ἡ κλῆσις ἐκ τῆς κατὰ τὸνἝλληνα τοῦτον ταύτης πόλεως, ἣν καὶ καλλιγύναικα τῷ ποιητῇ ὁ παλαιὸς χρόνοςἐπεμαρτύρατο. φησὶ δὲ ὁ Γεωγράφος καί, ὅτι Φαρσάλιοι δεικνύουσιν ἀπὸἑξήκοντα σταδίων τῆς ἑαυτῶν κατεσκαμμένην πόλιν, ἣν πεπιστεύκασιν εἶναιτὴν Ἑλλάδα, καὶ δύο κρήνας πλησίον, Μεσσηΐδα καὶ Ὑπέρειαν, οἱ δὲ πέραν τοῦ Ἐνιπέως ᾠκῆσθαί φασι τὴν Ἑλλάδα, ὃς ῥυεὶς περὶ Φάρσαλον εἰς τὸν Ἀπιδανὸνἐμβάλλει. ὁ δ' αὐτὸς λέγει καί, ὅτι Ἑλλάδα οἱ μὲν μίαν πόλιν φασίν, οἱ δὲ τὴν Φθιῶτιν πᾶσαν. (ῃ. 684) Μυρμιδόνες δὲ ἢ ἀπὸ μυρμήκων κατὰ μῦθον ἐκλήθησαν, ὡς καὶ ὁ Λυκόφρων ὑπολαλεῖ, ἢ ἀπὸ Μυρμιδόνος ἥρωος, υἱοῦ Διός. λέγεται δὲκατὰ Αἴγιναν ἡ περὶ αὐτῶν μυθολογία· ὅθεν καὶ Μυρμιδονία ἡ Αἴγινα παρὰτοῖς παλαιοῖς. εἴρηται δὲ ἤδη καὶ ἀλλαχόθι περὶ τούτων καὶ ἐν τοῖς τοῦ Περιηγητοῦ δέ. Ὁ δὲ Γεωγράφος λέγει, ὅτι Μυρμιδόνες συνηκολούθησαν ἐξ Αἰγίνηςφεύγοντι τῷ Πηλεῖ. φυγεῖν δὲ τὸν Πηλέα ἐκεῖθεν λέγουσιν οἱ παλαιοὶ μετὰ τὸντοῦ ἀδελφοῦ Φώκου φόνον, μεθ' ὃν ὁ Πηλεὺς εἰς Φθίαν ἐλθὼν εὗρεν αὐτὴνἀρχομένην ὑπὸ Ἄκτορος, υἱοῦ Μυρμιδόνος. ἐγάμει δὲ ὁ Ἄκτωρ Αἴγιναν τὴν ἡρωΐδα μετὰ Πολύβοιαν τὴν πρώτην γυναῖκα, ἐξ ἧς εἶχε Μενοίτιον καὶ ἑτέρους, οὓς εὑρὼν ἐπιβουλεύοντας καὶ ἐξελάσας τῷ Πηλεῖ τὴν θυγατέρα Πολυμήλανδίδωσι καὶ τὴν βασιλείαν, ᾧ καὶ γίνεται θυγάτηρ μὲν Πολυδώρα, υἱὸς δὲ Ἀχιλλεύς, ὁ καὶ ἄρχων ἄρτι τῶν Θετταλῶν. Ἕλληνας δὲ ὁ ποιητής, ὥς φασιν οἱπαλαιοί, τοὺς ὑπὸ τῷ Ἀχιλλεῖ καλεῖ μόνους, ἐπειδὴ καὶ Ἕλλην ὁ τοῦ Διὸς περὶ τὴν ἐκεῖσε ἦρχεν Ἑλλάδα. οὕτω δὲ καὶ Ἀχαιοὶ ἐλέγοντο διά τινα τοιαύτην ὁμοιότητα, οἵγε καὶ αὐτοὶ ὁμοφώνως τῷ κυρίῳ καλοῦνται καθὰ καὶ οἱἝλληνες. Φασὶ δὲ οἱ παλαιοί, ὅτι σεσημείωται τὸ Ἀχαιοί ὀξυνόμενον. οὕτω δὲ οἱ Ἀχαιοὶ περίκλυτοι, ὥστε Ἀχαία κατὰ τὸν Γεωγράφον καὶ ἐν Ἀραχώταις ἦν, ὥσπερ καὶ ἐν Ἀλεξανδρείᾳ. λέγει δὲ αὐτὸς καί, ὅτι Ἀχαιοὶ ἐκαλοῦντο οἱ Φθιῶται πάντες. Σημείωσαι δὲ τριωνυμίαν ταύτην ποιητικὴν ἐν τῷ» Μυρμιδόνες δὲ καλεῦντο καὶ Ἕλληνες καὶ Ἀχαιοί». τρισὶ γὰρ τούτοις ὀνόμασιν ἐκαλοῦντο οἱ τῷ Ἀχιλλεῖ ὑποτεταγμένοι· Ἔνθα ὅρα καὶ ὅτι ὁ ποιητὴς εἰπεῖν κοινῶς καὶ σαφέστερον «ἐκαλοῦντο», ἐπετηδεύσατο ἐκφυγεῖνχάριν ὄγκου τὸ τῆς διαλέκτου κοινόν «καλεῦντο» εἰπὼν ποιητικώτερον. Σημειοῦνται δὲ οἱ παλαιοί, ὅτι ὁ ποιητὴς καὶ τοὺς ὑπὸ τῷ Φοίνικι ὄντας Δόλοπας, οἷς ἡ κλῆσις αὕτη ἐστὶν ἔκ τινος Δόλοπος ἥρωος, ὧν ὁ ποιητὴς ἐν τοῖς ἑξῆς πουμέμνηται, συζεύγνυσι τοῖς ὑπακούουσι τῷ Ἀχιλλεῖ. Συνυπακουστέον γάρ φασικαὶ τούτους κατὰ τὸ σιωπώμενον. γελοῖον γάρ, φασί, τὸν μὲν βασιλέα Φοίνικαμετέχειν τῆς στρατείας, ὃς Δολόπεσσιν ἄνασσε, τοὺς δ' ὑπηκόους Δόλοπαςμὴ παρεῖναι. Φέρεται δὲ καὶ ἱστορία χρήσιμος εἰς τὰ προσεχῶς ῥηθέντα τοιαύτη. Ἡ Θεσσαλία πεδίον μέγα ἐστὶ καὶ κοῖλον πάντοθεν ὄρεσι καλυπτόμενον, πρὸςἀνατολὰς μὲν τῇ Ὄσσῃ καὶ τῷ Πηλίῳ, πρὸς δυσμὰς δὲ τῷ Πίνδῳ, ἐξ οὗ ὁ Πηνειὸς ὁρμώμενος ἔξεισι πρὸς ἕω ἤτοι πρὸς ἀνατολήν, πρὸς ἄρκτους δὲ τῷὈλύμπῳ, καὶ πρὸς μεσημβρίαν τῇ Ὄθρυϊ. τούτου ἦρξε τοῦ τόπου Θεσσαλός, ἀφ' οὗ ἡ χώρα Θεσσαλία, οὗ Αἴγων, οὗ Αἵμων, ὅθεν Αἵμονες μοῖρα Θετταλική, οὗ καὶ Λαρίσσης, γυναικὸς Ἀργείας, Πελασγὸς καὶ Φθῖος καὶ Ἀχαιός. ἄρχων δὲ ὁ Πελασγὸς μοίρας τῆς χώρας Πελασγικὸν Ἄργος ὠνόμασε καὶ πόλιν Λάρισσαν. θανόντος δὲ αὐτοῦ ἄρξαντες οἱ ῥηθέντες ἀδελφοὶ μοῖραν τῆς γῆς Φθίανκαὶ Ἀχαίαν ἐκάλεσαν. οἰκεῖ δὲ αὐτόθι καὶ Δευκαλίων, οὗ υἱὸς Ἕλλην, ὃς Ἕλληνας τοὺς ἐκεῖ ἐκάλεσεν, οὗ Ξοῦθος, οὗ Ἀχαιὸς καὶ Ἕλλην, ἀφ' οὗπάλιν Ἀχαιοὶ ὠνομάσθησαν. (ῃ. 685) Τὸ δέ «ἦν ἀρχὸς Ἀχιλλεύς», περίφρασίς ἐστι τοῦ «ἦρχε». ταὐτὸν γάρ ἐστι τὸ ἦρχεν, οἷον «ἦρχε Διώρης» καὶ τὸ «ἦνἀρχὸς Ἀχιλλεύς». (ῃ. 686– 94) Ταῦτα εἰπὼν ὁ ποιητὴς ἐπάγει, ὅτι· ἀλλ' οὗτοι» οὐ πολέμοιο δυσηχέος ἐμέμνηντο· οὐ γὰρ ἔην ὅς τίς σφιν ἐπὶ στίχας ἡγήσαιτο· κεῖτο γὰρ ἐν νήεσσι ποδάρκης δῖος Ἀχιλλεὺς κούρης χωόμενος Βρισηΐδος, τὴν ἐκ Λυρνησσοῦ ἐξείλετο πολλὰ μογήσας, Λυρνησσὸν διαπορθήσας καὶ τείχεα Θήβης»· κατέβαλε δὲ Μύνητα καὶ Ἐπίστροφον ἐγχεσιμώρους· «τῆς ὅ γ' ἔκειτ' ἀχέων, τάχα δ' ἀνστήσεσθαι ἔμελλε». Παρασημείωσις δὲ αὕτη τοῦποιητοῦ εἰπόντος τρόπον τινά, ὅτι τοὺς μὲν ἄλλους κατέλεξα ὡς πολεμήσονταςνῦν αὐτίκα ὑπὸ ἡγεμόσι προάρχουσι τῆς μάχης, τοὺς δὲ Θεσσαλιώτας οὐχ' οὕτως. οὐ γὰρ ἐμέμνηντο πολέμου, ὡς κειμένου αὐτοῖς τοῦ ἄρχοντος. (ῃ. 686) Δυσηχέα δὲ λέγει τὸν πόλεμον, ὡς καὶ δυσηλεγέα τὸν θάνατον. οὔτε γὰρ ὁ τῆςμάχης ἦχος ἡδὺς οὔτε τὸ θανατικῶς λέγεσθαι, ἤτοι κοιμᾶσθαι, γλυκύ. (ῃ. 687) Τὸ δέ «ἡγήσαιτο αὐτοῖς» διφορεῖται καὶ αὐτὸ καθὰ καὶ τὸ ἄρχειν. ἄμφω γὰρκαὶ δοτικῇ καὶ γενικῇ συντάσσονται. Στίχες δὲ αἱ στρατιωτικαὶ τάξεις, ὡς καὶἐν τοῖς ἑξῆς φανήσεται. τούτων δὲ εὐθεῖα ἑνικὴ στίξ, γινομένη μὲν ἀπὸ τοῦ στείχω, στείξω, καὶ ὀφείλουσα τὴν ἐκεῖθεν δίφθογγον ἔχειν, προαγομένη δὲ ἄλλως διὰδιχρόνου, ἐπεὶ μηδὲν ὄνομα εἰς δίφθογγον λήγει μετὰ διπλοῦ ἀπαθῶς· διὸ καὶἡ τῆς γυναικὸς εὐθεῖα σεσίγηται. ἡ δέ γε προίξ καὶ ἡ αἴξ ἀπὸ συναιρέσεωςἔχουσι τὰς διφθόγγους. (ῃ. 688) Τὸ δέ «ἔκειτο ἐν ναυσί» τὴν παντελῆ τοῦἥρωος ἀργίαν δηλοῖ, τρὶς ἐν τῇ Βοιωτίᾳ περὶ τοῦ Ἀχιλλέως λεχθέν. οὕτω δὲκαὶ μετ' ὀλίγα ὁ Φιλοκτήτης ἐν Λήμνῳ κεῖσθαι λέγεται, κακῶς μέντοι ἔχωνἐκεῖνος ὑπὸ πληγῆς ὄφεως. ἄμφω δὲ καθ' ὁμοιότητα εἴρηται τοῦ «κεῖται Πάτροκλος». εἰ δὲ κεῖται νῦν Ἀχιλλεύς, ὡς μὴ ἔχων τὸ σύνηθες πρακτικὸν καὶ πολιτικόν– ἔνθα γὰρ μή εἰσι ταῦτα, ἐκεῖ τὸ κεῖσθαι χώραν ἔχει λέγεσθαι– ἐγερθήσεται ἄρα, ὅτε τὴν μῆνιν ἀπόθηται. διὸ καὶ ἐπήγαγε· «τάχα δ' ἀνστήσεσθαιἔμελλεν». ἔνθα καὶ παραμυθεῖται ὁ ποιητὴς τὸν φιλέλληνα ἀκροατὴν διὰ τοῦτάχα. ταχὺ γάρ, φησίν, ἀναστήσεται καὶ ἀντικαταστήσεται τοῖς Τρωσίν. [̓ Ιστέον δέ, ὡς εἴ τις ἐνθυμοῖτο τὸ «οὐδέ μιν ἀνστήσεις», τεθνεῶτα δηλαδή, εἴποιἂν κἀνταῦθα ὡς ἐπὶ νεκροῦ τινος ἀστεϊσθῆναι τὸ «ἔκειτο μέν, τάχα δὲ ἀναστήσεσθαι ἔμελλε».] Τὸ δέ «ποδάρκης» ἔχει τι γλυκύτητος ἐνταῦθα. λέγει γὰρ ὅτιὁ ποδωκέστατος ἔκειτο συμποδιζούσης αὐτὸν τῆς μήνιδος, ἣν ἔπασχεν ἐπὶ τῇ Βρισηΐδῃ, ἣν κόρην καὶ ἐνταῦθά φησιν οὔτε ὡς θυγατέρα τινὸς οὔτε ὡς παρθένον, ἀλλ' ἁπλῶς ὡς νεάνιδα. [(ῃ. 689) Τὸ δέ «κούρης χωόμενος» λείπεται τοῦἕνεκεν ἢ τῆς ὑπέρ προθέσεως ὁμοίως τῷ «χωόμενον κατὰ θυμὸν ἐϋζώνοιογυναικός», ἵνα ᾖ χωόμενος ὑπὲρ τῆς δεῖνος.] (ῃ. 691) Τὸ δέ «Λυρνησσὸνδιαπορθήσας» ἐφερμηνευτικόν ἐστι τοῦ ἐξείλετο ἐκ Λυρνησσοῦ, ἵνα μὴ νοηθῇτυχόν, ὡς ἐκ Λυρνησσοῦ τὴν Βρισηΐδα ἐξελέξατο, [λόγῳ ἐμπορίας] ἢ συμβάσεως, ἀλλὰ ὅτι πολέμου νόμῳ ταύτην ἔσχεν. ἔοικε δὲ καὶ ἐπαναλήψει τὸ τοιοῦτον· ἐπανελήφθη γὰρ ἡ Λυρνησσός, ἵνα συμπαρατεθῇ ταύτῃ καὶ ἡ τῆς, ὡς προεγράφη, Ἀτραμυτηνῆς Θήβης ἅλωσις, περὶ ὧν, εἰ καὶ προερρέθη, ἀλλὰ κἀκεῖνοεἰδέναι οὐ περιττόν, ὅτι οὐ μόνον Ἀτραμυτηνὴ Θήβη, ἀλλὰ καὶ ἐν Παμφυλίᾳ. οὕτω δὲ καὶ Λυρνησσός. Φησὶ γοῦν ὁ Γεωγράφος, ὅτι πόλις Ἀττάλεια, ἐπώνυμος τοῦ κτίσαντος Φιλαδέλφου. δείκνυται δὲ μέσον Φασήλιδος καὶἈτταλείας Θήβη καὶ Λυρνησσὸς Τρωϊκῶν ἀνδρῶν ἐκεῖ ἐκπεσόντων. ἐθνικὸντῆς Ὁμηρικῆς Λυρνησσοῦ φασιν εὑρῆσθαι παρ' Αἰσχύλῳ «Λυρναῖος», καὶτάχα κατὰ συγκοπήν. μία δέ, φασί, καὶ αὕτη τῶν ἕνδεκα πόλεων, ἃς πεζὸς εἷλενὁ Ἀχιλλεύς, αἳ ἦσαν Λυρνησσός, Πήδασος, Θήβη, Ζέλεια, Ἀδράστεια, Πιτύα, Περκώτη, Ἀρίσβη, Ἄβυδος καὶ. Περὶ δὲ Θηβῶν ὁ Γεωγράφοςκαὶ Λυρνησσοῦ φησι καί, ὅτι τοῦ Θήβης πεδίου ἔχουσι νῦν Ἀδραμυτηνοὶ τὸπλεῖον. ἐνταῦθα γὰρ ἡ Θήβη καὶ ἡ Λυρνησσός, ἐρυμνὸν χωρίον. ἔρημοι δ' ἀμφότεραι διέχουσαι Ἀδραμυτίου σταδίους, ἡ μὲν ἑξήκοντα, ἡ δὲ ὀγδοήκοντα. ἐν δὲ τῇ Ἀδραμυτηνῇ ἐστι, φησί, καὶ ἡ Χρῦσα. ἐπεὶ δὲ καὶ Ὑποπλάκιοι ἐν τοῖς ἑξῆς που αἱ τοιαῦται λέγονται Θῆβαι, φησὶν ὁ Πορφύριος, ὅτι Ὑποπλακίαἡ ἐν τῷ Θήβης πεδίῳ πόλις, ὃ σημαίνει ὑπόπεδος καὶ λεῖος. τοῦτο γὰρ δηλοῖ, φησίν, ἡ πλάκιος. Πλὰξ γὰρ ὑπὸ πλείστων τὸ ἐπίπεδον χωρίον. ὁ δὲ εἰπὼν ὄρουςτινὸς Πλακίου μνημονεύειν τὸν ποιητὴν παρακούει Ὁμήρου. (ῃ. 692) Ὁ δὲ Ὁμηρικὸς ἐν τούτοις Μύνης ἀνὴρ ἦν τῆς Βρισηΐδος. ἐνταῦθα δέ φασιν οἱπαλαιοί, ὅτι ἀπὸ μετοχῆς εἰς ῥῆμα μετῆλθεν ὁ ποιητής, διὰ ἐξαλλαγὴν δηλαδὴσχηματισμοῦ. ὀφείλων γὰρ εἰπεῖν, ὅτι τὴν Βρισηΐδα ἐξείλετο Ἀχιλλεὺςπορθήσας Λυρνησσὸν καὶ Θήβην καὶ Μύνητα καταβαλών, ὁ δὲ εἶπεν, ὅτι καὶ Μύνητα κατέβαλεν. εὑρεθήσονται δὲ ἐν τοῖς ἑξῆς καὶ ἄλλα τοιαῦτα σχήματα. Ἐπίστροφος δὲ ἰδοὺ καὶ οὗτος ἕτερος παρὰ τὸν Ἕλληνα, οὗ ἐμνήσθη ὁ ποιητὴς ἐν τῷ Φωκέων καταλόγῳ. Ἐγχεσίμωροι δὲ οἱ περὶ τὰ ἔγχεα μεμορημένοι, ὅἐστι κακοπαθοῦντες, ἐκταθέντος τοῦ ˉο εἰς ˉω μέγα, ὡς καὶ ἐπὶ τοῦ ἰόμωροιγίνεται. ῥηθήσεται δὲ περὶ τούτου πλέον τι ἐν τοῖς ἐφεξῆς. Ἴδε δὲ ὅπωςἐνταῦθα ὁ ποιητὴς οὐκ ἐμνήσθη Πατρόκλου, τοῦ ἑταίρου τῷ Ἀχιλλεῖ. καὶ ἡαἰτία δήλη. Διομήδει μὲν γὰρ καὶ Ἰδομενεῖ συνεξεφώνησε τοὺς φιλτάτους ὡςσυνεξιόντας εἰς μάχην, ἐνταῦθα δὲ τοῦ Ἀχιλλέως τρόπον τινὰ σιγηθέντος τά γεεἰς ἔκταξιν πολέμου ἐχρῆν συσσιγᾶσθαι καὶ τὸν Πάτροκλον, καθὰ καὶ τὸνπαιδαγωγὸν Φοίνικα. [(ῃ. 693) Ἰστέον δὲ ὅτι τοὺς εἰρημένους, τὸν Μύνητακαὶ τὸν Ἐπίστροφον, υἱέας λέγει Εὐήνου, ὁμωνύμου ποταμῷ τινι ἀλλαχοῦκειμένῳ, Σεληπιάδαο, ἤγουν υἱοῦ Σεληπίου, ἄνακτος· δῆλον δὲ ὡς παρὰ τὸσέλας καὶ τὸ ἤπιος σύγκειται ὁ Σελήπιος.] (ῃ. 695– 710) Ὅτι τῶνἐχόντων «Φυλάκην καὶ Πύρασον ἀνθεμόεντα, Δήμητρος τέμενος, Ἴτωνάτε μητέρα μήλων, ἀγχίαλόν τ' Ἀντρῶνα ἰδὲ Πτελεὸν λεχεποίην», Πρωτεσίλαοςἡγεμόνευέ ποτε ζωὸς ἐών, ὃν καὶ ἀρήϊον δὶς λέγει ὡς πολεμικὸν καὶ μεγάθυμονδέ, ὅπερ ἀντίκειται πρὸς τὸν μικρόψυχον. καὶ οὕτω μὲν ζῶν ἦρχε· τότε δὲ ἤδηκατεῖχεν αὐτὸν γαῖα μέλαινα. Καὶ ὅρα ὅτι μετὰ τὸν ὡσανεὶ κείμενον, ὡςπροείρηται, Ἀχιλλέα τὸν ὡς ἀληθῶς κείμενον Πρωτεσίλαον ὁ ποιητὴς παρέθετο. καὶ ἐπόθουν μέν, φησίν, ἐκεῖνοι τὸν ἀρχηγόν, οὐ μὴν οὐδ' αὐτοὶ ἄναρχοι ἔσαν. καὶ σημείωσαι τὸ ἄναρχοι ἀντὶ τοῦ ἀβασίλευτοι, δίχα ἀρχοῦ. Ἐκόσμησε δέ, φησίν, αὐτοὺς Ποδάρκης, ὄζος Ἄρηος, Ἰφίκλου υἱὸς Φυλακίδου, τοῦ καὶ ἐν Ὀδυσσείᾳ κειμένου, ὃν καὶ πολύμηλον λέγει διὰ τὰ πρὸ μικροῦ λεχθέντα, αὐτοκασίγνητος Πρωτεσιλάου, «ὁπλότερος γενεῇ. ὃ δ' ἄρα πρότερος καὶἀρείων, ἥρως Πρωτεσίλαος». διό, φασίν, οὐδ' ἐξίσχυσεν ὁ Ποδάρκης ἐν τοῖςἑξῆς ἀπώσασθαι τῆς τοῦ Πρωτεσιλάου νηὸς τὸ δήϊον πῦρ, ἀλλ' ὥσπερ ὁ Πρωτεσίλαος πρῶτος τῶν ἄλλων Ἀχαιῶν ποτε πέπτωκεν ἐν Τροίᾳ, οὕτω καὶ ἡ τούτου ναῦς πρώτη τῶν ἄλλων τὸ τοῦ Ἕκτορος ἐδέξατο πῦρ. εἰ δὲ καὶἡμιδαὴς ἐκείνη ἔμεινεν, εἴη ἂν ὅμοιόν τι τοῦτο πρὸς τὸν τοῦ ἥρωος δόμον, ὃςχηρωθείσης τῆς γυναικὸς ἡμιτελὴς ἐλείφθη, ὡς τοῦ Πρωτεσιλάου πεσόντος, καθὰ μετ' ὀλίγα δηλωθήσεται, ἣ καὶ ἀμφιδρυφὴς ἐπὶ τῷ τοῦ ἀνδρὸς θανάτῳγέγονε. καὶ τοῦτο μὲν τοιοῦτον. Ὁ δὲ ποιητὴς ἐν τοῖς ἑξῆς διασαφῶν ἢ καὶπαραφράζων τὸ «οὐδὲ οὗτοι ἄναρχοι ἦσαν, πόθεόν γε μὲν ἀρχόν» ἐπάγειἐπαναληπτικῶς «οὐδέ τι λαοὶ δεύοντο ἡγεμόνος, πόθεόν γε μὲν ἐσθλὸν ἐόντα» τὸν Πρωτεσίλαον· Αἱρετώτερον γὰρ πάντως τὸ τοῦ καλοῦ κάλλιον. διὸκαίτοι τὸν κοσμοῦντα ἔχοντες ἐπόθουν ὅμως καὶ ἀπόντα τὸν κρείττονα. οἶκτονδὲ κατὰ τοὺς παλαιοὺς πολὺν ὁ ποιητὴς δίεισιν, οὐ μόνον ἐν τοῖς ἐφεξῆς, ὅτετὰ κατὰ τὴν γυναῖκα ἱστορεῖ, ἀλλὰ καὶ νῦν ἐν οἷς οὕτω ποθεινὸν τοῖς οἰκείοιςλέγει τὸν ἥρωα. Ὁρίζεται δέ, φασί, καὶ τὸ πρόθυμον αὐτοῦ, εἴγε διὰ τῆς ὁρμῆςαὐτοῦ βατὴν Ἕλλησι τὴν Τροίαν ἔθετο· διὸ καὶ μεγάθυμον αὐτὸν ὠνόμασε. θρῴσκων γὰρ ἐκ νηὸς πολὺ πρώτιστος Ἀχαιῶν ἀνῃρέθη, ὡς δηλωθήσεταικατωτέρω. (ῃ. 698) Γενεαλογία δὲ αὐτοῦ τοιαύτη τίς ἐστιν. εἷς τῶν ΑἰολιδῶνΦύλακος κτίσας πόλιν Φυλάκην ὠνόμασεν, οὗ Ἴφικλος, οὗ Φύλακος, οὗ Ποίας καὶ Ἴφικλος, ὧν Ποίαντος μὲν καὶ Μεθώνης Φιλοκτήτης, Ἰφίκλου δὲκαὶ Ἀστυόχης Πρωτεσίλαος καὶ Ποδάρκης. Ἐνταῦθα δὲ ζητητέον, ποῖος ἦν ὁ ποδωκέστατος κατὰ τὴν ἱστορίαν Ἴφικλος, περὶ οὗ δηλῶν Ἡσίοδος, ὅτι ταχυτῆτι διήνεγκεν, οὐκ ὤκνησεν ἐπ' αὐτοῦ ταύτην εἰπεῖν τὴν ὑπερβολήν·» ἄκρον ἐπ' ἀνθερίκων καρπὸν θέεν, οὐδὲ κατέκλα, ἀλλ' ἐπὶ πυραμίνων ἀθέρωνδρώμασκε πόδεσσικαὶ οὐ σινέσκετο καρπόν». [Ὁπότερος δ' ἂντοῖν δυοῖν ἦν ποδωκέστερος, ἔγκειται καὶ τῷ ὀνόματι ἐκείνου σημασία τῆς κατ' αὐτὸν ποδωκείας. Ἴφικλος γάρ, φασί, κατὰ συγκοπὴν ἐκ τοῦ ἰφίκωλος, ὅ ἐστινἰσχυρόπους καί, καθ' Ὅμηρον εἰπεῖν, ποδάρκης. ὅτι δὲ κῶλα ἰδίως καὶ ἐπὶποδῶν, ἡ Κωλιὰς Ἀφροδίτη δηλοῖ, κῶλα τοιαῦτα ἐκλύσασα δεσμοῦ, ὡς ἐνἄλλοις δεδήλωται, καὶ ἐκεῖθεν οὕτω παρονομασθεῖσα.] (ῃ. 710) Τῷ δὲ ῥηθέντι Ποδάρκει τεσσαράκοντα κατὰ τὸν ποιητὴν μέλαιναι νῆας ἕποντο. Σημείωσαιδέ, ὅτι ἐν ταῖς καθ' ἕκαστα τοῦ ἀριθμοῦ τῶν νηῶν ἀποδόσεσιν, ὁτὲ μὲν δίχαἐπιθέτου τὰς νῆας ὁ ποιητὴς προάγει, ὁτὲ δὲ μετὰ ἐπιθέτων, τριῶν μέντοιμόνων, ὧν τὸ μέν «μιλτοπάρῃοι» ταῖς τοῦ Ὀδυσσέως ἐχαρίσατο κατά τι, ὡςπροερρέθη, ἐξαίρετον. «γλαφυρὰς δὲ νῆας» τετράκις τινὰς εἶπε. δωδεκάκις δὲἔφη τὸ «μέλαιναι». τοσαυτάκις δὲ καὶ ἁπλῶς αὐτὰς δίχα ἐπιθέτου τινὸς ἐξεφώνησεν. οὐκ ἤρεσε δὲ αὐτῷ πλεῖόν τι περιεργάσασθαι· διὸ οὔτε κορωνίδας οὔτεκοίλας τινὰς οὔτε θοὰς εἶπε, ταῦτα δὴ τὰ συνηθέστατα. (ῃ. 695) Τῶν δὲῥηθεισῶν πόλεων περὶ μὲν Φυλάκης ἐρρέθη ἀνωτέρω, ἧς ὁ πολίτης Φυλακήσιος, ὡς Ἰθακήσιος, κειμένης ἐγγὺς Θηβῶν τῶν Φθιωτίδων, αἳ καὶ αὐταί, φασίν, ὑπὸ Πρωτεσιλάῳ ἦσαν. (ῃ. 695 ς.) Πύρασος δὲ πόλις Φθίας κατὰ τὸν Ἐθνικογράφον, κληθεῖσα οὕτω διὰ τὸ τὴν χώραν εἶναι πυροφόρον ἤτοι σιτοποιόν· διὸ καὶ Δήμητρος αὐτὴν τέμενος ἐκάλεσεν ὁ ποιητής, ὡς πολύκαρπον δηλαδὴ καὶεὔκαρπον· τοῖς γὰρ τοιούτοις ἀγαθοῖς ἡ Δημήτηρ ἐπιστατεῖν ἐλέγετο. ταῦταδὲ ὑποδηλοῖ καὶ τὸ ἀνθεμόεντα. τόπος γὰρ ἀνθεμόεις ὁ φυτοῖς θαλερὸς καὶἀνθηρὸς παρὰ τὸ ἄνθεμον, ὃ σημαίνει τὸ ἄνθος. Ὁ δέ γε Ἀπίων καὶ Ἡρόδωροςοὐκ ἀρέσκονται τοῖς οὕτω νοοῦσιν, ἀλλ' ἰδιάζουσαν λέγουσι πόλιν τὸ τῆς Δημήτρος τέμενος· Δήμητρος γάρ, φασί, πόλις, οὐχ' ὁ Πύρασος, ἀλλὰ πόλις Δημήτρειον καλουμένη καθ' ἑαυτήν. ὁ μέντοι Γεωγράφος οὐ συντρέχει τούτοις. φησὶ γάρ, ὅτι τὸ Δημήτρειον Δήμητρος τέμενος ὁ ποιητὴς εἴρηκε καὶ ἐκάλεσε Πύρασον. ἦν δέ, φησί, πόλις εὐλίμενος ἡ Πύρασος, ἔχουσα Δήμητρος ἄλσος καὶἱερὸν ἅγιον. τὴν δὲ Ἴτωνα προπαροξύνεσθαί φασιν οἱ παλαιοὶ ὡς Μήκωνα. τινὲς δὲ ὀξύνουσι λέγοντες, ὅτι ὠνομάζετο καὶ Σιτών διὰ τὸ σιτοφόρον. λέγεται δέ, φασί, καὶ Ἰτώνη τρισυλλάβως, ἔτι δὲ καὶ Ἴτωνος ἀπὸ Ἰτώνουἥρωος, καὶ Ἀθηνᾶ δὲ ἐξ αὐτῆς Ἰτωνία. εἰσὶ δὲ καὶ ἕτεραι Ἰτῶναι κατὰ τοὺςἹστορικούς. Μητέρα δὲ μήλων εἰπὼν Ὅμηρος τὴν Ἴτωνα μονονουχὶ καὶοὖθαρ ἀρούρης λέγει τὰ ἐκεῖ. θρεπτικὸν γὰρ καὶ μήτηρ καὶ οὖθαρ. εἰ δὲ πολύμηλοςὁ Ἴφικλος, ὡς δεδήλωται, εἴη ἂν ὀρθῶς [μήλων] μήτηρ καὶ ἡ κατ' αὐτὸν πόλις. [ἐφ' οὗ ὅρα, ὡς οὐ μόνον χώρα πολύμηλος πολλαχοῦ, ἀλλ' ἰδοὺ καὶ ἥρωςτοιοῦτος ὡς πολυθρέμμων. λεχθείη δ' ἂν οὕτω καὶ ὁ Οἰδίπους διὰ τὸ «μήλωνἕνεκ' Οἰδιπόδαο». καὶ ὁ τοῦ Ἀδμήτου δὲ Εὔμηλος καὶ ἡ ἐν τοῖς ἑξῆς που Πολυμήλη τοιαύτην ὑποβάλλουσιν ἔννοιαν. ἡ μέντοι Φιλομήλα πρὸς τὸ τῆςἀλφεσιβοίας παρεκκλίνει νόημα, ὥσπερ καὶ ἡ Πολύβοια.] (ῃ. 697) Καὶ τὴν Ἄντρωνα δὲ τινὲς μὲν βαρύνουσιν ὡς τὴν Ἴτωνα, τινὲς δὲ Ἀντρῶνά φασιν ὡςΠυθῶνα· [Ἡρωδιανὸς δέ φησιν ὡς Πλευρῶνα·] Ὠνόμασται δὲ οὕτω διὰ τὸ τοὺςἐκεῖ τόπους ἀντρώδεις, τουτέστι σπηλαιώδεις καὶ ὑπονόμους εἶναι. ὁ δὲ τὰἘθνικὰ συλλέξας καὶ τὸν ἐν παροιμίαις Ἀντρώνιον ὄνον ἐντεῦθεν εἰρῆσθαι λέγει. εὐφυεῖς γάρ, φησί, πρὸς μύλωνας ἔχει λίθους, ὥστε κατὰ τοῦτον τὸνλόγον Ἀντρώνιος ὄνος ὁ πρὸς ἀλετὸν δεξιός. Πτελεὸν δὲ ὁ μὲν ποιητὴς ἀρσενικῶς προήγαγε. διὸ καὶ λεχεποίην αὐτὸν ἔφη, τουτέστι πολυβότανον, οὗ ἡ πόαχρήσιμος λέξασθαι, ἤτοι ἐγκαθευδῆσαι αὐτῇ. ἕτεροι δὲ οὐδετέρως φασὶ τὸ Πτελεόν, πόλιν αὐτὸ εἰπόντες Ἀχαιῶν τῶν ἐν Θετταλίᾳ. εἶναι δὲ ἱστοροῦσι καὶ Ἰωνικὴν καὶ Τρῳαδικὴν Πτελεὸν καὶ καλεῖσθαι ἀπὸ τῶν ἐκεῖ πτελεῶν. ὁπολίτης Πτελεάτης, φασί, καὶ Πτελεούσιος καὶ Πτελεεύς. ἕτερος δὲ πάντωςοὗτος Πτελεὸς παρὰ τὸν ὑπὸ τῷ Νέστορι, ὁ νῦν ἴσως γνωριζόμενος. μέμνηταιδὲ Πτελεοῦ καὶ ὁ Δημοσθένης καὶ ζήτει ποίου. (ῃ. 700– 2) Ὁ δὲ ποιητὴςἐπιτρέχων οἰκτρῶς τὰ κατὰ τὸν Πρωτεσίλαόν φησι· «τοῦ δὲ καὶ ἀμφιδρυφὴςἄλοχος ἐν τῇ Φυλάκῃ πόλει ἐλέλειπτο καὶ δόμος ἡμιτελής· τὸν δ' ἔκτανε Δάρδανος ἀνὴρ νηὸς ἀποθρῴσκοντα πολὺ πρώτιστον Ἀχαιῶν». παθαίνεται δὲ Ὅμηρος ἐν τούτοις ἐπὶ τῷ Πρωτεσιλάῳ, οἷα φιλέλλην οἰκτιζόμενος, ἔτι δὲ καὶθαυμάζων τοῦ θάρσους, εἴπερ χρησμοῦ δοθέντος πρῶτον ἐν Τροίᾳ πεσεῖν τὸνπροπηδήσαντα τῆς νηός, Ἀχιλλεὺς μὲν ὑπέτρεσε κατά τινας καὶ τελευταῖοςεἰς γῆν ὁ τῶν Ἑλλήνων πρώτιστος κατεπήδησε, Πρωτεσίλαος δὲ φερωνύμωςπρῶτός τε τοῦ λαοῦ καθήλατο τῆς νεὼς καὶ πρῶτος τοῦ λαοῦ πέπτωκε, ἑλόμενοςοὕτω παθεῖν ἤπερ κατεπτηχότας βλέπειν τοὺς Ἀχαιούς. Πρωθύστεραδέ, φασίν, ἐνταῦθα τὰ Ὁμηρικὰ νοήματα. οὐ γὰρ πρῶτον ἡ γυνὴ ἐχηρώθη καὶὁ δόμος ἡμιτελὴς ἔμεινεν, εἶτα ὁ Πρωτεσίλαος ἔπεσεν, ἀλλὰ τὸ ἀνάπαλινπρῶτον ἔκτανέ τις αὐτόν, εἶτα ἡ γυνὴ καὶ ὁ δόμος ἔπαθον, ἃ ἔπαθον. (ῃ. 700) Ἀμφιδρυφὴς δὲ ἡ ἅπαν δρυπτομένη, ὅ ἐστι ξεομένη, τὸ πρόσωπον, ὃ λύπηςὑπερβολὴν δηλοῖ. [Ἐκ τοῦ δρύπτω δὲ γίνεται τὸ ἀμφιδρυφές. δρύπτειν δὲκυρίως τὸ ἀποδέρειν, ὅ ἐστιν ἐκδέρειν δόρυ, ἤγουν ξύλον, δένδρον, ἵνα ᾖδορύπτω, ὡς κορύπτω, καὶ ἐν συγκοπῇ δρύπτω.] (ῃ. 701) Τὸ δέ «ἐλέλειπτοδόμος ἡμιτελής» εἴδους ἐστὶ συμβολικοῦ. οὐ γὰρ ἔλλειψιν στέγης ἁπλῶς ἢτοιούτου τινὸς δηλοῖ ἀλλὰ τὸν τοῦ οἰκοδεσποτοῦντος ἀφανισμόν, ὡς τῷ μὲνἡμίσει, τῇ ἀλόχῳ δηλαδή, συνεστῶτος τοῦ δόμου, τῷ δὲ λοιπῷ μὴ ὄντος, ἤτοιτῷ Πρωτεσιλάῳ τῷ μηκέτ' ὄντι. διὸ καὶ ὁ Γεωγράφος Ἀβίους παρ' Ὁμήρῳ εἰπὼν ἀντὶ τοῦ χωρὶς γυναικῶν ἐπάγει· ἡμιτελὴς γὰρ χῆρος βίος, ὡς καὶ ὁοἶκος ὁ τοῦ Πρωτεσιλάου διότι χῆρος. κατὰ δὲ τοὺς παλαιοὺς καί, διότι μὴδιαταξάμενος εὖ τὰ κατὰ οἶκον ἀπέπλευσεν ἢ μὴ παιδοποιησάμενος ὡς τελέωςᾠκῆσθαι τὸν αὐτοῦ δόμον, ὡς εἶναι οὕτω ἡμιτελῆ δόμον τὸν ἄτεκνον. Ἔνιοι δὲκαὶ ἁπλῶς οὕτω, διότι, φασίν, οἰκοδομῶν θάλαμον ἀπέπλευσεν. ἕτεροι δέφασιν, ὅτι δόμος ἡμιτελὴς ὁ ἡμίγαμος, ὡς τοῦ ἑτέρου τῶν οἰκούντων ἐστερημένος. τέλος γὰρ ὁ γάμος, ὅθεν τελείους τοὺς γεγαμηκότας ἔλεγον. γυνὴ δὲ Πρωτεσιλάῳ Λαοδάμεια, ἡ Ἀκάστου, φίλανδρος πάνυ καὶ μὴ ἀνασχομένη μετὰ τὸν τοῦ ἀνδρὸς θάνατον, περὶ ἧς λόγος φέρεται τοιοῦτος. Πρωτεσίλαος καὶμετὰ θάνατον ἐρῶν τῆς γυναικὸς κατὰ μῆνιν Ἀφροδίτης ᾐτήσατο τοὺς κάτωσθένοντας ἀνελθεῖν καὶ ἀνελθὼν εὗρεν ἐκείνην ἀγάλματι αὐτοῦ περικειμένην. αἰτήσαντος δέ, φασί, μὴ ὑστερεῖν αὐτοῦ ξίφει διεχρήσατο ἑαυτήν. Ἕτεροι δὲἄλλως φασὶ τὴν Λαοδάμειαν καὶ τεθνεῶτος τοῦ Πρωτεσιλάου ἔρωτι ἐκκαίεσθαιχόλῳ Ἀφροδίτης. ἀγγελθέντος γὰρ τοῦ πάθους οὐ μόνον χαλεπῶς ἤνεγκε, φασίν, ἀλλὰ καὶ ἀναγκαζομένη πρὸς τοῦ πατρὸς γάμῳ δευτέρῳ ζευχθῆναι οὐκ ἀπέστητοῦ ἐρᾶν, ἀλλὰ κατεχομένη ἐνυκτέρευε μετὰ τοῦ ἀνδρός, μᾶλλον αἱρουμένη τὴνπρὸς τὸν τεθνεῶτα, φασί, συνουσίαν ἢ τὴν πρὸς τοὺς ζῶντας ὁμιλίαν, καὶἐξέλιπεν ὑπ' ἐπιθυμίας. μεμύθευται δὲ ταῦτα διὰ τὸ ἐκείνης φίλανδρον ἀνειδωλοποιουμένης, ὡς εἰκός, τὸν ἄνδρα καὶ συνεῖναι δοκούσης αὐτῷ καὶ θανόντι. Δῆλον οὖν, ὡς κατὰ τοὺς λόγους τούτους οἱ ἀμέτρῳ ἔρωτι κάτοχοι σκωφθήσονται, ὡς ἄρα καὶ θανόντες ἐρῷεν ἄν, κατὰ τὸν ἐπὶ Πρωτεσιλάῳ μῦθον καὶ τῇ αὐτοῦγυναικί. (ῃς. 701) Δάρδανος δὲ ἀνήρ, ὡς ὁ Πορφύριος ἄριστα διασκευάζει, ἢ κατὰ γένος ὁ ἐκ τῶν Δαρδάνων, ὡς καὶ ἐπὶ Πατρόκλου, ὃν βάλε Δάρδανοςἀνήρ, ὅπερ οὕτω δόξαν τῷ ποιητῇ διασαφεῖ ἐκεῖ. ποῖος Δάρδανος; Πανθοΐδης Εὔφορβος. καί φασιν οἱ παλαιοί, ὅτι, εἴπερ ἦν τῶν ἐνδόξων ὁ ἀνήρ, ἐμνήσθηἂν αὐτοῦ ὁ ποιητής, καὶ ὅτι παθαινόμενος οἷον ὁ ποιητὴς ἐπὶ τῷ ἥρωϊ ὀκνεῖπρὸς ὄνομα εἰπεῖν τὸν ἀνελόντα, ἵνα μὴ ἀοίδιμος εἴη, ὥς που καὶ ὁ τὸν τῆςἘφεσίας ναὸν Ἀρτέμιδος ἐμπυρίσας ἐσιγήθη ἐπίτηδες κοινῷ ψηφίσματι παλαιῷ, ἵνα μὴ περιώνυμος εἴη τοῖς εἰς ἔπειτα. ἤγουν Δάρδανον ἄνδρα, ὡς ἐρρέθη, νοήσειτις ἀορίστως κατὰ ἐθνικὸν εἶδος ἢ ὀνοματικῶς, τουτέστι κατὰ κύριον ὄνομα ὁμώνυμον τῷ ἐθνικῷ, ὥσπερ καὶ Ἀχαιὸς κατὰ τὸν αὐτὸν Πορφύριον τραγῳδίαςποιητὴς Ἐρετριεύς, ὁμώνυμος τῷ ἐθνικῷ, καὶ Λίβυς ὁμοίως ὁ Λυσάνδρουἀδελφὸς καὶ Ἐπειὸς ὁ τέκτων τοῦ δουρείου ἵππου, κατὰ ὁμωνυμίαν τοῦ ἐθνικοῦ, καὶ Σκύθης ὁ Ἀκαδημαϊκὸς σοφὸς κατὰ φωνὴν ἐθνικὴν καὶ Μαίων Αἱμονίδης ὁμωνυμῶν τῷ Λυδικῷ ἐθνικῷ Μαίονι. οὕτως οὖν καὶ Δάρδανος εἴη ἂν κύριον, ὃς ἀνεῖλε Πρωτεσίλαον, ὥσπερ κύριον καὶ ὁ Δάρδανος, ὃνἀνελεῖ ὁ Ἀχιλλεύς, ὃς καὶ Τρῶα ῥίπτει που Ἀλαστορίδην, ὁμώνυμον τῷ ἐθνικῷΤρωΐ. εἰ δέ τι δοκεῖ ἐμποδὼν εἶναι εἰς τοῦτο προσκείμενον τὸ «ἀνήρ»– οὐδεὶςγὰρ ἄν, φασίν, εἴποι Πρίαμος ἀνήρ– ἐνθυμητέον τὸ «φῶτα Ἡρακλέα», ὅμοιον ὂν τῷ Δάρδανον ἄνδρα καὶ Δάρδανος ἀνήρ. Παλαίφατος δέ, φασίν, ἱστορεῖ, ὅτι Αἰνείας ἀνεῖλε τὸν Πρωτεσίλαον· ἕτεροι δὲ ὑπὸ Ἀχάτου αὐτὸνπεσεῖν φασιν, ἑταίρου Αἰνείου· τινὲς δὲ Δάρδανον ἄνδρα ἐνταῦθα τὸν Ἕκτορανοοῦσιν, ὅπερ οἱ μὴ ἀποδεχόμενοί φασιν, ὅτι ἐὰν ὁ Ἕκτωρ ἔρριψε τὸν Πρωτεσίλαον, εἶχεν εἰπεῖν ὅτι τὸν ἔκτανε φαίδιμος Ἕκτωρ ἢ Δάρδανος Ἕκτωρ. (ῃ. 702) Ὅρα δὲ τὸ «νηὸς ἀποθρῴσκοντα». οὐ γὰρ εἶπεν ἐκθορόντα, ἀλλ' ἔτι ἀποθρῴσκοντα· τοῦτο δὲ τὸν βαλόντα σεμνύνει, ὡς οὕτω ταχὺ διαχειρισάμενον τὸν Πρωτεσίλαον. [Ἰστέον δὲ ὅτι τὸ θρῴσκειν οὕτω παράγουσιν οἱπαλαιοί. θορῶ ἢ θόρω βαρυτόνως τὸ πηδῶ, οὗ παράγωγον θορίσκω, ὡς ῥυΐσκω, τελίσκω, καὶ ὑπερθέσει θροΐσκω, καὶ ἐκτάσει καὶ προσγραφῇ ἀναγκαίᾳ τοῦ ˉιθρῴσκω.] Τὸ δὲ πολὺ πρώτιστόν τινα τῶν ἀντιγράφων πολυπρώτιστον ὑφὲνγράφουσι. τοῦτο δὲ καὶ φερωνυμίαν τινὰ παραλαλεῖ τῆς τοῦ Πρωτεσιλάουκλήσεως, ὡς μὴ ἁπλῶς πρώτου ἐν λαῷ τῷ Ἀχαϊκῷ, ἀλλὰ ὡς πολὺ πρωτίστουκαὶ πηδήσαντος καὶ πεσόντος. ἐκ τοῦ πρωτεύσω δὲ μέλλοντος παρήχθη τὸ Πρωτεσίλαος. οἱονεὶ γὰρ Πρωτευσίλαος καὶ ἀπελεύσει τοῦ ˉυ Πρωτεσίλαος. Τὸ δὲ πολὺ πρώτιστον πρὸς διαστολὴν εἴρηται. πολλῶν γὰρ ἐκθορόντων καὶπεσόντων ἀεὶ πρῶτος ὁ πρό τινος πίπτων. πολὺ δὲ πρώτιστος ὁ Πρωτεσίλαος. περὶ οὗ σημείωσαι, ὅτι κοινῶς μὲν λεγόμενος πίπτει εἰς μέτρον Ὁμηρικόν, Ἀττικῶς δὲ οὔ. Πηνέλεων μὲν γὰρ ἐρεῖ τις καὶ Ἰόλεων, Πρωτεσίλεων δὲ οὐκ ἂν εἴπῃ, εἴπερ οὐδὲ Μενέλεων. οὐ γὰρ παραληπτέα τὰ τοιαῦτα εἰς μέτρονδακτυλικόν. (ῃ. 707) Τὸ δέ «ὃ δ' ἄρα πρότερος» ἐφερμηνευτικόν ἐστι τοῦ» ὁπλότερος γενεῇ», ἵνα μή τις ὁπλότερον νοήσῃ τὸν θρασύτερον. (ῃ. 711– 5) Ὅτι «οἳ Φερὰς ἐνέμοντο παραὶ Βοιβηΐδα λίμνην, Βοίβην καὶ Γλαφυρὰςκαὶ ἐϋκτιμένην Ἰαωλκόν, τούτων ἦρχεν Εὔμηλος, Ἀδμήτου φίλος παῖς, ἕνδεκα νηῶν, ὃν ὑπ' Ἀδμήτῳ ἔτεκε δῖα γυναικῶν Ἄλκηστις, Πελίαο θυγατρῶν εἶδος ἀρίστη». Ὅτι δὲ φίλανδρος καὶ αὕτη ἡ Ἄλκηστις, ἡ τοῦ Πελίου, καὶ ὡς θανάτῳ παρέβαλεν ἑαυτὴν ἀντὶ τοῦ ἀνδρὸς Ἀδμήτου ἐκ ζώντων γενομένου, εἴπως εἰς φῶς ἐκεῖνος παλινδρομήσει, δηλοῦσιν οἱ παλαιοὶ καὶ μάλιστα οἱποιηταί. ὁ γοῦν Εὐριπίδης καὶ δραματουργίας διασκευὴν ἐκ τῆς γυναικὸςταύτης πορίζεται καὶ τὸ δρᾶμα ἐπιγράφει Ἄλκηστιν. περὶ δὲ ταύτης καὶ τοιαύτημυθολογία φέρεται. Φασὶ Πελίαν προθεῖναι τὸν τῆς Ἀλκήστιδος γάμον τῷδυναμένῳ συζεῦξαι λέοντι κάπρον, Ἀπόλλωνα δὲ τῷ Ἀδμήτῳ τοῦτο ἐκτελέσαι καὶ τὸν γάμον αὐτῷ ἐγγυῆσαι. ἀπὸ δὲ τοῦ ῥηθέντος Ἀδμήτου σκόλιόν τι ἐν Ἀθήναις ἦν ᾀδόμενον, ὡς καὶ Παυσανίας φησὶν ἐν τῷ οἰκείῳ Λεξικῷ λέγων, ὡς οἱμὲν Ἀλκαίου φασὶν αὐτό, οἱ δὲ Σαπφοῦς, οἱ δὲ Πραξίλλης τῆς Σικυωνίας. ἀρχὴ δὲ τοῦ μέλους αὕτη «Ἀδμήτου λόγον, ὦ' ταῖρε, μαθὼν τοὺς ἀγαθοὺςφίλει, τῶν δειλῶν δ' ἀπέχου γνούς, ὅτι δειλῶν ὀλίγα χάρις». ἔοικε δὲ διὰ μὲντῶν ἀγαθῶν τὴν γενναίαν καὶ φίλανδρον ὑποδηλοῦν Ἄλκηστιν, διὰ δὲ τῶνδειλῶν τὸν Ἀδμήτου πατέρα, ὃς ὤκνησε θανεῖν ὑπὲρ τοῦ παιδός. ὅτι δὲ καὶγυναῖκες ἦσαν οὐ μόνον ἄλλως σοφαί, ἀλλὰ καὶ μελοποιοί, οὐ μόνον ἐκ τῆςῥηθείσης Πραξίλλης δῆλον, ἀλλὰ καὶ Σαπφοῦς καὶ Κορίννης καὶ Ἠρίννης. ἦν δὲ ποιήτρια κρουμάτων καὶ Χαριξένη, ὅθεν παροιμία παρὰ τῷ Κωμικῷἐν Ἐκκλησιαζούσαις· «τἀπὶ Χαριξένης τάδ' ἐστίν». [Ἰστέον δὲ ὡς ἡ ῥηθεῖσα Ἤριννα Λεσβία μὲν ἦν ἢ Ῥοδία ἢ Τεΐα ἢ Τηλία, ἐκ Τήλου νησιδίου ἐγγίζοντος τῇ Κνίδῳ. Ποιήτρια δὲ ἦν καὶ ἔγραψε ποίημα Ἠλακάτην Αἰολίδι γλώσσῃ καὶ Δωρίδι ἐν ἔπεσι τριακοσίοις. ἦν δὲ ἑταίρα Σαπφοῦς καὶ ἐτελεύτησε παρθένος. οἱ δὲ στίχοι αὐτῆς ἐκρίθησαν ἐνάμιλλοι τοῖς Ὁμήρου. ἀπῆλθε δὲ ἐννεακαιδεκέτις. Δήλωσις δὲ τῶν ῥηθέντων καὶ τὸ εἰς αὐτὴν ἐπίγραμμα τοῦτο· «Λέσβιον Ἠρίννης τόδε κηρίον, ἁδὺ τὸ μικρόν, ἀλλ' ὅλον ἐκ Μουσέων κιρνάμενον μέλιτι. οἱ δὲτριηκόσιοι αὐτῆς στίχοι ἶσοι Ὁμήρῳ τῆς καὶ παρθενικῆς ἐννεακαιδεκάτευς, ἣ καὶἐπ' ἠλακάτῃ μητρὸς φόβῳ καὶ ἐφ' ἱστῷ ἑστήκει Μουσῶν λάτρις ἐφαπτομένη. Σαπφὼ δ' Ἠρίννης ὅσσον μελέεσσιν ἀμείνων, Ἤριννα Σαπφοῦς τόσσον ἐνἑξαμέτροις». καὶ τοῦτο μὲν τοιοῦτον. Εἰ δὲ γυνὴ ἐποποιὸς τὴν Πινδάρουλυρικὴν ἀπήλεγξεν ἡττηθέντος, ἱστόρηται καὶ αὐτό. Βοιωτία δὲ ἦν ἐκείνη τὸἔθνος. ὡς δὲ καὶ Θεανώ τις γυνὴ Λοκρὶς λυρικὴ ἦν, ἱστοροῦσιν οἱ παλαιοί. περιᾴδεται δὲ ὁμοίως καί τις Μοιρώ, ἡ καὶ εἰς Ποσειδῶνα γράψασα ὕμνον.] (ῃ. 711) Φεραὶ δὲ ἀπὸ Φέρητος παρονομάζονται, υἱοῦ Κρηθέως, ἢ ἀπὸ Φερᾶςθυγατρὸς Αἰόλου. δύο δὲ ἦσαν Φεραί, ἡ μὲν ἀρχαία, ἡ δὲ νέα, διέχουσαι ἀλλήλωνσταδίους ὀκτώ. εἰσὶ δέ, φασί, καὶ ἕτεραι τρεῖς Φεραί, Ἰαπυγίας, Αἰτωλίαςκαὶ Παρθυαίων. Φηραὶ μέντοι καὶ Φειαί, παρ' Ὁμήρῳ εὑρισκόμεναί που καὶαὐταί, ἕτεραί εἰσι παρὰ τὰς Φεράς. Φηραὶ μὲν γὰρ πόλις Πελοποννήσου, ἔτι δὲκαὶ χώρα, ὡς δηλοῖ ὁ Γεωγράφος εἰπών, ὅτι τῆς Φηρῆς χώρας μέρος καὶ ἡ Μεσσηνία. Φειαὶ δὲ πόλις τῆς Ἤλιδος. ῥηθήσεται δέ τι περὶ τῶν Φερῶν καὶ ἑξῆς ἐν τῷ τῶν Μαγνήτων καταλόγῳ. ὁ δὲ Γεωγράφος λέγει καί, ὅτι ἐξαρθεῖσαίποτε αἱ Φεραὶ συνεστάλησαν ὕστερον καὶ ὅτι αἱ Φεραὶ τῶν Πελασγικῶνπεδίων πέρας πρὸς τὴν Μαγνησίαν καὶ ὅτι ἐπίνειον Φερῶν Παγασαί, ἀπὸ τῆςἐκεῖ ναυπηγίας τῆς Ἀργοῦς ἢ ἀπὸ τῶν πηγῶν, αἳ πολλαὶ ῥέουσιν ἐκεῖ. Βοιβηῒςδὲ λίμνη Θετταλικὴ κατὰ τὸν Γεωγράφον, ἐλάττων τῆς Νεσωνίδος καὶ πλησιεστέρα τῇ παραλίᾳ. λέγει δὲ ὁ αὐτὸς καί, ὅτι Βοιβηῒς λίμνη πλησιάζουσα Φεραῖςκαὶ Βοίβη χωρίον ἐπὶ τῆς λίμνης κείμενον. ἀλλαχοῦ δὲ ταῖς ἑπτὰ πόλεσιν, ἃς εἰς Δημητριάδα συνῴκισεν ὁ Πολιορκητὴς Δημήτριος, καὶ τὴν Βοίβην συναριθμεῖ. ἐν ἄλλοις δὲ λέγει, ὅτι ἐπείπερ ἡ Βοίβη μία τῶν περιοικίδων Δημητριάδος, ἀνάγκη καὶ τὴν Βοιβηΐδα λίμνην πλησίον εἶναι. Σημείωσαι δὲ ὅτι, ἐπειδὴ ἐφάνηἀνωτέρω ἡ Βοιβηῒς οὐ μακρὰν οὖσα τῆς Νεσωνίδος– λέγει δέ που ὁ Γεωγράφος, ὅτι τὴν Νεσωνίδα ὑπερκλύζων ὁ ποταμὸς ἀφῃρεῖτό τι τῆς ἀροσίμου τοὺς Λαρισσαίους– ἔστι νοῆσαι φανερῶς οὐ πόρρω Λαρίσσης τήν τε Νεσωνίδατήν τε Βοιβηΐδα, ἥτις, ὡς εἰκός, ἀπὸ τῆς ῥηθείσης Βοίβης παράγεται. εἰ δὲ καὶπλησίον Φερῶν ἡ Βοιβηΐς, ὡς ἐρρέθη, οὐκ ἄρα Φεραὶ κατά τινας αἱ νῦν Σέρραι. Εἴρηται δέ, φασί, Βοίβη ἀπὸ Βοίβου, υἱοῦ Γλαφύρου, τοῦ τὰς Γλαφύραςκτίσαντος, ὡς ἱστορεῖ ὁ ἀπογραψάμενος τὰ Ἐθνικά, ὃς λέγει καί, ὅτι ἐστὶ καὶ Κρητικὴ Βοίβη καὶ Μακεδονικὴ δὲ λίμνη Βοίβη καί, ὅτι ἡ ῥηθεῖσα Βοιβηῒς καὶ Βοιβία λέγεται. (ῃ. 712) Τὰς δὲ Γλαφυρὰς βαρύνουσιν οἱ ἀκριβέστεροι πρὸςδιαστολὴν τοῦ ἐπιθέτου, κληθείσας ἀπὸ τοῦ μνημονευθέντος Γλαφύρα, ὡς ὁαὐτὸς Ἐθνικογράφος ἱστορεῖ, παρ' ᾧ φέρεται, ὅτι καὶ κώμη Κιλικίας ἐστὶ Γλαφύραι καλουμένη, ἀπέχουσα Ταρσοῦ τριάκοντα σταδίους πρὸς δύσιν, ἐν ᾗπηγὴ ἀπὸ ῥωγάδος καταρρέουσα καὶ συνιοῦσα τῷ εἰς Ταρσὸν εἰσβάλλοντιποταμῷ. περὶ ἧς Παρθένιος γράφων ἄλλα τε λέγει καί, ὅτι «παρθένος Κιλίκωνἀνακτορίην ἔχουσα ἀγχίγαμος πέλε, καθαρῷ δ' ἐπεμαίνετο Κύδνῳ Κύπριδοςἐξ ἀδύτων πυρσὸν ἀναψαμένη, εἰς ὅ κέ μιν Κύπρις πηγὴν θέτο, μῖξε δ' ἔρωτι Κύδνου καὶ νύμφης ὑδατόεντα γάμον». Ἰαωλκὸς δὲ ἀπὸ Ἰαωλκοῦ, φασίν, υἱοῦἈμύρου, ἀφ' οὗ Ἀμυρικὸν πεδίον ἐν Λαρίσσῃ. εὑρίσκεται δέ ποτε καὶ τρισυλλάβως Ἰωλκός. ῥηθήσεται δέ τι περὶ ταύτης καὶ περὶ τῆς Βοίβης καὶ μετ' ὀλίγα. Λέγει δὲ ὁ Γεωγράφος καί, ὅτι Δημητριάδος ἑπτὰ στάδια ὑπέρκειται θαλάσσηςἸωλκός καὶ ὅτι Ἰωλκὸν αὐξηθεῖσάν ποτε κατέλυσαν αἱ στάσεις, οὕτω δὲ καὶ τὰς Φεράς. καὶ ὅτι κατέσκαπται ἐκ παλαιοῦ Ἰωλκὸς καὶ Βοίβη, ὕστερον δὲκῶμαι ἦσαν Δημητριάδος. ἐκτείνεται δὲ μεγεθυνομένη ἡ παραλήγουσα, εἴτετρισυλλάβως Ἰωλκός λέγεται, εἴτε τετρασυλλάβως Ἰαωλκός, ἴσως παρὰ τὴν ὦλκα. [Ἐϋκτιμένη δὲ οὐ μόνον πόλις ὡς ἐνταῦθα, ἀλλά που καὶ ἀλωή. καὶ εἰμὲν ἀπὸ ἀρρήτου θέματος τοῦ κτίω γίνεται, οὐκ ἔστιν ἀπισχυρίσασθαι. εἰ δὲ ἀπὸτοῦ κτίζω ἐκλίθη, ἔλλειψιν ἔχει τοῦ ˉσ τοῦ καλῶς κειμένου ἐν τῷ κτίσμα. οὕτωδὲ ἔπαθε καὶ ἡ Κτιμένη τὸ κύριον καὶ οἱ κτίται δέ, ὧν ἡ χρῆσις παρ' ἄλλοις. πολλαὶ δέ εἰσι λέξεις καὶ ἄλλαι ἀπέλευσιν παθοῦσαι τοῦ σίγμα, ὡς καὶ ὁ γνωτόςκαὶ τὰ ἐξ αὐτοῦ.] (ῃ. 716– 28) Ὅτι Φιλοκτήτης τόξων εὖ εἰδὼς ἑπτὰ νεῶνἦρχεν, «ἐρέται δ' ἐν ἑκάστῃ πεντήκοντα ἐμβέβασαν», ἤγουν ἐμβεβήκεισαν, «τόξων εὖ εἰδότες ἶφι μάχεσθαι». ἦσαν δὲ περὶ αὐτόν «οἳ ἄρα Μηθώνην καὶ Θαυμακίην ἐνέμοντο καὶ Μελίβοιαν εἶχον καὶ Ὀλιζῶνα τρηχεῖαν». εἶτα σχηματίζων τὰ κατὰ Φιλοκτήτην τρόπον τινὰ ὡς τὰ τοῦ Ἀχιλλέως καὶ τὰ τοῦ Πρωτεσιλάου φησίν· «ἀλλ' ὃ μὲν ἐν νήσῳ κεῖτο κρατερὰ ἄλγεα πάσχων Λήμνῳ ἐν ἠγαθέῃ, ὅθι μιν λίπον Ἀχαιοὶ ἕλκεϊ μοχθίζοντα κακῷ ὀλοόφρονος ὕδρου· ἔνθ' ὅ γε κεῖτ' ἀχέων, τάχα δὲ μνήσεσθαι ἔμελλον» αὐτοῦ Ἀργεῖοι. οὐμὴν οὐδὲ οὗτοι ἄναρχοι ἦσαν. ἐπόθουν γε μὴν τὸν ἀρχηγόν. ἀλλὰ Μέδωνἐκόσμησεν αὐτοὺς Ὀϊλέως νόθος υἱός, ὃν ὑπ' αὐτῷ Ῥήνη ἔτεκε. καὶ τοῦτο μὲν ὅμοιον τοῖς περὶ Πρωτεσίλαον. ἔφη γὰρ καὶ ἐκεῖ «οὐδὲ μὲν οὐδ' οὗτοι ἄναρχοιἔσαν, πόθεόν γε μὲν ἀρχόν, ἀλλ' ἐκόσμησεν αὐτοὺς ὁ δεῖνα». τὸ μέντοι «ἀλλ' ὃμὲν ἐν νήσῳ κεῖτο» καὶ τὸ «ἔνθα ὅ γε κεῖτο ἀχέων» καὶ τὸ «τάχα δὲ μνήσεσθαιἔμελλον» ἐοίκασι τοῖς τοῦ Ἀχιλλέως, πλὴν ὅσον ἐκεῖ μὲν εἶπε «τάχα δ' ἀνστήσεσθαι ἔμελλεν», ἐνταῦθα δέ· «τάχα δὲ μνήσεσθαι ἔμελλον». οὕτωμεθοδεύει δεξιῶς ἡμῖν ὁ ποιητὴς τὰς τῶν πραγμάτων ὁμοιότητας ἐν ὁμοιοτροπίᾳλόγου διεξάγειν, μὴ δεδιότας ἀδολεσχίας ἢ πενίας τῆς ἐν λόγῳ κατέγκλησιν. (ῃ. 716) Ἰστέον δὲ ὅτι ἡ Μηθώνη ἔκτασιν ἔπαθε κατὰ τοὺς παλαιοὺς τῆςἀρχούσης ἤγουν τῆς ˉμˉε συλλαβῆς. Μεθώνη γὰρ ὤφειλε ῥηθῆναι. τρεῖς δέ, φασί, Μεθῶναι, ἡ ἐν Μακεδονίᾳ, ἄποικος Ἐρετριέων, καὶ ἡ ὑπὸ τῷ Φιλοκτήτῃ καὶ ἡ περὶ Τροιζῆνα. καὶ τοῦτο μὲν οἱ Σχολιασταὶ οἱ λέγοντες καί, ὅτι τοὺς τοιούτους Μεθωναίους οἱ μὲν Αἰολεῖς φασίν, οἱ δὲ Ἀχαιούς, οἱ δὲ Ἐνιᾶνας· ἕτεροι δὲπερὶ Τροιζῆνα μὲν καὶ Μακεδονίαν Μεθώνης οὐ μέμνηνται, ἄλλως δὲ ἀριθμοῦσιτρεῖς Μεθώνας λέγοντες, ὅτι Μεθώνη Φιλοκτήτου ἑτέρα τῆς Θρᾳκίας Μεθώνης, ἣν κατέσκαψε Φίλιππος, ἔνθα δηλαδὴ καὶ ὁ Ἀστὴρ στρατιώτης οὕτω καλούμενος τοξεύσας ἔβλαψε τὸν Φίλιππον εἰς ὀφθαλμόν. ἔστι δὲ καὶ ἑτέρα, φασί, Πελοποννησία. ὁ δὲ τὰ Ἐθνικὰ γράψας Θρᾳκίαν καὶ αὐτὸς ἱστορεῖ Μεθώνην, ἔτι δὲ καὶ περὶ Μακεδονίαν, κληθεῖσαν οὕτω παρὰ τὸ μέθυ. πολύοινος γάρ, φησί. καὶ Λακωνικὴ δέ, φησί, Μεθώνη ἐστίν. αὕτη δὲ μέχρι καὶ εἰσάρτιφυλάσσει τὴν κλῆσιν ταύτην. ταύτης ὁ πολίτης Μεθωναιεύς, φησίν, ὡς Κορωναιεύς. Πορφύριος δὲ Φθίους τοὺς ἐκ τῆς ὑπὸ τῷ Φιλοκτήτῃ Μεθώνης καλεῖσθαιἱστορεῖ λέγων, ὅτι τῶν περὶ Μεθώνην, οὓς Φθίους λέγει ὁ ποιητής, ἡγεῖτο Φιλοκτήτης. ὁ Γεωγράφος δὲ οὐ τοὺς περὶ Μεθώνην μόνους Φθίους φησὶλέγεσθαι, ἀλλά, ὡς καὶ προείρηται, κοινῶς τοὺς ὑπὸ τῷ Ἀχιλλεῖ καὶ τῷ Πρωτεσιλάῳ καὶ τῷ Φιλοκτήτῃ. [Ἰστέον δὲ ὅτι, καθὰ ἡ Θρᾳκικὴ παρὰ τὸ μέθυ ἐρρέθη, οὕτω καὶ ἡ Λεσβικὴ Μήθυμνα. Μέθυμνα γὰρ διὰ τὸν Διόνυσον καὶ ἐκτάσει τῆς ἀρχούσης Μήθυμνα, ὁμοίως τῷ Μεθώνη, Μηθώνη.] Τὴν δὲ Θαυμακίαν πόλιν Μαγνησίας ὁ τῶν Ἐθνικῶν συλλέκτης φησὶ λέγων καὶ ἑτέραν εἶναι Θαυμακίαν κατὰ τὸν Μηλιᾶ κόλπον καὶ νῆσον δὲ ὁμώνυμον. οἱδὲ πολῖται τῆς Θαυμακίας Θαυμακοί. (ῃ. 717) Τῆς δὲ Μελιβοίας τὸ ἐθνικὸν Μελιβοεύς. ὁρᾷ δέ, φασίν, αὕτη καὶ ἡ Ὀλιζὼν πρὸς τὸ Αἰγαῖον. ἐκλήθη δὲ ἡ ῥηθεῖσα πόλις Μελίβοια ὁμωνύμως ἡρωΐδι γυναικί, ὡς ἐν τῷ περὶ Μαγνήτωνλόγῳ δηλωθήσεται. Ἡ δὲ Ὀλιζὼν καὶ ὀξύνεται καὶ φυλάσσει τὸ ˉω ἐν ὅλῃ τῇ κλίσει· φασὶν οὖν Ἀπίων καὶ Ἡρόδωρος Ὀλιζῶνα ὡς Μεδεῶνα, δηλοῦντες ὡςἐν ὀλιγίστῳ, ὅτι ὥσπερ ἡ Μεδεών, οὕτω καὶ ἡ Ὀλιζὼν παρακατέχουσι διόλουτὸ ˉω. ὀξύνεται δέ, φασίν, ἡ Ὀλιζὼν πρὸς διαστολὴν τοῦ ὀλίζων ἤτοιὀλίγος, ὡς τὸ «λαοὶ δ' ὑπ' ὀλίζονες ἦσαν». Θετταλοὶ γάρ, φασί, τὸ μικρὸνὄλιζον καλοῦσιν· ὅθεν καὶ ἡ πόλις ἐκλήθη διὰ τὸ μικρὰ εἶναι. ὁ πολίτης ταύτηςὈλιζώνιος. Ὅρα δέ, ὅτι ἕτεροι φανερῶς οἱ Ὀλιζώνιοι οὗτοι τῶν ἈσιανῶἉλιζώνων, περὶ ὧν ἐν τοῖς μετὰ ταῦτα ῥηθήσεται. Αἰολικοὶ δὲ οἱ Ὀλιζώνιοι, ὡς δηλοῖ καὶ ὁ Πορφύριος ἱστορῶν, ὅτι Φιλοκτήτης ἐρώμενος Ἡρακλέος ἐκ Μεθώνης καὶ Μελιβοίας καὶ Ὀλιζῶνος Αἰολέων στρατὸν συλλέξας ἑπτὰ ναυσὶν ἀφίκετο εἰς Αὐλίδα, οὗ ἐν Λήμνῳ καταλειφθέντος Μέδων, νόθος ἀδελφὸς Αἴαντος τοῦ μικροῦ, αὐτῶν ἡγήσατο. περὶ δὲ Λήμνου γέγραπται καὶ ἐν τῇ αʹῥαψῳδίᾳ καὶ ἐν τοῖς τοῦ Περιηγητοῦ. (ῃ. 718) Τὸ δέ «τόξων εὖ εἰδώς» ταὐτόνἐστι τῷ εἰδήμων ὢν καὶ ἐπιστήμων τῶν τόξων. διὸ καὶ γενικῇ συντάσσεταιπανταχοῦ. τὸ μέντοι ἐπαγόμενον τὸ «τόξων εὖ εἰδότες ἶφι μάχεσθαι» δίδωσι καὶἄλλως νοεῖν. εἰ γὰρ τοῦτο συμβιβασθείη οὕτω πως· «εὖ εἰδότες», ἤτοι μεμαθηκότες, «ἶφι μάχεσθαι διὰ τῶν τόξων», ὡς λειπούσης τῆς διά προθέσεως, δύναταί τις εἰπεῖν καὶ τὸ τόξων εὖ εἰδότες ἀντὶ τοῦ διὰ τῶν τόξων τεχνῖταιὄντες. ἵνα δὲ μὴ ἀπεναντίας ἥκῃ τις τῇ καθωμιλημένῃ ἀρεσκείᾳ τῶν παλαιῶν, θεραπευτέον καὶ τὸ τόξων εὖ εἰδότες ἶφι μάχεσθαι καὶ τὸ τόξων εὖ εἰδὼς ἐπίσης, ἵνα ὥσπερ τόξων εὖ εἰδὼς λέγεται κατὰ τοὺς παλαιοὺς ὁ τοῦ τοξεύειν ἴδρις, οὕτω καὶ τόξων εὖ εἰδότες οἱ τῆς τοξείας εἰδήμονες. τόξα γὰρ ἐνταῦθα τὴν τοξείανδηλοῖ. Τὸ δέ «ἶφι μάχεσθαι» κατ' ἔλλειψιν τοῦ «ὥστε», ἵνα λέγῃ, ὅτι τόξων εὖεἰδότες, ὥστε δι' αὐτῶν ἶφι μάχεσθαι. Ἐνταῦθα δὲ ὅρα καί, ὅπως τῷ ἄρχοντι Φιλοκτήτῃ τοξικωτάτῳ ὄντι συνεξωμοίωνται καὶ οἱ περὶ αὐτόν. ὅρα δὲ καί, ὅτι ἐν ἀρχῇ τῆς Βοιωτίας μνησθεὶς ὁ ποιητής, ὅσους εἶχεν ἑκάστη τῶν κατὰ Βοιωτοὺς νηῶν ἄνδρας, οὐκέτι οὐδεμιᾶς νηὸς ἐρέτας ἠρίθμησεν, ἀλλ' ἢ μόνουςἐνταῦθα τοὺς τοῦ Φιλοκτήτου, διδοὺς ἀριθμὸν μείζονα καὶ ἐλάττονα, ὧν τὸνμέσον ἐξευρίσκοντες, ὡς μικρόν τι πρὸ τῆς Βοιωτίας εἴρηται, μετροῦσι τὰςτῶν Ἑλλήνων μυριάδας οἱ παλαιοί, ὡς αὐτοῖς εὐηρέστηται. ὅτι δὲ τοξοτῶνἄριστος ὁ Φιλοκτήτης, μεμαρτύρηται. (ῃ. 721) Κρατερὰ δὲ ἄλγεα οὐ τὰ κατὰσῶμα μόνον, ἀλλὰ κατὰ τοὺς παλαιοὺς καὶ τὰ εἰς ψυχήν. (ῃ. 722) Ἠγαθέη δὲ Λῆμνος, τουτέστιν ἀγαστή, ὡς τῷ Ἡφαίστῳ ἀνακειμένη, καθὰ καὶ προγέγραπται. (ῃ. 723) Τὸ δὲ μοχθίζειν ὅμοιόν ἐστι τῷ πολεμίζειν καὶ τῷ νεμεσίζεσθαικαὶ τοῖς ὁμοίοις, ἐν οἷς καὶ τὸ ὀχθίζειν παρὰ τῷ Ὀππιανῷ. Τὸ δέ «ἕλκεϊκακῷ» τὴν καρτερίαν τοῦ ἥρωος ἐνδείκνυται. Ὕδρος δὲ εἶδος ὄφεως δακόντοςτὸν Φιλοκτήτην, οὔτε θανάσιμον, οὔτε μὴν ῥᾳδίως ἰάσιμον, ὅθεν κακῶς πάσχωντὸν πόδα διαβόρῳ νόσῳ κατὰ τὴν τραγῳδίαν καὶ πολλὰ βοῶν καὶ βρυχώμενοςκαὶ φορτικὸς λίαν πάνυ τοῖς Ἀχαιοῖς δόξας ἐξερρίφη ἐν Λήμνῳ ὑπ' αὐτῶν, εἰκαὶ ὕστερον κατὰ χρησμὸν ἀναληφθεὶς αἴτιος τοῦ ἁλῶναι τὴν Τροίαν γέγονε, καταβαλὼν τὸν ἀρχέκακον Πάριν. εἰ δὲ τοιούτου ὕδρου θηλυκὸν ὕδρα, καθ' ἣν καὶ ἡ παροιμιαζομένη Λερναία ὕδρα περιφορεῖται, ζητητέον, εἴ τίς πουμαρτυρεῖ. Δηχθῆναι δὲ τὸν Φιλοκτήτην ὁ Πορφύριος λέγει κατά τινας περὶ Τένεδον ἢ Ἴμβρον, [ἐκεῖθεν δὲ] ἐκτεθῆναι εἰς Λῆμνον. τινὲς δὲ περί τινα Χρύσην νῆσον [ὁμώνυμον Χρύσῃ τινὶ νύμφῃ, ἧς μέμνηται Σοφοκλῆς, ὠμόφροναεἰπὼν αὐτήν.] τὸν δὲ ὕδρον χέρσυδρόν φασί τινες, ὃς παρέχει σηπεδόνας καὶἄλγος, οὗ κατέχεσθαι τὴν σῆψιν θαλάσσης προσρανθείσης. [Σοφοκλέους δὲ οὐμόνον ὕδρου ἀλλὰ καὶ ἐχίδνης μνησθέντος ἐν τοῖς κατὰ τὸν Φιλοκτήτηνζητητέον, εἰ ταὐτὰ πολυωνυμίας λόγῳ ὕδρος καὶ ἔχιδνα.] (ῃ. 724) Τὸ δέ» ἔνθ' ὅ γε κεῖτ' ἀχέων» συμπληρωτικὴ ἐπιτομή ἐστι καὶ παράφρασις τοῦ» ἀλλ' ὃ μὲν ἐν νήσῳ κεῖτο κρατερὰ ἄλγεα πάσχων». Τὸ δὲ μνήσεσθαι ἀλλαχοῦπεριφράζων μνήμην ἐγγενέσθαι λέγει. φησὶ γάρ· «μνημοσύνη πυρὸς γενέσθω», τουτέστι μνήσθητε πυρός. ἐνεπλατύνθη δὲ ὁ ποιητὴς κατὰ τοὺς παλαιοὺς τῷ περὶ Φιλοκτήτου λόγῳ διὰ τὸ μὴ ἔχειν ἀλλαχοῦ τῆς ποιήσεως μνησθῆναι αὐτοῦ. περὶ οὗ καὶ τοῦτο λέγεται. Φιλοκτήτης ἐν Λήμνῳ καθαίρων βωμὸν τῆς ΧρυσῆςἈθηνᾶς ἐδήχθη ὑπὸ ὕδρου καὶ ἀνίατα τραυματισθεὶς εἰάθη αὐτόθι ὑπὸ τῶνἈχαιῶν εἰδότων, ὡς οἱ τοῦ Ἡφαίστου ἱερεῖς ἐθεράπευον τοὺς ὀφεοδήκτους. λέγει δὲ ἡ ἱστορία καί, ὅτι εἵμαρτο μὴ ἁλῶναι τὴν Ἴλιον δίχα τῶν Ἡρακλέος τόξων, ἅπερ εἶχεν ὁ Φιλοκτήτης. διὸ καὶ μνησθέντες αὐτοῦ οἱ Ἀχαιοὶ μετεκαλέσαντο. (ῃ. 729– 33) Ὅτι Ποδαλείριος καὶ Μαχάων, Ἀσκληπιοῦ παῖδε, ἰητῆρε ἀγαθώ, ἤγουν ἰατροὶ ἀγαθοί, τριάκοντα νηῶν ἦρχον καὶ ἀνδρῶν, οἳ εἶχον Τρίκκην καὶ Ἰθώμην κλωμακόεσσαν καὶ Οἰχαλίαν, πόλιν Εὐρύτου Οἰχαλιέως. Ἐνταῦθα δὲ ὅρα, ὅτι τὸ «Ἀσκληπιοῦ» ἐκτείνει διὰ μέτρον τὴν παραλήγουσαν. πολλαχοῦ δὲ τῆς ποιήσεως ἐν τοῖς ἑξῆς μνεία γίνεται τῶν τοιούτων δύο Ἀσκληπιαδῶν, οὓς τοῦ Λαπιθείου γένους φασὶ κατάγεσθαι. Στίλβης γὰρ καὶ Ἀπόλλωνος ὁ Λαπίθης, οὗ ἀπόγονος Ἀσκληπιός, υἱὸς καὶ αὐτὸς Ἀπόλλωνος καὶ νύμφης Κορωνίδος. Ἀσκληπιοῦ δὲ οἱ ῥηθέντες δύο ἰητῆρες. (ῃ. 729) Τρίκκηδὲ πόλις Θεσσαλίας, ἀπὸ Τρίκκης θυγατρὸς μὲν Πηνειοῦ ποταμοῦ, γυναικὸςδὲ Ὑψέως. ταύτην Τρίκκαλά τινές φασιν ἄρτι καλεῖσθαι, οἱ δὲ παλαιοὶ Τρίκαλαοὐδετέρως δι' ἑνὸς ˉκ πόλιν Σικελίας ἱστοροῦσι. περὶ δὲ Τρίκκην κατὰ τὸν Γεωγράφον ἱερὸν Ἀσκληπιοῦ ἀρχαιότατον καὶ ἐπιφανέστατον, ὅμορονΔόλοψι καὶ τοῖς περὶ Πίνδον χωρίοις. Ἡ δὲ Ἰθώμη– Θετταλικὴ δὲ καὶ αὕτη– καλεῖται καὶ Θούμαιον κατὰ τὸν ἀναγραφέα τῶν Ἐθνικῶν, ἀποβολῇ, φησί, τοῦˉι καὶ τροπῇ τοῦ ˉω εἰς τὴν ˉοˉυ δίφθογγον. ἔστι δέ, ὡς προεδηλώθη, καὶ κὴ Ἰθώμη. ἐθνικὸν Ἰθωμαῖος καὶ Ἰθωμήτης. τῷ δὲ Γεωγράφῳ ἐμφέρεται, ὅτι τὴν Ἰθώμην ὁμωνύμως τῇ Μεσσηνιακῇ λεγομένην οὔ φασι δεῖν οὕτωςἐκφέρειν, ἀλλὰ τὴν πρώτην συλλαβὴν ὑφαιρεῖν. νῦν δέ φησιν Θαμαί μετονομασθεῖσαν. χωρίον δέ, φησίν, ἦν ἐρυμνὸν καὶ τῷ ὄντι κλωμακόεν. τῆς δὲ Δημητροπολιτῶν, φησί, χώρας ἦν ἡ Ἰθώμη. καὶ ὅρα, ὅτι τὸ «κλωμακόεν» ἐπὶ ὀχυροῦ τέθειται τόπου, ἐν ᾧ εἰσι κλώμακες, ὁποίων καὶ ὁ Λυκόφρων μέμνηται, ὅ ἐστι τόποι ἢ λόφοι κατὰ τοὺς παλαιοὺς ὑψηλοί. τραχεῖαι δὲ αὗται καὶ πετρώδειςἀναβάσεις εἰσὶ κατακλῶσαι τοὺς δι' αὐτῶν βαίνοντας. φυλάττεται δὲ ἡ λέξιςεἰς ἔτι καὶ νῦν, εἰ καὶ μὴ ἀκραιφνής, ἀλλ' ὑποβάρβαρος, περί που τοὺς Παφλαγόνας, οἳ κρωμακωτοὺς τόπους τοὺς πετρώδεις καὶ οὐ ῥᾷον ἀναβαινομένουςφασί. (ῃ. 730) Περὶ δὲ Οἰχαλίας ἐν τῷ τῶν Πυλίων καταλόγῳ ἱκανῶς ἐρρέθη. τῆς Θεσσαλικῆς δὲ νῦν Ὅμηρος μέμνηται. εἴρηται δὲ καὶ περὶ Εὐρύτουἐκεῖ καὶ τῆς αὐτοῦ θυγατρός, Ἰόλης, δι' ἣν ἐπόρθησεν Ἡρακλῆς τὴν Οἰχαλίαν, εἰς ἣν δοκεῖ γράψαι καὶ Ὅμηρος, ὡς δηλοῖ ὁ ἱστορήσας, ὅτι Κρεώφυλος ὁ Σάμιος ξενίᾳ ποτὲ δεξάμενος τὸν Ὅμηρον ἔλαβε δῶρον ἐξ αὐτοῦ τὴν ἐπιγραφὴν τοῦ ποιήματος, ὃ καλοῦσιν Οἰχαλίας Ἅλωσιν, τουτέστιν ἔσχεν εἰς ἀντίδοσινἐξ Ὁμήρου τὸ μὴ ἐπιγράψαι τὸ βιβλίον ἑαυτῷ, ἀλλὰ τῷ φίλῳ Κρεωφύλῳ, οἷον ὅτι Κρεωφύλου Σαμίου Οἰχαλίας Ἅλωσις. Τινὲς δὲ ἀνάπαλίν φασι Κρεώφυλον μὲν γράψαι, Ὁμήρῳ δὲ ἐπιγραφῆναι τὸ βιβλίον διὰ τὴν ξενίαν. διὸ καὶ Καλλίμαχος ὑποδηλῶν, ὅτι ὁ Κρεώφυλος Ὁμήρῳ ἐπονομάσας τὸποίημα οὐ τὸν Ὅμηρον ἀλλ' ἑαυτὸν ἐσέμνυνεν, ὡς δῆθεν ὁμηρίζοντα, γράφει ἐνἐπιγράμματι οὕτω· «τοῦ Σαμίου πόνος εἰμὶ δόμῳ ποτὲ θεῖον Ὅμηρον δεξαμένου, Ὁμήρειον δὲ καλεῦμαι γράμμα. Κρεωφύλῳ, Ζεῦ φίλε, τοῦτο μέγα». Τινὲς δὲ καὶ διδάσκαλον Ὁμήρου τὸν Κρεώφυλον εἶπον· ἕτεροι δὲ Ἀρισταῖοντὸν Προκοννήσιον, ὡς καὶ ταῦτα ὁ Γεωγράφος ἱστορεῖ, ὃς μνησθείς που Λαρίσσης καὶ Τρίκκης καὶ Πελινναίου λέγει καί, ὅτι Οἰχαλίαν πόλιν Εὐρύτουλεγομένην ἔν τε τοῖς τόποις τούτοις ἱστοροῦσι καὶ ἐν Εὐβοίᾳ καὶ Ἀρκαδίᾳ. (ῃ. 732) Ἐν δὲ τῷ «ἰητῆρε ἀγαθώ» φασὶν οἱ παλαιοί, ὅτι ἔθος ἦν τοῖς πάλαιβασιλεῦσι μανθάνειν τι τῶν χρησίμων, ὡς ἐν πολλοῖς φαίνεται. Ἰστέον δὲ ὅτιπερὶ Θεσσαλίας, ἧς μέρος αἱ ῥηθεῖσαι πόλεις, ἐν τοῖς τοῦ Περιηγητοῦ ἐγράφη, ὅσα ἐχρῆν. ἐνταῦθα δὲ ἰστέον, ὅτι [τε καὶ οἱ Θετταλοὶ τρυφηταὶ ἦσαν, ὡς δῆλονἐκ τοῦ «τάδ' οὐ Κόρινθος οὔτε Λαΐς, ὦ Σύρε, οὐδ' εὐτραπέζων Θετταλῶνχείρ».] καὶ ὅτι Θετταλικὴ ἐλέγετο ἔνθεσις μέγας ψωμός, ὡς Παυσανίας δηλοῖ, καὶ Θετταλικὰ πτερὰ διὰ τὸ πτέρυγάς φησιν ἔχειν τὰς Θετταλικὰς χλαμύδας, ἃςἕτερος ῥήτωρ Θετταλικὰ γέρα λέγει διὰ τὸ ἔπαθλον ἐν τοῖς ἐκεῖ ἀγῶσιν αὐτὰςκεῖσθαι, ὃς λέγει καί, ὅτι Θετταλικοὶ δίφροι διάφοροι, τουτέστι διαφέροντεςπρὸς τοὺς ἄλλους, καὶ ὅτι Θετταλὸν σόφισμα ἐπὶ τῶν μὴ εὐθυμαχούντων ἐνπαρατάξεσι παροιμιάζεται ἀλλὰ κακουργούντων. Παυσανίας δὲ εἰς τοῦτοσαφέστερον φράζων φησί· «Θετταλὸν σόφισμα ἐπὶ μάχης καὶ ἐπὶ σχήματοςκαὶ ἐπὶ παρακρούσεως καὶ ἄλλων μυρίων τάττεται ἀπὸ αἰτίας τοιαύτης. Ἀράτῳ κατιόντι ὁ θεὸς ἔχρησε φυλάξασθαι, μὴ λάθωσιν αὐτὸν οἱ ἐξ ἐναντίαςεὐχῇ μείζονι καὶ λαμπροτέρᾳ κατ' αὐτοῦ χρησάμενοι. ὁ δὲ ἑκατόμβην ἀνδρῶνεὔξατο θύσειν τῷ Ἀπόλλωνι, κατορθώσας δέ, ἃ ἐβούλετο, ἀνεβάλλετο ἀεὶ τὴνθυσίαν διὰ τὸ μὴ ἱεροπρεπῆ εἶναι. ὅθεν ἡ παροιμία ἐπὶ τῶν διατριβόντων τὰςὑποσχέσεις ἢ καὶ ἄλλως παρακρουόντων». ὁ δ' αὐτὸς Παυσανίας ἱστορεῖ καίτινα Ἔμβαρον ἐπὶ εὐχῇ σοφίσασθαι. ἱδρύσατο γάρ, φησί, Μουνυχίας Ἀρτέμιδος ἱερόν. ἄρκτου δὲ γενομένης ἐν αὐτῷ καὶ ὑπὸ Ἀθηναίων ἀναιρεθείσης λοιμὸςἐπεγένετο, οὗ ἀπαλλαγὴν ὁ θεὸς ἐχρησμῴδησεν, εἴ τις τὴν θυγατέρα θύσει τῇἈρτέμιδι. Βάρος δὲ ἢ Ἔμβαρος ὑποσχόμενος οὕτω ποιήσειν ἐπὶ τῷ τὴν ἱερωσύνην τὸ γένος αὐτοῦ διὰ βίου ἔχειν, διακοσμήσας τὴν θυγατέρα, αὐτὴν μὲνἀπέκρυψεν ἐν τῷ ἀδύτῳ, αἶγα δὲ ἐσθῆτι κοσμήσας ὡς τὴν θυγατέρα ἔθυσεν. ὅθεν εἰς παροιμίαν, φησί, περιέστη «Ἔμβαρος εἶ», τουτέστι νουνεχής, φρόνιμος. τῶν τις δὲ παλαιῶν ὀκνήσας περὶ τοῦ Θετταλοῦ σοφίσματος πολυλογῆσαί φησι·» Θεσσαλὸν σόφισμα ὡς πανούργων καὶ ποικίλων μαρτυρουμένων τῶν ἐκεῖ». ὡς εἶναι κατ' αὐτὸν Θετταλὸν σόφισμα μὴ τοῦτο ἢ ἐκεῖνο, ἀλλ' ἁπλῶς τὸπανούργημα, καθὰ ἐμφαίνει καὶ Εὐριπίδης ἐν τῇ μονομαχίᾳ τῶν παίδων τοῦ Οἰδίποδος. ὡς δὲ καὶ ἀνδραποδισταὶ οἱ Θετταλοί, λαλεῖ καὶ ὁ Κωμικὸς τοῦτο. [Σόφισμα δὲ Θετταλὸν φάναι τὸν ἐκ Θετταλίας σοφιστήν, ὡς παρὰ τῷ Ἀθηναίῳκεῖται, μετάληψίς ἐστι νοήματος ἀστεία εἰς νόημα ἑτεροῖον παρὰ τὸ σύνηθες. καί εἰσι πολλὰ τοιαῦτα ζηλωτέα τοῖς παλαιοῖς, ὁποῖον καὶ τὸ «σὺ δέ μοι εἰπέ, ὦ Θετταλὸν πάλαισμα», ἀντὶ τοῦ «ὦ Θετταλὲ ἐλεγκτικέ», ῥηθὲν πρὸς ὁμοιότητατοῦ Θετταλὸν πήδημα καὶ σόφισμα καὶ τῶν ὁμοίων.] (ῃ. 734– 7) Ὅτι πύλῳ, υἱῷ Εὐαίμονος, τεσσαράκοντα νῆες ἕποντο καὶ ἄνδρες «οἳ ἔχον Ὀρμένιον, οἵ τε κρήνην Ὑπέρειαν, οἵ τ' εἶχον Ἀστέριον Τιτάνοιό τε λευκὰ κάρηνα», ἤγουν τὸ Τίτανον ὄρος. Ἔχει δέ τι ἀστεῖον ἐνταῦθα ἡ ῥηθεῖσα τροπή. τὸ γὰρλευκὰ κάρηνα ὡς ἐπὶ πολιᾶς εἴρηται κεφαλῆς. (ῃ. 734) Ὀρμένιον δὲ πόλις Θετταλικὴ μεταξύ, φασί, Φερῶν καὶ Λαρίσσης, ὅθεν ὁ Φοῖνιξ δοκεῖ τισι φυγεῖνεἰς Φθίαν, ὡς καὶ ἀλλαχοῦ ῥηθήσεται. ὠνομάσθη δὲ ἀπὸ Ὀρμένου, πατρὸςἈμύντορος, οὗ παῖς Φοῖνιξ, ὁ τοῦ Ἀχιλλέως τροφεύς. διὸ καὶ τὸ περὶ αὐτοῦ Ὁμηρικὸν ἔπος, ὥς που εἰρήσεται, οὕτω τινὲς ἔγραφον «οἷον ὅτε πρῶτον λίπονὈρμένιον πολύπυρον». ὁ δὲ Γεωγράφος φησίν, ὅτι Ὀρμένιον τὸ νῦν Ὀρμίνιον. ἔστι δὲ κώμη ὑπὸ τῷ Πηλίῳ κατὰ τὸν Παγασιτικὸν κόλπον, μία τῶν συνῳκισμένων πόλεων εἰς τὴν Δημητριάδα. καὶ πάλιν ὁ αὐτός, ὅτι τῶν περιοικίδων Δημητριάδος ἐστὶ καὶ τὸ Ὀρμένιον, ἀπέχον Δημητριάδος πεζῇ σταδίους εἰκοσιεπτά. ἣν ἔκτισε, φησί, Δημήτριος ὁ Πολιορκητὴς ἐπώνυμον ἑαυτοῦ, ἐπὶθαλάσσης συνοικίσας εἰς αὐτὴν τὰς πλησίον πολίχνας, Παγασάς, Ὀρμένιον, Σηπιάδα, Βοίβην, Ἰωλκὸν καὶ ἑτέρας. Ἰστέον δὲ ὅτι ἐντεῦθεν εἶναι δοκεῖ ὁ Θετταλὸς Ἰάσων. Ὁ γοῦν Γεωγράφος ἱστορῶν τινας τῷ Ἰάσωνι μέχρ Κασπίας συμπλεύσαντάς φησιν, ὅτι ὅδε ἦν ἐξ Ὀρμενίου πόλεως τῶν περὶΒοιβηΐδα λίμνην. Ὑπέρεια δὲ κρήνη ἐν μέσῃ τῇ τῶν Φεραίων πόλει. ὠνόμασται δὲ ἀπὸ Ὑπέρητος, υἱοῦ Λυκάονος. ἔστι δὲ καὶ Σικελικὴ πόλις. ἡ μέντοιὙπερησία πόλις Ἀχαίας. ὁ Γεωγράφος δὲ δύο κρήνας οἶδε, Μεσσηΐδα καὶ Ὑπέρειαν, πλησίον τῆς πόλεως Ἑλλάδος καὶ Φαρσάλων. (ῃ. 735) Ἀστέριονδὲ πόλις καὶ αὕτη Θετταλικὴ ἢ ἀπὸ Ἀστερίου τινὸς ἥρωος ἢ διὰ τὸ λαμπρόν. ἐφ' ὑψηλοῦ γάρ, φασί, κειμένη τοῖς πόρρωθεν ὡς ἀστὴρ φαίνεται. ἡ δέ γεἈστερία οὐχ' Ἑλληνική, ἀλλὰ Συρίας πόλις ἐστίν· ἡ δὲ ἐν Ὀδυσσείᾳ Ἀστερὶνῆσος οὐ μεγάλη «μεσσηγὺς Ἰθάκης Σάμοιό τε». ἔστι δὲ καὶ ἈστερουσίαΚρήτης, φασίν, ὄρος καὶ πόλις δὲ περὶ τὸν Ἰνδικὸν Καύκασον. Τίτανος δὲ ἀπὸ τοῦ συμβεβηκότος κατὰ τὸν Γεωγράφον. λευκόγεων γάρ, φησί, τὸ χωρίον. ἔστιδὲ καὶ ὄρος τὸ Τίτανον ὀνομασθὲν οὕτω καὶ αὐτὸ διὰ τὸ τιτανῶδες χρῶμα τῆςγῆς. διὸ καί φησι «Τιτάνου λευκὰ κάρηνα». τίτανον δὲ κυρίως τὴν κονίανφαμέν, τὸ ἰδιωτικῶς λεγόμενον ἄσβεστον, τὸ ἐν λίθοις κεκαυμένοις χνοῶδεςλευκόν. ἐκλήθη δὲ οὕτως ἀπὸ τῶν μυθικῶν Τιτάνων, οὓς ὁ τοῦ μύθου Ζεὺςκεραυνοῖς βάλλων κατέφρυγε· δι' αὐτοὺς γὰρ καὶ τὸ ἐξ ἄγαν πολλῆς καύσεωςκαὶ ὡς οἷον εἰπεῖν τιτανώδους διαθρυφθὲν ἐν λίθοις λεπτὸν τίτανος ὠνομάσθη, οἷα ποινῆς τινος Τιτανικῆς γενομένης καὶ ἐν αὐτῷ. οἱ δὲ παλαιοί φασι· «τίτανος· κόνις, γύψος». Ἔχει δέ τι κάλλος ἀμυδρὸν τὸ «λευκὰ κάρηνα». εἰς ἣν γὰρ λέξινκατέληξε τὸ λευκά, ἐκ τοιαύτης ἄρχεται τὸ κάρηνα. καὶ καλεῖται καὶ τοῦτο τὸσχῆμα ἐπαναστροφή, ὅμοιον ὂν τῷ «ὄλισθε θέων» καὶ τοῖς ὁμοίοις. ἀνωτέρω δὲκαὶ ἄλλο σχῆμα ἦν περικαλλὲς τὸ «οἵ» τρισσάκις [γοργῶς] λεχθέν. ἔφη γάρ· «οἳὈρμένιον εἶχον, οἵ τε Ὑπέρειαν, οἵ τε Ἀστέριον». τοῦτο δὲ ὀνομάζεται τοῖςῥήτορσιν ἐπαναφορά. Τῷ δὲ γράψαντι τὴν τῶν Ἐθνικῶν ἐπιτομὴν δυσχερὲςπροσέχειν, εἰπόντι χωρίον Σικυωνίας τὸ Τίτανον. οὐ γὰρ περὶ Σικυωνίαςἐνταῦθα τῷ ποιητῇ ὁ λόγος, ἀλλὰ περὶ Θετταλίας. εἰ μὴ ἄρα ἐρεῖ τις, ὅτι καὶ ἐν Σικυῶνι χωρίον ἦν ὁμώνυμον τῷ Θετταλικῷ. (ῃ. 738– 47) Ὅτι Πολυποίτης, υἱὸς Πειριθόου, ὃν ἔτεκε Ζεὺς ἐξ Ἱπποδαμείας, νῆας μὲν ἦγε τεσσαράκοντα, ἡγεμόνευε δὲ ἀνδρῶν, «οἳ Ἄργισσαν ἔχον καὶ Γυρτώνην ἐνέμοντο, Ὄρθην Ἠλώνην τε πόλιν τε Ὀλοοσσόνα λευκήν», ἤτοι λευκόγειον, ὡς καὶ ἀνωτέρω ἔλεγε «Τιτάνου λευκὰ κάρηνα». εἶτα ὑπερβατῶς σχηματίζων φησίν· «οὐκ οἶος», ἤγουν οὐ μόνος ὁ Πολυποίτης ἦρχε τῶν ῥηθέντων, «ἅμα τῷ γε Λεοντεύς, ὄζοςἌρηος, υἱὸς ὑπερθύμου Κορώνου Καινείδαο», ἤγουν ὃν ἔτεκεν ὁ Καινεύς. ἐφ' οἷς ὁ ποιητὴς παραπλέκων συνήθως ἱστορίαν μετὰ καὶ τῶν διηγηματικῶνπεριστατικῶν, ἐν οἷς καὶ ὁ καιρός, λέγει, ὅτι τὸν Πολυποίτην «ὑπὸ Πειριθόῳτέκετο κλυτὸς Ἱπποδάμεια ἤματι τῷ, ὅτε φῆρας ἐτίσατο λαχνήεντας, τοὺς δ' ἐκ Πηλίου ὦσε καὶ Αἰθίκεσσι πέλασσε». τοὺς Κενταύρους δὲ φῆρας λέγει λαχνήεντας, φῆρας μὲν διὰ τὰ ἐν τῇ αʹ ῥαψῳδίᾳ λεχθέντα, λαχνήεντας δὲ ὡς τὴντρίχα δασεῖς, ὅ ἐστι βαθύτριχας· λάχνη γὰρ ἡ τρίχωσις, ὡς ἡ ἐπὶ ἄρκτων καὶἀλωπέκων καὶ τῶν τοιούτων, [ἐν οἷς καὶ ἵπποι καὶ λέοντες, καὶ εἴ τις δέ πουκατὰ τὸν Θερσίτην τετρίχωται], γινομένη παρὰ τὸ λαχαίνω, τὸ διαψαίρω καὶδιασκάπτω· εὕρηται δὲ καὶ ἐπὶ φυτῶν ἡ λάχνη. Ὅμηρος οὖν καὶ τὸν ὄροφον– λεπτὸς δέ ἐστι δόναξ ἤτοι καλαμίσκος, δι' οὗ τὰ δώματα ἐρέφονται– τα λέγει διὰ τὴν ἐν ἄκρῳ τριχοειδῆ δασύτητα. (ῃ. 738) Ἰστέον δὲ ὅτι τὴνῥηθεῖσαν Ἄργισσαν εὕρηνται σπάνιά τινα τῶν ἀντιγράφων Ἄργειαν ἔχοντα προπαροξυτόνως διὰ διφθόγγου· πλεονάζει μέντοι ἡ διὰ τοῦ ˉι καὶ τῶν δύο ˉσγραφή. κεῖται δέ, φασίν, ἐπὶ τῷ Πηνειῷ, κτισθεῖσα ὑπὸ τῶν παίδων Λαρίσσης. κατὰ δὲ τὸν ἀναλεξάμενον τὰ Ἐθνικὰ καὶ Ἄργουρα ὕστερον ἐκλήθη. ἦν δέ, φησί, καὶ τόπος Εὐβοίας Ἄργουρα, ὅπου δοκεῖ τὸν Πανόπτην ὁ Ἑρμῆς φονεῦσαι. Ἄργισσα δὲ ὠνομάσθη ἢ ἀπὸ Ἀργείων ἢ διὰ τὸ προσκυρεῖν τοῖς πεδίοις τῆς Θεσσαλίας, ἣν Πελασγικὸν Ἄργος Ὅμηρος εἶπεν. ἐκαλοῦντο δέ, φασίν, οἱ ἐκεῖ καὶ Λεοντῖνοι ἀπὸ Λεοντέως. Γυρτώνη δὲ παρὰ μὲν τῷ ποιητῇτρισυλλάβως, παρὰ δὲ τῷ Γεωγράφῳ εὕρηται δισυλλάβως, ἔνθα φησὶ τοὺς Περραιβοὺς κεῖσθαι μέχρι ἐκβολῆς Πηνειοῦ καὶ Γυρτῶνος, πόλεως Περραιβίδος. καὶ ὁ τῶν Ἐθνικῶν δὲ συναγωγεύς φησι· «Γυρτὼν πόλις Θεσσαλίαςκαὶ Περραιβίας ἀπὸ τοῦ κτίσαντος αὐτὴν Γύρτωνος, ὃς ἦν ἀδελφὸς Φλεγύου». ὅτι δὲ τοὺς Γυρτωνίους Φλεγύας πρότερον ἐκάλουν ἀπὸ τοῦ ῥηθέντος Φλεγύου, ἀδελφοῦ Ἰξίονος, ἱστορίαι δηλοῦσι συχναί. (ῃ. 739) Ἡ δὲ Ὄρθη βαρύνεταιὡς ἡ ἅρπη κατὰ τοὺς παλαιοὺς πρὸς διαστολὴν τοῦ ἐπιθέτου. πόλις δέ, φασί, καὶ αὕτη Περραιβίας ἢ Θεσσαλίας, καλουμένη, φασί, καὶ Κορσέα, παρὰ τὴνκόρσην ἴσως ὡς οἷα κεφαλή τις. ἀκρόπολις γὰρ ἦν Φαλανναίων κατὰ τὸν Γεωγράφον. Περραιβικὴ δὲ πόλις ἡ Φάλαννος, φησί, πρὸς τῷ Πηνειῷ. Ἠλώνη δὲ τῷ μὲν τόνῳ ὡς κορώνη, καθά φασιν οἱ παλαιοί. ἐκτίσθη δὲ ὑπὸἩρακλέος ἐπὶ τῷ θανάτῳ τῶν Κενταύρων· μετέβαλε δέ, φασί, τοὔνομα εἰς Λειμώνην διὰ τὸν ἐν αὐτῇ λειμῶνα. κατεσκάφη δὲ κειμένη ποτὲ ὑπὸ τῷ Ὀλύμπῳ οὐ πολὺ ἄποθεν τοῦ Εὐρώτου κατὰ τὸν Γεωγράφον, ὃν ὁ ποιητὴς Τιταρήσιονλέγει, περὶ οὗ μετ' ὀλίγα δηλωθήσεται. Περραιβικὴν δὲ πόλιν καὶ ταύτην ὁ τὰἘθνικὰ γράψας φησίν. Ἡ δὲ Ὀλοοσσὼν ἡ καὶ Λευκή προσαγορευθεῖσα, ὡςπρὸ ὀλίγου εἴρηται, διὰ τὸ λευκάργιλος κατὰ τὸν Γεωγράφον εἶναι, Περραιβική, φησί, καὶ αὐτὴ ὡς καὶ ἡ Γόννος, ἧς καὶ Λυκόφρων μέμνηται, πρὸς τῷ Ὀλύμπῳκειμένη, ὡς καὶ ἡ προρρηθεῖσα Ἠλώνη· ὁ δὲ τοῖς Ἐθνικοῖς ἐνδιατρίψαςΜαγνησίας πόλιν λέγει αὐτήν. δοκεῖ δὲ φυλάσσειν καὶ νῦν τὴν κλῆσιν παραφθειρομένη βαρβαρικῶς. ἴσως γὰρ αὕτη ἐστὶν ἡ ἄρτι λεγομένη Ἐλασσών. (ῃ. 741) Πειρίθοος δέ, ὃν ἡ κοινὴ συναίρεσις Πειρίθουν λέγει, κεῖται καὶ ἐν τῇ αʹῥαψῳδίᾳ ὡς περίκλυτος. (ῃ. 742) Τὸ δέ «κλυτὸς Ἱπποδάμεια» δυσὶ διαλέκτοις ὑπόκειται. φασὶ γὰρ οἱ παλαιοί, ὅτι Δωρικὴ καὶ Ἀττική ἐστιν ἡ τοιαύτηἐναλλαγὴ τῶν γενῶν. πολλὰ δὲ καὶ ἕτερα τοιαῦτα πολλαχοῦ δηλούμενα, ὧν καὶτὸ «ἐν Πύλῳ ἐν νεκύεσσι», τουτέστιν ἐν τῇ κατὰ νεκροὺς πύλῃ, καὶ τὸ «ἀγγελθεῖσά μοι γενναῖος» καὶ «πλάνος φρενῶν», ἡ πλάνη, καὶ «φαῦλος οὖσα» καὶ» ὁδὸς λεῖος» καὶ «ἡ θυραῖος» παρὰ Σοφοκλεῖ καὶ «ἡ τηλικοῦτος» καὶ «δεινὴθεός» καὶ «μάταιος σπουδή». (ῃ. 743) Τὸ δέ «ἤματι τῷ», ἀντὶ τοῦ τῇ ἡμέρᾳταύτῃ, «ὅτε τοὺς θῆρας ὁ Πειρίθους ἐτιμωρήσατο», ἐνιαύσιον δηλοῖ, φασί, τὸν Κενταυρικὸν γενέσθαι πόλεμον. ἐν τῷ γάμῳ μὲν γὰρ ἡ τῶν Κενταύρων προέβησυμβολή, ὁ τοκετὸς δὲ ἀπελαθέντας εἶδεν αὐτούς. εὐτυχῶς οὖν τὸ βρεφύλλιονεἰς φῶς προέκυψε, νίκης οἷον ἔπαθλον ἐπιφιλοτιμηθὲν ἀριστεύσαντι τῷ πατρί. (ῃ. 744) Τὸ δὲ Πήλιον ἀντίκειται τῇ Ὄσσῃ. ὄρη δὲ ἄμφω δυτικώτερα Ὀλύμπου, δι' ὧν ἐκρέει ὁ Πηνειός. ἔστι δέ, φασί, καὶ πόλις Θεσσαλίας Πήλιον, ἧςἐθνικὸν Πηλιεύς καὶ Πηλιώτης. περὶ δὲ Πηλίου καὶ Ὄσσης καὶ μετ' ὀλίγαῥηθήσεται. Αἴθικες δὲ Θετταλικὸν ἔθνος ὑπερκείμενον τῆς Ἠπείρου, κατὰ δέτινας Μακεδονικόν, κατὰ δὲ ἑτέρους Περραιβικόν. περὶ τούτων δὲ καὶ ὁ Γεωγράφος φησίν, ὅτι ἐξηλάθησαν ὑπὸ Πειρίθου. ὁ δὲ τὰ Ἐθνικὰ γράψας λέγει, ὅτι ἡ μὲν χώρα Αἰθικία ὡς Κιλικία, τὸ δὲ ἔθνος Αἴθικες. ἐν Θετταλίᾳ δὲᾤκουν ἐν τῷ Πίνδῳ ὄρει, ἔθνος ἐπιεικῶς, φησί, παράβολόν τε καὶ βάρβαρονκαὶ λῃστείαις προσκείμενον. Εἰς δὲ τὸ «Αἰθίκεσσι πέλασσεν», ἀντὶ τοῦ «πέλαςτῶν Αἰθίκων τοὺς Κενταύρους ἀφώρισε», φασὶν οἱ παλαιοί, ὅτι τοῦτο μὲν ἀληθές, ἐκεῖνο δὲ μεγαλοποιῶν ὁ Νέστωρ εἶπεν, ἐν τῇ αʹ δηλαδὴ ῥαψῳδίᾳ, τὸ «καὶἐκπάγλως ἀπώλεσαν». ἀληθῶς γὰρ οὐκ ἀπώλοντο οἱ ῥηθέντες θῆρες, ἀλλ' ἀπελήλαντο. (ῃ. 738) Ἰστέον δέ, ὅτι ἐν τῷ «οἳ δ' Ἄργισσαν» καὶ ἑξῆς ὁΓεωγράφος εἰπὼν ἐπὶ τῷ Πηνειῷ κεῖσθαι τὴν Ἄργισσαν λέγει καί, ὅτι ταύτην τὴν χώραν πρότερον μὲν ᾤκουν Περραιβοὶ τὸ πρὸς τῇ θαλάσσῃ μέροςνεμόμενοι καὶ τῷ Πηνειῷ μέχρι τῆς ἐκβολῆς αὐτοῦ καὶ Γυρτώνης πόλεως Περραιβικῆς, ταπεινώσαντες δὲ αὐτοὺς Λαπίθαι, Ἰξίων καὶ ὁ υἱὸς Πειρίθους, κατέσχον τὰ χωρία, οἳ καὶ τὸ Πήλιον κατεκτήσαντο καὶ βιασάμενοι τοὺς ἐκεῖ Κενταύρους ἄγριόν τι φῦλον ἐκ τοῦ Πηλίου ὦσαν καὶ Αἰθίκεσσι πέλασαν, Λαπίθαις δὲ τὰ πεδία παρέδωκαν. (ῃ. 740) Τὸ δὲ Πολυποίτης ὄνομα ἐνταῦθαφερώνυμον οἱ παλαιοὶ λέγουσι, φάμενοι οὕτως αὐτὸν ὀνομασθῆναι, διότι ὁ πατὴρπολλοῖς ποινὴν Κενταύροις ἐπέθετο ἐγχειρήσασιν ἐνυβρίσαι τοῖς γάμοις τῆςμητρὸς αὐτοῦ. οἱονεὶ γοῦν Πολυποινίτης καὶ ἐν συγκοπῇ Πολυποίτης. καὶ ἔστι, φασίν, ὅμοιον τῷ Τισαμενός. υἱὸς δὲ οὗτος Ὀρέστου τὴν κλῆσιν εὑρὼν ἀπὸ τοῦτὸν πατέρα Ὀρέστην τίσασθαι τοὺς φονέας τοῦ πατρός. [καὶ ἄλλως δὲ δόξοιἂν τῷ Πολυποίτῃ ἢ ἡ πόα ἐγκεῖσθαι ἢ ὁ πότος ἢ τὸ ποιεῖν.] Ἱστοροῦσι δὲ καί, ὅτι τὸν Πολυποίτην καὶ τὸν Λεοντέα εἵλοντο ἀρχηγὸν οἱ ἐγχώριοι Πειριθόουεἰς Ἅιδην σὺν τῷ Θησεῖ κατελθόντος, ὡς ὁ μῦθος λέγει, καὶ ὅτι μετὰ τὴνἅλωσιν τῆς Ἰλίου πεζῇ ἐλθόντες Ἄσπενδον τῆς Παμφυλίας ἔκτισαν. Ὅτι δὲἀνδρεῖος καὶ ὁ τοῦ Λεοντέως πάππος Καινεὺς καὶ ὅτι Λαπίθης καὶ αὐτός, δῆλόνἐστιν. εὖ τοίνυν ὁ Πολυποίτης τὸν ὅμοιον προσεταιρίζεται. [Οὐκοῦν ἐν τῷ» Λεοντεύς, ὄζος Ἄρηος», Ἄρης νοοῖτ' ἂν οἱ πρὸς γένους αὐτῷ ἀρεϊκοὶ ἄνδρες. Ἰστέον δέ, ὅτι σπέρμα μὲν εἰπεῖν Ἄρεος ἢ Διὸς ἐκ τῆς κατὰ γένεσίν ἐστιν ἀρχῆς, ὄζον δὲ ἐκ τῶν ὕστερον, ὡς καὶ εἴ τις ἀκρέμονα ἢ παραφυάδα ἐν τοιούτοις ἐρεῖ.] (ῃ. 748– 55) Ὅτι «Γουνεὺς ἐκ Κύφου ἦγε δύο καὶ εἴκοσι νῆας. τῷ δ' Ἐνιῆνες ἕποντο μενεπτόλεμοί τε Περαιβοί, οἳ περὶ Δωδώνην δυσχείμερον οἰκία ἔθεντο, οἵ τ' ἀμφ' ἱμερτὸν Τιταρήσιον ἔργα ἐνέμοντο, ὅς ῥ' ἐς Πηνειὸν προΐει καλλίρροονὕδωρ, οὐδ' ὅ γε Πηνειῷ συμμίσγεται ἀργυροδίνῃ, ἀλλά τέ μιν καθύπερθενἐπιρρέει ἠΰτ' ἔλαιον· ὅρκου γὰρ δεινοῦ Στυγὸς ὕδατός ἐστιν ἀπορρώξ», τουτέστινἀπόρροια. κεῖται δὲ ἡ λέξις καὶ ἐν Ὀδυσσείᾳ, λαμβάνεται δέ ποτε καὶ ἐπὶπετρῶν ἀπεσχισμένων ἐξ ἀλλήλων. οὕτω γὰρ ἀπορρὼξ πέτρα πηγὴν προβάλλεινλέγεται. [Χρῆσις δὲ τοιαύτης πέτρας πολλαχοῦ, ἥτις καὶ καταρρώξ λεχθείη ἂνκατὰ τὸν Σοφοκλῆν, παρ' ᾧ προβλῆτες μέν, ὡς καὶ παρ' Ὁμήρῳ, οἱ καὶπρόβολοι, καταρρῶγες δὲ αἱ διὰ τὸ μὴ ἀντέχειν κύμασιν ἀπορραγεῖσαι πέτραιεἰς ῥωχμούς.] (ῃ. 748) Γουνεὺς δὲ οὗτος ἕτερός ἐστι παρὰ τὸν ἐν τῷ Λυκόφρονιἐργάτην τῆς δίκης Γουνέα ἤτοι τὸν δίκαιον. ἐκεῖνος γάρ, φασίν, Ἄραψ προσηγορίαν ἔχων τὸ δίκαιος, ὡς καὶ ὁ Ἀριστείδης παρ' Ἕλλησι. τοῦ δὲ Ὁμηρικοῦ Γουνέως βασίλειον ἡ Κύφος, πόλις, φασί, Περραιβίας, ἀπὸ Κύφουκληθεῖσα, υἱοῦ Περραιβοῦ τοῦ Παλληνέως. ἔστι δέ, φασί, καὶ Θετταλικὴ καὶποταμὸς δὲ ἦν Κύφος. (ῃ. 749) Τῶν δὲ Ἐνιάνων τὴν ἄρχουσαν [, οὓς Ἐνιῆνας διὰ τοῦ ˉη Ἰωνικῶς φησιν Ὅμηρος,] τὸ μὲν Ὁμηρικὸν μέτρον διὰ ψιλοῦ τοῦ ˉεπαραδίδωσι λόγῳ δακτύλου, ὃς ἀπαρτίζεται ἐν τῷ «τῷ δ' Ἐνιῆνες ἕποντο». καὶτὰ ἀντίγραφα διὰ τοιαύτης προφέρονται γραφῆς, καὶ ἐν ἄλλοις δὲ ἡ τοιαύτηστοιχεῖται παράδοσις. οἱ δὲ πλείους διὰ διφθόγγου τῆς ˉαˉι γράφουσι λέγοντεςκαί, ὅτι Αἰνία πόλις Περραιβῶν καὶ Αἰνιᾶνες οἱ κατοικοῦντες. οἱ δ' αὐτοὶ καὶ Αἰνιεῖς, ἔτι δὲ καὶ Αἴνιοι. ὡς γὰρ Λυκία Λύκιος, οὕτως Αἰνία Αἴνιος, ἐξ οὗ τὸ Αἰνιάν, ὡς μέγιστος μεγιστάν καὶ ἄλκιμος ἀλκιμάν, ὅθεν ὁ Ἀλκμάν, καὶ νέος νεάν, ὅθεν ἡ νεᾶνις καὶ ὁ νεανίας, ὅπερ, ἤγουν τὸ Αἰνιάν, ὁμόφωνόν ἐστι, φασί, τῷ κυρίῳ. ἔστι γὰρ καὶ κύριον ὁ Αἰνιάν. ἐκαλοῦντο δέ, φασί, ποτε καὶ Μηλιεῖς. εἰ δὲ κατὰ τὴν ἀναγραφὴν τῶν Ἐθνικῶν ἦν Αἶνος Γουνέως ἀδελφὸς καὶ Αἶνος πόλις Θεσσαλίας, εἴη ἂν εἰκὸς ἐντεῦθέν ποθεν τοὺς Αἰνιᾶνας κληθῆναιτὸ ἔθνος, οὗ χρῆσις διὰ τῆς ἐν ἀρχῇ διφθόγγου καὶ παρὰ Σοφοκλεῖ ἐν τῷ» Λεύκιππος Αἰνιὰν γένος» καὶ «ἔπειτα δ' Αἰνιᾶνος ἀνδρὸς ἄστομοι πῶλοι», ἔνθαοἱ γράφοντες διὰ δύο διφθόγγων τὸ Αἰνειάν ἐοίκασι παρακούειν ὡς ἀπὸ τοῦ Αἰνείου τὸν Αἰνιᾶνα, ὅπερ παντελῶς ἔψευσται. Ἐνταῦθα δὲ γράφουσιν οἱ παλαιοὶ καί, ὅτι ὁ ποιητὴς ἤδη εἰς βαρβάρους ἥκων ἐθνικῶς καὶ οὐ κατὰ πόλειςαὐτοὺς ὀνομάζει καὶ ὅτι Αἰνιᾶνες ὕστερον μὲν ὅμοροι τοῖς Αἰτωλοῖς, πρώηνδὲ περὶ τὴν Ὄσσαν ᾤκουν μετὰ Περραιβῶν. Περραιβοὶ δὲ οἱ καὶ πρὸ ὀλίγουμνημονευθέντες ἐκλήθησαν μὲν ἀπό τινος Περραιβοῦ, ἐνδόξου, ὡς εἰκός, ἀνδρός, Θετταλικὸν δέ τι γένος εἰσί. Φησὶν οὖν ὁ Γεωγράφος, ὅτι Περραιβοὶκατεῖχόν ποτε τὰ πρὸς τῷ Ὀλύμπῳ, μᾶλλον δ' ἐντελέστερον εἰπεῖν, Λαπίθαιτὰ πεδία κατεῖχον, Περραιβοὶ δὲ τὰ ὀρεινότερα πρὸς τῷ Ὀλύμπῳ καὶ τοῖς Τέμπεσι. καὶ ὅτι ἐνέμοντο τὰ πρὸς τῇ θαλάσσῃ καὶ τῷ Πηνειῷ μέχρι τῆςἐκβολῆς αὐτοῦ καὶ ὅτι Ἄργισσα ἐπὶ τῷ Πηνειῷ κεῖται, ὑπέρκειται δ' αὐτῆςἌτραξ, τὴν δ' ἀνὰ μέσον ποταμίαν εἶχον Περραιβοί, οἳ καταδυναστευθέντεςὑπὸ Λαπιθῶν ἀπανέστησαν εἰς τὴν ὀρεινὴν τὴν περὶ Πίνδον καὶ Ἀθαμᾶνας καὶ Δόλοπας. τὴν δὲ χώραν καὶ τοὺς ὑπολοίπους Περραιβοὺς κατέσχον Λαρισσαῖοιπλησίον μὲν οἰκοῦντες τοῦ Πηνειοῦ, γειτνιῶντες δ' ἐκείνοις. δῆλον οὖν ὅτι Θετταλοί τινες οἱ Περραιβοὶ καὶ ὅτι καὶ περί που τὴν Λάρισσαν. Ὁ δὲ Γεωγράφοςλέγει καί, ὅτι Ὅμηρος συνέζευξε Περραιβοὺς καὶ Ἀθαμᾶνας ὡς πλησίον οἰκοῦντας δηλῶν, ὅτι συνυπακούονται τοῖς Περραιβοῖς καὶ οἱ Ἀθαμᾶνες. Ἰστέον δέ, ὅτι οἱ μὲν καθ' Ὅμηρον καὶ οἱ νεώτεροι ἐν ἑνὶ ˉρ γράφουσι τοὺςΠεραιβούς, ἕτεροι δέ τινες παλαιοὶ ἐδίπλαζον τὸ ἀμετάβολον. καὶ λέγει ὁ τὰἘθνικὰ γράψας, ὅτι Αἰολεῖς ὄντες οἱ Περραιβοὶ ἐδίπλουν τὰ σύμφωνα Περραιβοὺς ἑαυτοὺς καλοῦντες καὶ πόλιν Γόννον παρ' αὐτοῖς οὖσαν καὶ γόννατα καὶτοιαῦτά τινα. (ῃ. 750) Δωδώνη δέ, ἀφ' ἧς ἐν τοῖς ἑξῆς που Δωδωναῖος Ζεύς, πόλις Μολοσσίδος ἐν Ἠπείρῳ, ὡς ὁ τῶν Ἐθνικῶν καταγραφεὺς δηλοῖ, ὃς οὐδὲ ἀρέσκεται τοῖς εἰποῦσιν αὐτὴν Θεσπρωτικὴν καὶ Θετταλικήν. καὶ μὴν ἕτεροι ἐνὑπερβορέῳ τῆς Θεσπρωτίας αὐτὴν τιθέασιν, ἔνθα ἱερὸν καὶ τὸ ἐκ δρυὸς μαντεῖοντοῦ Δωδωναίου Διός, ἣν δρῦν πολύγλωσσον λέγει ὁ Σοφοκλῆς, ἤγουν πολύφωνον. ὠνομάσθη δὲ ἡ Δωδώνη ἀπὸ Δωδώνης, ἡρωΐδος ἢ Ὠκεανίδος νύμφης, ἢ ἀπὸ Δώδωνος ποταμοῦ. ἐλέγετο δὲ καὶ Δωδών δισυλλάβως. ἐξ αὐτῆς τὸπαροιμιαζόμενον Δωδωναῖον χαλκίον ἐπὶ τῶν πολυλόγων. Χαλκίον γὰρ τὸ καὶἀλλαχοῦ πλατύτερον δηλωθησόμενον ἤχει αὐτόθι πληττόμενον τεχνικῶς ὑπὸμάστιγος ἢ καὶ κατὰ βίαν ἀνέμων. ὅτι δὲ καὶ δυσχείμερος ἡ Δωδώνη ρηται. κεῖται δέ τινα περὶ αὐτῆς καὶ ἐν τοῖς τοῦ Περιηγητοῦ. [Ἐν δὲ τῷ» ἔργα ἐνέμοντο» ἔργα κοινῶς λέγει πάντα τὰ συστατικὰ πολιτειῶν ἔσω τε καὶἔξω. (ῃ. 752) Τὸ δέ «προΐει» χρόνος ἐστὶν ἀντὶ χρόνου. κεῖται γὰρ ἀντὶ τοῦπροΐησιν, ὡς δηλοῖ εὐσυντάκτως ἐπαγόμενον τὸ «ἐπιμίσγεται». Τὸ δέ «καλλίρροον ὕδωρ» οὐκ ἂν εἴη μακρὰν τοῦ «Πηνειὸς ἀργυροδίνης». (ῃ. 754) Τὸδέ «ἀλλά μιν ἐπιρρέει», ἀντὶ τοῦ «ἐπιτρέχει ἐπιπολαστικῶς». οἱ δὲ μεθ' Ὅμηροντὸ ἐπιρρέειν δοτικῇ συντάσσουσι.] Τὸ δὲ ἐπιπολαστικὸν τοῦ Τιταρησίουγίνεται μὲν ἢ διὰ κουφότητα ὕδατος, ὅπερ συμβαίνει καὶ τοῖς εἰς θάλασσανἐκβάλλουσι ποταμοῖς, ἢ καὶ διὰ γλισχρότητα μεταλλικήν. (ῃ. 755) Ὁ δὲποιητὴς ἐκπλήττειν θέλων, ἤδη δέ που καὶ ῥυθμίζειν εἰς ἦθος, ἵνα τὸν ὅρκονὑποβλεπώμεθα, φησίν· «ὅρκου γὰρ δεινοῦ Στυγὸς ὕδατός ἐστιν ἀπόρροια». τοῦτο δὲ ἤ, καθά τινες εἶπον, ἁπλοϊκῶς ἐρρέθη, διότι ὀμνύουσιν εἰς αὐτὸν οἱἐγχώριοι, ὥσπερ κατὰ τὴν ἱστορίαν τοῦ Ἀρριανοῦ καὶ Βιθυνίας ποταμὸςὍρκος ὄνομα, ὃς φρικωδέστατος ὅρκων τοῖς ἐκεῖ ἐνομίζετο πρὸς βίαν εἰς τὰςδίνας ἕλκων τὸν ἐπίορκον, εἰ μὴ δρόμῳ ἐξεπήδησεν. ἢ γοῦν οὕτω νοητέονἁπλοϊκῶς τὸ ῥηθὲν Ὁμηρικὸν ῥητὸν ἢ μᾶλλον, ὅτι ἀπορρέει τοῦ ἐν Ἅιδου τῆςΣτυγὸς ὕδατος. ἡ δὲ Στὺξ δεινὸς ὅρκος ἐστί. κατ' αὐτῆς γὰρ ὁ μῦθος ὀμνύεινφησὶ τοὺς θεούς, ὡς ἀλλαχοῦ φανήσεται, ὅπου καὶ τίς ἐστιν ἡ Στὺξ λεχθήσεται. οἱονεὶ γοῦν λέγει, ὅτι, διὰ τὸ δεινὸν τῆς Στυγός, ἀνεπίμικτον τὸ ἐξ αὐτῆς ὕδωρμένει τῷ Πηνειῷ. δέδιε γάρ πως ὁ Πηνειὸς τὴν ἀνάκρασιν, ὡς εἴπερ ἔμψυχοςἦν. ποιητικῆς δὲ καὶ τοῦτο γλυκύτητος. ἐνταῦθα δὲ καί τι σχῆμα οἷον ἀντίθετον ἀναφαίνεται ἀντιτεθέντος τοῦ ἱμέρου τοῦ ποταμοῦ τῇ δεινότητι τῆς Στυγός. ἱμερτὸς μὲν γὰρ ὁ Τιταρήσιος, οὗ καὶ τὸ ὕδωρ καλλίρροον, δεινὸς δὲὅρκος ἡ Στύξ. ἔνθα καὶ ἠθικῶς ἔστιν εἰπεῖν, ὡς οὐκ ἀδύνατον δεινῆς ἀρχῆςοὔσης ἱμερτὸν εἶναι τὸ ἀπ' αὐτῆς. δεινὸς δὲ οὐ μόνον ὁ κατὰ Στύγα ὅρκος, ἀλλὰ καὶ ὁ ἁπλῶς τοῖς γε σῷα φρονοῦσι. καὶ δηλοῖ αὐτὸ σὺν ἄλλοις καὶ Σοφοκλῆςἐν τῷ «ἀλλ' ἁλίσκεται χ' ὡ δεινὸς ὅρκος» καὶ ἀλλαχόθι δέ. ὁ δὲ Γεωγράφος Εὐρώταν οἶδε καλεῖσθαι τὸν Τιταρήσιον, δηλονότι μεθ' Ὅμηρον, ἐμφαίνων καί, ὅτι ἐκ τόπου παρωνόμασται. λέγει γάρ, ὡς ἐξ ὄρους ῥέει Τιτάρου συμφυοῦς τῷὈλύμπῳ. αἰτιολογῶν δὲ καί, ὅπως ἐπιπολάζει, φησίν, ὅτι τὸ μὲν τοῦ Πηνειοῦὕδωρ καθαρόν ἐστι, τὸ δὲ τοῦ Τιταρησίου λιπαρὸν ἔκ τινος ὕλης, ὥστε οὐσυμμίσγεται, ἀλλὰ καθύπερθεν ἐπιτρέχει καθὰ ἔλαιον. ἀλλαχοῦ δὲ λέγει, ὅτιεἰκός, ὥσπερ νιτρώδη καὶ στύφοντα ὑγρὰ καὶ ἀσφαλτώδη διαρρεῖ τὴν γῆν, οὕτω καὶ λιπαρὰ εὑρίσκεσθαι. τὸ δὲ σπάνιον ποιεῖ, φησί, τὴν παραδοξίαν. ἱστορεῖ γοῦν ὁ αὐτὸς καὶ Ὤχου τοῦ ποταμοῦ πλησίον ὀρύττοντάς τινας εὑρεῖνἐλαίου πηγήν. καὶ οὕτω μὲν ὁ Γεωγράφος. [Ἑτέρα δὲ ἱστορία φησίν, ὡς ἐν τῇτῶν Καρχηδονίων ἐπικρατείᾳ κρήνη ἐστίν, ᾗ τὸ ἐφιστάμενον ἐλαίῳ ἐστὶν ὅμοιον, μελάντερον τὴν χρόαν, ὃ ἀποσφαιροῦντες χρῶνται πρὸς πρόβατα καὶ κτήνη. Ἀλέξανδρος δὲ περὶ Ἀσιάτιδος ἐπέστειλεν ἀναβλύσεως ὡς ἐλαίου κρήνην εὑρηκώς. καὶ περὶ Τράλλεις δέ, φασί, καὶ τὸν Χαρακωμήτην ποταμὸν καὶ Νύσσαν πόλιν οὕτως ἐστὶ λιπαρὰ ὕδατα ὡς μὴ δέεσθαι τοὺς ἐναπολουομένουςἐλαίου.] Οἱ δὲ παλαιοὶ λέγουσι καί, ὅτι ὡς ἀγνῶτα ἢ μὴ ὄντα περιφράζει τὸν Τιταρήσιον. Τὸ δέ «καθὰ ἔλαιον» διὰ τὸ τιμιώτερον εἶπεν. εἰσὶ γὰρ καὶ ἕτεραὑγρὰ λιπαρὰ ἐπιπολαστικά, ὧν οὐδενὸς μνησθῆναι ἠθέλησεν. [Ἐνταῦθα δὲπαραπηκτέον καὶ τὸ δαψιλὲς γῆθεν ἔλαιον, ὃ πολλοὺς τῶν ἑῴων διοικεῖ, ὅσοιμάλιστα περὶ τὰ κατὰ τὴν Ῥωμόγυριν· οὔτι γὰρ περιττὸν τοῖς ἐνταῦθαἐλαιώδεσι καὶ τοῦτο παραμῖξαι καθ' ἱστορίαν. Οἱ δὲ συχνὰ πρὸ βραχέωνμνημονευθέντες Λαπίθαι οὐ μόνον ἐθνικὴν ἔννοιαν ὑποβάλλουσιν, ἀλλ' ἔστιν ὅτεκαὶ σκωπτικήν, ἵνα ὁποῖος ὁ Πινδαρικὸς πίθων, τοιοῦτός τις εἴη καὶ ὁ Λαπίθηςπείθων λαὸν κατά τινα πίθωνα προσέχειν αὐτῷ.] (ῃ. 752) Ὁ δὲ Πηνειὸς Θετταλικὸς ποταμὸς ῥέων μεταξὺ Πηλίου καὶ Ὄσσης τῶν ὀρέων, ἃ καὶ ἀπέτεμεν αὐτὸς ῥήξας καὶ διαστήσας καὶ ἐξ ὄρους συνεχοῦς διχάσας ἐδύασεν, ὡς καὶ ἀλλαχοῦ εἴρηται. λέγει δὲ καὶ Ἡρόδοτος, ὅτι ὄρη Θετταλικὰ Ὄλυμπος καὶ Ὄσσα, μεγέθει ὑπερμήκεα, διὰ μέσων δὲ αὐτῶν αὐλὼν στενός, δι' οὗ ῥέει Πηνειός, εἷς τῶν πέντε δοκίμων Θετταλικῶν ποταμῶν, ὧν καὶ Ἀπιδανὸς καὶ Ἐνιπεύς. τούτῳ δὲ ὅμοιον καὶ τὸ «πέντε ποταμοὶ δόκιμοι Θετταλικοί, ὧν Πηνειός, Ἀπιδανὸς καὶ Ἐνιπεύς. συμμίσγουσι δὲ τὸ ὕδωρ εἰς ταὐτὸ καὶ δι' ἑνὸς αὐλῶνος στενοῦ ἐκρέουσιν εἰς τὴν θάλασσαν, ἔνθα κατακρατῶν ὁ Πηνειὸςτῷ ὀνόματι ἀνωνύμους τοὺς ἄλλους ποιεῖ». Ἄρχεται δὲ κατὰ τὸν Γεωγράφονἐκ Πίνδου ὄρους ὁ Πηνειός, περὶ ὃ οἱ Περραιβοί. καὶ δῆλον καὶ ἐκ τούτου, ὅτι Θετταλικοὶ οἱ Περραιβοί, ἐπειδὴ καὶ τὸ Πίνδον καὶ ὁ Πηνειὸς Θετταλικά. Περὶδὲ Πηνειοῦ καὶ ταῦτα ἐν τοῖς τοῦ Στράβωνος φέρεται. Πηνειὸς ἄρχεται ἐκ Πίνδου, ἐν ἀριστερᾷ δ' ἀφεὶς Τρίκκην φέρεται περὶ Ἄτρακα καὶ Λάρισσαν καὶ τοὺς ἐν Θετταλίᾳ δεξάμενος ποταμοὺς πρόεισι διὰ τῶν Τεμπῶν. καὶ ὅτι διὰμέσης ῥέει Θετταλίας πολλοὺς δεχόμενος ποταμοὺς καὶ ὅτι Πηνειὸς φέρεται ἐνἀριστερᾷ μὲν ἔχων Ὄλυμπον, ἐν δεξιᾷ δὲ Ὄσσαν. Ἐπὶ δὲ ταῖς ἐκβολαῖς τοῦ Πηνειοῦ ἐν δεξιᾷ Μαγνῆτις πόλις ἡ Γυρτών, ἐν ᾗ Πειρίθους καὶ Ἰξίων ἐβασίλευσαν. ἀπέχει δ' αὐτῶν οὐ πολὺ πόλις Κραννών, ἧς οἱ πολῖται Ἔφυροιἑτερωνύμως, ὡς καὶ οἱ τῆς Γυρτῶνος Φλεγύαι. ὅρα δὲ τὴν ἀνωτέρω ῥηθεῖσανἌτρακα, ἧς οἱ πολῖται Ἄτρακες παρὰ Λυκόφρονι, κἂν ἀντὶ τοῦ «Ἄτρακαςλύκους», ὃ γράφει ὁ Ἐθνικολόγος, «ἅρπαγας λύκους» γράφωσι τὰ τῶν ἀντιγράφων κοινότερα. (ῃ. 749) Μενεπτολέμους δὲ εἶπεν ὁ ποιητὴς τοὺς Περραιβούς, ὡς καὶ τὸν Πολυποίτην πρὸ ὀλίγου μενεπτόλεμον, οἱονεὶ σταδαῖον ἢ σταθερὸνπολεμιστήν. (ῃ. 750) Τὸ δέ «οἰκία ἔθεντο» περιφραστικῶς ἀντὶ τοῦ ᾤκουν, ὥσπερ καὶ τὸ «ἔργα ἐνέμοντο» ἀντὶ τοῦ εἰργάζοντο. (ῃ. 751) Ἱμερτὸν δὲ τὸν Τιταρήσιον ἀνθρωπίνως εἶπε καὶ ἔξω μύθου. ἄλλως γὰρ στυγητός ἐστι καὶστυγνός, ὡς ἀπορρέων τῆς φρικτῆς Στυγός. (ῃ. 752) Τὸ δέ «προΐει» ἀντὶ τοῦπροΐησι. παρῳχημένον γὰρ ἀντὶ ἐνεστῶτος κἀνταῦθα κεῖται. (ῃ. 753) Τὸ δέ» συμμίσγεται» καιριωτάτη λέξις ἐστίν, ὡς δηλοῖ καὶ ἡ μισγάγκεια, περὶ ἧςἀλλαχόθι ῥηθήσεται. Τὸ δέ «ἀργυροδίνης» οὐ Πηνειοῦ μόνον ἐπίθετον, ἀλλὰπαντὸς διαυγοῦς ποταμοῦ καὶ ἀργυρέαις δίναις, ὅ ἐστι καθαρῷ ῥεύματι, διοικουμένου. Ὅρα δὲ καί, ὅτι ἐν τῷ «καλλίρροον ὕδωρ» καὶ «Στυγὸς ὕδατος» ἐκτείνεται ἡ ἄρχουσα τοῦ ὕδατος, εὑρίσκεται δὲ πολλαχοῦ καὶ συστελλομένη. (ῃ. 756– 9) Ὅτι Μαγνήτων ἦρχε τῶν περὶ Πηνειὸν καὶ Πήλιον εἰνοσίφυλλον Πρόθοος, Τενθρηδόνος υἱός, ὃν καὶ μετὰ ἕνα στίχον ἀναλαβὼν πάλιν φησί· «τῶνμὲν Πρόθοος θοὸς ἡγεμόνευε». (ῃ. 758) Καὶ σημείωσαι ὅτι φανερῶς ἐπετήδευσεν ἐνταῦθα κάλλος ὁ ποιητής. τί γὰρ ἄλλως ἐχρῆν μετὰ ἔπος ἕν, καὶ τοῦτοσαφέστατον, ἐπαναλαβεῖν τὸν Πρόθοον; ἢ πάντως ἵνα δυνηθῇ κατὰ σχῆμα κάλλους εἰπεῖν «Πρόθοος θοός», ἤγουν ταχύς, ὅπερ ἐν τῷ πρώτῳ στίχῳ ποιῆσαιοὐκ ἔσχεν, οἷα ἐπειγόμενος εἰς τὴν τοῦ ἀνδρὸς γενεαλογίαν καὶ τὰ ἐφεξῆς. Ἐπετηδεύσατο δὲ τὸ ῥηθέν, ὡς ἄν, ἐπεὶ μηδέν τι ἔχει περὶ Προθόου εἰπεῖνἐφελκυστικὸν ἀκοῆς, γαργαλίσῃ αὐτὴν ἄλλως περικαλλεῖ σχήματι ἐπαναστροφῆς, ἐν ᾗ ἡ δευτέρα λέξις ἐπαναστρέφεται καὶ οἷον ἐπανακάμπτει πρὸς τὴν πρὸαὐτῆς. ὡς γὰρ Σαμία μία ναῦς κατά τινα στροφὴν τοῦ μία πρὸς τὸ Σαμία, οὕτω καὶ Πρόθοος θοός. τοιοῦτον δὲ καὶ τὸ «Πάτροκλον πρόφασιν», ὅ φασιν, ὅσα τε ἄλλα τοιαῦτα. οἱ δὲ ῥήτορες καὶ παρονομασίαν τὸ τοιοῦτον σχῆμακαλοῦσιν, ὡς οἱ Ὁμηρικοὶ Σχολιασταί φασι, προφέροντες εἰς ὁμοιότητα καὶ τὸ Δημοσθενικόν· «πρῶτον μὲν Ἀμφίπολιν, πόλιν ἡμετέραν». (ῃ. 757) Περὶ δὲΠηλίου καὶ Πηνειοῦ πρὸ βραχέων εἴρηται. εἵποντο δὲ τεσσαράκοντα νῆες τῷ Προθόῳ. (ῃ. 756) Δῆλον δέ, ὅτι οὐ μόνον Εὐρωπαῖοι οὗτοι, ἀλλὰ καὶ ἕτεροιἈσιανοὶ Μάγνητές εἰσιν. Ὁ Γεωγράφος οὖν Μαγνήτων μέμνηται, τῶν πρὸς τῷ Μαιάνδρῳ, καὶ ἄλλοι συχνοὶ [φάμενοι, ὡς Μάγνητες οἱ ἐπὶ Μαιάνδρουποταμοῦ Δελφῶν εἰσιν ἄποικοι.] καὶ Μαγνησία δὲ πόλις ἐστὶν ἐκεῖσε. Τῆς δὲκατοικήσεως τῶν Ὁμηρικῶν Μαγνήτων σημεῖα καὶ ταῦτα παρὰ τῷ Στράβωνιδίχα τῶν πρὸ ὀλίγου ῥηθέντων περὶ Κραννῶνος καὶ Γυρτῶνος. Φεραὶ πέρας, φησί, τῶν Πελασγικῶν πεδίων πρὸς τῇ Μαγνησίᾳ, ἃ παρατείνει μέχρι Πηλίουστάδια ἑκατὸν ἑξήκοντα. λέγει δὲ καί, ὅτι πρόκεινται Μαγνήτων νῆσοι, Σκίαθος, Πεπάρηθος, Σκῦρος καὶ ἕτεραι. ὁ γοῦν ταύτας εἰδὼς εἰδείη ἂν καὶ τὴναὐτῶν περαίαν Μαγνησίαν. ἐν δὲ τῷ τοιούτῳ τόπῳ λέγει ὁ Γεωγράφος καί, ὅτι μάλιστα δὲ ἐν ὀνόματι, τουτέστιν ὀνομαστή, ἡ Σκῦρος διὰ τὴν Λυκομήδουςπρὸς Ἀχιλλέα οἰκειότητα καὶ τὴν τοῦ Νεοπτολέμου ἐκεῖ γέννησιν καὶ τροφήν. Ὁ αὐτός φησι καί, ὅτι τυφλῶς καὶ οὐ γνωρίμως διασαφεῖ ὁ ποιητὴς τοὺς Μάγνητας ἐν τῷ εἰπεῖν· «οἳ περὶ Πηνειὸν καὶ Πήλιον ναίεσκον». ὑποδηλῶν δὲ καὶ εἰςὅσον ὁ ποιητὴς τοὺς παρ' αὐτῷ τούτους Μάγνητας ἐστενοχώρησε λέγει, ὅτι Μάγνητας τούτους νομιστέον τοὺς ἐντὸς τῶν Τεμπῶν ἀπὸ Πηνειοῦ καὶ Ὄσσης ἕως Πηλίου. ἐπεὶ δὲ καὶ συγκεχύσθαι δοκοῦσιν οἱ Μάγνητες, αἰτιᾶται τῆς συγχύσεως ταύτης μεταστάσεις αὐτῶν καὶ ἐξαλλάξεις καὶ ἐπιμίξεις πολιτειῶνλέγων καί, ὅτι πολλὰς πόλεις ὁ ποιητὴς ἀριθμήσας ἀπὸ τῆς Μαγνήτιδος οὐδέναςτούτων ὠνόμασε Μάγνητας, ἀλλ' ἐστενοχώρησε τὸν Μαγνητικὸν κατάλογονεἰς τοὺς περὶ Πηνειὸν καὶ Πήλιον, ὅπερ εἰνοσίφυλλον λέγει, ὡς καὶ πρὸ τούτουτὸ ἐν Ἰθάκῃ Νήριτον. Ἰστέον δέ, ὅτι καὶ ὁ ἐκ Νεφέλης Κένταυρος Μάγνης ἦν, ὡς ἐν τοῖς τοῦ Πινδάρου δηλοῦται, ὃς καὶ Μαγνησίαις ἵπποις συναναχρωνύμενος ἐκ τοιούτου σπέρματος τοὺς Ἱπποκενταύρους ἔφηνε, καὶ ὅτι Μάγνητεςἐκλήθησαν ἀπὸ ἀνδρὸς ἐπιφανοῦς. Μάγνης γάρ, φασίν, εἷς τῶν Αἰολιδῶν, ὑπὸτὸ Πήλιον ὄρος κτίσας πόλιν ἀπὸ τῆς γυναικὸς Μελίβοιαν ἐκάλεσεν, ὕστερονδὲ τὴν πᾶσαν χώραν Μαγνησίαν. τούτου Ἀλέκτωρ, οὗ Αἵμων, οὗ Ὑπέροχος, οὗ ἔγγονος Τενθρηδών, ὁ τοῦ ῥηθέντος Προθόου πατήρ. Ἰστέον δὲ καί, ὅτι ἐκτῶν προρρηθέντων Ἀσιανῶν Μαγνήτων ἡ Ἡράκλεια λίθος ἦν. Φησὶ γοῦνΑἴλιος Διονύσιος οὕτω· «Ἡράκλεια ἡ καὶ Μαγνησία. δεκαοκτὼ δὲ πόλεις Ἡράκλειαι, ἐξ ὧν μία Λυδίας, ὅθεν ὁ Ἡρακλεώτης λίθος, ὁ ὑφ' ἡμῶν λεγόμενοςΜάγνης, ὁ ἐπισπώμενος τὸν σίδηρον». (ῃ. 760) Ὅτι ἐνταῦθα περατώσας Ὅμηρος τὸν Ἑλληνικὸν Κατάλογον ἐπάγει καθιστῶν τὸν λόγον συμπληρωτικῶς· «οὗτοι ἂρ ἡγεμόνες Δαναῶν καὶ κοίρανοι ἦσαν», τουτέστιν ἤδη συνεπλήρωσα, ὃ ἐπηγγειλάμην, τὸ «ἀρχοὺς αὖ νηῶν ἐρέω». Σημείωσαι δέ, ὅτι τὸ» οὗτοι ἡγεμόνες Δαναῶν καὶ κοίρανοι» ἀκολούθως τῷ «οἵ τινες ἡγεμόνες Δαναῶν καὶ κοίρανοι ἦσαν» συμπεπλήρωται. Ἡ μὲν γὰρ ποιητικὴ πρὸ τῆςΒοιωτίας ἐρώτησις ἦν· τίνες ἡγεμόνευον Ἀχαιῶν; ἡ δὲ μουσικὴ συμπλήρωσις λέγει, ὅτι οὗτοι ἡγεμόνες Δαναῶν, οἱ ῥηθέντες δηλαδή. Συνεξακουστέον δὲ εἰςτὸ «οὗτοι ἡγεμόνες Δαναῶν ἦσαν» τὸ καὶ τοσαῦται αὐτοῖς αἱ νῆες. ἠρίθμησεγὰρ ἀρχοὺς μέν, κατὰ τοὺς παλαιοὺς εἰπεῖν, εἰκοσιέξ, νῆας δὲ χιλίας ἑκατὸνὀγδοηκονταέξ. ὥστε ὁπηνίκα εἴποι τις, ὡς χιλιόναυς ἦν ὁ Ἑλληνικὸς οὗτοςστόλος, ὥς που λέγει ὁ καλέσας τὸν Ἀγαμέμνονα «χιλίαρχον τοῦ πτολιρραίστουστρατοῦ», οὐ τὸ πᾶν λέγει, ἀλλ' ἀρκεῖται τῷ πληρεστάτῳ ἀριθμῷ, τῇ χιλιάδι. Διττῶς δὲ τὸ τοιοῦτον εἴωθε γίνεσθαι. ἢ γὰρ ἐξ ἐλάττονος ἀριθμοῦ εἰς τὸ καὶπλεῖον καὶ πλῆρες ἀνατρέχει τις, ὡς ὅτε τὴν Κρήτην, ἐνενήκοντα τυχὸν πόλειςἔχουσαν, ἐρεῖ ἑκατόμπολιν, ἢ τὰ ἁπλῶς πολλὰ μυρία εἴπῃ. ἢ ἄλλως, ὁπόταν ἐκτοῦ πλείονος μέν, μὴ κορυφουμένου δὲ εἴς τι ποσὸν ἐπίσημον, ὑποκαταβαίη τιςεἰς τὸ πληρέστερον, ὡς ἐνταῦθα, εἴ τις ἐρεῖ χιλιόναυν στρατόν, ἀφῆκε σιγᾶσθαιτὰς ἑκατὸν ὀγδοηκονταὲξ νῆας, ἀρκεσθεὶς τῷ τῶν χιλίων ἀριθμῷ, ἐλαττώσαςμὲν τὸ ἐν ἀληθείᾳ ποσόν, οὐ ταπεινώσας δὲ ὅμως οὐδ' οὕτω τὸ πρᾶγμα, διὰ τὸσεμνὸν τοῦ χίλια πλήρους ὄντος καὶ τελείου ἀριθμοῦ. Τούτῳ τῷ λόγῳ καὶ ἡ τοῦ Πέλοπος ἐπικράτεια Πελοπόννησος ἐκλήθη, καὶ ταῦτα μὴ νῆσος ἀκριβῶς, ἀλλὰ χερόννησος οὖσα. ὡς γὰρ ὁ εἰπὼν χιλιόναυν τὸν ῥηθέντα στόλον οὐκἐξέκλινε τὸ παρὰ βραχὺ ἀκριβώσασθαι, οὕτω καὶ ὁ τὴν Πελοπόννησον ὀνομάσαςβραχύ τι πρὸς τὸ ἀκριβὲς καὶ εἰς τὸ πᾶν ἀληθὲς ἐνέλειψεν, οὐ προσλογισάμενοςτῶν τεσσαράκοντα σταδίων τὸν ἰσθμόν, ἀλλὰ διὰ τὴν πέριξ πολλὴν θάλασσαν, ὡς ὅλην νησιζομένην θεωρήσας τὴν τοῦ Πέλοπος. Τοιοῦτον δέ τι καὶ παρ' Ἡροδότῳ τὸ «χρυσοῦ στατήρων Δαρεικῶν μυριάδας τετρακοσίας ἐπιδεούσαςἑπτὰ χιλιάδων». προέκρινε γὰρ στενολογῆσαι δι' ἐντελοῦς ἀριθμοῦ καὶβραχείας ἐπισημασίας ἤπερ τραπεζιτεῦσαι χύδην καὶ εἰπεῖν στατήρων μυριάδαςτριακοσίας καὶ χιλιάδας ἐνενήκοντα καὶ τρεῖς. Ἰστέον δέ, ὅτι τὸ ῥηθὲν καταστατικὸν καὶ ἀνακεφαλαιωτικὸν καὶ συμπληρωτικὸν σχῆμα τὸ «οὗτοι ἡγεμόνες Δαναῶν καὶ κοίρανοι ἦσαν» ἀφορισμὸν οἱ παλαιοὶ ῥήτορες ὀνομάζουσι λέγοντεςκαί, ὅτι συνεκεφαλαιώσατο ἐνταῦθα ὁ ποιητὴς τὸν Κατάλογον, τῶν μὲνεἰρημένων μνήμην, τῶν δὲ ῥηθησομένων ἔφεσιν ἐργαζόμενος. (ῃ. 761– 70) Ὅτι τῷ Καταλόγῳ μὲν ἐγχειρῶν πάσας τὰς Μούσας ἀνεκαλέσατο, ἐνταῦθα δὲθέλων μαθεῖν, εἶτα εἰπεῖν, τίς ὁ κρείττων ἔν τε τοῖς Δαναοῖς, ἔν τε τοῖς αὐτῶνἵπποις, ὅπερ οὐ μέγα ἦν, μίαν ἐρωτᾷ Μοῦσαν λέγων· «τίς ἄρα τούτων ὄχα ἄριστος ἦν, σύ μοι ἔννεπε, Μοῦσα, αὐτῶν καὶ ἵππων». εἶτα δῆθεν ἡ Μοῦσα διὰ τὸσυνεχὲς τοῦ λόγου τοὺς μὲν ἄνδρας παριππεύσασα, οἳ πρῶτοι κεῖνται ἐν τῷ» αὐτῶν καὶ ἵππων» καὶ ἐν τῷ «τίς τούτων ἄριστος ἦν», τῶν δὲ ἵππων γενομένη, εἰς οὓς ἡ ἐρώτησις κατέληξε, φησίν· «ἵπποι μὲν μέγ' ἄρισται ἦσαν Φηρητιάδαο, [τάς», ὅ ἐστιν] ἅς, «Εὔμηλος ἔλαυνε ποδώκεας ὄρνιθας ὥς, ὄτριχας, οἰέτεας, σταφύλῃ ἐπὶ νῶτον ἐΐσας, τὰς ἐν Πηρείῃ θρέψεν Ἀπόλλων ἄμφω θηλείας, φόβον Ἄρεος φορεούσας. ἀνδρῶν αὖ μέγ' ἄριστος ἔην Τελαμώνιος Αἴας, ὄφρ' Ἀχιλλεὺς μήνιεν· ὃ γάρ», ἤγουν οὗτος, «πολὺ φέρτερος ἦεν, ἵπποι θ' οἳ φορέεσκον ἀμύμονα Πηλείωνα», ἤτοι τὸν αὐτὸν Ἀχιλλέα. ὤκνησε γὰρ δι' ἀντωνυμίαςδηλῶσαι αὐτόν. (ῃ. 770) Δῆλον δὲ πάντως ἐκ τῶν εἰρημένων, ὅτι μετὰ τὸν Ἀχιλλέα καὶ τοὺς αὐτοῦ ἵππους ὁ Αἴας καὶ αἱ ἵπποι τοῦ Εὐμήλου εἰς ἀριστεῖον ἐγκρίνονται. (ῃ. 763) Ἀξιοῖ δὲ λόγου τοὺς ἀρίστους τῶν ἵππων, φιλῶν καὶ αὐτούς, καθὰ καὶ τοὺς ἀριστεῖς, καὶ καθάπερ τὰ ἐν ὅπλοις διαφέροντα πολλαχοῦ ἐν λόγῳτίθεται, οἷον Ἀγαμέμνονος θώρακα, σάκος Αἴαντος, ἑτέρου τινὸς κυνέην ἢἄλλο τι,– τὴν γὰρ Ἀχιλλέως πανοπλίαν τί χρὴ καὶ λέγειν; τὸ τῆς Ἰλιάδος δαιδάλεον ἔργον– οὕτω καὶ τοὺς κρείττους τῶν ἵππων οἷά τι καὶ αὐτοὺςὅπλον φυλοκρινεῖ. εἰ γὰρ λόγου ἄξιος πέλεκυς τομὸς ὀφέλλων ἀνδρὸς ἐρωήν, πῶςοὐκ ἂν λόγοις μέλοιτο ἵππος στρατιωτικός, οὐ μόνον ὀχῶν τὸν ἐπιβάτην, ἀλλὰμονονουχὶ καὶ συνεργαζόμενος τὰς ἀριστείας αὐτῷ; Καλῶς οὖν Πέρσαικρίναντες οὐδεμίαν ὁδὸν ἤνυον πεζῇ, ἀλλ' ἐφ' ἵππων. οἱ δ' αὐτοὶ καὶ ἱερὸν Ἡλίῳτὸν ἵππον νομίσαντες ἔθυον ἵππον ἐκείνῳ, τῷ ταχυτάτῳ, φασί, τὸ ἐν ζῴοις τάχιστον. Ἡ δὲ ποίησις οὐκ ὤκνησε τὸν Ποσειδῶνα τῷ ἐκεῖθεν ἐπιθέτῳ σεμνῦναι· ἵππιος γάρ· καὶ κυριωνυμίαι δὲ μυρίαι φιλοῦσιν ἐκεῖθεν ἐλλάμπεσθαι, οἷον ἡπεριᾳδομένη Ἱπποδάμεια, ὁ Ἱπποκόων, ὁ Μακεδὼν Φίλιππος, ὁ σοφὸς Ἱππαρχός, ὁ Ἱππίας, οὗ ὁ Πεισίστρατος, καὶ λοιπαὶ στίχες ὀνομάτων σεμνῶν ἵπποις, ὡς ἂν εἴπῃ τις, ἔποχοι. καὶ τῶν πολεμικῶν δὲ ταγμάτων τὸ ἐξέχον οἱἱππόται ἦσαν. καὶ ταῦτα μὲν μέχρι τοσούτου, ἵνα μὴ ὁ πλείων περὶ τῶν ἵππωνλόγος τῆς ἐν σκοπῷ τροχιᾶς τὴν γραφὴν ἀπαγάγῃ. Σημείωσαι δέ, ὅτι Μούσαςἐν τῇ καταρχῇ τῆς Βοιωτίας ἐρωτήσας, ἐνταῦθα δὲ Μοῦσαν, οὐκέτι καὶ ἐν τῷ Τρωϊκῷ Καταλόγῳ τοιοῦτόν τι ποιήσει, οὐδὲ ἀξιώσει κατὰ τοὺς παλαιοὺς Μοῦσαν ἐπὶ Τρώων καλεῖν. αἴτιον δὲ ὅτι Ἕλληνες μέν, φασίν, ἐφάμιλλοι, Ἕκτωρ δὲ ἄριστος. τουτέστιν οἱ μὲν Ἕλληνες πάντες μεγάλοι καὶ [ἴσοι ἢ] ἀμφήριστοι τὴν ἀρετήν. διὸ καὶ χρεία ἦν τῆς ἐκ Μουσῶν διακρίσεως καὶ τῆςἐκεῖθεν ἐπὶ τοῖς Ἀχαιοῖς καὶ τοῖς κατ' αὐτοὺς ἀφηγήσεως, ἐπὶ δὲ τῶν Τρώων, ἐν οἷς μόνος Ἕκτωρ διεφαίνετο, περιττὸν ἡ τῆς Μούσης ἐπίκλησις. Ἔτι φασὶν οἱ παλαιοί, ὅτι παρὰ Μούσης τὴν ψῆφον ὁ ποιητὴς ἐπάγει, ὅπως μὴ λέγων αὐτὸςλυπεῖν τινας ἢ χαρίζεσθαι δοκοίη, καὶ ὅτι τὰς Εὐμήλου ἵππους προκρίνει διὰτὴν παροιμίαν, ἐν ᾗ ἐπικρίνεται ἵππος Θετταλική. εἰ δὲ προὔχουσι, φασίν, αἱτοῦ Ἀχιλλέως ὡς ἐκ θεῶν, ἀλλὰ καὶ αὐταὶ Θεσσαλὸν ἡνίοχον ἔχουσι. καὶ ὅτισπέρματα προκαταβάλλει ἐνταῦθα τῇ ἐπὶ τῷ Πατρόκλῳ ἱπποδρομίᾳ καὶ τῇἀριστείᾳ τῶν τοῦ Εὐμήλου ἵππων, εἰ μὴ βλαβεῖεν· εἰ γὰρ δευτερεύουσιναὗται τῶν τοῦ Ἀχιλλέως, εἰκότως ἐκεῖ τῶν λοιπῶν ἵππων τὸ πρωτεῖονἐλπισθήσονται ἀποίσεσθαι. (ῃ. 763) Φηρητιάδην δὲ ἢ μάλιστα τὸν Ἄδμητονλέγει, τὸν Φέρητος μὲν υἱόν, πατέρα δὲ Εὐμήλου, ἢ καὶ αὐτὸν ἴσως τὸν Εὔμηλονὡς ἔγγονον Φέρητος, οὗπερ ἡ ἄρχουσα ἐξετάθη ἐν τῷ Φηρητιάδης διὰ μέτρον, ὅπερ καὶ ἐν τῷ Μηθώνη γέγονε. καὶ αὐτὸ γάρ, ὡς προείρηται, ἐκ τῆς Μεθώνηςὁμοίως ἐκτέταται. [(ῃ. 764) Τὸ δέ «ἔλαυνεν» ἱππευτικὴ λέξις ἁρματηλάταιςοἰκεία καὶ τοῖς ἄλλως ἁπλῶς ἱππεύουσι. πλὴν ἐλαύνεται τροπικῶς καὶ σίδηροςκαὶ τάφρος καὶ τεῖχος πόλεως καὶ ἕτερα.] Τὸ δὲ ποδώκεας Ἀπίων καὶ Ἡρόδωρος οὐκ εὐλόγως προπαροξύνεσθαι λέγουσι. τὰ γὰρ εἰς ˉυˉς ὀξυνόμενα, φυλάττοντα ἐν τῇ συνθέσει τὴν αὐτὴν κατάληξιν, ἀναδίδωσι τὸν τόνον, οἷον δριμύςἄδριμυς, τραχύς ἄτραχυς. μὴ οὕτω δὲ ἔχοντα, ἀλλὰ τρέποντα τὸ τέλος, ἵσταται, φασίν, ἐπὶ ὀξείας, οἷον ἡδύς ἀηδής, βαρύς ἀβαρής, ἠΰς ἐνηής, βαθύς ἀβαθής. οὕτω γοῦν καὶ ὠκύς ποδωκής, ὥστε κατ' αὐτοὺς καὶ ἡ ποδωκὴς ἵπποςὀξυτόνως ὤφειλε καὶ τὸ πληθυντικὸν ποδωκέες. Τὸ μέντοι «ποδώκης Ἀχιλλεύς» οὐ παρασαλεύουσιν οἱ ῥηθέντες, ἀλλά φασιν, ὅτι τὸ «ποδώκης Ἀχιλλεύς» εἰςἰδιότητα τοῦ ἥρωος βεβαρυτόνηται. Τὸ δέ «ὄρνιθας ὥς» παραβολὴ μέν ἐστισύντομος, τὸ πολὺ δὲ τοῦ τάχους παραδείκνυσιν ὥσπερ ἀλλαχοῦ τὸ ποδήνεμον. [δῆλον δὲ ὡς ὄρνιθας ἐνταῦθα λέγει οὐ τοὺς ἁπλῶς, ἀλλὰ ὠκυπέτας τινάς, κατὰτὸ «θάσσονας ἰρήκων ἵππους εὔξεται εἶναι».] (ῃ. 765) Τὸ δέ «ὄτριχας» συγκέκοπται μὲν ἐκ τοῦ ὁμοιότριχας, ψιλοῦται δὲ διὰ τὸ ἐπαγόμενον ˉτ, ὡς καὶτὸ ὀτρύνω καὶ Ὀτρεύς καὶ ὄτοβος καὶ τὰ ὅμοια. ὅτε δὲ συνέκειτο τῷ ˉμ ἐν τῷὁμοιότριχες, τότε διὰ κανόνα ἕτερον ἐδασύνετο. Τὸ δέ «οἰέτεας» δηλοῖ μὲν τὸὁμοέτεας ἤτοι ὁμοχρόνους, συνεκόπη δὲ ὁμοίως καὶ αὐτὸ καὶ ὀφεῖλον εἶναιὁέτεας ἐμηκύνθη πλεονασμῷ τοῦ ˉι διὰ μέτρου εὐχρηστίαν καὶ εὐθὺς ἐψιλώθηκανονικῶς καὶ αὐτό. Ἐνταῦθα δὲ σημείωσαι, ὅτι εἰ καὶ εὕρηται παρὰ τοῖςὕστερον Ἀττικοῖς θηλυκὸν σύνθεμα ἐκ τοῦ ἔτους εἰς ˉιˉς λῆγον καὶ διὰ τοῦ ˉδˉοˉςκλινόμενον, ὡς δηλοῦσι καὶ αἱ τριακοντούτιδες σπονδαί, ἀλλ' ὁ ποιητὴς ἵππουςοἰέτιδας δυνάμενος εἰπεῖν οἰέτεας λέγει διὰ τοῦ ˉη πάντως γράφων τὸ οἰέτηςἵππος τὸ θηλυκὸν καὶ διὰ τοῦ ˉεˉοˉς κλίνων Ἰωνικῶς. οἰέτεος γάρ, οὗ αἰτιατικὴπληθυντικὴ οἰέτεας. Ἔτι κἀκεῖνο σημείωσαι, ὅτι, εἰ καὶ οἱ μεθ' Ὅμηρον τὰ εἰς ˉηˉς ὀνόματα τὰ ἀπὸ τοῦ ἔτους ὀξύνουσι καὶ τὴν αὐτὴν κλίσιν καὶ τὸν αὐτὸν τόνοντηροῦσιν ἔν τε ἀρσενικῷ γένει ἔν τε θηλυκῷ, οἷον ὁ διετής τοῦ διετέος καὶ ἡ διετής τῆς διετέος, καὶ οὕτω κατ' αὐτοὺς ἀναλόγως οἰετής οἰετέος ὤφειλεν εἶναικαὶ τὸ πληθυντικὸν οἰετέας, ἀλλ' ὁ ποιητὴς βαρύνει τὰ τοιαῦτα, ὡς δῆλον καὶἐκ τοῦ ἑξέτε' ἀδμήτην. διὸ καὶ τὸ οἰέτεας ἐνταῦθα προπαροξυτόνως ἐκφέρει. ἐξηκολούθησε γὰρ κατὰ τοὺς παλαιοὺς τὸ οἰέτης τῷ εὐνέτης, γαμέτηςκαὶ τοῖς τοιούτοις, ἐν οἷς μόνον τὸ εὑρετής σεσημείωται. οἱ δ' αὐτοί φασι καί, ὅτι Ὁμηρικὸν τὸ ποδώκης βαρυτόνως. οἱ μέντοι πρὸ ὀλίγου ῥηθέντες Γραμματικοὶ ἀπηλεγέως κατακρίνουσι τὸ οἰέτεας ὡς παραλόγως προπαροξυνόμενονλέγοντες, ὅτι τὰ εἰς ˉοˉς οὐδέτερα δισύλλαβα ποιοῦντα ἐπιθετικὰ σύνθετα εἰς ˉηˉςλήγοντα, ἐν ὀξείᾳ τάσει ἔχουσιν αὐτά· γένος εὐγενής, κλέος εὐκλεής, θάλοςεὐθαλής. ἐχρῆν οὖν, φασί, καὶ περὶ τὸ ἔτος ταὐτὸ γίνεσθαι. ἀναγινώσκουσι δὲ καὶτὸ ἑξέτε' ἀδμήτην παροξυτόνως ἑξετέα, ὡς εὐσεβέα. Αἴλιος δὲ Διονύσιος, ἐνᾧ συνέθετο Λεξικῷ, φησί· «διέτης, τριέτης, πεντέτης καὶ πάντα τὰ ὅμοιαβαρύνουσιν Ἀττικοὶ προφέροντες τῷ τόνῳ ὡς εὐεργέτης». Ἡρωδιανὸς δὲ τοῖς ἀπηλεγέως, ὡς ἐρρέθη, κατακρίνουσι συνδιαγνωμονῶν λέγει, ὅτι οἱ μὲν τὸδιετής ὀξυτόνως προηνέγκαντο, οἱ δὲ βαρυτόνως. ὁ μέντοι λόγος ἀπαιτεῖὀξυτόνως λέγειν, ἐπεὶ πᾶν εἰς ˉοˉς οὐδέτερον δισύλλαβον, ἐπὰν τὸ κατὰ τὴν παρατέλευτον μεμελέτηται διὰ τοῦ ˉε εἶναι, ἡνίκα ἂν συντεθῇ, εἰς ˉηˉς λήγει καὶ ὀξύνεται, οἷον σθένος ἀσθενής, βέλος πολυβελής. οὕτως οὖν καὶ ἔτος διετής καὶ τὰ ὅμοια. [ Οτι δὲ διάφορα καὶ ἄλλα οἱ Ἀττικοὶ παρὰ τὴν ἀνάλογον συνήθειαν τονοῦσι, δῆλον καὶ ἐκ τοῦ τροπαῖον, ὃ κοινῶς τρόπαιον λέγεται, καὶ ἐκ τοῦ ἑτοῖμον καὶἐρῆμον καὶ ἐκ τοῦ ὁμοῖος. τὸ γὰρ κοινὸν ὅμοιος ἐν προπερισπάσει. οἱ δ' αὐτοὶκαὶ βδέλυρος λέγουσι καὶ πόνηρος καὶ μόχθηρος ἔξω ἀναλογίας. Πᾶν γὰρ εἰςˉρˉοˉς λῆγον παρώνυμον, παρεσχηματισμένον τοῖς γένεσιν, ὀξύτονόν ἐστι καθ' Ἡρωδιανόν. Διό, φησίν, εἰ καὶ πόνηρος μὲν καὶ μόχθηρος βαρυτόνως ἐπὶ τῶνἐπιπόνων καὶ ὑπομενετικῶν, πονηρὸς δὲ καὶ μοχθηρὸς ἐπὶ τῶν κατὰ ψυχὴνφαύλων, ἀλλὰ τοῦτο οὐκ εὖ. εἰ γὰρ πόνος καὶ μόχθος τὰ πρωτότυπα, εὐλόγωςπονηρὸς καὶ μοχθηρὸς τὰ τούτοις παρακείμενα, κἂν διαφόρων ἔχηται σημασιῶν, ἵνα ᾖ ἀνάλογα τῷ κάματος καματηρός, ὄλισθος ὀλισθηρός, βλάβη βλαβερός, κράτος κρατερός. τονώσεως δὲ διαφόρου Ἀττικῆς καὶ τὸ ἰδέ καὶ λαβέ ἀντὶ τοῦἴδε καὶ λάβε κατὰ συνεκδρομὴν τοῦ εἰπέ, ἐλθέ, εὑρέ.] Τὸ δέ «σταφύλῃ ἐπὶνῶτον ἐΐσας» δηλοῖ μὲν τὰς ἰσήλικας, ἔχει δὲ ἔλλειψιν τοῦ ˉωˉς παραβολικοῦἐπιρρήματος. ὤφειλε γὰρ εἶναι «ὡς σταφύλῃ», ἵνα λέγῃ αὐτὰς οὕτως ἴσαςἀλλήλαις τὸ μῆκος ἐν τῇ κατ' ἐπίπεδον στάσει, ὡς ἐὰν σταφύλῃ ἐξισώθησαν. Ἔστι δὲ ἡ σταφύλη βαρυτόνως, ὡς ἡ κοτύλη, πρὸς διαστολὴν τῆς ὀξυτόνουὀπώρας, τεκτονικὸν ἐργαλεῖον, ἐξισάζον τὰ ὑποκείμενα. καί φασιν οἱ ἀκριβέστεροι λαξοϊκόν, ἤτοι λιθοξοϊκόν, καὶ λαξευτικὸν διαβήτην εἶναι τὴν σταφύλην, ὃς ἅμα πλάτος καὶ ὕψος μετρεῖ. ὁ δὲ ἕτερος, φασί, διαβήτης μόνον πλάτος. ἦσανοὖν, φασίν, αἱ τοῦ Εὐμήλου ἵπποι ἄμφω ἴσαι τὸν νῶτον, ὡς σταφύλῃ τοιαύτῃμετρεῖσθαι. ῥηθήσεται δὲ περὶ ταύτης καὶ μετ' ὀλίγα. Ἰστέον δὲ νῦν καί, ὅτι Πτολεμαῖος ὁ Ἀσκαλωνίτης ἐν τῷ Περὶ τῶν ἐν Ὀδυσσείᾳ προσῳδιῶν εἰπὼνκεῖσθαι τὴν λέξιν ταύτην ἐπὶ τῆς καθιεμένης μολύβδου παρὰ τῶν τεχνιτῶν λέγεικαί, ὅτι τὸ «σταφύλῃ ἐπὶ νῶτον ἐΐσας» βαρύνεται ὡς Νιόβη. ἔστι γάρ, φησίν, οὐχ' ὅμοιον τῷ συκῆ· τοῦτο μὲν γὰρ διαιρεῖται συκέη, ἐκεῖνο δὲ οὐ διαιρεῖται. Λέγει δὲ ὁ Πτολεμαῖος τοῦτο διὰ τὸ μηδὲ τὴν ὀπώραν, τὴν σταφυλήν, δεῖνεἶναι ὀξύνεσθαι ἀλλὰ περισπᾶσθαι, οἷα τῶν τοιούτων εἰς ˉλˉη θηλυκῶν, ἃπαραλήγεται τῷ ˉυ, περισπωμένων κατὰ Ἡρακλείδην, [φάμενον ἡμαρτῆσθαιπαρὰ τοῖς ἑλληνίζουσι τὸ σταφυλή ὀξυνόμενον. ὅσα γὰρ τοιαῦτα παρατελευτῶνται τῷ ˉυ, περισπῶνται. καὶ λέγει καὶ κανόνα τινὰ εἰς τοῦτο ἐκεῖνος.] (ῃ. 766) Τὸδέ «ἐν Πηρείῃ» ἀμφιβέβληται. τινὰ μὲν γὰρ ἀντίγραφα διὰ διφθόγγου τὴνἄρχουσαν ἔχουσι, τὴν δὲ παραλήγουσαν διὰ μόνου διχρόνου. αἰτία δέ τις οὐπαραδέδοται τῆς τοιαύτης γραφῆς. ἐν δὲ ἑτέροις ἡ μὲν ἀρχὴ τὸ ˉη ἔχει, ἐνδιφθόγγῳ δὲ ἡ παράληξις γίνεται. καὶ εὕρηται οὕτω καὶ ἐν τῇ κατὰ στοιχεῖον Συλλογῇ τῶν Ἐθνικῶν, ἔνθα κεῖται, ὅτι Πήρεια χωρίον Θετταλικόν, ὅπερ τυχὸν ἑλῶδες ἦν καὶ ἀγαθὸν τρέφειν ἵππους. Ἀπόλλων δὲ τὰς Εὐμήλουἔθρεψεν ἵππους, ὡς νομεύς, καί, ὡς θητεύσας, φασί, τῷ Ἀδμήτῳ, ἢ κατὰ ἔρωταἢ ἐξ ἀνάγκης τοῦ Διός, οἷα πεφονευκὼς τοὺς Κύκλωπας, οὐ τοὺς ἐν Ὀδυσσείᾳ, ἑτέρους δὲ δηλαδή, περὶ ὧν προγέγραπται. εἰ δέ, ὡς εἴρηται, ἔθρεψεν Ἀπόλλων, οὐκ ἄρα μόνον ἀπόλλυσιν, ὥσπερ καὶ προδεδήλωται, ἀλλὰ καὶ μάλιστα ζωογόνος λάμπει καὶ θάλπει, ὡς οὔλιος, ὅ ἐστιν ὑγείας ποιητικός, καθὰ καὶ αὐτὸ προείρηται. (ῃ. 767) Θήλειαι δὲ ἦσαν αἱ ῥηθεῖσαι ἵπποι, ὡς καὶ ἡ βασιλικὴ Αἴθη. καὶ ὅσα τις ἐρεῖ πρὸς ἔπαινον ἐκείνης, ἁρμόττει καὶ ταύταις. οὐ γὰρ σκορακιστέοντὰ θήλεα τῶν ζῴων ὡς μὴ χρηστὰ εἰς ἔργον. οἱ δὲ παλαιοὶ ἐνταῦθά φασιν, ὅτι, ἐπειδὴ ἱκανὸν πρὸς νίκην τὸ ἱππικόν, οὐ μόνον ἄρρενας ἀλλὰ καὶ θηλείας ἤγαγον εἰς Τροίαν οἱ Ἀχαιοί, οὐ μόνον ἀφθονίας τοῦ γένους χάριν, ἀλλὰ καὶ ὅπως οἱ ἄρρενες ῥυθμίζοιντο μὴ ἐξοιστρᾶσθαι (ἔστι γὰρ μάλιστα αἰσθανόμενον ὁ ἵππος) διά τε τὸ μὴ χρεμετίζειν ἐν τοῖς λόχοις. Οἱ αὐτοὶ δὲ κἀκεῖνό φασι περὶ τοῦ» ὄτριχας οἰέτεας σταφύλῃ τὸν νῶτον ἐΐσας, ἄμφω θηλείας, φόβον Ἄρεοςφορεούσας», ὅτι συντόμως πᾶσαν ἵππων διαφορὰν περιέλαβε. διαφέρουσι γὰρἀλλήλων ἵπποι ἡλικίᾳ, χροιᾷ, μεγέθει, γένει, δυνάμει, ὧν ἡλικίαν μὲν δηλοῖτὸ οἰέτεας, χροιὰν δὲ τὸ ὄτριχας, μέγεθος δὲ τὸ σταφύλῃ ἴσας, ὅπερ τινὲς οὐδιαβήτην τὸν ἀνωτέρω ῥηθέντα ἐνόησαν, ἀλλὰ στάθμην, ἥτις, φασίν, ἐστὶσχοινίον λεπτὸν χριόμενον μίλτῳ ἢ μέλανι, ᾧ συνηγούμενοι ἀπορθοῦσι τὰ ξύλα. καὶ οὕτω μὲν ἡ σταφύλη ἡλικίαν δηλοῖ, γένος δὲ τὸ «ἄμφω θηλείας», δύναμινδὲ τὸ «φόβον Ἄρεος φορεούσας». λέγει γὰρ δεινὰς αὐτὰς εἶναι πονεῖσθαι περὶπόλεμον. Ἀλλαχοῦ μὲν γὰρ ἵππων ἀρετὴν ἐκτιθέμενος δεξιοὺς εἶπεν εἶναιδιώκειν καὶ αὖθις ἐν καιρῷ φέβεσθαι ἤτοι φεύγειν, ἀταράχως δηλαδή. ἐνταῦθαδὲ τῷ τοῦ φόβου ὀνόματι, ἤτοι τῆς ἐν δέοντι φυγῆς, ἀφῆκε κατὰ λόγον συντομίαςσυννοεῖσθαι καὶ τὸ διώκειν. ὁ δὲ ῥηθεὶς φόβος καὶ ταχυτῆτα ἵππων ἔοικε δηλοῦν, ὡς πολλῶν τοὺς ταχεῖς ἵππους λεγόντων φεύγειν, ὅ ἐστι συντόνως τρέχειν, οἷατῶν φευγόντων μάλιστα τὸν δρόμον ἐπιτεινόντων, ὡς δηλοῖ καὶ παροιμίαἡ ἐπ' ἀνθρώπων λέγουσα «θέειν τὸν περὶ ψυχῆς», ὁποῖόν τι καὶ παρὰ Ἡροδότῳδηλοῖ τὸ «περὶ τοῦ παντὸς ἤδη δρόμου θέοντες». καὶ αὐτὸ γὰρ ἐπὶ ἀνθρώπωντὸν περὶ ψυχῆς δρόμον ἐμφαίνει. Τινὲς δὲ τὸ «φόβον Ἄρεος φορεούσας» εἶπονἀντὶ τοῦ ἀπτοήτως φευγούσας, ἕτεροι δὲ τὰς μὴ φοβουμένας. ὡς γὰρ λύπηνφέρειν τὸ μὴ λυπεῖσθαι, οὕτω καὶ φόβον φέρειν τὸ μὴ φοβεῖσθαι. ἄλλοι φόβονἌρεος τὸν ἐκ σιδήρου καυτῆρα ἐνόησαν– Ἄρης γὰρ καὶ ὁ σίδηρος– λέγῃ ἐγκεκαῦθαι αὐταῖς ἀπὸ σιδήρου σφραγῖδα. ἤρεσε δέ τισι καὶ δόρυ ἐνταῦθαεἰπεῖν τὸν τοῦ Ἄρεος φόβον, ὡς δόρατος ἐγκεκαυμένου αὐταῖς εἰς ἐπίσημον. ὅρα δέ, ὅτι περὶ μὲν τὰς Εὐμήλου ἵππους πλέον ἀπησχόλησεν ἑαυτὴν ἡ Μοῦσα, τοὺς δὲ τοῦ Ἀχιλλέως ἐν ὀλιγίστῳ ἐσέμνυνε, παῦρα μὲν εἰποῦσα, μάλα δὲλιγέως. ὡς γὰρ Ἀχιλλεὺς πολὺ φέρτερος ἀνδρῶν, οὕτως οἱ αὐτοῦ ἵπποιφέρτεροι δηλαδὴ τῶν λοιπῶν ἵππων, εἰ καὶ ὁ ποιητὴς ἐνέλειψε τοῦτο εἰπεῖν διὰτὸ πάντῃ σαφὲς [ἢ καὶ διὰ τὸ εὐλόγως ὑπονοεῖσθαι, ὡς ὁ εἰς πᾶν ἀμύμωνἈχιλλεὺς καὶ ὄχ' ἄριστος, ταὐτὸν δ' εἰπεῖν καὶ μέγ' ἄριστος, ἀνάλογον ἄν, ὡςεἰκός, ἐχρῆτο καὶ ἵπποις, οἳ οὐκ ἂν ᾔσχυνον αὐτῷ τὴν ἀρετήν.] Ἐνταῦθα δὲσημείωσαι, ὅτι βραχὺς ἔπαινος ἀντισηκῶσαί ποτε δύναται πρὸς πλατὺ ἐγκώμιον. οὐ γὰρ οὕτω σεμνὰ τὰ πολλὰ τὰ ἐπὶ ταῖς Εὐμήλου ἵπποις, ὡς ὁ ἐπίτροχος οὗτοςἔπαινος τῶν Ἀχιλλέως ἵππων. παραφράσαντα γὰρ τὸ τοῦ Εὐριπίδου εἰπεῖν, οὐποικίλων δεῖ τὸ αὐτόθεν μέγα ἑρμηνευμάτων. καὶ ἄλλως δέ, τούτους μὲν ὁἐπιὼν διαδείξει καιρός, ὥστε οὐ χρὴ νῦν πολυλογεῖν ἐπ' αὐτοῖς. αἱ τοῦ Εὐμήλουδὲ οὐ πάνυ τι φανητιάσουσι, διὸ ἐδέησεν ἐπὶ πλέον ἐνταῦθα συστῆσαι αὐτάς. οὕτω καὶ τὸν Αἴαντα ἐν τῷ Καταλόγῳ πάντῃ ἀσεμνολόγητον εἴασε καὶ τὸνὈδυσσέα. αὐτὰ γὰρ ἐν τοῖς ἑξῆς τὰ μεγάλα ἔργα σεμνυνεῖ τοὺς ἥρωας. [ὅτι δὲοὐ τέθριππον ἀπήρτιζον αἱ καλαὶ ἵπποι τοῦ Εὐμήλου, ἀλλὰ δύο μόναι αὐτῷ ἦσαν, δηλοῦται ἐν τῷ «ἄμφω θηλείας».] Ὅρα δὲ καί, ὅτι οὐκ εὐθὺς μετὰ τὰς ἵππους Εὐμήλου ἔθετο τοὺς τοῦ Ἀχιλλέως, ἀλλὰ μεσολαβήσας τὸν Τελαμώνιον καὶ τὸν Ἀχιλλέα, εἶτα τοὺς αὐτοῦ ἵππους ἐξεφώνησε. Τοῦτο δὲ καὶ σχῆμα καινότερονἐποίησε καὶ εὐκρίνειαν δὲ εἰργάσατο τῇ συνεχείᾳ τοῦ λόγου. παρέθετο γὰρ τῷπερὶ Ἀχιλλέως λόγῳ τοὺς αὐτοῦ ἵππους. πεποίηκε δὲ καὶ συντομίαν τῇ ἐλλείψει, ὡς πρὸ ὀλίγου γέγραπται. Οὕτω δὲ περιώνυμος καὶ τὰ εἰς τροφὴνἵππων ὁ Ἀχιλλεύς, ὥστε καὶ κριθαὶ Ἀχίλλειαι λέγονται, ὁποίας ἂν ἤσθιον οἱ Ἀχιλλέως ἵπποι, ὥσπερ δὴ καὶ σπόγγος Ἀχίλλειος λεπτότατος, φασί, καὶ πυκνότατος καὶ ἰσχυρότατος, ὃν ὑπὸ τὰ κράνη καὶ τὰς κνημῖδας τιθέασιν. ὃςκαὶ ἧττον πληγεὶς ποιεῖ, φασί, ψόφον. σπανιώτατοι δὲ οἱ τοιοῦτοι, φασί, γίνονται. [Λέγεται δὲ καὶ ἐν Μιλήτῳ κρήνη εἶναι, ἥτις Ἀχίλλειος ἐκαλεῖτο, ἧς τὸ μὲν ῥεῦμα γλυκύτατον, τὸ δ' ἐφεστηκὸς ἁλμυρόν. ἀφ' ἧς καὶ περιρράνασθαίφασι τὸν ἥρωα οἱ Μιλήσιοι, ὅτε ἀπέκτεινε Τράμβηλον, τὸν τῶν Λελέγων βασιλέα, οὗ μνεία καὶ ἐν τοῖς κατὰ τὸν Λυκόφρονα. Ἰστέον δέ, ὡς, εἴγε τῷ γλυκεῖἐφέστηκεν, ὡς ἐρρέθη, προσεχῶς τὸ ἁλμυρόν, καινὸν οὐδὲν καὶ τὸν Τιταρήσιονἐπιτρέχειν ἄμικτον τῷ Πηνειῷ διὰ τὸ ἐλαιῶδες, ὡς ἐν τοῖς εἰς τὴν Βοιωτίανγέγραπται. οὕτω δὲ καὶ ἐν τῇ νήσῳ Τήνῳ κρήνη λέγεται εἶναι, ἧς τῷ ὕδατιοἶνος οὐ μίσγεται.] (ῃ. 768 ς.) Τὸ δέ «μέγα ἄριστος» ταὐτὸν τῷ πρὸ μικροῦῥηθέντι τῷ «ὄχ' ἄριστος». [Ἴσως δὲ πλεῖόν τι τούτου ἐκεῖνο δηλοῖ. διὸ ζητήσαςτὸν ὄχ' ἄριστον καὶ μαθὼν μέγ' ἄριστον εἶναι τὸν Αἴαντα, ὡς καὶ μέγ' ἀρίσταςἵππους τὰς τοῦ Εὐμήλου, οὐκ ἠξίωσε τὸν Ἀχιλλέα οὕτω καλέσαι ἀλλὰ πολὺφέρτατον, ὡς τοῦτο ὂν τὸ ὄχ' ἄριστος. δοκοῦσι δὲ καὶ οἱ τοῦ Ἀχιλλέωςἵπποι τοῦτο ἔχειν.] ὅρα δὲ καί, ὅτι τὸ φορέεσκον, ἤτοι ἐφόρουν καὶ ἔφερον, ἐπὶ ἐμψύχου ἐνταῦθα κεῖται, τοῦ Ἀχιλλέως δηλαδή. (ῃ. 772– 9) Ὅτι ἐν μὲν τοῖς ἑξῆς ἀπομηνῖσαι τὸν Ἀχιλλέα ὁ ποιητὴς ἐρεῖ, τουτέστιν ἀποθέσθαιτὴν μῆνιν, ἐνταῦθα δὲ εἰπών, ὅτι ἐν νήεσσιν ἔκειτο ἀπομηνίσας Ἀγαμέμνονι, τὴν ἐπιμονὴν δηλοῖ τῆς μήνιδος. κεῖται γὰρ ἡ ˉἀˉπˉο πρόθεσις ἀργή, ὡς καὶ ὅτε τιςλέγει ἀπομνημονεύειν χάριτος, ἐξ οὗ καὶ τὸ ἀπομνημόνευμα. οὕτω δὲ καὶ τὸἀπαντᾶν ἀδιάφορον πρὸς τὸ ἀντᾶν καὶ τὸ ἄνδρ' ἀπαμύνασθαι ἀντὶ τοῦ ἀμύνασθαι· ὅμοιον δὲ καὶ τὸ ἀπέχθεσθαι. περιττὴ δὲ ὁμοίως ἡ πρόθεσις καὶ ἐν τῷ ἀπ' οὐρανόθεν καὶ ἀπονόσφι. [Ὅτι δ' ἐνταῦθα τὸ ἀπομηνῖσαι ταὐτόν ἐστι τῷμηνῖσαι, δῆλον ἐξ Ὁμήρου εἰπόντος ἀνωτέρω μέγ' ἄριστον Αἴαντα εἶναι, ὄφρ' Ἀχιλλεὺς μήνιε, καὶ ἐπαγαγόντος τὸ ἀπομηνίσας ταὐτὸν ὂν τῷ μηνίσας.] Πάνυ δὲ ἐν τῇ Βοιωτίᾳ κατεπύκνωσε τὸν λόγον τῇ τοῦ Ἀχιλλέως μνήμῃ, ὅσγε καὶ νῦν μάλιστα μνείαν ἔχει αὐτοῦ καὶ τῶν περὶ αὐτὸν λέγων, ὅτι «λαοὶ δὲπαρὰ ῥηγμῖνι θαλάσσης», ὅ ἐστιν αἰγιαλῷ, διὰ τὴν ἐκ πολέμου ἀργίαν, «δίσκοισιτέρποντο καὶ αἰγανέῃσιν ἱέντες τόξοισί τε· ἵπποι δὲ παρ' ἅρμασιν [οἷσιν», ἤγουνἰδίοις,] «ἕκαστος λωτὸν ἐρεπτόμενοι ἐλεόθρεπτόν τε σέλινον [ἕστασαν,] ἅρματαδ' εὖ πεπυκασμένα κεῖτο [ἀνάκτων] ἐν κλισίῃς· οἳ δ' ἀρχὸν ἀρηΐφιλον ποθέοντεςφοίτων ἔνθα καὶ ἔνθα κατὰ στρατὸν οὐδ' ἐμάχοντο». καὶ ὅρα τὸ «ἀρχὸν ποθέοντες», ὡς οὐ μόνον ἐπὶ τεθνεῶτος ἀρχηγοῦ λέγεται, καθὰ ἐπὶ Πρωτεσιλάου, ἀλλὰ καὶ ἐπὶ ζῶντος. οὕτω γὰρ καὶ τὸν Φιλοκτήτην ἐπόθουν οἱ αὐτοῦ καὶ τὸνἈχιλλέα οἱ περὶ αὐτόν. (ῃ. 774) Δίσκοι δέ, ὡς καὶ ἐν Ὀδυσσείᾳ, λίθοι στρογγύλοι, οὓς χειριζόμενοι ἐρρίπτουν εἰς μῆκος οἱ γυμναζόμενοι. εἰ δὲ ἦν ἐκ σιδήρου, σόλος τὸ τοιοῦτον ἐλέγετο. γίνεται δὲ δίσκος ἀπὸ τοῦ δίκω, τὸ βάλλω καὶ ἀφίημι, πλεονασμῷ τοῦ ˉσ. ἐκ τούτου δὲ καὶ δίκτυον, τὸ κατὰ ὑγροῦ ἀφιέμενον, ὡς καὶβόλος ἀπὸ τοῦ βάλλειν. Αἰγανέα δὲ εἶδος ἀκοντίου ἐλαφροῦ παρὰ τὸ ἄγανἵεσθαι, ἤτοι πέμπεσθαι, ἢ διὰ τὸ δεξιὸν εἶναι εἰς θήραν αἰγῶν κατὰ τοὺςπαλαιούς, οἵ φασι καί, ὅτι αἰγανέα, ἧς ἡ ἀγκύλη ἐξ αἰγείου δορᾶς. Λέγουσι δὲἀγκύλην τὴν τῆς αἰγανέας λαβήν. κεῖται δὲ ὁ στίχος οὗτος καὶ ἐν Ὀδυσσείᾳ ἐπὶτῶν μνηστήρων. διὸ καὶ λέγουσιν ἐνταῦθα οἱ παλαιοὶ ἐπαινοῦντες τὴν τοιαύτηνγυμναστικήν, ὅτι χρὴ τοὺς εἰωθότας κινεῖσθαι μὴ ἀγυμναστεῖν. οὐ γὰρ ἂν λοιμώξαιεν. καὶ μετ' ὀλίγα, ὅτι, εἴγε καὶ μνηστῆρες γυμνάζονται καὶ τὰ ἑξῆς. Σημείωσαι δέ, ὅτι, ὥσπερ εἶδος ἀκοντίου ἡ αἰγανέα, οὕτω καὶ σίγυμνον παρὰ Λυκόφρονι καὶ γαῖος ἢ γαῖον, δόρυ ὁλοσίδηρον, παρὰ Παυσανίᾳ, ἢ ἐμβόλειονὁλοσίδηρον. καὶ ἡ ἀγκύλη δὲ ἀκόντιόν ἐστί τι, ὅθεν καὶ οἱ ἀκοντισταὶ ἀγκυλισταί. ἀπ' αὐτῆς δὲ καί τι ἑκηβόλον μεσάγκυλον παρωνόμασται, ὡς δηλοῖ παρ' Εὐριπίδῃ τὸ «πρῶτα μὲν τόξοισι καὶ μεσαγκύλοις σφενδόναις θ' ἑκηβόλοις». Ἴσως δὲ πολυωνυμίας λόγῳ ταὐτόν ἐστιν ἀγκύλην εἰπεῖν καὶ μεσάγκυλον. τὸ δὲ ῥηθὲν σίγυμνον σίγυννον ἕτεροι γράφουσιν, ὡς Ἀπολλώνιος· «σιγύννουςἰθὺς ἀνασχόμενοι», καί φασιν ἀσπιδίσκια ἤγουν μικρὰ πελτάρια τὴν λέξινἀλλαχοῦ σημαίνειν, ἐνταῦθα δὲ δόρατα ὁλοσίδηρα, καὶ εἰς μὲν σημασίαν εὖσφυρηλατοῦσιν αὐτὰ λέγοντες καὶ Κυπρίων γλώσσης εἶναι. βάπτουσι δὲ εἰςἐτυμολογίαν οὐ μαλθακὴν φάμενοι συϊκαινά τινα εἶναι αὐτά, ὡς δεξιὰ εἰς τὸσύας καίνειν. Ἔτι ἰστέον καί, ὅτι ἀγκύλη οὐ μόνον ἡ ἀνωτέρω ῥηθεῖσα, ἀλλὰκαὶ ἡ καμπὴ τοῦ ἀγκῶνος καὶ ποτηρίου γένος χρήσιμον εἰς κοτάβους παρὰ τὸἀγκύλον, τὸ ἐπικαμπὲς καὶ στρεβλὸν καὶ σκολιὸν καὶ ἐπικεκλασμένον. ἠγκύλουνγάρ, φασί, τὴν δεξιὰν οἱ τοὺς κοτάβους προϊέμενοι κυκλοῦντες αὐτήν, [οὓς δὴκοττάβους ἀγκυλητοὺς Αἰσχύλος ἔφη ὁμωνύμως δόρασιν, ἅπερ ἀγκυλητὰ καὶμεσάγκυλα ἐκάλουν ἀπὸ χειρός, φασί, δεξιᾶς. Χρῆσις δὲ κοτύλης παρά τε Βακχιλίδῃ ἐν τῷ «εὖτε τὴν ἀπ' ἀγκύλης πίνουσι» καὶ παρὰ Κρατίνῳ ἐν τῷ» πιεῖν δὲ θάνατος οἶνον ἂν ὕδωρ ἐπῇ» καὶ ἑξῆς ἕως τοῦ «πίνουσ' ἀπ' ἀγκύλης».] ἐκ δὲ τοῦ τοιούτου ἀγκύλου καὶ ὁ ἀγκυλομήτης. τίς δὲ ὁ κότταβος, δηλοῦσι σὺνἄλλοις καὶ οἱ Σχολιασταὶ τοῦ Κωμικοῦ. [Τὸ δέ «ἱέντες» πρὸς ἀκρίβειανἐννοίας κεῖται. οὐ γὰρ ἁπλῶς οἱ περὶ τὸν Ἀχιλλέα δίσκοις τέρπονται καὶ αἰγανέαις καὶ τόξοις, ἀλλὰ ἱέντες ἐτέρποντο, τουτέστι πέμποντες. γενικῶς δὲ ἡλέξις αὐτοῖς ἁρμόττει. δίσκος τε γὰρ ἐκ τοῦ δίκειν, ὅ ἐστιν ἀφιέναι καὶ βάλλειν, καὶ αἰγανέα παρὰ τὸ ἄγαν ἵεσθαι, καὶ ἰὸς δέ ποτε ὁ ἐκ τόξου ἱέμενος.] (ῃ. 776) Λωτὸς δὲ νῦν οὐχ' οἷος ἐν Ὀδυσσείᾳ ὁ γλυκὺς καὶ ἀνθρώπων ἐπαγωγός, βοτάνη δὲ λειμωνιὰς ἵπποις εὐπρόσιτος. καὶ οὗτος μὲν ὁ λωτός, καθὰ καὶ ὁ ἐνὈδυσσείᾳ, διὰ τοῦ ˉω μεγάλου ἔχει τὴν ἄρχουσαν. ὁ δέ γε διὰ τοῦ ˉο μικροῦ, ὁποῖος ὁ δηλούμενος ἐν τῷ «λοτοῦ κατὰ πνεύματα μέλπει», συστέλλει τὴνἄρχουσαν παρά τισι καὶ δηλοῖ καλαμίσκον τινά, ἐξ οὗ καὶ λόταξ λόταγος ὁ περὶτοιοῦτον λοτὸν πονούμενος. Τὸ δέ «ἐρεπτόμενοι» ἐπὶ ἀλόγων κυρίως ἢ κατὰὀνοματοποιΐαν τινὰ ἢ μᾶλλον ἀπὸ τῆς ἔρας ἤτοι τῆς γῆς, ἵνα ᾖ ἐρέπτεσθαι τὸἀπὸ τῆς ἔρας πάσασθαι καὶ φαγεῖν. σημαίνει δέ τι καὶ ἑτεροῖον ἡ λέξις ἐν τῷ» ποταμὸς γαῖαν ὑπέρεπτε ποδοῖιν», ἤγουν ὑπέσυρεν, ὡς οἷον ὑπεσθίων τὴνὑπὸ τοῖς ποσὶν ἰλὺν ἐπὶ συμποδισμῷ ἥρωος. Τὸ δέ «ἐλεόθρεπτον σέλινον» τρόπος ἐστὶν ἐτυμολογικός. σέλινον γὰρ σύγκειται ἀπὸ τοῦ σεύεσθαι ἐν ἕλει, ἤγουν ὁρμᾶσθαι καὶ αὔξεσθαι ἐν διύγρῳ τόπῳ. τοιοῦτον γὰρ τὸ ἕλος. εἰ γοῦν τὸσέλινον σεύεται ἐν ἕλει, εἴη ἂν ἀληθῶς ἐλεόθρεπτον ὡς ἐπὶ ἕλους τρεφόμενον. ἔστιν οὖν ἐτυμολογία σελίνου τὸ ἐλεόθρεπτον. ἄλλο δέ, φασί, τὸ ἕλειον σέλινοντοῦτο παρὰ τὸ πετροσέλινον, στραγγουριῶσι δὲ συμβάλλεται καὶ ὠφελεῖ τοὺςἀργοῦντας τῶν ἵππων. Ἰστέον δέ, ὅτι τὸ μὲν ἕλος δασύνεται, ἀφ' οὗ καὶ οἱ Εἵλωτες, τὸ μέντοι ἐλεόθρεπτον ψιλοῦται διὰ κανόνα λέγοντα, ὅτι τὸ ˉε πρὸ τοῦˉλ τῆς τρίτης συλλαβῆς καθαρευούσης ψιλοῦσθαι θέλει. (ῃ. 777) Τὸ δέ «ἕστασαν» δασύνεται ὡς συγκοπὲν ἀπὸ τοῦ ἑστήκεσαν. Πεπυκασμένα δὲ ἅρματα τὰἐσκεπασμένα, ὡς καὶ ἀλλαχοῦ φανήσεται, ἵνα μὴ καπνῷ ἀεικίζωνται ἢ ἀναπιμπλῶνται κόνεως. τὸ δέ «ἵπποι ἕστασαν» καὶ «ἅρματα ἔκειτο» καὶ «λαοὶἐφοίτων ἔνθα καὶ ἔνθα» ἔχουσί τι ἀστειότητος καὶ αὐτά, εἴπερ ὁ μὲν ποδώκηςκαὶ ποδάρκης Ἀχιλλεὺς κεῖται, ὥσπερ καὶ τὰ ἅρματα, ἵπποι δὲ ἵστανται καὶλαοὶ φοιτῶσι κατὰ στρατὸν τῇ ἐπιθυμίᾳ τοῦ πολεμεῖν περιϊόντες καὶ τὴνπαράταξιν θεώμενοι. Τὸ δέ «ἀνάκτων» ἀντὶ τοῦ δεσποτῶν. οὐ γάρ ἐστιν ἐν τῷ» ἅρματα ἀνάκτων» κυριολεκτηθῆναι τὴν λέξιν ἀναμφιλέκτως ἐπὶ μόνωνβασιλέων. [Τοιούτου δὲ ἄνακτος χρῆσις καὶ ἀλλαχοῦ, ὡς καὶ ἐν τῷ «αὐτὰρ ἐγὼοἴκοιο ἄναξ ἔσομαι ἡμετέροιο». ὁ δὲ τοιοῦτος ἄναξ παράγει καὶ τὸν βαναυσώδηχειρώνακτα καὶ τὸν Ἱππώνακτα. ὅτι δὲ ἡ γενικὴ τοῦ ἄναξ πλεονάζον ἔχει τὸταῦ, δηλοῦσιν οἱ προγεγραμμένοι ἀνακοὶ Διόσκουροι, ὧν σημειώδης ὁ τόνος, καθὰ καὶ ἡ κλητικὴ τοῦ ἄναξ ἐν τῷ «Ζεῦ, ἄνα Δωδωναῖε». αὐτὸ δὲ ὁμοιότηταἔχει πρὸς τὸ γύναι, ὃ καὶ αὐτὸ ἀποβολὴν δοκεῖ παθεῖν τοῦ ˉξ καινότερον. τὰγὰρ εἰς διπλοῦν λήγοντα τὴν αὐτὴν ἔχει ὀρθὴν καὶ κλητικήν.] (ῃ. 780– 5) Ὅτιτὸν Κατάλογον πληρώσας ὁ ποιητής, εἶτα ἱστορήσας ἀνδρῶν καὶ ἵππων τοὺςἀρίστους ἐπὶ τὴν Ἑλληνικὴν ἔρχεται σύνταξιν καί φησιν, ὅτι ἐπορεύοντο ὡςεἴ τε πυρὶ χθὼν πᾶσα νέμοιτο, ἤγουν κατεσθίοιτο. παθητικῶς γὰρ εἴρηται. Δηλοῖδὲ ἡ παραβολὴ τὴν ἀπὸ τῶν ὅπλων πυριλαμπῆ στιλβηδόνα, οὐ γελῶσαν, καθάπου ἐρεῖ ἐν τοῖς μετὰ ταῦτα, νεμομένην δὲ ὡς ὑπὸ πυρός. εἶτα τὸν κτύπονπαραδηλῶν, ὃν οἱ κινούμενοι ἀπετέλουν, φησί· «γαῖα δ' ὑπεστενάχιζεν», ὅπερκατωτέρω παθητικῶς λέγει «στεναχίζετο». ἐστενάχιζε δὲ καὶ πυρὸς νομὴνἔπασχεν οὐχ' ἁπλῶς, ἀλλά «Διῒ ὡς τερπικεραύνῳ χωομένῳ, ὅτε τ' ἀμφὶ Τυφωεῒ γαῖαν ἱμάσσει εἰν Ἀρίμοις, ὅθι φασὶ Τυφωέος ἔμμεναι εὐνάς». οὕτως ἄρα Ἑλλήνων «ὑπὸ ποσσὶ μέγα στεναχίζετο γαῖα ἐρχομένων· μάλα δ' ὦκα» καὶ ἑξῆς. τὸ γὰρ σύντονον τῆς κινήσεως πολὺν τὸν ἦχον ἐποίει. Καὶ ὅρα, ὅπως τὸ ἰδίᾳ καὶ ἰδίᾳ λεχθέν, τὴν νομὴν τοῦ πυρὸς καὶ τὴν στοναχὴν τῆς γῆς, ἥνωσεν ἐπὶ τῆς κατὰ τὸν Τυφωέα παραβολῆς, δι' ὃν ἡ γῆ κεραυνοῖς βαλλομένηκαὶ οὕτως ἱμασσομένη καὶ καίεται καὶ στεναχίζεται. Ἡ δὲ κατὰ τὸν Τυφωέαπαραβολὴ μυθικῶς μὲν ἐναντιουμένους ἔχει τὸν Δία καὶ τὸν Τυφωέα, ὃν ὁμῦθος ἑκατογκέφαλον ἀναπλάττει, νικῶντα δὲ τὸν Δία λέγει κεραυνοῖςἱμάσσοντα καὶ τοιαύταις πληγαῖς, ὧν συμμετέχει καὶ ἡ γῆ κατασκηπτόντωνεἰς αὐτήν. Ἡ δὲ μυθικὴ ἀναίδεια καὶ ὁ κατ' αὐτὴν λῆρος καὶ ταῦτά φησιν· ἡ Γῆ ἀγανακτοῦσα ἐπὶ τῷ φόνῳ τῶν Γιγάντων διαβάλλει τὸν Δία τῇ Ἥρᾳ, ἡδὲ τῷ Κρόνῳ ἐξεῖπε. καὶ αὐτὸς ἔδωκεν αὐτῇ ᾠὰ δύο, τῷ ἰδίῳ χρίσας θορῷ, καὶκατὰ γῆς ἐκέλευσεν ἀποθέσθαι, ἀφ' ὧν ἀναδοθήσεται δαίμων ἀποστήσων τὸν Δία τῆς ἀρχῆς. ἡ δέ, ὡς ἔσχεν ὀργῆς, ἔθετο αὐτὰ ὑπὸ Ἀρίμαιον τῆς Κιλικίας. ἀναδοθέντος δὲ τοῦ Τυφῶνος Ἥρα διαλλαγεῖσα τῷ Διῒ τὸ πᾶν ἐκφαίνει. ὁ δὲκεραυνώσας τὸν Τυφῶνα τὴν Σικελικὴν Αἴτνην– ὄρος δὲ αὕτη πυρικαές– αὐτῷ ἐπέθηκεν. οἶδε τὰ μυθικὰ ταῦτα καὶ Πίνδαρος. καὶ τοιαῦτα μὲν τὰ τοῦμύθου. Ἡ δὲ ἀλληγορία Δία μὲν τὸν ἀέρα νοεῖ, Τυφωέα δὲ πνεῦμα ὑπόγεωνπυρόεν καὶ καυστικόν, ἐκ τοῦ τύφω, τὸ καίω, ὀνομασθέν, ὃς δὴ Τυφωεὺςτοιοῦτος ὢν ἐναντιοῦταί ποτε τῷ Διΐ, ὅτε δηλαδὴ ἑαυτὸν ἐκκαύσας καὶ τὴνγῆν ἀναρρήξας ἀναδράμῃ καὶ κυκήσας τὰ περὶ γῆν, εἶτα καὶ ἐν μετεώροις τῷἀέρι Διῒ ἐμπεσών «οὐράνιον ἄχος» κατὰ τὴν τραγῳδίαν γένηται. οὐ κατακρατεῖδὲ εἰς τέλος ὅμως τοῦ Διός, ἀλλὰ μαραίνεται μὴ ἔχων εἰς τὸ πᾶν τὸν ψυχρὸνἀέρα στέγειν. καὶ οὕτως ἡττᾶσθαι τοῦ Διὸς λέγεται. Ὅθεν, ἡνίκα κεραυνοὶ ἐξἀέρος πίπτουσι καὶ μάλιστα ἔνθα τυφωνικὰ ἐπιχωριάζει πνεύματα, πόλεμοςκινεῖσθαι πιθανεύεται μεταξὺ Τυφωέος καὶ Διός. (ῃ. 783) Τοιούτοις δὲ τόποιςἐναρίθμιος καὶ τὰ Ἄριμα, ἔνθα ὁ Τυφωεὺς εὐνάζεσθαι λέγεται, τουτέστι διατρίβειν, ὡς καὶ αὐτόθι αἰκίζεσθαι. εἰ μὴ ἄρα εὐναί κατὰ τοὺς παλαιοὺς εὐφήμωςὁ τοῦ Τυφωέως τάφος λέγεται ἢ καὶ τὴν ἀργίαν ἐκείνου δηλοῦσιν αἱ εὐναί, ὥσπερκαὶ τὴν τοῦ Ἀχιλλέως τὸ κεῖσθαι. τὸν δὲ Τυφωέα τοῦτον οἱ μεθ' ὍμηρονΤυφῶνα καλοῦσι, παρ' οἷς καὶ δικατάληκτόν ἐστι τὸ ὄνομα τοῦτο· Τυφῶς γὰρμετὰ τοῦ ˉσ καὶ Τυφῶν μετὰ τοῦ ˉν ἐν τόνῳ περισπωμένῳ. [Εἰ δὲ καὶ Τυφάωνὁ αὐτὸς ὀνομάζεται, καθὰ καὶ ἐν τοῖς τοῦ Πινδάρου δηλοῦται, τετραχῶς ἄρασχηματίζεται τὸ δαιμόνιον. Τυφωεύς γὰρ καὶ Τυφάων Τυφάονος, ὅθεν τὸ» Τυφαονίων ἀλαλητῶν», καὶ κατὰ κρᾶσιν Τυφῶν, καὶ ὡς ἐν δικαταληξίᾳ Τυφῶς. τοιοῦτον δέ τι καὶ ὁ ταῶς. Ἀντιφῶν μὲν γάρ, φασίν, ὁ ῥήτωρ, δισυλλάβως κλίνει λόγον γράψας ἐπίγραμμα ἔχοντα Περὶ ταῶν. Ἀττικοὶ δὲ εἰπόντεςταῶνι ἐμφαίνουσιν ὡς ὁ ταῶν ἐστιν ἡ εὐθεῖα. πεπλεόνακε δὲ ὁ ταῶς, ὥς φησινὁ Ἀθήναιος, ὃς εἰπών, ὅτι περισπούδαστος ἦν ἡ τοῦδε τοῦ ζῴου θέα–» τὰςνουμηνίας γοῦν», φησίν, «ὁ βουλόμενος εἰσῄει, τὰς δ' ἄλλας, εἴ τις ἦλθε θεασόμενος, οὐκ ἔστιν ὅστις ἔτυχε».– λέγει καί, ὅτι, ὥσπερ αὐτός, σπάνιος ὤν, ἐθαυμάζετο, νῦν δὲ πλείους εἰσὶ τῶν ὀρτύγων, οὕτω καὶ ἡ αὐτοῦ ἑνικὴ εὐθεῖαπληθύνεται, ὥστε δηλαδὴ σπάνιαι αἱ ταύτης πλάγιαι. Ἡρωδιανὸς δὲ τοῖς εἰςˉωˉν περισπωμένοις, οἷον τῷ Δημοφῶντι καὶ Ξενοφῶντι καὶ τοῖς ὁμοίοις, συντεταχὼς καὶ τὸν Τυφῶνα καὶ τὸν ταῶνα λέγει, ὡς μόνον τὸ Τυφῶν καὶ ταῶνοὐκ ἐκλίθη διὰ τοῦ ˉνˉτ, ἐπειδὴ καὶ ἑτέραν ἔσχε κατάληξιν· Τυφῶς γὰρ καὶ ταῶςδιὰ τοῦ σίγμα. καὶ οὕτω μὲν ταῦτα.] Δῆλον δὲ ὅτι, κἂν ὁ μῦθος ᾠκειώσατο τὸν Τυφωέα, ὅμως οὐδὲ τῇ ἱστορίᾳ ἐστὶν ἄγνωστος. ἄλλοι τε οὖν Τυφωέος μέμνηνταιπεριφανοῦς ἀνδρὸς καὶ Ἡρόδοτος ἐν οἷς λέγει, ὅτι Ὦρος ὁ Ἀπόλλων Αἰγυπτιστί, ὃς λέγεται καταπαύσας Τυφῶνα βασιλεῦσαι ὕστατος Αἰγύπτου. Ἰστέον δέ, ὅτι ἐν τοῖς μετὰ ταῦτα ὁ ποιητὴς θόρυβον μέγαν πολεμικὸν παριστῶν ὑπερβαίνειτὴν ἐνταῦθα μεγαλοφωνίαν καὶ διὰ σεισμοῦ μεγίστου εἰκονίζει αὐτὸν ὡς ἐν τῇυʹ ῥαψῳδίᾳ φανήσεται. φιλοτιμεῖται γὰρ ἐν πολλοῖς ὑπεραίρειν αὐτὸς ἑαυτόν. ὁ δὲ Γεωγράφος ἐν τοῖς ἑαυτοῦ σποράδην περὶ Τυφωέως καὶ Ἀρίμων ταῦτάφησι· Μυσοὶ μετὰ Λυδοὺς καὶ πόλις Φιλαδέλφεια σεισμῶν πλήρης, εἶτα ἡ Κατακεκαυμένη χώρα εὐεκπύρωτος μῆκος πεντακοσίων σταδίων πλάτος δὲτετρακοσίων, εἴτε Μυσίαν κλητέον, εἴτε Μῃονίαν. λέγεται γὰρ ἀμφοτέρως, οἷαὑπὸ Μυσῶν καὶ Λυδῶν κατεχομένη. ἄδενδρος δὲ πᾶσα πλὴν ἀμπέλου, ἀφ' ἧς ὁ Κατακεκαυμενίτης οἶνος ἐλλόγιμος ἀρετῇ. ταύτης τῆς χώρας τῶν πεδίων μὲντεφρώδης ἡ ἐπιφάνεια, τῆς δὲ ὀρεινῆς καὶ πετρώδους μέλαινα ὡς ἂν ἐξ ἐπικαύσεως. εἰκάζουσι δέ τινες ἐκ κεραυνοβολιῶν καὶ πρηστήρων συμβῆναι ταῦτα, εὔλογον δὲ μᾶλλον ἀπὸ πυρὸς γηγενοῦς. ἐνταῦθα τὰ περὶ Τυφῶνος μυθολογεῖταικαὶ Ἄριμος δέ τις αὐτόθι λέγεται βασιλεῦσαι. καλοῦ δὲ ὄντος τοῦ ἐκεῖσε οἴνουἀστεϊζόμενοί τινες πυριγενῆ καλοῦσι τὸν Διόνυσον ὡς ἀπὸ χώρας, ἥτις αὐτὸτοῦτο Κατακεκαυμένη καλεῖται. Λέγει δὲ καί, ὅτι οἱ περί που τὸν Τμῶλοντόποι κεραυνόβολοι καὶ δρυμώδεις καὶ ὅτι ἐνταῦθα οἱ Ἄριμοι. οἱ δὲ ταῦτα, φησί, λέγοντες ἐπεισφέρουσιν εἰς τὸ «Τυφωέως εἶναι εὐνάς» καὶ τοῦτο τὸ ἔπος·» χώρῳ ἐνὶ δρυόεντι, Ὕδης ἐν πίονι δήμῳ» (περὶ ἧς Ὕδης ἐν τοῖς ἑξῆς ῥηθήσεται) ἐνταῦθα εἶναι τοὺς ῥηθέντας Ἀρίμους δοξάσαντες διὰ τὸ δρυμώδη, φασί, τὸντόπον εἶναι καὶ κεραυνόβολον. Ἄλλοι δέ, φησίν, ἐν Κιλικίᾳ τὸν περὶ Τυφωέωςπλάττουσι μῦθον, οἱ δὲ ἐν Συρίᾳ, οἱ δὲ ἐν ταῖς Πιθηκούσαις νήσοις, οἳ καὶ τοὺςπιθήκους φασὶ παρὰ Τυρρηνοῖς ἀρίμους καλεῖσθαι. πιθανότεροι δὲ οἱ ἐν τῇ Κατακεκαυμένῃ τῆς Μυσίας τοὺς Ἀρίμους τιθέντες. οἱ δὲ τοὺς Σύρους Ἀρίμους δέχονται, οὓς νῦν, φησίν, Ἀράμους λέγουσιν, ἄλλοι τοὺς Ἀρίμους παρ' αὐτό φασι τὸ Κωρύκιον ἄντρον, ἀφ' ὧν τὰ ἐγγὺς ὄρη Ἄριμα ἐκαλοῦντο. ἀλλαχοῦ δέ φησιν, ὅτι ὁ περὶ Ἀντιόχειαν ποταμὸς Ὀρόντης Τυφῶν ἐκαλεῖτό ποτε. μυθεύουσι δὲ ἐνταῦθα τὰ περὶ τὴν κεραύνωσιν Τυφῶνος καὶ τοὺς Ἀρίμουςκαί φασι τὸν Τυφῶνα τυπτόμενον κεραυνῷ– εἶναι δὲ δράκοντα– φεύγεινζητοῦντα κατάδυσιν καὶ τοῖς μὲν ὁλκοῖς ἐντεμεῖν τὴν γῆν καὶ ποιῆσαι τὸῥεῖθρον τοῦ ποταμοῦ, καταδύντα δὲ εἰς γῆν ἀναρρῆξαι πηγήν, ὅθεν γενέσθαιτοὔνομα τῷ ποταμῷ. Ἑτέρωθι δέ φησιν, ὅτι Ἄριμοι κατὰ Ποσειδώνιον οὐ τόπος Συρίας ἢ Κιλικίας, ἀλλὰ αὐτὴ ἡ Τυρία, ἤγουν ἡ περὶ Τύρον χώρα. Ἀριμαῖοι γὰρ οἱ ἐν αὐτῇ. Συνακτέον δὲ ἐκ τῶν ῥηθέντων καί, ὅτι οἱ Ἄριμοι ἀρσενικῶςκαὶ τὰ Ἄριμα οὐδετέρως λέγεται. τοπικὸν δὲ τῶν Ἀρίμων Ἀριμαῖος. τοῦ δὲῥηθέντος ἀνωτέρω γηγενοῦς πυρὸς ἐκλιπεῖν τὰς πηγὰς ὁ Γεωγράφος λέγει, δείκνυσθαι δὲ βόθρους τρεῖς, οὓς φύσας καλοῦσι. [(ῃ. 782) Τὸ δέ «ἱμάσσῃ», ὅ ἐστιν ἱμάντι πλήττῃ, μικροπρεπὲς μέν ἐστι ῥηθὲν ἐπὶ τοῦ μεγίστου κακοῦ, προσφυῶς δ' ἔχει τῷ «γαῖα δ' ὑπεστενάχιζε». καὶ μετῆκται ταῦτα ἐκ τῶν ἐν τῷἱμάσσεσθαι ὑποστεναζόντων. ἄλλως δὲ στεναχίζει γαῖα, ὡς καὶ πόντος παρὰ Σοφοκλεῖ.] (ῃ. 783) Τὸ δέ «φασίν» εἶπε κατὰ τοὺς παλαιοὺς ὁ ποιητής, ἵναμὴ προσκρούοιμεν ὡς Ὁμηρικῷ ὄντι διὰ τὸ μυθῶδες. (ῃ. 786– 806) Ὅτι τῶν Ἑλληνικῶν πραγμάτων ἐχόντων, ὡς εἴρηται, οἱ Τρῶες «ἀγορὰς ἀγόρευον ἐπὶ Πριάμοιο θύρῃσι, πάντες ὁμηγερέες, ἠμὲν νέοι ἠδὲ γέροντες». πρὸ τῶν βασιλείων γὰρ ἦν, φασίν, ὡς εἰκός, τὸ ἐκκλησιαστήριον. Ζεὺς δέ, φησίν, ἄγγελονἔστειλε τοῖς Τρωσὶ τὴν Ἶριν, ἣν καὶ ποδήνεμον καὶ ὠκέαν καλεῖ καὶ πόδαςὠκέαν. ἡ δὲ ἐλθοῦσα σὺν ἀγγελίῃ ἀλεγεινῇ ἔφη τῷ Πριάμῳ· «Ὦ γέρον, αἰείτοι μῦθοι φίλοι ἄκριτοί εἰσιν, ὥς ποτ' ἐπ' εἰρήνης, πόλεμος δ' ἀλίαστος ὄρωρε», τουτέστιν ἄφυκτος. λιάζω γὰρ τὸ ἐκφεύγω. μέμφεται δ' ἐν τούτοις τὸν γέρονταὡς ἐν καιρῷ μάχης καὶ ἔργων λογολεσχοῦντα. εἰρήνῃ μὲν γὰρ πρέπουσι βουλαὶκαὶ δημηγορίαι, πολέμου δὲ ἀκμὴ οὐ τούτοις χαίρει. [Διό τινες τὸν Ἄρην παρὰτὴν στέρησιν τοῦ λέγειν ἐτυμολογοῦντες τὴν εἰρήνην ἀπὸ τοῦ εἴρειν, ὅ ἐστιλέγειν, παράγουσι, κατὰ τὸ «ἐν χερσὶ τέλος πολέμοιο, ἐπέων δ' ἐνὶ βουλῇ».] Εἶτα τὸν Ἑλληνικὸν στρατὸν ἐκπληττομένη φησίν· «ἦ μὲν δὴ μάλα πολλὰ μάχας εἰσήλυθον ἀνδρῶν, ἀλλ' οὔπω τοιόνδε τοσόνδε τε λαὸν ὄπωπα· λίηνγὰρ φύλλοισιν ἐοικότες ἢ ψαμάθοισιν ἔρχονται πεδίοιο μαχησόμενοι περὶ ἄστυ». καὶ οὕτω τὴν Τρωϊκὴν ἀγορὰν ἡ Ἶρις ἐγκόψασα προκαλεῖται εἰς ἔργον τὸνἐντρεχέστατον Ἕκτορα καί φησιν ἀσυνδέτως οὕτως· «Ἕκτορ, σοὶ δὲ μάλιστ' ἐπιτέλλομαι ὧδέ γε ῥέξαι· πολλοὶ γὰρ κατὰ ἄστυ μέγα Πριάμου ἐπίκουροι, ἄλλη δ' ἄλλων γλῶσσα πολυσπερέων ἀνθρώπων. τοῖσι δ' ἕκαστος ἀνὴρ σημαινέτω, οἷς ἄρχει, τῶν δ' ἐξηγείσθω κοσμησάμενος πολιήτας», ἤτοι τοὺςἑαυτοῦ πολίτας, πλεονασμῷ τοῦ ˉη. [οὐ δήπου γὰρ φυσικῶς ἐνταῦθα ἔγκειται, ὡς ἐν τῷ Μασσαλία Μασσαλιήτης καὶ τοῖς τοιούτοις.] Καὶ ταῦτα μὲν τὰ τῆςμυθικῆς Ἴριδος. Φαίνεται δέ, ὅτι σκοπός τις ἐκάθητο τοῖς Τρωσὶν ἐπιτεταγμένοςτὰ τῶν Ἑλλήνων σκοπεῖν, ὃς ἰδὼν ἐκείνους ἐκτεταγμένους οὕτω δραμὼν ἐξεῖπετὰ τοῦ πράγματος κατὰ σπουδήν. διὸ καὶ τὴν δημηγορίαν ἐπέτεμεν οἷα μὴἐνδαψιλευομένου πλατυτέρου καιροῦ. ἐμφαίνει δὲ ὁ ποιητὴς τοῦτο εἰπών, ὅτιἡ Ἶρις εἶπεν, ἃ εἶπε πρὸς Πρίαμον καὶ Ἕκτορα εἰσαμένη, ἤγουν ὁμοιωθεῖσα, φθογγήν· «υἷι Πριάμου Πολίτῃ, ὃς Τρώων σκοπός», ἤτοι κατάσκοπος, «ἷζεποδωκείῃσι πεποιθὼς τύμβῳ ἐπ' ἀκροτάτῳ Αἰσυήταο γέροντος, δέγμενος, ὁππότε ναῦφιν», ἤτοι ἀπὸ τῶν νηῶν, «ἀφορμηθεῖεν Ἀχαιοί». ὁ γοῦν Πριαμίδης Πολίτης οὗτος ἐλθὼν ἐδήλωσεν, ὡς τῶν νηῶν ἀφώρμηνται οἱ Ἕλληνες. ἐπεὶ δὲ πάνυ πολλοῦ τοῦ τάχους ἔδει καὶ ἐχρῆν ἐπτερῶσθαι οἷον ἄρτι τὸνκατάσκοπον τά τε ἄλλα καί, ἵνα μὴ θεαθεὶς ὑπὸ ἱππέων ἐπιδιωχθῇ, πέπλασταιπιθανῶς ἡ Ἶρις ἀγγέλλουσα τὴν Ἑλληνικὴν κίνησιν, ἣν ὁ μῦθος καὶ πτέρυγας ἔχειν λέγει, οὐκ ἀρκούμενος τοῖς ῥηθεῖσιν Ὁμηρικοῖς [ἐπ' αὐτῇ] ἐπιθέτοις, τῷποδήνεμος καὶ τοῖς λοιποῖς. Τάχα δὲ καὶ προέδραμε τοῦ Πολίτου φήμη τῆςτῶν Ἑλλήνων κινήσεως, οἷα εἰκός, ἢ ἐκ τοῦ ἤχου τῶν ποδῶν ἢ ἐκ τῆς βοῆς ἢἄλλως ὁπωσοῦν. Καὶ τοῦτό ἐστιν ἡ Ἶρις αὕτη, περὶ ἧς, ὅτι τε Διός ἐστινἄγγελος καὶ διὰ τί τοῦτο λέγεται καὶ ὅτι ἀπὸ τοῦ εἴρω, τὸ ἀγγέλλω, γίνεται, ὡς καὶ ὁ ἐν Ὀδυσσείᾳ Ἶρος, καὶ εἴ τι δὲ χρεὼν ἕτερον εἰς αὐτὴν συμμέτρως ῥηθῆναι, ῥηθήσεται ἐν τοῖς ἑξῆς. Ὅρα δὲ καὶ ἐν τούτῳ τὴν Ὁμηρικὴν δεξιότητα καὶ ποικιλίαν. ἔστειλε μὲν γὰρ Ζεὺς καὶ εἰς τὸ ναύσταθμον ἄγγελον, ἔστειλεδὲ καὶ εἰς Τροίαν. ἀλλ' ἐκεῖ μὲν ὄνειρος Διὸς ἄγγελος καὶ μόνῳ τῷ βασιλεῖ κατ' ἰδίαν καὶ χρηστὰ ἐπαγγελλόμενος καὶ ἀγορὰ μετὰ τὴν ἀγγελίαν καὶ βουλή. ἐνταῦθα δὲ προηγεῖται μὲν ἀγορά, ἣν οὐκ οἴδαμεν, ὅ τι ἂν ἐποίει, ἐπ' αὐτῇ δὲἾρις ἐναργὴς ἄγγελος ἥκει ἀγγελίᾳ διακονουμένη ἀλεγεινῇ. κοινὸν δὲ ἀμφοῖντοῖν ἀγγέλοιν τὸ τοῖς βασιλεῦσιν ὀνειδίζειν, τὸν μὲν ὄνειρον ὡς παννύχιονἐκεῖνος ὑπνοῖ, τὴν δὲ Ἶριν Πριάμῳ τὸ ἀκριτόμυθον. (ῃ. 786) Τὸ δέ «ὠκέαἾρις» ἀναλόγως προῆκται, ὡς καὶ τὸ ἡ γλυκέα καὶ ἡ ἡδέα καὶ τὰ ὅμοια. ἐκ τοῦὠκύς γάρ, ὠκέος, τὸ θηλυκὸν ὠκέα, ὡς καὶ γλυκύς, γλυκέος, γλυκέα καὶ τὰἄλλα. οἱ δὲ μεθ' Ὅμηρον ἐπενθέντες τὸ ˉι ἐποίησαν ὠκεῖα, γλυκεῖα καὶ τὰ λοιπά. (ῃ. 787) Ἀγγελίαν δὲ ἀλεγεινήν, ἤγουν ἀλγεινήν, ἐπίπονον, φροντίδος ἀξίαν, λέγει αὐτὸ τοῦτο τὸ εἰπεῖν τὴν Ἶριν, ὅτι ἀφώρμηνται τῶν νηῶν οἱ Ἀχαιοί, τοιόσδε καὶ τοσόσδε λαός. (ῃ. 788) Τὸ δέ «ἀγορὰς ἀγόρευον» Ἀττικόν ἐστιν, ὡς καὶ τὸ βουλὴν βουλεύει καὶ λόγον λέγει καὶ ὅλως τὸ παρατιθέναι τοῖςῥήμασι τὰ ἐξ αὐτῶν ὀνόματα. καλεῖται δὲ τὸ σχῆμα παρονομασία. (ῃ. 789) Τὸδέ «καὶ νέοι καὶ γέροντες» δημοκρατικόν ἐστιν, οὐ βουλευτικόν. δημοκρατίαςγὰρ ἡ κοινὴ αὕτη ἰσηγορία. [(ῃ. 791) Τὸ δέ «υἷι», ὅ ἐστιν υἱῷ, προπερισπώμενονμὲν συγκέκοπται ἀπὸ τῆς υἷις, υἵιος, υἵιι καὶ οὕτως ἐκπέφευγε τὸ δύσφωνον· εἰ δ' ἴσως παροξύνεται, κρᾶσιν ἔπαθε τῶν δύο ἰῶτα εἰς ἰῶτα μακρὸν κατὰ τὸ «Θέτικαλλιπλοκάμῳ» καὶ «μήτι δ' ἡνίοχος», ἤγουν βουλῇ, «περιγίνεται ἡνιόχοιο». Ὅρα δὲ καί, ὅτι Πολίτης κύριον ἐξ ἰδιασμοῦ κοινοῦ τοπικοῦ ὀνόματος, ὁποῖαπολλὰ καὶ ἄλλα εἰσίν.] (ῃ. 792) Ὅρα δὲ καὶ τὸ «ἷζε σκοπός», ἀντὶ τοῦ ἐκάθητο, ἐνεργητικῶς ἐκφωνηθέν. οὕτω δὲ καὶ τὸ σύνθετον αὐτοῦ τὸ καθίζειν. ἕζε μέντοιοὐκ ἄν ποτε εὑρεθείη, ἀλλὰ παθητικῶς ἀεὶ λαλεῖται. ἕζετο γάρ, ὥσπερ καὶἑζόμενος. ὅτι δὲ τὸ ἕζω πρωτότυπόν ἐστι τοῦ ἵζω καὶ καθίζω καὶ ὅτι Σικελῶνγλῶσσα ταῦτα παράγει, δηλωθήσεταί που ἐν τοῖς ἑξῆς. Ὡς δὲ καὶ ὀπτὴρ λέγεταιὁ τοιοῦτος σκοπός, δηλοῖ σὺν ἄλλοις καὶ Σοφοκλῆς. Τὸ δέ «ποδωκείαις πεποιθώς» παραγγελία ἐστὶ τοῦ χρῆναι τὸν σκοπὸν εἶναι καὶ ποδώκη, ὡς ἂν ἐπιταχύνῃ ἐνκαιρῷ τὸν δρόμον. οἱ δὲ παλαιοί φασι καί, ὅτι κωμῳδῶν τοῦτο λέγει ὁ ποιητής, ὡς τοῦ Πολίτου ποσὶ θαρροῦντος, οὐ μὴν ἀνδρείου ὄντος. [περίφρασις δὲ τοῦποδώκης τὸ «ποδωκείῃσι πεποιθώς», ὡς καὶ τοῦ ἄλκιμος τὸ «ἀλκὶ πεποιθώς».] (ῃ. 793) Ὁ δὲ Αἰσυήτης δημογέρων ἀρχαῖος, παρώνυμος ἴσως τῷ ἐν τοῖς ἑξῆςπου «αἰσυητῆρι νεανίᾳ», Ἀντήνορος, φασί, πατὴρ καὶ Οὐκαλέγοντος, τεθαμμένος κάτω που περὶ τὸ πεδίον, ὥσπερ καὶ ὁ Ἶλος φανεῖται ἐν τοῖς ἑξῆς, οὗ ὁ τύμβος ἐξῆρται, ὡς καὶ χρησιμεύειν εἰς σκοπευτήριον. Μήποτε δὲ οὐκἀγαθὸς οἰωνὸς τοῖς πολίταις τῆς Τροίας τὸ ἐπὶ τύμβου καθῆσθαι αὐτοῖς τὸνκατάσκοπον τὸν καὶ τῇ πόλει παρώνυμον καὶ τοῦ βασιλέως Πριάμου υἱόν, ὡς εἶναι τὸ Ἡσιόδειον παρῳδήσαντά τινα εἰπεῖν ἐνταῦθα «μηδ' ἐπ' ἀκινήτοισικαθίζειν» ἄνδρα τοιοῦτον σκοπευτήν. Ἕτεροι δὲ ἱστοροῦσι τὸν Αἰσυήτηντοῦτον, ἔγγονον Οὐκαλέγοντος, οὐ τοῦ ἐν τῇ βʹ, ἀλλὰ ἀρχαιοτέρου, ὃς ἔγημε, φασίν, Ἴλιον τὴν Λαομέδοντος. καὶ ὅρα τὴν Ἴλιον ταύτην τὸ κύριον ὄνομα. οὕτω δὲ καὶ ἄλλα τοιαῦτα καινόφωνα παρὰ τοῖς παλαιοῖς κύρια ἔν τε ἑτέροιςκαὶ παρὰ Πορφυρίῳ, ἔνθα φησίν, ὅτι Σιπύλου καὶ Χθονίας τῆς Κρόνου Τμῶλοςκαὶ Ὄλυμπος, οὗ καὶ Ἴδης Πηνελόπη, ταύτης δὲ θυγάτηρ Τροία. [(ῃ. 795) Κεῖται δ' ἐν τούτοις καὶ τὸ «ἐεισαμένη». ἀντὶ τοῦ ὁμοιώσασα, ἐκ τοῦ εἴδω, τὸὁμοιῶ, πλεονασμῷ τοῦ ˉε. ἀνωτέρω δέ γε αὐτοῦ δίχα τοῦ ˉε τέθειται τὸ εἴσατο, ἀντὶ τοῦ ὡμοιώθη ἢ ὡμοίωσεν· «εἴσατο γάρ», φησί, «φθογγήν».] (ῃ. 796) Τὸδέ «μῦθοι ἄκριτοι», ἤγουν ἀναρίθμητοι, δριμέως εἰς τὸν γέροντα βασιλέα ἔσκωπται. οὕτω γὰρ καὶ ὁ γελοῖος Θερσίτης συνθέτως ἀκριτόμυθος ὕβρισται. καὶἴσως διὰ τοῦτο οὐ τὸν Πολίτην αὐτὸν ἐκεῖνον ὁ ποιητὴς ἱστορεῖ ταῦτα λέγοντα, ἵνα μὴ εἰς πατέρα παροινῇ, τὴν δὲ Ἶριν ταῦτα λέγειν φησίν, ἥτις ὡς θεῖονπρόσωπον οὐκ ἔχει μέμψιν. Ὅρα δὲ ἐνταῦθα τὸ «αἰεί τοι μῦθοι φίλοι ἄκριτοι». οὐ γὰρ ἁπλῶς οἱ ἄκριτοι μῦθοι μεμπτέοι, ἀλλὰ τὸ ἀεὶ ἀκριτομυθεῖν. οὕτω καὶἈχιλλεὺς οὐχ' ὅτι μάχεται ἢ ἐρίζει σκώπτεται, ἀλλ' ὅτι αἰεὶ αὐτῷ ἔρις τεφίλη καὶ πόλεμοι. [(ῃ. 798) Ἐν δὲ τῷ «ἦ δὴ μάλα πολλά», τὸ πολλά πρωτότυπόνἐστι τοῦ πολλάκις, ὡς καὶ τὸ δηθά τοῦ δηθάκις καὶ τὸ τοσαῦτα τοῦ τοσαυτάκις.] (ῃ. 799) Ἰστέον δὲ καί, ὅτι χρεία ἦν τῆς Ἴριδος τῷ ποιητῇ οὐ μόνον εἰς τὰ ῥηθέντα, ἀλλὰ καὶ εἰς τὸ «τοιόνδε λαόν». τοσόνδε μὲν γὰρ λαὸν ἀσφαλῶς εἶχε καὶὁ Πολίτης γνῶναί τε καὶ εἰπεῖν, τὸ δὲ τοιόνδε θεοῦ ἦν ἔργον εἰδέναι. τοιαύτηδὲ καὶ ἡ Ἶρις πλάττεται, ὅθεν καὶ οἶδε τὴν ἐν ἀνδρείᾳ Ἑλληνικὴν ποιότητα. (ῃ. 800) Τὸ δέ «φύλλοις ἐοικότες» παραπέφρασται ἐκ τοῦ «ὅσα φύλλα καὶἄνθεα», ὅπερ πρὸ τούτων προσφυῶς ἐρρέθη. ἐνταῦθα δὲ εἰς δήλωσιν πλήθουςὑπερβολικὴν προσετέθη τὸ «ψαμάθοισιν», οὐκ ἀπροσφυῶς οὐδ' αὐτό. εἴληπταιγὰρ ὥσπερ ἐκεῖ ἀπὸ τοῦ πεδίου τὸ φύλλα καὶ ἄνθεα, οὕτως ἐνταῦθα τὸ ψαμάθοιςἀπὸ τοῦ αἰγιαλοῦ, ᾧ συνήθεις οἱ Ἕλληνες. [(ῃ. 801) Τὸ δέ «ἔρχονται πεδίοιο» ἀντὶ τοῦ διὰ τῆς πεδιάδος καὶ ἔστιν ὅμοιον τῷ «διέπρησσον πεδίοιο».] (ῃ. 803) Ἐν δὲ τῷ «πολλοὶ γὰρ κατὰ ἄστυ ἐπίκουροι» ὅρα, ὅπως προτίθεται ὁ γάρ σύνδεσμος λαμβανόμενος ἀντὶ τοῦ ἐπειδή, ὃς ἐν τοῖς νοήμασι πρόκειται. τὸ μὲν οὖνκοινὸν οὕτως· ἐπεὶ πολλοὶ κατὰ ἄστυ ἐπίκουροι, ἕκαστος σημαινέτω οἷς ἄρχει. ὁ δὲ ποιητὴς λαβὼν τὸν γάρ σύνδεσμον ἐν καταρχῇ, ὡς ἰσοδύναμον ὄντα τῷἐπειδή, λέγει· πολλοὶ γὰρ ἐπίκουροι, ἕκαστος σημαινέτω τοῖς ἑαυτοῦ. καὶ ποιεῖτοῦτο μυριαχοῦ διὰ τὸ καινότερον, προτιθεὶς μὲν τὴν αἰτίαν κατὰ λόγον περιβολῆς, ὑποτάσσων δὲ αὐτῇ τὸ αἰτιατὸν καὶ ἐν τούτῳ μόνῳ ξενίζων, ὅτι ἀπὸ τοῦγάρ συνδέσμου κατάρχεται. Ἄστυ δὲ παρὰ μὲν τῷ ποιητῇ πᾶσα πόλις, Ἀθηναῖοι δὲ ὕστερον εἰς τὴν κατ' αὐτοὺς ἐμόνασαν τὸ ὄνομα. ἄστυ γὰρ ἰδίωςἐκαλοῦντο αἱ Ἀθῆναι, ὥσπερ καὶ πόλις μετὰ τοῦτο ἡ Ἀλεξάνδρεια. (ῃ. 804) Τὸ δέ «ἄλλη δ' ἄλλων γλῶσσα» οὐχ' ὁμοεθνεῖς εἶναι δηλοῖ τοὺς ἐν τῇ Τροίᾳοὐδ' ὁμογλώσσους. διὸ καὶ βαρβαρικώτερον ἐν τοῖς ἑξῆς κλάζουσι. (ῃ. 805 ς.) Τὸ δέ «τοῖσιν ἕκαστος ἀνὴρ σημαινέτω, τῶν δ' ἐξηγείσθω», πολύπτωτον μὲνσχῆμα λέγεται, νοῦν δὲ ἔχει τοιοῦτον· τοῖσδε ἕκαστος προστασσέτω, τῶνδεἡγεμονευέτω. ἔοικε δὲ τῷ «κρῖν' ἄνδρας κατὰ φῦλα», ὃ φθάσας εἶπεν ὁ Νέστωρ. οὐ γὰρ ἀδύνατον τὴν αὐτὴν ἔννοιαν εἰς πολλοὺς ἐλθεῖν. τὸ γάρ «ἕκαστος σημαινέτω, οἷς ἄρχει, καὶ ἐξηγείσθω τῶν οἰκείων πολιτῶν κοσμησάμενος αὐτούς» καὶ τὸ κατωτέρω δὲ κείμενον τὸ «Τρῶες διέκριθεν ἠδ' ἐπίκουροι», ὡμοίωταιπάντως πρὸς τὸ «κρῖν' ἄνδρας φυλαδόν». ἀλλ' ἐκεῖ μέν, ὅπως φῦλα φύλοις βοηθῇ, ἐνταῦθα δὲ σὺν τούτῳ καί, ὅτι οὐδὲ δύνανται οἱ μὴ ὁμόγλωσσοι ἀλλήλοιςσυντετάχθαι, ἵνα μὴ φύρωσι καὶ συγχέωσι τὸ πᾶν. Σημείωσαι δέ, ὅτι, ἐν οἷς τὰτῆς Ἴριδος ταῦτα τῷ Νέστορι ὁ ποιητὴς φθάσας ἀνέθετο παραινοῦντι τὰὅμοια, φασὶν οἱ παλαιοί, ὅτι ἔδειξεν Ὅμηρος ὡς θεοῦ κοινὸν καὶ ἀνθρώπου ἡἀρετή. ὅρα δὲ ὅτι τοσοῦτον ἀλεγεινὴ ἡ τῆς Ἴριδος ἀγγελία, ὥστε οὔτε ὁ Πρίαμος ἐλάλησέ τι πρὸς ἅπερ ἤκουσεν οὔτε ὁ Ἕκτωρ παρὼν καὶ αὐτὸς τῇ ἀγορᾷ. ἐκπλαγέντες δὲ ἐπὶ τῇ αἴφνης ἐφόδῳ τῶν Ἀχαιῶν σιωπῶσι τέλεον. οὕτω δὲ καὶ οἱ λοιποί. ἔργου δὲ ἔχονται λύσαντος Ἕκτορος ταχὺ τὴνἀγοράν. αἶψα γάρ, φησίν, ἔλυσεν ἀγορήν, ὅπερ ἐν Ὀδυσσείᾳ ἄλλως φράζεται» λῦσε δ' ἀγορὴν αἰψηρήν». διὸ ἀτάκτως ὡρμημένοι καὶ μηδέν τι προβεβουλευμένοι θορύβους ποιήσουσιν ἐν τοῖς ἐφεξῆς, ὡς ἀνωτέρω εἴρηται. (ῃ. 807 σς.) Ὅτι τὴν μὲν τῶν Ἑλλήνων κίνησιν πολλαχῶς ἐσέμνυνεν ὁ ποιητὴς ἐν τῇ βῆτα ῥαψῳδίᾳ καὶ πλατύτερον διεξῆλθε τὰ κατ' αὐτὴν καὶ τῷ Καταλόγῳ δὲαὐτῶν ἀρκούντως ἐνεβράδυνε μετὰ καὶ συνάρσεως Μουσῶν. τὰ δὲ κατὰ τοὺς Τρῶας ἐπιτροχάδην διέξεισι συνεπισπεύδων οἷον αὐτοῖς. καὶ οὔτε Μούσας ἀξιοῖἐπικαλέσασθαι, οἷα μήτε χωρογραφῶν ὡς ἐκεῖ μήτε μύθους ἐκτιθέναι μέλλωνκαὶ ἱστορίας εἰς τοσοῦτον καὶ γενεαλογίας καὶ σχημάτων ποικιλίας, οὔτε τὸν Κατάλογον οὕτω πλατύνει. καὶ τὰ πρὸ τοῦ Καταλόγου δὲ πάνυ ἐπιτρέχειστενοχωρῶν. (ῃ. 808– 10) Φησὶ γάρ· «ἐπὶ τεύχεα ἐσσεύοντο», ἤγουν ὥρμων, διὰ τὸ τῆς Ἑλληνικῆς ἐφόδου αἰφνίδιον, «πᾶσαι δ' ὠΐγνυντο πύλαι», αἱ τῆςπόλεως δηλαδὴ διὰ τὸ κατεπεῖγον, «ἐκ δ' ἔσσυτο λαὸς πεζοί τε ἱππῆές τε. πολὺς δ' ὀρυμαγδὸς ὀρώρει», ἤγουν ἠγείρετο· εἶτα ἐν ὀλίγοις ἔπεσι τὸν τόπονἐκθέμενος, ὡς ῥηθήσεται μετὰ βραχύ, ἐν ᾧ διεκρίθησαν ἀλλήλων οἱ Τρῶες καὶοἱ ἐπίκουροι, τοῦ Καταλόγου τῶν Τρωϊκῶν ἡγεμόνων ἄρχεται, ὡς καὶ αὐτὸἐν τοῖς ἑξῆς δηλωθήσεται. (ῃ. 809) Ἰστέον δέ, ὅτι ἐν τῷ «πᾶσαι πύλαι» φασὶνἩρόδωρος καὶ Ἀπίων, ὅτι ἔμφασιν μὲν ἔχει πολλῶν πυλῶν, μία δέ ἐστι, καὶ ὅτι ἐστὶ τὸ πᾶσαι ἀντὶ τοῦ ὅλαι. βούλονται οὖν τοῦτο λέγεσθαι ὑπὸ τοῦ ποιητοῦ, ὅτι ὁ εἷς πυλεών, ὁ τὴν Τροίαν ἀνοίγων, εἰς πλάτος διεπετάσθη κατ' ἄμφω τὰςπύλας, εἰς ὅσον ἐνεχώρει, ὥστε κατ' αὐτοὺς οὐ πλῆθος ἀλλὰ ποιότητα δύοθυρῶν ἀνοίγματος τὸ πᾶσαι δηλοῖ. Τὸ δὲ ὠΐγνυντο γίνεται οὕτω· οἴγω, τὸ ἀνοίγω, καὶ πλεονασμῷ οἴγνω, ἐξ οὗ παράγωγον οἰγνύω, ἀφ' οὗ οἴγνυμι, οὗ παθητικὸςπαρατατικὸς ὠϊγνύμην καὶ τρίτον πληθυντικὸν ὠΐγνυντο. οὕτω καὶ θόρω, τὸπηδῶ, θόρνω, θορνύω, θόρνυμι καὶ ἄλλα μυρία, ὥς που γέγραπται. (ῃ. 810) Τὸ δὲ ὀρυμαγδός, ὅτι καὶ ὀρυγμαδός λέγεται μεταθέσει τοῦ ˉγ, πολλαχοῦφαίνεται. δηλοῖ δὲ κυρίως μὲν τὸν ἐν ὄρει κτύπον, καταχρηστικῶς δὲ καὶ τὸνὁπουδήποτε. ἡ δὲ τοῦ ῥηθέντος τόπου ἤτοι στρατοπέδου ἔκθεσις τοιαύτη· (ῃ. 811– 5) «Ἔστι δέ τις προπάροιθε πόληος αἰπεῖα κολώνη ἐν πεδίῳ ἀπάνευθεπερίδρομος ἔνθα καὶ ἔνθα», τουτέστι κυκλοτερὴς καὶ πάντοθεν περιτρεχομένη. ταύτην «ἄνδρες μὲν Βατίειαν κικλήσκουσιν, ἀθάνατοι δὲ σῆμα πολυσκάρθμοιο Μυρίννης». ἔνθα, φησί, τότε Τρῶές τε διεκρίθησαν καὶ οἱ αὐτῶν ἐπίκουροι. Καὶσημείωσαι, ὅτι οὐδὲ οὗτος ὁ τοῦ μνημείου τόπος τοῖς βαρβάροις ἦν ἀγαθὸςοἰωνός, ὡς οὐδὲ ὁ τοῦ Αἰσυήτου τύμβος. διὸ τάχα καὶ ὁ ποιητὴς ὤκνησε τύμβονἢ τάφον Μυρίννης εἰπεῖν, σῆμα δὲ ἐκάλεσεν εὐφημότερον, ὡς σημεῖον τινοςκειμένου ἐκεῖ. Ὅρα δὲ καί, ὅπως εὐμεθόδως κἀνταῦθα ἱστορίαν παλαιὰνπαρέρριψε τὴν περὶ Μυρίννης καὶ τὴν ῥηθεῖσαν κολώνην κατὰ τὸ παρέλκονἐτοπογράφησε ποικιλίας χάριν καὶ πολυμαθείας καὶ τοῦτο ποιήσας. τόπον δὲὑψηλόν, ὥσπερ ἡ ἀλλαχοῦ Καλλικολώνη, οὕτω καὶ νῦν ἡ κολώνη δηλοῖ. ὅθεν παράγωγον ἡ κολώνεια, ὡς Ἀστυόχη Ἀστυόχεια. ἔχει δέ τι ἀπορίας, πῶς οὐκ ὀξύνεται ἡ κολώνη, εἴπερ ἀπὸ τοῦ κολωνός ὀξυτόνου γίνεται, ὃ δηλοῖ μέγαὄρος κατὰ τοὺς παλαιούς. καὶ ἴσως ἔστιν εἰπεῖν, ὅτι συνεξηκολούθησε καὶαὐτὸ τοῖς διὰ τοῦ ˉωˉνˉη θηλυκοῖς ὀνόμασιν, οἷον τῷ κορώνη, Μεθώνη καὶ τοῖςτοιούτοις. οὐκ εἰς ὀξὺ δὲ παντελῶς ἡ κολώνη λήγει, ἔχει δέ τι, ὡς εἰκός, ἄνωκολόβωμα τῆς ὀξύτητος. διὸ καὶ κολώνη λέγεται, ὡς ἀπὸ τοῦ κολούω, τὸκολοβῶ. ταὐτὸν δὲ πάντως κολωνὸν κἀνταῦθα καὶ κολώνην εἰπεῖν. νικᾷ δὲὅμως τὸ Ὁμηρικόν, ᾧ καὶ Σοφοκλῆς ἀκολουθῶν κολώνην ἄκραν τάφου ἔφη, εὖ ἄλλως εἰδὼς τὴν ῥηθεῖσαν ταὐτότητα, καθότι Κολωνὸς μὲν δῆμος αὐτῷ ἐνἈθήναις, ὁ δὲ ἐκεῖθεν δημότης, ὁποῖος καὶ αὐτός, Κολώνηθεν ἐλέγετο φῦναι, οὐ Κολωνόθεν, ὡς ὅμοιον ὂν κολωνὸν καὶ κολώνην εἰπεῖν καὶ ἐκ Κολωνοῦ καὶ Κολώνηθεν. (ῃ. 813) Ἐκαλεῖτο δὲ ἡ ῥηθεῖσα κολώνη ὁμωνύμως, φασίν, Ἀμαζόνι τινὶ ἐκεῖ τεθαμμένῃ δύο ποτέ, οἷα εἰκός, ἐχούσῃ ὀνόματα, ὧν τὸ μὲνεὐτελέστερον καί, ὡς οἱ παλαιοί φασι, δημωδέστερον ἀνθρώποις ἔγνωστο. τοιοῦτον δὲ ἡ Βάτεια καὶ ἡ Βατίεια λείως καὶ ἀφελῶς ἐκφωνούμενον. τὸ δὲὀγκηρότερον καὶ σεμνότερον ἢ καὶ κατὰ τοὺς παλαιοὺς ἀληθέστερον θεοῖς δέδοται, ὡς ἡ Ὁμηρικὴ Μοῦσά φησιν, ἤτοι ὁ θεόληπτος ποιητὴς καὶ ὡς οἷα μουσοτραφὴςτὴν τῶν θεῶν, φασίν, εἰδὼς διάλεκτον. οὕτω καὶ Βριάρεως καὶ Αἰγαίων, τὸ μὲνθεῖον ὄνομα κατὰ τὸν ποιητήν, τὸ δ' ἀνθρώπινον. τὸ δὲ ὅμοιον καὶ ἐπὶ ἑτέρωνδιωνυμιῶν. (ῃ. 814) Ἡ δὲ Ὁμηρικὴ αὕτη Μύριννα κεῖται καὶ παρὰ Λυκόφρονι λεγομένη παρά τινων Τεύκρου θυγάτηρ, γυνὴ Δαρδάνου. ὁ δὲ Γεωγράφοςμεμνημένος που ταύτης φησίν· «Ἔρμος ἀπέχει τῆς Κύμης ἑβδομήκοντασταδίους. μεγίστη δὲ τῶν Αἰολικῶν καὶ ἀρίστη ἡ Κύμη ἀπὸ Ἀμαζόνος τὸὄνομα σχοῦσα, καθάπερ καὶ ἡ Μύριννα ἀπὸ τῆς ἐν τῷ Τρωϊκῷ πεδίῳ κειμένηςὑπὸ τῇ Βατιείᾳ». Ὥστε κατὰ τὴν ἱστορίαν ταύτην τοῦ Γεωγράφου οὐκ αὐτὴἐκείνη ἡ Ἀμαζὼν Μύριννα διώνυμος ἀλλ' ὁ τύμβος αὐτῆς, οὗ δύο ὀνόματα, ἡ Βατίεια τοπικὸν καὶ ἡ Μύριννα ἐκ τῆς κειμένης Μυρίννης ἐν τῇ Βατιείᾳ. ὅτι δὲτόποι πολλοὶ Ἀμαζόνων εἰσὶν ἐπώνυμοι, δεδήλωται καὶ ἐν τοῖς τοῦ Περιηγητοῦ. δοκεῖ δὲ καὶ ἡ Θεμίσκυρα ἐπωνομάσθαι Ἀμαζόνι, οἰκητήριον καὶ αὐτὴἈμαζόνων γενομένη ποτέ, παρ' ᾗ καὶ εἰσέτι νῦν τόπος τις ταῖς Ἀμαζόσιν ἐπωνόμασται. Ἱστορεῖ δὲ ὁ Γεωγράφος καί, ὅτι Βάτεια ἀπὸ Βατείας προσηγόρευται, τῆς Δαρδάνου γυναικός, ἧς καὶ Ἀρριανὸς μεμνημένος φησίν, ὅτιΔάρδανος ἐκ Σάμου τῆς Θρᾳκίας ἐλθὼν τὰς τοῦ Τεύκρων βασιλέως θυγατέραςἔγημε, Νησὼ καὶ Βάτειαν, καὶ ἐκ μὲν τῆς Νησοῦς ἦν αὐτῷ θυγάτηρ Σίβυλλα, ἡ μάντις, ἀφ' ἧς καὶ ἄλλαι γυναῖκες, ὅσαι ἐγένοντο μαντικαί, Σίβυλλαι ἐλέγοντο, οὐχ' ὡς πρὸς αἵματος αὐτῇ οὖσαι, ἀλλὰ διὰ τὴν ὁμοίαν θεοφορίαν τυχοῦσαι τῆςἐπικλήσεως, ἐκ Βατείας δὲ Ἐριχθόνιος καὶ Ἶλος. μήποτε οὖν, ὥσπερ ὁ τῆς γεννησαμένης Βατείας τάφος κάτω τῆς Τροίας, οὕτω κατὰ ζῆλον καὶ ὁ τοῦἼλου μέσον κὰπ πεδίον ἦν. ὅρα δὲ καί, ὅτι, ὡς δῆλον ἐκ τῶν προσεχῶς γραφέντων, πρωτότυπον ἡ Βάτεια· ὅθεν κατὰ πλεονασμὸν ἡ Βατίεια, ὁμοίως ἴσως τῷὑγεία ὑγίεια. Λέγει δὲ ὁ Γεωγράφος καί, ὅτι τεκμαίρονται Ἀμαζόνα ταύτηνεἶναι τῷ ἐπιθέτῳ· εὔσκαρθμοι γὰρ ἵπποι, φασί, διὰ τὸ τάχος, κἀκείνη οὖνεὔσκαρθμος διὰ τὸ ἀπὸ τῆς ἡνιοχείας τάχος. ἱστορεῖ δὲ καὶ πόλιν Αἰολικὴνεἶναι τὴν ἀνωτέρω λεχθεῖσαν Μύρινναν, τὴν ὁμώνυμον τῇ ἐν τῷ Τρωϊκῷπεδίῳ κειμένῃ Μυρίννῃ, ἥτις ἐν ἁπλότητι μὲν γράφεται τοῦ ˉρ, διπλόην δὲ ἔχειτοῦ νῦ, [κατὰ τὸ Ἤριννα καὶ Κόριννα], ἀπεναντίας τῇ μυρρίνῃ, τῷ δένδρῳ. αὐτὴ γὰρ μονάζει μὲν τὸ ˉν, διπλάζει δὲ τὸ ˉρ διὰ τὴν μυθικὴν Μύρραν, καί, διότι δὲ μυρσίνη λέγεται. διό, καθάπερ πυρσός πυρρός, ταρσὸς ταρρός, ὁ καλαθίσκος, οὕτω καὶ μυρσίνη μυρρίνη. Τινὲς δὲ Βάτειάν φασι πόλιν Τρωϊκὴν, παρονομαζομένην ἐκ τῶν περὶ αὐτὴν βάτων, [αἵπερ καὶ βάτειαι τρισυλλάβωςλέγονται, ὡς ὁ Πίνδαρος δηλοῖ ἐν τῇ εἰς τὸν Ἀγησίαν ᾠδῇ.] Ἕτεροι δὲ ἐνδοιάζοντές φασιν οὕτω καλεῖσθαι ἴσως παρὰ τὸ βαίνεσθαι ἐν τοῖς πολέμοις. Πολύσκαρθμος δὲ ἡ, ὡς εἴρηται, ἡνιοχικὴ καὶ πολυκίνητος. Γίνεται γὰρ ἐκ τοῦσκαίρω, τὸ πηδῶ, ὁ σκαρθμὸς πλεονάσαντος τοῦ ˉθ, ὡς καὶ ἐν τῷ μηνιθμός καὶκλαυθμός καὶ ὠρυθμός παρὰ Κοΐντῳ καὶ ἐν τοῖς ὁμοίοις. τινὲς δὲ τὸ πολύσκαρθμος πρὸς τὸν τόπον ἡρμήνευσαν, ὡς πολλῶν, φασίν, ἐνεργουμένων αὐτόθιἐν τῷ πολέμῳ σκαρθμῶν, ὅ ἐστι κινήσεων ποδῶν. ἔστι δὲ κατὰ τοὺς παλαιοὺςσκαρθμὸς δρόμος, βάσις, πούς. ἕτεροι δὲ τὸ πολύσκαρθμος ἀντὶ τοῦ τραχεῖαἐνόησαν. (ῃ. 811) Τὸ δέ «ἔστι δέ τις αἰπεῖα κολώνη πρὸ τῆς Τροίας» σχῆμάἐστι σαφηνείας διηγήμασι πρέπον, φίλον Ὁμήρῳ, ὡς καὶ τὸ «ἔστι πόλιςἘφύρη» καὶ ἄλλα πολλά. (ῃ. 816– 8) Ὅτι Τρωσὶ μὲν ἡγεμόνευε μέγας κορυθαιόλος Ἕκτωρ Πριαμίδης, ἅμα τῷ γε», ἤγουν τούτῳ, «πολὺ πλεῖστοι καὶἄριστοι λαοὶ θωρήσσοντο μεμαότες ἐγχείῃσιν», ἤγουν προθυμούμενοι τοῖςἔγχεσι. τί δὲ προθυμούμενοι; πολεμίους ἀναιρεῖν ἢ φάλαγγας ῥήσσειν ἢ καὶθώρακας ῥήξειν πολεμίων ἀμφὶ στήθεσιν, ὅπερ ἐπὶ μὲν τῶν Ἀβάντων ἐντελῶςεἶπεν, ἐνταῦθα δὲ ἐνέλειψε συνεπιτροχάζων καὶ τοῖς σχήμασι καὶ τὸ Τρωϊκὸνἐμφαίνων καὶ οὕτως ἐναγώνιον, ὅσγε οὐδὲ δειπνούντων μέμνηται τῶν Τρώωνοὐδὲ μὴν θυόντων, ἅπερ εὐλόγως πεποιήκασιν Ἕλληνες. (ῃ. 816) Καὶ ὅρα, ὅτιμέγαν τὸν Ἕκτορα εἶπε κατὰ πολλὰς πάντως ἐννοίας, ὧν οὐδεμίαν ἀνεκάλυψε. Κορυθαιόλος δὲ παροξύνεται μὲν ὑπὸ τῶν παλαιῶν, δηλοῖ δὲ τὸν ἔχοντα αἰόληνκόρυθα, ἤγουν ποικίλην περικεφαλαίαν– εἰκὸς γὰρ αὐτῷ παρηλλάχθαι τὸνὁπλισμόν– ἢ τὸν εὐκίνητον ἐν πολέμοις παρὰ [τὸ αἰόλον], τὸ ταχύ, ὅπερ ἀπὸτοῦ αἰόλλω, τὸ κινῶ, γίνεται, ἵνα εἴη κορυθαιόλος ὁ αἰόλος εἰς μάχην μετὰὅπλων, ὡς ἀπὸ τῆς κόρυθος τὸ πᾶν εἰπεῖν. τοιούτου δὲ σημαινομένου ἐστὶ καὶὁ κορυθάϊξ. Ἰστέον δέ, ὅτι ἀπὸ τοῦ ῥηθέντος αἰόλλω καὶ ἀπαιόλη γίνεται, ἡ ἀπάτη καὶ ἀποστέρησις. Αἰσχύλος· «τέθνηκεν αἰσχρῶς χρημάτων ἀπαιόλῃ». ἐκεῖθενδὲ καὶ ἀπαιόλημα τὸ ἀποπλάνημα καὶ ἀποκάθαρμα, ὃ καθαρολογήσας ἐνσαφηνείᾳ Σοφοκλῆς ἄλημά τε ἁπλῶς τὸν δόλιον καὶ αἱμύλον Ὀδυσσέα λέγεικαὶ ἄλημα στρατοῦ, ᾧ παράκειται εἰς ἑρμηνείαν καὶ τὸ αἱμυλώτατον. καὶοὕτω μὲν ὁ Ἕκτωρ τῶν Τρώων ἡγεῖτο. (ῃ. 819– 23) Δαρδανίων δέ, φησίν, ἦρχεν Αἰνείας, ὃν ὑπὸ Ἀγχίσῃ ἔτεκεν Ἀφροδίτη «Ἴδης ἐν κνημοῖσι θεὰ βροτῷεὐνηθεῖσα». οὐ μόνος δὲ αὐτός, ἀλλ' ἅμα τούτῳ δύο Ἀντηνορίδαι, Ἀρχέλοχος καὶ Ἀκάμας. ἴσως γάρ, φασίν, ὁ βασιλεὺς ὑποπτεύων τὸν Αἰνείαν, ὡς καὶἐν τοῖς μετὰ ταῦτα δηλώσει που ὁ ποιητής, φύλακας αὐτῷ συνέταξε. (ῃ. 819) Καὶ ὅρα, ὅτι διαφορὰν οἶδε Δαρδάνων καὶ Τρώων, ὡς καὶ ἐν τοῖς ἑξῆς πολλαχοῦφανήσεται, ἢ φυλαδὸν διῃρημένων ἢ κατὰ σειρὰν τὴν ἀπὸ Τρωὸς καὶ Δαρδάνου, ἀφ' οὗ καὶ Δαρδανία, τόπος τις, καὶ κτίσμα δὲ Δάρδανος, ἀρχαῖον μέν, φασί, εὐκαταφρόνητον δέ. Φησὶ γοῦν ὁ Γεωγράφος, ὅτι μετ' Ἄβυδον Δαρδανὶς ἄκρακαὶ πόλις Δάρδανος ἀπέχουσα ἑβδομήκοντα σταδίους τῆς Ἀβύδου, μεταξὺ δὲ ὁῬόδιος ἐκπίπτει ποταμός. οὕτω δ' εὐκαταφρόνητος ἡ ῥηθεῖσα Δάρδανος ἦν, ὥστε οἱ Ῥωμαίων βασιλεῖς, οἱ μὲν μετῴκιζον αὐτὴν εἰς Ἄβυδον, οἱ δὲ εἰς τὸ ἀρχαῖον ἀνῴκιζον. μεσόγειοι δέ, φασίν, ὑπὸ τὴν Ἴδην οἱ Δάρδανοι. ὁ δ' αὐτὸς Γεωγράφος λέγει καί, ὅτι παρώρεια Τροίας ὑπὸ τὸν Αἰνείαν, ἣν Δαρδανίαν ἐκάλουν. εἰπόντος δὲ Ὁμήρου, ὡς Τρώων μὲν ἡγεῖτο Ἕκτωρ, Δαρδανίων δὲ ἦρχεν Αἰνείας, λέγουσιν οἱ Σχολιασταί, ὅτι δι' ἐθνῶν οὐ διὰ πόλεων ὀνομάζειτοὺς βαρβάρους. εἰ δὲ προϊὼν καὶ πόλεις τινὰς βαρβάρων καταλέγει, ἀλλὰ τὰπλείω ἐθνικῶς προάγει ὡς ἐν στενῷ. τοὺς δὲ Δαρδανίους τὰ πλείω Δαρδάνουςτρισυλλάβως λεγομένους ἔστιν εὑρεῖν, ὡς δηλοῖ καὶ τὸ «Τρῶες καὶ Δάρδανοι». Ὁ δὲ Πορφύριος λέγει καί, ὅτι Τρώων καὶ τῶν τούτοις συμμάχων ἡγοῦντοἄνδρες εἴκοσι καὶ ὀκτὼ σὺν τοῖς ὕστερον ἐλθοῦσι. τούτων δέ, φησίν, ὀκτωκαίδεκαἐν τῷ πολέμῳ καθ' Ὅμηρον ἀπέθανον. (ῃ. 820) Ἀφροδίτης δὲ υἱὸς ὁ Αἰνείας μυθολογεῖται ὡς ἡδὺς καὶ ἐπέραστος καί, ὡς εἰπεῖν, ἐπαφρόδιτος καὶ πολὺ τὸἐπαγωγὸν ἔχων. διὸ καὶ ἐφιλεῖτο ὑπὸ τῶν Τρώων. ὅθεν καὶ τῷ βασιλεῖ ὢνὕποπτος οὐδὲν ὅμως ἐβλάβη. (ῃ. 821) Ἡ δὲ Ἴδη ὄρος Τροίας ὑψηλόν, πολλαχοῦ τῆς ποιήσεως ἐμφερόμενον, πολλοὺς ἔχουσα πρόποδας κατὰ τοὺς παλαιούς, σκολοπενδρώδης τὸ σχῆμα. Ἔστι δὲ Ἴδη καὶ Κρήτης. καὶ πᾶν δέ, φασίν, ὄρος ὑψηλὸν ὡς ἀπὸ τούτων Ἴδη ἐλέγετο, ὥσπερ καὶ πᾶν ὕδωρ Ἀχελῷος καὶ Ὠκεανὸς δὲ κατά τε Ὅμηρον καὶ τοὺς ὁμηρίζοντας, ἐν οἷς καὶ Εὐριπίδης εἰπών, ὡς πέτρα τις Ὠκεανοῦ ὕδωρ στάζει, τουτέστι πηγήν. Ὅτι δὲ καὶΚρητική ἐστιν Ἴδη καὶ ὅτι ἀπὸ τῆς ἐν Κρήτῃ Ἴδης ἡ Τρωϊκὴ ὠνόμασται, καὶἐν τῇ αʹ ῥαψῳδίᾳ προγέγραπται. Ὁ δὲ Γεωγράφος λέγει καί, ὅτι Ἴδη τὸ ὄρος μέχρι Λεκτοῦ καθήκει, ἔστι δὲ ἀκρωτήριον γνώριμον τὸ Λεκτόν. λέγει δὲ ὁαὐτὸς καί, ὅτι ἐν τῇ Κρητικῇ Ἴδῃ σίδηρον εἰργάσαντο οἱ Ἰδαῖοι καλούμενοιΔάκτυλοι, διὰ τὸν ἀριθμὸν οὕτω κληθέντες. καὶ ὅτι κύκλος τοῦ τοιούτου ὄρουςστάδιοι ἑξακόσιοι. (ῃ. 821) Κνημοὶ δὲ ὄρους τὰ περὶ τοὺς πρόποδας, ὡς πρὸὀλίγου ἐγράφη. (ῃ. 824– 7) Ὅτι ὑπὸ πόδα νείατον Ἴδης, ὅ ἐστιν ἐν τῇ ἐσχάτῃ ὑπωρείᾳ τῆς Ἴδης, ἔναιον οἱ κατὰ Ζέλειαν «ἀφνειοὶ πίνοντες ὕδωρ μέλανΑἰσήποιο Τρῶες», ὧν ἦρχε Λυκάονος ἀγλαὸς υἱός, «Πάνδαρος, ᾧ καὶ τόξονἈπόλλων αὐτὸς ἔδωκε». Σημειοῦνται δὲ ἐνταῦθα οἱ παλαιοί, ὅτι ἡ μὲν κατὰ Πάνδαρον χώρα ὁμωνύμως τῇ ἐν τῷ Ξάνθῳ Λυκίᾳ καλεῖται, Τρῶες δὲ οἱοἰκήτορες ἑτερωνύμως, ὅπερ καὶ ἐπὶ ἄλλων ἐδηλώθη γενέσθαι πρὸ τούτων. ὅτιδὲ τοιοῦτος Λύκιος ὁ Πάνδαρος καὶ ὅτι Λυκία ὑπ' αὐτῷ ἦν, ἐν ᾗ Ζέλεια, δηλοῖτὸ «οὐδέ τις ἐν Λυκίῃ σοῦ εὔχεται κρείττων εἶναι». διὸ καὶ Λυκηγενεῖ Ἀπόλλωνιἐν τοῖς ἑξῆς εὔξεται. Ῥητέον οὖν ἐν ὀλίγῳ, ὅτι οὐ μόνον Ζελειῶται οἱ τοῦ Πανδάρου, ἀλλὰ καὶ Τρῶες, ἤδη δὲ καὶ Λύκιοι· τριωνυμία οὖν ἐθνικὴ καὶἐνταῦθα, ὡς καὶ ἐπὶ τῶν Μυρμιδόνων προείρηται. Τὸ δὲ διπλοῦν ˉζ, ὡς οὐδ' ἐντῇ δʹ, οὕτως οὐδ' ἐνταῦθα ἐκτείνει τὸ πρὸ αὐτοῦ βραχὺ φωνῆεν. φησὶ γὰρ κατὰδάκτυλον «οἳ δὲ Ζέλειαν ἔναιον». [Τοιοῦτον δὲ καὶ τὸ «ὑλήεντι Ζακύνθῳ». καὶἐκεῖ γὰρ ἀδυναμίαν ἔχει τὸ διπλοῦν ἐκτείνειν τὸ προηγούμενον αὐτοῦ δίχρονονδιὰ μέτρου ἀνάγκην, καθ' ἣν καὶ ὁ Σκάμανδρος ἀδυνατεῖ ἔκτασιν ποιεῖνφωνήεντος βραχέος, ᾧ αὐτὸς ἐπάγεται. καὶ καλεῖται τὸ τοιοῦτον ὑπερμετρία, μία οὖσα τῶν παρὰ τοῖς παλαιοῖς τεθεωρημένων πέντε ἢ ἓξ κακιῶν τοῦ ἔπους. ἧς μέρος καὶ τὸ «Πατρόκλου ποθέων ἀνδροτῆτά τε καὶ μένος ἠΰ». καὶ αὐτὸ γὰρὑπερμετρίᾳ ὑποκεῖσθαι λέγεται διὰ τὸ πλεονάζειν χρόνῳ οὐκ ἔχοντι λόγονσυνιζήσεως. ἀλλὰ τὸ μὲν τοιοῦτον πάθος ἔχοι ἂν λόγον κακίαν ἔπους εἶναι, καθὰ καὶ τὴν ὀλιγομετρίαν, ἣ θεωρεῖται ἐν στίχῳ ἐξ ὀλίγων μερῶν λόγουσυγκειμένῳ, οἷον «κολλητὸν βλήτροισι δυωκαιεικοσίπηχυ». εὐτελὲς γὰρ τὸ ἐκδύο μερῶν λόγου, ἤγουν ὀνόματος καὶ συνδέσμου, ἡρῷον ἔπος συγκεκροτῆσθαι. τὸ δὲ καὶ τὴν πολυμετρίαν τρίτην εἶναι κακίαν ἔπους, καθ' ἣν στίχος ἀπήρτισταιἐκ πολλῶν μερῶν λόγου συγκείμενος, οἷον «ἔν τ' ἄρα οἱ φῦ χειρὶ ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζεν», ἀπορίαν προβάλλεται. εἰ γὰρ τὸ ἐκ πέντε μερῶν λόγου συντεθειμένον κακία ἔπους, διὰ τί μὴ πολλῷ πλέον τὸ ἐκ πάντων, ἐκεῖνο τὸ σπουδαιότατον· «πρὸς δέ με τὸν δύστηνον ἔτι φρονέοντ' ἐλέησον» ἢ ἐλέαιρε. ἔστι δὲἴσως δυσπαράδεκτος. οὐδὲν ἧττον καὶ ἡ παραδεδομένη ἕκτη κακία διὰ τήν, ὥςφασι, τρίτην ἀπὸ τέλους ὀξεῖαν ἐν τῷ «οὐλομένην, ἣ μυρί' Ἀχαιοῖς ἄλγε' ἔθηκεν». αἱ μέντοι λοιπαὶ δύο κακίαι, ἡ τετάρτη καὶ ἡ πέμπτη, φανοῦνταί πουἐν τοῖς ἑξῆς καὶ αὐταὶ κατά τι ἔλλογοι. καὶ τοιάδε μὲν ταῦτα.] Κεῖται δέ, φασίν, ἡ Ζέλεια ἐν παρωρείᾳ τῇ ὑστάτῃ τῆς Ἴδης κατὰ τὸ Ὁμηρικὸν τὸ «ὑπὸ πόδα νείατον Ἴδης», Κυζίκου μὲν ἀπέχουσα σταδίους ἑκατὸν ἐνενήκοντα, θαλάσσηςδὲ τῆς ἐγγυτάτω, καθ' ἣν ἐκδίδωσιν ὁ ποταμὸς Αἴσηπος, ὅσον σταδίουςὀγδοήκοντα. περιρρέει δ' αὐτὴν Τάρσιος ποταμός, οὗ μνήμη τις ἔσται ἐν τοῖςἑξῆς. Ἐκλήθη δὲ ἡ τῆς Τρῳάδος αὕτη Ζέλεια κατὰ τὸν Ἐθνικολόγον ἀπὸΖελίου ἥρωος. ἐθνικὸν δέ, φησίν, αὐτῆς Ζελείτης καὶ Ζελειάτης. εὕρηται δὲ διὰτοῦ ˉι Ζελίη. Τινὲς δὲ Ζέλην αὐτήν, φησί, καλοῦσιν. ἔστι δὲ καὶ φρούριον Κυζικηνόν. λέγονται δέ, φησί, κατά τινας οἱ τοῦ Πανδάρου Ζελεῖται καὶ Λύκιοι. Καὶ ὁ Γεωγράφος δέ φησιν, ὅτι Λύκιοι οἱ Τρωϊκοὶ καὶ ἕτεροι πρὸς τῇ Καρίᾳ, περὶ ὧν ὑπόνοια, φησίν, ἐστὶν ὡς τοὺς ἑτέρους ἀποικισάντων. ἐπεὶ δέ, φησί, Λύκιοι οἱ περὶ Ζέλειαν, διὰ τοῦτο καὶ Λυκάων ἀρχηγὸς αὐτῶν καὶ Ἀπόλλων αὐτόθι τιμᾶται Λυκηγενής. Λέγει δὲ καὶ Ἀρριανὸς οὕτω· «Ζέλεια ἡ καὶ Λυκίακαὶ ὁ Ἀπόλλων ἐπὶ τῇδε τῇ Λυκίᾳ Λύκιος. διὸ καὶ Πανδάρου πατὴρ Λυκάωνοὐ πόρρω τοῦ τοιούτου ἔθνους πεσόντος τοῦ ὀνόματος. καὶ Λυκηγενεῖ Ἀπόλλωνιἐκεῖνος εὔχεται τῷ ἐγχωρίῳ». Ἰστέον δέ, ὅτι Λύκιος μὲν τὸ ῥηθὲν ἐθνικὸν διὰδιχρόνου, Λύκειος δὲ ἀγορὰ ἡ καὶ παρὰ Σοφοκλεῖ διὰ διφθόγγου, ἐν ᾗ, φασί, Λύκιος Ἀπόλλων ἵδρυτο. (ῃ. 825) Ἀφνειοὺς δὲ λέγει οὐχ' οὕτω τοὺς πλουσίους, ὅσον τοὺς περὶ τὴν Ἀφνῖτιν λίμνην κατὰ τοὺς παλαιούς. καὶ γὰρ οὕτω, φασί, καλεῖται ἡ Δασκυλῖτις. Μέλαν δὲ ὕδωρ τὸ τοῦ Αἰσήπου φησὶν ἢ κατὰ κοινὸνἐπίθετον, καθ' ὃ καὶ κυανώπιδα λέγει Ἀμφιτρίτην καὶ Ποσειδῶνα κυανοχαίτηνκαὶ ταύρους μέλανας θύεσθαι τῷ Ποσειδῶνι λέγεται, ἢ διὰ τὸ βαθύ. Καλλίμαχος δὲ παραφράσας «ἑλικώτατον ὕδωρ Αἰσήπου» φησίν. ἄλλον δὲτρόπον καὶ ἀργυροδίνην εἶχε τοῦτον εἰπεῖν. μετὰ τὴν Κυζικηνὴν δέ, φασί, καὶτὸν ῥηθέντα Αἴσηπον ἡ τῆς Τρῳάδος ἀρχή. (ῃ. 827) Πάνυ δὲ ἐξαίρει τὸν Πάνδαρον ὁ ποιητὴς λέγων ἐξ αὐτοῦ Ἀπόλλωνος λαβεῖν τὸ τόξον, ἤγουν τὴν τοξείαν, ὅ ἐστι τὴν τοξικὴν ἐπιστήμην. καὶ ἔστι, φασίν, ὁ τρόπος μετωνυμία. προοικονομεῖ δὲ ἐν τούτῳ τὰ μετὰ ταῦτα ὁ ποιητής, ἵνα θαρρῶν ὁ Πάνδαρος τῷθείῳ δώρῳ τολμήσῃ διοϊστεῦσαι κατὰ Μενελάου καὶ οὕτω συγχεθῶσιν οἱ ὅρκοιἐπὶ κακῷ τῶν Τρώων. Ἔθος δὲ ποιηταῖς ἱστορεῖν τοὺς περί τινα τέχνην δεξιοὺςθεόθεν ἔχειν τὰ ὄργανα. οὕτω καὶ ἄλλος τις αὐλῶπιν ἔχει τρίπτυχον, «τήν οἱπόρε Φοῖβος Ἀπόλλων». καὶ κίθαριν δέ τις καὶ ἕτερος λύραν καὶ ἄλλος ἀσπίδαἤ τι ἀλλοῖον ὅπλον ἐκ θεῶν λαβεῖν μεμύθευται. Τὰς γὰρ εἰς ἄκρον φασὶν εὐεξίαςθεοῖς ἀνατιθέασιν οἱ ποιηταί. [ἐν δὲ τῷ «καὶ τόξον ἔδωκεν» ἢ περιττὸς ὁ ˉκˉαˉισύνδεσμος ἢ συμπλέκει καὶ ἕτερα θεόσδοτα τῷ τόξῳ ἀγαθά, ἐν οἷς καὶ ἡ τοξικὴδεξιότης.] (ῃ. 828– 34) Ὅτι οἱ περὶ Ἀδρήστειαν ἤτοι Ἀδράστειαν καὶ οἱ περὶἈπαισὸν καὶ Πιτύειαν καὶ Τηρείης ὄρος αἰπὺ ἀρχηγοὺς εἶχον Ἄδρηστόν τε καὶ Ἄμφιον, ὃς λινοθώρηξ ἦν, καθὰ καὶ ὁ Λοκρὸς Αἴας πρὸ τούτου ἐρρέθη. ἦσαν δὲ υἱοὶ Μέροπος, ἀνδρὸς οὕτω καλουμένου καὶ ἐξιδιωσαμένου [καὶ αὐτοῦκατὰ τὸν ἱστορούμενον Ὀλυμπιονίκην Ἄνθρωπον] τὸ προσηγορικὸν ὄνομα εἰς κυριωνυμίαν. Περκώσιος δὲ ἦν οὗτος, ἤτοι ἀπὸ Περκώτης, πόλεως Τρῳάδος. Ἤδεε δὲ μαντοσύνας περὶ πάντων, ἤτοι ἐπέκεινα πάντων τῶν ἐκεῖ ὁμοτέχνων, οὐδὲ εἴα τοὺς παῖδας «στείχειν ἐς πόλεμον φθισήνορα· οἳ δ' οὔ τι πίθοντο· κῆρεςγὰρ ἄγον μέλανος θανάτοιο». καὶ ὅρα, οἷον τὸ μὴ πείθεσθαι πατράσιν εὖεἰδόσιν. οἱ δὲ παλαιοὶ λέγουσιν ἐνταῦθα καί, ὅτι οὐδὲν ἄρα ἡ μαντικὴ μοίρας ἀντιταττομένης. (ῃ. 828) Ἀδρήστειαν δὲ θέλουσι μέν τινες τρισυλλάβως Δρήστειανγράφειν, οὐ προσέχονται δέ. ὠνόμασται γὰρ ἀπὸ Ἀδράστου, ἀνδρὸς ἡρωϊκοῦπαλαιοῦ, ᾧ συνεξέδραμεν εἰς ὁμωνυμίαν ὁ προρρηθεὶς Ὁμηρικὸς Ἄδραστος. περὶ ταύτης ὁ τῶν Ἐθνικῶν γραφεὺς λέγει, ὅτι μεταξὺ Πριάπου καὶ Παρίουτοῦ κατὰ Προποντίδα, ἐν ᾧ βωμὸς θέας ἄξιος κατὰ τὸν Γεωγράφον σταδιαίαςἔχων πλευράς, Ἀδράστεια πόλις ἀπὸ Ἀδράστου βασιλέως, ὃς πρῶτος ἱδρύσατοΝεμέσεως ἱερόν. ἐκαλεῖτο δὲ καὶ ἡ χώρα Ἀδράστεια. Οἱ δὲ Ἀδράστειαν τὴνπόλιν κληθῆναι ἀπὸ Ἀδραστείας, μιᾶς τῶν Ὀρεστιάδων νυμφῶν. ἔστι δέ, φησί, καὶ τόπος Τρῳάδος Ἀδράστεια ἀπὸ Ἀδραστείας, θυγατρὸς Μελίσσου, υἱοῦ Ἴδης τῆς πρῶτον βασιλευσάσης ἐν Τροίᾳ. καὶ ταῦτα μὲν οὗτος συμφωνήσαςτῷ Στράβωνι ἐν πολλοῖς. Ἐκεῖνος δὲ λέγει καί, ὅτι, ὥσπερ Θήβη καὶ Θήβηςπεδίον, οὕτω καὶ Ἀδράστεια καὶ Ἀδραστείας πεδίον διττῶς καὶ ὅτι ἐνταῦθα μὲν οὔτε Νεμέσεως οὔτε Ἀδραστείας ἱερὸν δείκνυται, περὶ δὲ Κύζικον Ἀδραστείας ἱερόν. γράφει οὖν, φησίν, Ἀντίμαχος οὕτω· «ἔστι δέ τις Νέμεσις, μεγάλη θεός, ἣ τάδε πάντα πρὸς μακάρων ἔλαχε, βωμὸν δέ οἱ εἵσατο», ἤγουν ἵδρυσε, «πρῶτος Ἄδρηστος ποταμοῖο παρὰ ῥόον Αἰσήποιο· ἔνθα τετίμηταίτε καὶ Ἀδρήστεια καλεῖται». καὶ οὕτω μὲν καὶ ὁ Γεωγράφος. Ἕτεροι δὲ οὐκ ἰδίᾳ μὲν Ἀδρήστειάν φασιν, ἰδίᾳ δὲ Νέμεσιν, οὐδὲ Ἄδρηστον τοῦτον οἴδασιν αἴτιον τοῦ τῆς Ἀδρηστείας ταύτης ὀνόματος, ἀλλὰ Νέμεσιν Ἀδράστειαν λέγοντες Ἄδραστον αἰτιῶνται τῆς παροιμίας ταύτης, ὃν Σικυῶνι πρῶταἐμβασιλεύειν ὁ ποιητὴς πρὸ τούτου ἱστόρησε, καὶ τὴν μὲν Νέμεσιν ὡς εἰςκύριον τιθέασιν ὄνομα, τὴν δὲ Ἀδράστειαν ὡς εἰς ἐπίθετον, καὶ βούλονται εἶναιἈδράστειαν τὴν οἰκονομησαμένην παραδόξως τὰ κατὰ τὸν τοιοῦτον Ἄδραστον, οὗ μόνου τῶν ἡγεμόνων διασωθέντος ἐκ τοῦ Θηβαϊκοῦ πολέμου ἐνεμέσησε τὸθεῖον. καὶ γοῦν ἐν τοῖς ἐπιγόνοις τῶν ἐν Θήβαις πεσόντων ἀρχηγῶν Διομήδηςμὲν καὶ Σθένελος καὶ οἱ λοιποὶ περιεγένοντο, μόνος δὲ ὁ ἐξ Ἀδράστου πέπτωκε, καὶ οὕτω κατά τι δίκαιον ἀνισώθη τὸ δοκοῦν ἐκεῖ ἐλλελεῖφθαι πρὸς τῆς Νεμέσεως καὶ ἐκλήθη αὕτη ἐντεῦθεν Ἀδράστεια. Ἕτεροι δὲ τὴν Νέμεσινἀδράστειαν εἶπον καλεῖσθαι διὰ τὸ τῆς θείας δίκης ἀναπόδραστον ἤτοι ἄφυκτον· Παυσανίας δέ φησιν, ὅτι τὴν Ἀδράστειαν ἑτέραν τῆς Νεμέσεως ὑποτίθενταί τινες, οἱ δὲ τὴν αὐτὴν τῇ Νεμέσει ἀπὸ Ἀδράστου, ὅτι μόνος τῶν ἑπτὰ σωθεὶςμόνος πάλιν τὸν υἱὸν ἀπέβαλεν ἐν τοῖς ἐπιγόνοις· οἱ δὲ ἀπὸ Ἀδράστου, φησί, Μυσοῦ ἱδρυσαμένου αὐτῆς ἱερόν. βέλτιον δέ, φησίν, ἀπὸ τοῦ μηδὲν αὐτὴνἀποδιδράσκειν. καὶ τοιοῦτον μὲν καὶ τοῦτο. Ὁ δὲ Γεωγράφος λέγει πρὸς τὰ τοῦὉμηρικοῦ τούτου καταλόγου καί, ὅτι ἐπὶ τῷ Αἰσήπῳ τὸ πεδίον τῆς Ἀδρηστείας καὶ Τήρεια καὶ Πιτύα ἢ Πιτύεια ἐκ πιτύων παρονομασθεῖσα καὶ καθόλου, φησίν, ἡ νῦν Κυζικηνὴ ἡ πρὸς Πριάπῳ, ὥστε φαίνεται τῆς Κυζικηνῆς καὶ τὰῥηθέντα εἶναι. ἀλλαχοῦ δὲ λέγει, ὅτι ἡ Πιτύα τῆς Παριανῆς ἐστιν, ἧς ὑπέρκειταιπιτυῶδες ὄρος. (ῃ. 829) Ἰστέον δέ, ὅτι ἐκ τῶν πιτύων οὐχ' ἡ Πιτύα παρωνόμασταιμόνον, ἀλλὰ καὶ νῆσοι διάφοροι Πιτυοῦσσαι λεγόμεναι, ἃς ὁ Ἀλκμὰν Πιτυώδεις καλεῖ. ἔστι δέ, φασί, Πιτύη καὶ πόλις Καρίας, ἥτις καὶ Πισύη διὰ τοῦ ˉσλέγεται. Ἀπαισὸς δὲ ἐνταῦθα μὲν μετὰ τοῦ ἄλφα. φησὶ γάρ· «καὶ δῆμονἈπαισοῦ». εὑρεθήσεται δὲ καὶ χωρὶς τοῦ ˉα δισυλλάβως ἐν τῷ «ὅς ῥ' ἐν Παισῷναῖε πολυκτήμων». οὕτω δὲ καὶ παρὰ τῷ Γεωγράφῳ λέγοντι· Παισὸς πόλιςκαὶ ποταμὸς μεταξὺ Λαμψάκου καὶ Παρίου. κατασπασθείσης δὲ τῆς πόλεωςοἱ Παισηνοὶ μετῴκησαν εἰς Λάμψακον Μιλησίων ὄντες ἄποικοι, ὡς καὶ οἱ Λαμψακηνοί. ὥσπερ δὲ διχῶς Ἀπαισός καὶ Παισός, οὕτω καὶ Ἄταρνα πόλις, ἧς ὁ πολίτης Ἀταρνεύς, ἐν ᾗ καὶ τυραννεῖον Ἑρμείου. καὶ Τάρνη δὲ δίχα τοῦ ˉα. Ὅμηρος «ὃς ἐκ Τάρνης ἐριβώλακος». πλὴν ὅσον Ἀπαισὸς μὲν καὶ Παισὸς ἡ αὐτή, Ἄταρνα δὲ καὶ Τάρνη ἕτεραι ἀλλήλων. Τάρνη μὲν γὰρ Ἀχαίας πόλις, Ἄταρνα δὲ μεταξὺ Μυσίας καὶ Λυδίας καὶ Λέσβου, κατὰ δὲ ἑτέρους ἐπιτόμωςεἰπεῖν, περί που τὴν Ἀτραμυτηνήν. (ῃ. 829) Τήρεια δὲ ἴσως παρὰ τὸ τηρεῖν τὰκύκλῳ, ὥσπερ καὶ Ἴδη παρὰ τὸ ἰδεῖν. αἰπὺ γὰρ ὄρος τὴν Τήρειαν λέγει ὁποιητής. οὕτω δὲ καὶ νῦν οὐ μακρὰν τῆς Προποντίδος ὄρος ὑψηλὸν κατοπτεῦοντὰ πέριξ τοιαύτην κλῆσιν ἔλαχε. Τειρία μέντοι διὰ διφθόγγου καὶ ˉι Λευκοσύρωνπόλις ἐστὶ κατὰ τὸν ἀναγραφέα τῶν Ἐθνικῶν, ἧς ὁ πολίτης Τειριεύς, ὡς ὁ τοῦ Στειρίου Στειριεύς. ὁ δὲ Γεωγράφος τὴν Τήρειαν εἰς ὄρη Κυζικηνὰ τάσσει τῇ Ζελείᾳ προσεχῆ, ἐν οἷς θήρα κατεσκευάσθη βασιλική. οἱ δέ, φησί, λόφοναὐτήν φασιν ἀπὸ τεσσαράκοντα σταδίων Λαμψάκου. (ῃ. 833) Τὸ δὲ φθισήνωρδηλοῖ μὲν τὸν φθείροντα τοὺς ἄνδρας, ὃ δὴ σημαίνει καὶ ὁ φθισίμβροτος καὶ ὁἐναρίμβροτος καὶ ὁ ἀνδριφόντης καὶ ὁ βροτολοιγός. γίνεται δὲ ἀπὸ τοῦ φθίωφθίσω. ἐπεὶ δὲ τὸ φθίω διφορεῖται, ὡς καὶ ὁ Χοιροβοσκὸς ἐν τῇ Ὀρθογραφίᾳδηλοῖ, διφορεῖται καὶ ἡ ἄρχουσα τοῦ φθισήνωρ. πολλὰ γοῦν τῶν παλαιῶνἀντιγράφων διὰ διφθόγγου αὐτὴν ἔχουσι. [Καὶ ἔχεται λόγου ἡ τοιαύτη γραφικὴδιφόρησις. ἐκ μὲν γὰρ τοῦ φθίω φθίσω, ὡς τίω τίσω, καὶ φθίσις, ὡς τίσις, καὶφθισήνωρ. ἐκ δὲ τοῦ φθῶ φθείω, ὡς κῶ κείω, ἐξ οὗ τὸ κείσεται, καὶ χῶ χείω, τὸ χωρῶ, ἀφ' οὗ τὸ «οὐδὸς δ' ἀμφοτέρους ὅδε χείσεται», ἤγουν χωρήσει, γράφοιτο ἂν εὐλόγως διὰ διφθόγγου ἡ ἄρχουσα τοῦ φθεισήνωρ.] (ῃ. 835– 9) Ὅτι τῶν περὶ Περκώτην καὶ Πράκτιον καὶ Σηστὸν καὶ Ἄβυδον καὶ δῖαν Ἀρίσβην Ὑρτακίδης ἦρχεν Ἄσιος, ὄρχαμος ἀνδρῶν, ὃν καὶ ἐπαναλαμβάνων εὐθύς φησιν· «Ἄσιος Ὑρτακίδης, ὃν Ἀρίσβηθεν φέρον ἵπποι αἴθωνες μεγάλοι ποταμοῦ ἀπὸ Σελλήεντος». ἐπαναλαμβάνει δὲ τὸν Ἄσιον σημειωτικῶς, ὡς ἂν ὁἀκροατὴς ἐγγράψας αὐτὸν εἰς μνήμην εἰδείη, ὅτε ἀφραίνοντα ἐν τοῖς ἑξῆς μάθῃαὐτὸν καὶ ἀκλεῶς πίπτοντα. οὐ μάτην δὲ οὐδὲ τῶν ἵππων αὐτοῦ ἐμνήσθη, ἀλλ' ὅτι αὐτοῖς πεποιθὼς ὁ Ἄσιος ἐν τοῖς ἑξῆς ὡς καλοῖς ἀφρονεύσεται καὶ πεσεῖται» ἵππων ὠκυπόδων ἐλατὴρ θρασυκάρδιος» κατὰ τὸ εἰς αὐτὸν ἐπίγραμμα. Ἰστέονδέ, ὅτι ἐν τοῖς ἑξῆς καὶ ἕτερος Ἄσιος δηλωθήσεται, μήτρως Ἕκτορος ἀπὸΣαγγαρίου. (ῃ. 835) Τῶν δὲ ῥηθέντων τόπων Περκώτη μὲν εἰς τοσοῦτον μόνονἠξίωται λόγου τοῖς παλαιοῖς, εἰς ὅσον εἰπεῖν αὐτούς, ὅτι πόλις ἐστὶ Τρῳάδοςκαὶ ὅτι πολίτης αὐτῆς Περκώσιος καὶ ὅτι ἦν τις καὶ Παλαιπερκώτη λεγομένηκαὶ ὁ ἐξ αὐτῆς Παλαιπερκώσιος. Τὸν δὲ Πράκτιον ποταμὸν δέχεσθαι ὁ Γεωγράφος βούλεται, ῥέοντα μεταξὺ Ἀβύδου καὶ Λαμψάκου– πόλις γάρ, φησίν, οὐχ' εὑρίσκεται– λέγων καί, ὅτι ὁ ποιητὴς καὶ ἐκ ποταμῶν οἰκήσεις ἐδήλωσεν, ὡς καὶ ἐν τῷ «οἳ παρὰ Κηφισσὸν δῖον ἔναιον» καὶ «ἀμφὶ Παρθένιον ποταμὸνἔργα ἐνέμοντο». ἀλλαχοῦ δὲ λέγει καί, ὅτι ἀφανῆ χωρία ἡ Περκώτη καὶ τὸ Πράκτιον καὶ ἡ Ἀρίσβη. (ῃ. 836) Περὶ δὲ Σηστοῦ καὶ Ἀβύδου ἐγράφη ἐντοῖς τοῦ Περιηγητοῦ. νῦν δὲ ἀρκεῖ εἰπεῖν, ὅτι κατὰ τὸν Γεωγράφον διέχουσινἀλλήλων Σηστὸς καὶ Ἄβυδος τριάκοντά που σταδίους ἀπὸ λιμένος εἰς λιμένα, καὶ ὅτι ἡ Σηστὸς βραχεῖα μέν, εὐερκὴς δέ, σκέλει διπλέθρῳ συνάπτουσα πρὸςτὸν λιμένα, [οὗ δὴ σκέλους μείζω πάντως τὰ ἐξ Ἀθηνῶν ἕως καὶ εἰς τὸν Πειραιᾶ,] καὶ ὅτι Γύγης, βασιλεὺς Λυδῶν, ὥσπερ τὴν Τρῳάδα πᾶσαν, οὕτωκαὶ τὰ χωρία ταῦτα εἶχεν ὑφ' ἑαυτῷ, οὗ καὶ ἐπιτρέψαντος ἔκτισαν τὴν Ἄβυδον Μιλήσιοι. οὐ μόνον δὲ ἡ Σηστός, ἀλλὰ καὶ ὁ Σηστός ἀρσενικῶς, φασί, λέγεται. Ἰστέον δὲ καί, ὅτι τὸ Ἄβυδος ὕστερον ἐπὶ συκοφάντου ἐτέθη παροιμιακῶς διὰ τὸ δοκεῖν συκοφάντας εἶναι τοὺς Ἀβυδηνούς. ὅθεν καὶ Ἀβυδοκόμαι οἱ ἐπὶ συκοφαντίᾳ κομῶντες. τίθεται δέ, φασίν, ἡ λέξις καὶ ἐπὶ τοῦ εἰκαίου καὶοὐδενὸς ἀξίου. κωμῳδοῦνται δέ, φασί, καὶ εἰς μαλακίαν οἱ τῆς Ἀβύδου. Παυσανίας δὲ καὶ παροιμίαν εἶναι λέγει «μὴ εἰκῇ τὸν Ἄβυδον», ᾗ ἐχρῶντο, φησίν, ἐπὶ τῶν εἰκαίων καὶ οὐδαμινῶν. (ῃ. 838) Ἀρίσβη δέ, εἰ καὶ ἀφανὲςἀνωτέρω ἐρρέθη χωρίον, ἀλλ' ἦν ὅτε οὐ τοιοῦτον ἂν ἦν. ἔοικε γὰρ κατὰ τὸν Γεωγράφον βασίλειον εἶναι αὕτη Ἀσίου, διὸ καὶ δῖαν Ἀρίσβην ὁ ποιητὴς ἔφηαὐτήν. καὶ τὸ Ἀρίσβηθεν δὲ οὐκ εἰς κενὸν πρόσκειται, ἀλλ' ἵνα δηλωθῇ, ὅτιπολλῶν ἄρχων πόλεων ὁ Ἄσιος τῇ Ἀρίσβῃ, ὡς εἰκός, ἔχαιρε. ἦν δέ, φασί, καὶ ἐν Λέσβῳ Ἀρίσβα ὑπὸ Μηθυμναίοις, ἐν δὲ Θρᾴκῃ ποταμὸς Ἄρισβος ἐμβάλλων εἰς τὸν Ἕβρον. (ῃ. 839) Αἴθωνες δὲ ἵπποι οἱ θερμοὶ ἢ μέλανες ἢπυρροὶ ἀπὸ τοῦ αἴθω, τὸ καίω καὶ λάμπω, ἐξ οὗ καὶ ἡ Αἴθη, ἡ βασιλικὴ ἵππος, καὶ βόες δὲ αἴθωνες ὁμοίως πολλαχοῦ. λέγεται δὲ καὶ αἴθων λέων. αὐτὸς δὲκαὶ καθ' ἕτερόν τινα λόγον οὕτω καλεῖται τὸν ἑτέρωθι δηλούμενον. Ἐπίκειταιδέ ποτε ἡ λέξις καὶ ἡρωϊκῷ ἀνδρί, ὡς δηλοῖ καὶ τὸ «ἀνδρὸς αἴθωνος ἀγγελίαν». Ἐνταῦθα δὲ ὅρα, ὅτι τὸ φέρειν ἐπὶ ἐμψύχου πάλιν εἴρηται ἐν τῷ «φέρον ἵπποιτὸν Ἄσιον». Σελλήεις δὲ ποταμὸς οὐ μόνον ἐν τοῖς ὑπὸ τὸν Ἄσιον, ἀλλὰ καὶ ἐν ἄλλοις τόποις, ὡς καὶ προεγράφη. ῥέει δὲ πρὸς τῇ Ἀρίσβῃ. ἀναμνηστέονδὲ καὶ τῆς οὐ πρὸ πολλῶν ῥηθείσης Ἐφύρης, ἥτις εἶχε καὶ αὐτὴ ποταμὸν Σελλήεντα. (ῃ. 840– 3) Ὅτι Ἱππόθοος καὶ Πύλαιος, υἱοὶ Λήθου Πελασγικοῦ, ἦγον φῦλα Πελασγῶν ἐγχεσιμώρων· «τῶν», ἤγουν τούτων, «οἳ Λάρισσανἐριβώλακα ἔναιον». (ῃ. 840) Καὶ ὅρα τὸ «φῦλα Πελασγῶν». ἀξιόλογον γὰρπλῆθος δηλοῖ. οὐ γὰρ φῦλον ἔφη, ἀλλὰ φῦλα πληθυντικῶς. μέγα δὲ ἔθνος οἱ Πελασγοὶ κατὰ τὸν Γεωγράφον, ὅπερ καὶ εἰς πλάτος ἀποδεικνύει αὐτός. πλανῆται δὲ ἦσαν καὶ σποράδες πανταχοῦ τῆς γῆς, ὡς καὶ ἐν τοῖς τοῦ Περιηγητοῦ κεῖται. Φησὶ γοῦν ὁ αὐτὸς Γεωγράφος καί, ὅτι πλάνητες οἱ Λέλεγες, ὡς καὶοἱ Πελασγοὶ καὶ οἱ Καύκωνες πολλαχοῦ τῆς Εὐρώπης τὸ παλαιὸν πλανώμενοι. καὶ Πελασγικὸν δὲ πεδίον ἱστορεῖ ἐν Λαρίσσῃ τῇ Θετταλικῇ. λέγει δὲ καί, ὅτι ᾠκήθη ποτὲ ὑπὸ Πελασγῶν ἡ τῶν Ἰώνων παραλία πᾶσα ἐκ Μυκάληςἀρξαμένη. καὶ Χῖοι δὲ οἰκιστὰς ἔσχον Πελασγοὺς ἐκ Θετταλίας. Πολύπλανονγὰρ τὸ ἔθνος καὶ ἕτοιμον εἰς ἀπανάστασιν καὶ αὐξηθέν ποτε ἐπὶ πολὺ ταχὺἐξέλιπε. καὶ Λῆμνον δὲ καὶ Ἴμβρον ὑπὸ Πελασγῶν Ἡρόδοτος οἰκεῖσθαί φησιν, ὅτε τὰ Περσικὰ ἐγίνοντο. καὶ Ἀργεῖοι δὲ ἦσαν Πελασγοί. Φησὶ γοῦν ὁαὐτός, ὅτι Ἀργείων ἀκρόπολιν ᾤκισε Δαναὸς καὶ Πελασγιώτας ὠνομασμένους Δαναοὺς ἐκάλεσε. δηλοῖ δὲ ταῦτα καὶ ὁ εἰπών· «πάλαι Πελασγοί, Δαναΐδαι δεύτερον». πολλαχοῦ μὲν οὖν γῆς Πελασγοί, ὡς ἐρρέθη. κόμμα δὲ τοῦ τοιούτουἔθνους καὶ οἱ ἐκ τῆς Λαρίσσης οὗτοι Πελασγοί, περὶ ἧς φασιν οἱ παλαιοί, ὅτιαὕτη νῦν συνῴκισται εἰς Ἀλεξάνδρειαν τὴν Τρῳάδα. (ῃ. 841) Λάρισσαι δὲπολλαὶ κατὰ τὸν Γεωγράφον, ἡ μὲν κατὰ τὴν Ἁμαξιτὸν ἐν ὄψει τελέως οὖσατῷ Ἰλίῳ καὶ ἐγγὺς σφόδρα, περὶ ἧς οὐκ ἂν λέγοι ὁ ποιητής. μάλιστα δ' ἂν περὶτὴν Κύμην ὑπολάβοι τις ὀρθῶς τὴν τοιαύτην Λάρισσαν. καὶ κατασκευάζει ὁ Γεωγράφος τὸ οὕτω τισὶν ὑποληφθὲν λέγων καί, ὅτι πόλις ἡ Κύμη ἐπιφανής ποτε, Ἡσιόδου πατρίς, ἧς οἱ πολῖται ἐπὶ μωρίᾳ ἐκωμῳδοῦντο, καὶ ὅτι Φρικωνὶς ἡ τοιαύτη ἐκλήθη Λάρισσα καὶ ὅτι Κύμης μὲν ἀπεῖχε σταδίους ἑβδομήκοντα, Τροίας δὲ χιλίους. διό, φησί, καὶ Ἱππόθοος ἐν τῇ Πατροκλείᾳ τῆλεἀπὸ Λαρίσσης πεσεῖν λέγεται. καὶ ὅτι Λαρισσαίοις τοῖς Φρικωναίοις καὶ τοῖς Θετταλικοῖς ἴδιόν τι συνέβη τὸ ποταμόχωστον χώραν οἰκεῖν, ὁμοίως καὶ τοῖς Καϋστρηνοῖς. ἦν δὲ καὶ τρίτη Λάρισσα κώμη τῆς Ἐφεσίας ἐν τῷ Καϋστρίῳ, φησί, πεδίῳ. Λέγει δὲ ὁ αὐτὸς ἄρχοντά τινα Πελασγῶν Πίασον ἐπιθυμῆσαι τῆςθυγατρός, ἣν Λάρισσαν ἐκάλουν. βιασάμενον δ' αὐτὴν τῖσαι τῆς ὕβρεως δίκην. ἐγκύψαντα γὰρ εἰς πίθον οἴνου καταμαθοῦσα τὸν μιάστορα πατέρα ἡ Λάρισσατῶν σκελῶν λαβομένη ἐξῆρε καὶ καθῆκεν αὐτὸν εἰς τὸν πίθον. καὶ ἔστιν ἀστείωςεἰπεῖν, ὡς ποινὴν ἀθεμίτου παροινίας ὁ βίαιος ἔτισε, «τὸν λοῖσθον σκύφον» κατὰτὸν εἰπόντα «ἐκπιών», οὐχ' ὕδατος ἁλμυροῦ, ἀλλ' οἴνου καταμεθύσαντος αὐτὸνεἰς θάνατον. Ἰστέον δέ, ὅτι ὁ τῶν Ἐθνικῶν ἐπιλέκτης ἕνδεκα Λαρίσσας ἐξαριθμήσας, ὧν αἱ πλείους Εὐρωπαῖαι, οὐ Κυμαίαν λέγει Λάρισσαν τὴνὉμηρικὴν ταύτην, ἀλλὰ τὴν Τρῳαδικήν, ἣν ὁ Γεωγράφος ἀπείπατο. καὶ ἰδοὺεἰς τοῦτο ἀντιφέρονται οἱ σοφοὶ οὗτοι. ἀμφοῖν δὲ μάχεται τούτοιν ὁ εἰπὼν Θετταλικὴν τὴν τοιαύτην Λάρισσαν. Ἔοικε δὲ ὁ τοιοῦτος πλάνην παθεῖν τοιαύτην τινά. ἐν τῷ ἐφεξῆς Παφλαγονικῷ καταλόγῳ γράφουσιν οἱ Σχολιασταί, ὅτι ἐκτῶν Εὐρωπαίων ἐπὶ τοὺς Ἀσιανοὺς ὁ ποιητὴς ἔρχεται. ἐπεὶ οὖν οἱ πρὸ τῶν Παφλαγόνων καταλεγόμενοι Παίονες καὶ οἱ πρὸ ἐκείνων Κίκονες καὶ οἱ πρὸαὐτῶν Ἑλλησπόντιοι Θρᾷκες Εὐρωπαῖοί εἰσιν, ᾠήθησαν καὶ τοὺς τῆς Λαρίσσης ταύτης τῆς Ὁμηρικῆς ἐκ τῆς Εὐρώπης εἶναι. καὶ τὰ ῥηθησόμενα δὲ τοῖς τοιούτοις ἔοικεν ὁμολογεῖν. Λάρισσαν γὰρ ἐνταῦθα εἰπόντος τοῦ ποιητοῦφασί τινες, ὅτι ταύτην οἱ ἀπὸ τῶν Αἰολίδων μεταναστάντες ἔκτισαν· διὸ καὶ δῖοι Πελασγοί που λέγονται, ὡς ἄνωθεν Ἕλληνες, οὓς καὶ μετὰ τὸν κατακλυσμὸν σῶσαι τὰ στοιχεῖα μόνους Ἑλλήνων φασί, καὶ διὰ τοῦτο δίους αὐτοὺς καλεῖ. (ῃ. 842) Τὸ δέ «Πύλαιος» προπαροξύνεται ὡς κύριον πρὸς διαστολὴν τοῦ» πυλαῖος Ἑρμῆς». Ἐγχεσιμώρους δὲ Πελασγοὺς ἔφη, καθὰ καὶ πρὸ ὀλίγωνΜύνητα καὶ Ἐπίστροφον ἐγχεσιμώρους εἶπεν. (ῃ. 844 ς.) Ὅτι Θρήϊκαςἦγεν «Ἀκάμας καὶ Πείρως ἥρως, ὅσσους Ἑλλήσποντος ἀγάρροος ἐντὸς ἐέργει», τουτέστιν εἴργει, συγκλείει, περιέχει. τοῦτο δὲ προσέθηκε δι' ἑτέρους Θρᾷκας, ὧν ἦρχεν Ἰφιδάμας, ὃς ἐτράφη ἐν Θρῄκῃ ἐριβώλακι, μητέρι μήλων, ἐλθὼν σὺνδώδεκα ναυσίν, ἃς ἔλιπεν ἐν Περκώτῃ, ἔτι δὲ καὶ διὰ τοὺς ὑπὸ τὸν Ῥῆσον Θρᾷκας. τοῖς δὲ περὶ Ἀκάμαντα καὶ Πείρων Θρᾳξί φασι καὶ τοὺς περὶ Μαρώνειαν συνεισφέρεσθαι. Λέγουσι δὲ οἱ παλαιοὶ καί, ὅτι Ἰφιδάμας καὶ Ῥῆσος οἱ ῥηθέντες τῶν ἐπηλύδων Θρᾳκῶν ἦρχον καὶ οὐ τῶν Ἑλλησποντίων. ὅτι δὲπολεμισταὶ οἱ Θρᾷκες, γέγραπται μὲν καὶ ἀλλαχοῦ. πρὸς δὲ τὸ παρὸν εἰπεῖνἀρκεῖ, ὅτι καὶ Εὐριπίδης διὰ τοῦτο τὴν Θρᾴκην Ἄρεος οἰκητήριόν φησι, λογογραφῶν τοὺς Θρᾷκας «εὔοπλον, εὔιππον Ἄρεϊ κάτοχον γένος». Λέγει δὲ καὶἩρόδοτος, ὅτι περὶ Θρᾴκην ὁ Ἄρης καλός. ἔνθα καὶ Θρᾳκικά τινα ἱστορεῖ ἔθη, ὧν μνήμη τις καὶ ἐν Ὀδυσσείᾳ γενήσεται. ὁ δὲ Γεωγράφος καὶ τὸ πολὺ τῆς Θρᾳκικῆς περιοχῆς δηλῶν λέγει, ὡς ἡ Θρᾴκη σύμπασα ἐκ δύο καὶ εἴκοσι ἐθνῶνσυνέστηκεν. [ὃ καὶ σημείωσαι. ἀληθῶς γὰρ ἀπείρων γῆ κατὰ τὴν ποίησιν, ἣνζώνυσιν ὁ μέγας Αἷμος καὶ τὰ ὑπὲρ ἐκεῖνον καὶ τὰ ἐφεξῆς ἕως καὶ εἰς βαθὺτοῦ Εὐξείνου καὶ ὁ Θρᾴκιος Βόσπορος καὶ ὁ Ἑλλήσποντος καὶ τὰ τούτου προσάρκτια μέχρι καὶ ἐς τὸν περιᾳδόμενον Ἄθων καὶ τὰ μετ' αὐτόν, ἐν οἷς καὶ ἡ Τορώνη καὶ τὸ Ποσείδιον. Ὅτι δὲ Θρᾳκικὸς καὶ ὁ Ἄθως, οὗ μνεία καὶ παρὰ τῷποιητῇ ἐν τοῖς μετὰ ταῦτα, δηλοῖ, φασί, Σοφοκλῆς ἐν Θαμύριδι, «Θρήϊσσαν» εἰπών «σκοπιὰν Ζηνὸς Ἀθῴου». ἔνθα ὅρα τὸ Ἀθῴου ὁμωνυμοῦν τῷ ἀθῴῳ, ὑφ' οὗ δηλοῦται ὁ ἀζήμιος, ὧν διαφορά, καθά που καὶ ἑτέρωθι δηλωθήσεται, οὐ μόνον κατὰ σημασίαν, ἀλλὰ καὶ κατὰ τόνον. ἀθῷος μὲν γὰρ κατά τιναςπροπερισπωμένως ὁ ἀζήμιος, Ζεὺς δὲ Ἄθῳος προπαροξυτόνως ὁ ἐν τῷ Ἄθῳ τιμώμενος, ὅν, φασίν, ἔστι καὶ Ἀθώϊον κατὰ διαίρεσιν εἰπεῖν ὁμοίως τῷἄρειος, ἀρήϊος. κατὰ μέντοι ἑτέρους, ὧν ἐστι καὶ Ἡρωδιανός, ἀνάπαλιν ὁ μὲνπαρὰ τὸν Ἄθων Ζεὺς Ἀθῷος προπερισπασθήσεται κατὰ τὸ ἥρως ἡρῷος, Μίνως Μινῷος, γάλως γαλῷος, τὸ δὲ ἕτερον προπαροξυνθήσεται. καὶ ἔσταιθωὴ ἄθῳος, ὡς ψυχὴ εὔψυχος, βουλὴ εὔβουλος, τιμὴ ἄτιμος. καὶ τοῦτο μὲν τοιοῦτον.] Ὅτι δὲ πρωτότυπον τοῦ Θρᾷξ τὸ Θρήϊξ καὶ ἐκ τούτου κατὰ συναίρεσινγίνεται τὸ Θρᾷξ καὶ ὅτι ὁ Ἑλλήσποντος πορθμός ἐστι διείργων τὴν Θρᾴκηνκαὶ τὴν Τρῳάδα, καὶ διὰ τί οὕτω καλεῖται, καὶ ὅτι ἀγάρροος, ὡς ἄν, φασί, στενός, (ῥοώδεις γὰρ οἱ πορθμοί) πολλαχοῦ δηλοῦται. καὶ εἴρηται περὶ αὐτῶν καὶ ἐντοῖς τοῦ Περιηγητοῦ. Πείρως δὲ ὡς Μίνως. ὅρα δὲ τὸ Πείρως ἥρως, ὅτι καὶαὐτὸ παρηχήσει ἔοικε. (ῃ. 845) Τὸ δὲ ἀγάρροος ἐκ τοῦ ἄγαν γενόμενον ἔτρεψετὸ ˉν εἰς ˉρ νόμῳ ἀμεταβόλων, ἅπερ συντεθέντα ἀμεταβόλοις συνεξομοιοῦνταιαὐτοῖς. Σημείωσαι δέ, ὅτι τὸ ἀγάρροον τοῦτο κατέσυρε τὸν γλυκὺν Ἡρόδοτονἁλμυρὸν ποταμὸν προσειπεῖν τὸν Ἑλλήσποντον, ἐπεὶ καὶ οἱ ποταμοὶ ἀγάρροοι. (ῃ. 846 ς.) Ὅτι Εὔφημος, υἱὸς Τροιζήνου Κεάδαο, Κικόνων ἦρχεν αἰχμητῶν. (ῃ. 847) Ἔστι δὲ τοῦ Τροιζήνου εὐθεῖα προπαροξύτονος ὁ Τροίζηνος. Τὸδὲ Κεάδαο πατρωνυμικὸν τοῦ Τροιζήνου. Κέας γὰρ αὐτῷ πατήρ. (ῃ. 846) Κίκονες δὲ Θρᾳκικὸν ἔθνος πράγματα τῷ Ὀδυσσεῖ παρασχόν, ὡς ἡ Ὀδύσσεια δηλοῖ. οὐ μακρὰν δὲ ἦσαν οὗτοι Μαρωνειτῶν, ὡς δηλοῖ κατὰ τὸν Ἐθνολόγον ὁγράψας οὕτως· «Εὐάνθης δ' ᾤκησεν ἐν Κικονίᾳ, ἵνα Μαρώνεια καλέεται». βαρύνεται δὲ τὸ Κίκων κατὰ δύο κανόνας, οὓς ἐκτίθενται οἱ παλαιοί, οἳ καὶδύο φασὶ γενέσθαι Ὀρφέας Κίκονας, ὧν ὁ εἷς τοῦ Οἰάγρου παλαιὸς καὶ πολλῷπρογενέστερος τοῦ ὑστέρου καί, ὡς αὐτοί φασιν, ἕνδεκα γενεαῖς. Ἰστέον δέ, ὅτιεὕρηται μὲν ἐν τῇ ἐπὶ Πατρόκλῳ μάχῃ Μέντης ἡγεμὼν Κικόνων. ἦν δὲ καὶ αὐτὸςὑπὸ τῷ ῥηθέντι Εὐφήμῳ τεταγμένος. τυχὸν δὲ καὶ ὕστερον ἦλθε, καθὰ καὶ ἐπὶτοῦ ἀνωτέρω ῥηθέντος Ῥήσου γέγονεν, ὡς ἐν τοῖς ἑξῆς φανήσεται. Ἡρόδοτος δὲ λέγει, ὅτι περὶ Δωρίσκον καὶ Εὗρον καὶ Αἶνον τόπος Κικόνων ἦν τὸ παλαιόν. Ἰστέον δέ, ὅτι, ὥσπερ Ἀλεύας Ἀλευάδης, οὕτω Κέας Κεάδης. (ῃ. 848– 50) Ὅτι Πυραίχμης ἦγε «Παίονας ἀγκυλοτόξους τηλόθεν ἐξ Ἀμυδῶνος ἀπ' Ἀξίου εὐρὺ ῥέοντος», ὃ δὴ πρόσκειται εἰς διαστολὴν τοῦ ἁπλῶς ἀξίου ἐπιθετικοῦὀνόματος. εἶτα ἐπαναλαμβάνων τὸν Ἄξιον, οἷα θαύματός τινος ἄξιον, λέγει» Ἀξίου, οὗ κάλλιστον ὕδωρ ἐπικίδναται αἴῃ». (ῃ. 848) Παίονας δὲ λέγει ἐνταῦθα, ἐξ ὧν ἢ δι' ὧν ῥέει ὁ Ἄξιος ποταμὸς Παιονίας. φασὶ δὲ τὰ Σχόλια ἐνταῦθα, ὅτι Παίονες ὅμοροι Θρᾳξί, καὶ δοκεῖ καλὸν οὕτω νοεῖν. ἄλλως γὰρ ἀπορίανπλείστην ἔχει ὁ περὶ Παιόνων ἐνταῦθα λόγος, ὥσπερ καὶ ὁ περὶ Λαρίσσης, ὡςπροδεδήλωται. εἰ γὰρ κατὰ τὸν Γεωγράφον Πηλίου καὶ Πηνειοῦ τῶν Θετταλικῶνπρὸς μεσογαῖαν παράκεινται Μακεδόνες μέχρι Παιονίας καὶ τῶν Ἠπειρωτικῶνἐθνῶν, ἐκ δὲ Παιόνων συμμαχίαν ἐν Τροίᾳ εἶχον οἱ Ἕλληνες, δυσχερὲς νοῆσαιτοῖς Τρωσὶν ἐλθεῖν συμμαχίαν ἐκ τῶν ῥηθέντων πορρωτέρω Παιόνων. ὅμωςμέντοι τινὲς καὶ τοῦτο γενέσθαι φασί. καὶ ἔστω εἰρημένον, ἐπεὶ βοηθεῖσθαιδοκεῖ καὶ ὑπὸ τοῦ ποιητοῦ εἰπόντος Παίονας τούτους οὐκ ἐγγύθεν ποθὲν ἐλθεῖνἀλλὰ τηλόθεν. Ἔστι δέ τις μνεία Παιόνων καὶ ἐν τοῖς περὶ Σελλῶν. Περὶ δὲ Πυραίχμου ἐν τοῖς τοῦ Πορφυρίου φέρεται, ὅτι Πατρόκλου ἀνελόντος αὐτὸνἈστεροπαῖος ἦγε τοὺς Παίονας, ὃν ἔρριψεν Ἀχιλλεύς. περὶ δὲ Παιόνων ζητητέον καὶ ἐν τοῖς τοῦ Περιηγητοῦ. Ἰστέον δὲ καί, ὅτι Ἡρόδοτος οἶδεΠαίονας καὶ περὶ τὸν Στρυμόνα, ἐφ' ὧν καὶ παρηχεῖ τὸ «τοῖς Περινθίοιςπαιονίσασιν ἐπιχειροῦσιν οἱ Παίονες». λέγει δὲ καί, ὅτι Παιονία ἐπὶ Στρυμόνιποταμῷ πεπολισμένη, εἰσὶ δὲ Τεύκρων τῶν ἐκ Τροίας ἄποικοι. καὶ ὅτι πρὸς Βορέαν κατὰ τὸ Πάγγαιον ὄρος ὑπεροικοῦντες ἦσαν Παίονες καὶ Δόβηρες. τὸδὲ Πάγγαιον ἔτεινε, φησί, πρὸς μεσημβρίαν εἰς τὸν Στρυμόνα καὶ ἡ περὶ αὐτὸγῆ ἐκαλεῖτο Φυλλίς. ὁ δὲ Γεωγράφος λέγει καί, ὅτι Ἄξιος καὶ Στρυμὼν ἐκ Παιόνων ῥέουσι καὶ ὅτι οἱ μὲν Παίονας Φρυγῶν ἀποίκους, οἱ δὲ ἀρχηγέταςἀποφαίνουσι. καὶ τὴν Παιονίαν μέχρι Πελαγονίας καὶ Πιερίας ἐκτετάσθαιφασί. λέγονται δὲ καὶ πολλὴν πάλαι τῆς Μακεδονίας κατασχεῖν καὶ μέχρι Προποντίδος προελθεῖν καὶ Πέρινθον πολιορκῆσαι. Σημειούμενοι δὲ οἱ παλαιοὶκαί, ὅτι διττὸν τὸ τῶν Παιόνων ἔθνος, καὶ ὡς οἱ μὲν ὑπὸ τὸν Πυραίχμην Παίονες τοξόται, οἱ δὲ περὶ τὸν Ἀστεροπαῖον δολιχέγχεες, λέγουσιν, ὅτι εἰκὸς τὸν Ἀστεροπαῖον χρονίζοντος τοῦ πολέμου ὕστερον ἐλθεῖν, ὡς καὶ Ἰφιδάμαντα καὶ Ῥῆσον, τοὺς πρὸ βραχέων εἰρημένους. Ἀγκυλότοξοι δὲ οἱ χρώμενοι ἀγκύλοις, ἤγουν σκολιοῖς, τόξοις, μάλιστα δὲ κατὰ τοὺς παλαιοὺς ἀγκύλαις, ἔτι δὲ καὶ τόξοις. εἶδος δὲ ἀκοντίου, ὡς καὶ προείρηται, ἡ ἀγκύλη. (ῃ. 849) Ἀμυδὼν δὲ ἢ κατά τινας Ἀβυδὼν πόλις Παιονίας, ἧς ὁ πολίτης Ἀμυδώνιοςὡς Καλυδώνιος. Τὸ δέ «εὐρὺ ῥέοντος» γράφουσί τινες καὶ ὑφέν «εὐρυρέοντος». (ῃ. 850) Κάλλιστον δὲ ὕδωρ ὥσπερ νῦν τὸ τοῦ Ἀξίου, οὕτω καὶ ἀλλαχοῦ τὸτοῦ Ἐνιπέως. φασὶ δὲ οἱ παλαιοὶ τὸ κάλλιστον ἐνταῦθα νοεῖν ἀντὶ τοῦ ἁπλῶςκαλόν. ἄλλως γὰρ πῶς κάλλιστος ὁ θολερός, ὡς δεδηλώσεται. Τὸ δέ «κίδναται» νῦν μὲν δίχα τοῦ ˉσ διὰ τὸ μέτρον, ἀλλαχοῦ δὲ σὺν τῷ ˉσ εὕρηται. ἐπεὶ γάρ ἐστικαὶ κεδῶ καὶ σκεδῶ, τὸ σκεδάζω, ἀπὸ μὲν τοῦ κεδῶ γίνεται τὸ κίδναται, ἀπὸδὲ τοῦ σκεδῶ τὸ σκίδναται. Ἢ δὲ πλατυσμὸν τοῦ ποταμοῦ δηλοῖ τὸ κίδναται, ὡς πλατυνομένου ἐν τῷ ῥέειν, ἢ μηκυσμόν, ὡς πόρρωθεν εἰς θάλασσαν καταρρέοντος, ἢ καὶ ἀμφότερα. ἐν δὲ τῷ «ἐπικίδναται αἴῃ» ἢ αἶαν– διττῶς γὰρ ἡγραφή– αἶάν τινες οὐ τὴν γῆν ἐνόησαν, ἀλλά τινα πηγήν, ὡς δῆλον ἐξ ὧν ὁ Γεωγράφος φησὶ λέγων, ὅτι ἡ παρ' Ὁμήρῳ Ἀμυδὼν Ἀβυδὼν ὕστερον ἐκλήθηκατεσκάφη δέ. πηγὴ δὲ πλησίον Ἀμυδῶνος Αἶα καλουμένη, καθαρώτατονὕδωρ ἐκδιδοῦσα εἰς τὸν Ἄξιον, ὃς ἐκ πολλῶν πληρούμενος ποταμῶν θολερὸςῥέει. φαύλη οὖν, φησίν, ἡ φερομένη γραφή «Ἀξίου κάλλιστον ὕδωρ ἐπικίδναται Αἴῃ», ὡς δηλαδὴ οὐ τοῦ Ἀξίου ἐπικιδνάντος τὸ ὕδωρ τῇ πηγῇ, ἀλλ' ἀνάπαλιν. εἶτα ὑποδυσκόλως αἰτιώμενος ὁ Γεωγράφος καὶ τὸ νοῆσαι τὴν αἶαν ἐπὶ τῆς γῆςἔοικε παντελῶς ἐθέλειν ἐκβαλεῖν τοῦ Ὁμηρικοῦ ἔπους τὴν τοιαύτην λέξιν. (ῃ. 851– 5) Ὅτι «Παφλαγόνων ἡγεῖτο Πυλαιμένεος λάσιον κῆρ», ἤγουνπεριφραστικῶς ὁ Πυλαιμένης, «ἐξ Ἐνετῶν, ὅθεν ἡμιόνων γένος ἀγροτεράων, οἵ», τουτέστιν οἱ Παφλαγόνες, «Κύτωρον εἶχον καὶ Σήσαμον ἀμφενέμοντοἀμφί τε Παρθένιον ποταμὸν κλυτὰ δώματα ἔναιον Κρῶμνάν τε Αἰγιαλόν τε καὶὑψηλοὺς Ἐρυθίνους». (ῃ. 851) Παφλαγόνες μὲν οὖν ἀπὸ Παφλαγόνος, ἐνδόξουἀρχηγοῦ, καλοῦνται. ἡ δὲ Κωμῳδία τὴν λέξιν παρέσυρεν εἰς ἀναιδῆ ῥήτορα, ὃν Παφλαγόνα ἔσκωψε παρὰ τὸ οἷον παφλάζειν ἐν δημηγορίαις. Ὁ δὲ Πυλαιμένης παράγεται κατὰ τὸν μεσαιπόλιον. ὡς γὰρ τοῦτο γίνεται ἀπὸτοῦ μέσος μεσοπόλιος, καὶ τροπῇ τοῦ ˉο εἰς ˉα μεσαπόλιος καὶ πλεονασμῷ τοῦˉι μεσαιπόλιος, οὕτω καὶ Πυλομένης Πυλαμένης Πυλαιμένης. καὶ τὸ γυναιμανήςδὲ ὁμοίως παράγεται κατά τινας, ἔτι δὲ καὶ τὸ τιθαιβώσσειν, τουτέστι σιμβλοποιεῖν καὶ ἀποτιθέναι τὰς μελίσσας βόσιν, ἤγουν τροφήν, ἑαυταῖς. ἔστι γὰρ τιθοβώσσειν καὶ τροπῇ τιθαβώσσειν καὶ πλεονασμῷ τιθαιβώσσειν. τοιούτου δὲτύπου καὶ ὁ ἀκραιφνής καὶ ἕτερα δηλωθησόμενα ἐν τοῖς ἑξῆς. Τὸ δέ «λάσιονκῆρ» ἀντὶ τοῦ πυκινὴ ψυχή, τουτέστι μεταληπτικῶς πυκνὴ καὶ συνετή, οὐ μὴνἀραιὰ καὶ ἄφρων. καί, ἄλλως δὲ εἰπεῖν, λάσιον κῆρ ψυχὴ λασιουμένη τοῖςνοήμασι καὶ συνεχῆ καὶ ἄλλα ἐπ' ἄλλοις καί, ὡς οἷον αὖλαξ βαθεῖα, δασέα «τὰκεδνά», τραγικῶς εἰπεῖν, «βλαστάνουσα βουλεύματα». Χρήσιμον δὲ τοῦτο εἰςτὰ τοῦ Ἀχιλλέως λάσια στήθη τὰ ἐν τῇ αʹ ῥαψῳδίᾳ γοργότερον ὂν τοῦ τόπουἐκείνου καὶ δεινότερον. ἐκεῖ μὲν γὰρ ἦτορ μερμηρίζει ἐν στήθεσι λασίοις, ἐνταῦθα δὲ λάσιον ἁπλῶς λέγεται κῆρ, ἄξιον ζητεῖσθαι πῶς ἐστι λάσιον. Σημείωσαι δέ, ὅτι ὁ μὲν ποιητὴς ἐπὶ ἐπαίνου ψυχικοῦ τὸ λάσιον εἴληφεν, ὡςἐπὶ αὔλακος βαθείας, ὡς εἴρηται, ὁ δὲ παρὰ Ἰαμβλίχῳ Πυθαγορικὸς Λύσιςἐκστρέψας εἰς ψόγον ὡς ἀπὸ γῆς ὀρεινῆς παρείλκυσε τὸ νόημα εἰπὼν γλώσσῃ Δωρικῇ νοῦν τοιοῦτον, ὅτι πυκιναὶ καὶ λάσιαι λόχμαι περὶ τὰς φρένας καὶ τὰςκαρδίας πεφύκασι τῶν μὴ καθαρῶς τοῖς μαθήμασιν ὀργιασθέντων πᾶν τὸἥμερον καὶ πρᾷον καὶ λογιστικὸν τῆς ψυχῆς ἐπισκιάζουσαι καὶ κωλύουσαιπροφανῶς αὐξηθῆναι καὶ προκύψαι τὸ νοητικόν. Ἔστι δὲ καὶ ἕτερα μυρίαοὕτω παρεστραμμένα καὶ εὑρεῖν καὶ εἰπεῖν. καὶ γοῦν Καδμείαν νίκην οἱ μὲν ἄλλοιοὐκ ἐπαινοῦντές φασι· τὴν ἀκάρπωτον γὰρ καὶ ἀκερδῆ τά τε ἄλλα καὶ διὰ τὸμηδὲν ἀπόνασθαι τὸν Ἐτεοκλῆν τῆς τῶν Καδμείων κατὰ τῶν Ἀργείων νίκης, μηδὲ τοὺς ἀμφ' αὐτόν. Ἀρριανὸς δὲ τὴν μεγάλην καί, ὅ φασι κατ' ἄκρας, νοεῖδιὰ τὸ ἄκρως ἡττηθῆναι τοὺς περὶ τὸν Πολυνείκην ὑπὸ τῶν Καδμείων ὡς μόνονπερισωθῆναι τὸν Ἄδραστον. Ἔτι ἰστέον καί, ὅτι ἐν τούτοις μὲν τὸ λάσιον κατὰ καλοῦ κεῖται, ἐν δὲ τῷ λάσταυρος ἄλλως τέθειται παίξαντος τῶν τινος ἐπιτρίπτων Κωμικῶν [εἰς τὸ λασιόταυρος.] (ῃ. 852) Ἐνετοὶ δὲ ἔθνος περὶ Παφλαγονίαν, ὅπου ἡμιόνων γένος, φασίν, ἐπενοήθη. ἦν δὲ κατὰ τὸν ἀναγραφέα τῶν Ἐθνικῶνκαὶ ἔθνος παρὰ Τριβαλλοῖς Ἐνετοί. λέγονται δέ, φησί, καὶ Ἐνετίδες ἵπποι. ἱστορεῖ δὲ ὁ αὐτὸς καί, ὅτι αἱ θήλειαι ἵπποι τῶν Ἐνετῶν πρὸς ζευγηλασίαν ἄρισται. ἦν δὲ καὶ πόλις Ἐνετός, φησίν, ἀφ' ἧς Μύρμηξ ὁ διαλεκτικὸς φιλόσοφος. ὁ Γεωγράφος δὲ λέγει, ὅτι Ἐνετοὶ ἐν Παφλαγονίᾳ νῦν οὐ δείκνυνται. τινὲς δὲκώμην φασὶ παραιγίαλον δέκα σχοίνους Ἀμάστρεως διέχουσαν ἤγουν σταδίουςτριακοσίους, ὡς δηλοῖ ἀλλαχοῦ ὁ αὐτὸς εἰπών· «χώρα δίσχοινος, τοῦτο δ' ἔστινἑξήκοντα στάδια». Σημείωσαι δέ, ὅτι τὸ σχοῖνος ἀορισταίνειν φασί τινες, ὡςκαὶ τὸ παρασάγγης, ὁ Περσικός, ὃν οἱ μὲν ἑξήκοντα στάδιά φασιν, οἱ δὲτριακόσια καὶ τεσσαράκοντα. φησὶ γοῦν καὶ ὁ Γεωγράφος, ὅτι παρ' Αἰγυπτίοις ἄστατον τὸ τῆς σχοίνου μέτρον. Ζηνόδοτος δέ, ὡς ὁ αὐτὸς Γεωγράφοςλέγει, τὸ «ἐξ Ἐνετῶν» «ἐξ Ἐνετῆς» γράφει καὶ νοεῖ Ἐνετὴν ἀκολούθως τῷἙκαταίῳ τὴν νῦν Ἀμισὸν Λευκοσύρων οὖσαν, ὡς δηλοῖ τὸ «Ἐνετοὶ ἐκ Λευκοσύρων ὁρμηθέντες Τρωσὶ συνεμάχησαν». καὶ ἄλλοι δὲ ἄλλα περὶ τῶνἘνετῶν φασι. καὶ γέγραπται περὶ τούτων καὶ ἐν τοῖς τοῦ Περιηγητοῦ. Μέμνηται δὲ καὶ Εὐριπίδης ἵππων Ἐνετικῶν «Ἐνέτας» ἐκείνους προενεγκών. Αἰτιῶνται δ' ἐκεῖ τῆς τῶν τοιούτων ἵππων μνείας οἱ παλαιοὶ οὐκ εὔζηλον ἀναχρονισμόν, ὡς μήπω τότε παρ' Ἕλλησιν ὄντων Ἐνετῶν ἵππων, ἀλλ' αὐτῶν μὲν ὕστερον εἰς χρῆσιν ἐλθόντων, ὅτε πρῶτος Λέων Λακεδαιμόνιος ὀγδοηκοστὴν πέμπτηνὈλυμπιάδα νενίκηκεν Ἐνέταις ἵπποις μετ' ἐπιγράμματος, τοῦ δὲ Εὐριπίδου ἀναχρονίσαντος τὴν τοιαύτην ἱππείαν εἰς τὰ ἡρωϊκά. Τρόποι δὲ ἀναχρονισμοῦεὐμέθοδοι καὶ παρὰ Σοφοκλεῖ, ἔνθα τε κλήρου μέμνηται «ὃς εὐλόφου κυνῆς ἔμελλε πρῶτος ἅλμα κουφιεῖν», ὡς μὴ βῶλος ὑγρᾶς ἀρούρης ὢν κατὰ τὴν περιεργίαντοῦ ὑστερογενοῦς Ἀθηναίου Κρεσφόντου. καὶ ἐν τῷ τῶν Τραχινιῶν δὲ προοιμίῳ, ἔνθα ἡ παλαιὰ Δηϊάνειρα γνωμικῷ λόγῳ χρᾶται τοῦ ὑστέρου τῷ χρόνῳ Σόλωνος. ἔτι δὲ καὶ ἐν τῷ «οὐκ ἄν ποτε δίκην ὧδ' ἐψήφισαν». ψηφίζειν γὰρ οὔπωᾔδεισαν ἥρωες, ἀλλὰ μεταχρόνιον τὸ τῶν ψήφων εὕρημα. Ἀγροτέρας δὲἡμιόνους λέγει τὰς μὴ διὰ τὸ σπάνιον οἰκοτραφεῖς ἀλλὰ ἀγελαίας καὶ νομάδαςδιὰ τὸ πολὺ πλῆθος αὐτῶν. Τινὲς δὲ τὰς δυσδαμάστους διὰ τὸ ἄγριον, ἕτεροι δὲτὰς ἐν ἀγροῖς ἐπιτηδείους. καὶ σημείωσαι, ὅτι οὐ μόνον ἔλαφοι ἀγρότεραι, ἃςοὕτω φασὶ καλεῖσθαι ὡς οἷον ἀγηροτέρας διὰ τὸ μακρόβιον. ἔτι δὲ καὶ ἈγροτέραἌρτεμις, ὡς καὶ ὁ Κωμικὸς δηλοῖ, ἡ καὶ Ἀγραία παρὰ Πλάτωνι κατὰΠαυσανίαν ἀπὸ χώρας πρὸς τῷ Ἰλισσῷ, ᾧ κλῆσις Ἄγραι, οὗ τὰ μικρὰ τῆς Δήμητρος ἤγετο, φησί, μυστήρια, ἃ ἐλέγετο τὰ ἐν Ἄγρας ὁμοίως τῷ ἐν Ἀσκληπιοῦ. οὐ τοίνυν μόνα ταῦτα, ἀλλ' ἰδοὺ καὶ ἡμίονοι ἀγρότεραι διὰ τὰς εἰρημένας αἰτίας. (ῃ. 853) Ἡ δὲ Κύτωρος ἡ Ὁμηρικὴ ἄλλη ἐστὶ παρὰ τὰ Κοτύωρα. ταῦτα μὲν γὰρ κώμη τις Ποντική, ἡ δὲ Κύτωρος πόλις Παφλαγονίας ἀπὸ Κυτώρου κληθεῖσα, παιδὸς Φρίξου, ἧς ἐθνικὸν Κυτωριεύς καὶ Κυτωρίτης καὶ Κυτώριος, ὡς ὁ τὰ Ἐθνικὰ γράψας φησίν. ἔδοξε δέ τισι καὶ διὰ τοῦ ˉδ γράφεινΚύδωρον. φυλάσσει δὲ ἡ Κύτωρος μέχρι καὶ νῦν τὸ παλαιὸν ὄνομα, ὡς καὶ ὁ Παρθένιος καὶ ἡ Κρῶμνα. Ἦν δὲ κατὰ τὸν Γεωγράφον ἐμπόριον Σινωπέων ἡΚύτωρος, ἢ μᾶλλον κατ' αὐτὸν εἰπεῖν τὸ Κύτωρον. πλείστη δέ, φησί, καὶ ἀρίστηφύεται πύξος κατὰ τὴν Ἀμαστριανὴν καὶ μάλιστα περὶ τὸ Κύτωρον. Ἰστέον δὲ καί, ὅτι, ὥσπερ πυξοφόρος ἡ Κύτωρος περιᾴδεται, οὕτω καὶ ἄλλαι χῶραιἄλλοις ἐνευθηνοῦνται φυτοῖς, Κερασοῦς μὲν ταῖς κεράσοις, ὅθεν καὶ παρωνόμασται, Σινώπη δὲ καὶ Φανάροια ἐλαίαις. φησὶ γοῦν ὁ Γεωγράφος, ὅτι τὰ τῆς Σινώπης προάστεια καὶ τῆς Ἀμισοῦ καὶ τῆς Φαναροίας τὸ πλέον ἐλαιοφόρα εἶναί φασιν. ἐν δὲ τῇ Ἰνδικῇ πολύς που ὁ ἔβενος. ἀλλαχοῦ δὲ οἱ κότινοι καὶἑτέρωθι ἄλλα. Σήσαμος δὲ κατὰ τὸν Γεωγράφον ἀκρόπολις Ἀμάστρεως. καὶὅρα τὸ Ἀμάστρεως. οὐ γὰρ κλίνει Ἀμάστριδος. Ἐνταῦθα δὲ σημείωσαι καὶ τὸ» Σήσαμον ἀμφενέμοντο» ἀστείως λεχθέν, ὡς εἴπερ ἐπὶ σησάμου τοῦ σπορίμουἐρρέθη. ὥρμηται δὲ τοῦτο ἐκ τοῦ «Σάμον ἀμφενέμοντο», τοῦ ἐπὶ τῶν Κεφαλλήνων λεχθέντος. λέγεται δὲ οἰκίσαι ταύτην ὁ τῆς παλαιᾶς ἱστορίας Φινεύς. Δίδυμος δέ, φασί, καὶ νῆσον λέγει Σήσαμον. (ῃ. 854) Ὁ δὲ Παρθένιος ποταμὸς τρυφερώτερον ἔχει τῆς κλήσεως. φησὶ γὰρ ὁ Γεωγράφος οὕτω· «Παρθένιος, ποταμὸς Παφλαγόνων, διὰ χωρίων ἀνθηρῶν φερόμενος καὶ διὰ τοῦτο τοῦὀνόματος τούτου τετυχηκώς». ἕτεροι μέντοι διὰ πρᾳότητα ῥεύματος Παρθένιονκληθῆναί φασιν ἤ, ὅτι ἡ παρθένος, φασίν, Ἄρτεμις ἐν αὐτῷ ἐλούσατο. Παρθένιονδέ γε οὐδετέρως ὄρος Πελοποννήσου. [τὸ δὲ ποταμόν πρὸς διαστολὴν ὁμωνυμίαςκεῖται, εἴγε καὶ παῖς παρθένιος λέγεται.] (ῃ. 855) Κρῶμνα δὲ ἢ χωρίονἈμάστριδος κατὰ τὸν τὰ Ἐθνικὰ γράψαντα ἢ πόλις Παφλαγονίας, αὐτὴ ἡ νῦν Ἄμαστρις. ἐθνικὸν καὶ αὐτῆς τριχῶς, Κρωμνίτης καὶ Κρωμναῖος καὶ Κρωμνιεύς. ἔστι δὲ καὶ Πελοποννησία Κρῶμνα. Ὁ δὲ Αἰγιαλὸς κατὰ μέν τιναςπροπαροξύνεται πρὸς διαστολὴν τοῦ ἁπλῶς αἰγιαλοῦ, ἀπό τινος Αἰγιάλου, κυρίου ὀνόματος, ὡς δηλοῖ ὁ ἐν τοῖς Ἐθνικοῖς εἰπών, ὅτι τὸ ἐθνικὸν Αἰγιαλεύςἀπὸ τῆς Αἰγιάλου γενικῆς, ὡς Ἀλεξάνδρου Ἀλεξανδρεύς· οἱ δὲ πλείονες ὀξύνουσι καὶ τοῦτο, οἳ λέγουσι καί, ὅτι Αἰγιαλὸς προσεχὴς τῷ Πόντῳ μετὰ τὴνΚάραμβιν ἄκραν, ὡς δηλοῖ Ἀπολλώνιος. ἔχει δὲ καὶ κώμην ὁμώνυμον. ἦν δὲκαὶ ἕτερος Αἰγιαλὸς [πρὸ τούτων, ὁ ὑπὸ τὸν Ἀγαμέμνονα] μεταξὺ Σικυῶνος καὶ Βουπρασίου τόπος, ἀπὸ Αἰγιαλέως, υἱοῦ Ἰνάχου. ἔστι καὶΘρᾴκης Αἰγιαλός, φασί, παρὰ τῷ Στρυμόνι, περὶ ὃν Στρυμόνα καὶ Ἠϊὼν πόλις κατὰ Λυκόφρονα ἰσοδυναμοῦσα κατὰ σημασίαν τῷ Αἰγιαλῷ. καὶ Αἰθιοπικὸςδὲ Αἰγιαλὸς κατ' Αἴγυπτον μέγας καλούμενος. ὁ δὲ Γεωγράφος φησίν, ὅτι Αἰγιαλός ἐστι μὲν ἠϊὼν μακρὰ ὑπὲρ ἑκατὸν σταδίους. ἔχει δὲ καὶ κώμηνὁμώνυμον, ἧς μέμνηται ὁ ποιητής, ὅταν φῇ «Κρῶμνάν τ' Αἰγιαλόν τε». καὶσκοπητέον, μήποτε αὕτη ἐστὶν ἡ νῦν Ἠϊονόπολις. Λέγει δὲ ὁ Γεωγράφος καί, ὅτι τὸ Ὁμηρικὸν τὸ «Κρῶμνάν τ' Αἰγιαλόν τε» γράφουσί τινες «Κρῶμναν Κωβίαλόν τε» καὶ ὅτι μετὰ Αἰγιαλὸν Κάραμβις. τίς δὲ ἡ Κάραμβις, δηλοῖ ὁ Περιηγητής. Ἀπολλώνιος δὲ γράφει ἐν τοῖς ἑαυτοῦ «Κρωβίαλον Κρώμναν τε καὶ ὑλήεντα Κύτωρον». λέγει δὲ ὁ τὰ Ἐθνικὰ γράψας πολίχνιον πρὸς τῇ Ποντικῇ τὴν Κρωβίαλον. Ἐρυθῖνοι δέ, πόλις Παφλαγονίας καὶ αὐτή, παρὰ τὸ ἔρευθος, ὡς λέγει ὁ γράψας τὰ Ἐθνικά. ὁ δὲ Γεωγράφος φησίν, ὅτι δύο εἰσὶσκόπελοι οἱ νῦν Ἐρυθῖνοι. λέγεται δὲ οὕτως ἀπὸ τῆς χρόας. ἔστι δὲ καὶ ἰχθὺςἐρυθῖνος κληθεὶς καὶ αὐτὸς οὕτω διὰ τὸ περὶ αὐτὸν ἔρευθος. Σημείωσαι δέ, ὅτιμετὰ τοὺς Παφλαγόνας εὐθύς τινες Καυκώνων κατάλογον τιθέασιν, ὃν ζητητέονἐν τῇ υʹ ῥαψῳδίᾳ. ᾤκουν δὲ αὐτοὶ κατὰ τὸν Γεωγράφον τὴν Μαριανδυνῶνπαραλίαν μέχρι ποταμοῦ Παρθενίου, ὃς ἐν αὐτῇ Παφλαγονίᾳ τὰς πηγὰς ἔχει. λέγει δ' ὁ αὐτὸς καί, ὅτι Ἀρκαδικόν τε ἔθνος οἱ Καύκωνες καὶ τοῖς Τρωσὶ δὲἀφίκοντο σύμμαχοι δοκοῦντες εἶναι ἐκ Παφλαγονίας. ἐκεῖ γὰρ ὀνομάζουσι Καυκωνιάτας τινάς, Μαριανδυνοῖς ὁμόρους. λέγει δὲ καί, ὅτι Καυκώνων πόλιςτὸ Τήϊον. (ῃ. 856 ς.) Ὅτι Ἁλιζώνων ὅ τε Ὀδίος ἦρχον καὶ ὁ Ἐπίστροφο» τηλόθεν ἐξ Ἀλύβης, ὅθεν ἀργύρου ἐστὶ γενέθλη». (ῃ. 856) Ἐτυμολογία δὲ τῶν Ἁλιζώνων τὸ γῆν οἰκεῖν ὑπὸ θαλάσσης ἐζωσμένην. εὐθεῖα δὲ αὐτῶν ἑνικὴὁ Ἁλίζωνος. περὶ τούτων πλείστη παρὰ τοῖς παλαιοῖς ἀμφιβολία. διὸ καὶ ὁ Γεωγράφος δυσκολίαν πολλὴν εὑρὼν εἰς διάρθρωσιν τοῦ τοιούτου ἔθνους καὶεἰς γνώρισμα σαφὲς λέγει, ὅτι ἀγνώτων τινῶν μέμνηται ὁ ποιητής, ὁποῖοι οἱ Καύκωνες καὶ οἱ Σόλυμοι καὶ οἱ Κήτειοι καὶ οἱ Λέλεγες καὶ οἱ ἐκ Θήβης τῆς Τρωϊκῆς Κίλικες. οὕτω γοῦν καὶ Ἁλίζωνοι. καὶ σημείωσαι ἐνταῦθα τὸ «Κίλικες οἱ ἐκ Θήβης». νοεῖται γὰρ ἐκ τούτου σαφέστερον, ὅπερ ἀλλαχοῦ εἶπενὁ Γεωγράφος, ὅτι δηλαδὴ Κίλικες οἱ ἐκ Τροίας μεταναστάντες εἰς Συρίανἀπετέμοντο παρὰ Σύρων τὴν νῦν Κιλικίαν. οἱ γὰρ ἐκ Τροίας Κίλικες οἱ ἐκ Θήβης τῆς ῥηθείσης εἰσί. Λέγει δὲ καὶ ἀλλαχοῦ, ὅτι διττὴ ἡ τῶν Κιλίκων, ἡ μὲν Θηβαϊκή, ἡ δὲ Λυρνησσίς, οὓς φθάσας ἐκ Τροίας εἶπε. (ῃ. 857) Τὸ δέ «ἐξἈλύβης» ἐξ Ἀλύβων τινὲς γράφουσιν, ἕτεροι δὲ ἐκ Χαλύβων, ἄλλοι ἐξ Ἀλόπηςἢ κατὰ Μενεκράτην ἐξ Ἀλόβης, ἔτι δὲ καὶ ἐκ Χαλύβης. τὰ δὲ τοιαῦτα αἰτιᾶταιὁ Γεωγράφος, ὥσπερ καὶ τοὺς εἰπόντας περὶ Πύγελλα εἶναι τοὺς Ἁλιζώνουςμεταξὺ Ἐφέσου καὶ Μαγνησίας καὶ Πριήνης, λέγων καί, ὅτι μετάπτωσιςὑπονοεῖται ὀνόματος ἐξ Ἀλύβων εἰς Χάλυβας. διὸ καὶ γράφει που, ὅτι τοὺς Χάλυβας ὁ ποιητὴς Ἁλιζώνους ἐκάλεσε καὶ ὅτι ἐνεδέχετο ἐν Χάλυψιν ἀργύρια ὑπάρχειν ἄξια μνήμης ποτὲ καὶ ἔνδοξα, καθάπερ νῦν τὰ σιδήρια. Λέγει δὲ καί, ὅτι τὸ Ἁλιζώνων οὐ μόνον Ὀλιζώνων τινὲς μεταγράφουσιν ἀλλὰ καὶ Ἀλαζώνωνκαὶ ὅτι τοὺς Σκύθας τινὲς Ἁλιζῶνας νοοῦσιν. Ἀλαζίαν δὲ πόλιν ἐρημωθεῖσαν Ἑκαταῖος ἱστορεῖ, κώμας δὲ πολλὰς τῶν Ἀλαζώνων οἰκεῖσθαι, ἐν οἷς Ἀπόλλων τιμᾶται διαφερόντως καὶ μάλιστα κατὰ τὴν ἐφορείαν τῶν Κυζικηνῶν. Μενεκράτης δὲ ὑπερκεῖσθαι λέγει τῶν περὶ τὴν Μύρλειαν τόπων ὀρεινὴνσυνεχῆ, ἣν κατῴκει τὸ τῶν Ἁλιζώνων ἔθνος. δεῖν δέ φησιν ἐκεῖνος ἐν τοῖς δύοˉλ γράφειν Ἁλλιζώνους, τὸν δὲ ποιητὴν ἐν τῷ ἑνὶ γράφειν διὰ τὸ μέτρον. Παλαίφατος δέ φησι τὸν Ὀδίον καὶ τὸν Ἐπίστροφον στρατεῦσαι ἐξ ζόνων τῶν ἐν τῇ Ἀλόπῃ ᾠκημένων. [πόλις δὲ ἡ Ἀλόπη αὕτη ὁμώνυμος ἡρωΐδι, ἣν ἐμφαίνει καὶ ὁ Κωμικὸς ἐν τῷ «τὰς Ἀλόπας καὶ τὰς Σεμέλας».] ταῦτα πάντα ἐν τῷ Γεωγράφῳ κεῖται, ὃς καὶ ἀντιλέγει γενναίως πρὸς αὐτὰ καίπου ἀστεϊζόμενος, ὡς δῆθεν δέον ὂν καὶ ἄλλο τι συμπλασθῆναι ὑπὸ τῶν ψευδοϊστορούντων, λέγει, ὡς ἐχρῆν καὶ τόδε συμπλάσαι παρατριψαμένους τὸμέτωπον τοὺς ἅπαξ ἤδη ἀποτετολμηκότας. τοῦτο δὲ εἶπε διὰ τὸ εἰωθέναιτοὺς ψευδομένους οὕτω σχηματίζεσθαι τὰ πολλά, ὡς οἷα προκαλυπτομένουςαἰδημόνως. καὶ οὕτω μὲν ὁ Γεωγράφος, ὡς εἴρηται. αὐτὸς δὲ καὶ τοὺς Ἁλιζώνους φησὶν ἐκτὸς εἶναι τοῦ Ἅλυος, εἰ καὶ Ἀπολλόδωρος ὁ Ἀθηναῖος μηδεμίανσυμμαχίαν ἀφῖχθαί φησι τοῖς Τρωσὶν ἐκ τῆς περαίας τοῦ Ἅλυος. Ἰστέον δὲ καί, ὅτι, ἐπεὶ ἡ μνημονευθεῖσα Μύρλεια πλησίον Προύσης ἐστίν, Ἀπάμειαμετονομασθεῖσα ὁμωνύμως βασιλικῇ τινι γυναικί, πάντως ἂν οἱ τὰ κατὰ τοὺςἉλιζώνους ἱστοροῦντες παρὰ τὸν Γεωγράφον καὶ τιθέντες τὸ τοιοῦτον ἔθνοςἐγγύς που τῆς Ἀπαμέων καὶ Κυζικηνῶν χώρας, οὐκ ἂν ἀληθεύοιεν παράγε τοῖς τῇ γεωγραφικῇ ἀκριβείᾳ προσέχουσιν, οἷς ἐναντιοῦται καὶ τὸ «τηλόθεν». οἱ γὰρ ἐκ τοιαύτης χώρας ἐπίκουροι τοῖς Τρωσὶν οὐκ ἂν τηλόθεν ἥκειν λέγοιντο. ὁδὲ τὰ Ἐθνικὰ ἐπιλεξάμενος Ἁλιζῶνας γράφει, οὐ μὴν Ἁλιζώνους, λέγων, ὅτιἜφορός φησι τοὺς Ἁλιζῶνας τὴν παραλίαν οἰκῆσαι τὴν μεταξὺ Μυσίας καὶΚαρίας καὶ Λυδίας. ἴσως δέ, φησί, διὰ τὸ ὑπερήφανον τοῦ πλούτου κατ' ἐναλλαγὴν τοῦ ˉα εἰς ˉι οὕτως ὠνομάσθησαν, ὥστε οὗτος οἱονεὶ ἀλαζόνας παρὰγράμμα τούτους οἶδε. τῷ δὲ ῥηθέντι πλούτῳ αὐτῶν συνειργάζετο ἴσως καὶ ὁ Λυδικὸς χρυσορρόας ποταμὸς ὁ Πακτωλός. Ὅμηρος δὲ οὐ χρυσοῦ ἀλλ' ἀργύρου γενέθλην οἶδεν ἐν τοῖς παρ' αὐτῷ Ἁλιζώνοις. διὸ καὶ τοῦτο ἐν τοῖςπαλαιοῖς εὕρηται· «Ἁλιζῶνες ἔθνος τοῦ Πόντου, ὅπου ὁ κάλλιστος ἄργυρος». εἴρηται δέ τινα περὶ τούτων καὶ ἐν τοῖς τοῦ Περιηγητοῦ. Ἀρριανὸς δὲ τοιαῦταπερὶ Ἁλιζώνων ἱστορεῖ, οὓς Ὅμηρος ἐν νεῶν Καταλόγῳ φησὶν Ἁλιζῶνας. Βιθυνοί εἰσιν, ὧν Ὀδίος καὶ Ἐπίστροφος ἦρχον. καὶ ἡ Ἀλύβη, ἐν ᾗ λέγεἀργύρου γενέθλην εἶναι, παραδείκνυται καὶ οὐκ ἀμαυρὰ ὑπόμνησις, ἀργυρίωνἔργα ὑπολελειμμένα, ὁρᾶται. Ἁλιζῶνες δὲ οἱ ἄνθρωποι οὗτοι, φησί, καλοῦνται, ὅτι πανταχόθεν θαλάσσῃ περιείργονται, ἀπὸ μὲν ἄρκτου καὶ ἀνατολῆς τῷ Εὐξείνῳ πόντῳ, πρὸς μεσημβρίαν δὲ καὶ νότον τῷ Ἀστακηνῷ κόλπῳ, τῷ πρὸς Νικομήδειαν, πρὸς δὲ δύσιν καὶ Ζέφυρον τῇ Προποντίδι καὶ τῷ Βοσπόρῳ, ὡς μὴ πόρρω χεροννήσου εἶναι τὰ πολλὰ αὐτῶν καὶ δικαιότατα λέγεσθαιδιεζῶσθαι θαλάσσῃ. ὁ δ' αὐτὸς Ἀρριανὸς λέγει καὶ τὸν ῥηθέντα Ὀδίον Ῥοδοίτηνποτὲ καλεῖσθαι, εἶτα εἰς Ῥοδίον μεταπεσεῖν, εἶτα Ὀδίον κληθῆναι. (ῃ. 858– 61) Ὅτι Μυσῶν Χρόμις ἦρχε καὶ Ἔννομος, ὃς οἰωνιστὴς μὲν ἦν, «ἀλλ' οὐκ οἰωνοῖσι», φησίν, «ἐρύσατο κῆρα μέλαιναν, ἀλλ' ἐδάμη ὑπὸ χερσὶν Ἀχιλλέως, ἐνποταμῷ, ὅθι περ Τρῶας κεράϊζε καὶ ἄλλους». Ὅρα δὲ ὅτι κἀνταῦθα τῇ προαναφωνήσει καὶ ἔπαινον τοῦ Ἀχιλλέως συνέμιξεν [εὐμεθόδως, οἷα χαίρων οὕτωποιεῖν, διὰ τὸ στέργειν τὸν ἥρωα καὶ μὴ ἐθέλειν ἀπέχεσθαι αὐτοῦ.] (ῃ. 858) Μυσοὺς δὲ ὁ ποιητὴς ἔοικε τοὺς ἐν τῇ Ἀσίᾳ λέγειν, οἷον τοὺς Ὀλυμπηνοὺς ἢἑτέρους τινάς. οἱ δέ φασιν, ὅτι Μυσῶν καὶ Θρᾳκῶν Ὅμηρος ἐμνήσθη τῶν πρὸςτῷ Ἴστρῳ. ὅτι δὲ Μυσοὶ καὶ Εὐρωπαῖοί εἰσιν, οἵγε καὶ πέραν Ἴστρου ἦσαν, δηλοῦται ἀλλαχοῦ, ὥσπερ καὶ πόθεν αὐτοῖς ἡ κλῆσις. Ἰστέον δέ, ὅτι παροιμίαἐκ τοῦ τοιούτου ἔθνους φέρεται αὕτη· «ὀσφὺν κατεγώς», ἤγουν κατεαγώς, «ὥστε Μύσιος ὄνος». ἐν Μυσίᾳ γάρ φασι σπανιώτατον εὑρεῖν ὄνον ὀρθὴν ἔχοντα τὴνὀσφύν. Τὸν δὲ ῥηθέντα Χρόμιν καὶ Χρόμιον τινὲς τρισυλλάβως καλεῖσθαίφασι. (ῃ. 859) Τὸ δὲ ἐρύσατο ἀντὶ τοῦ ἐφυλάξατο, ἐξέφυγεν, ἀπὸ τοῦ ἐρύω, τὸφυλάσσω ἢ κωλύω, ἐξ οὗ καὶ ἔρυμα καὶ ἐρυμνόν καὶ ῥῆμα ἐρύκω. οὐκἐξευτελίζει δέ, φασί, τὴν οἰωνιστικὴν ὁ ποιητής, ἐν οἷς λέγει, ὡς οὐκ ἐφυλάξατοδιὰ τῶν οἰωνῶν τὴν κῆρα, ἀλλὰ τὴν ἀνάγκην τῆς πεπρωμένης δηλοῖ. οὐκἐφυλάξατο δέ, φασί, τὸν θάνατον ὁ Ἔννομος ἢ ὡς μὴ ἐπιστήσας ἢ ὡς μὴ προγνούς. (ῃ. 860) Ὅρα δὲ καί, ὅτι τὴν ˉὑˉπˉο πρόθεσιν καὶ νῦν δοτικῇ συνέταξεν ἐντῷ «ὑπὸ χερσὶν Ἀχιλλέως». τὸ δὲ κεράϊζεν ἀντὶ τοῦ ἔκειρε δίκην ληΐου τινός, ὅτε δηλαδὴ ἐν τῷ ποταμῷ τοὺς παραπίπτοντας ἔτυπτεν ἐπιστροφάδην, ὡς ὁποιητὴς ἐρεῖ ἐν καιρῷ· νῦν γὰρ προαναφωνεῖ. (ῃ. 861) Ὅτι δὲ τὸ κεραΐζειν καὶἐπὶ τοῦ ἁπλῶς φθείρειν ἢ ληΐζεσθαι καὶ ὡς εἰπεῖν κείρειν λέγεται, δηλοῖ καὶἩρόδοτος, ποτὲ μὲν λέγων «κεραΐσας τὰ οἰκία τοῦ ξένου». καὶ κλέπταςκεραΐζοντας χρήματα. καὶ «τὸ πλῆθος τῶν νεῶν ἐν τῇ Σαλαμῖνι ἐκεραΐζετο», ποτὲ δέ, ὅτι πάντα ἐπέφλεγον καὶ ἔκειρον καὶ ἔκειρε τοὺς χώρους καὶ ἐκείρετοἡ Ἀττική, ὅ ἐστιν ἐλαφυραγωγεῖτο. ἴσως δὲ ἐκ τοῦ ῥηθέντος κεραΐζεινἀκέραιος ὁ ἁπλοῦς καὶ πραΰθυμος καὶ μήτινα κεραΐζων. [Τὸ δέ «καὶ ἄλλους» μόνους τοὺς Τρωϊκοὺς δηλοῖ ἐπικούρους· οἱ Δάρδανοι γὰρ τοῖς Τρωσὶ προσλογίζονται.] (ῃ. 862 ς.) Ὅτι Φρύγας ἦγε Φόρκυς καὶ «Ἀσκάνιος θεοειδὴς τῆλ' ἐξ Ἀσκανίας, μέμασαν δ' ὑσμῖνι μάχεσθαι». (ῃ. 862) Περὶ δὲ Φρυγῶνζητητέον καὶ εἰς τὰ τοῦ Περιηγητοῦ· εὖ γὰρ καὶ περὶ αὐτῶν ἐκεῖ εἴρηται. τῆςμικρᾶς δέ, φασί, Φρυγίας ἦσαν οὗτοι, οὐ μὴν τῆς μεγάλης τῆς παρὰ τῷ Σαγγαρίῳ, φασί, ποταμῷ κειμένης, ὅθεν ἦν Ἄσιος μήτρως Ἕκτορος ἱπποδάμοιο. φασὶ δὲ οἱ παλαιοὶ καί, ὅτι Ὅμηρος μὲν διαστέλλει Φρύγας καὶ Τρῶας, Αἰσχύλος δὲ καὶ οἱ νεώτεροι συγχέουσιν, ὅθεν ἴσως καὶ παροιμία ἡ περὶ τοῦ» δύσγνωστα τὰ Μυσῶν καὶ Φρυγῶν εἶναι ὅρια». Ὅρα δὲ τὸ Φόρκυς κύριονδιὰ τοῦ ˉσ λεχθέν, οὐ διὰ τοῦ ˉν, οὗπερ ἡ γενικὴ Φόρκυος ἂν εἴη. τὸ δὲ ἐν Ὀδυσσείᾳ «Φόρκυνος θυγάτηρ» ἀπὸ τοῦ Φόρκυν κλίνεται. [(ῃ. 863) Τὸ δέ «τῆλε» ἀντὶ τοῦ τηλόθεν ἐνταῦθα κεῖται.] Ἀσκανία δὲ κατὰ μὲν τὸν Ἐθνικογράφον πόλις Τρωϊκή, οὗ πρῶτόν φασι κρόμυα γενέσθαι. ταύτην κτίσαι λέγεται ὁ Αἰνείου παῖς Ἀσκάνιος. ὁ Γεωγράφος δὲ Φρυγιακὴν ἐνταῦθα νοεῖ Ἀσκανίαν· τὸ γάρ «τῆλε ἐξ Ἀσκανίας» εἴρηται, φησίν, ὡς οὔσης ἐγγυτέρω ἄλλης Ἀσκανίας τῆς Μυσιακῆς, τῆς πρὸς τῇ νῦν Νικαίᾳ, ἧς μέμνηται ὁ ποιητὴς ὅταν εἴπῃ·» Πάλμυν Ἀσκάνιόν τε Μόρυν τε Μυσῶν ἡγήτορας, οἳ ἐξ Ἀσκανίας ἐριβώλακος ἦλθον». καὶ ὅρα ὁμωνυμίαν Ἀσκανίων τε ἀνδρῶν τούτων Ὁμηρικῶν καὶ λιμνῶν Ἀσκανιῶν δύο. Ἀσκανία δὲ λίμνη τε καὶ χώρα– ὁμωνυμοῦσι γὰρ καὶ αὗται. πολλὴ γάρ, φησίν, ὁμωνυμία παρὰ τῷ ποιητῇ– πόλις δέ, φησί, Βιθυνίας ἡῥηθεῖσα Νίκαια, κτίσμα πάλαι μὲν Ἀντιγόνου, ὅθεν καὶ Ἀντιγόνεια ἐκλήθη, εἶτα Λυσιμάχου, ὃς ἀπὸ τῆς γυναικὸς μετωνόμασε Νίκαιαν. Τὸ δέ «μέμασανὑσμῖνι μάχεσθαι» ἐντελῶς ἔχει, καθάπερ καὶ τὸ «Ἄβαντες μεμαῶτες μελίαιςθώρηκας ῥήξειν». ἀνομοίως δὲ ἔχει πρὸς τὸ «θωρήσσοντο μεμαότες ἐγχείαις». ἐκεῖ γὰρ ἐνδεὴς ἡ σύνταξις. λείπει γὰρ τὸ μάχεσθαι ἤ τι τοιοῦτον, ὡς καὶπροείρηται. τὸ δέ «ὑσμῖνι» ὤφειλε μὲν διὰ τοῦ ˉη ἔχειν τὴν λήγουσαν. εὐθεῖα γὰρἡ ὑσμίνη. μετεπλάσθη δὲ ὡς καὶ τὸ «Δωδῶνι», καὶ «ἀλκὶ πεποιθώς» καὶ τὰτοιαῦτα. ὅτι δέ τισι δοκεῖ ἐν τῷ «τῆλ' ἐξ Ἀσκανίης» ἀκύρως κεῖσθαι τὸ τῆλε, ῥηθήσεται ἀλλαχοῦ, ἔνθα καὶ ἕτερα ὅμοια κείσεται. (ῃ. 864– 6) Ὅτι Μῄοσινἡγησάσθην, τουτέστιν τῶν Μῃόνων ἡγοῦντο, Μέσθλης καὶ Ἄντιφος, υἱοὶ Ταλαιμένους, τώ, ἤγουν οὕς, Γυγαίη τέκε λίμνη. (ῃ. 866) Εἶτα σαφηνίζων τὸ» Μῄοσιν ἡγησάσθην», ἅμα δὲ καὶ ἑρμηνεύων σαφῶς, ποῦ ποτε γῆς οἱ Μῄονεςοὗτοι κεῖνται, φησὶν ἐπαναληπτικῶς· «οἳ καὶ Μῄονας ἦγον ὑπὸ Τμώλῳγεγαῶτας», ἤτοι ὄντας. Εἶναι γάρ φασι τὸ γενέσθαι παρὰ τοῖς Ἴωσιν, ὅθεν καὶθεοὶ αἰειγενέται οἱ ἀεὶ ὄντες. Καὶ ἐνταῦθα δὲ πάλιν ἡ ˉὑˉπˉο πρόθεσις τῇ δοτικῇφιληδεῖ ἐν τῷ «ὑπὸ Τμώλῳ», οὗ φυλάσσεται καὶ εἰσέτι τοὔνομα βραχύ τιὑποβαρβαριζόμενον· Τίμωλον γὰρ αὐτὸν ἡ πολλὴ γλῶσσα τῶν ἐγχώρων καλεῖ. Ὅρα δὲ καὶ τὴν ἐνταῦθα ἐπανάληψιν, ὅτι οὐχ' οὕτω διὰ σαφήνειαν ἐσχημάτισται, ἀλλὰ διὰ ἐπεισαγωγὴν ἱστορίας, ἵνα ἡ τοῦ Τμώλου μνήμη εὐκαίρως παραπλακῇ. ἄλλως γὰρ ἡ ἐπανάληψις ἀναγκαία οὐκ ἦν. (ῃ. 864) Μῄονες δὲ λέγονται ἀπότινος Μῄονος ἢ Μαίονος τραπέντος μὲν τοῦ ˉα εἰς ˉη, τοῦ δὲ ˉι μένοντος ἀνεκφωνήτου. λέγονται δέ ποτε καὶ τετρασυλλάβως Μηΐονες ἐκφωνηθέντος τοῦ προσγραφομένου ˉι. Ἡρακλείδης δέ, φασίν, ἄνευ τοῦ ˉι γράφει τοὺς ἀπὸ τοῦ Μαίονοςκληθέντας Μήονας λέγων Βοιωτίαν εἶναι τὴν τοιαύτην μεταβολήν, ὡς τῶν Βοιωτῶν τὴν ὅλην ˉαˉι δίφθογγον εἰς ˉη κατὰ μόνας μεταβαλλόντων, ὥς που καὶὁ Χοιροβοσκὸς παρασημειοῦται, ἐν οἷς ἐξηγεῖται τὸν Ἡρωδιανόν, λέγων καί, ὅτι τὰς θηλυκὰς πληθυντικὰς εὐθείας τῶν παθητικῶν ἐνεστώτων, τὸ ποιούμεναικαὶ λεγόμεναι καὶ τὰ τοιαῦτα, ποιούμενη, λεγόμενη, ἐκεῖνοί φασι, οὕτω δὲ καὶτὰ ὅμοια. Ὁ δὲ Γεωγράφος φησίν, ὅτι τοὺς Λυδοὺς Μῄονας ὁ ποιητής φησιν, οἱ δὲ ὕστερον Μαίονας, καὶ ὅτι οἴονταί τινες τὴν Μῃονίαν Ἀσίαν λέγεσθαι, καθὰ εἴρηκεν ὁ ποιητής· «Ἀσίῳ ἐν λειμῶνι». καὶ ὅτι οἱ μὲν τοὺς αὐτοὺς τοῖς Λυδοῖς, οἱ δὲ ἑτέρους ἀποφαίνονται. ἄμεινον δὲ λέγειν τοὺς αὐτούς. λέγει οὖνκαὶ Ἡρόδοτος, ὅτι Μῄονες πρότερον καλούμενοι Λυδοὶ ὕστερον ἐκλήθησαν ἀπὸΛύδου, υἱοῦ Ἄτυος. περὶ δὲ Λυδῶν καὶ ἐν τοῖς τοῦ Περιηγητοῦ εἴρηται. σημείωσαι δέ, ὅτι εἰ καί, ὡς νῦν εἴρηται, ταὐτίζει τοὺς Λυδοὺς καὶ τοὺς Μῄονας ὁ Γεωγράφος, ἀλλ' ἐν ἄλλοις φησίν, ὅτι, ὥσπερ ἔργον, ἤγουν δύσκολον, διορίσαι χωρὶς τὰ Μυσῶν καὶ Φρυγῶν ὅρια, οὕτω καὶ Λυδοὶ καὶ Μαίονες, οἱ καθ' Ὅμηρον Μῄονες, ἐν συγχύσει πώς εἰσι καὶ πρὸς τούτους καὶ πρὸς ἀλλήλους. [(ῃ. 865) Ὁ δὲ Ταλαιμένης ἐπένθεσιν ἔχει τοῦ ἰῶτα, ὡς καὶ ὁ ταλαίπωρος.] Γυγαίη δὲ λίμνη τεκεῖν λέγεται Μέσθλην καὶ Ἄντιφον, ἢ πρὸς ἔμφασιν τοῦ ὑγροὺς καὶ ἰταμοὺς ἢ διερρυηκότας τὸν βίον αὐτοὺς εἶναι ἤ, ὅτι περὶ αὐτὴνστέργηθρόν τι, ὡς εἰκός, εἶχον, οἷα καὶ ἐπί τινι μητρὶ καὶ τροφῷ, νηχόμενοιτυχὸν ἢ καὶ ἰχθυώμενοι κατ' αὐτήν. εἰκὸς δὲ καὶ τὴν σφῶν μητέρα περὶ αὐτὴντὴν Γυγαίαν λίμνην ἐκτεκεῖν αὐτοὺς ἢ ἐκεῖ που τὰ νυμφεῖα ἐκτελέσαι. Ἔστιδέ, ὡς ὁ Γεωγράφος φησί, κατὰ τὴν Σαρδιανὴν ἐν σταδίοις τεσσαράκοντα ἀπὸτῆς πόλεως, ἐκλήθη δὲ ὕστερον, φησί, Κολόη, ὅπου καὶ ἱερὸν Κολοηνῆς Ἀρτέμιδος, ἁγιστείαν μεγάλην ἔχον. Φασὶ δ' ἐνταῦθα χορεύειν τοὺς καλάθους κατὰτὰς ἑορτάς, οὐκ οἶδ' ὅπως, φησί, παραδοξολογοῦντες μᾶλλον ἢ ἀληθεύοντες. ἕτεροι δὲ καὶ Ἀθηνᾶν Γυγαίαν αὐτόθι τιμᾶσθαί φασιν. οἱ δὲ Σχολιασταὶ τὸμὲν Γυγαίη δέχονται κατ' εὐθεῖαν πτῶσιν, τὸ δὲ λίμνῃ κατὰ δοτικὴν καὶφάμενοι τὴν Γυγαίην θυγατέρα Γύγου συντάσσουσιν οὕτω· «οὓς ἡ Γυγαίη ἔτεκεπαρὰ τῇ λίμνῃ» λέγοντες καί, ὅτι οὐκ ἐκτίθεται ὁ ποιητὴς λιμνῶν τέκνα. Λέγουσι δὲ καὶ στίχον λελοιπέναι τὸν σημαίνοντα τὸ ὄνομα τῆς μητρὸς τῶνῥηθέντων στρατηγῶν. ληροῦσι δέ, φασίν. οὐ γὰρ εὕρηται τοιοῦτος στίχοςοὐδαμοῦ. ἀρέσκει οὖν τοῖς παλαιοτέροις εὐθεῖαν εἶναι καὶ τὸ λίμνη, καθὰ καὶτὸ Γυγαίη. Τινὲς δὲ λέγουσι καί, ὅτι, ὥσπερ Νείλου τέκνα οἱ Αἰγύπτιοι, οὕτωκαὶ λίμνης ταύτης οἱ εἰρημένοι στρατηγοί, ὁ Ἄντιφος καὶ ὁ Μέσθλης, ὅντινες καὶ Μέστρην γράφεσθαί φασι παράγοντες εἰς ὁμοιότητα τῶν δύο τούτωνλέξεων τὸ φύτρη καὶ φύτλη. γράφεται δὲ ἐν τοῖς Σχολίοις καί, ὅτι ἡ Μασσαλιωτικὴ ἔκδοσις ἀντὶ τοῦ Γυγαίη λίμνη Γυραίη εἶχεν. ἡ δὲ κατ' Εὐριπίδην μετὰτὸν τρίτον στίχον, οὗ ἀρχὴ τὸ «οἳ καὶ Μῄονας ἦγον» γράφει τέταρτον τοῦτονκατὰ σχῆμα ἐπαναλήψεως «Τμώλῳ ὑπὸ νιφόεντι, Ὕδης ἐν πίονι δήμῳ», οὗ δὴ στίχου καὶ ὁ Γεωγράφος μνησθείς φησιν, ὡς οὐδεμία εὑρίσκεται Ὕδη ἐντοῖς Λυδοῖς. καὶ μὴν ἕτεροι κατὰ τὸν αὐτὸν Γεωγράφον εἰπεῖν Ὕδην τὴν τῶν Σάρδεων ἀκρόπολίν φασιν ἢ αὐτὰς τὰς Σάρδεις, τὸ τῶν Λυδῶν βασίλειον, αἳ καὶὑπὸ Κιμμερίων ἑάλωσάν ποτε. Τμῶλος δέ, φησίν, ὄρος εὔδαιμον Λυδίας, ὑπερκείμενον Σάρδεων, ἔχον σκοπὴν ἐν τῇ ἀκρωρείᾳ, ἐξέδραν λευκοῦ λίθου, Περσῶν ἔργον. Σκοπὴν δὲ λέγει τὴν κοινῶς λεγομένην βίγλαν, ὅθεν κατοπτεύεται, φησί, τὰ κύκλῳ πεδία. ῥεῖ δὲ ἀπὸ τοῦ ῥηθέντος Τμώλου ὁ Πακτωλὸςκαταφέρων, φησί, τὸ παλαιόν, ψῆγμα χρυσοῦ πολύ, ἀφ' οὗ ὁ Κροίσου πλοῦτος. νῦν δ' ἐκλέλοιπε τὸ ψῆγμα, ὥσπερ καὶ τὸ τῶν Ἀστύρων. Ἄστυρα γάρ, φησί, πόλις Ἀβυδηνῶν κατεσκαμμένη, χρυσία ἔχουσά ποτε, ἃ νῦν ἐξηνάλωται ὡς καὶτὰ περὶ Πακτωλόν, ὃς καταφέρεται, φησίν, εἰς τὸν Ἕρμον τὸν ἐκδιδόντα μὲνεἰς τὴν Φωκαίαν θάλασσαν, ἀρχόμενον δὲ ἀπὸ Μυσίας ἐξ ὄρους Δινδυμήνης. οἱ δὲπροσθέμενοι τὸ προσεχῶς πρὸ βραχέων ῥηθὲν ἐπαναληπτικὸν ἔπος τὸ «Τμώλῳὑπὸ νιφόεντι» καὶ ἑξῆς, παρεισήγαγον τὸν αὐτὸν στίχον, ὡς καὶ αὐτὸ προεδηλώθη, καὶ μετὰ τὸ «εἰν Ἀρίμοις, ὅθι φασὶ Τυφωέος ἔμμεναι εὐνάς», ὡς Ἀριμαίου καὶ τοῦ τοιούτου τόπου ὄντος. Ὅτι δὲ πλουσία ἡ κατὰ Σάρδεις Ὕδη καὶ ὅλως ἡ τῶν Μῃόνων ἤτοι Λυδῶν γῆ, δηλοῖ μὲν καὶ ὁ εἰπὼν τραγικός «κερδαίνετετὸν πρὸς Σάρδεων ἤλεκτρον», τὸν χρυσὸν οὕτω καλέσας ποιητικώτερον ἐν τῷλαβεῖν εἶδος ἀντὶ εἴδους. δηλοῖ δὲ καὶ Ἡρόδοτος ἱστορήσας, ὅτι περί που τὰκατὰ Μαίανδρον Πύθιος ὁ Ἄτυος, ἀνὴρ Λυδὸς παμπλούσιος, ἔχων ἀργυρίουμὲν τάλαντα δύο, χρυσοῦ δὲ στατήρων Δαρεικῶν μυριάδας τετρακοσίας ἐπιδεούσας ἑπτὰ χιλιάδων. Συνεπιλογιστέον δὲ δίχα πολλῶν ἄλλων καὶ τὰς τοῦ Λυδοῦ Κροίσου χρυσᾶς πλίνθους, ὧν ὤνιος ὁ ἀπατήσας ἐκεῖνον χρησμός. οὐκ ἀφεκτέονδ' ἐνταῦθα οὐδὲ τοῦ Περιηγητοῦ. (ῃ. 867– 75) Ὅτι Ναύστης, μάλιστα δὲ κατὰτὰ πλείω καὶ ἀκριβέστερα τῶν ἀντιγράφων Νάστης δίχα τοῦ ˉυ, «Καρῶνἡγήσατο βαρβαροφώνων, οἳ Μίλητον ἔχον, Φθιρῶν τ' ὄρος ἀκριτόφυλλον, Μαιάνδρου τε ῥοὰς Μυκάλης τ' αἰπεινὰ κάρηνα». ἐπεὶ δὲ ἡγεμόνος ὁ ποιητὴςἐμνήσθη ἑνός– ἦν δὲ οὐχ' οὕτω, δύο γὰρ ἦσαν Καρῶν ἡγήτορες– ἐπαναλαβών φησι· «τῶν μὲν Ἀμφίμαχος καὶ Νάστης ἡγησάσθην», δόξαν δὲ τῷ ποιητῇπάλιν εὐθὺς ἐπαναλαμβάνονται ἀμφότεροι. φησὶ γάρ· «Νάστης Ἀμφίμαχόςτε». τοῦτο δὲ ποιεῖ, ἵνα καὶ τοῦ Ἀμφιμάχου τούτου μεμνώμεθα, ὡς καὶ τοῦ Ἀσίου. ἄφρων γὰρ καὶ οὗτος κατὰ τὴν Ὁμήρου ἱστορίαν εἰπόντος «ὃς καὶ χρυσὸνἔχων πόλεμόνδε ἴεν», ἤτοι εἰς πόλεμον ἐπορεύθη, «ἠΰτε κούρη νήπιος, οὐδέ τίοἱ τό γε ἐπήρκεσε λυγρὸν ὄλεθρον, ἀλλ' ἐδάμη ὑπὸ χερσὶν Ἀχιλλέως ἐν ποταμῷ, χρυσὸν δ' Ἀχιλλεὺς ἐκόμισσε», μεταλλεύσας ὥσπερ ἐν χρυσοφόρῳ ποταμῷτὸν τοῦ Ἀμφιμάχου χρυσόν. ἀστεῖον δὲ τὸ σκῶμμα τὸ κατὰ τοῦ χρυσοστόλουτούτου στρατιώτου· ἤρχετο γάρ, φησίν, εἰς μάχην νήπιος, οὐ χαλκέῳ Ἀρέϊμελπόμενος, ἀλλὰ χρυσὸν ἔχων, καθὰ κούρη, ἤτοι κόρη νέα, χρυσῇ ἀνειμένηἈφροδίτῃ. γυναικίας οὖν ἦν τις καὶ μαλακὸς [καί, Ὁμηρικῶς εἰπεῖν, «γυναικὸς ἄρ' ἀντιτέτυκται».] εἰ δὲ καὶ Εὔφορβος καὶ Γλαῦκος χρυσὸν εἶχον, ἀλλ' οὗτοςκωμῳδεῖται, ἐπειδή, φασί, γυναικεῖα κόσμια ἔχει. ὅρα δὲ καὶ ἐνταῦθα προαναφώνησιν κοσμοῦσαν τὸν Ἀχιλλέα. οὐδαμοῦ γὰρ ἡ Ὁμηρικὴ Μοῦσα ἐθέλει τοῦ ἥρωος ἀπέχεσθαι. (ῃ. 867) Πολεμισταὶ δὲ οἱ Κᾶρες, ὧν τὸ ἐθνικὸν ὁμώνυμον, φασί, τῷ οἰκιστῇ, τὸ δὲ θηλυκὸν αὐτῶν ἐθνικὸν κατὰ τέχνην Καῖρα καὶ ἐν διαλύσει Κάϊρα διὰ τοῦ ˉι. ἡ δὲ χρῆσις τὴν ˉεˉι δίφθογγον ἔχει, ὡς καὶ παρ' Ὁμήρῳ» Μῃονὶς ἠὲ Κάειρα». συνεξέδραμε γάρ, φασί, τῷ σώτειρα, ὀλέτειρα καὶ τοῖςτοιούτοις. ἦν δὲ καὶ Ἑλληνικός, φασί, Κάρ, υἱὸς Φορωνέως, ἀφ' οὗ Καρίαἐκαλεῖτο ἡ ἐν Μεγάροις ἀκρόπολις. ἡ δὲ Καρία καὶ Καρίνη λέγεται καὶ Καρὶς δέ, φασίν, ὅθεν καὶ ἡ Κῶς Καρὶς ἐλέγετο κατὰ τὸν ἐπιλέκτην τῶν Ἐθνικῶν. δοκοῦσι δὲ καὶ εἰς ὁπλισμὸν συνεισενεγκεῖν τι οἱ Κᾶρες. τὰ γοῦν ὄχανα τῶνἀσπίδων Καρικὰ λέγεται καὶ οἱ λόφοι. φησὶ γοῦν Ἀνακρέων «Καρικοεργέοςὀχάνου». καὶ Ἀλκαῖος «λόφον σείων Καρικόν». Ὁ δὲ Γεωγράφος παρασημειοῦται, ὅτι ἐκ τοσούτων ἐθνῶν μόνους τοὺς Κᾶρας βαρβαροφώνους ὁ ποιητὴς εἶπεν. αἰτιολογῶν δὲ αὐτὸς τὴν τοιαύτην κλῆσιν λέγει, ὡς ἐν ἐπιτόμῳ εἰπεῖν τὰ τοῦσοφοῦ πολλά, ὅτι τὸ βάρβαρον ἐξεφωνήθη τὰς ἀρχὰς ἐπὶ τῶν δυσεκφόρως καὶσκληρῶς καὶ τραχέως λαλούντων, ὡς καὶ τὸ βαταρίζειν καὶ τὸ τραυλίζειν. τῶν γοῦν τραχυστομούντων ἐντεῦθεν βαρβάρων λεγομένων, ἐπειδὴ καθ' ὅλην οἱ Κᾶρες ἐπλανήθησαν τὴν Ἑλλάδα μισθοῦ στρατεύοντες καὶ ἐγνωρίσθησαν, πυκνὸν ἦν ἐπ' αὐτῶν τὸ βαρβαρόφωνον καὶ βαρβαρίζειν ἐκεῖθεν ἐλέγετο τὸοἷον καρίζειν. ἐντεῦθεν δέ, φησί, κατεχρησάμεθα ἐθνικῷ κοινῷ ὀνόματι, ἀντιδιαιροῦντες βαρβάρους πρὸς Ἕλληνας οὐκέτι διὰ παχυστομίαν ἢ τραχυστομίαν καὶ ἀφυΐαν φωνητικῶν ὀργάνων, ἀλλὰ κατὰ διαλέκτων ἀνομοιότητα. πρώην δὲ οὐκ ἦν τοῦτο. Θουκυδίδης οὖν φησι μὴ λέγεσθαι βαρβάρους διὰ τὸμηδὲ Ἕλληνάς πω εἰς ἓν ἀποκεκρίσθαι ἀντίπαλον ὄνομα. ταῦτα τὰ τοῦ Γεωγράφου, ὡς ἐν ὀλιγίστῳ εἰπεῖν. ὅτι δὲ μισθοφόροι οἱ Κᾶρες, καθωμίληται. ῥηθήσεταιδὲ περὶ αὐτῶν καὶ ἐν τῷ «τίω δέ μιν ἐν Καρὸς αἴσῃ». Ἕτεροι δέ φασιν, ὅτι μόνουςἐθνῶν τοὺς Κᾶρας οὕτως ἔσκωψεν ὁ ποιητὴς διὰ τὴν ἔχθραν τῶν Ἰώνων· Ἴων μὲν γὰρ Ὅμηρος, Κᾶρες δὲ Ἴωσιν ἐχθροί. ἢ διότι, φασί, Κρητῶνἄποικοι ὄντες ἠχρήστωσαν τὴν Ἑλλάδα φωνὴν ἢ ἐπειδὴ ἀγριόφωνοι ἦσαν καὶὅτι τὰ ἀρρενικὰ θηλυκῶς ἔλεγον καὶ ἀνάπαλιν. τοῦτο δέ, φασίν, εἰ καὶ Ἕλλησισυνέβαινεν, ἀλλ' οὖν σπανίοις καὶ οὐ κατ' ἄνδρα καὶ ἐν τῷ λεληθότι, Καρσὶ δὲσυνεχῶς καὶ διαδήλως, ἤδη κατὰ πᾶσαν Ἑλλάδα μισθαρνοῦσιν. [Ἐπὶ τούτοις ἰστέον καί, ὅτι τοῦ βαρβαρίζειν καὶ τοῦ σολοικίζειν διαφερόντων παρὰ τοῖςὕστερον, παρ' οἷς ὁ μὲν βαρβαρισμὸς ἁμαρτία ἐστὶ προφορᾶς περὶ λέξεις ἢτόνους γινομένη, ὁ δὲ σολοικισμὸς περὶ σύνταξιν ἐννοίας σῷον λόγον αἰκίζουσα, ὡς οἱ Ἐτυμολογοῦντές φασιν, ὅμως ἄλλως ταὐτίζοντες ἀμφότερά τινες τοὺςβαρβάρους σολοίκους ἔλεγον. καὶ προφέρονται χρήσεις Ἱππώνακτος μὲν τὸ» καὶ τοὺς σολοίκους, ἵν' ἐθέλουσι, περνᾶσιν». Ἀνακρέοντος δὲ τὸ «σόλοικοςφθόγγος», ὅπερ ἐστὶ βαρβαρικός.] (ῃ. 868) Μίλητος δὲ ἡ Καρικὴ αὕτη ἐμνημονεύθη μὲν πρὸ τούτου ἐν τῇ Κρητικῇ καὶ τοῖς τοῦ Περιηγητοῦ δὲ ἔγκειται, καθὰ καὶ ὁ Μαίανδρος, Καρικὸς νῦν φαινόμενος ποταμός. εἰρήσεται δέ τι περὶαὐτῆς καὶ μετ' ὀλίγα ἐν τῷ Λυκιακῷ καταλόγῳ. Φθιρῶν δὲ ὄρος ὀνομαστικῶςτὸ ἔχον πολλοὺς φθῖρας, περὶ οὗ φησιν ὁ Γεωγράφος, ὅτι Φθιρῶν ὄρος παράλληλον ἑτέρῳ ὄρει, τῷ Λάτμῳ. ὁ δὲ Ἐθνογράφος φησίν· «Φθίρ, ὄρος Καρίας. οἱκατοικοῦντες Φθῖρες». οἱ δὲ Σχολιασταὶ οὕτω· «Φθιρῶν ὄρος Καρίας περὶ Μίλητον, πολλὰς ἔχον πίτυς, ὧν τὰ ἐξανθήματα οὕτω καλεῖται ὡς ὅμοιαφθειρσίν». οἳ καὶ δίρκοι λέγονται, ὡς δηλοῖ Παυσανίας ἐν τῷ κατ' αὐτὸν Λεξικῷ εἰπών· «δίρκοι οἱ φθεῖρες». ἡ δὲ γραφὴ τῆς παραληγούσης τῶν Φθιρῶντούτων διάφορος κατὰ τὸν Χοιροβοσκόν. οἱ μὲν γὰρ πλείους διὰ διφθόγγουγράφουσιν αὐτό, ὁ δὲ τεχνικός, φησί, διὰ τοῦ ˉι, τεχνικὸν λέγων τὸν Ἡρωδιανόν. παρὰ τὸ Φθίρ γάρ, φησί, γέγονε κύριον, τὸ ἐπὶ τοῦ υἱοῦ τοῦ Ἐνδυμίωνος. ἡ δὲδιὰ διφθόγγου γραφὴ παρὰ τὸ φθείρ, ὃ σημαίνει τὴν πίτυν ἢ τοὺς κώνους τῆςπίτυος, οἱονεὶ τὸ ἔχον ὄρος τοιούτους φθεῖρας. εἰσὶ δέ τινες πίτυες φθεῖραςποιοῦσαι. Ἄλλοι δὲ παρὰ τὸ φθείρ, ὃ σημαίνει τὸν φθαρτικὸν λῃστήν, ἵνα ᾖὄρος λῃστῶν. ἕτεροι δὲ παρὰ τὸ φθείρ, ὅ ἐστι θήρ, ἵνα λέγῃ θηρῶν ὄρος. φθεῖρες γὰρ καὶ οἱ θῆρες παρὰ τὸ φθείρειν. καὶ τοιαῦτα μὲν καὶ ταῦτα. Εἰ δὲ ἀπὸφθειρῶν πιτύων ὠνόμασται ὄρος, καινὸν οὐδέν· μυρίοι γὰρ τόποι ἐκ φυτῶνὠνομάσθησαν, ὡς πολλαχοῦ φαίνεται. Ἀκριτόφυλλον δὲ ὄρος τὸ πολύφυλλον. οὕτω καὶ Θερσίτης ἀκριτόμυθος, ὡς πολύμυθος. εἰ δὲ καὶ ἀκριτόφυλλον ὄροςτὸ μὴ διακεκριμένον τὰ φύλλα, οὕτω καὶ Θερσίτης ἀκριτόμυθος ὁ συγκεχυμένα λέγων καὶ ἀδιευκρίνητα. (ῃ. 869) Μυκάλη δὲ ὄρος Πριήνης ἀντικρὺ Σάμου. φησὶ γοῦν καὶ ὁ Γεωγράφος, ὅτι μετὰ ἐκβολὰς Μαιάνδρου ὁ κατὰ Πριήνην αἰγιαλός, ὑπὲρ αὐτοῦ δὲ ἡ Πριήνη καὶ Μυκάλη ὄρος εὔθηρον καὶεὔδενδρον ἐπικείμενον τῇ Σαμίᾳ. ὥσπερ δὲ ἡ Βοιωτία Μυκαλησσὸς ἐκ μυκηθμοῦ, ὡς προεγράφη, οὕτω καὶ ἡ Μυκάλη αὕτη κατὰ τὸν Ἐθνολόγον, ἐπεὶ αἱ Γοργόνες ἐπὶ τοῦ ὄρους τούτου μυκώμεναι τὴν κεφαλὴν Μεδούσης ἀνεκαλοῦντο. οἱ δὲ Μυχάλην αὐτήν φασιν, ἐπεὶ ἐν μυχῷ ἁλὸς τῆς Καρικῆς κεῖται. ἔστι δὲ καὶπόλις Καρίας Μυκάλη. Ὅμηρος μέντοι τοῦ ὄρους νῦν μέμνηται, ὡς δηλοῖ τὸ» Μυκάλης αἰπεινὰ κάρηνα». Σημείωσαι δέ, ὅτι Καρῶν πόλις ἦν καὶ ἡ Ἁλικαρνασσός, ἐξ ἧς ὥρμητο Αἴλιος Διονύσιος Ἁλικαρνασσεύς, καθὰ δηλοῖ αὐτὸςἐν οἷς περὶ Ἀττικῶν ὀνομάτων διαλεγόμενος λέγει οὐ Κᾶρας εἶναι τοὺςἉλικαρνασσεῖς, ἀλλὰ Ἕλληνας Δωριεῖς τῶν ἀποικησάντων Δωριέων Καρίαν, ὃ καὶ Ἀθηναῖοι ποιήσαντες καὶ εἰς Καρίαν κατάραντες, ὧν ἦρχε Νηλεύς, πόλινἙλληνίδα, φησίν, ἐν αὐτῇ Μίλητον κατεσκευάσαντο, ἐφ' οἷς τοὺς τοιούτους Δωριεῖς σεμνύνας καὶ μίαν τῆς ἐν Ἀσίᾳ ἑξαπόλεως καὶ τὴν Ἁλικαρνασσὸνεἰπὼν εἶναι, ἐπάγει πρὸς τῷ τέλει, ὅτι οὐδὲν ἂν ἴσως κωλύῃ καὶ ἐν Καρίᾳεἶναί τινα Ἀττικὴν φωνὴν καὶ ἐν ταῖς Ἀθήναις Καρικήν, [φωνὴν Ἀττικὴνσεμνῶς εἰπὼν τὴν ἑαυτοῦ.] Ἰστέον δὲ καί, ὅτι οὐ μόνον ἡ τῶν καρβάνων ἤτοιβαρβάρων λέξις ἐκ τῶν Καρῶν εἰλῆφθαι δοκεῖ, ἀλλὰ καὶ οἱ παρὰ τῷ Παυσανίᾳκάρδακες, ὅ ἐστι στρατιῶται περὶ Ἀσίαν. [ὁ δὲ ῥηθεὶς] Αἴλιος Διονύσιος οὕτωφησί· «κάρδακες οὐ δίκαιόν τι γένος, ἀλλὰ οἱ μισθοῦ στρατευόμενοι βάρβαροι, παρὰ Θεοπόμπῳ». ἁπλῶς δέ, φησίν, οἱ Πέρσαι πάντα τὸν ἀνδρεῖον καὶ κλῶπακάρδακα ἐκάλουν. Ἔτι ἰστέον, ὅτι παροιμία παρὰ Παυσανίᾳ φέρεται ἐπὶ τῶν ἐνεὐτελέσι τὰς πείρας ποιουμένων τὸ «ἐν Καρὶ τὸν κίνδυνον», ἐπεὶ Κᾶρες, φησί, πρῶτοι ἐμισθοφόρησαν. (ῃ. 876 ς.) Ὅτι Σαρπηδὼν Λυκίων ἦρχε «καὶ Γλαῦκοςἀμύμων τηλόθεν ἐκ Λυκίας, Ξάνθου ἀπὸ δινήεντος». τελευταίους δὲ τῶν ρων τοὺς Λυκίους ἔθετο, ἵνα καὶ οὕτως εἶεν ἐπίσημοι. οὐ γὰρ ἀεὶ τὸ τῆς μνήμηςὕστερον ὑπόπτωσιν τῶν μνημονευθέντων ποιεῖ. ἐν ὀλίγῳ δὲ καὶ τούτουςἐπιτρέχει, δι' ἣν αἰτίαν καὶ τοὺς λοιποὺς ἐπικούρους, καθυποδεικνύς, ὡς οὐμόνον ἐμπλατύνεσθαι γράφων πολυτρόπως δύναται, ἀλλὰ καὶ στενολεσχεῖνοὐχ' ἥκιστα. Ὅτι δὲ πολλοῦ λόγου ἄξιος ὁ Σαρπηδὼν καὶ οἱ περὶ αὐτὸν καὶ ὡςπολὺ ἐφείλκετο συμμαχικόν, ἐν τοῖς ἑξῆς φανήσεται. Ὅτι δὲ καὶ ὑποστρατήγωνχρεία τοῖς μεγάλοις ἀρχηγοῖς, ἱκανῶς ἡ τακτικὴ αὕτη Βοιωτία ἔδειξεν. ὕπαρχος οὖν καὶ τῷ Σαρπηδόνι Γλαῦκος, ἔτι γε μὴν καὶ φίλος ἑταῖρος, ὡς καὶἈχιλλεῖ Πάτροκλος καὶ Μηριόνης Ἰδομενεῖ καὶ Διομήδει Σθένελος. Λυκία δὲ χώρα καὶ Λύκιοι τὸ ἔθνος ἀπὸ Λύκου, υἱοῦ Πανδίονος, ὃν ἐκπεσόντα τῆςοἰκείας ὁ ἐκ τῆς Κρήτης Σαρπηδὼν ἐδέξατο, φασίν, ἐπὶ μέρει τῆς ἀρχῆς. Σόλυμοι δέ, φασί, τὰ πρῶτα ἐλέγοντο. τοῦτο δὲ οὐχ' ὁμολογεῖ τοῖς τοῦ Ὁμήρου, ὃς ἐν Ἰλιάδι μὲν χωρίζει Λυκίους καὶ Σολύμους, ἐν δὲ Ὀδυσσείᾳ ἐκτετοπισμένους τινὰς πλάττει Σολύμους καὶ δυσγνώστους τοῖς πλείοσι. Δῆλον δέ, ὅτιμέχρι καὶ νῦν μέρος Λυκίας ὑποπτεύονται καὶ οἱ Σόλυμοι, ἐρυμνὸν μὲνχωρίον ἔχοντες, βαρβαρικώτερον δὲ [Τζέλυμοι] ὑπὸ τῶν ἐγχωρίων καλούμενοι. (ῃ. 876) Ἰστέον δέ, ὅτι Σαρπηδὼν μὲν οὗτος ὁ Λύκιος Διὸς υἱὸς καὶ Λαοδαμείας τῆς τοῦ Βελλεροφόντου, ὁ δὲ ἀνωτέρω ῥηθεὶς Κρητικὸς ἀδελφὸς ἦν Μίνωκαὶ Ῥαδαμάνθυος, ᾧ Μίλητον συνέκτισαν κατὰ τὸν Γεωγράφον προσληφθέντεςνησιῶται Κᾶρες καὶ Λέλεγες, ὁμώνυμον τῇ Κρητικῇ Μιλήτῳ, ἣν εἶχε καὶ ὁ Κρητικὸς κατάλογος. Ὁ δ' αὐτός, φησί, Σαρπηδὼν καὶ Τερμίλλας ἐκ Κρήτης ἀγαγών– μερὶς δὲ Κρητῶν οἱ Τερμίλλαι– ὠνόμασε τοὺς ὑπ' αὐτὸν Τερμίλλαςτοὺς πρότερον καλουμένους Μινύας καὶ ἔτι πρότερον Σολύμους. ἐπελθὼν δέ, φησίν, ὁ Πανδίονος Λύκος ἀφ' ἑαυτοῦ Λυκίους προσηγόρευσε τοὺς ἑαυτοῦ. [̓ Ιστέον δέ, ὅτι, ὥσπερ οὐκ ἦν Σαρπηδὼν εἷς, ὁ Λύκιος δηλαδή, οὕτως οὐδὲ Γλαῦκος. ἔστι γὰρ σὺν ἄλλοις καὶ ὁ προδηλωθεὶς Ἀνθηδόνιος καὶ Κρὴς δὲΓλαῦκος, ὁ καὶ Γλαύκων παρωνύμως, Μίνωος καὶ Πασιφάης υἱός. λέγεταιδὲ καὶ ἰχθὺς γλαῦκος λόγου ἄξιος.] (ῃ. 877) Τὸ δέ «τηλόθεν» πρὸς διαστολὴνεἴρηται τῶν ἐγγυτάτω τῆς Τροίας Λυκίων, ὧν ἦρχε Πάνδαρος, οἳ καὶ Τρῶες, ὡς ἐδηλώθη, ἐκαλοῦντο καὶ Ζελειῶται. Ξάνθος δὲ οὐ μόνον ποταμὸς Λυκίας, ἀλλὰ καὶ πόλις, παρ' ᾗ Ξάνθος, φασίν, ἔξεισι ποταμός. ὠνομάσθη δὲ ἀπὸ Ξάνθου Αἰγυπτίου ἢ Κρητὸς οἰκιστοῦ. ἦν δὲ Ξάνθος, φασί, καὶ πόλις Λεσβία. ὁμωνυμεῖ δὲ ὁ Ξάνθος τῷ Τρωϊκῷ Ξάνθῳ, τῷ καὶ Σκαμάνδρῳ, περὶ οὗ πολλαχοῦῥηθήσεται. καὶ κλήσεως δὲ αἰτίαν ἔχουσι τὴν αὐτήν. Δινήεις δὲ οὐ μόνον ὁ Ξάνθοςοὗτος, ἀλλὰ καὶ ἕτεροι, ὅσοις ἐπισυμβαίνει μὴ ὀξύνουσι τὸ ῥεῦμα δίνας πάσχεινπερί τινας ἀγκάλας ἐξ ἀντικρούσεως ὑδάτων. Ἰστέον δέ, ὅτι γράφουσιν οἱ παλαιοὶ τὸν ποιητὴν ὑπὲρ ποικιλίας ἄλλῳ τόπῳ ἐᾶσαι τὸ τοῦ Σαρπηδόνος γένος, ἐνταῦθα δὲ ὥς τινος τῶν τυχόντων μνησθῆναι αὐτοῦ. οἱ δὲ αὐτοὶ καὶ ἐν τῷ» Ξάνθου ἀπὸ δινήεντος» φασίν, ὅτι κατὰ Ἀρίσταρχον πᾶσα πρόθεσις μεταξὺκειμένη κυρίου καὶ προσηγορικοῦ τῷ κυρίῳ ἕπεται, ὥστε ἐνταῦθα οὕτωςἀναγνωστέον· «ἀπὸ Ξάνθου δινήεντος». Κατὰ δὲ Πτολεμαῖον ἡ πρόθεσις τῷπροσηγορικωτέρῳ μέρει ἕπεται. βούλεται οὖν αὐτὸς οὕτως ἀναγνῶναι, ὡς παρ' Ὁμήρῳ κεῖται. κατὰ δὲ Ἀπολλώνιον, φασί, πάντως ἀναστρέφεται ἡ πρόθεσις. λέγουσι δὲ καί, ὅτι στικτέον εἰς τὸ «δινήεντος», ἐπειδὴ εἱρμός ἐστι τῶνἐφεξῆς, ἤτοι τῶν τῆς γʹ ῥαψῳδίας. ἐπὶ μέντοι τοῦ τέλους τῶν ἄλλων ποιημάτωνοὐκ ἔστι, τὸ στίζειν δηλαδή. σιωπὴ γάρ, φασίν, ἐκδέχεται. Ἰστέον δὲ καί, ὅτιὍμηρος μὲν οὕτω τὴν Βοιωτίαν διῳκονομήσατο γενεαλογίαις καὶ λοιπαῖςἱστορίαις καταποικίλας αὐτήν, ἔτι δὲ καὶ παρενθέσεσι μύθων συνήθως, οὓςἀπό τινων ἀεὶ ἐνάγει ἱστοριῶν, ὡς ὁ Στράβων φησί. Οἱ δὲ μεθ' Ὅμηρον, ὡς ἐκβραχείας τινὸς κρόκης, τοῦ ἔργου τούτου, πολυτίμητον ὑποδείξασθαι τῆς αὐτοῦποιήσεως πέπλον φιλοτιμησάμενοι, τάχα δὲ καὶ πρὸς χάριν μιμήσασθαι, πολλὰμὲν ἐπονήσαντο, οἱ μὲν οὕτως, οἱ δ' ἄλλως, οὐδεὶς δὲ κρεῖττόν τι τῆς τοιαύτηςὀλιγοστίχου Ὁμηρικῆς γραφῆς ἐπραγματεύσατο καὶ γλυκύτερον. ΕΚ ΤΩΝ ΤΗΣ ΓΑΜΜΑ ΡΑΨΩΙΔΙΑΣ (ῃ. 1) Ὅτι ἐπιγραφὴ τῆς γάμμα ῥαψῳδίας πεζὴ μέν· ὅρκοι καὶ μονομαχίαἈλεξάνδρου καὶ Μενελάου, ἔμμετρος δὲ αὕτη· γάμμα δ' ἂρ ἀμφ' Ἑλένης οἴοις μόθος ἐστὶν ἀκοίταις. Ἰστέον δέ, ὅτι τὸ γάμμα στοιχεῖον γέμμα φασὶνἼωνες καὶ μάλιστα Δημόκριτος, ὃς καὶ τὸ μῦ μῶ λέγει, ὡς ἐν ῥητορικῷεὕρηται Λεξικῷ. Ὅτι φιλέλλην ὁ ποιητὴς ὤν, ὡς μυριαχοῦ φαίνεται, ἀνάπαλινπρὸς τοὺς Τρῶας διατίθεται. διὸ καὶ τὰ πολλὰ οὐκ εὐλογεῖ τὰ Τρωϊκά. ἐνταῦθατοίνυν τὴν εἰς τὸν πόλεμον αὐτῶν ἀπροβούλευτον, ὡς ἐδηλώθη, καὶ διὰ τοῦτοοὐκ εὔκοσμον πρόοδον ὑποδηλῶν μετὰ κλαγγῆς, ἤτοι ἀνάρθρου θορύβου, προϊέναι εἰς μάχην φησὶν αὐτοὺς λέγων, ὅτι, ἐπεὶ τῶν τε Τρώων τῶν τε Ἀχαιῶνκόσμηθεν ἕκαστοι, «Τρῶες μὲν κλαγγῇ ἐνοπῇ τ' ἴσαν ὄρνιθες ὥς» καὶ τὰ ἑξῆς. καὶ ἔστι συντομωτάτη παραβολὴ τὸ «ὄρνιθες ὥς». ὀρνίθων δὲ τὸ κλάζειν. λέγεται δέ ποτε καὶ ἐπὶ ἄλλων, ὡς προείρηται, διαφόρων. Ἰστέον δέ, ὅτι τῷὀνόματι τῶν Τρώων καὶ τοὺς αὐτῶν ἐπικούρους δηλοῖ. Ἐνοπὴ δὲ οὐχ' ἁπλῶςἡ φωνή. ἐκείνην γὰρ ὄπα λέγει εὔκοσμον οὖσαν, ὅπου γε καὶ ἡ Καλλιόπη ἐκ τῆςτοιαύτης ὀπὸς παρωνόμασται· ἀλλ' ἔστιν ἐνοπὴ ἡ ταραχώδης βοή, ἥν ποτε καὶφύλοπιν ἂν εἴπῃ τις. τὸ δέ «ἴσαν» πεζῷ μὲν λόγῳ οὐκ ἂν εὐχρηστηθείη, ποιηταῖςδὲ χρησιμεύει. ἔστι δὲ αὐτοῦ τὸ θέμα ἴω, οὗ τὸ πληθυντικὸν ἴομεν πολλαχοῦεὕρηται παρὰ τῷ ποιητῇ. τοῦτο τὸ ἴω πλεονασμῷ τοῦ ˉε γίνεται ἐΐω, καὶ συναιρέσει εἴω, ἐξ οὗ καὶ τὸ «ᾔομεν ἀνὰ δρυμά» ἐν Ὀδυσσείᾳ, καὶ ὑπερσυντέλικοςᾔειν καὶ «ἤϊα γουνούμενος». εἰ δέ τις προϋπάρχειν μὲν ἐρεῖ τὸ εἴω διὰ διφθόγγου, ἀπ' αὐτοῦ δὲ γενέσθαι τὸ διὰ τοῦ ἰῶτα γραφόμενον ἴω ἀπελεύσει τοῦ ˉε, οὐκ ἂν λέγοι τι ἄδεκτον. [Δηλοῖ δέ ποτε τὸ ἴσαν καὶ γνῶσίν τινα ὡς ἐν τῷ» τάδ' οὐκ ἴσαν ὡς ἐτέτυκτο».] Τὸ δέ, «ἕκαστοι» ταὐτόν ἐστι τῷ οἱ καθέκαστα, οὓς φθάσας πληθὺν ἔφη ὁ ποιητὴς ἄλλην οὖσαν παρὰ τοὺς ἡγεμόνας. διὸ λέγει» ἅμ' ἡγεμόνεσσιν ἕκαστοι», ἤγουν ἡ πληθὺς μετὰ τῶν ἡγεμόνων, κατ' ἐξοχὴνἰδίᾳ ἐκφωνήσας τοὺς ἡγεμόνας. Οὐκ ἔστι δὲ ἐναντία τὸ ἐκοσμήθησαν καὶ τὸ» κλαγγῇ ἐπορεύοντο». ἡ μὲν γὰρ ἄθροισις καὶ ἡ στάσις καὶ ἡ τῶν φύλωνδιάκρισις καὶ τοῖς Τρωσὶν εὐκόσμως εἶχεν, ἡ δὲ κίνησις οὐκ ἀθορύβως ἐγίνετο. Ἰστέον δέ, ὅτι φιλοσόφως ἰδίᾳ μὲν τέθειται τὸ ἡγεμόνεσσι κατ' ἐξοχήν τινα, ἰδίᾳδὲ τὸ ἕκαστοι. οἱ μὲν γὰρ ἡγεμόνες ὡς θεῖοι καὶ θεοειδεῖς τῇ μονάδι καὶ τῷ ἑνὶἐγγίζουσιν, ἡ δὲ πληθὺς ἑκὰς ἤτοι πόρρω τοῦ τοιούτου καλοῦ εἰσιν, ὡς καὶ ἡἐτυμολογία δηλοῖ. Ἀπὸ γὰρ τοῦ ῥηθέντος ἑκάς πρῶτα μέν, [ὡς καὶ ται σαφῶς,] γίνεται τὸ ἑκάτερος, ἐπὶ δύο τινῶν λεγόμενον, ὅπερ ὡς οἷα τολμῆσανδιάστασιν ἐκ δυασμοῦ ἕκαθεν τῆς μονάδος ἐστί. ἐξέστη γὰρ καὶ οἷον ἀποκεχώρηκε τοῦ μοναδικοῦ τὸ δυαδικόν. καὶ οὕτω μὲν τὸ ἑκάτερος ἑκάς ἐστί πως τῆςμονάδος δυάδα δηλοῦν κατά τινα τύπον συγκριτικόν, τὸ δὲ ἕκαστος ὡς οἷά τιὑπερθετικὸν ἐσχημάτισται, τεθὲν μὲν ἐπὶ τριάδος πυθμενικῶς, λεγόμενον δὲ καὶἐπὶ τῶν ἑξῆς ἁπάντων ἀριθμῶν. καὶ ἔστι τρόπον τινὰ τὸ ἕκαστος ἀντὶ τοῦπορρώτατος, ὡς λέγεσθαι τὸ ἑκάτερος καὶ ἕκαστος πρός τινα ὁμοιότητα τοῦἑκαστέρω καὶ ἑκαστάτω, ἤτοι πορρωτέρω καὶ πορρωτάτω. ἕκαστοι οὖν ἡπληθύς, ὡς εἴρηται, ἡ μακρὰν καὶ τῆς μονάδος ναὶ μὴν καὶ τῆς δυάδος, ἥτιςοὐδ' αὐτή ἐστι πληθύς. (ῃ. 2 ς.) Ὅτι ἀκύρως νῦν τὴν κλαγγὴν ἐπὶ ἀνθρώπωνεἰπὼν παρεμυθήσατο τὴν τόλμαν τῇ τῶν γεράνων παραβολῇ. εἰ γὰρ ἐκείναιςἐοίκασι τὴν κραυγήν, ἄρα καὶ κλάζουσι. τοῦτο δὲ καὶ ἐπὶ ἄλλων λέξεωνποιήσει ἐν τοῖς ἑξῆς, ὡς γνωσόμεθα, τουτέστι τὰς τολμηρὰς λέξεις θεραπεύσειπαραβολαῖς, ὡς κατὰ τόπους δηλωθήσεται. ἢ καὶ ἑτέρως. ἐπεὶ ἡ προλαβοῦσασύντομος παραβολή, τὸ «ὄρνιθες ὥς» ἀορίστως εἶχεν– ἄδηλον γὰρ ἦν περὶποίων ὀρνίθων λέγει διὰ τὸ γενικὴν λέξιν εἶναι τοὺς ὄρνις– διαρθροῖ ἐκείνηνκαὶ μονονουχὶ λέγει, ὅτι ὄρνιθας τὰς γεράνους εἰδικῶς ἐνταυθοῖ νοητέον. (ῃ. 3– 7) Οὕτω γὰρ οἱ Τρῶες ἐχρῶντο κραυγῇ, καθά, φησί, «κλαγγὴ γεράνων πέλειοὐρανόθι πρό, αἵ τ' ἐπεὶ οὖν χειμῶνα φύγον καὶ ἀθέσφατον», ὅ ἐστι πάμπολυν,» ὄμβρον, κλαγγῇ ταί γε πέτονται ἐπ' Ὠκεανοῖο ῥοάων ἀνδράσι Πυγμαίοισιφόνον καὶ κῆρα φέρουσαι· ἠέριαι δ' ἄρα ταί γε κακὴν ἔριδα προφέρονται». καὶἄλλως δὲ τὴν ῥηθεῖσαν παραβολήν, τὸ «ὄρνιθες ὥς», σύντομον οὖσαν καὶἀσαφῆ, οὐ μόνον, ὡς εἴρηται, διὰ τὸ γενικὸν τῆς φωνῆς καὶ ἀόριστον, ἀλλὰ καὶδιὰ τὸ ἄδηλον τοῦ τόπου, περὶ ὃν ἡ κλαγγή, διασαφεῖ ὁ ποιητὴς ἐν στίχῳ ἑνὶδιὰ τοῦ ὡρισμένου εἴδους τοῦ τῶν κλαγκτικῶν γεράνων καὶ τῆς προσθήκης τοῦτόπου, εἰπών· καθὰ κλαγγὴ γεράνων πέλει οὐρανόθι πρό. τὰ δὲ ἑξῆς ἱστορικῶςκεῖνται κατὰ ἰδίαν ἐκφώνησιν, ὅπερ ἀλλαχοῦ Ὅμηρος οὐ ῥᾳδίως εὕρηταιποιῶν. ἃ γὰρ παρενείρει ταῖς παραβολαῖς, οὐκ ἀπαρτᾷ ἰδίᾳ, παρεμπλέκει δὲἐκεῖνα καὶ ἐπεμβλητικῶς πρὸ τῆς ἀποδόσεως τίθησιν. ἔστι δὲ ἀναπόδοτος ἡ τῶνγεράνων παραβολὴ αὕτη. οὐ γὰρ ἐπάγει πρὸς τὸ «ἠΰτε κλαγγὴ γεράνων πέλει» τὸ οὕτω καὶ οἱ Τρῶες ἔκλαζον. τοῦτο δὲ καὶ ἀλλαχοῦ πολλαχοῦ ποιεῖ καὶ ἔστισυντομίας ἡ μέθοδος. Σημείωσαι δέ, ὅπως καὶ ἐπὶ τῆς Ἑλληνικῆς τάξεως πρὸταύτης τῆς ῥαψῳδίας παραβολῇ οὐ μόνον ἀπὸ γεράνων ἀλλὰ καὶ ἄλλων ὀρνίθωνκλαζόντων χρησάμενος ἐπ' ἐκείνων μὲν οὐδὲν εἶπε φορτικόν, ἐπὶ δὲ Τρώωνσκωπτικὰ τὰ τῆς παραβολῆς ἔθετο. ἐπεὶ γὰρ αἱ γέρανοι καὶ ἀγεληδὸν πέτονταικαὶ μετὰ κλαγγῆς καὶ ποτὲ μὲν ὑψηλαί, ποτὲ δὲ πρόσγειοι, τῷ μὲν τῆς προσγείουπτήσεως ἀγελαστικῷ τὴν τῶν Ἑλλήνων εἴκασε φθάσας πορείαν, παρέλκον ἐκεῖθεὶς ἐπὶ τῶν ὀρνίθων τὸ κλαγγηδόν, τὴν δὲ τῶν Τρώων ἄρτι κραυγὴν εἴκασε τῇκλαγγῇ, αὔξων τὸν θροῦν τῇ παραβολῇ, ὡς οὐκ εὐκόσμως στελλομένων εἰςπόλεμον. (ῃ. 3) Ἰστέον δὲ καί, ὅτι Ὁμήρου εἰπόντος τὰς γεράνους πέτεσθαι οὐρανόθι πρό φασιν οἱ παλαιοὶ οὐρανὸν ἐνταῦθα λέγεσθαι τὸν ὑπὸ τὰ νέφητόπον, ὥστε τῷ λόγῳ τούτῳ τὰς τοῦ ὄρους Ὀλύμπου κορυφὰς καὶ ἄλλων τινῶνμὴ νεφελουμένας οὐ μόνον ἐπουρανίους εἶναι, ἀλλὰ καὶ ὑπερουρανίους, ὡς πρὸςτὸν τοιοῦτον οὐρανόν. [Ἰστέον δέ, ὅτι ἐν τῷ κλαγγή πλεονασμός ἐστι συνήθηςτοῦ νῦ πρὸς ὄγκον φωνῆς, ὡς καὶ ἐπ' ἄλλων προδεδήλωται. φύσει μὲν γὰρ κλαγή, ὡς ἐρυγή, ἐπενθέσει δὲ τοῦ ˉν κλαγγή κατὰ τὸ κλάζω, ἔκλαξα, ἔκλαγξα.] Ἔτιἰστέον καί, ὡς κρουστικὴ τῷ τόνῳ ἡ τῆς προθέσεως φωνὴ ἐν τῷ οὐρανόθι πρό. αἴτιον δέ, ὅτι οὐ κατασπᾷ βαρύνουσα συνέπεια. τὸ δ' ὅμοιον, ὡς καὶ ἀλλαχοῦφανεῖται, καὶ ἐπὶ ἑτέρων γίνεται, οἷον «δράσω τε πρός» καὶ «μικρόν τι πρό» καὶ» Ἀρτέμιδι ξύν» καὶ «οὐδὲ κακῶν ἔξ». Σημείωσαι δὲ καί, ὅτι μὴ ἔχων ἐπὶ τῆςγεράνων φωνῆς λέξιν καιριωτέραν τῆς κλαγγῆς ἐνδιατρίβει τεχνικῶς αὐτῇ, ἐπιμείνας καὶ εἰς τρὶς τῇ λέξει χρησάμενος. δῆλον δέ, ὅτι φωνητικὴ ἡ γέρανος. τοιαῦτα γὰρ φύσει τὰ δειλότερα τῶν ζῴων φωνητικώτερα τῶν ἀνδρείων. ἔτι τεεὐαισθητότερον ἡ γέρανος ἔχει καὶ ῥᾷον τοῦ ψύχους ἀντιλαμβάνεται καὶ τὸνχειμῶνα φεύγουσα, ἤτοι τὴν χειμερινὴν κατάστασιν ἢ τὰ τῆς Θρᾴκης χειμέρια, εἴς τε ἄλλους τῶν θερμοτέρων τόπων ἐκδημεῖ καὶ εἰς Ὠκεανὸν δὲ πέτεται τὸννότιον, περὶ ὃν μυθεύεται καὶ τοὺς Πυγμαίους εἶναι. κατὰ δὲ Ἀριστοτέληνεἰπεῖν, αἱ γέρανοι μεταβάλλουσιν ἐκ τῶν ἐσχάτων εἰς τὰ ἔσχατα, ἤγουν ἐκ τῶν Σκυθικῶν πεδίων εἰς τὰ ἕλη, ὅθεν ὁ Νεῖλος ῥέει. (ῃ. 5) Τὸ δέ «ἐπ' ῥοάων» ἀντιπτωτικῶς εἴρηται ἀντὶ τοῦ «ἐπ' Ὠκεανοῖο ῥοάς». χρῶνται δὲ τῷσχήματι τούτῳ μάλιστα καὶ οἱ συγγραφεῖς, οἷον· ἤλασεν ἐπὶ τῆς δεῖνα πόλεωςἢ ἀπῆλθεν ἢ εἴ τι τοιοῦτον. (ῃ. 6) Ἰστέον δέ, ὅτι διὰ μὲν τῶν γεράνων τὸν Τρωϊκὸν ὁ ποιητὴς αὔξει θροῦν, ὡς προείρηται, τῷ δὲ τῶν Πυγμαίων ἐπεισοδίῳδιὰ τὸ ξένον τῆς ἱστορίας ψυχαγωγεῖ τὸν ἀκροατὴν τὸ σύνηθες ποιῶν. φιλοτιμεῖται γὰρ ἐν ταῖς παραβολαῖς πολλά, ὡς προγέγραπται, τῷ ἀκροατῇ συντείνοντα πρὸς πολυμάθειαν. Λέγεται δέ, ὅτι οἱ Πυγμαῖοι οὐδὲ πηχυαῖοι τὸ μέγεθόςεἰσι. παρωνομασμένοι γάρ εἰσι πυγόνι. πυγούσιον δέ ἐστι διάστημα τὸ ἀπὸἀγκῶνος ἕως τοῦ μικροῦ δακτύλου ἢ καὶ τῶν δακτύλων συνεσταλμένων. Ἱστορεῖται δὲ καί, ὅτι κέρατα περιτίθενται καὶ ἐν σχήματι κριῶν, ὡς Ἑκαταῖός φησι, κρόταλα ψοφοῦσι καὶ οὕτω τὰς πυγμαιομάχους γεράνους ἀμύνονται καταφρονούσας ἄλλως τοῦ μήκους. γεωργικοὶ δέ εἰσιν, ὥς φασιν. ὅτι δὲ καὶ ἀξίνῃἐχρήσαντο ἐπὶ τὸν ἄσταχυν, γελοῖον μὲν καὶ οὐ πιθανόν, λέγεται δέ. ἀρέσκει δὲκαὶ Ἀριστοτέλει μὴ μῦθον εἶναι τὰ κατὰ τοὺς Πυγμαίους. Λέγει γάρ, ὅτι περίπου τὰ ἕλη τὰ ἄνω τῆς Αἰγύπτου, ὅθεν ὁ Νεῖλος ῥέει, ἔστι κατὰ ἀλήθειαν γόνοςτοιοῦτος, μικροὶ καὶ αὐτοὶ καὶ οἱ ἵπποι. εἰσὶ δέ, φησί, τρωγλοδύται τὸν βίον. ὁδὲ Γεωγράφος πεντασπιθάμους καὶ τρισπιθάμους ἀνθρώπους ἱστορῶν πόλεμονπρὸς τοὺς τρισπιθάμους εἶναι ταῖς γεράνοις φησίν. Ἐν δὲ τοῖς τοῦ Ἀθηναίου κεῖται καί, ὅτι ἱστορεῖται, ὡς οἱ μικροὶ ἄνδρες οἱ ταῖς γεράνοις διαπολεμοῦντεςπέρδιξιν ὀχήματι χρῶνται καὶ ὅτι οἱ Πυγμαῖοι πέρδιξι καὶ γεράνοις πολεμοῦσιν. [Εἰ δὲ μὴ καθαρῶς ἐκ τῆς πυγόνος οἱ Πυγμαῖοι παρώνυμοι ἀλλ' ἐκ τῆς πυγμῆς, καινὸν οὐδέν. διὰ γὰρ τὸ σαφὲς τῆς τῶν δακτύλων συστολῆς, οἷς πρὸς πῆχυνμετροῦνται συνεσταλμένοις οὖσιν, οὐ Πυγόνιοι λέγονται ἤ τι τοιοῦτον, ἀλλὰ Πυγμαῖοι. Ὅτι δὲ καὶ βόρειοι Πυγμαῖοι περί που τὰ τῆς Θούλης ἀντιπέραια, ἔνθα τὰ Ἰγκλικά, βραχύσωμοι καὶ αὐτοὶ καὶ ὀλιγοχρόνιοι ἐς τὸ παντελές, βέλεσιχρώμενοι λεπτυνομένοις ὡς εἰς βελόνην, περιᾴδεται. καί εἰσιν οἳ βεβαιοῦνταιἀνθρωπάρια τοιαῦτα ἰδεῖν. αἱ μέντοι Πιθηκοῦσσαι νῆσοι οὐ τοιούσδε τινὰςἔχουσιν, ἀλλ' ἑτεροῖαι περιφέρονται.] (ῃ. 7) Ἠέριαι δὲ τοῖς Πυγμαίοις αἱγέρανοι ἐπιτίθενται, ὅ ἐστι πρωϊναὶ ἢ διὰ τοῦ ἀέρος πετόμεναι. ἡ δὲ λέξις κεῖταικαὶ ἐν τῇ αʹ ῥαψῳδίᾳ. Ὅρα δὲ ἐνταῦθα καὶ τὸ φέρειν ἐνεργητικῶς τε λεχθὲν ἅμακαὶ παθητικῶς ἐν τῷ «φέρουσαι» καὶ «προφέρονται». καὶ ὅτι οὐδ' ὅλως οὐδ' ὑπόνοιαν βαστάγματος ἐμφαίνει ἐνταῦθα τὸ φέρειν κατὰ τοὺς τοῦ ἄγειν καὶφέρειν παρατηρητάς, ὡς οὐδ' ἐν τῷ διαφέρειν καὶ διαφέρεσθαι, ἀφ' ὧν ἡδιαφορὰ καὶ ὁ τῷ πατρὶ διάφορος ἤγουν ἐναντίος, οὐδ' ἐν τῷ ἐμφέρειν, ὅθενἐμφέρεια, ἡ ὁμοιότης, οὐδ' ἐν τῷ συμφέρειν, ἐξ οὗ καὶ τὸ κοινῶς συμφέρον, τὸ καὶ συνοῖσον, καὶ ἡ ξυμφορά, ἥ τε βαρεῖα καὶ ἡ ἁπλῶς κατὰ ἀπόβασιν, οὐδ' ἐν τῷ περιφέρειν καὶ ἀποφέρειν καὶ ὑποφέρειν, ὧν γεννήματα ἡ κατὰ κύκλονπεριφέρεια καὶ ἀποφορά, ἡ ὀδμή, καὶ ὑποφορὰ καὶ ἀνθυποφορά, αἱ ῥητορικαί, οὐδ' ἐν τῷ προφέρειν καὶ ἐκφέρειν, ὧν τοῦ μὲν ἡ κατὰ λόγον προφορά, τοῦ δὲτὸ «ὅτ' ἂν ἐκφέρῃ μέγα». ἡ μέντοι νεκρικὴ ἐκφορὰ καὶ ἡ ἐκφόρησις καὶ τὰ τούτωνῥήματα, δῆλον, ὅτι δηλοῦσι βάσταγμα κατὰ τούς, ὡς ἐρρέθη, παρατηρήσαντας. (ῃ. 8 ς.) Ὅτι ἐπαινῶν τὸ τῶν Ἀχαιῶν ὁ ποιητὴς ἐνταῦθα εὔκοσμόν φησιν· «οἳ δ' ἂρ ἴσαν», ὅ ἐστιν ἐπορεύοντο, καθὰ πολλαχοῦ λέγεται, «μένεα πνείοντεςἈχαιοὶ ἐν θυμῷ μεμαῶτες ἀλεξέμεν ἀλλήλοισι». καὶ τῷ ὄντι ἐπαινετέοι εἰσίν, οἳ τῶν Τρώων κλαζόντων αὐτοὶ σιγῇ ᾔεσαν, πλὴν οὐ κατεπτηχότες– ἐμποιεῖγάρ ποτε καὶ τὸ δέος σιγήν– ἀλλὰ μένεα μὲν πνέοντες καὶ ἀλεξήσειν ἀλλήλοιςἐθέλοντες, σιγῶντες δέ, ὡς ἂν ἐπιταττόντων ἔχοιεν ἀκούειν τῶν ἡγεμόνων. καὶὅρα τὸ «μένεα πνέοντες», ἤγουν ζῶντες μένος καὶ ἀνδρία ὄντες αὐτόχρημα, ὡςοἷα σύστασιν καὶ πνοὴν τὸ μένος ἔχοντες. ἐκ τούτου δὲ καὶ τὸ θυμοῦ πνέεινεἴληπται τοῖς μεθ' Ὅμηρον. ἢ καὶ ἄλλως εἰπεῖν μένεα πνέοντες καὶ οὐ κατὰτοὺς Τρῶας ἐνοπὴν καὶ κλαγγήν, ἁπλούστερον δὲ εἰπεῖν, ταὐτά εἰσι τὸ μένεαπνέοντες καὶ τὸ θυμῷ μεμαῶτες. ἐπεὶ γὰρ μένος καὶ ἡ ψυχικὴ προθυμία, μένοςοἷον πνέει ὁ τῇ ψυχῇ προθυμούμενος. (ῃ. 10– 4) Ὅτι τὸν Νότον γεννητικὸνὁμίχλης φησὶ φυσικῶς λέγων, διαγράφει δὲ καὶ τὴν αὐτῆς πύκνωσιν λέγωντοσοῦτον διϊκνεῖσθαι τὴν ὄψιν διὰ τοῦ πάνυ ὁμιχλώδους ἀέρος, εἰς ὅσον ἂνἀφίκοιτο λίθου βολή. καὶ ταῦτα οὕτως φύσει εἰπών, εἶτα καὶ πραγματικά τιναπροστίθησι διὰ πολυπειρίαν τῶν ἀκροωμένων λέγων τὴν ὁμίχλην ποιμέσι μὲν οὐφίλην εἶναι, τῷ κλέπτῃ δὲ ἀμείνω καὶ τῆς νυκτός, διὰ τὸ μὴ πάνυ πεφυλάχθαιἡμέρας τὰ βοσκήματα, ἀλλ' εὐεπιβούλευτα εἶναι κλέπταις διὰ τὸ σκεδάννυσθαιαὐτὰ ἐν τοιαύτῃ ὁμίχλῃ. ᾗ καὶ ἀπεικάζει τὸν ἐν τῷ θέρει γῆθεν αἰρόμενον ἢ καὶὀρνύμενον κονίσαλον, προσφυῶς τῷ πράγματι διὰ τὴν ὁμοιότητα. ὁμίχλη γὰρκαὶ κονιορτὸς ὅμοιά πως καὶ ὁμοίως ἐπιπροσθοῦντα τοῖς ὄμμασιν. οὕτω κριτὴςὁμοιοτήτων ἄριστος Ὅμηρος. τάχα δέ τις ἀκινδύνως ἀντιστρέψας καὶ τὴνὁμίχλην ποτὲ τοιούτῳ ἂν κονισάλῳ ἐν παραβολῇ ἀπεικάσειε δι' ὁμοιότητα. ἔστι δ' ἐν τούτοις ἡ Ὁμηρικὴ φράσις αὕτη· «εὖτ' ὄρεος κορυφῇσι Νότοςκατέχευεν ὁμίχλην ποιμέσιν οὔ τι φίλην, κλέπτῃ δέ τε νυκτὸς ἀμείνω, τόσσοντίς τ' ἐπιλεύσσει», τουτέστι βλέπει, «ὅσον τ' ἐπὶ λᾶαν ἵησιν», ἤγουν ἐφ' ὅσον διάστημα λίθον ἀφίησιν, «ὣς ἄρα τῶν ὑπὸ ποσσὶ κονίσαλος ὤρνυτ' ἀελλὴςἐρχομένων». (ῃ. 13) Γίνεται δὲ κονίσαλος ἐκ τοῦ κονίω κονίσω, ὡς ἵξω ἵξαλος, ἢ ἐκ τοῦ τὴν κόνιν σεσαλεῦσθαι. Ἰστέον δὲ καί, ὅτι ὁ κονίσαλος καὶ πάτοςλέγεται, ὡς δηλοῖ ὁ εἰπών, ὅτι ὁ ἱδρὼς τῶν γυμναζομένων μιχθεὶς τῷ πάτῳσυντελεῖ πρὸς διαφόρησιν ὄγκων τῶν παρὰ φύσιν. κονίσαλον δέ, φησίν, ὀνομάζουσιν αὐτὸν ἔνιοι τῶν περιέργως ἀττικιζόντων. καὶ μέμνησο τούτου καὶ εἰςτὸ «πάτον ἀνθρώπων ἀλεείνων». [(ῃ. 11) Ἀμείνων δὲ νυκτὸς τῷ [τῶν ποιμνίων] κλέπτῃ ἡ, ὡς ἐρρέθη, βαθυτάτη ἐν ἡμέρᾳ ὁμίχλη διὰ τὸ ἀφύλακτον. νυκτὸς μὲνγὰρ τάσσονται φυλακαί, οὐ μὴν δὲ οὕτω καὶ μεθ' ἡμέραν.] (ῃ. 13) Τὸ δέ» κονίσαλος ὤρνυτο» ἡ ἁπλότης ἐστὶ τοῦ συνθέτου κονιορτοῦ. (ῃ. 11) Σκοπητέονδέ, εἴπερ ποιμένα ἐνταῦθα γενικῶς εἶπε καὶ τὸν αἰπόλον. ἐν γὰρ ὀμίχλῃ πάντωςεὐεπιβούλευτον οὐδὲν ἧττον ποιμνίου τὸ αἰπόλιον, ᾧ καὶ μάλιστα προσφυεῖς αἱπερὶ τὰς τῶν ὀρῶν κορυφὰς νομαί. [Ὡς δὲ τὸ αἰπόλιον ῥᾷόν ἐστι τηνικαῦτα κλέπτεσθαι διὰ τὸ πλατὺ νέμεσθαι καὶ οὕτως ἐσκεδάσθαι, οὐκ ἄδηλόν ἐστιν.] (ῃ. 13) Ἀελλὴς δὲ κονίσαλος ὁ συνεστραμμένος δίκην ἀέλλης. Ἕτερον δὲ τούτου τὸ ἀολλέες παρ' Ὁμήρῳ καὶ τὸ ἀλέες παρ' Ἡροδότῳ ἐν τῷ «εἰσέπεσον ἀλέες εἰς τοὺς Πέρσας». δύναται δὲ ἄλλως τὸ ἀελλής χρήσιμον εἶναι καὶ εἰς ἐτυμολογίαντοῦ κονισάλου, ἵνα ᾖ κονίσαλος κόνις ἀελλής. [(ῃ. 10) Ἰστέον δὲ καί, ὅτι τὸ «κατέχευεν ὁμίχλην» τὸ τῆς ὁμίχλης ὑλικὸν αἴτιον δηλοῖ. ἐξ ὑγρότητος γὰρ καί, ὡςεἰπεῖν, ἀπέπτου δρόσου ἐστὶ καὶ αὐτή, καθὰ καὶ ἡ πάχνη.] (ῃ. 14) Ὅτι κυρίωςδιαπρήσσειν ἐπὶ θαλάσσης τὸ διαπερᾶν, ὡς πολλαχοῦ φαίνεται, νῦν δὲ καταχρηστικῶς φησι τὸ «διέπρησσαν πεδίοιο», ἤγουν διὰ τῆς πεδιάδος ἤρχοντο οἱἈχαιοί. (ῃ. 15– 22) Ὅτι θρασύδειλον τὸν Θερσίτην φθάσας ὑπετυπώσατο, ἐξ οὕτω πολλοῦ καὶ ἀσχέτου θράσους κατὰ γυναῖκα ἐδάκρυε, καὶ τὸν Ἀλέξανδρον δὲ τοιοῦτον ὧδε καθυπογράφει φάμενος· «οἳ δ' ὅτε δὴ σχεδὸν ἦσαν ἐπ' ἀλλήλοισιν», ἤγουν κατ' ἀλλήλων, «ἰόντες, τοῖσιν μὲν προμάχιζεν Ἀλέξανδροςθεοειδής». εἶτα καὶ τὸν ὁπλισμὸν αὐτοῦ φράζων Ὅμηρος ἐπάγει· «παρδαλέηνὤμοισιν ἔχων καὶ καμπύλα τόξα καὶ ξίφος· αὐτὰρ ὃ δοῦρε δύω κεκορυθμέναχαλκῷ πάλλων Ἀργείων προκαλίζετο πάντας ἀρίστους» εἰς μάχην, οἳ ἑώρωναὐτόν «ἐρχόμενον προπάροιθεν ὁμίλου μακρὰ βιβῶντα». καὶ νῦν μὲν οὕτωθρασὺς ὁ Πάρις. (ῃ. 30– 7) Νοήσας δὲ Μενέλαον ἐν προμάχοισι φανέντα «κατεπλήγη φίλον ἦτορ, ἂψ δ' ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρ' ἀλεείνων», φυγὼνἀγεννῶς παλίνορσος, ὥσπερ τις δράκοντα ἰδὼν ἐν ὄρει καὶ εἰς ὦχρον μεταχρωσθεὶς καὶ τρόμον παθών, καθάπερ ὁ ποιητὴς ἐρεῖ προϊών. (ῃ. 31) Ἐντούτοις δὲ ὅρα τὸ κατεπλήγη, οὕτως εἰπεῖν ἀρέσαν τῷ ποιητῇ. ἄλλως γὰρπληγῆναι μέν φασιν ἐπὶ σώματος, καταπλαγῆναι δὲ ἐπὶ ψυχῆς, ὥσπερ καὶἐκπλαγῆναι, οἷον· «ἔρωτι θυμὸν ἐκπλαγεῖσα» παρ' Εὐριπίδῃ, ὅθεν καὶ ἔκπλαγος, ὡς προγέγραπται, καὶ κατὰ μετάθεσιν ἔκπαγλος, ὁ ἐκπλήττειν δυνάμενος. Σημείωσαι δὲ καί, ὡς θαυμασίως Ὅμηρος, ἐν οἷς δοκεῖ ἐπαινεῖν τὸν Ἀλέξανδρον, πλαγίως πως ψέγει αὐτόν. (ῃ. 16) Τὸ γοῦν θεοειδής, ὃ πεντάκις ἐν τοῖςἄρτι ἐπιλέγει τῷ Ἀλεξάνδρῳ, ἔστι μὲν ταὐτόν, ὡς εἴπερ εἴποι αὐτὸν θεοῖς ἐοικότα τὸ εἶδος ἤτοι περικαλλῆ. ὅτι δὲ ἐπὶ ψόγου λέγει αὐτό, δῆλον ἐν οἷς μετ' ὀλίγα ὁ Ἕκτωρ ὀνειδίζων ἐρεῖ· «Δύσπαρι, εἶδος ἄριστε, γυναιμανές, ἠπεροπευτά». τὸ γὰρ εἶδος ἄριστε ταὐτόν πώς ἐστι τῷ θεοειδές. καὶ μετ' ὀλίγα·» οὕνεκα καλὸν μέν σοι εἶδος, οὐκέτι δὲ βίη φρεσὶν οὐδέ τις ἀλκή». οὕτω καὶ ἐνὈδυσσείᾳ λέγει περὶ Ἀντινόου «οὐκ ἄρα σοί γ' ἐπ' εἴδει καὶ φρένες ἦσαν». καὶ τῷ ὄντι ὄνειδος εἶδος καλὸν οὐχ' ὁμοιούμενον ψυχῇ. τινὲς δὲ τὸ θεοειδής ἀντὶτοῦ θεοῖς εἰδόμενος, κατὰ τὸ εὐγενὲς δηλαδὴ καὶ τὸ τοῦ τοξεύειν ἐπιστημονικόν. ὅτι δὲ οὐδ' οὕτω ἐξ ὀρθοῦ ἐπὶ ἐπαίνου καθαροῦ λαμβάνει Ὅμηρος τὸ θεοειδές, δηλοῖ εἰπών, ὡς καθ' ὅμιλον ἔδυ Τρώων δείσας Ἀλέξανδρος θεοειδής, ὃταὐτόν ἐστι τῷ «ἂψ εἰς ἑτάρους ἐχάζετο». αἰσχύνει γὰρ τὸ θεοειδὲς ὁ φεύγων. εἰ δέ γε καὶ ἀληθῶς ἐπὶ ἐπαίνου εἴρηται, σημείωσαι, ὡς οὐ σκωπτικὸς ὁποιητής, ἀλλ' αὐτὸς μὲν ἐπαινῶν θεοειδῆ τὸν Ἀλέξανδρον λέγει, ἀφ' ὧν ἔχεικαλῶν, τὰ δὲ ψογερά, τὸ «Δύσπαρι, εἶδος ἄριστε» καὶ τὰ ἑξῆς, οὐχ' ὁ ποιητὴςἀλλ' ὁ Ἕκτωρ τοῦ ἀδελφοῦ κατέλεξεν. Ἔοικε δὲ καὶ ἀντιθετικῷ σχήματι τὸ «Δύσπαρι, εἶδος ἄριστε». οἱονεὶ γάρ φησιν, ὅτι ὁ Πάρις κακὸς μὲν ἄνθρωπόςἐστι, τὸ δὲ εἶδος ἄριστος, ἤτοι καλὸς τὸ εἶδος, ὅπερ γυναικῶν μάλιστα ἔπαινος. διόπερ ἐν τοῖς ἑξῆς εὐειδέα τὴν Ἑλένην ἐρεῖ. ἐπιτείνει δὲ τὸν ἔπαινον τοῦτονμάλιστα τῷ Πάριδι, ὅτε εἴπῃ αὐτὸν κάλλει στίλβειν. (ῃ. 17) Παρδαλέην δὲὤμοις Ἀλέξανδρος ἔχει, ἐπεὶ μὴ ἦν βριθὺς ὁπλίτης. διὸ τόξα καὶ ξίφος καὶ δύοδόρατα ἔφερεν, ὡς ἂν ἔχοι τάχα φεύγειν ἐλαφρότερον. ἐν δὲ τοῖς ἑξῆς καὶἄλλους ἥρωας εὑρήσομεν δορὰς ζῴων περικειμένους, τὸν μὲν λεοντῆν, τὸν δὲλυκέην. ἔστι δὲ παρδαλέη δορὰ παρδάλεως, ὥσπερ καὶ λεοντέη ἡ τοῦλέοντος, κατὰ ἔλλειψιν τοῦ δορά, καὶ λυκέη ἡ τοῦ λύκου καὶ τραγέη ἡ τοῦτράγου. Ἰστέον δέ, ὅτι παρ' Ἡροδότῳ κεῖται καὶ ἀνθρωπείη, ἡ τοῦ ἀνθρώπου δορά, ἐν τῷ «σφάξας ἀπέδειρε πᾶσαν τὴν ἀνθρωπείην». ἐντελῶς δὲ ἔφρασενἩρόδοτος ἀνθρωπείην εἰπών. τοιοῦτον δὲ καὶ ἡ ταυρείη καὶ ἡ ἐν Ὀδυσσείᾳ αἰγείη κυνέη καὶ ὅσα τοιαῦτα, ἐν οἷς καὶ ἡ ἀπαθὴς παρδαλείη καὶ λεοντείη καὶλυκείη καὶ τραγείη, ἃ ἐξωθήσαντα μὲν τὸ τῆς διφθόγγου ˉι παρδαλέη γίνεται καὶλεοντέη καὶ λυκέη καὶ τραγέη καὶ τὰ ὅμοια κατὰ τὸ κυνέη καὶ κτιδέη, κραθένταδὲ κατὰ τὸ συκέα συκῆ, γαλέα γαλῆ καὶ μυγαλῆ, νέα νῆ, σελήνη, ὡς ἐν τοῖςἑξῆς που φανεῖται, ἀμυγδαλέα ἀμυγδαλῆ, ἀναγκαίως περισπῶνται κατὰ τὸ χαλκέα χαλκῆ, χρυσέα χρυσῆ καὶ ὅσα τοιάδε. διὸ καὶ τὰς τραγᾶς ἀναλόγως περισπῶμεν. Ἰστέον δὲ καί, ὅτι παροιμιωδῶς παρὰ τοῖς ὕστερον παρδαλέηνἐνεῖσθαι λέγεται ὁ ποικίλος τὸν τρόπον καὶ οἷον πολύστικτος τὸ ἦθος κατὰτὴν πάρδαλιν, ὥσπερ καὶ ἀλωπεκῆν ὁ κερδαλέος καὶ δόλιος κατὰ τὴν κερδὼ καὶλυκέην ὁ ὕπουλος ἅρπαξ. φορεῖν δὲ καὶ νεβρίδα ῥηθείη ἂν Διονυσιακῶς ὁδειλὸς καὶ μέθυσος, ἤδη δὲ καὶ ποικίλος καὶ παλίμβουλος, ἐπεὶ στικτόν τι καὶἡ νεβρίς. οὐ μὴν καὶ λεοντῆν προσφυῶς πάνυ λεχθείη ἐνάπτεσθαι ὁ ἀνδρεῖος κατὰτὸν πάλαι Ἡρακλῆν ἢ κατὰ τὸν ὕστερον Ζιήλαν τὸν παρὰ τῷ Ἀρριανῷ. ἀχρειοῖ γὰρ τὸ ὄνομα τοῦτο ἡ κατὰ τὸν Αἰσώπειον ὄνον παροιμία, ὃς περιεδύσατολεοντῆν, καθά που καὶ καλὸν κροκωτὸν ἡ ὁμοίως μυθευομένη γαλῆ. Τὸ δὲκαμπύλα τόξα τρόπῳ ποιητικῷ πληθύνεται, καθὰ καὶ τὸ ἅρματα καὶ ὄχεα, ὡςπολλαχοῦ φανήσεται. ὅθεν καὶ Εὐριπίδης λαβών φησιν ὀχήματα ἤγουν ἅρμα. Καμπύλα δὲ κοινῶς πάντα τὰ τόξα. οὕτω δὲ καὶ ἀγκύλα καὶ ῥαιβὰ δέ, ὡς παρὰ Λυκόφρονι, καὶ σκολιὰ καὶ παλίντονα δέ. τοῦτο δὲ δοκεῖ παρὰ τῷ Ἡροδότῳ σκέψιν ἔχειν. λέγων γάρ, ὅτι τόξα παλίντονα Ἀράβιοι εἶχον, δίδωσιν ὑπονοεῖν, ὡς οὐ πᾶν τόξον ἁπλῶς παλίντονόν ἐστιν, ἀλλὰ τὸ εἰς πλέον ὀπίσω τῇ ἀνέσειῥαιβούμενον καὶ οἷον καμαρούμενον, ὁποῖα πολλὰ ἐν τοῖς ἐθνικοῖς τόξοις φαίνεται εἰσέτι καὶ νῦν. (ῃ. 18) Δόρυ δὲ ἁπλῶς μὲν ξύλον, ὡς τὸ «οὐ γάρ πω τοῖονἀνήλυθεν ἐκ δόρυ γαίης», ἤγουν φυτὸν δέρμα ἔχον καὶ πεφυκὸς ἀποδέρεσθαι. τὸδὲ στρατιωτικὸν δόρυ λέγεται μὲν καὶ αὐτὸ οὕτω διὰ τὸ ἐκδαρῆναι τοῦ φλοιοῦ, ἀπὸ μέρους δέ, τοῦ ξύλου δηλαδή, πολεμικὸν ὅπλον δηλοῖ. ὅτε δέ τις εἴπῃ» δόρυ κεκορυθμένον χαλκῷ», τηνικαῦτα μάλιστα ἐξ ὀρθοῦ τὸ πολεμιστήριοντεῦχος δηλοῖ. ὥσπερ γὰρ ἀνὴρ κεκορυθμένος ἤτοι κορυστής, ὁ κόρυν ἔχων περὶτὴν κεφαλήν, οὕτω καὶ δόρυ πολεμικόν, τὸ ἔχον ἄνω οἷα κόρυν χαλκῆν, τὴν ἀπὸσιδήρου ἐπιδορατίδα καταφράσσουσαν τὸ ξύλον ἀσφαλῶς, ὡς καὶ ἡ κόρυς τὸνμαχητήν, ἥτις καὶ αἰχμὴ κυρίως λέγεται. τροπὴ δὲ τοῦ ˉσ εἰς ˉθ ἐστιν ἐν τῷκεκορυθμένος, ὥσπερ καὶ ἐν τῷ μηνιθμός καὶ ἐν ἄλλοις πολλοῖς. (ῃ. 19) Δύω δὲδοῦρε πάλλων Ἀλέξανδρος Ἀργείων προκαλίζετο πάντας ἀρίστους, ὡς ἢ τῇ φωνῇ προκαλούμενος καὶ κλάζων καὶ αὐτὸς ἢ τῷ βλέμματι μόνῳ καὶ τῷσχήματι, ὃ καὶ κάλλιον. μετ' ὀλίγα γοῦν φησιν, ὅτι ἔφασαν Ἕλληνες πρόμονεἶναι αὐτόν, οὕνεκα καλὸν εἶδος αὐτῷ. οὕτω καὶ σίδηρος ἐφέλκεται ἄνδραςθυμουμένους, οὐ τῇ φωνῇ, ἀλλὰ βλεπόμενος. (ῃ. 20) Προεκαλεῖτο δέ, φησίν, ὁ Πάρις τοὺς ἀρίστους μαχέσασθαι ἐν αἰνῇ δηϊοτῆτι, τουτέστιν ἐν τῷ διὰχειρῶν πολέμῳ, οὐ μὴν λόγοις, καθὰ μαχέσατο Ἀχιλλεὺς καὶ Ἀγαμέμνων εἵνεκα κούρης. (ῃ. 18) Τὸ δέ «δύο δόρατα πάλλειν» καὶ ἀμφοτεροδέξιον τὸνἈλέξανδρον ὑποβάλλει νοεῖν, ὁποῖός που καὶ ὁ Ἀστεροπαῖος ἱστορηθήσεται. (ῃ. 19) Τὸ δὲ προκαλίζετο ἐκ τοῦ προκαλῶ παρῆκται, ὡς καὶ ἀνωτέρω τὸπρομάχιζεν ἐκ τοῦ προμαχῶ. πολλὰ δὲ καὶ ἄλλα τοιαῦτα. (ῃ. 20) Αἰνὴν δὲδηϊοτῆτα λέγει οὐ μόνον πρὸς διαστολὴν τῆς, ὡς ἐρρέθη, ἐν λόγῳ μάχης, ἀλλὰ καὶ καθόλου, καθὰ καὶ κακὴν ἔριν φθάσας ἔφη τὴν μεταξὺ τῶν γεράνωνκαὶ τῶν Πυγμαίων. (ῃ. 22) Τὸ δέ «μακρὰ βιβῶντα», ἤτοι βαίνοντα, ἔοικέ πωςπρὸς τὸ διαβαίνειν, ὃ καὶ παρ' Ὁμήρῳ κεῖται ἐν τῷ «εὖ διαβάς», ἤγουν διαστήσαςτὰ σκέλη, καὶ παρὰ τῷ Κωμικῷ ἐν τῷ «τοσόνδε δ' αὐτοῦ βῆμα διαβεβηκότος». (ῃ. 23– 26) Ὅτι ἐχάρη Μενέλαος ἰδὼν τὸν Πάριν «ὥστε λέων ἐχάρη μεγάλῳἐπὶ σώματι κύρσας», ὃ ἐφερμηνεύων ἐπάγει· «εὑρὼν ἢ ἔλαφον κεραὸν ἢ ἄγριοναἶγα πεινάων· μάλα γάρ τε κατεσθίει, εἴπερ ἂν αὐτὸν σεύωνται», ἤγουνδιώκωσι, «ταχέες τε κύνες θαλεροί τ' αἰζῃοί». καὶ νῦν μὲν οὕτω χαίροντι λέοντιτὸν Μενέλαον εἰκάζει, ἀφανισθέντος δὲ Ἀλεξάνδρου φοιτᾶν φησι τὸν αὐτὸν Μενέλαον ἀν' ὅμιλον θηρὶ ἐοικότα, δηλαδὴ λέοντι ἄγραν ἀπολωλεκότι. (ῃ. 23) Ἀμφιβολία δὲ ἐνταῦθα τοῖς παλαιοῖς. ἢ γὰρ ἐπὶ ἐμψύχου λαμβάνει τὸ σῶμα, καὶ ποῦ ἡ πολλὴ παρατήρησις, ἡ λέγουσα τὸ δέμας μὲν ἐπὶ ἐμψύχου τιθέναι τὸνὍμηρον, ἐπὶ ἀψύχου δὲ τὸ σῶμα; ἢ ἄλλως ἐπὶ ἀψύχου εἴληπται νῦν τὸ σῶμα. καὶ μὴν οὐ θέμις, ὡς λόγος, νεκροῦ σώματος ἅπτεσθαι λέοντα. καὶ τοιαύτη μὲνἡ τοῦ διλημμάτου διχόνοια. οἱ δὲ παλαιοὶ τὸ σῶμα ἐπὶ ἀψύχου κἀνταῦθαλαμβάνοντες τὴν διαφωνίαν ἰῶνται διὰ τοῦ «πεινάων». παρανομεῖ γάρ, φασί, λέων πεινῶν καὶ νεκριμαίου ἀήθως ἅπτεται καὶ μάλιστα τετοξευμένου ὑπότινων, ὡς ἐνταῦθα φαίνεται. λέοντα γὰρ ἔοικε λέγειν ἐντυχεῖν τετοξευμένῳζῴῳ καὶ διωκομένῳ. διὸ καὶ ἐπικύρσας ἔφη, ἤγουν συγκυρήσας, καὶ κατὰ συγκυρίαν ἤτοι κατὰ τύχην εὑρὼν οἷά τι δηλαδὴ ἕρμαιον. ἄλλοι δὲ σῶμά φασι λέγεινὧδε, ὃ αὐτὸς νεκρὸν ὁ λέων εἰργάσατο. Ὥστε πάνυ θαυμασίως ὁ μὲν Ἀλέξανδρος πτοιαλέοις εἴκασται ζῴοις φεύγειν ἑτοίμοις καὶ τούτοις νεκροῖς, Μενέλαος δὲλέοντι, καὶ αὐτῷ πεινῶντι. χαλεπὸς γάρ, φασί, λέων πεινῶν, ὅσον ἥμεροςβεβρωκώς. μήποτε δὲ οὐ μόνον διὰ τὸ δειλὸν ἐλάφῳ τὸν Ἀλέξανδρον Ὅμηρος εἴκασεν, ἀλλὰ καὶ διὰ τὸ φιλῳδὸν τοῦ ἀνδρός. τοιαῦται γὰρ καὶ αἱ ἔλαφοι, εἴπερ ἀληθὴς ἡ τοῦ Ἀριστοτέλους ἱστορία. αἳ συριττόντων, φησί, καὶ ᾀδόντωνθηρεύονται κατακηλούμεναι ὑφ' ἡδονῆς. ὅτι δὲ καὶ Ἀλέξανδρος φιλῳδός, δηλοῖκαὶ ἡ κιθάρα, ἣν αὐτῷ Ἕκτωρ ὀνειδίσει μετὰ μικρόν. καὶ ἄλλως δὲ ἐλάφῳ μὲναὐτὸν εἰκάζει ὡς δειλόν, αἰγὶ δὲ ὡς ὀχευτικόν. τοιαῦτα γὰρ τὰ ζῷα. (ῃ. 24) Ἰστέον δὲ καί, ὅτι ἀορίστως εἰπών «μεγάλῳ σώματι ἐπικύρσας» ἐφερμηνεύειαὐτὸ διὰ τοῦ ἔλαφον κεραὸν ἢ ἄγριον αἶγα. ἔστι δὲ κεραὸς ἔλαφος ὁ ἤδη τέλειοςκαὶ μηκέτι νεβρός. Τὸ δέ «ἄγριον αἶγα» ἔστι καὶ θηλυκῶς λαβεῖν τὴν ἄγριον ἢκαί, ὡς ἑξῆς φανήσεται, ἀρσενικῶς. Ἀττικὸς γὰρ ἀνὴρ τὸν αἶγα λέγει, ὥσπερκαὶ τὸν ἀηδόνα. (ῃ. 26) Τὸ δέ «θαλεροὶ αἰζηοί» ἀντίκειται τῷ τοῦ Ἡσιόδουαἰζῃῷ. παρὰ γὰρ ἐκείνῳ τεσσαρακονταετὴς αἰζῃός τις εἴρηται, ἤτοι ἁπλῶς ἀνήρ, ὃς οὐκ ἂν εἴη οὕτω θαλερός. γίνεται δὲ αἰζῃός κατὰ τοὺς παλαιοὺς παρὰ τὸ αἰεὶζέειν, ὁ θερμὸς καὶ ὡς νεανίας ἀκμάζων τῇ ἡλικίᾳ, ἢ παρὰ τὸ ˉα στερητικὸν καὶτὸ ἵζειν, οἱονεὶ ὁ ἀεικίνητος καὶ μὴ εἰδὼς ἵζεσθαι, ὅ ἐστι καθῆσθαι καὶ ἀργεῖν. ὅθεν καὶ ἀκμαῖος ὁ αὐτός, ὁ ἀκάμας δηλαδή. καὶ νέος δὲ παρὰ τὸ νέω, ὁ εὐκίνητος. Ὅτι δὲ ἐπειράθησάν τινες προσγράφειν τὸ ˉι ἐν τῇ παραληγούσῃ τοῦ αἰζηός διὰ τὸεὑρίσκεσθαι τετρασυλλάβως αἰζήϊος, καὶ ὅτι οὐκ ἀκριβῶς ἐδόξασαν ἐκεῖνοι διὰτὸ χρῆναι εἶναι αἰζηός διὰ μόνου τοῦ ˉη, ὁμοίως τῷ πηός καὶ τοῖς τοιούτοις, καὶ ὅτι ἀπορίας ἄξιον, πῶς μὴ ἐκ τοῦ αἰζήϊος συναιρέσεως γενομένης καὶσυνελεύσεως ὀξείας καὶ βαρείας προπεριεσπάσθη ὁ αἰζηός, ἐν τοῖς τοῦ Ἡρωδιανοῦ ἔστιν εὑρεῖν. (ῃ. 27) Ἀγαθὴ δὲ λέξις τὸ «ἐχάρη». διὸ καὶ δὶς αὐτὴν ὁποιητὴς εἶπε λόγῳ ἐπιμονῆς. σημείωσαι δέ, ὅτι ἐχάρη μὲν εὕρηται ἰδοὺ παθητικῶς, ἐνεστὼς δὲ αὐτοῦ παθητικὸς οὐκ ἂν εὑρεθείη παρά γε τοῖς ἑλληνίζουσι [καὶ μηδὲ παίζειν προελομένοις, ὁποῖος εἴη ἂν ὁ ἴσως ἐρῶν «ἥδομαι καὶχαίρομαι».] (ῃ. 28) Ὅτι τὸ «ὀφθαλμοῖσιν ἰδών», Μενέλαος δηλαδὴ τὸν Πάριν, πρὸς διαστολὴν εἴρηται τοῦ ἄλλως κατὰ νοῦν καὶ φαντασίαν ἐκεῖνον τῷ Μενελάῳ βλέπεσθαι. τὸ δὲ ὀφθαλμοῖς ἰδεῖν καὶ νοῆσαι εἶπεν ἐν τῷ «ὡς οὖνἐνόησεν», ἐπειδὴ νοῦς ὁρᾷ, ὥσπερ καὶ ἀκούει. (ῃ. 30 ς.) Ἰστέον δὲ καί, ὅτι τὸ» τὸν δ' ὡς οὖν ἐνόησεν ὁ δεῖνα ἐν προμάχοισι φανέντα, κατεπλήγη φίλον ἦτορ» ἐπὶ παντὸς ἂν λέγοιτο ὑπεξισταμένου διὰ φόβον τῷ κρείττονι. (ῃ. 29) Ὅτι τὸἆλτο, καθὰ καὶ ἐν τῇ αʹ ῥαψῳδίᾳ εἴρηται, κατὰ μὲν τὸν καόνα τῶν ῥημάτωνδασύνεσθαι ὤφειλεν, ὃς τὰ πνεύματα τῆς ἀρχούσης τοῦ ἐνεστῶτος καὶ ἐν τοῖςἐφεξῆς χρόνοις φυλάσσει, διὰ δὲ τὴν ἐπιφορὰν τοῦ ˉτ ψιλοῦται κατὰ κανόναἕτερον τὸν ἐκεῖ ῥηθέντα. καὶ τὸ μὲν ἆλτο ἐκ τοῦ ˉα ἀρχόμενον διὰ τὸν ῥηθένταλόγον ψιλοῦται κατὰ τοὺς παλαιοὺς ἐκ τοῦ ἧλτο μεταβληθέν. αὐτὸ δὲ τὸ ἧλτοοὐκ ἂν ἔχοι λόγον μὴ δασύνεσθαι, εἰ μὴ ἄρα τις Αἰολεὺς ἢ καὶ Ἴων καινοτομήσεικαὶ αὐτὸ ψιλωτικοὶ ὄντες. Ὅτι τὰ ἀπὸ ὀνομάτων εἰς ˉζˉε λήγοντα ἐπιρρήματατρίτην ἀπὸ τέλους ἔχουσι τὴν ὀξεῖαν, ἔραζε, Ἀθήναζε, θύραζε. τὸ δὲ χαμᾶζεὡς ἀπὸ ἐπιρρήματος τοῦ χαμαί οὔτε συστέλλει τὸ ˉα, ὥς φασιν οἱ παλαιοί, κατ' ἐκεῖνα, καὶ πρὸ μιᾶς δὲ ἔχει τόνον περισπώμενον, ὡς ἀπὸ τοῦ χαμαί φύσειμακροκαταλήκτου γενόμενον. φασὶ δὲ καὶ μέταζε εἶναι χρονικὸν ἐπίρρημα ἀπὸτῆς ˉμˉεˉτˉα προθέσεως. Ἰστέον δέ, ὅτι ἐν τῷ Ἀθήναζε, Θήβαζε, χαμᾶζε καὶ τοῖς ὁμοίοις ἡ τελευταία συλλαβὴ τροπὴν ἔπαθε τοῦ ˉδ εἰς ˉζ κατὰ συγγένειαν, ὥςπου προγέγραπται. ὡς γὰρ οἴκαδε, οὕτως ἔοικε καὶ Ἀθήναδε εἶναι καὶ Θήβαδεκαὶ χαμᾶδε, ἡ δὲ τροπὴ τὸ ˉδ εἰς ˉζ μετήγαγεν. (ῃ. 32) Ὅτι τὸ «ἂψ δ' εἰς ἔθνοςἑτάρων ἐχάζετο» μικρὸν ὑποκαταβὰς παραφράζει ἐν τῷ «αὖθις» ἤ «αὖτις καθ' ὅμιλον ἔδυ Τρώων ἀγερώχων», ἵνα τὸ μὲν ἄψ ταὐτὸν εἴη τῷ αὖτις, ἤγουνὀπίσω, τὸ δὲ ἑτάρων ταὐτὸν τῷ Τρώων. μυριαχοῦ δὲ καὶ ἐν Ἰλιάδι καὶ ἐνὈδυσσείᾳ δὲ τὰ ἑαυτοῦ φιλοτιμεῖται παραφράζειν ὁ ποιητής, ὡς καὶ κατωτέρωεἰπών «παλίνορσος ἀπέστη», παρακατιὼν λέγει· «ἂψ δ' ἀνεχώρησε». ταὐτὸνγὰρ εἰπεῖν «ἀπέστη παλίνορσος» καὶ «ἂψ ἀνεχώρησεν», ὥσπερ καὶ τὸ παλίνορσος καὶ ἄψορρος. οὕτω δὲ καὶ τὸ προμάχιζε παραφράζων, ἔτι δὲ καὶ περιφράζων, ἔφη· «προκαλίζετο πάντας ἀρίστους ἀντίβιον μαχέσασθαι ἐν αἰνῇ δηϊοτῆτι». τὸδ' αὐτὸ καὶ ἔρχεσθαι προπάροιθεν ὁμίλου εἶπε μετ' ὀλίγα, εἶτα καὶ ἐν προμάχοιςφανῆναι καὶ πρόμον εἶναι. (ῃ. 33– 7) Ὅτι τό, ὡς εἴρηται, θρασύδειλον ὑπογράφων καὶ εἰσέτι τοῦ Ἀλεξάνδρου παραβολικῶς δι' ἐνάργειαν ὁ ποιητὴς ἀνδρὶαὐτὸν εἰκάζει, ὃς ἐν βήσσαις ὄρους βαδίζων τέως μὲν ὁδῷ πρόεισιν, αἴφνης δέπως δράκοντα ἰδὼν ἀναχωρεῖ. φησὶ γοῦν· «ὡς δ' ὅτε τίς τε δράκοντα ἰδὼν παλίνορσος ἀπέστη οὔρεος ἐν βήσσῃσιν, ὑπό τε τρόμος ἔλλαβε γυῖα· ἂψ δ' ἀνεχώρησεν ὦχρός τέ μιν εἷλε παρειάς» καὶ ἑξῆς. ταῦτα δὲ καὶ ἐπὶ παντὸς δειλιῶντοςῥηθείη ἂν, ὅτε ὁ φόβος τινὰ εἰς τοιαύτην περιαγάγοι κατάστασιν. καλῶς δὲ ὁποιητὴς οὐ πεδιάδα παρέλαβεν ἐν τῇ παραβολῇ, ἀλλὰ βήσσας ὄρους. ἐν μὲν γὰρπεδίῳ πόρρωθεν ἰδών τις δράκοντα οὐκ ἂν τόσον πάθοι φόβον, ἐν δὲ βήσσαιςπάνυ ἂν πτοηθείη πρὸς αὐτῷ τῷ δράκοντι γεγονώς. οὐ γὰρ μακρόθεν ἔστιπροϊδεῖν αὐτὸν ἐν ταῖς βήσσαις. (ῃ. 33) Ἰστέον δέ, ὅτι ὁ μὲν δράκων ἐκ τοῦδέρκω, τὸ βλέπω, οὗ δεύτερος ἀόριστος ἔδαρκον, γίνεται, κατὰ μετάθεσιν τοῦˉρ, οἷα σμερδαλέος καὶ τῇ ὄψει καταπληκτικός. Τὸ δὲ παλίνορσος, ὡς προγέγραπται, ταὐτόν ἐστι τῷ ἄψορρος. ὀρούω μὲν γὰρ τὸ ὁρμῶ, πάλιν δὲ καὶ ἂψτὸ ὀπίσω. (ῃ. 35) Τὸ δέ «ὦχρός τέ μιν εἷλε παρειάς» ταὐτόν ἐστι κατὰ σχῆματῷ «περὶ γὰρ ῥά ἑ χαλκὸς ἔλεψε φύλλα τε καὶ φλοιόν». καὶ εἴρηται ἱκανῶς ἐκεῖπερὶ τοῦ τοιούτου σχήματος. Ἀρίσταρχος δέ, φασίν, ἀντὶ τοῦ «ὦχρός τέ μινεἷλε παρειάς» γράφει παρειά οὐδετέρως καὶ ὀξυτόνως, λέγων καὶ κανόνατοιοῦτον· τὰ ἀπὸ ὀξυτόνου θηλυκοῦ μεταποιούμενα εἰς οὐδέτερα τοῦ αὐτοῦσημαινομένου μένοντος τὸν αὐτὸν φυλάσσει τόνον, οἷον πλευραί πλευρά, πυραίπυρά. οὕτως οὖν, φησί, καὶ παρειαί παρειά, κατὰ μεταπλασμόν. οὐκ ἀντίκειται τὸνευραί καὶ νεῦρα, διάφορα γὰρ αἱ τοιαῦται λέξεις σημαίνουσι. βαρύνεται δὲ ὁὦχρος ἢ εἰς ἀποφυγὴν τοῦ ἐπιθετικοῦ– τὸ γὰρ ἐπίθετον ὠχρός ἐστιν ὀξυτόνως– ἢ ὡς ὑπερτεθὲν καὶ συναιρεθὲν ἐκ τοῦ ἄχροος, ἢ διότι τὰ εἰς ˉοˉς δισύλλαβαμονογενῆ ἀρχόμενα ἀπὸ τοῦ ˉω μὴ προσκειμένου τοῦ ˉι βαρύνεται· ὦρος, ὦμος, ὦνος. τὸ ᾠδός ὀξύνεται, διότι τὸ ˉι προσγράφεται εἰς τὴν ἄρχουσαν. ὅτιδὲ καὶ εἶδός τι ὀσπρίου ὁ ὦχρος, δηλοῦσιν οἱ παλαιοί. (ῃ. 36) Ὅτι ἀγερώχουςλέγει τοὺς Τρῶας, ὃ ταὐτόν ἐστι τῷ ὑπερηφάνους καὶ ἀξιοῦντας ἄγαν γέραςἔχειν, ἵνα εἴη ἀγεράοχος καὶ ἐν συναιρέσει ἀγέρωχος προπαροξυτόνως διὰ τὴνσύνθεσιν. φησὶ γοῦν· «καθ' ὅμιλον ἔδυ Τρώων ἀγερώχων δείσας Ἀλέξανδροςθεοειδής». [(ῃ. 37) Ὅτι δὲ ὁ θεοειδὴς καὶ θεουδής λέγεται κράσει μὲν τοῦ ˉε καὶˉο εἰς τὴν ˉοˉυ δίφθογγον, ἐξωθήσει δὲ τοῦ ˉι, ἐκφανεῖ που Ὅμηρος. ὁ δὲ γράψαςἐν στοιχειακῇ τάξει λέξεων λέγεσθαι θεαιδέστατον διὰ τῆς ˉαˉι διφθόγγου προπαραληγούσης τὸν θεοῦ ἰδέαν ἔχοντα, καὶ παραθεὶς χρῆσιν Ἀντιφῶντος τὸ «ἄνθρωπος, ὅς φησι πάντων θηρίων θεαιδέστατος γενέσθαι» καινὸν μέν τι γράφει, πιστεύεται δὲ ὡς λόγου πολλοῦ ἄξιος.] (ῃ. 38– 51) Ὅτι σκοπὸν ἐνταῦθαθέμενος Ὅμηρος καὶ σκῶψαί τι τὸν οὐκ ἀγαθὸν Ἀλέξανδρον αὐτὸς μὲν οὐ ποιεῖ αὐτόθεν τοῦτο ἀγαθολογεῖν εἰωθώς, ὡς προείρηται, καὶ μὴ θέλων σιλλογραφεῖν καὶ ἅμα, ἵνα μὴ καὶ ὡς φιλέλλην αὐτόθεν ὑποπτεύηται, Ἕκτορι δὲ τῷγνησίῳ ἀδελφῷ τὰ τῆς ὕβρεως ἀνατίθησιν, ὃς καὶ εἶχε παρρησιάζεσθαι κατὰ τοῦ Πάριδος. φησὶν οὖν· «τὸν δ' Ἕκτωρ νείκεσσεν ἰδὼν αἰσχροῖς ἐπέεσσι· Δύσπαρι, εἶδος ἄριστε, γυναιμανές, ἠπεροπευτά» καὶ τὰ ἑξῆς. Ἰστέον δέ, ὅτι πολὺ τὸ γοργὸν καὶ σφοδρὸν ἐνταῦθα λαλοῦντι τῷ Ἕκτορι καὶ τῷ ὄντι ἔμψυχος αὐτῷ ἡὁμιλία πᾶσα κατὰ ἐνδιάθετον σφοδρότητα. πάνυ τε γάρ ἐστι πολυσχήμων καὶσυχνά, τὰ πολλὰ δὲ καὶ κατὰ κόμμα, μεταβαίνει ἀπὸ νοήματος ἄλλου εἰς ἄλλο, διά τε ὀργὴν καί, ὅτι οὐδὲ ἔχει καιρὸν ἀποτάδην λαλεῖν. (ῃ. 40– 2) Καὶ ἔξεστιναὐτὰ ἐκ τῶν τοῦ ποιητοῦ ἀναλέγεσθαι, ἐν οἷς δύσπαριν αὐτὸν καλέσας καὶ τὰἑξῆς, ὡς εἴρηται, εἶτα καὶ ἐπαρᾶται εἰπών· «Αἴθ' ὄφελες ἄγονός τ' ἔμεναιἄγαμός τ' ἀπολέσθαι», ἤγουν ἔδει μὴ γενέσθαι σε ὅλως, ἐπεὶ δὲ ἐγεννήθης, ὤφελες μὴ εἰς γάμον ἐλάσαι. ἵνα δὲ μὴ δόξῃ ἀνεύλογα τὰ τῆς ἀρᾶς, ἐπάγει» καί κε τὸ βουλοίμην καί κεν πολὺ κέρδιον ἦν». οὐ γάρ, φησίν, ἁπλῶς διά τι μῖσοςἤθελον τοῦτο, ἀλλὰ πολὺ κέρδιον ἦεν «ἤπερ οὕτω λώβην τ' ἔμεναι καὶ ὑπόψιονἄλλων». (ῃ. 50 ς.) Προϊὼν δὲ κομματικῶς ἑρμηνεύσει αὐτὸς τὰ τῆς τοιαύτηςλώβης, ἐν οἷς ἐρεῖ «πατρί τε σῷ μέγα πῆμα πόληΐ τε παντί τε δήμῳ, δυσμενέεσσι μὲν χάρμα, κατηφείην δέ σοι αὐτῷ». (ῃ. 43– 9) οἷς ἐπιφέρει στοχαστικῶς καὶτὸ «ἦ που καγχαλόωσι καρηκομόωντες Ἀχαιοὶ φάντες ἀριστῆα πρόμονἔμμεναι, οὕνεκα καλὸν εἶδος ἔπι», ἤγουν ἔπεστί σοι, «ἀλλ' οὐκ ἔστι βίη φρεσὶνοὐδέ τις ἀλκή». εἶτα καὶ ἐρωτᾷ ἐλεγκτικῶς οὕτω· «ἦ», τουτέστι ἆρα, «τοιόσδεἐὼν πόντον ἐπιπλώσας», ἤγουν ἐπιπλεύσας, «ἑτάρους ἐρίηρας ἀγείρας, μιχθεὶςἀλλοδαποῖσι γυναῖκα εὐειδέα ἀνῆγες ἐξ ἀπίης γαίης, νυὸν ἀνδρῶν αἰχμητάων, πατρί τε σῷ μέγα πῆμα» καὶ ἑξῆς, ὡς ἀνωτέρω κεῖται. ἐπὶ δὲ τούτοις καὶσυγκρίνων τὸν ἀδελφὸν τῷ Μενελάῳ γοργῶς, διόπερ οὐδὲ ὡρισμένον τινὰἔπαινον ἐκφωνεῖ, λέγει κατὰ δευτέραν συντομωτέραν ἐρώτησιν· (ῃ. 52) «οὐκἂν δὴ μείνειας ἀρηΐφιλον Μενέλαον;» (ῃ. 53– 5) κἀνταῦθα στήσας τὴν ἐρώτησινδιὰ τὴν ἐκ θυμοῦ ἐγκοπὴν ἐπάγει ἐλλειπτικῶς διὰ τὴν αὐτὴν αἰτίαν τάδε·» γνοίης κεν, οἵου φωτὸς ἔχεις θαλερὴν παράκοιτιν». λέγει δὲ καί, ὡς» οὐκ ἄν τοι χραίσμῃ κίθαρις τά τε δῶρ' Ἀφροδίτης ἥ τε κόμη τό τε εἶδος, ὅτεἐν κονίῃσι μιγείης» (ῃ. 56 ς.) Καὶ ἐπὶ πᾶσιν ἐκ τῆς τῶν Τρώων ἐπιεικείας μεγεθύνων τὸ κακὸν τοῦ Πάριδος καὶ ἅμα καταδημαγωγῶν τοὺς ἀκροατὰς πολίταςφησίν· «ἀλλὰ μάλα Τρῶες δειδήμονες», ἤτοι εὐλαβεῖς τὸ ἦθος, «ἦ τέ κεν ἤδηλάϊνον ἕσσο χιτῶνα», ἤγουν λίθινον ἂν ἐνεδέδυσο ἱμάτιον, λίθοις δηλονότιχωσθείς, «κακῶν ἕνεκα», φησίν, «ὅσα ἔοργας». πάνυ οὖν αὐστηρὸς ὁ λόγοςἐνταῦθα τῷ Ἕκτορι ὕβρεις ἔχων κατὰ τοῦ ἀδελφοῦ, ἀράς, ἐλέγχους, καταφοράς. (ῃ. 51) Τὸ δέ «δυσμενέεσσι μὲν χάρμα» ἀποδεικνύει βαρὺ εἶναι τὸ ἐφ' ᾧχαίρουσιν οἱ ἐχθροί. τοῦτο δὲ δηλοῦται καὶ ἐν τῷ «ἦ που καγχαλόωσιν οἱἝλληνες», ὡς προερρέθη, καὶ ἐν τῷ «ἦ κεν γηθήσαι Πρίαμος», ὡς ἐν τῇ αʹῥαψῳδίᾳ εἴρηται. (ῃ. 57) Ἰστέον δέ, ὅτι συμβολικῶς καὶ ὡς ἐν αἰνίγματι εἶπετὸ «λάϊνον ἕσσο χιτῶνα». τὸν γὰρ λιθασθέντα ὥσπερ τι ἱμάτιον ἀμπέχει ὁ τῶν λίθων σωρός. μήποτε δὲ ἄρα ἐντεῦθεν ἔλαβεν ἀφορμὴν ἀστείου λόγου καὶ ὁ εἰπὼντὸ τεῖχος ἱμάτιον πόλεως, καὶ τὸ «ἠέρα δὲ ἕσσασθαι», ἤτοι ἐνδύσασθαι, τὸἩσιόδειον, ἅπερ ὁμοιότητά τινα ἔχει πρὸς τοῦτο τὸ Ὁμηρικόν, καὶ τὸ ταφῆναι δέ τινα γῆν ἂν ἐνδύσασθαι εἴποι τις. οὕτω καὶ ὕδωρ ἀμφιέσασθαι τὸ γενέσθαιὅλον ἐντὸς αὐτοῦ. ὁμοίως καὶ ὕδατα περιβαλέσθαι ποταμοῦ καὶ φῶς ἀναβαλέσθαιἱματίου δίκην καὶ ἄλλα δὲ ὅμοια. Ἰστέον δέ, ὅτι ῥηθήσεταί ποτε ἀστείωςλάϊνον χιτῶνα φορεῖν καὶ ὁ τὰ περιμάργαρα φορῶν καὶ λίθοις τιμίοις κατάπαστος. (ῃ. 56) Ὅρα δὲ καί, ὡς ἐν τῷ «Τρῶες δειδήμονες» Ὅμηρος νοήματα μετεποίησεν οἰκεῖα φθάσαντα ῥηθῆναι. τὸ γὰρ οὐτιδανοῖς ἀνάσσειν τὸν Ἀτρείδην καὶ τὸμεθήμονα καὶ ἄχολον εἶναι τὸν Ἀχιλλέα καὶ τὸ δειδήμονας εἶναι τοὺς Τρῶαςμιᾶς ἐννοίας συγκροτοῦσιν ὁμοιότητα. εἰ μὴ γὰρ οὐτιδανοὶ οἱ Ἀχαιοὶ καὶ εἰμὴ μεθήμων ὁ Ἀχιλλεὺς καὶ εἰ μὴ δειδήμονες οἱ Τρῶες, οὐκ ἂν τάδε τινὰκακὰ ἐγένοντο. Ὅρα δὲ καί, ὡς τοὺς μὲν Ἕλληνας, εἰ λειποτακτήσαιεν, θανάτῳ ἐτιμῶντο οἱ βασιλεῖς, Ἕκτωρ δὲ τὸν ἀδελφὸν Ἀλέξανδρον λιπόντα τὴν τάξιν σκώμμασι μόνοις ἀναγκαίως ἐδικαίωσεν. (ῃ. 38) Ἰστέον δέ, ὅτι αἰσχρὰἔπη συνήθως οἱ ὀνειδιστικοί, ὅ ἐστι ψεκτικοὶ λόγοι, ὥσπερ ἀνάπαλιν καλὰ ἔπηκαὶ ὡς εἰπεῖν εὐειδῆ τὰ ἐγκωμιαστικά. (ῃ. 39) Τὸ δέ «Δύσπαρι, εἶδος ἄριστε», ὅπερ Εὐριπίδης αἰνόπαρίν φησιν, ὡς καὶ τὴν Ἑλένην δυσελένην διὰ τοῦἐξαγγέλου Φρυγός, ἀφορμὴν ἐνδέδωκε τῷ Ἀλκμᾶνι μίξαντι ἀμφότερα εἰπεῖν» δύσπαρις, αἰνόπαρις, κακὸν Ἑλλάδι βωτιανείρῃ». [ὅθεν ἀρχῆς ἐνδοθείσης καὶαἰνελένην ἕτερός τις ἔφη ἀντὶ τοῦ αἰνὴν Ἑλένην.] Καὶ σημείωσαι, ὅτι σύνηθεςτοῖς παθαινομένοις καὶ κατὰ κυρίων ὀνομάτων χωρεῖν, κἂν μὴ εἶεν δυσώνυμα. τί γὰρ χρήσιμον εἰς ψόγον ἄλλως τὸ Δύσπαρις, εἰ μὴ ὅτι ἐπὶ κακῷ καὶ ἐγεννήθηκαὶ ἐκλήθη Πάρις. οὕτω καὶ Ἑλένη τὴν Ἴλιον Κακοΐλιον καλεῖ, οὐχ' ὅτι δύσφημον ἢ δυσοιώνιστον τοὔνομα, ἀλλ' ὅτι, φησίν, ἐμοὶ οὐκ ὀνομαστέα. ἀφελεῖς δὲ καὶ γλυκεῖαι καὶ σώφρονες αἱ τοιαῦται ὕβρεις καὶ οὐ πάνυ πικραί. ὁποῖον καὶ τὸ «ἡ Σιδηρώ». γυνὴ δὲ αὕτη θρασεῖα τὸ οἰκεῖον ὄνομα φορεῖ. ἔχειδέ τι καὶ ἀντιθετικὸν τὸ Δύσπαρι μετὰ τοῦ εἶδος ἄριστε. μονονουχὶ γάρ φησιν, ὡς ἄλλως μὲν κακέ, καλὲ δὲ ἰδεῖν, οἷα καὶ θεοειδὴς ὤν. τὸ δέ «εἶδος ἄριστε» ὑφ' ἕν τινες ἀναγινώσκουσι μετὰ τοῦ γυναιμανές, ἵνα λέγῃ, ὅτι εἶδος ἄριστεἐπὶ ἔρωτι καὶ ἀπάτῃ γυναικῶν. διὸ καὶ ἐπάγει τὸ «ἠπεροπευτά», ὅ ἐστινἀπατεών, ὅπερ κατὰ τοὺς παλαιοὺς γίνεται ἐκ τοῦ ἥμερος καὶ τοῦ ὄψ ὀπός, ἡφωνή, ἵνα ᾖ ἠπεροπευτὴς οἱονεὶ ἡμεροπευτής, ὁ διὰ ἡμέρου ὀπὸς ὑπαγόμενόςτινα [αἱμυλώτερον, ὃ καὶ τὴν μαστροπὸν παράγει Δωρικώτερον. δῆλον γάρ, ὅτι γυνὴ μαστροπὸς πλεονασμῷ τοῦ ἐν μέσῳ σίγμα ἡ ματέρος ὄπα σοφιζομένηἐν τῷ αἱμύλα κωτίλλειν καθ' Ἡσίοδον, ἵνα ᾖ τὸ ἐντελὲς ματεροπός, ὅθενμαστροπός, ἡ καὶ ματρύλλα δι' αὐτό, ἀφ' οὗ καὶ ματρυλλεῖον τὸ πορνεῖον.] Ὁδὲ γυναιμανής ἢ ἐκ τοῦ γυναικομανής συγκέκοπται ἢ ἐκ τοῦ γυνομανής γίνεταιὁμοίως τῷ μεσαιπόλιος, περὶ οὗ ἐν τοῖς ἐφεξῆς που δηλωθήσεται. Δῆλον δέ, ὅτιὁ ἄκρατος ἔρως μανίᾳ ἔοικε. διὸ τὸν τοῦτο πάσχοντα γυναιμανῆ λέγει ὁμοίωςτῷ ἱππομανής, χρυσομανής, ὧν πρὸς ὁμοιότητα καὶ ἡ ἐρωμανία εἴρηται. [Δῆλον δ' ὅτι ταὐτὸν γυναιμανῆ τινα καὶ θηλυδρίαν καὶ λάγνον καὶ γύννιν προσειπεῖν. καθολικώτερον δὲ τὸ γυναιμανής τοῦ παρθενοπίπης, ὃς ἐν ἄλλοιςκεῖται, ὡς καὶ τοῦ πυρροπίπης ὁ παιδοφίλης, οἳ σκώπτονται σφοδρότερον, καθὰ καὶ ὑπὸ Πριάμου οἱ τῶν ἀρνῶν καὶ τῶν ἐρίφων ἁρπακτῆρες. εἴη δ' ἂνὅμοιος τοῖς οὕτω σκωπτομένοις, ἔνθα εὔξατο ἔχειν τι παιδὸς ἐφολκὸν καὶ Καλλίμαχος. γυνὴ δὲ ἀνδράσιν ἐπιμαινομένη ἄλλως μὲν δριμέως φίλανδροςἐκλήθη σεμνότερον, ἡ δὲ κωμῳδία τὴν τοιαύτην ἀνδρεράστριαν σκώπτει. ὡςδὲ οὐκ ἔστι τὸν γυναιμανῆ ἀπὸ τῆς γύναι κλητικῆς συντεθεῖσθαι, ὅ τινες ᾠήθησαν, καὶ ἐπὶ τοῦ Βακχέβακχος καὶ Ἀργεϊφόντης καὶ τῶν ὁμοίων ὁ Χοιροβοσκὸςδείκνυσι πρὸς ἀκρίβειαν.] (ῃ. 40) Τὸ δέ «ὄφελες ἄγονός τε εἶναι καὶ ἄγαμοςἀπολέσθαι» οἰκεῖον μὲν ἐπιφώνημα ἀνθρώπῳ φαύλῳ καὶ ἐπὶ κακῷ κοινῷκαὶ γεννηθέντι καὶ γεγαμηκότι. εὐχὴ δέ ἐστιν ἀδυνάτως ἔχουσα τελεσθῆναι, ὁποῖα πολλὰ εὔχονται οἱ ὀργιζόμενοι. πῶς γὰρ οἷόν τε τὰ ἤδη γενόμενα μὴ γενέσθαι; οὕτω καὶ ἐν τοῖς ἑξῆς ἡ Ἑλένη θανεῖν ὀφείλειν εἶπεν, ὅτε ἡρπάγη, λέγουσα «ὡς ὄφελε θάνατός μοι ἀδεῖν» καὶ τὰ ἑξῆς. ταὐτὸν δὲ εἰπεῖν κοινῶςὤφειλες καὶ Ἰωνικῶς ὄφελες. [Ἐκτείνεται δὲ ἡ λήγουσα τοῦ ὄφελες λόγῳ κοινῆς συλλαβῆς πρὸς θεραπείαν τῆς τοῦ στίχου λαγαρότητος, ὥσπερ καὶ ἐντοῖς ἑξῆς τὸ ὁμηγερέες ἐν τῷ «πάντες ὁμηγηρέες» μακρὰν ἔχει κατάληξιν.] Ἄγονος δὲ κοινότερον μὲν ὁ μὴ γεννῶν, νῦν δὲ ἄλλως ὁ μὴ γεννηθείς. [ὁ δέ γεμὴ γεννῶν ἄσπερμος ἂν Ὁμηρικῶς ῥηθείη κατὰ τὸ «ἄσπερμος γενεή».] Τὸ δὲἔμεναι νῦν μὲν ἁπλοῦν ἔχει τὸ ˉμ καὶ μετ' ὀλίγα ἐν τῷ «λώβην τ' ἔμεναι», κατωτέρω δὲ διπλάζει αὐτὸ ἐν τῷ «πρόμον ἔμμεναι» καὶ ἔστι πλείων ἡ χρῆσις αὕτηπανταχοῦ. Ἰστέον δὲ καί, ὅτι λέγεται Διονύσιον τὸν σκυτοβραχίονα ἱστορεῖν Δάρδανον παῖδα Ἑλένης καὶ Παρίδος, ὅς, φασί, καὶ προφέρει μετὰ τὸ «ἄγαμός τ' ἀπολέσθαι» στίχον τοῦτον· «μηδέ τι γούνασιν οἷσιν ἐφέσσασθαι φίλον υἱόν, Δάρδανον», ὡς εἶναι ἴσως οὕτως εὔλογον νοηθῆναι τὸ «ἄγονός τε εἶναι ἄγαμόςτ' ἀπολέσθαι» κατὰ σχῆμα ὑστερολογίας ἤτοι πρωθύστερον, ἀντὶ τοῦ μήτε εἰςγάμον ἐλθεῖν μήτε παῖδα ἐκεῖθεν σχεῖν τόν, ὡς ἐρρέθη, Δάρδανον. (ῃ. 41) Τὸ δέ» καὶ βουλοίμην καὶ κέρδιον ἂν ἦν» πρὸς διαστολὴν κεῖται τῶν βουλομένωνμέν τι, μὴ κερδαλέον δέ. (ῃ. 42) Ὁ δὲ ὑπόψιος ἢ τὸν ἐπονείδιστον δηλοῖ καὶὕποπτον, ὅν τινες ὑποβλέπονται ὑπόδρα ὁρῶντες διὰ τὸ μῖσος, ἢ τὸν τοὺςἄλλους ὑποβλεπόμενον διὰ δειλίαν. τινὲς δὲ γράφουσιν ἐπόψιον, τὸν ἐν ὄψεσιπάντων ἀσχημόνως φυγόντα. κυρίως μέντοι ἐπόψιον ἐπὶ τόπου λέγεται ὑψηλοῦ. (ῃ. 44) Τὸ δέ «φάντες» φίλη λέξις τοῖς ποιηταῖς. τὸ μέντοι φάμενοι καὶ κοινόνἐστιν Ἀττικῶς. [ταύτης τῆς ἀκολουθίας καὶ τὸ ἔφη καὶ ἔφατο καὶ τὸ φῆ καὶφάτο.] (ῃ. 45) Ἰστέον δὲ καί, ὅτι ἐπὶ εὐειδοῦς ἄφρονος καλὸν εἰπεῖν τὸ «καλὸνεἶδος, ἀλλ' οὐκ ἔστι βίη φρεσὶν οὐδέ τις ἀλκή». βίαν δὲ φρενῶν τὴν φρόνησινλέγει. ὅτε μέντοι συνθέτως ἐκ φρενῶν καὶ ἀλκῆς ὁ ἀλκίφρων ῥηθείη, τότε συντομίας λόγῳ ἡ λέξις τὸν καὶ ἀνδρεῖον καὶ φρόνιμον ὑποδηλοῖ. ἐνταῦθα δὲ σημειωτέον καί, ὅτι πᾶν σωματικὸν πλεονέκτημα δίχα ψυχικῆς ἀρετῆς ἀχρεῖόν ἐστι. τί οὖν ὄφελος Ἀλεξάνδρῳ, εἴπερ εἶδος ἄριστος ὢν καὶ καλὸν εἶδος ἔχων καὶκόμην– Ἀφροδίτης δὴ ταῦτα δῶρα διὰ τὸ ἐν αὐτοῖς ἐπαφρόδιτον– ἀχρεῖοςτἆλλά ἐστιν, οὔτε βίην ἔχων φρεσὶν οὔτε ἀλκήν; Βελλεροφόντῃ μέντοι, κατ' ἄμφω καλῷ ὄντι, οὐκ Ἀφροδίτη ἀλλὰ θεοὶ κάλλος καὶ ἠνορέην ἔδωκαν, ὡς ἐρεῖὁ ποιητὴς ἐν τοῖς ἑξῆς. (ῃ. 54) Καὶ κίθαρις δέ, ἡ μὲν τοῦ Πάριδος μωμητή, ἡδὲ τοῦ Ἀχιλλέως ἐπαινετὴ ἀείδουσα κλέα ἀνδρῶν, ὡς καὶ ἡ Ὁμήρου ποίησις. καὶ αὐτὴ γὰρ ἀνδρῶν ἀείδει κλέα. κίθαρις δὲ γίνεται μὲν παρὰ τὸ κινεῖν ἢκεύθειν ἔρωτας κατὰ τοὺς παλαιούς. Κυθερείας γὰρ ὑπόκειται εἶναι δῶρον ὡςἀφροδίσιον, παρωνόμασται δὲ ἐκ τοῦ κιθάρα, καὶ ἔστιν ἴσως Αἰολικόν. διὸ καὶπροπαροξύνεται κατὰ τὸ ἑορτή ἔροτις. τοιοῦτόν τι καὶ τὸ αὐλή αὖλις, ἔτι δὲ καὶτὸ χαρά χάρις. [Ὅτι δὲ τὸ σπουδαίως κιθαρίζειν ἐφιλεῖτο τοῖς παλαιοῖς, δηλοῦσιμυρίοι καὶ τῶν μεθ' Ὅμηρον, μαρτυρεῖ δὲ καὶ ἡ κωμικὴ ποίησις, ἔτι δὲ καὶ ἡτραγική, ἐν ᾗ προλάμπων Σοφοκλῆς περιᾴδεται οὐ μόνον δεινὸς εἶναι σφαιρίσαι, ὡς ἡ κατ' αὐτὸν ἐδήλωσε δραματικὴ Ναυσικάα, καθὰ καὶ ἐν τοῖς εἰς τὴνὈδύσσειαν δηλοῦται, ἀλλὰ καὶ κιθαρίζειν ἄκρος, οὕτω δὲ καὶ ὀρχεῖσθαι καὶχορεύειν.] Ἰστέον δέ, ὅτι τινὲς μὴ εὑρόντες Ἀλέξανδρον παρὰ τῷ ποιητῇ κιθαρίζοντα μεταγράφουσι κίδαρις ἀντὶ τοῦ κίθαρις· ἔστι δὲ πίλου γένος ἡκίδαρις, ἅπαξ, φασί, ῥηθεῖσα ἐνταῦθα τῷ ποιητῇ, λέγοντες καὶ ἄλλα εἶναι ἅπαξλεγόμενα παρ' Ὁμήρῳ τε καὶ ἄλλοις. Ὀππιανὸς οὖν λατύσσεσθαι πτερυγίοις ἰχθύας φησὶ καὶ ἔλαφον πτώσσειν ἠλέματον. Αἰσχύλος δὲ ὀβρίκαλά φησι τοὺςλεοντιδεῖς καὶ βαλῆνα τὸν βασιλέα ἐν τῷ «βαλὴν ἀρχαῖος βαλήν». [γλώσσης δὲτοῦτο, ἐξ οὗ καὶ ὄρος Βαλιναῖον, ὅ ἐστι βασιλικὸν παρὰ Πλουτάρχῳ ἐν τῷ Περὶποταμῶν.] Λυκόφρων δὲ σίγυμνον ἢ σίγυννον, ὡς ἐν Βοιωτίᾳ ἐρρέθη, τὸὁλοσίδηρόν φησιν ἀκόντιον. Εὐριπίδης δὲ ἆπος οὐδετέρως τὸν κάματον ἔφη καὶ» ἐπεζάρει Σφίγξ» ἀντὶ τοῦ ἐπεβάρει, καθ' ὁμοιότητα τοῦ βέρεθρονζέρεθρον, καὶ κατακονάν ὀνοματικῶς τὴν διαφθορὰν Δωρικώτερον ἢ κατακονᾶνῥηματικῶς τὸ καταθήγειν. καὶ «ῥόπτρον» δέ, φησί, «δίκης ἔπαισέ τινα», ἤγουν θεόθεν τιμωρία, ὡς ἀπὸ τοῦ ῥόπτρου, ὅπερ ἐστὶ κατὰ τοὺς παλαιοὺςπλῆγμα ἢ ῥόπαλον ἢ καὶ ἄλλως πάγη, ῥομφαία, εἶδος ξίφους ἢ ἐπίσπαστρον. διὸ Λυσίας κρίκον θύρας αὐτὸ εἶναι δηλοῖ ἐν τῷ «ἔδησε τὸν ἵππον ἐκ τοῦ ῥόπτρουτοῦ ἱεροῦ», κατὰ Ἀνδοκίδου ἐν τῷ Περὶ ἀσεβείας τοῦτο εἰπών. [λέγει δὲ καὶ Πίνδαρος ἐν Ὀλυμπιονίκαις καινῶς αἶτος τὸ ἐνδιαίτημα, οἷον «Διὸς αἴτει πανδόκῳ».] Πολλαὶ δὲ καὶ ἄλλαι μονήρεις λέξεις πολλαχοῦ σεσημείωνται, τυχὸν μὲν ἐπιτηδευόμεναι, ἴσως δὲ καὶ ἄλλως ἀναγκαίως τιθέμεναι πρὸςμέτρου χρείαν ἢ πολυμαθείας ἔνδειξιν. (ῃ. 55) Ἰστέον δὲ καί, ὅτι πολλαχοῦἔστιν ἐκ τῶν αὐτῶν καὶ ἔπαινον καὶ ψόγον σοφιστικῶς πορίζεσθαι, εἴγε καὶ ἡκόμη σεμνύνει μὲν τούς, ὡς ἐρρέθη, καρηκομόωντας Ἕλληνας, εἰς ὕβριν δὲ τῷἈλεξάνδρῳ ἐπανθεῖ. κομᾶν μὲν γὰρ οὐ γυναικεῖον οὐδ' ἐξ ἀνάγκης ἐπαφρόδιτον, ὅτι μηδὲ λέων χαίτην τρέφων πρὸς μόνον κάλλος εὐθετίζεται, ἀλλὰ καὶ δι' αὐτῆςἐπαύξει τὸ φοβερόν. κόμην δὲ ἔχειν καὶ εὔκομον εἶναι γυναικικώτερόν ἐστι. διὸ καὶ ὁ Πάρις ὀνειδίζεται ὡς κόμην ἔχων οὐ κατὰ τοὺς καρηκομόωνταςἈχαιούς, οὐδὲ ὁποίαν ἔχοι ἂν Ἀπόλλων ἀκερσεκόμης, ἀλλὰ ἠΰκομος γυνή. (ῃ. 46– 8) Ἐν δὲ τοῖς γραφεῖσιν Ὁμηρικοῖς ὅρα τὸ ῥηθὲν καίριον σχῆμα θυμῷ καὶ ἀγωνίᾳ πρέπον καὶ πάνυ σφοδρὸν κατά τε τὰς ἐννοίας καὶ τὰκομματικὰ σχήματα καὶ τὸν τῆς ἐρωτήσεως ἔλεγχον, τὸ «ἆρα τοιόσδ' ἐὼν ἐνποντοπόροισι νέεσσι πόντον ἐπιπλώσας, ἑτάρους ἐρίηρας ἀγείρας, μιχθεὶςἀλλοδαποῖσι, γυναῖκα εὐειδέα ἀνῆγες;» τέσσαρας γὰρ ἀσυνδέτους ἔφη μετοχὰςγοργῶς τὸν λόγον μεταχειρισάμενος. οὕτω καὶ πρὸ ὀλίγου ἔφη ἐν τῷ «μεγάλῳἐπὶ σώματι κύρσας εὑρὼν ἢ ἔλαφον ἢ αἶγα πεινάων». καὶ ἐκεῖ γὰρ τρεῖς μετοχαὶ κεῖνται γοργότερον δίχα συνδέσμου συνεπιτρέχοντος οἷον τοῦ ποιητοῦ τῇσπουδῇ τοῦ λέοντος. Σημείωσαι δὲ καί, ὅπως ἐν τοῖς ῥηθεῖσιν εἰς ταὐτὸν ἄγειτῇ Ἑλένῃ τὸν Πάριν ὁ Ἕκτωρ. ἐκεῖνόν τε γὰρ εἶδος ἄριστον λέγει καὶ τὴν Ἑλένην δὲ εὐειδέα καὶ ἐξ Ἀφροδίτης δὲ αὐτὸν ἔφη λαβεῖν τό τε εἶδος καὶ τὴν κόμην, ὃ καὶ τῇ Ἑλένῃ ἂν πρέποι ῥηθῆναι, ἥτις δι' αὐτὸ καὶ εὔκομος λέγοιτ' ἄν. Ἕλληνες μέντοι οὐχ' οὕτω καρηκομόωντες, ὡς καὶ προσεχῶς γέγραπται. (ῃ. 48) Σημείωσαι δὲ καί, ὅτι διαφορὰν ἔχει τὸ εὐειδής καὶ τὸ θεοειδής, εἴπερ ἀνδράσι μὲν τὸ θεοειδές, γυναιξὶ δὲ τὸ εὐειδές ἐπιλέγεται. [καὶ ὅτιδιαφέρετον κατὰ τοὺς παλαιοὺς εὔμορφος καὶ εὐειδής· εὔμορφος μὲν γὰρ ἡεὐπρόσωπος, εὐειδὴς δὲ ἡ κατὰ πᾶν τὸ ἐκτὸς καλὴ καί, ὡς εἰπεῖν, εὖ ἔχουσαφυῆς, ὅπερ ἐστὶ περικαλλὴς ἐν συμμετρίᾳ μελῶν καὶ μερῶν.] Καὶ ὅτι Ὅμηροςπρῶτος εἰς ταὐτὸν ἄγει τὸ εὖ καὶ τὸ ἄριστον εἰπὼν κατὰ σχῆμα πολυωνυμίας εὐειδῆ μὲν τὴν Ἑλένην, ἄριστον δὲ εἶδος τὸν Ἀλέξανδρον. Ἰστέον δέ, ὅτιτὸ μέν «ἐν ποντοπόροις ναυσίν» ἄκυρον ἔχει προσθήκην, περὶ ἧς ἐν τῇ ηʹῥαψῳδίᾳ ῥηθήσεται. τὸ δὲ ἐπιπλώσας γίνεται μὲν ἐκ τοῦ πλώω, δισυλλάβουῥήματος, εὕρηται δὲ ἀλλαχοῦ ἐπιπλώς κατὰ ἀποκοπήν. (ῃ. 46) Τὸ δέ «τοιόσδεἐών» ἀνεκφάντως καὶ οἷον μυστικῶς λεχθὲν διὰ θυμικὴν γοργότητα πολλὴν καί, ὡς εἰπεῖν, ἄρρητον ἐμφαίνει τοῦ Πάριδος οὐθένειαν, ὥσπερ τὸ «οἵου ἀνδρὸςἔχεις παράκοιτιν» πολλὴν ἐκ τοῦ ἐναντίου ὑποδηλοῖ τοῦ Μενελάου καὶ ἀνέκφραστον περιφάνειαν. (ῃ. 47) Ἐρίηρες δὲ ἑταῖροι οἱ ἄγαν ἀρηρότες ἢ ἐραστοί. (ῃ. 48) Περὶ δὲ τοῦ ἀνάγειν, ὅτι ἐπὶ τῶν ἀναπλεόντων λέγεται, πολλαχοῦφαίνεται. (ῃ. 49) Ἀπία δὲ γῆ κἀνταῦθα, ὡς καὶ ἐν τῇ αʹ ῥαψῳδίᾳ, ἡ ἄποἀφεστῶσα καὶ ἀλλοδαπὴ καὶ, ὡς ἂν εἴποι τις Ὁμηρικός, τηλοῦ ἀπὸ Τροίας, κατὰ δὲ ἄλλους φάναι ποιητάς, ἡ τηλουρός. οἱ μέντοι νεώτεροι τὴν Πελοπόννησόν φασιν ἀπό τινος Ἄπιδος ἢ Ἄπεως, περὶ οὗ ἐν τοῖς τοῦ Περιηγητοῦ εἴρηται. Νυὸς δὲ ὄνομα συγγενικόν, ὅ ἐστι νύμφη, δηλοῦν συμβολικῶς οὕτωμαχήσασθαι προθύμως τοὺς Ἀχαιοὺς ὑπὲρ Ἑλένης, ὡς ἀδελφοὺς ὑπὲρ νύμφης, οἷα τῷ Μενελάῳ προσφερομένους ἀδελφικῶς διὰ τὸ φιλάλληλον. [Ἰστέον δέ, ὡς, εἴ τις ἐρεῖ ἀπὸ τῆς λεχθείσης νυοῦ καὶ νύμφην λέγεσθαι τὴν ἀναφανεῖσαννυόν, οὐκ ἂν εἴποι τι ψεκτόν.] Τὸ δέ «ἀνδρῶν αἰχμητάων» καὶ τὰ ἑξῆς αὐξητικάεἰσι τοῦ παρόντος κακοῦ, πολυειδοῦς ὄντος, εἴγε δι' αὐτὸ καὶ τὸν αὐτοῦ αἴτιον Πάριν μὴ μόνον αὐτὸς κατηφιᾷ τῶν δυσμενῶν χαιρόντων, ἀλλὰ καὶ ὁ πατήρ, ὃνγηρωκομεῖν ὤφειλε, πῆμα ἔχει, καὶ οὐχ' ἁπλῶς, ἀλλὰ μέγα, σὺν αὐτῷ δὲ καὶ ἡπᾶσα βασιλικὴ συγγένεια, ἔτι δὲ καὶ ὁ δῆμος. τούτου γὰρ δηλωτικὸν εἶναι δοκεῖτὸ ποληΐ τε παντί τε δήμῳ, ἵνα πανώλεθρον εἴη τὸ κακόν. (ῃ. 52 ς.) Ἐντούτοις δὲ καὶ τὸ «τοιόσδε ἐών» ὑφερμηνεύων ὁ Ἕκτωρ ἐρωτᾷ σφοδρῶς τὸνἀδελφόν· «οὐκ ἂν δὴ μείνειας ἀρηΐφιλον Μενέλαον», οἱονεὶ καταψηφιζόμενοςαὐτοῦ ἤδη τὴν ἧτταν. διὸ καὶ ἐπάγει πρὸς πλείω σαφήνειαν ἀσυνδέτως πάλινκατὰ θυμόν· «γνοίης ἂν οἵου φωτὸς ἔχεις θαλερὴν παράκοιτιν». Καὶ ὅρακἀνταῦθα τὸ «οἵου» ἀσαφῶς μὲν καὶ αὐτὸ ῥηθέν, ἑρμηνευθὲν δὲ ὅμως διὰ τοῦ» ἀρηΐφιλον Μενέλαον», καὶ ἑξῆς δὲ διὰ τοῦ «οὐκ ἄν τοι χραίσμῃ κίθαρις» καὶτὰ καὶ τά, ὡς μὴ χρεὼν ὂν τὸν τοῦ κιθαρίζειν ἀσκητὴν ἀρηϊφίλῳ μάχεσθαι. (ῃ. 55) Τὸ δέ «ἐν κονίῃσι μιγείης» ἢ ἀντὶ τοῦ θάνῃς ἢ ἀντὶ τοῦ ὅτε ἀντικαταστῇςεἰς μάχην τῷ Μενελάῳ. Κονίεσθαι γὰρ τὸ ἀγωνίζεσθαι, ὅθεν καὶ κονίστρα [ἡκατὰ τὴν παλαίστραν μάλιστα παρὰ τοῖς ὕστερον, παρ' οἷς καί τις κόνις ἦνἐξαίρετος τοῖς παλαίουσι. καὶ ἀλίζειν ἐλέγετο τὸ ἐν κόνει κυλίεσθαι, ὡς καὶ ὁ Κωμικὸς δηλοῖ. ἢ ἄλλως κόνει φύρεσθαι, ὅθεν καὶ ἀλινδήθρα παρ' αὐτοῖςκυρίως μὲν ἡ κατὰ πάλην κονίστρα, τροπικῶς δὲ καὶ ἡ ἐν λόγοις, ὡς τὸ «ἀλινδήθρας ἐπῶν».] Ἰστέον δέ, ὡς Ὅμηρος μὲν κονίην λέγει τὴν ἁπλῶς κόνιν, οἱ δὲ μεθ' Ὅμηρον τὴν τίτανον, ἐξ ἧς καὶ ἡ ἐλαιοκονία σύγκειται [καὶ ῥῆμα γίνεταισυζυγίας δευτέρας κονιῶ κονιάσω, ἐξ οὗ καὶ τάφος καὶ τοῖχος κεκονιαμένος,] καὶ ὅτι Πίνδαρος, ζηλώσας «νίκῃ μίγνυσθαι» λέγει τὸ νικᾶν καὶ «ἔργῳ μίγνυσθαι» τὸ ἐργάζεσθαι καὶ ἕτερα τοιαῦτα. (ῃ. 59) Ὅτι συνετοῦ ἀνδρὸς τὸ τὰςδικαίας ἐπιτιμήσεις ῥᾴδιον φέρειν. Ἀλέξανδρος οὖν ἐπιτιμηθεὶς ὑπὸ τοῦἀδελφοῦ φησι· «Ἕκτορ, ἐπεί με κατ' αἶσαν ἐνείκεσας οὐδ' ὑπὲρ αἶσαν» καὶἑξῆς. τοῦτο δὲ πᾶς ἂν εἴπῃ δικαίως πρός τινος ἐπιτιμώμενος. ἰδοὺ τοίνυνεὕρηται καὶ ἑτέρα τις Ἀλεξάνδρου ἀρετή, ἡ σύνεσις, ὅτι κατ' Εὐριπίδην» σύνοιδε δεινὰ εἰργασμένος». ἄκρως δὲ αἴσιον τὸ τοῦ ἀδελφοῦ σκῶμμα ὁ Πάριςεἶναι φιλαλήθως δηλοῖ, οὐ μὴν πῇ μὲν κατ' αἶσαν, πῇ δὲ ὑπὲρ αἶσαν, [ἵνα ἡλοιδορία μέσως δῆθεν ἔχῃ ὡς αἰσία καὶ μὴ αἰσία, κατὰ τὸ ἑκών ἀέκων καὶτὰ τοιαῦτα.] διὸ καὶ καταφατικῶς αὐτὸ καὶ ἀποφατικῶς ἐπῄνεσε. τὸ δὲ ὑπὲραἶσαν ἐξαίσιον ἀλλαχοῦ λέγει ὁ ποιητής. [Ἰστέον δέ, ὅτι τοῦ «κατ' αἶσαν οὐδ' ὑπὲρ αἶσαν» μίμημα παρὰ Σοφοκλεῖ τὸ «γνωτὰ κοὐκ' ἄγνωτά μοι»] (ῃ. 60– 3) Ὅτι τὴν Ἕκτορος καρδίαν διὰ τὸ γενναῖον καὶ ὡς εἰπεῖν ἀπότομον καὶ ἀεὶ πρὸς πόνους ἀνένδοτον καὶ ἀτάρβητον καὶ ὅτι καὶ ἄλλοις αὔξει τὴν εἰς πόλεμονὁρμήν, ὡς πέλεκυν ἀτειρῆ τινα εἶναι λέγει παραβολικῶς ὁ Ἀλέξανδρος, δυσπαθῆ λαβὼν εἰκόνα, οὐκ ἀργὸν σίδηρον, ἀλλὰ δρῶντά τι, ἤτοι τέμνονταξύλον νήϊον, ὃς καὶ ὀφέλλει ἀνδρὸς ἐρωήν, ὥσπερ τοὐναντίον ὁ μὴ τμητικὸς πέλεκυς ἀμβλύνει τὴν προθυμίαν τοῦ τέμνοντος. φησὶ γοῦν· «αἰεί τοι κραδίη πέλεκυςὥς ἐστιν ἀτειρής», ὃ καὶ πέλυξ παρὰ τοῖς ὕστερον, «ὅς τ' εἶσι διὰ δουρός», ἤγουν ὅστις δίεισι ξύλου ὑπ' ἀνέρος, «ὅς ῥά τε τέχνῃ νήϊον ἐκτάμνῃσιν, ὀφέλλειδ' ἀνδρὸς ἐρωήν· ὥς τοι ἐν στήθεσσιν ἀτάρβητος νόος ἐστίν», ὡς ἐοικέναι τὸνἀτάρβητον νοῦν πελέκει ἀτειρεῖ κατά γε τὸ ἀνένδοτον ἢ δυσένδοτον. (ῃ. 61) Τὸ δὲ τέχνῃ πάνυ ἀσφαλῶς κεῖται. τῷ γὰρ κατὰ τέχνην τέμνοντι ὀφέλλει τὴνἐρωὴν ὁ ἀτειρὴς χαλκός, οὐ μὴν τῷ ἀτέχνως ξυλοκοποῦντι. (ῃ. 62) Νήϊον δὲὑπόκειται ξύλον τέμνεσθαι, ἤγουν ἐπιτήδειον εἰς νῆα, διὰ τὸ μάλιστα περὶτοῦτο τὴν τέχνην φαίνεσθαι τοῦ δεξιῶς τέμνοντος, ὡς τοῦ τοιούτου δεομένουσπουδαίας μεταχειρίσεως. καὶ τοῦτο μὲν εἰς ἔπαινον Ἕκτορος ὁ Ἀλέξανδρος λέγει ὁμολογήσας, ὡς ἐρρέθη, καί, ὅτι κατ' αἶσαν αὐτὸν ὁ ἀδελφός, οὐδ' ὑπὲραἶσαν ἐνείκεσεν, ἤγουν αἰσίως καὶ δικαίως, ὅπερ ἀλλαχοῦ κατὰ μοῖράν φησιν. (ῃ. 64– 6) Ὅτε δὲ εἴπῃ «μή μοι δῶρ' ἐρατὰ πρόφερε χρυσῆς Ἀφροδίτης, οὔ τοι ἀπόβλητά ἐστι θεῶν ἐρικυδέα δῶρα, ὅσσα κεν αὐτοὶ δῶσιν, ἑκὼν δ' οὐκἄν τις ἕλοιτο» ἔμφασιν ἔχει πλαγίως ὕβρεως, διότι, ὥς φασί τινες, οὐκ εὖεἶχεν ὄψεως ὁ Ἕκτωρ, ὥστε οὐδὲ εἶχε κάλλους δῶρον θεόθεν. καὶ μὴνὁ Ὅμηρος καὶ τεθνεῶτα τὸν Ἕκτορα θαυμάζει τοῦ εἴδους. ὅτι δὲ καὶ τὸ κάλλος οὐκ ἀπόβλητον ἀλλὰ τίμιον ἦν, δηλοῖ οὐ μόνον τὰ τῶν ἐρώτων ἀγάλματα, οἷς ἐνέπρεπον οἱ Ἑλληνικοὶ γραφεῖς, ἀλλὰ καὶ τὰ τῶν καλῶν ἡρῷα. Φίλιπποςοὖν καθ' Ἡρόδοτον Κροτωνιάτης Ὀλυμπιονίκης, κάλλιστος ὤν, ἐτιμήθη ἐνΣικελίᾳ. ἡρῷόν τε γὰρ αὐτῷ ἵδρυτο καὶ θυσίαις αὐτὸν ἱλάσκοντο. (ῃ. 66) Τὸδέ «ἑκὼν δ' οὐκ ἄν τις ἕλοιτο» ἐλλιπῶς εἶπεν ὡς ἀγωνιῶν ὁ Πάρις καὶ μηδ' αὐτὸς ἔχων λόγοις ἐνευκαιρεῖν, τὸ δὲ πλῆρες τοιοῦτον· οὐκ ἄν τις αὐτὸς ἑκὼνλάβοι δῶρα θεῖα, μὴ θεοῦ δηλονότι διδόντος. (ῃ. 64) Τὸ δὲ ἐρατά δηλοῖ μὲντὸ ἐρωτικά καὶ ἐράσμια. ἐπεὶ δὲ τὸ ἁπλῶς ἐρατὸν ἅπασι δοκεῖ ἐρατόν, λεληθότως πως ἅπτεται τοῦ ἀδελφοῦ ὡς καὶ αὐτοῦ ἐφιεμένου ἂν τοιούτουεἶναι, ἤγουν καλοῦ ὥσπερ τὰ εἰς ἀνδρείαν, οὕτω καὶ τὰ εἰς εἶδος. Χρήσιμον δὲτὸ ἐρατά εἰς τὸ «γνωτὰ κοὐκ ἄγνωτα» καὶ εἰς τὸ ἀλλόγνωτος καὶ γνωτός, ὁ ἀδελφός, καὶ εἰς τὰ ἐκ τοῦ ἀνυστοῦ, ὁποῖον τὸ ἀνήνυτος καὶ Ἄνυτος κύριον καὶδεσμός παρ' Εὐριπίδῃ δυσεξήνυτος, καὶ εἰς τὸ κτίται παρὰ τῷ αὐτῷ, ὅ ἐστικτίσται, καὶ εἰς τὸ «ἀσώτου Σισυφιδῶν γενεᾶς», τουτέστιν ἀσώστου, καὶ εἰς τὸβλῆτρον, ὃ ἄλλως ἐξήνεκται ἤπερ τὸ ἀμφίβληστρον, καὶ εἰς τὸ «σωτήριόν τετοῖς καλῶς κεκτημένοις» καὶ εἰς τὸ σωτήρ, ὧν τὴν τοῦ ˉσ ἔλλειψιν τὰ σῶστραδηλοῦσι. πολλὰ δὲ καὶ ἕτερα οὕτω τοῦ ˉσ ἐστέρηνται, ὥσπερ αὖ ἐν ἄλλοιςπλεονάζειν αὐτὸ οὐ πάνυ ἀναλόγως φαίνεται, ὁποῖον καὶ τὸ ὀρχῶ ὀρχήσωὀρχηστής, οὐ κατὰ τὸ ποιητής, καὶ χηρῶ χηρώσω χηρωστής, οὐ κατὰ τὸἑεδνωτής. Τὸ δέ «πρόφερε» ἀρχὴν ἐνδέδωκε τῆς τοῦ προφορικοῦ λόγου κλήσεως, ὡς καὶ τὸ «ὀνείδεά τε προφέρεις». τὸ μέντοι παρ' Ἡσιόδῳ «προφέρει μὲν ὁδοῦ, προφέρει δὲ καὶ ἔργου» ἑτέραν ἑρμηνείαν ἔχει. ἔστι δὲ καὶ ἕτερον προφέρειν, ἐξ οὗ ὁ προφερέστερος. Χρυσῆ δὲ Ἀφροδίτη ἡ χρυσοφόρος, ὡς καὶ χάλκεοςἌρης διὰ τὸ φόρημα, ἢ ἡ καλὴ ἤ, ὅτι χρυσῷ καταπράττεται, ᾧ καὶ Ζεὺς τὴν Δανάην χειροῦται. [Καθὰ καὶ ἑτέρα τις γυνὴ διὰ ἵππον προὔδωκε τὸ κάλλος, ὡς ἡ τοῦ Πειριθόου μήτηρ, καί τις διὰ κύκνον, ὡς ἡ Λήδη ὑποπτεύεται, καὶἄλλη διὰ βοῦν, ὡς ἡ Εὐρώπη. καὶ κύων δὲ εὐγενὴς ὑπηγάγετό τινα εἰς ὅμοιονπάθος, ὁποία τις ἡ τοῦ Τρωϊκοῦ Φοινοδάμαντος, ἣν Κρημισσὸς ὁ ποταμὸςλέγεται ζεῦξαι λέκτροις «ἰνδαλθεὶς κυνί». καὶ τοιαῦτα μὲν καὶ ταῦτα.] Ἡ δὲγραμματικὴ Ἱστιαῖα πεδίον εἶναί φησι χρυσοῦν καλούμενον, ἐν ᾧ χρυσῆςἈφροδίτης ἱερὸν καὶ τιμή. Θεόκριτος δὲ μεταλαβὼν τὸ νόημα χρυσῷ παίζουσανἈφροδίτην φησί. [(ῃ. 65) Τὸ δὲ ἀπόβλητον λέγοιτ' ἂν καὶ ἔκβλητον κατὰ τὸ» νέκυες κοπρίων ἐκβλητότεροι». ἔκβλητον δέ γε καὶ τὸ θαλάσσης ἔκβρασμαπαρ' Εὐριπίδῃ· καὶ βρέφος δὲ ἔκβλητον τὸ ἔκθετον, ὡς ἔξω που καὶ αὐτὸβαλλόμενον.] (ῃ. 60 ετ 63) Ἔτι ἰστέον καί, ὅτι τὸ «αἰεί τοι κραδίη πέλεκυς ὥς ἐστιν ἀτειρής» καὶ τὸ «αἰεί τοι ἐν στήθεσσιν ἀτάρβητος», ἤτοι ἄφοβος,» νόος ἐστί» πρὸς ἀνδρεῖον καὶ ὑπομενετικὸν ἄνδρα ῥηθήσεται, πρὸς ὁποῖον δήτινά φησιν αὐτὰ καὶ Ἀλέξανδρος, οἷα, ὡς ἐφάνη, ὀνειδισθεὶς εἰς μαλακότητα καὶδιὰ τοῦτο κολακεύων καὶ μονονουχὶ λέγων, ὅτι οὐδεὶς ὅμοιός σοι οὐδ' ἔστι τινὰσυγκριθῆναί σοι. οὐ γὰρ κατ' ἄνθρωπον καὶ σοὶ ἡ καρδία, ἀλλὰ πελέκει ἀεὶἔοικεν ἀτειρεῖ καὶ τμητικῷ. διὸ οἱ μὲν ἄλλοι ταρβοῦμεν καὶ φεύγομέν ποτε, σοὶδὲ ἀτάρβητος ὁ νοῦς. σώφρων οὖν ὁ Ἀλέξανδρος, εἴγε τὴν προρρηθεῖσαν εἰςαὐτὸν ὕβριν ἐπαίνοις ἀμείβεται. δέδιε γὰρ τὸν Ἕκτορα τραχυνόμενον, ἐπεὶ παρ' ἐκείνῳ ἦν λῦσαι τὸν πόλεμον εἴτε καὶ μή. καὶ αὐτὸς ἦν Τρώων πρόμαχος. δῆλονδέ, ὡς μαλακτικὸν ὁ ἔπαινος. διὸ καὶ Ἕκτωρ ἐπαινεθεὶς ἱλαρύνεται καὶ ὁ νῦνθάνατον τῷ ἀδελφῷ ἐπαρώμενος ὅμως ἡττώμενον οὐ προδίδωσιν, ἀλλὰ φιλάδελφος δείκνυται. Ἰστέον δέ, ὅτι καὶ ἐν τοῖς ἑξῆς που κεῖταί τις κολακείαὁμοία τῇ κατὰ τὸν Πάριν, ἔνθα ὁ Διομήδης ἐν τῷ ἀφυλάκτως ὑπνοῦν σκωφθεὶςὑπὸ Νέστορος ὕπεισιν ἐκεῖνον κολακευτικῶς, ἀμήχανον προσειπὼν καὶ πόνουοὔποτε λήγειν εἰδότα. Ἔτι ἰστέον καί, ὅτι τὸ «οὔ τοι ἀπόβλητά ἐστι θεοῦἐρικυδέα δῶρα, ὅσα κεν αὐτὸς δῷ» καὶ ἑξῆς, ὡς ἀνωτέρω κεῖται, χρήσιμόν ἐστιτῷ ὀνειδιζομένῳ ἐπὶ θεοσδότῳ τινὶ ἀγαθῷ, ὥσπερ καὶ ἐνταῦθα Ἀλέξανδροςμέμφεται τὸν Ἕκτορα ὀνειδίζοντα τοῦτον ἐπὶ δώροις, οἷς θεὸς δέδωκεν. (ῃ. 68– 70) Ὅτι ἐν τῷ «ἄλλους μὲν κάθισον Ἀχαιούς τε Τρῶάς τε, αὐτὰρ ἔμ' ἐν μέσσῳ καὶ ἀρηΐφιλον Μενέλαον συμβάλετ' ἀμφ' Ἑλένῃ καὶ κτήμασι πᾶσιμάχεσθαι» τὸ μέν «κάθισον» μεταβατικὸν κεῖται ῥῆμα κατὰ τὸ πλούτισον καὶσωφρόνισον ἄλλον. ἔστι δὲ ὅτε καὶ ἀμετάβατόν ἐστιν, ὡς καὶ προδεδήλωται, οἷον καθίζω ἀντὶ τοῦ καθέζομαι. τὸ δέ «ἐν μέσῳ» τὸ στενὸν δηλοῖ τὸ μεταξὺτῶν δύο στρατευμάτων. καὶ ἐπιμένει τῇ τοιαύτῃ λέξει ὁ ποιητὴς διὰ τὸ μὴἔχειν ὄνομα καιριώτερον. τοῦτο δὲ οἱ μεθ' Ὅμηρον μεταίχμιόν φασιν, οἱονεὶμεσαίχμιόν τι ὄν, Ἀττικῇ τροπῇ τοῦ ˉσ εἰς ˉτ, ὡς καὶ μεσόριον, μεθόριον. ἀπ' αὐτοῦ δὲ καταχρηστικῶς μεταίχμιον καὶ τὸ ἁπλῶς μεταξὺ δύο τινῶν, ὡς εἴ τιςεἴποι ἐν μεταιχμίῳ δύο φροντίδων εἶναι. τὸ δὲ τοιοῦτον στενόν, ἤτοι μεταίχμιον, καὶ οὕτω φράζει ὁ ποιητής· «ὀλίγη δ' ἦν ἀμφὶς ἄρουρα». Βαρβαρικὸν δὲ εἶναίφασιν οἱ παλαιοὶ τὸ μονομαχεῖν, ὅπερ Ὅμηρος περιφράζων οἴους μάχεσθαίφησιν. [(ῃ. 69) Ἀρηΐφιλον δὲ τὸν Μενέλαον ὁ Πάρις φησὶν ἢ κατειρωνευόμενοςἝκτορος οὕτω καλέσαντος τὸν Μενέλαον ἢ καὶ καταθέμενος ἀληθευτικῶςτοιοῦτον ἐκεῖνον εἶναι.] (ῃ. 70) Συμβαλεῖν δὲ μάχεσθαι λέγει τὸ συνάψαι εἰςπόλεμον, ἐξ οὗ καὶ ἡ πολεμικὴ συμβολή. ὅτι δὲ καὶ ἐπὶ ὑδάτων ἡ λέξις τοῦσυμβάλλειν τίθεται, φανήσεταί που ἐν τοῖς ἑξῆς. ἐνταῦθα δὲ σημείωσαι καί, ὅτιτὴν ἀμφί πρόθεσιν δοτικῇ συνέταξεν εἰπών· «ἀμφ' Ἑλένῃ καὶ κτήμασιν», ὡςεἴπερ εἶπεν ἐπὶ τῇ Ἑλένῃ καὶ τοῖς κτήμασιν, ἢ ἀντιπτωτικῶς περὶ Ἑλένης καὶ κτημάτων. Ἰστέον δὲ καί, ὅτι πολεμήσουσιν Ἀλέξανδρος καὶ Μενέλαος, ἵνα ὁ μὲν λάβῃ, ἃ ἀφῄρηται, καὶ κρατήσῃ τῶν ἰδίων, Ἀλέξανδρος δὲ κτήσηται ἐνἀσφαλείᾳ, ἃ μὴ ἀσφαλῶς ἔχει. καταπλήττει δὲ τὸ τοῦ πράγματος ξένον τοὺςἝλληνας καὶ ἀκὴν γίνονται σιγῇ, ὡς μετ' ὀλίγα ἐρεῖ ὁ ποιητής. ὅμοιον γὰρκατὰ τοὺς παλαιούς, ὡς εἴ τις μοιχείας διωκόμενος προκαλεῖται τὸν ἄνδραεἰς μάχην ὡς μετὰ τοῦ γυναίου καὶ τὴν ψυχὴν προσαφαιρησόμενος. διὸ καὶἝκτωρ μετ' ὀλίγα φησί· «κέκλυτε μῦθον», οὐχ' ἁπλῶς, «ἀλλὰ Ἀλεξάνδρου». οἶδε γὰρ ὡς οὐ δίκαια ἐρεῖ. διὸ οὐχ' ἑαυτοῦ, ἀλλὰ τοῦ Ἀλεξάνδρου λόγον λέγεινφησί. (ῃ. 71– 5) Ὅτι τὴν τοῦ Πάριδος ἀρέσκειαν οὕτω φράζει ὁ ποιητὴς τὴνπερί τε αὐτοῦ καὶ τοῦ Μενελάου· «ὁππότερος δέ κε νικήσῃ κρείσσων τε γένηται, κτήμαθ' ἑλὼν εὖ πάντα γυναῖκά τε οἴκαδ' ἀγέσθω, οἱ δ' ἄλλοι φιλότητακαὶ ὅρκια πιστὰ ταμόντες ναίοιτε Τροίην» καὶ τὰ ἑξῆς. καὶ τοίνυν καὶ ὁ Ἕκτωρμετ' ὀλίγα οὕτω λαλεῖ ἐν μεταιχμίῳ τοὺς λόγους τοῦ ἀδελφοῦ, στήσας αὐτοὺςεἰς τὸ «ὅρκια πιστὰ τάμωμεν», οἷα περιττὰ λογισάμενος τὰ καθεξῆς. ὁ μέντοιβασιλεὺς Ἀγαμέμνων ἐν τοῖς μετὰ ταῦτα ἐκφωνήσει τι καὶ περὶ τιμῆς, ἤγουνποινῆς, ἐν τῷ τῶν ὅρκων καιρῷ. (ῃ. 71) Ὅρα δὲ καὶ ἐν τούτοις τὸ κρείσσωνἀντὶ τοῦ ἐπικρατέστερος συντελοῦν εἰς τὸ «κρείσσων γὰρ βασιλεύς, ὅτε χώσεται» καὶ ἑξῆς. περίφρασις δὲ τοῦ νικήσῃ τὸ «κρείσσων τε γένηται». [Κτήματα δὲπάντα λέγει τὰ τῇ Ἑλένῃ συναρπαγέντα ἐξ Ἑλλάδος. εἰ δὲ μὴ ἐθέλει καὶ οἴκοθεν ἄλλ' ἐπιδοῦναι, γλισχρότητος ὁ ἀνὴρ ἁλίσκεται.] (ῃ. 73) Τὸ δὲ ὅρκιονοὐχ' ὑποκοριστικὸν ἀλλὰ παράγωγον ὡς τὸ ἴχνιον. Τὸ δέ «φιλότητα καὶ ὅρκιαταμεῖν» ἀντὶ τοῦ φιλίαν καὶ ὅρκους ποιῆσαι διὰ ἐντόμων ἤγουν θυσιῶν. καὶ οὐκἐθέλει ὁ ποιητὴς ἄλλως τοῦτο φράζειν. διὸ καὶ ἀλλαχοῦ λέγει «ὄφρα ὅρκιατάμνῃ αὐτός» καὶ «ὅρκια τάμωμεν» καὶ «ὅρκια ἔταμον». Ἴωνες δὲ οὕτωλαλοῦσι. διὸ καὶ Ἡρόδοτος, ὡς προδεδήλωται, συχνὰ οὕτω λέγει. (ῃ. 74) Ἰστέον δέ, ὅτι ἐριβώλακα μὲν τὴν Τροίαν, ἱππόβοτον δὲ τὸ Ἄργος, ὅ τὴν Πελοπόννησον, καλλιγύναικα δὲ τὴν Ἀχαιΐδα καλεῖ ὁ παρ' Ὁμήρῳ Ἀλέξανδρος, παρὰ δὲ Ἡσιόδῳ ἔστι καὶ τὴν Τροίαν εὑρεῖν καλλιγύναικα. [Εἴη δὲ ἂν πάντως ἡ ἐριβῶλαξ καὶ εὔπωλος, ὅπερ ἐστὶ καλλιβῶλαξ, διὰ τὸεὐβωλοστρόφητον. τοῦτο δὲ καὶ λιπαρὰν σημαίνει γῆν καὶ εἴκουσαν ἀρότρῳἐν τῷ πωλεῖσθαι.] (ῃ. 75) Φησὶ δὲ Ἑλλάνικος παῖδας τρεῖς Φορωνέως γενέσθαι, οἳ τοῦ πατρὸς θανόντος διενείμαντο τὴν Ἀργείαν. καὶ ἡ μὲν πρὸς Ἐρασίνῳ τῷ ποταμῷ Πελασγῷ ἔλαχε τῷ καὶ τὴν ἐκεῖ Λάρισσαν κτίσαντι, Ἰάσῳ δὲ τὰπρὸς Ἦλιν, Ἀγήνωρ δὲ ἀναλωθείσης τῆς γῆς τὴν πατρικὴν εἴληφεν ἵππον, ὅθεν ἐν ταὐτῷ χρόνῳ ὠνομάσθη τὸ Ἄργος τριχῶς, Ἴασον, ὡς καὶ ἡ Ὀδύσσειαδηλοῖ, Πελασγικὸν καὶ ἱππόβοτον. τινὲς δὲ μετὰ θάνατον τῶν δύο ἀδελφῶνἐπιστρατεῦσαί φασι τὸν Ἀγήνορα πολλὴν ἐπαγόμενον ἵππον, ἀφ' ἧς κληθῆναιτὸ Ἄργος ἱππόβοτον. τισὶ δὲ τῶν παλαιῶν ἀρέσκει Ἄργος ἱππόβοτον ἐνταῦθα τὴν Θεσσαλίαν νοεῖν, Ἀχαιΐδα δὲ πᾶσαν τὴν τῶν Ἑλλήνων χώραν. Σημείωσαι δ' ἐν τούτοις καί, ὡς ἐνεργόν τι καὶ δραστικὸν ὁ λόγος, καθὰ ἐν μυρίοις φαίνεται. ὁ γοῦν τοῦ Ἕκτορος λόγος οὕτως ἤνυσε παρὰ Ἀλεξάνδρῳ, ὥστε ὁ δειλὸς καί, ὡς ἄν τις εἴπῃ, τρεσᾶς μένει τὸν Μενέλαον κατὰ τὴν παραίνεσιν καὶ μονομαχῆσαι θέλει πρὸς αὐτὸν, ὃν πρὸ τοῦ λόγου ἔφευγε. τοιαῦτα ὁ λόγος δύναται. τοιοῦτον ἡ ἱστορία καὶ τὸν Τυρταῖον οἶδε ῥήτορα, οἷον ἐρεθίζειν προθύμωςἀποκινδυνεύειν εἰς πόλεμον, καὶ ὁ ἐντυχὼν ἔπεσιν ἐκείνου εἴσεται, ὅπωςἐνθουσιᾷ τῷ εἰς μάχην ἐγερτικῷ. (ῃ. 76) Ὅτι οὐχ' ἁπλῶς ἀλλὰ μέγα χαίρει ὁἝκτωρ ἐπὶ τῇ τοῦ ἀδελφοῦ μονομαχίᾳ· «Ἕκτωρ γὰρ ἐχάρη», φησί, «μέγα μῦθον ἀκούσας». αἴτιον δέ, ὅτι ἢ νικᾷ τὸν Μενέλαον ὁ Πάρις ἢ πίπτει καὶἀμφοτέρως πέρας ἔσχε τὰ τοῦ πολέμου. καὶ ἄλλως δέ, εἰ μὲν νικήσει Ἀλέξανδρος, σεμνὸν τὸ πρᾶγμα. εἰ δὲ πέσῃ, ἀκλεοῦς ὁ Ἕκτωρ ἀπαλλάττεται ἀδελφοῦ. καὶ Ἀχαιοὶ δὲ καὶ Τρῶες ἐχάρησαν ἐλπόμενοι παύσεσθαι πολέμου. καίριον δὲἐνταῦθα καὶ τοῦ Ἡροδότου τό· «ὀλίγῳ κακῷ ἔοικε μέγα νεῖκος ἀναιρεῖν». Εὐπειθεῖς δὲ οἱ Τρῶες, οἳ ἅμα εἶδον Ἕκτορα ἐν μεταιχμίῳ γενόμενον καὶ μέσου δορὸς ἑλόντα, ἤτοι ἁψάμενον, ὡς ἔθος, καὶ ἀνείργοντα αὐτοὺς καὶεὐθὺς ἱδρύθησαν ἅπαντες καὶ Ἕλληνες δὲ μετὰ μικρὸν τῶν βασιλέων ἐθελόντων τὸ αὐτὸ ἐποίησαν καὶ πάντες τὰ τεύχεα ἐκδυσάμενοι κατέθεντο ἐπὶ γῆςπλησίον ἀλλήλων. Καὶ σημείωσαι, ὅπως παρ' ἐλπίδα ὁ ποιητὴς ἔγραψε παρεισοδιάσας τὴν μονομαχίαν. ὁ μὲν γὰρ ἀκροατὴς μέγαν εὐθὺς ἐλπίζει συρραγῆναιπόλεμον, ὁ δὲ ἀποδύσας τοὺς Ἕλληνας γυμνοὺς ὅπλων καθίζει, τὸ μὲν μεγαλεῖον τοῦ πολέμου ἐς ὕστερον ταμιευόμενος, νῦν δὲ ἀπροσδοκήτως ἀρτύων τὸμονομάχιον καὶ τὴν ἐπιθυμίαν ἀποπληρῶν τοῦ ἀκροατοῦ ἐφιεμένου μαθεῖν, ὡςεἰκός, ὁπότερος κρείττων, ὁ Πάρις ἢ ὁ Μενέλαος. ὅπερ διδάσκων ὁ ποιητὴς τὴνμονομαχίαν ἄρτι πλάττει, ἐν ᾗ πολλά τε ἄλλα ποιήσας καὶ τὸν Μενέλαον δὲδείξας κρείσσονα, ἐπὶ τὰ ἑξῆς τοῦ πολέμου μεταβαίνει ἐκ μικροῦ ἀρξάμενος, εἶτα ἐπὶ μέγα προβάς, ὁποία καὶ ἡ τῆς μάχης φύσις, ἥτις ὀλίγη μὲν τὰ πρῶτακορύσσεται κατὰ τὸν ποιητήν, «αὐτὰρ ἔπειτα οὐρανῷ ἐστήριξε κάρη». ὅτι δὲθαυμαστὸν τὸ πλάσμα, καὶ ὁ ποιητὴς ἐν τοῖς ἑξῆς ἐπισημαίνεται θέσκελον ἔργονλέγων τοῦτο· ποῖον δήποτε; τὸ ἀφέντας τὸν πολύδακρυν πόλεμον καθῆσθαισιγῇ ἀσπίσι κεκλιμένους, παραπεπηγέναι δὲ τὰ μακρὰ ἔγχεα, Ἀλέξανδρον δὲκαὶ Μενέλαον μόνους μάχεσθαι. ὅτι δὲ ἄρτυμα ποιήσεως Ὁμηρικῆς καὶ τὰ τῶνμονομαχιῶν ἐπεισόδια, ἐν τοῖς ἐφεξῆς δηλωθήσεται. νῦν μὲν γὰρ οἱ τοῦ Τρωϊκοῦ πολέμου πρωταίτιοι μονομαχοῦσιν, ἐν δὲ τοῖς ἑξῆς που ἕτεροί τινεςἀριστεῖς, Γλαῦκος οὗτοι καὶ Διομήδης, οὐκ ἐκ προκλήσεως κατὰ τούτους, ἀλλὰ κατὰ τὸ παρατυχόν. εἶτα ἑτέρωθι τοιαύτης ἔσονται μάχης οἱ ἄριστοιἝκτωρ καὶ Αἴας ἐξ ἑτεροίου προκαλέσματος. τὸ δ' ἐξ ἀνάγκης μονομάχηματοῦ Ἕκτορος καὶ τοῦ πάντων ἀρίστου Ἀχιλλέως ἄλλος τόπος δηλώσει, μέγα ὂν καὶ πάνυ τι ἐναγώνιον. εἰ δὲ ὁ γέρων ῥήτωρ Νέστωρ μονομαχίαν οἰκείανἐκθήσεται, δοτέον καὶ αὐτὸ τῇ καθ' Ὅμηρον γραφικῇ ποικιλίᾳ πολυειδῶςἱστοροῦντα τὰ μονομαχικά. (ῃ. 78) Σημείωσαι δέ, ὅτι παρ' Ὁμήρῳ μὲν ἱδρύωτὸ κάθημαι ἀπὸ τοῦ ἕδω, παρὰ δὲ τοῖς Ἀττικοῖς ὕστερον ἱερὰ ἡ λέξις. ἱδρύεται γὰρ ναὸς καὶ ἱδρύεται ἄγαλμα ἐν ναῷ καὶ τὸ ἀφίδρυμα δὲ παρ' ἐκείνοις ἐντεῦθεν ἐλέγετο. (ῃ. 79 ς.) Ὅτι τῷ Ἕκτορι ἐς μέσον ἐλθόντι καὶ τὴν τοῦ Πάριδος γνώμην ἐθέλοντι ἐκβοῆσαι ἐπετοξάζοντο οἱ Ἀχαιοὶ καὶ οὐ μόνοντοξεύοντες ἰοῖς ἔβαλλον τιτυσκόμενοι, ἀλλὰ καὶ λάεσσιν, ὅ ἐστι λίθοις, ἀγνοοῦντες, ὃ βούλεται, διὰ τὸ οἴεσθαι ὡς ἀντὶ τοῦ ἀδελφοῦ προΐσταται αὐτὸς τῷ Μενελάῳ μαχησόμενος. Ἰστέον δέ, ὅτι τὸ «τῷ δ' ἐπετοξάζοντο καρηκομόωντες Ἀχαιοί» οἰκεῖον λέγεσθαι πρὸς πάντα πολεμούμενον ἢ βλασφημούμενον ἢ ὅλωςἀντιλεγόμενον πρός τινων. διὸ καὶ Πορφύριος ἐν τοῖς πρὸς Γαιδάλιον παρῳδήσαςἔγραψε «τῷ δ' ἐπετοξάζοντο καρηκομόωντες Στωϊκοί». [(ῃ. 80) Τοῦ δέ» τιτυσκόμενοι» πρωτότυπον τὸ τύκω, ἐξ οὗ τὸ «τετύκοντό τε δαῖτα». ὥσπερ δὲἀλύσκω ἐκ τοῦ ἀλύω, ὅθεν τὸ ἀλυσκάζω, οὕτω καὶ τύκω τύσκω πλεονασμῷ τοῦˉσ καὶ κατὰ ἀναδίπλωσιν τιτύσκω, ἀφ' οὗ τιτύσκομαι καὶ τιτυσκόμενοι, ὅ ἐστιτεύχοντες, τεχνώμενοι, καταστοχαζόμενοι. Τοῦ δέ «λάεσσιν» εὐθεῖα ὁ λᾶας, γενικὴ λάαος καὶ κατὰ κρᾶσιν λᾶος, ὡς τὸ «λᾶος ὑπαὶ ῥιπῆς», ἤγουν ὑπὸ τῆςτοῦ λίθου ὁρμῆς. ἡ πληθυντικὴ εὐθεῖα λάαες λᾶες, ὅθεν τὸ λάεσσιν, ὅ ἐστιλίθοις.] (ῃ. 82) Τὸ δέ «ἴσχεσθε Ἀργεῖοι, μὴ βάλλετε, κοῦροι Ἀχαιῶν» ἐρεῖ ἄν τις ἀταξίαν κωλύων λαοῦ. ἔστι δ' ἐν τούτοις συναγαγεῖν ἐκ τοῦ «ἐπετοξάζοντο Ἀχαιοὶ καὶ ἰοῖσι λάεσσί τε ἔβαλλον», ὅτι καὶ τοξόταις πολλοῖς ἐχρῶντοκαὶ σφενδονήταις, εἰ καὶ ὁ ποιητὴς οὐδεμίαν που ἐν αὐτοῖς ἀνδραγαθίανἐπισημαίνεται, ὅσγε καὶ τοξοτῶν ἀριστέων ὀλιγίστων τινῶν μέμνηται. [δοκεῖδὲ τὸ ἴσχεσθε κατ' ἔλλειψιν εἰρῆσθαι, ὡς δῆλον ἐκ τοῦ «οἱ δ' ἔσχοντο μάχης». τοιαύτη γὰρ σύνταξις ὀφείλεται καὶ εἰς τὸ «ἴσχεσθ' Ἀργεῖοι.»] Ἐν δέ γε τῷ «μακρὸν ἄϋσεν Ἀγαμέμνων» δηλοῖ ὁ ποιητὴς δεῖν καὶ εὔφωνον εἶναι τὸνἡγεμόνα καί, ὡς αὐτὸς ἐρεῖ «βοὴν ἀγαθόν». [(ῃ. 83) Ὅτι ἐν τῷ «στεῦται γάρτι ἔπος ἐρέειν Ἕκτωρ» τὸ στεῦται δηλοῖ μὲν τὸ ὑπισχνεῖται, ὡς πολλαχοῦφαίνεται, γίνεται δὲ ἀπὸ τοῦ στέω στεύω κατὰ τὸ χέω χεύω, ἀφ' οὗ παθητικὸνστεύεται καὶ ἐν συγκοπῇ στεῦται. στέω δὲ κυρίως τὸ ὑφίσταμαι, ὑπομένωἀσφαλῶς κίονος δίκην.] (ῃ. 84) Ὅτι φθάσας μὲν ὁ ποιητὴς τὴν Ἑλληνικὴν εὐκοσμίαν ἐνέφηνεν εἰπὼν σιγῇ αὐτοὺς ἰέναι, ἐνταῦθα δὲ τὸ εὐπειθὲς αὐτῶνὑποδηλῶν φησιν, ὅτι τοῦ βασιλέως κελεύσαντος «ἴσχεσθε», ὡς ἐρρέθη, «μὴβάλλετε», ὡς ἐροῦντός τι τοῦ Ἕκτορος, λέγει ὅτι μάχης τε ἔσχοντο, ἄνεῴ τ' ἐγένοντο, τουτέστιν ἄφωνοι, ὡς ἂν δηλαδὴ ἀκούσωσιν Ἕκτορος. τοῦτο γάρἐστιν ἐν τούτοις αἴτιον τῆς σιγῆς, ἵνα δηλονότι σιγῶντες αὐτοὶ ἑτέρων ἀκούοιεν. παρακατιὼν δὲ λέγει· «πάντες ἀκὴν ἐγένοντο σιωπῇ», τουτέστιν ἐσίγησαν. τοῦτο δὲ οὐ διὰ τὴν αὐτὴν αἰτίαν, ἀλλὰ διὰ τὸ μὴ ἐνδεδόσθαι αὐτοῖς λέγειν. εἰσὶ δὲ ὅμοια τὸ σιγῇ ἰέναι καὶ ἄνεῳ γενέσθαι καὶ ἀκὴν γενέσθαι σιωπῇ. ἔστιδὲ τὸ μὲν ἀκὴν γενέσθαι σιωπῇ τρόπου ἐτυμολογικοῦ. τὸ γὰρ σιωπᾶν καὶ τὸἀκὴν ἔχειν ὅμοια. γίνεται γὰρ ἀκήν ἀπὸ τοῦ ˉα στερητικοῦ καὶ τοῦ χαίνειν, ἀχήν, καὶ Ἰωνικῶς ἀκήν, ἵνα ᾖ ἀκὴν ἔχειν τὸ μὴ χαίνειν ὥστε λαλεῖν, ἀλλὰ σιωπᾶν. (ῃ. 84) Τὸ δέ «ἄνεῳ» οἱ μὲν ὄνομά φασιν εἶναι ὅμοιον τῷ «οἱ Μενέλεῳ». αὔωγὰρ τὸ φωνῶ, ἐξ οὗ ἄναυος, ὁ ἄφωνος, καὶ ἀποβολῇ ἄναος καὶ Ἀττικῶς ἄνεωςκαὶ πληθυντικῶς ἄνεῳ. ἕτεροι δὲ ἐπίρρημα τὸ ἄνεώ φασι μηδὲ προσγράφοντεςτὸ ˉι ἐν τῇ ληγούσῃ, ὡς εἶναι κατ' αὐτοὺς ὁμοίας συντάξεως τὸ «ἀκὴν ἐγένοντο» καὶ τὸ «ἄνεω ἐγένοντο». ποιητικὴ δὲ λέξις τὸ ἄνεῳ καὶ ἀσύμβολος εἰς λόγονπεζόν, ὥσπερ μετ' ὀλίγα καὶ τὸ πέποσθε ἐν τῷ «ἐπεὶ κακὰ πολλὰ πέποσθε», ἤτοι πεπόνησθε, κατὰ συγκοπήν. (ῃ. 97) Ὅτι λύπης φραστικὸν τὸ «μάλαγὰρ ἄλγος ἱκάνει θυμὸν ἐμόν». ἐντεῦθεν δὲ σύγκειται τὸ θυμαλγές, ὧν ἐναντίονἡ θυμηδία. (ῃ. 98 ς.) Ὅτι ὑποσχετικὸν εἰρήνης τὸ «φρονέω δὲ διακρινθήμεναιἤδη, ἐπεὶ κακὰ πολλὰ πέποσθε», ἤτοι πεπόνησθε, ὡς προείρηται. διακρινθῆναιδὲ λέγει τὸ λυθῆναι τοῦ πολέμου καὶ χωρισθῆναι. καὶ κεῖται ἡ λέξις αὕτηπολλαχοῦ παρά τε Ὁμήρῳ καὶ ἑτέροις. ἐνταῦθα οὖν φησι· «φρονέω δὲ διακριθῆναι ἤδη ἡμᾶς» καὶ μετ' ὀλίγα· «ἄλλοι δὲ διακρινθῆτε τάχιστα». ἔστι δὲ τὸ μὲν διὰτοῦ ˉν ὀρθότερον, εἰ καὶ ποιητικώτερον, ὡς καὶ τὸ κλινθῆναι καὶ τὸ ἀνάκλιντρον, τὸ δὲ δίχα τοῦ ˉν κοινότερον καὶ Ἀττικώτερον. ἐναντίον δὲ τὸ διακρίνειν πρὸςτὸ συγκρίνειν, ὅ ἐστι συγχέειν. Σημείωσαι δέ, ὅτι τὸ διακρινθεῖτε διὰ διφθόγγουἐν τοῖς ἀκριβεστέροις τῶν ἀντιγράφων φέρει τὴν παραλήγουσαν, οἷα συγκοπὲνἀπὸ εὐκτικοῦ τοῦ διακρινθείημεν, ἵνα τὸ ἀκόλουθον τῆς συγκοπῆς εἴη τοιοῦτον· διακρινθεῖμεν διακρινθεῖτε διακρινθεῖεν, καὶ μυρία ταύτης τὰ παραδείγματα. (ῃ. 100) Ὅτι τὴν μὲν ὑπὸ τοῦ Πάριδος ἁρπαγὴν τῆς Ἑλένης ἀρχὴν ὁ Μενέλαος λέγει, τοῦ πολέμου δηλαδή. τὴν δὲ αὐτοῦ ἐπεξέλευσιν ἔριν καλεῖ, εἰπών·» εἵνεκ' ἐμῆς ἔριδος καὶ Ἀλεξάνδρου ἕνεκ' ἀρχῆς», διὰ τὸ τὴν ἔριν ἀληθῶςἐπεξελευστικὴν εἶναι πρός τι κατάρξαν. πρωθύστερον δὲ τὸ σχῆμα τοῦ λόγου, ἤγουν ὑστερολογία. πρῶτον γὰρ ἡ τοῦ Ἀλεξάνδρου ἀρχή, εἶτα ἡ τοῦ Μενελάουἔρις. δευτερεύει γὰρ ἀεὶ, ὥσπερ ὁ παρ' Ἡσιόδῳ ζῆλος, οὕτω καὶ ἡ ἔρις γινομένηδιά τι προκατάρχον. ὅρα δέ, ὡς ἐν ἑνὶ στίχῳ καὶ ἕνεκα ἔφη κοινῶς καὶ εἵνεκαποιητικῶς, καθ' ὁμοιότητα τοῦ εἰνάνυχες καὶ εἴνατος καὶ εἰρωτῶ καὶ εἰῶ καὶτῶν ὁμοίων. (ῃ. 103– 10) Ὅτι Τρῶες μέν, οἷς ὁ κίνδυνος περὶ γῆς ἦν καὶ τοῦζῆν, ἄρνε δύο φέρουσιν, ἕτερον μὲν λευκὸν, ἑτέραν δὲ μέλαιναν εἰς θυσίαν ἐν τῇκατὰ τὴν μονομαχίαν ὁρκωμοσίᾳ, Γῇ τε καὶ Ἡλίῳ, τῷ μὲν τὸν λευκόν, τῇ δὲτὴν μέλαιναν, οὐ μόνον κατὰ ὁμοιότητα χρώματος, ἀλλὰ καὶ ἐνεργείας· ἄρρεν μὲνγὰρ θύεται Ἡλίῳ ὡς οἷον ἀνδρί. ἐν ἑτέρῳ γὰρ γεννᾷ, ἤγουν ἐν τῇ Γῇ, ὡς οἷαγυναικί. θῆλυ δὲ τῇ Γῇ ὡς οἷα μητρὶ τῶν ἐξ αὐτῆς καὶ Ἡλίου. Ἕλληνες δὲ τῷΔιῒ θύουσιν ἕνα τὴν χρόαν οὐ δηλοῦντος τοῦ ποιητοῦ. οὐ γὰρ οὕτως ἐναργὲς τὸτοῦ Διὸς χρῶμα, ὡς τὸ τοῦ Ἡλίου καὶ τῆς Γῆς. Ξενίῳ δὲ ἴσως Διῒ θύουσιν, ὡςἂν ἐκπολεμωθῇ Ἀλεξάνδρῳ ἀδικήσαντι εἰς ξενίαν. ἐνδημεῖ δὲ καὶ ὁ Πρίαμοςτοῖς ὅρκοις Ἀγαμέμνονος ἀπαιτήσαντος διὰ τὸ τῶν παίδων ὑπερφίαλον καὶἄπιστον. (ῃ. 109 ς.) Ἔνθα καὶ γνωματεύει ὁ βασιλεὺς οὕτως· «αἰεὶ δ' ὁπλοτέρων ἀνδρῶν φρένες ἠερέθονται», ὅ ἐστιν ἐκκρεμεῖς ὡς ἐν ἀέρι καὶ ἐλαφραὶ καὶ εὐσάλευτοι καὶ ἀβέβαιοί εἰσιν αἱ τῶν νέων φρένες καὶ οὐκ ἔμπεδοι καὶπαγίως βέβαιοι καὶ ἀσφαλεῖς· «οἷς δέ», φησίν, «ὁ γέρων μετέῃσιν», ἤγουνσύνεστιν, «ἅμα πρόσω καὶ ὀπίσω λεύσσει», ὅ ἐστιν ὁρᾷ, «ὅπως ὄχ' ἄριστα μετ' ἀμφοτέροισι γένηται». (ῃ. 109) Ἔστι δὲ πρόσω μὲν τὰ πρὸ ὀφθαλμῶν καὶ ἤδηγενόμενα καὶ τὰ παρόντα δὲ καὶ οἷον ἐν ποσίν, ὀπίσω δὲ τὰ ἐσόμενα καὶ μήπωμὲν ἐλθόντα, ὄντα δὲ ἐν τῷ μέλλειν. λέγει οὖν, ὅτι ὁ γέρων ἅμα καὶ οἷονἀχρόνως διὰ πολυπειρίαν ὁρᾷ πάντα τά τε νῦν καὶ τὰ παρεληλυθότα καὶ τὰμέλλοντα καὶ ἐκ τῶν παρελθόντων στοχάζεται, οἷα ἔσται καὶ τὰ μετὰ ταῦτα, καὶκατὰ τὴν τραγῳδίαν ὡς «ἔννους τὰ καινὰ τοῖς πάλαι τεκμαιρόμενος», οὕτωφυλάσσεται. ὁ δὲ νέος μόνων γίνεται τῶν ἐν ποσίν, ὥσπερ καὶ ἐνταῦθα ὁ Πρίαμος μὲν πολλοὺς εἰδὼς ἐξ ἐπιορκίας βλαβῆναι φθάσαντας φυλάξηται ἄν, ὡς εἰκός, (ῃ. 107) οἱ δὲ παῖδες μηδὲν προορώμενοι κακόν, οἷα τοῦ παρόντοςμόνου γενόμενοι, δηλήσωνται ἂν ὑπερβασίᾳ τοὺς ὅρκους, ἤτοι βλάψωσιν, ὡςἀπὸ τοῦ δηλῶ δηλήσω, ἐξ οὗ καὶ τὸ δηλητήριον. Δῆλον δέ, ὅτι τε δήλησις, ἤγουνβλάβη, ὅρκων οὐδὲν ἄλλο ἢ ἡ παράβασις αὐτῶν καὶ ὅτι τὸ ἅμα ὁρᾶν πρόσω καὶὀπίσω συμβολικῶς εἴρηται, καθὰ καὶ προγέγραπται ἐν τῇ αʹ ῥαψῳδίᾳ, ὡς ἐκμεταφορᾶς ζῴων, ἃ τοὺς τραχήλους ῥᾳδίως λυγίζουσιν, ὡς ἔχειν βλέπειν καὶ τὰἔμπροσθεν καὶ τὰ κατόπιν. ὁ δὲ τοιοῦτος νοῦς καὶ τὸν Ἄργον, ὡς ἑκάστῃ πείρᾳὀμματούμενον, πολυόμματον μυθολογεῖ, ἵνα μηδὲν αὐτὸν λανθάνῃ. καὶ τοῦτομᾶλλόν ἐστιν, ἐξ οὗ οἱ γέροντες λέγονται ἅμα ὁρᾶν τά τε πρόσθεν καὶ τὰὄπισθεν, τὸ ἑκατέρωθεν δηλαδὴ τρόπον τινὰ ὠμματῶσθαι αὐτούς, ὡς διὰ τοῦτοἅμα πάντα βλέπειν. τὰ γὰρ ὑγροτράχηλα καὶ εὐλύγιστα τὴν δειρὴν ζῷα, εἰ καὶἔμπροσθεν καὶ ὄπισθεν βλέπουσιν, ἀλλ' οὐχὶ καὶ ἅμα τοῦτο ποιοῦσιν. ἐντούτοις δὲ σημειωτέον καί, ὅτι αἱ πεῖραι ὄμμασιν ἐοίκασιν. (ῃ. 105) Ἰστέον δέ, ὅτι κεῖται καὶ ἐνταῦθα ὅρκια τάμνειν, τὸ διὰ θυσιῶν ὀμνύειν, καὶ ὅτι ὕβριςἐπιόρκων τὸ «ἐπεί οἱ παῖδες ὑπερφίαλοι καὶ ἄπιστοι» καὶ οἷοι ἐν ὑπερβασίᾳθεοῦ ὅρκους δηλήσεσθαι. (ῃ. 103) Ὅρα δὲ καί, ὅτι ἐν τῷ περὶ τῶν δύο ἀρνῶνλόγῳ οὐκ ἤλλαξε τὸ ἕτερος, οἷα ἐπὶ δύο τινῶν εἰωθὸς λέγεσθαι. διὸ εἰπὼνἕτερον λευκὸν, ἑτέρην δὲ μέλαιναν, ἐπὶ τοῦ τρίτου τὸ ἄλλος ἔθηκεν, [εἰς ὃγράφει ὁ παλαιὸς οὕτω· τὸ ἄλλον ἐπὶ τοῦ τρίτου εἶπεν, ἐπὶ δὲ δυοῖν τὸ ἕτεροντῷ ἑτέρῳ ἀντιδιέσταλκεν Ἑλληνικῶς.] (ῃ. 106) Ὑπερφιάλους δὲ λέγει παῖδας Πριάμου ἀπὸ ἑνὸς τοῦ Ἀλεξάνδρου συναγαγὼν τὸ σκῶμμα. τοιοῦτοςγὰρ ἀληθῶς ἐκεῖνος. οὕτω δὲ καὶ Ἀλέξανδρος τὴν Ἀχαιΐδα καλλιγύναικά φησιν ἐκ μιᾶς τῆς Ἑλένης λαβὼν τὸν ἔπαινον. τὸ δὲ ὅμοιον καὶ ἐν πολλοῖςἄλλοις Ὅμηρος ποιεῖ. ὑπερφίαλοι δὲ νῦν οἱ παρασπονδηταί, οἱ ὑπὲρ τὴνἱερὰν φιάλην ποιοῦντες καὶ διὰ τοῦτο κατὰ τὸν ποιητὴν εἰπεῖν ἄπιστοι. ὅτι δὲ καὶ ἄλλο τι σημαίνει ἡ λέξις, ἀλλαχοῦ τε φανήσεται καὶ ἐν Ὀδυσσείᾳ δὲεἴρηται. ἰστέον δέ, ὅτι οὐκ ἔστιν ἁπλῶς ὑπερφιάλους τοὺς παρασπονδοῦνταςεἰπεῖν, εἰ μὴ καὶ τὸ ἄπιστοι πρόσκειται. (ῃ. 107) Τὸ δέ «ὑπερβασίᾳ» διὰσαφήνειαν τέθειται· ὁρκίων γὰρ βλάβη ἡ ὑπερβασία, ἣν καὶ παραιβασίαν ἕτεροίφασιν. ἔστι δὲ κυρίως ὑπερβασία τὸ ὑπερβαίνειν τοὺς τεταγμένους ὅρους τῆςγῆς καὶ οἷον ὑπὲρ τὰ ἐσκαμμένα ὅρια πηδᾶν, καταχρηστικῶς δὲ καὶ ἐπὶἀδικίας ἡ λέξις τίθεται [καὶ ἐπὶ τῆς ἁπλῶς δὲ κακίας, ὡς δῆλον ἐκ τοῦ «ὑπερβασίας ἀλεείνων» καὶ «ὑπερβασίαι δ' ἀλεγειναί».] (ῃ. 108) Ὁπλότεροι δὲἁπλῶς μὲν οἱ νέοι καὶ ὅπλα αἴρειν δυνάμενοι. ἐκεῖθεν δὲ καὶ ἐπὶ ψόγῳ ὑπέροπλοςκαὶ ὑπεροπλίζεσθαι τὸ καταθρασύνεσθαι. Ἠερέθεσθαι δὲ κυρίως μὲν τὸ ἐνἀέρι κρέμασθαι, ἐξ οὗ καὶ ἡ αἰώρα· ἐνταῦθα δὲ ἐπὶ τοῦ ἀβεβαίως ἔχεινεἴληπται. τὰ μὲν γὰρ ἐν ἀέρι κρεμάμενα εὐμετακίνητά εἰσι, τὰ δὲ ἐν γῇ καί, ὡςεἰπεῖν, ἔμπεδα σταθερὰ καὶ βεβηκότα. ὅτι δὲ ἡ ῥηθεῖσα αἰώρα καὶ διὰ τοῦ ˉεψιλοῦ ἔχει τὴν ἄρχουσαν, ὡς δηλοῖ οὐ μόνον τὸ «πλεκταῖς ἐώραις ἐμπεπλεγμένην», ἀλλὰ καὶ τὸ μετέωρος, ἕτεροι ἐπαγωνιζέσθωσαν. ὅτι δὲ καὶ κύριόν ἐστινὄνομα ἡ Αἰώρα γυναικὸς ἀπαγξαμένης καὶ διὰ τί ἀπαγξαμένης, τὸ τοῦ Παυσανίου δηλοῖ Λεξικόν. (ῃ. 103) Ἐν δὲ τοῖς ῥηθεῖσι κειμένου καὶ τοῦ οἴσετεῥήματος, οἷον «οἴσετε δ' ἄρνε» καὶ ἑξῆς, σημείωσαι, ὅτι οὐδὲ τοῦ φέρω μέλλωνἐστίν, ὡς παρατετήρηται τοῖς παλαιοῖς, οὐδὲ τοῦ οἴσω, ὅ ἐστι κομίσω, εὕρηταιἐνεστώς. διό φησιν «ἄρνας φέρειν» καὶ «οἴσετε ἄρνε». καὶ ὅτι ἀλλήλαιςἰσοδυναμοῦσιν αἱ λέξεις αὗται. διὸ καὶ τὸ συμφέρον καὶ τὸ συνοῖσον ἐπὶ τοῦαὐτοῦ σημαινομένου τίθενται. καὶ ὅτι τὸ «οἴσετε ἄρνε, λευκὸν καὶ μέλαιναν, Γῇ τε καὶ Ἡλίῳ» δοκεῖ μὲν εὐκρινές, ὡς δηλοῦν, οἷον μὲν ἄρνα οἰστέον Ἡλίῳ, οἵαν δὲ τῇ Γῇ, ἄλλως δὲ σύγχυσιν ποιεῖ καὶ συνεστραμμένον τι σχῆμά ἐστι καὶπερινενοημένον, ὡς οἷα περιοδικόν, χιαστόν, τετράκωλον. τὸ μὲν γὰρ κατὰφύσιν καὶ σαφέστατον τοιοῦτόν ἐστιν «οἴσετε ἄρνε, λευκὸν Ἡλίῳ καὶ μέλαιναντῇ Γῇ», ἵνα παρέκειτο τῷ Ἡλίῳ μὲν τὸ οἰκεῖον, τῇ Γῇ δὲ πάλιν τὸ ἑαυτῆς, κατάτινα γραμμικὴν εὐθυωρίαν. κατὰ δεύτερον μέντοι λόγον εἶχεν ἂν σαφήνειανφυσικήν, εἰ μετὰ τὸν λευκὸν καὶ τὴν μέλαιναν ἔκειτο τὸ Ἡλίῳ καὶ τὸ Γῇ, οἷον·» οἴσετε ἄρνε δύο, λευκὸν καὶ μέλαιναν, Ἡλίῳ καὶ Γῇ», ἵνα ἀποδεδομένων πρὸςτὰ πρῶτα δύο εὐτάκτως τῶν δευτέρων δύο ὑπετάσσετο ὡς ἐν τετραγώνῳκαταγραφῇ τῷ λευκῷ μὲν Ἥλιος, τῇ μελαίνῃ δὲ ἡ Γῆ, οἷον οὕτως. Νῦν δὲ τὸ εἰπεῖν ἕτερον λευκόν, ἑτέρην δὲ μέλαιναν, Γῇ τε καὶ Ἡλίῳ, ἐπὶπλέον συγχέει τὸν λόγον διὰ τὸ χιάζειν τὸν ἐκτεθέντα τετραγωνισμόν. κατὰφύσιν γὰρ νῦν τοῦτο ζητεῖται, ἵνα τὸ μὲν λευκὸν διὰ γραμμῆς τινος προσαρμόσῃτῷ ἐκ διαμέτρου κειμένῳ Ἡλίῳ, τὸ δὲ μέλαν ὁμοίως τῇ Γῇ, οἷον οὕτως. Καὶ οὕτω μὲν ὁ λόγος περινενόηται καὶ οἷον συνέστραπται τῷ σχηματισμῷκαὶ συγκέχυται μιμησαμένου τοῦ ποιητοῦ συγκεχυμένον ἄνθρωπον καὶ μὴἐνευκαιροῦντα φυσικῇ ὀνομάτων τάξει. τοιοῦτον δὲ καὶ ἐν τοῖς ἑξῆς τὸ «οἰμωγὴκαὶ εὐχωλὴ ἀνδρῶν ὀλλύντων καὶ ὀλλυμένων». δύναται δὲ ὁμοίῳ ζήλῳ μὴκατὰ λέξεις μόνας γοργότερον, ἀλλὰ καὶ πλατύτερον κατὰ λόγους τοιαῦτά τιςσχηματίσαι· οἷον Ἀχιλλεὺς μὲν ᾑρέθη πολέμαρχος, οἱ βασιλεῖς δὲ περὶ τὸν σταθμον ἔμενον, ἵνα οἱ μὲν στενοχωρῶσι τοὺς Τρῶας, ὁ δὲ τὰ πέριξ ληΐζηται. τὸ δὲ τοιοῦτον σχῆμα καὶ ἐπὶ πλειόνων συζυγιῶν νοημάτων μεθοδευθήσεταικατὰ τὴν τοῦ γράφοντος ἰσχύν. ἔστι δὲ τοῦτο καὶ περιβλητικὸν διὰ τὴν τῶννοημάτων μετάστασιν. ἔχει δέ τι καὶ σαφηνείας τὸ τῇ μελαίνῃ εὐθὺς συντάξαιτὸ κατὰ φύσιν οἰκεῖον, ἤγουν τὴν Γῆν, ὡς καὶ τῇ εὐχωλῇ, τουτέστι τῷ καυχήματι, τοὺς ὀλλύντας, καὶ τοῖς βασιλεῦσι τὸ ἐν Τροίᾳ μένειν. κατὰ φύσινμὲν γὰρ ἐνταῦθα καὶ εὔτακτον καὶ σαφὲς ἡ τῶν μέσων ἕνωσις, ἀνάπαλιν δὲ ἡ τῶνἄκρων διάστασις, ὡς ἐν τοιαύτῃ καταγραφῇ, δι' ἧς τὸ προκείμενον σαφηνισθήσεται. (ῃ. 111– 5) Ὅτι ἐπαινετικὸν εἰρήνης τὸ «οἳ δ' ἐχάρησαν ἐλπόμενοι παύσεσθαιὀϊζυροῦ πολέμοιο». ἀφοπλισμοῦ δὲ τοῦ ἐπὶ μονομαχίᾳ φραστικὸν τὸ «ἵππουςμὲν ἔρυξαν ἐπὶ στίχας, τεύχεά τ' ἐξεδύοντο· τὰ μὲν κατέθεντ' ἐπὶ γαίῃ πλησίονἀλλήλων, ὀλίγη δ' ἦν ἀμφὶς ἄρουρα», [ἥτις μεταίχμιόν ἐστιν, ὡς καὶ ἀλλαχοῦδηλοῦται. ὅρα δὲ ὅτι ἄρουραν ἔφη καὶ νῦν οὐ λόγῳ μέτρου τινὸς κατὰ τὸ ἄκαινακαὶ πλέθρον καὶ τὰ τοιαῦτα, περὶ ὧν ἑτέρωθι δεδήλωται, ἀλλὰ τὴν ἁπλῶςπεφυκυῖαν ἀροῦσθαι γῆν.] (ῃ. 121) Ὅτι τὴν Ἶριν ὁ μὲν μῦθος δαίμονα χρυσόπτερον βούλεται εἶναι εἴρουσαν, ὅ ἐστιν ἀγγέλλουσαν τὰ τῶν θεῶν, ὡς δηλοῖ τρόπῳἐτυμολογίας καὶ τὸ «Ἶρις ἀγγελέουσα» καὶ τὸ «Ἶρις δ' Ἑλένῃ ἄγγελοςἦλθε». διὸ καὶ ἀπὸ τοῦ τοιούτου εἴρω παράγεται, ὡς καὶ ὁ Ἑρμῆς καὶ Ἶρος ὁ Ἰθακήσιος, ὃς οὕτω ἐκλήθη, ὥς φησιν Ὅμηρος, διὰ τὸ εἴρειν, ὅ ἐστιν ἀπαγγέλλειν, ὅπου ἄν τις ἀνώγοι. τινὲς δὲ αὐτῆς καὶ Ζεφύρου γενεαλογοῦσι τὸνἜρωτα. καὶ ταῦτα μὲν πρὸς μῦθον. ἡ δὲ πρὸς φύσιν ἀλληγορία εἰς τὸ κατὰτὸν ἀέρα γινόμενον φάντασμα τοῦ λεγομένου τόξου μεταλαμβάνει τὴν Ἶριν τὴνλαμπρόχρουν καὶ αὐτήν, ὁμοίως ἀπὸ τοῦ εἴρειν· ἀγγέλλει γάρ τι μέλλον ἐνὑετῷ, διὸ καὶ Διός, ἤτοι ἀέρος, ἐκείνη ἄγγελος λέγεται. ἡ δέ γε κοινοτέρα τοῦμύθου θεραπεία εἰς φήμην καὶ νῦν ἐκλαμβάνεται αὐτήν, ὡς καὶ ἐν τῷ Καταλόγῳ, ἀπὸ τῆς αὐτῆς ἐτυμολογίας, ἥτις φήμη καὶ τὴν Ἑλένην ἐνταῦθα ἐξάγει πρὸςθέαν μονομαχίας, πορθμευθεῖσα διὰ τῆς τοῦ Πριάμου θυγατρὸς Λαοδίκης, ὡςεἰκός, ἐπεισόδιον ἐσομένην Ὁμήρῳ εἰς ἱστοριῶν χορηγίαν εὔκαιρον. πολλαὶγοῦν ἱστορίαι διὰ τῆς Ἑλένης ἐν τοῖς ἑξῆς παρεισοδιασθήσονται κατὰ τὴνὉμηρικὴν μέθοδον. [Ἰστέον δέ, ὡς Ἶρις μὲν ἡ κατὰ μῦθον καὶ ἡ περὶ τὰ ἔνυδρανέφη βαρυτονεῖται, ἰρίς δέ, μυρεψικὸν εἶδος, κατὰ παλαιὰν παράδοσιν ὀξύνεταιπρὸς διαστολήν. ταύτην δὲ ἴρινον μῦρον οἱ ῥήτορες ἔγραψαν. γραφικὴ δὲ αὐτῆςἀναλογία κατὰ τὸ κίρις, εἶδος ὀρνέου, Σίρις, πόλις Ἰταλική, ξίρις, φυτὸνἀρωματικόν, καλάσιρις, λινοῦς χιτὼν ἱερατικός, Ὄσιρις, Αἰγυπτιστὶ ὁ Διόνυσος.] (ῃ. 124) Ὅτι ἡ τῆς Ἑλένης γάλως Λαοδίκη Πριάμου θυγατρῶν εἶδος ἀρίστη λέγεται, τῶν ὑπὸ γάμῳ δηλαδή, ὡς τῶν γε ἔτι παρθένων ἀρίστηἀλλαχοῦ ἡ Κασάνδρα ἱστορηθήσεται. (ῃ. 122) Ἰστέον δέ, ὅτι τὸ συγγενικὸνθηλυκὸν τοῦ δαήρ, ὃ δηλοῖ τὸν ἀνδράδελφον, οὐ δάειρα ἀναλόγως, ἀλλὰ γάλωςἑτερωνύμως προφέρεται, ὡς ἀλλαχοῦ δηλοῦται σαφέστερον. δεῖ δὲ τὸ τοιοῦτονὄνομα βαρύνειν, ἐπειδὴ τὰ εἰς ˉωˉς θηλυκὰ ὑπὲρ μίαν συλλαβὴν βραχείᾳ παραληγόμενα βαρύνεται, ἅλως, Κέως, ἕως, οὕτω καὶ γάλως, καθὰ καὶ Τρύφωνφησὶν ἐν τῷ Περὶ ἀρχαίας ἀναγνώσεως. τοῦ δὲ γάλως ἡ δοτικὴ γάλῳ, καὶπλεονασμῷ τοῦ ˉο γαλόῳ, οἷον «εἰδομένη γαλόῳ, Ἀντηνορίδαο δάμαρτι». τοιοῦτόν τι ἔπαθε καὶ ἡ τοῦ Ἄθω γενικὴ ἐν τῷ «ἐξ Ἀθόω δὲ ἐπὶ πόντον ἐδύσετο». ὅτι δὲ καὶ διφορεῖται ἡ τοιαύτη εὐθεῖα, γάλως τε δισυλλάβωςλεγομένη καὶ γαλόως ἐν τρισὶ συλλαβαῖς, πολλοῖς εἴρηται. Ὅρα δὲ καί, ὅτισαφῶς ἑρμηνεύων ὁ ποιητὴς γάλων τὴν ἀνδραδέλφην λέγεσθαι ἱστορεῖ, ὡς ἡτῇ Ἑλένῃ γάλως Λαοδίκη νύμφην καλεῖ τὴν Ἑλένην τῷ λόγῳ τῶν πρός τι. ἡ γάλως τε γὰρ νύμφης ἐστὶ γάλως καὶ ἡ νύμφη γαλόῳ ἐστὶ νύμφη. κείσεται δὲμνεία τῆς λέξεως ταύτης καὶ ἐν τοῖς ἑξῆς. Ἔστι δὲ ἡ τῆς Λαοδίκης προσφώνησις πρὸς τὴν Ἑλένην αὕτη· «δεῦρ' ἴθι, νύμφα φίλη» καὶ ἑξῆς. (ῃ. 124) Τὸ δέ «θυγατρῶν» οὐχ' ἕλκεται εἰς λόγον πεζόν, ὡς οὐδὲ τὸ πατρῶν, οἷον «ἐξέτι πατρῶν». (ῃ. 122 ς.) Ἰστέον δέ, ὅτι ἐν τῷ «εἰδομένη γαλόῳ, Ἀντηνορίδαο δάμαρτι» ἐπιστομίζων τοὺς σκωπτικοὺς ὁ ποιητής, ἵνα μήτις [ἴσως περιελὼντὴν ἀναγκαίαν στιγμὴν ἐκ τοῦ γαλόῳ καὶ κατὰ συνέχειαν ἀναγνοὺς] διαβαλεῖτὴν συνθήκην τῆς γαλόῳ μετὰ τοῦ Ἀντηνορίδου καὶ ἐρεῖ παίζων τὴν Λαοδίκηνγάλων τοῦ Ἀντηνορίδου, ἐπιφέρει «τὴν Ἀντηνορίδης εἶχε κρείων Ἑλικάων»– πόλις δὲ αἱ Ἑλίκαι–. ἴσως δὲ καὶ ἵνα σεμνύνῃ τὸν τῆς Λαοδίκης ἄνδρα, ἐπανέλαβεν αὐτόν, ὡς πολλαχοῦ ποιεῖν εἴθισται. Ἑλίκαι δὲ αὗται πόλις Τρωϊκή, ἀλλαχοῦ δὲ Ἑλίκη πόλις Ἑλληνίς, ὡς δηλοῖ καὶ τὸ «εἰς Ἑλίκην και Αἰγάς». ζητητέον δὲ καὶ τὰ ἐν τῷ Καταλόγῳ περὶ Ἑλίκης. (ῃ. 125– 8) Ὅτιεἰπόντος Ὁμήρου, ὡς τὴν Ἑλένην εὗρεν ἡ Λαοδίκη «ἐν μεγάρῳ, ἣ δὲ μέγαν ἱστὸν ὕφαινε δίπλακα μαρμαρέην, πολέας δ' ἐνέπασσεν ἀέθλους» Τρώων τε καὶἈχαιῶν, «οὓς ἕθεν», ἤγουν αὐτῆς, «εἵνεκ' ἔπασχον ὑπ' Ἄρηος παλαμάων», ἤγουν ὑπὸ πολέμου, ἀστείως ἐπεσημήναντό τινες τὸν πέπλον τοῦτον ἀξιόλογονἀρχέτυπον εἶναι τῆς Ὁμήρου ποιήσεως. ἃ γὰρ ἐκείνη ἐνεποίκιλλεν ὁσημέραιτῷ πέπλῳ, ταῦτα δέλτῳ ἐντίθησιν Ὅμηρος καὶ ποιεῖ τὴν βίβλον ταύτην ὥσπερἙλένης ἄλλον ἱστόν. διὸ καὶ φιλεῖ τὴν Ἑλένην ὁ ποιητὴς καὶ διατιθέμενος ὑπεραπολογεῖται, εἰς ὅσον ἔξεστι. Σημείωσαι δὲ καὶ ἐνταῦθα τὸ τῆς Ἑλένηςφιλοπευστικὸν καὶ εὐμαθές. δῆλον γάρ, ὅτι πυνθανομένη καὶ σημειουμένη τὰςὡς ἑκάστοτε πάθας τῶν δι' αὐτὴν μαχομένων ἐζωγράφει αὐτάς, ἐν οἷς ὕφαινεν, Ἰλιάδα τινὰ τεχνωμένη χειρότευκτον. ἐπεὶ δὲ πολλοὶ οἱ ἄεθλοι, διὰ τοῦτομέγας καὶ ὁ ἱστός. εἰκὸς δὲ καὶ πλείους ἄθλους τῶν Ὁμηρικῶν αὐτῷ ἐμπεπάσθαι. Ὅμηρος μὲν γὰρ τῇ τοῦ Ἕκτορος ταφῇ τὴν Ἰλιάδα συγκατέλυσεν, Ἑλένη δεοὐκ ἐξ ἀνάγκης οὕτω, ἀλλὰ καὶ ἐπὶ τὰ ἑξῆς προέβη ἄν, ὡς εἰκός, τῷ ὑφάσματι. (ῃ. 141 ς.) Ὅρα δέ, ὡς καὶ οὕτω ποικίλλειν εἰδυῖα Ἑλένη, ὅμως ἐκ θαλάμου εἰς τὸν πύργον ἐξιοῦσα διὰ σωφροσύνην ἀργενναῖς, ἤγουν λευκαῖς, ἀφελῶς ὀθόναιςκαλύπτεται οὐδέν τι ποικίλον ἀμπεχομένη, ἀλλὰ καὶ ὁρμᾶται ἐκ θαλάμου» τέρεν κατὰ δάκρυ χέουσα». ἐν οἷς ἀργεννὸν μὲν τὸ λευκόν, ἐκ τοῦ ἀργός, ὁμοίως τῷ φάος φαεννόν, Ἔρεβος ἐρεβεννόν. Ὀθόνη δέ, ἧς ὀθόμεθα, τουτέστιν ἐπιστρεφόμεθα διὰ τὴν ἄγαν λεπτότητα, ἢ ἡ εὐκίνητος, παρὰ τὸ ὄθεσθαι, τὸκινεῖσθαι. τέρεν δὲ δάκρυ τὸ ἐκ τειρομένης ψυχῆς. (ῃ. 126) Ἰστέον δὲ καί, ὅτι ἐν τῷ «δίπλακα μαρμαρέην» λείπει τὸ ἱστουργίαν ἢ ὑφήν ἤ τι τοιοῦτον. τινὲς δὲ τὸ χλαῖναν λείπειν φασὶ νοοῦντες δίπλακα τὴν μεγάλην, ἣν ἔστι διπλῆνἀμφιέσασθαι. καὶ μὴν οὐ ταὐτὸν χλαῖνα καὶ ἱστός, ἀλλὰ ἴσως γενικὸν μέν ἐστινἢ ὅλον ὁ ἱστός, εἶδος δὲ ἢ μέρος ἡ δίπλαξ, ἥν, ἰδιωτικῶς εἰπεῖν, δίμιτον νοοῦσίτινες. μᾶλλον δὲ ὁ μὲν ἱστὸς τὸ ἐργαλεῖον δηλοῖ, δίπλαξ δέ ἐστιν ἡ ἱστουργουμένη, ὡς ἐρρέθη, ὑφή, ἵνα λέγῃ, ὅτι περὶ μέγαν ἱστὸν μεγάλην δίπλακα ὕφαινε. Μαρμαρέη δὲ ἡ λάμπουσα ἐκ τοῦ μαρμαίρω, ἐξ οὗ ὁ μάρμαρος λίθος, οὗ κτητικὸνμαρμάρειος, θηλυκὸν μαρμαρεία καὶ Ἰωνικῶς καὶ Ἀττικῶς μαρμαρέη. ἐν δὲ ταῖς Ἀριστάρχου, φασί, καὶ Ζηνοδότου καὶ Ἀριστοφάνους Ἐκδόσεσι «δίπλακαπορφυρέην» γράφεται. καὶ νύμφαι γάρ, φασί, φάρεα ὑφαίνουσιν ἁλιπόρφυρα. ἔστι δὲ καὶ θαλάσσης γαληνιώσης ἐπίθετον ἡ μαρμαρέη. ἐκ δὲ τοῦ ἐνέπασσεν ἡγαμικὴ παστὰς γίνεται. αὐτὸ δὲ γίνεται παραγώγως ἐκ τοῦ πῶ, τὸ κτῶμαι. ἀξιόκτητα γὰρ τὰ οὕτω ποικιλτά. ἐκ δὲ τοῦ τοιούτου πάσσειν καὶ ὁ τοῖςἄνθεσι κατάπαστος νικητής. ἔοικε δὲ ἡ λέξις καθ' ὁμοιότητα εἰρῆσθαι τοῦ ἑτέρουπάσσειν, οἷον «πάσσε δ' ἁλὸς θείοιο», ἀφ' οὗ καὶ τὸ ἁλίπαστον. Σημείωσαι δὲκαί, ὅτι παρὰ τῷ ποιητῇ οὐ μόνον πρόσωπα ἡρωϊκὰ γυναικῶν, ἀλλὰ καί τινατῶν θειοτέρων ἱστουργεῖ, ὡς δηλοῖ καὶ ἡ Ὀδύσσεια, καὶ ὅτι τὸ πένθος οὔτε τῇ Πηνελόπῃ ἐν Ὀδυσσείᾳ οὔτε ἐνταῦθα τῇ Ἑλένῃ ᾄδειν ἐπιτρέπει ἐν τῷ ἱστουργεῖν. Κίρκη δὲ καὶ Καλυψὼ ὑφαίνουσαι ᾄδουσιν, ἀπαθεῖς αὐταὶ οὖσαι κακῶν. τὸ δέ «ἀέθλους» καὶ ἑξῆς ὑπολαλεῖ ἔπαθλον μὲν τοῦ Τρωϊκοῦ πολέμου τὴν Ἑλένηνκεῖσθαι, ἀνταγωνιστὴν δέ τινα τοῖς ἀεθλεύουσιν εἶναι τὸν παλαμναῖον Ἄρην. (ῃ. 128) τοιοῦτον γάρ τι ἐμφαίνει τὸ «ὑπ' Ἄρεος παλαμάων». (ῃ. 130– 8) Ὅτι ἐν τῷ [«δεῦρ' ἴθι, νύμφα φίλη, ἵνα θέσκελα ἔργα» καὶ ἑξῆς, τὸ μὲν νύμφακαθὰ] καὶ τὸ τόλμα καὶ τήθα Ἰωνικά τινες εἶναι βούλονται. πρὸς χρείαν δὲμέτρου συσταλτικὴν τὸ νύμφα παρείληπται. Ὅτι θέσκελα δὲ ἔργα ἐνταῦθατὰ τῆς μάχης, οὐχ' ὡς θεοείκελα, ἀλλὰ θεοκέλευστα, καθὰ καὶ θέσφατα, τὰθεόφραστα. εἶεν δ' ἂν καὶ οὕτω θεῖα τὰ θέσκελα καὶ διὰ τοῦτο θαύματος ἄξια, (ῃ. 132– 5) εἴγε κατὰ τὸν ποιητήν «οἳ πρὶν ἐπ' ἀλλήλοισι φέρον πολύδακρυν Ἄρηα», νῦν κάθηνται σιγῇ, «πόλεμος δὲ πέπαυται, ἀσπίσι κεκλιμένοι, παρὰ δ' ἔγχεα μακρὰ πέπηγε». ταῦτα δὲ καὶ παράφρασίς ἐστι τοῦ «ἵππους μὲνἔρυξαν» καὶ ἑξῆς, ὡς πρὸ ὀλίγων εἴρηται. (ῃ. 136– 8) Οὕτω δὲ καὶ τὸ «αὐτὰρἈλέξανδρος καὶ ἀρηΐφιλος Μενέλαος μακρῇς ἐγχείῃσι μαχήσονται περὶ σεῖο, τῷ δέ κε νικήσαντι φίλη κεκλήσῃ ἄκοιτις» παράφρασίς ἐστι διὰ τῆς Ἴριδος, ὧνφθάσας εἶπεν ὁ Πάρις πρὸς τὸν ἀδελφὸν Ἕκτορα. ὅτι δὲ παραφραστικὸς τῶνἑαυτοῦ ὁ πλουσιολόγος ποιητής, πολλαχοῦ φαίνεται. (ῃ. 139 ς.) Ὅτι ὁ τῆςἼριδος λόγος, τουτέστιν ἡ περὶ μονομαχίας φήμη, γλυκὺν ἵμερον ἐνέβαλε τῇἙλένῃ ἀνδρός τε προτέρου καὶ ἄστεος ἠδὲ τοκήων. τοιαῦτα γὰρ ὁ ποιητὴς αὐτῆςὑπερλαλεῖ πολλαχοῦ μεταμελομένην ποιῶν. οἰκονομεῖ δὲ ὁ ποιητὴς ἐνταῦθατὴν αὐτῆς εἰς τὸ τεῖχος ἔξοδον πολλὰ ἱστορήσων, ὡς εἴρηται, δι' αὐτῆς, τὰμὲν Εὐρωπαῖα, τὰ δὲ ἐξ Ἀσίας, ὡς φανήσεται. ὃ μιμησάμενος Εὐριπίδης ποιεῖἄλλως ἐν Φοινίσσαις τὸν παρ' αὐτῷ πλαττόμενον πρεσβύτην διδάσκοντα ἐκ τοῦτείχους πολλὰ τῶν ἔξω τὴν βασιλικὴν νεάνιδα. ὅτι δὲ καὶ ἕτεραι γυναῖκεςἀνέβησαν εἰς τὸ τεῖχος κατὰ ἀρχαῖον ἔθος, τὸ ἐν τοῖς ἑξῆς δηλωθησόμενον, νῦνμὲν σιγᾷ ὁ ποιητής, προϊὼν δὲ ἐξείπῃ, ὡς ἂν εἴη καὶ νῦν πιθανὴ καὶ ἡ τῆςἙλένης καὶ ἡ τῆς δοκούσης εἰροκόμου γραὸς εἰς τὸ τεῖχος ἔλευσις. (ῃ. 144) Ὅτι ἡ ἀκολουθοῦσα ἐνταῦθα τῇ Ἑλένῃ ἀμφίπολος Αἴθρη, Πιτθῆος θυγάτηρ, ἡ Θησέως νοεῖται πρός τινων μήτηρ, συναρπαγεῖσα τῇ Ἑλένῃ. καὶ ἔστι μὲν ἀπίθανος ὁ λόγος διὰ πολλά. διδάσκει δὲ τὸ τῆς τύχης ὅμως καινοτόμον ἡἱστορία, ἐὰν ἡ βασίλισσα Αἶθρα ὡς ἐκ παρόδου εἰς δουλικὴν τύχην κατέβη. κατὰ δὲ ἑτέρους ἄλλη ἐστὶν αὕτη Αἶθρα, δούλη τῷ ὄντι. καὶ ἔστι καὶ αὐτὸπαράδειγμα Ὁμηρικῆς ὁμωνυμίας. ἡ γὰρ Αἶθρα αὕτη καὶ ὁ Πιτθεὺς οὗτοςὁμώνυμοι τοῖς εὐγενέσιν Ἑλληνικοῖς. τὴν δὲ ἑτέραν δούλην, τὴν Κλυμένην, βοῶπιν καλεῖσθαί φασιν ὑφ' Ὁμήρου οὐχ' οὕτω διὰ τὸ εὐωπόν, ὅσον ὅτι τρανέσταταἐνέβλεψε, μόνη κατανοήσασα, ὥς φασι, τὴν ἐσομένην τῆς Ἑλένης ἁρπαγήν, ὅτεἈλέξανδρος ἦλθεν εἰς Λακεδαίμονα (ῃ. 143) Ὅρα δέ, ὅτι σύνηθες ταῖς εὐγενέσιν ἀμφιπόλους ἕπεσθαι, ὅ ἐστι δουλίδας, ἐν ταῖς τοιαύταις προόδοις. ὅτιδὲ ἀμφίπολοι αἱ δουλίδες, ὡς καὶ ἐν τοῖς ἑξῆς φανεῖται, δηλοῖ καὶ Ἡρόδοτος, ἔνθα φησί· «καὶ τὰς ἐλευθέρας καὶ τὰς ἀμφιπόλους». καλοῦνται δὲ οὕτω διὰ τὸἀμφὶ τὰς δεσπότιδας πολεῖν. ἐντεῦθεν δὲ καὶ αἱ πρόσπολοι καὶ πρόπολοι. παρὰ Σοφοκλεῖ γοῦν ὁ Κρέων τὴν Ἰσμήνην πρόσπολον Οἰδίποδος εἰπὼν προϊὼν ἐτυμολογεῖ τὴν λέξιν ἐν τῷ «τὰς κόρας τάσδε ἆσσον προσπολουμένας». οἱ δὲπαλαιοί φασι καί, ὅτι πρόπολος μὲν καὶ ἐπὶ ἀρρένων, ἀμφίπολος δὲ ἀεὶ ἐπὶγυναικῶν. Σημείωσαι δέ, ὅτι Πίνδαρος δριμέως ἤτοι γλυκέως τύμβον ἀμφίπολονἔφη τὸν κύκλῳ περιπολούμενον. (ῃ. 145) Ὅτι τὸ ἱκάνω ἐκτείνει, ὡς καὶ χοῦ ἐρρέθη, Ὁμηρικῶς ἀεὶ τὸ ˉα, ὅθεν καὶ συστέλλειν ἐθέλουσί τινες, εἰ καὶ μὴεἰσακούονται, τὴν προπαραλήγουσαν τοῦ ἱκανώτατος, ὡς ἀπὸ τοῦ ἱκάνω· ἱκανὸςγὰρ ὁ ἐπὶ πᾶν ἀπαραποδίστως ἱκάνων ἤτοι ἀφικνούμενος. (ῃ. 149) Ὅτι τὰς Σκαιὰς πύλας Δαρδανίας ἐνίοτε Ὅμηρος λέγει, τὸ μὲν ἀπὸ Δαρδάνου, τὸ δὲ ἢ ἀπὸ Σκαιοῦ, οὕτω καλουμένου τεχνίτου, ἢ ὅτι δυτικαί– σκαιὰ γάρ, ἤτοιἀριστερά, τὰ δυτικά– ἢ διότι σκαιαὶ ἤτοι ἐπαρίστεροι τοῖς Τρωσὶν ἐγένοντοδεξαμένοις κατ' αὐτὰς τὸν δούρειον ἵππον. (ῃ. 146– 8) Ὅτι ῥητόρων ἴδιον τὸ ἀντὶτοῦ εἰπεῖν Ἀλέξανδρον ἢ Μενέλαον ἢ Ἀγαμέμνονα λέγειν οἱ ἀμφὶ Ἀλέξανδρονκαὶ οἱ ἀμφὶ Μενέλαον καὶ οἱ ἀμφ' Ἀγαμέμνονα καὶ τὰ ὅμοια. οὕτως οὖν καὶὍμηρος ἐνταῦθα ἀντὶ τοῦ εἰπεῖν, ὅτι ὁ Πρίαμος καὶ ὁ Πάνθοος καὶ ὁ Θυμοίτηςκαὶ ὁ Λάμπος καὶ ὁ Κλυτίος καὶ ὁ Ἱκετάων ἐκάθηντο ἐν τοῖς πύργοις, φησίν·» οἳ δ' ἀμφὶ Πρίαμον καὶ Πάνθοον» καὶ τὰ ἑξῆς. διὸ καὶ ἐπάγει· «Οὐκαλέγωντε καὶ Ἀντήνωρ», μονονουχὶ λέγων, ὅτι, ὥσπερ ὁ Ἀντήνωρ μόνος αὐτὸς ἦν ἐκεῖ καθήμενος καὶ ὁ Οὐκαλέγων, οὕτω καὶ ὁ Πρίαμος καὶ οἱ λοιποὶ ἐμόναζον, ὡς τῶν περὶ αὐτοὺς τῶν μὲν ἔξω περὶ τὴν μάχην στρεφομένων, τῶν δὲ οἰκουρούντων, ἢ καὶ ἄλλως μὴ σὺν αὐτοῖς ὄντων. καὶ σημείωσαι τὴν τοῦ σχήματοςἐν τούτοις ἀλλαγήν, ὅπως ἐκ τοῦ πληθυντικοῦ καὶ ἀσαφοῦς τοῦ «οἳ δ' ἀμφὶ Πρίαμον» καὶ ἑξῆς, εἰς τὸ ἑνικὸν καὶ σαφὲς μεταβέβηκεν, ἤγουν εἰς τὸ Οὐκαλέγων καὶ Ἀντήνωρ. εἰ δέ τις εἴποι, ὅτι περὶ τὸν Πρίαμον καὶ τὸν Θυμοίτηνκαὶ τὸν δεῖνα καὶ δεῖνα ἐκάθητο ὁ Οὐκαλέγων καὶ ὁ Ἀντήνωρ, οὐκ ἀρέσκονταλέγει τοῖς παλαιοῖς. (ῃ. 148) Σημείωσαι δὲ καί, ὅτι μόνους τὸν Οὐκαλέγοντακαὶ τὸν Ἀντήνορα πλέον ἐξαίρει τῶν λοιπῶν δημογερόντων, ἐσθλοὺς μὲν ἀγορητὰς πάντας εἰπών, αὐτοὺς δὲ καὶ ἐπὶ συνέσει σεμνύνας. φησὶ γάρ· «πεπνυμένωἄμφω». καὶ τάχα διὰ τοῦτο καὶ εἰς αὐτοὺς τὸ σχῆμα μετήλλαξε συνεξαλλοιῶναὐτοῖς καὶ τὸν τοῦ λόγου σχηματισμόν. Ὅρα δὲ καί, ὡς ἐξ ἀποφάσεως πέπλεκταικύριον ὄνομα ὁ Οὐκαλέγων, ὡς εἴ τις εἴποι ὁ μηδενὸς ἀλέγων. οὕτω δὲ καὶὈδυσσεύς που ἐξ ἀποφάσεως τὸν πλαστὸν Οὖτιν παρήγαγεν. εἰ δὲ καὶ τὸὍμηρος ἐκ τοῦ μὴ ὁρᾶν παρῆκται κατά τινας, τῆς αὐτῆς ἂν εἴη ἀγωγῆς καὶαὐτό. εἰς δὲ τὸ τὴν μετοχήν, ἤτοι τὸ ἀλέγων, μετενεχθήναι εἰς κύριον ὄνομαἔστω παράδειγμα ὁμοιότητος καὶ τὸ Εὐέλθων κύριον παρὰ Ἡροδότῳ. ὁμοίουδέ τινος τύπου καὶ ὁ Ἀνακρέων καὶ ὁ Κρέων δέ, ἴσως δὲ καὶ ὁ Μαίων καὶ ὁ Παίων, ἐξ ὧν ἔθνη οἱ Μαίονες, ὅ ἐστι Λυδοί, καὶ οἱ Παίονες. Ἰστέον δέ, ὅτι ὁ μὲνΠρίαμος παρὰ τὸ πρίασθαι τὴν κλῆσιν ἔχει, ὡς ἐν ἄλλοις δηλοῦται. (ῃ. 146) Ὁ δὲ Πάνθοος Πολυδάμαντος ἦν πατήρ, ἀνὴρ μαντικός, ὡς ἐν τοῖς μετὰ ταῦταῥηθήσεται, ὅθεν Πανθοΐδης ἐκεῖνος καὶ ἐν συναιρέσει Πανθοίδης κατὰ πατρωνυμίαν λέγεται, ὁμοίως τῷ Βοηθοΐδης Ἐτεωνεύς ἐν Ὀδυσσείᾳ, ὁ τοῦ Βοηθόου υἱός. ὁ δὲ Θυμοίτης, ὡς καὶ προεγράφη, πλεονασμὸν ἔχει τοῦ ˉι ἐκ τοῦ θυμός, ὡς ἐκ τοῦ δᾶμος, ἤτοι δῆμος, ὁ Δαμοίτης παρὰ Θεοκρίτῳ καὶ ἐκ τοῦ μένος ὁ Μενοίτιος. (ῃ. 147) Ὁ δὲ Λάμπος γίνεται μὲν ἐκ τοῦ λάμπω, ὡς ἐκ τοῦ φαίνω ἡΦαίδρα καὶ ἡ Αἶθρα ἐκ τοῦ αἴθω. ἔοικε δέ πως διώνυμος εἶναι. Λάμπος τε γὰρκαὶ Λάμπετος· τὸν γοῦν υἱὸν αὐτοῦ ἀλλαχοῦ Λαμπετίδην ἐρεῖ ὁ ποιητής. ἐκδὲ τοῦ λάμπω καὶ Λαμπετία ἐν Ὀδυσσείᾳ, θυγάτηρ Ἡλίου. ὁ δὲ Κλυτίος ὡς τρίβραχυ κύριον παροξύνεται, καθὰ καὶ τὸ Τυχίος καὶ τὸ Ὁδίος καὶ τὸ Δολίος καὶ ἄλλα πολλά, ὡς δειχθήσεται καὶ ἐν τοῖς ἐφεξῆς. τὸν δὲ Ἱκετάονα ὄζονἌρηος λέγει Ὅμηρος, ὡς καὶ τὸν Πρίαμον εὐμελίην καὶ τὸν Νέστορα ἱππότην, οὐχ' ὅτι νῦν, ἀλλ' ὅτι πάλαι ποτὲ ἦσαν τοιοῦτοι. (ῃ. 150– 2) Ὅτι τοὺς ῥηθέντας Τρωϊκοὺς δημογέροντας, οὓς καὶ Τρώων λέγει ἡγήτορας, οἳ ἄνω τοῦ πύργου τῶν Σκαιῶν ἐκάθηντο πυλῶν, ἢ θέας χάριν ἢ διὰ ἑτοιμότητα συμβουλῆς, ἀπομάχουςμέν φησι διὰ γῆρας, συμβούλους δὲ ἀγαθούς, λέγων οὕτω· δημογέροντες,» γήραϊ δὴ πολέμοιο πεπαυμένοι, ἀλλ' ἀγορηταὶ ἐσθλοί, τεττίγεσσιν ἐοικότες, οἵ τε καθ' ὕλην δενδρέῳ ἐφεζόμενοι ὄπα λειριόεσσαν ἱεῖσιν», ὅ ἐστι φωνὴν πέμπουσιν ἀνθηράν. ἄνθους γὰρ εἶδος τὸ λείριον, ὅθεν καὶ Ποδαλείριος κύριον, οἱονεὶ ἀνθηρόπους. καὶ Ὅμηρος μὲν παραβολικῶς ἐκ τῶν τεττίγων οὕτωτοὺς Τρωϊκοὺς ἐτίμησε ῥήτορας, οἱ δὲ ὕστερον εὐγενεῖς Ἀθηναῖοι πραγματικῶςτέττιξιν ἐσέμνυνον ἑαυτούς, τεττιγοφόροι ὄντες. τέττιγας γὰρ ἐφόρουν χρυσοῦς, ὡς καὶ Θουκυδίδης φησίν, εἰς σύμβολον τοῦ γηγενεῖς εἶναι. Δῆλον δέ, ὅτι οἱτέττιγες ἄναιμοι καὶ ψυχροὶ τὴν κρᾶσιν, καθὰ καὶ οἱ γέροντες, καὶ ᾠδικοὶ δέ, καθὰ καὶ οἱ ῥηθέντες ἀγορηταί, καὶ ὅτι ἀφ' ὑψηλοῦ ἠχοῦσι. τὰ γὰρ πολλὰἐπὶ κλάδων καὶ οὐκ ἀπὸ γῆς αὐτῆς ἐπιδείκνυνται τὰ τῆς ᾠδῆς. ἔνθα μεμνῆσθαιχρὴ καὶ συμβολικοῦ λόγου, ἐν ᾧ ἠπειλήσατό τις ποιήσειν τοὺς τέττιγας τοῖςἐχθροῖς χαμόθεν ᾄδειν ἀντὶ τοῦ δενδροτομήσειν αὐτοῖς τὴν χώραν, ἵνα ἐξἀνάγκης οἱ τέττιγες ἀπὸ γῆς ᾄδωσι. φανερὸν δὲ καί, ὅτι ἄρρενες τέττιγεςᾄδουσιν, οἱ καὶ ἀχέται παρὰ Ἡσιόδῳ, ἄφωνοι δὲ τὸ τῶν θηλειῶν εἶδος, οἱ καὶτηγονίαι. [ὃ διδασκαλία εἴη ἂν σιγῆς κοσμούσης γυναῖκας, κατὰ τὸ «γύναι, γυναιξὶ κόσμον ἡ σιγὴ φέρει». εἰς δὲ τὸ αὐτὸ συντελεῖ πρὸς ἄλλοις καὶ τὸ τῶνθηλειῶν ἀηδόνων ἀμελὲς καὶ ὁ φώς ἐκ τοῦ φῶ, τὸ λέγω.] Ὅλη δὲ διόλου παρατετηρημένως ἡ παραβολὴ ἐνταῦθα εὐάρμοστός ἐστι τῷ πράγματι. ψυχροὶ γὰρκαὶ ᾠδικοὶ τέττιγες ἀφ' ὕψους ἠχοῦντες παραβάλλονται ψυχροῖς καὶ λογίοιςδημογέρουσιν ἐν ὑψηλῷ τῷ τείχει λαλοῦσι. Σημείωσαι δέ, ὅτι τὸν μὲν μέγιστοντέττιγα ἀχέταν καλοῦσιν οἱ παλαιοὶ κατὰ Παυσανίαν, κερκώπην δὲ τὸ ἐλάχιστοντεττίγιον, τὸ δ' αὐτὸ καὶ καλαμαῖον, τὸ δὲ μετὰ τοῦτο τιτιγόνιον, ἴσως παρὰ τὸτιτίζειν, περὶ οὗ προδεδήλωται. [Σημείωσαι δέ, ὅτι ὤκνησεν Ὅμηρος πλατῦναιτὴν παραβολὴν τῶν τεττίγων διὰ τὸ μὴ πάνυ σεμνῶς αὐτὴν ἔχειν πρὸς ῥητορείανλαμπράν. τί γὰρ ἡδὺ τέττιξ ἠχῶν; διὸ πρὸς μόνην συνέχειαν λαλιᾶς καὶ ῥοῖζονἀδιεχῆ καὶ εὔροιαν ἤχου καὶ φωνῆς τορότητα εἴληπται ἡ ποιητικὴ παραβολή. ἡδύτης μέντοι λόγου παραβάλλεται ἐν τῷ «μέλιτος γλυκίω ῥέεν αὐδήν», ὡς εἶναιτὸν Ἑλληνικὸν ἐκεῖνον ῥήτορα, μελίρρυτον ἐν τῷ αὐδᾶν. οὕτω καὶ ὁ λέγων «ἔπεανιφάδεσσιν ἐοικότα», δι' εὐπορίαν καὶ πυκνότητα νοημάτων, ἤδη δὲ καὶδεινότητα καὶ σαφήνειαν, παραβέβληται πρὸς νιφάδας, οὐ μὴν διὰ τὴν ἐν λόγῳγλυκύτητα. εἷς οὖν παρ' Ὁμήρῳ μελίγηρυς ῥήτωρ, ὁ Νέστωρ, οἱ δὲ λοιποὶ κατ' ἄλλος ἄλλον τρόπον παραβάλλονται, οἷον οἱ βαρβαρικώτερον τοροὶ τέττιξι τοῖςτραχυφώνοις, οἱ λέγειν εὔποροι καὶ δεινοὶ καὶ σαφεῖς νιφάσιν, οἱ ὑψηλοὶ καὶσεμνοὶ θεογραφίᾳ κατὰ τὸ «τοῦ δὲ θεὸς μορφὴν ἔπεσι στέφει». ἀηδὼν δὲθαμὰ τρωπῶσα φωνὴν μονῳδικὴν παραβάλλει ῥητορικήν. οὕτω καὶ ὁ ῥήτωρἀναπτυσσόμενος ἐτυμολογικῶς ὕδατος παραβάλλεταί πως ῥεύματι. ἐκ τοῦ ῥέωγάρ, ὡς ῥύδην χέων αὐδήν.] ὕλην δὲ τὸ ὀρεινὸν δάσος καὶ νῦν, ὡς καὶ πανταχοῦ, λέγει ὁ ποιητής. (ῃ. 152) Τὸ δὲ δενδρέῳ πλεονασμόν τε ἔχει τοῦ ˉε καὶ πάθοςπάσχει συνιζήσεως, ὡς τὸ «χρυσέῳ ἀνὰ σκήπτρῳ» παθὸν οὕτω καὶ αὐτὸ διὰπλείω χασμῳδίαν καὶ σεμνότητα φωνῆς. ἐνεχώρει γὰρ ἄλλως εἰπεῖν δένδρῳἐφεζόμενοι, ὥσπερ καὶ τὸ «Πηληιάδεω Ἀχιλῆος» ἦν μὲν εἰπεῖν «ΠηληϊάδουἈχιλῆος». οὐκ ἠθέλησε δέ, ὡς καὶ ἐκεῖ ἐρρέθη, ἀλλ' ἔφρασε μᾶλλον σεμνότερον. ὅτι δὲ ὁ στίχος τὸ «δενδρέῳ ἐφεζόμενοι» προκέφαλός ἐστι, καθὰ καὶ τὸ «χρυσέῳἀνὰ σκήπτρῳ», ῥηθήσεται καὶ ἐν τοῖς ἑξῆς. Ἰστέον δέ, ὅτι ἐν τῷ Αἰλίου Διονυσίου Λεξικῷ φέρεται, ὅτι λέγεται οὐ μόνον δένδρον, ἀλλὰ καὶ δένδρεον καὶδένδρος. φησὶ γοῦν, ὅτι δένδρον μᾶλλον ἢ δένδρος καὶ δένδρα μᾶλλον ἢ δένδρη, καὶ αἱ πτώσεις δένδρου καὶ δένδρῳ μᾶλλον ἢ δένδρει καὶ δένδρους. Ξενοφῶν δέ, φησίν, ἐκείνως μᾶλλον ὀνομάζει δένδρος καὶ δένδρει καὶ δένδρεσι καὶ δένδρηκαὶ δένδρεα. Ὅμηρος δὲ ἔνθα μὲν δένδρεα λέγει, ἔνθα δέ «δενδρέῳ ἐφεζόμενοι». ὅτι δ' ἐκ τοῦ δένδρου καὶ δενδρυάζειν, ὡς καὶ ἐν Ὀδυσσείᾳ γέγραπται, τὸ δρυσὶσκέπεσθαι καὶ τὸ καθ' ὕδατος δύεσθαι, τὰ ῥητορικὰ δηλοῦσι Λεξικά. ὁ δὲ ῥηθεὶς Διονύσιός φησι καί, ὅτι φωνήν τινα καλοῦσιν οἱ φωνασκοὶ δενδρυάζουσαν. (ῃ. 153) Ἡγήτορες δὲ Τρώων οἱ δημογέροντες ἀντὶ τοῦ ἡγεμονικοὶ καὶ βασιλικοί, οὐ μὴν βασιλεῖς. ἢ καὶ ἄλλως, οἱ ποτε στρατηγοὶ ἐν νεότητι. προσέθηκεδὲ Ὅμηρος τοῦτο ὑψῶν τοὺς δημογέροντας, ἵνα μὴ δόξωσιν εὐτελεῖς διὰ τὴν ἐκτοῦ δήμου παρωνυμίαν. ὁ γὰρ δῆμος εὐτέλειαν ἔστιν ὅτε δηλοῖ, ὡς τὸ «οὔ σεἔοικε δῆμον ἐόντα», ἤγουν δημοτικὸν καὶ εὐτελῆ. ὁ δὲ μῦθος τῶν τεττίγωνἐγχώριος. καὶ γὰρ Τρωϊκὸς ἦν ὁ Τιθωνός, ὃν ὁ μῦθος μετέβαλεν εἰς τέττιγα. ἴσωςδὲ καὶ ἐκεῖνος μυθεύεται παθεῖν οὕτως ὡς περὶ τὸ γῆρας λαλίστερος. Σημείωσαιδέ, ὅτι σεμνύνων τοὺς ᾠδικοὺς τέττιγας τὸν τερετισμὸν αὐτῶν ὡς ἔμμουσονὄπα λειριόεσσαν ἔφη, ὥς που καὶ ταῖς Μούσαις ὄπα καλὴν εἶναί φησιν, ἀφ' ἧςκαὶ ἡ Καλλιόπη σύγκειται. Ὅτι ἡ τῶν δημογερόντων, ὡς ἐρρέθη, ἐν τῷπύργῳ καθέδρα γίνεται μὲν κατά τι ἔθος, καθά που καὶ ἀλλαχοῦ φησιν ὁ ποιητὴςτῷ τείχει ἐφεστάναι ἄνδρας, οὓς ἔχε γῆρας, ἀλλ' ἐκεῖ μὲν χάριν μόνον φυλακῆς, ἐνταῦθα δὲ τὸ πρᾶγμα τῷ ποιητῇ γίνεται χρήσιμον καὶ εἰς ἱστοριῶν ἐπεισόδιον, ὡς δειχθήσεται. γλιχομένῳ γὰρ τῷ Ὁμηρικῷ ἀκροατῇ, ὡς εἰκός, μαθεῖν, οἷοιμὲν οἱ τῶν Ἀχαιῶν βασιλεῖς, οἷοι δὲ καὶ τῶν ἀριστέων τινές, ἀποπλήσει τὴνἐπιθυμίαν συμμέτρως ἅμα καὶ εὐμεθόδως ἐνταῦθα ὁ ποιητής. καὶ Πρίαμος μὲνπεύσεται τῆς Ἑλένης, οἷα γεγυμνωμένους ἄρτι τοὺς Ἕλληνας ὁρῶν καὶ μὴ ἔχων, καθὰ πρίν, ἐκ παρασήμων τινῶν γνωρίζειν αὐτούς, ὡς ὅπλων γυμνούς. ἡ δὲ ἀποκρινεῖται ὡς εὖ πάλαι εἰδυῖα καὶ λαλήσει πρὸς ἱστορίαν καὶ οὕτως ὁφιλήκοος ἀκροατὴς μαθήσεται. λαλήσει δέ τι πρὸς ἱστορίαν καὶ αὐτὸς ὁ Πρίαμοςπαλαιά τινα διδάσκων. καὶ ὁ Ἀντήνωρ δὲ Τρωϊκά τινα ἐρεῖ. ὁ πλείων δὲλόγος ὡς διδασκάλῳ τῇ καλῇ Ἑλένῃ ἀνακείσεται, ἵνα μὴ μόνον ἀέθλουςπολεμικοὺς ἐμπάσσῃ τῇ προρρηθείσῃ κατ' αὐτὴν μαρμαρέῃ δίπλακι, ἀλλὰ καὶἱστορίας ἐνθήσει τῷ καθ' Ὅμηρον τούτῳ πτυκτῷ πίνακι. (ῃ. 154– 8) Ἰστέον δέ, ὅτι καλὴν εἶναι τὴν Ἑλένην καὶ ὁ τῶν δημογερόντων ἐνταῦθα λόγοςβεβαιοῖ, ὧν ὁ μὲν μανιώδης ἔρως ἀπεπτερύξατο, ἡ δὲ δι' ὀφθαλμῶν τοῦκάλλους κρίσις παραμεμένηκεν. οἳ καὶ λέγουσιν, ὅτι «οὐ νέμεσις», ἤτοι οὐνεμεσητὸν καὶ δικαίως μεμπτόν, «Τρῶας καὶ ἐϋκνήμιδας Ἀχαιοὺς τοιῇδ' ἀμφὶγυναικὶ πολὺν χρόνον ἄλγεα πάσχειν· αἰνῶς ἀθανάτῃσι θεαῖς εἰς ὦπα ἔοικεν». ἦκα δέ, τουτέστιν ἡσύχως, πρὸς ἀλλήλους ἔπεα τοιαῦτ' ἀγόρευον, διότι τεαἰσχύνην αὐτοῖς φέρει κάλλος τοιοῦτον θαυμάζειν ἐν ἡλικίᾳ ἐξώρῳ, οὓς ἔδειἀφυβρίσαι ἤδη. καὶ ὅτι φιλαλήθης ἡ μὴ κατὰ πρόσωπον μαρτυρία. (ῃ. 155) Δῆλον δέ, ὡς ἀπὸ τοῦ ἀκήν τὸ ἦκα γίνεται καθ' ὁμοιότητα τοῦ ἀμφαδίηνἀμφαδά, κρύβδην κρύβδα, κύβδην κύβδα. (ῃ. 156) Σκοπητέον δέ, εἰ μὴψεύδεται τὸ «οὐ νέμεσις». πῶς γὰρ οὐ νέμεσις περιέπεσθαι γυναῖκα, ἧς τὸ μὲνκαλὸν εὐμορφία, τὸ δὲ κακὸν πανωλεθρία; ἢ ἁπλῶς μὲν οὐ νέμεσις περὶ τοιαύτηςμάχεσθαι– περιμάχητα γὰρ τὰ καλά– πῇ δὲ νέμεσις, ἣν ὁ ἐπιγνοὺς ἐρεῖἂν κατὰ τοὺς δημογέροντας τὸ «οἰχέσθω, μή ποτε ἡμῖν πῆμα γένοιτο», ἵναμὴ ἐξ ἰδίας ἀνοίας, ὃ δὴ λέγεται, τῆς τοῦ Πάριδος, κοινὸν κακὸν γένηται. (ῃ. 156– 8) Τοῦτο δὲ τὸ χωρίον, τὸ «οὐ νέμεσις» καὶ τὰ ἑξῆς, τρίγωνον ἔφασαν οἱκαὶ περὶ τοιαῦτα καταγινόμενοι. εἰ γάρ τις τρίγωνον καταγράψει πλευρὰςποιήσας τοὺς τρεῖς τούτους στίχους, ἐξ οἵου ἂν ἀδιαφόρως ἄρξηταί τις στίχου, δυνατόν ἐστιν ἀκωλύτως καὶ τοὺς ἑξῆς δύο συνείρεσθαι καὶ τὴν αὐτὴν διάνοιανσῴζεσθαι. καὶ ἀρχέτυπον τοῦτο γενέσθαι λέγουσι τοῦ τοιούτου ἔργου τοῖςὕστερον Ἐπιγραμματοποιοῖς. (ῃ. 155) Ἰστέον δέ, ὅτι τὸ ἦκα, ὅ ἐστιν ἡσύχως, φθέγγεσθαι τοὺς δημογέροντας ἀμφότερα φυλάσσει, καὶ τὸ τῆς Ἑλένηςἐγκώμιον καὶ τὸ τοῖς πρεσβυτέροις, ὡς εἴρηται, πρέπον. πταίουσιν οὖν κατὰτοὺς παλαιοὺς οἱ μεταγράφοντες ὦκα. ἄλλως γὰρ καὶ βραδυλόγοι οἱ γέροντες. (ῃ. 156) Κἀκεῖνο δὲ εἰδέναι οὐκ ἀχρεῖον, ὅτι τὸ «οὐ νέμεσις» εἰς παροιμίανἔπεσεν ἐπὶ τῶν ἐχόντων μέν τι, ὅπερ ἂν ἔχοι τις οὐκ ἐπαινεῖν, ὅμως δὲ ἄλλωςφιλουμένων διά τι σεμνὸν λόγου ἄξιον. σοφὸς γοῦν τις οὐ πάνυ παλαιὸς διὰμόνον αὐτὸ τοῦτο τὸ «οὐ νέμεσις» πολὺν πλοῦτον βασιλικὸν περιέθετο κατὰ καιρὸν λαλήσας αὐτὸ εἰς ἔπαινον βασιλίδος, ἐχούσης μέν τι μέμψεως, καλῆς δὲ ὅμως. Ἀριστοτέλης δὲ βούλεται ἡμῶν ἕκαστον ἐπιλέγειν τῇ ἡδονῇ τοιοῦτόν τι οἷον» οὐ νέμεσις ἀμφ' ἡδονῇ πολλὰ πάσχειν, ἀλλὰ καὶ τοίη περ ἐοῦσα νεέσθω», ἢοἰχέσθω, «μὴ ὀπίσω πῆμα ἡμῖν λίποιτο». [(ῃ. 158) Ἰστέον δὲ καί, ὅτι τὸαἰνῶς ἀντὶ τοῦ λίαν μεταληπτικόν τί ἐστιν. αἰνῶς μὲν γὰρ καὶ δεινῶς ταὐτόσημάεἰσιν. ἔστι δέ ποτε δεινῶς καὶ τὸ λίαν. καὶ αἰνῶς ἄρα ἀντὶ τοῦ λίαν.] Ἔτιἰστέον καί, ὅτι τὸ «ἀθανάταις θεαῖς εἰς ὦπα ἔοικεν» ὡς ἀπὸ τῶν Ὁμηρικῶνλεγόμενον Μουσῶν ἀκουστέον. οὐ γὰρ αὐτὸς Ὅμηρος εἶδεν, οἷον ἔχουσινεἶδος αἱ θεαί. ἢ καὶ τοιοῦτόν τι φαίνεται λέγειν, ὡς, ἐὰν θεαὶ εἰδοποιοῖντο, κατὰτὴν Ἑλένην ἂν καὶ αὐταὶ εἶεν. καὶ τὸ μὲν Ὁμηρικὸν οὕτω σεμνὸν καὶ ὑψηλόν· σαφέστερον δὲ καὶ ἀνθρωπικώτερον τὸ τῆς Ἑλένης ἔδειξε κάλλος ὁ εἰπὼντραγικός· «ἣν καλλίστην χρυσοφαὴς ἥλιος αὐγάζει». Ὦπα δὲ οὐ μόνους ἂν λέγοιτοὺς ὀφθαλμούς, ἀλλὰ τὴν ὅλην πρόσοψιν, ἥτις καὶ αὐτὴ ἀπὸ τῆς ὄψεως λέγεται, καθὰ καὶ τὸ μέτωπον καὶ τὸ πρόσωπον. ὅτι δὲ τὸ πᾶν τοῦ κάλλους οἱ ὀφθαλμοίεἰσι, δηλοῖ καὶ ὁ εἰπών, ὅτι διὰ καλῶν ὀμμάτων αἴσχιστα Τροίαν εἷλετὴν εὐδαίμονα. ἴσως δὲ τὸ «εἰς ὦπα» οὐδὲ μόνον τὸ πρόσωπον ἐνταῦθα δηλοῖ, ἀλλὰ τὴν ὅλην φυὴν τοῦ σώματος ἐκ τοῦ προσώπου φυσιογνωμονῶν. Σημείωσαιδέ, ὅτι διαφωνίας πολλῆς γενομένης τοῖς παλαιοῖς ἐπὶ τοῖς κατὰ τὴν Ἑλένην, Ὅμηρος μὲν καὶ οἱ συμφωνοῦντες αὐτῷ ἱστοροῦσι περὶ αὐτῆς, ὅσα οἴδαμεν, ἕτεροι δὲ οὐ τὴν Ἑλένην αὐτήν, εἴδωλον δὲ αὐτῆς εἰς Τροίαν ἀχθῆναι φάμενοιὡς ἐν σκιαμαχίᾳ τὰ Τρωϊκὰ φαντάζονται. τούτων εἷς ὢν καὶ Ἡρόδοτοςἀρέσκεται μὴ εἶναι τὴν Ἑλένην ἐν Τροίᾳ. οὐ γὰρ οὕτω, φησί, φρενοβλαβεῖς οἱἸλιεῖς ὥστε περὶ τῶν πάντων κινδυνεύοντες μὴ ἀποδοῦναι τὴν Ἑλένην ἢ ἑκόντος Ἀλεξάνδρου ἢ ἄκοντος. [ἀρέσκεται δὲ καὶ Εὐριπίδῃ οὕτως ἱστορεῖν, ὡς τὸ κατ' αὐτὸν δρᾶμα ἡ Ἑλένη δηλοῖ.] (ῃ. 159 ς.) Ὅρα δὲ καί, ὡς ἐνταῦθα δοκεῖ ἐφερμηνεύειν ὁ ποιητής, ὅπως ὁ γέρων, οἷς μέτεστιν, ἅμα πρόσω καὶὀπίσω βλέπει, ὅπως ἄριστα γένηται. οἱ γοῦν γέροντες ἐνταῦθα ἐπαινοῦσι μὲντὸ πρόσω, ἤγουν τὸ παρὸν καλόν, τὴν Ἑλένην, δεδιότες δὲ περὶ τῶν ὀπίσω, ἤγουν περὶ τῷ μέλλοντι, φασίν· «ἀλλὰ καὶ ὣς τοίη περ ἐοῦσα ἐν νηυσὶ νεέσθω, μηδ' ἡμῖν τεκέεσσί τε ὀπίσσω πῆμα λίπηται». καὶ ὅρα, ὡς οἴδασι μέν, οἷα σονται, οὐδὲν δὲ ὅμως δρῶσι πρὸς ἐξάλυξιν. ἐπεῖχε γὰρ αὐτοὺς οὐχ' οὕτω τὸκάλλος τῆς Ἑλένης, ὅσον τὸ χρεών, ἤτοι τὸ μοιρίδιον. εἰ δὲ τοὺς γέροντας οὕτωτὸ κάλλος τῆς Ἑλένης διατίθεται, τί ἄρα περὶ τῶν νεωτέρων οἰητέον, οἳφέρουσι κινδυνεύοντες δι' αὐτήν; (ῃ. 161) Ὅτι τὸ «Πρίαμος Ἑλένην ἐκαλέσσατο φωνῇ» πρὸς διαστολὴν ὁ ποιητὴς λέγει τῆς διὰ νεύματος κλήσεως ἢ δι' ἀγγέλου ἢ χειρῶν. ὅρα δὲ τὸ ἐκαλέσσατο παθητικῶς λεχθέν, ᾧ ἀκόλουθον τὸπροσκαλεσάμενος. παρὰ δὲ τοῖς ὕστερον Ἀττικοῖς δικαστικὴ λέξις τὸ τοιοῦτον, ὡς δηλοῖ καὶ τὸ «καλοῦμαι Στρεψιάδην». (ῃ. 162) Ὅτι πρὸς γνησίαν νεότηταοἰκεῖον λαληθῆναι ἀπὸ γέροντος τὸ «δεῦρο πάροιθ' ἐλθοῦσα», ἢ ἐλθών,» φίλον τέκος, ἵζευ ἐμεῖο». ἐνταῦθα δὲ ὅρα, ὅτι ὁ πρὸ μικροῦ εἰπών, ὡς ἐν νηυσὶνεέσθω ἡ Ἑλένη, οὕτω συντόμως μεταβαλὼν φιλιοῦται αὐτῇ, ὥστε καὶ προσκαλεῖται καὶ φίλον τέκος ὀνομάζει καὶ πάροιθεν ἑαυτοῦ καθίζει. οὕτω ἐφελκυστικάς τινας εἶχεν ἐκείνη πόθου ἴυγγας. τὸ δέ «δεῦρο» νῦν μὲν τὸ ἐλθέ δηλοῖ, ἀλλαχοῦ δέ ποτε τὸ ἐνθάδε, ὡς καὶ Αἴλιος Διονύσιός φησιν. (ῃ. 164) Ὅτι οὐμόνον αἴτιος παρ' Ὁμήρῳ ἁπλῶς δίχα συντάξεως ὁ αἰτιατέος ἤτοι μεμπτέοςκατὰ τὸ «ἐπεὶ οὔ τί μοι αἴτιοί εἰσιν», ἀλλὰ καὶ κατὰ σύνταξιν κοινότερον ὁπρόξενος τοῦδέ τινος, ἀγαθοῦ ἢ φαύλου. διὸ ἐνταῦθα τὸ «οὔ τί μοι αἰτίη ἐσσί, θεοί νύ μοι αἴτιοί εἰσιν», ἀμφοτέρως νοεῖται, ὅτι τε οὐ σὲ μέμφομαι ἀλλὰ τοὺςθεοὺς καὶ ὅτι οὐ σύ μοι αἰτία εἶ πολέμου, ἀλλὰ θεοὶ αἴτιοί εἰσι πολέμου. (ῃ. 165) Ὅτι δὲ λείπει τὸ πολέμου, δηλοῖ Ὅμηρος ἐπαγαγὼν τὸ «οἵ μοι ἐπήγαγον πόλεμον». διὸ αὐτοὶ τούτου αἴτιοι. ἐνταῦθα δὲ ὅρα καί, ὅτι, ὥσπερ καθίζωαὐτοπαθῶς ἀντὶ τοῦ κάθημαι καὶ ἀλλοπαθῶς ἀντὶ τοῦ καθίζω ἄλλον, οὕτω καὶἐφορμῶ οὐ μόνον ἐγὼ κατά τινος, ἀλλὰ καὶ ἕτερον κατ' ἄλλου, ὡς δηλοῖ τὸ «οἵμοι ἐφώρμησαν πόλεμον [πολύδακρυν», ὃ ταὐτόν ἐστι τῷ ἀρίδακρυν, ὅπερ ἐντεῦθεν ἡ παροιμία ὑπηγάγετο εἰποῦσα τὸ «ἀγαθοὶ δ' ἀριδάκρυες ἄνδρες». δῆλον δέ, ὡς τὸ μὲν πρᾶγμα πολύδακρυν ἔχει τὸν πολλῶν δακρύων αἴτιον, ἡ δὲ γραφικὴτέχνη δακρυόεντα προφέρει αὐτὸν συμβολικῶς καὶ σκυθρωπόν, ὥσπερ καὶ αἵμασιπεφυρμένον καὶ ἰδεῖν ἄγριον.] (ῃ. 163) Ὅτι πολλαχοῦ ὁ ποιητὴς ἐπὶ τῶν καθ' αἷμα συγγενῶν τὸ φίλος τιθεὶς ἐξ αὐτῶν μεταφέρει καὶ εἰς ἄλλας οἰκειότητας. καὶ ἐνταῦθα οὖν ἐν τῷ «ὄφρα ἴδῃς πρότερόν τε πόσιν, πηούς τε φίλους τε», πηοὺς μὲν δοκεῖ λέγειν τοὺς ἐξ ἀγχιστείας οἰκείους, φίλους δὲ τοὺς ἀφ' αἵματος. [Τὸ δὲ ἴδῃς γράφεται καὶ ἴδῃ μετὰ προσγεγραμμένου τοῦ ˉι, ὡς ἀπὸ κράσεωςτοῦ ἴδηαι, οὗ πρῶτον μὲν τὸ ἴδωμαι, δεύτερον δὲ τὸ ἴδηαι, οὗ χρήσεις πολλαί.] (ῃ. 168– 70) Ὅτι τῇ μὲν κεφαλῇ κατὰ τὸν τοῦ Πριάμου λόγον καὶ μείζονεςἄλλοι τοῦ Ἀγαμέμνονος ἦσαν, ὃν πρὸ τούτου Διῒ ἴκελον τὴν κεφαλὴν Ὅμηρος ἔλεγεν ἤτοι ἡγεμονικόν. «καλὸν δέ», φησίν, «οὕτω ἐγὼν οὔπω ἴδον ὀφθαλμοῖςοὐδ' οὕτω γεραρόν· βασιλῆϊ γὰρ ἀνδρὶ ἔοικε». καὶ σημείωσαι, ὅτι πρὸ τούτουἐκπρεπέα τὸν Ἀγαμέμνονα εἶπεν, οὐχ' ὡς πλατύτατον ἢ ὑπερηρμένον τῷ μεγέθει, ἀλλ' ὡς γεραρόν. τῇ μὲν γὰρ κεφαλῇ καὶ ἄλλοι μείζονες, Ὀδυσσεὺς δὲ ἐντοῖς ἑξῆς τὴν μὲν κεφαλὴν μείων αὐτοῦ, εὐρύτερος δὲ ὤμοις καὶ στέρνοιςἰδέσθαι. οὔκουν ὁ Ἀγαμέμνων πεπλάτυνται ἢ ὑπερῆρται εἰς μέγεθος, εἴγε καὶἄλλοι τήν τε κεφαλὴν καὶ τοὺς ὤμους καὶ τὰ στέρνα πλείονος λόγου ἔχουσινἄξια. γεραρὸς μέντοι ὑπὲρ τοὺς ἄλλους εἶναι δοκεῖ. οὐ γὰρ μέγεθος οὐδὲὤμων καὶ στέρνων εὐρύτης μόνη χαρακτηρίζει τὸν γεραρόν, ἀλλὰ καὶ ἄλλοντρόπον κατὰ τὸν τραγικόν «εἶδος ἄξιον τυραννίδος», ὅ ἐστι καλόν. (ῃ. 166 ς.) Καὶ οὕτω μὲν ὁ Πρίαμος, ὃς καὶ πελώριον ἄνδρα τὸν Ἀγαμέμνονα λέγει ἠΰν τε μέγαν τε εἰπών· «ὥς μοι καὶ τόνδ' ἄνδρα πελώριον ἐξονομήνῃς, ὅς τις ὅδ' ἐστὶνἈχαιὸς ἀνὴρ ἠΰς τε μέγας τε». ἃ δὴ ἔπαινός ἐστιν ἐπιφανοῦς ἀνδρὸς καὶ βασιλικοῦ κατὰ τὸν Ὁμηρικὸν χαρακτῆρα. Ἔστι δὲ ἠῢς ἢ ὁ ἀγαθὸς κατά τινας ἀπὸ τοῦ εὖ κατὰ διάλυσιν καὶ ἔκτασιν τοῦ ˉε, ἢ ὁ πλατύς, ὡς ἕτεροί φασιν. Ἑλένη δὲἄλλως αὐτὸν ἐπαινοῦσά φησιν· «ἀμφότερον βασιλεύς τ' ἀγαθὸς κρατερός τ' αἰχμητής». βασιλικὸς δὲ τοῦτο ἔπαινος. τὸ γάρ τοι πελώριος καὶ καλός καὶ γεραρόςκαὶ ἑτέροις προσώποις εἰς ἐγκώμιον ἐπιπρέπουσιν. ἔστι δὲ τὸ μὲν καλόςταὐτὸν τῷ εὐειδής, γεραρός δὲ ὁ ἐκ μόνης θέας τὸ τίμιον ἔχων. μετ' ὀλίγα δὲ καὶτῷ Ὀδυσσεῖ προσιστορεῖ τὸν τοιοῦτον ἔπαινον λέγων, ὅτι καθήμενος τερος ἦν Μενελάου, μείζονος ὄντος ἄλλως καὶ ὑπερηρμένου ἐν τῷ ἵστασθαι. (ῃ. 172) Ὅτι ἐν τῷ «αἰδοῖός τέ μοί ἐσσι, φίλε ἑκυρέ, δεινός τε» αἰδῶ καὶ φόβονἑαυτῇ πρὸς Πρίαμον ἡ Ἑλένη ἐπιμαρτύρεται, δι' ὧν ἡ τῶν ἐλαττόνων πρὸς τοὺςὑπερέχοντας σχέσις συνέχεται. ἡ γὰρ ὑπερβάλλουσα τιμὴ ἐν αἰδοῖ κεῖται καὶφόβῳ, καὶ ταῦτά ἐστιν, ἃ σῴζει τὴν Ἑλένην ἐν Τροίᾳ. καλῶς γὰρ ἔφη ὁεἰπών, ὅτι «δέος ᾧ πρόσεστιν αἰσχύνη θ' ὁμοῦ, σωτηρίαν ἔχοντα τόνδ' ἐπίστασο». Ἰστέον δέ, ὅτι αἰδοῖος μὲν ὁ ἐφελκόμενος τὴν ἐξ ἑτέρων αἰδῶ καὶ ἄξιος αἰδοῦς, αἰδήμων δὲ ὁ ἄλλους αἰδούμενος, αἰδύλος μέντοι παρὰ τοῖς ὕστερον ἀντιφραστικῶςὁ θρασύς. καὶ ὅτι καὶ ὁ αἰδήμων αἰδοῖος ἐν Ὀδυσσείᾳ κεῖται, ὥστε διχῶς ὁαἰδοῖος, ὁ αἰδοῦς τε ἄξιος, ὅθεν καὶ αἰδοίη ταμίη, καὶ ὁ αἰδούμενος, ὡς τὸ» κακὸν δ' αἰδοῖος ἀλήτης». καὶ ὅτι αἰδεῖται μὲν ἡ αἰδήμων Ἑλένη ὡς μὴ τῷκουριδίῳ ἀνδρί συνοῦσα, δέδιε δὲ ὡς ὑπὸ τῶν ἄλλων μισουμένη, καθὰ ἐν τῇ ωʹῥαψῳδίᾳ δηλοῦται. Διπαθὴς δὲ λαγαροειδῶς ὁ ῥηθεὶς στίχος περὶ τὸ μέσον ἐντῷ «φίλε ἑκυρέ». δυσὶ γὰρ ποσὶ σκάζει, ὧν ὁ μὲν ψευδοδάκτυλος, ὁ δὲ σπονδεῖοςβίαιος. ἡ γὰρ ˉλˉε συλλαβὴ ὡς μακρὰ λαμβανομένη διά τε τὴν προκειμένηνὀξεῖαν καὶ τὸ καταπεραιοῦν στιγμικῶς καὶ διὰ τὴν ἐπιφερομένην δασεῖανδάκτυλον ἀπαρτίζει μετὰ τῶν ὑπ' αὐτὴν δύο συλλαβῶν, ἡ δὲ ἐφεξῆς ˉρˉε συλλαβὴὁμοίως ἐκτεινομένη τριχῇ λόγῳ κοινῆς συλλαβῆς διὰ τὸ ὀξέως τονοῦσθαι καὶδιὰ τὸ πέρας εἶναι λέξεως καὶ διὰ τὸ προκεῖσθαι τοῦ δέλτα, [δυναμένου καὶαὐτοῦ τεχνικῶς ἐκτείνειν διὰ τὸ πεφυκέναι διπλασιάζεσθαι,] σπονδεῖον ἀποτελεῖ. καὶ οὕτως ἡ τοῦ μέτρου ποδικὴ ἐκθεραπεύεται χώλανσις. Περὶ δὲ τοῦ ἑκυρός, ὅ ἐστι πενθερός, ἑτέρωθι δηλοῦται, ὅπου καὶ περὶ ἑτέρων συγγενικῶν λέξεων. ὅτι δὲ καὶ συστέλλει τὴν παραλήγουσαν καὶ ὁ ἑκυρὸς καὶ τὸ αὐτοῦ θηλυκόν, δηλοῖ Ὅμηρος ἐν τῷ «ἢ ἑκυρή· ἑκυρὸς δὲ πατὴρ ὡς ἤπιος». (ῃ. 173– 80) Ὅτι μεταμελομένη Ἑλένη ἐν ἐπηκόῳ Πριάμου ἐπὶ τῇ κατ' αὐτὴν ἁρπαγῇ φησιν· «ὡς ὄφελεν θάνατός μοι ἀδεῖν κακός, ὁππότε δεῦρο υἱέϊ σῷ ἑπόμηνθάλαμον γνωτούς τε λιποῦσα» καὶ ἑξῆς. λυπεῖ γὰρ αὐτὴν τὸ θάλαμον λιπεῖν καὶἀδελφοὺς παῖδά τε, φησί, τηλυγέτην καὶ ὁμηλικίην ἐρατεινήν, ἤτοι τὴν ἡλικιῶτινχορείαν ἢ νεολαίαν ἢ τὴν ὁμοίαν ἡλικίην. εἶτα ὡς ἤδη κατευξαμένη ἑαυτῆςἐπιφέρει, ὅπερ καὶ ἄλλος τις ἐκπεσὼν τῆς ἐλπίδος ἐρεῖ· «ἀλλὰ τά γ' οὐκἐγένοντο· τὸ καὶ κλαίουσα τέτηκα». ὥστε πάνυ ἐγὼ δυστυχής, ἐὰν κλαίω, διότιζῶ. καὶ νῦν μὲν ἡ Ἑλένη τοιαῦτα, προϊοῦσα δὲ καὶ κυνώπιδα καὶ κύναἑαυτὴν ἐρεῖ καὶ ἄλλα τινὰ λοίδορα, τρέψασα καθ' ἑαυτῆς τὸ κατὰ τὸν Ἀριστοτέλην ταῖς γυναιξὶ φύσει προσὸν φιλολοίδορον καὶ μεμψίμοιρον. ὅλως δὲ ἐπεὶφιλέλλην ὁ ποιητὴς ὢν ὅμως οὐκ ἔχει ἐπικρύψαι τὸ μέγα τῆς Ἑλένης κακόν, τὴν ἑκούσιον ἁρπαγήν, μεταμελομένην πολλαχοῦ ποιεῖ αὐτὴν καὶ τοιαῦταλέγουσαν καὶ πράττουσαν, ἀφ' ὧν ἂν τοῦ αἴσχους τὸ πολὺ ἀπαλείψειεν. (ῃ. 173) Ἰστέον δέ, ὅτι τὸ «ὄφελε θάνατος μοι ἀδεῖν» ἀμφιβολίας ἐστὶ σχῆμα κρύπτονδιττὴν ἔννοιαν· ἢ γὰρ ὅτι ὤφειλεν ἡδυνθῆναί μοι ὁ θάνατος καὶ κατὰ φύσιν ἀναλαβέσθαι καὶ ἀπαγαγεῖν με, ἢ ὅτι ὤφελεν ἀρεστὸς καὶ ἡδύς μοι δόξαι ὁ θάνατος, ὡς ἂν αὐτόχειρ ἐμαυτὴν τοῦ βίου ἐξήγαγον. [Ἰστέον δέ, ὅτι ἐκ τοῦ ἥδω, τὸεὐφραίνω, δεύτερος μέλλων ἐνεργητικὸς ἁδῶ, οὗ Ἰωνικῶς καὶ Αἰολικῶς, ἤδηδὲ καὶ Δωρικῶς, ψιλωθέντος καὶ ἀνελθόντος εἰς ἀρχικὸν θέμα γίνεται ἀπ' αὐτοῦτὸ ἀδεῖν. Κακὸς δὲ θάνατος ἢ ὁ τοῖς πλείοισι τοιοῦτος καὶ δι' αὐτὸ καὶ φευκτὸςἢ καὶ πρὸς διαστολὴν καλῶν θανάτων, ὁποίους πολλαὶ ἱστορίαι οἴδασι.] (ῃ. 174) Γνωτοὶ δὲ οἱ ἀδελφοὶ δίχα τοῦ ˉσ καλῶς. οὕτω γὰρ καὶ ἀλλόγνωτοι λέγονταίτινες καὶ πολύγνωτοι, καθ' ὁμοιότητα δὲ καὶ τὸ «γνωτὰ κοὐκ ἄγνωτά μοι», τὸτραγικόν. τὸ γὰρ μετὰ τοῦ ˉσ λέγειν γνωστούς καὶ τὰ κατ' αὐτὸ οὐκ ἀπὸ τοῦ γνῶγνώσω γίνεται ἀπαθῶς, ἀλλὰ ἐπένθεσιν ἔχει τοῦ ˉσ, ἢ καὶ ἀπὸ ἐνεστώτων των δοκεῖ γίνεσθαι, τοῦ γνώθω ἢ γνώζω, οὓς οὐδὲ ἤκουσέ τις. ἀναλογώτερονοὖν τὸ γνωτούς καὶ τὰ κατ' αὐτὸ τοῦ γνωστούς καὶ τῶν ὁμοίων αὐτῷ. χρήσιμονδὲ ὧδε καὶ τὸ ἄσωτος καὶ τὸ θαυματά, ἤγουν θαυμαστά, παρὰ Πινδάρῳ. (ῃ. 175) Ἰστέον δέ, ὅτι Ὁμήρῳ μὲν δοκεῖ Ἑρμιόνην μόνην εἶναι παῖδα τῇ Ἑλένῃ– τουτο γὰρ δηλοῖ τὸ τηλυγέτην, ὡς ἀλλαχοῦ σαφέστερον δείκνυται–, ἕτεροι δὲ καὶυἱοὺς αὐτῇ καὶ Μενελάῳ γεννῶσι Νικόστρατον καὶ Αἰθιόλαν, οὓς καὶ παρὰ Λακεδαιμονίοις τιμᾶσθαί φασι, ἄλλοι δὲ Δίαιθον καὶ Μαράφιον, ἀφ' οὗ γένοςφασὶ τὸ τῶν Μαραφίων ἐν Πέρσαις. (ῃ. 174 ς.) Σημείωσαι δέ, ὅτι θαλάμουμὲν καὶ ἀδελφῶν ἐμνήσθη καὶ θυγατρὸς καὶ ὁμηλίκων ἡ Ἑλένη, τοῦ δὲ ἀνδρὸςοὐκέτι, καὶ ταῦτα φίλανδρος οὖσα, ὡς πολλαχοῦ φαίνεται. αἴτιον δὲ νῦν τῆς τοῦἀνδρὸς ἀμνηστίας ὅτι δέδιεν, ὡς ἐμφαίνει καὶ ἐν τῷ δεινὸν καλέσαι τὸν Πρίαμον. διὸ καὶ οἷον κολακεύει τὸν γέροντα σιγῶσα τὸν ἄνδρα Μενέλαον, ἵνα δόξῃφιλεῖν τὸν Ἀλέξανδρον. ἀναπληρώσει δέ γε τὸ αὐτῆς ἔλλειμμα ὁ Ἀντήνωρ μνησθεὶς αὐτοῦ ὡς ἐκ παρόδου ἐν τοῖς ἑξῆς, ἵνα μηδὲ τὰ κατὰ τὸν Μενέλαονμείνῃ ἀνιστόρητα. [(ῃ. 176) Ὅτι ὁ ἀποτυχών, ὧν ἤθελεν, ἐρεῖ ἂν τὸ «ἀλλὰ τάγ' οὐκ ἐγένοντο· τό», ἤγουν διό, «καὶ κλαίουσα», ἢ κλαίων, «τέτηκα», ἤγουνἐτάκην, οὗ χρῆσις καὶ παρὰ τῷ Κωμικῷ.] (ῃ. 177) Ἐρωτήσεως δὲ ἀπόδοσιςτὸ «τοῦτο δέ τοι ἐρέω, ὅ μ' ἀνείρεαι ἠδὲ μεταλλᾷς». (ῃ. 178 ς.) Ὅτι Πρίαμοςμὲν τὸν Ἀγαμέμνονα ἐκ τῶν σωματικῶν ἐχαρακτήρισε καὶ πλατύτερον ὡςῥήτωρ ἐλάλησεν, Ἑλένη δὲ καὶ ἐκ ψυχῆς καὶ σώματος τὸν ἔπαινον συνείρουσάφησιν· «οὗτός γ' Ἀτρείδης εὐρυκρείων Ἀγαμέμνων, ἀμφότερον βασιλεύς τ' ἀγαθὸς κρατερός τ' αἰχμητής». τὸ δὲ ἀμφότερον σχῆμά ἐστι φιλούμενον καὶαὐτὸ τῷ ποιητῇ. ἐν πολλοῖς γοῦν κεῖται, οἷον καὶ τὸ «ἀμφότερον ἀγλαΐη τε καὶὄνειαρ», ἀντὶ τοῦ δύο ταῦτα, τόδε καὶ τόδε. τὸ δέ «κρατερὸς αἰχμητής» ἀνδρεῖονὑπογράφει τὸν βασιλέα. οὐ γὰρ ἁπλῶς αἰχμητής, ἀλλὰ καὶ κρατερός. ἐν ἁπλότητιδὲ λεγόμενον τὸ κρατερός σφοδρότητα δηλοῖ, οἷον· «ἀπηνέα τε κρατερόν τε». τὸ δὲ βασιλεύς ἀγαθός πέλαγος ἐγκωμίων ὑπανοίγει τῷ σκεπτομένῳ καλῶς. Πρίαμος δὲ τὸ εὐρυκρείων μεταχειρισάμενος, ὃ δηλοῖ τὸ πολλῶν ἄρχων, ἔπαινον τοῦ Ἀγαμέμνονος ἐντεῦθεν πορίσεται εἰπὼν μετ' ὀλίγα οὐ μόνον, ὡςπολλοὶ αὐτῷ δέδμηνται κοῦροι Ἀχαιῶν, ἀλλὰ καὶ ὡς πλείστους μέν ποτε εἶδεναὐτὸς ὑπὸ τοῖς Φρυγίοις βασιλεῦσι λαοὺς διὰ τὸ καὶ ἐκείνους κρείοντας εἶναι, μὴ τόσους δέ, ὅσοι εἰσὶν ὑπὸ τῷ Ἀγαμέμνονι, ὃς καὶ εἴη ἂν διὰ τοῦτο εὐρυκρείων. οὕτω πλατὺς μὲν τὴν ῥητορείαν ὁ Πρίαμος, ἐπίτομος δὲ καὶ καιρία ἡ Λάκαινα. τὸ δὲ κρείων ἁπλοῦν εὕρηται καὶ κρέων παρ' Εὐριπίδῃ, ὅθεν καὶ τὰ κύρια ὁΚρέων καὶ ὁ Ἀνακρέων. Ἰστέον δέ, ὅτι ἐκ τοῦ «δέδμηνταί σοι κοῦροι» ζευξίλεως εὕρηται παρὰ τοῖς μεθ' Ὅμηρον ὁ βασιλεύς, ᾧ ὑπέζευκται λεώς, ταὐτὸνδ' εἰπεῖν «δεδμήαται κοῦροι». (ῃ. 180) Ὅτι συγγενικὴ λέξις τὸ δαήρ, δηλοῖ δὲτὸν τοῦ ἀνδρὸς ἀδελφόν, οὗ γάλως τὸ θηλυκόν, ὡς προγέγραπται. ἐνταῦθα δὲσημείωσαι τὸ «δαὴρ αὖτ' ἐμὸς ἔσκε κυνώπιδος, εἴ ποτ' ἔην γε», ἤγουν ἐμοῦ τῆςἀναιδοῦς. καινοπρεπὴς οὖν ἡ σύνταξις ληφθείσης τῆς ἐμός κτητικῆς ἀντωνυμίαςἀντὶ πρωτοτύπου τῆς ἐμοῦ γενικῆς. Τὸ δέ «εἴ ποτ' ἔην γε» πραΰνει τὸν ἐπὶ τῇμνείᾳ τοῦ ἀνδρὸς λυπούμενον ἴσως κατ' αὐτῆς, οἱονεὶ λέγουσα, ὡς οὐ νῦνἐστιν, ἀλλά ποτε ἦν. κεῖται δὲ τοῦτο καὶ μετὰ ταῦτα ἐν τῷ «ὡς ἐόν, εἴ ποτ' ἔηνγε». ὅρα δὲ καί, ὡς, εἰ καὶ μὴ ῥητῶς ἐμνήσθη τοῦ ἀνδρὸς ἡ Ἑλένη, ὡς προείρηται, ἀλλὰ τὴν ἐπ' ἐκείνῳ λύπην ἐμφαίνει καὶ νῦν ἄλλως, οὐ μόνον διὰ τοῦκυνώπιδα ἑαυτὴν ὁμολογεῖν ἤτοι ἀναιδῆ, ὡς ἀναιδευσαμένην τὸ ἁρπαγῆναι, ἀλλὰ καὶ διὰ τὸ εἰπεῖν, ὅτι δαήρ μοι ἦν ὁ Ἀγαμέμνων, εἴ ποτε ἦν. τοῦτο δὲ ὡςνῦν αὐτῇ ἄλλων ὄντων δαέρων. (ῃ. 181) Ὅτι γλυκέως ὑπὸ Πριάμου τῷβασιλεῖ προσφωνηθὲν τὸ «ὦ μάκαρ Ἀτρείδη, μοιρηγενές, ὀλβιόδαιμον» ἐπαινεῖται διὰ τὸ τὰς ἐν αὐτῷ λέξεις κατά τινα πρόοδον εὔτακτον ἀρξαμέναςἀπὸ μονοσυλλαβίας προσαύξεσθαι συλλαβικῶς κλιμακηδὸν κατὰ προσθήκηνἀνάλογον τῇ ἀνόδῳ τοῦ φυσικοῦ χύματος τοῦ ἀριθμοῦ. μονοσύλλαβον μὲν γὰρτὸ ὦ, δισύλλαβον δὲ τὸ μάκαρ, τριῶν δὲ συλλαβῶν τὸ Ἀτρείδη καὶ ἑξῆς ἕωςπεντασυλλαβίας. ἔοικε δὲ Ὅμηρος τοιοῦτόν τι τεχνάσασθαι, εἰ καὶ κολοβόν, καὶ ἐν τῷ τοῦ Ἀλεξάνδρου σκώμματι τῷ «Δύσπαρι, γυναιμανές, ἠπεροπευτά». ἐνταῦθα γὰρ ἡ μὲν κατάρχουσα τῶν λέξεων τρισύλλαβος, ἡ δὲ μετ' αὐτὴν τετρασύλλαβος, πεντασύλλαβος δὲ ἡ ὑστέρα. καὶ μὴν καὶ τὸ «τοξότα, κέρ' ἀγλαέ, παρθενοπῖπα» τοιοῦτόν τί ἐστι. Σημείωσαι δέ, ὅπως εὐμεθόδως ὁ ποιητὴς διαφόροις τόποις ἐνέσπειρε τοὺς τοῦ Ἀγαμέμνονος ἐπαίνους καὶ ὡς ὁ πολέμιοςβασιλεὺς ἐγκωμιάζει τὸν ἀγαθὸν Ἀγαμέμνονα οὐκ ἔχων κρύπτειν τὸ ἀληθές. ἅμα δὲ καὶ φιλοῦσιν ὡς τὰ πολλὰ οἱ χρονίαν πολιορκίαν παθόντες ἀποσεμνύνειντοὺς ἐχθρούς, ἵνα μὴ δόξωσιν οὐδένες αὐτοὶ εἶναι ὡς ἀχρείων πολεμίων μὴπεριγινόμενοι. Εἰσὶ δὲ τὰ σποράδην βασιλικὰ ἐγκώμια τὸ ἐκπρεπέα ἐν πολλοῖςκαὶ ἔξοχον ἡρώεσσι, τὸ ἄνδρα πελώριον, τὸ ἠΰς τε μέγας τε, τὸ γεραρός, τὸβασιλεῖ ἀνδρὶ ἐοικώς, τὸ ἀμφότερον βασιλεύς τ' ἀγαθὸς κρατερός τ' αἰχμητής, τὸ μάκαρ, μοιρηγενές, ὀλβιόδαιμον, τὸ πολλοὺς αὐτῷ δεδμῆσθαι κούρουςἈχαιῶν. ὁ δὲ Πρίαμος τεχνικῶς καὶ συγκρινεῖ τὸν τοῦ Ἀγαμέμνονος λαὸν πρὸς ἕτερον στρατὸν ἐνδόξων βασιλέων ἱστορίαν παλαιὰν κατὰ τὸν Ἑλληνικὸνῥήτορα Νέστορα παραπλέκων τοῖς λόγοις αὐτοῦ ἐνδεικνυμένου τοῦ ποιητοῦπολυτρόπως καὶ εὐμεθόδως τήν τε ἐν λόγοις ποικιλίαν τήν τε πολυμάθειαν. (ῃ. 181 ς.) Ὅτι δὲ θαυμάσας ὁ Πρίαμος ἔφη τὸ «ὦ μάκαρ» καὶ ἑξῆς, δηλοῖ μηρος εἰπών· «τὸν δ' ὁ γέρων ἠγάσσατο», τουτέστιν ἐξεπλάγη, «φώνησέντε· ὦ μάκαρ» καὶ τὸ ἐφεξῆς. (ῃ. 182) Ὅρα δὲ καί, ὅτι νῦν μὲν τὸ μοῖρα ἐπ' ἀγαθοῦ εἴληπται ἐν τῷ μοιρηγενές.– δηλοῖ γὰρ τὸν ἐν εὐμοιρίᾳ γεννηθέντα καί, ὡς ἐφεξῆς δηλοῖ, τὸν ὀλβιοδαίμονα– ὅτε δὲ εἴπῃ «ἡμῶν ὁπποτέρῳ θάνατοςκαὶ μοῖρα τέτυκται» οὐκ εὔφημόν τι ἡ μοῖρα δηλοῖ. Τὸ δὲ ὀλβιόδαιμον [παρῳδηθὲν ὕστερόν ποτε τὸν ὀλβιογάστορα καὶ τὸν κοιλιοδαίμονα προέφηνεν, ὧντοῦ μὲν χρῆσις παρὰ τῷ Δειπνοσοφιστῇ ἐν τῷ «Εὐρύβατε κνισσολοιχέ, οὐκἔσθ' ὅπως οὐκ ὀλβιογάστωρ εἶ σύ». τοῦ δὲ ἐν τῷ «γάστρων καὶ κοιλιόδαιμον, οὐδὲν ἄλλο σὺ οἶσθα, οὐ λόγους διεξοδικοὺς εἰπεῖν, οὐχ' ἱστορίας μνησθῆναι». Ἔτι ἰστέον καί, ὅτι τὸ ὀλβιόδαιμον] προπαροξύνεται κανόνι τοιούτῳ· τὰ εἰςˉωˉν βαρύτονα μακρᾷ παραληγόμενα ἔχοντα κλητικὴν εἰς ˉοˉν προπερισπῶνταιἁπλᾶ ὄντα, οἷον· ὦ Μαχᾶον, ὦ Ἀρετᾶον, ὦ Ἱκετᾶον. σύνθετα δὲ ὄντα ἀναδίδωσι τὸν τόνον, κυλλοπόδιον, Ποσείδαον, ὀλβιόδαιμον. Ὄλβιος δέ ἐστιν ὁ τὸν ὅλονβίον, ἤτοι τὸν τῆς ζωῆς πάντα χρόνον, ἐν εὐδαιμονίᾳ διάγων. τινὲς δὲ ὄλβιόνφασι κυρίως τὸν ἀπὸ γεωργίας πλούσιον, οὗ ἐν ὀλαῖς ἤτοι κριθαῖς ὁ βίος, ἃς καὶ οὐλὰς ἡ ποίησις λέγει, ἐξ ὧν ὡς ἀπὸ μέρους τὰ ἐκ γῆς δηλοῦται ἀγαθά. [αἱ δὲ ῥηθεῖσαι ὁλαὶ καὶ τὸν ὅλμον ἴσως παράγουσιν, ἐν ᾧ δηλαδὴ αἱ τοιαῦταιὁλαὶ μειοῦνται εἰς πτισσάνης σκευήν.] (ῃ. 184) Ὅτι ἀμπελόεσσαν τὴν Φρυγίαν καλεῖ, τοιαύτην, ὡς εἰκός, οὖσαν κατὰ τὸ ἀμπέλων εὐφορεῖν. (ῃ. 186) Καὶὅτι Ὀτρεὺς ὁ Δύμαντος καὶ Μυγδὼν ὁ Ἄκμονος Φρυγίας βασιλεῖς ἐπικουροῦντός ποτε Πριάμου τὸν πρὸς Ἀμαζόνας ἐξήγαγον πόλεμον στρατευσάμενοιπαρὰ Σαγγαρίῳ. (ῃ. 184– 90) Φησὶ γοῦν ὁ ποιητικὸς Πρίαμος οὕτω· «ἤδη καὶ Φρυγίην εἰσήλυθον ἀμπελόεσσαν, ἔνθ' εἶδον πλείστους Φρύγας ἀνέρας αἰολοπώλους, λαοὺς Ὀτρῆος καὶ Μυγδόνος ἀντιθέοιο, οἵ ῥα τότ' ἐστρατόωντο παρ' ὄχθας Σαγγαρίοιο· καὶ γὰρ ἐγὼν ἐπίκουρος ἐὼν μετὰ τοῖσιν ἐλέχθην», ἤγουνἐν αὐτοῖς ἠριθμήθην, «ἤματι τῷ, ὅτε τ' ἦλθον Ἀμαζόνες ἀντιάνειραι. ἀλλ' οὐδ' οἳ τόσοι ἦσαν ὅσοι ἑλίκωπες Ἀχαιοί», οἱ καὶ ἀλλαχοῦ οὕτω κληθέντες. [(ῃ. 184) Ἐν τούτοις δὲ τὸ ἐσήλυθον νοεῖται μὲν καὶ κατὰ ἀναστροφήν, ἵνα ᾖκαὶ ἐς Φρυγίην ἤλυθον. δύναται δὲ εἶναι ὅμοιον καὶ πρὸς τὸ «κατέδυ Τρώωνπόλιν». ὁμοιοῦνται γὰρ τὸ εἰσῆλθε χώραν καὶ κατέδυ πόλιν.] Φρυγίαν δὲ νῦνκατὰ τοὺς παλαιοὺς νοητέον τὴν μεγάλην, τὴν παρὰ τῷ ποταμῷ Σαγγαρίῳ, οὐ τὴν μικράν, περὶ ἣν καὶ ἡ Τροία ἐστίν. εἴρηται δὲ περὶ τούτων καὶ ἐν τοῖςτοῦ Περιηγητοῦ. (ῃ. 189) Αἱ δὲ Ἀμαζόνες, περὶ ὧν καὶ αὐτῶν πλατύτεροναἱ τοῦ Περιηγητοῦ δηλοῦσι Παρεκβολαί, καλοῦνται οὕτω ἢ παρὰ τὸ πηροῦντὸν ἕτερον τῶν μαζῶν, αἱ οἱονεὶ μονόμαζοι, ὡς ἂν μὴ ἐμποδίζοιντο ἐν τῷτοξεύειν, εἴγε κατὰ τὸν ποιητὴν ἐπὶ τῶν τοξευόντων «νευρὴ μὲν μαζῷ ἐπέλαζε, τόξῳ δὲ σίδηρος», ἢ παρὰ τὸ τὰ πολλὰ μὴ χρῆσθαι μάζαις, κρέασι δὲ καί πουκαὶ χελώναις, ὡς αἱ ἱστορίαι φασί, καὶ σαύραις καὶ ὄφεσιν. [Ὅτι δὲ τὸ ˉα σημαίνειποτὲ καὶ μόνωσιν, δῆλον καὶ ἐκ τοῦ ἁπλοῦν, ὅπερ ἐστὶ μόνον πέλον, ἤτουν ἕν, ὡςοἷον ἄπελον, ἤγουν ἓν πέλον, οὐ μὴν διπλοῦν.] Ἄρεος δὲ μυθεύονται ἀπόγονοιεἶναι καὶ Ἁρμονίας, νύμφης Ναΐδος. ἐλέγοντο δὲ καὶ ἐπὶ πυριπνόων ἵππων ὀχούμεναι ἄλλους τε τόπους καταδραμεῖν καὶ τὴν Φρυγίαν δὲ ἡγουμένων αὐταῖς τῆςστρατείας Μελανίππης καὶ ἑτέρων τινῶν. ἐπιφανεῖς δὲ ἱστοροῦνται Ἀμαζόνεςἄλλαι τε καὶ Ἱππολύτη, ἡ Θησέως ὕστερον γυνή, Ἀντιόπη, Ἄναια, Ἀνδρμάχη, Γλαύκη, Πενθεσίλεια. Ὅτι δὲ τὸν δεξιὸν μαστὸν ἐκ νηπίων πᾶσαιἈμαζόνες ἐπεκαίοντο, διὸ καὶ Ἀμαζόνες ἐλέγοντο, καὶ ἡ τοῦ Γεωγράφου ἱστορία δηλοῖ, παρ' ᾧ καὶ ταῦτα κεῖται· τίς ἂν πιστεύσειεν ὡς γυναικῶνστρατὸς ἢ πόλις ἢ ἔθνος συσταίη ἂν χωρὶς ἀνδρῶν; καὶ οὐ μόνον συσταίη, ἀλλὰ καὶ ἐφόδους ποιήσεται ἐπὶ τὴν ἀλλοτρίαν καὶ κρατήσει. ὅμοιον γὰρτοῦτο, ὡς ἂν εἴ τις λέγῃ τοὺς μὲν ἄνδρας τοὺς τότε γυναῖκας γεγονέναι, τὰς δὲγυναῖκας ἄνδρας. φέρεται δὲ ἱστορία καὶ τοιαύτη. Ἀμαζών τις Ἀλεξάνδρῳ συμμῖξαι λέγεται ἐν Ὑρκανίᾳ καὶ συγγενέσθαι τεκνοποιΐας χάριν. δῆλονδέ, ὅτι ἀπ' αὐτῶν καὶ παροιμία φέρεται τὸ «ἄριστα χωλὸς οἰφεῖ». ἐπήρουν μὲνγάρ, φασίν, Ἀμαζόνες ἀρρένων σκέλος ἢ δεξιὰν χεῖρα. Σκυθῶν δὲ προκαλουμένων αὐτὰς αὐτοῖς συνοικεῖν, ὡς ἀπηρώτοις οὖσι κατὰ Παυσανίαν, Ἀντιάνειραν, φασί, μίαν τῶν Ἀμαζόνων, θρασεῖαν οὖσαν καὶ ἀκόλαστον, εἰπεῖν·» ἄριστα χωλὸς οἰφεῖ», ὡς ἀρκουμένων αὐτῶν τοῖς χωλοῖς. ὅτι δὲ οὐ μόνον χωλὸςὁ τὸν πόδα πεπηρωμένος ἐλέγετο, ἀλλὰ καὶ ὁ τὴν χεῖρα κυλλός, δῆλον ἐκ τῶνπαλαιῶν. (ῃ. 185) Τοὺς δὲ Φρύγας αἰολοπώλους λέγει, ὡς εἴ τις εἴποιταχυΐππους ἢ ἱππότας ὡς ἐφ' ἵππων κινουμένους– αἰόλλω γὰρ τὸταχέως δίκην ἀέλλης κινῶ–. ἢ ποικίλως ἱππαζομένους. (ῃ. 187) Τὸ δέ «παρ' ὄχθας» ἀντὶ τοῦ κατὰ ὄχθας. οἱ δὲ μεθ' Ὅμηρον παρ' ὄχθαις φασίν. (ῃ. 189) Ἀντιάνειραι δὲ Ἀμαζόνες ἀντὶ τοῦ ἐξισούμεναι [πρὸς ἀνέρας ὡς οἷον ἴσανδροι ἢ] ἐναντιούμεναι ἀνδράσι καί, ὡς ἄν τις ἀστείως ἐρεῖ, δηϊάνειραι. (ῃ. 193– 8) Ὅτι Ὀδυσσεὺς μείων μὲν κεφαλῇ τοῦ Ἀγαμέμνονος, καθά φησιν ὁ Ὁμηρικὸ Πρίαμος, «εὐρύτερος δ' ὤμοισιν ἰδὲ στέρνοισιν ἰδέσθαι». τοῦτον λέγει καθημένων Ἀχαιῶν καὶ Τρώων ὡς φιλοβασιλέα ὄντα διευθετεῖν τὰ κατὰ τὸν ἀγῶνατῆς μονομαχίας, περιϊόντα ἡσύχως οἷα βραβευτήν. διὸ καὶ κτίλῳ ἀρνειῷ αὐτὸνεἰκάζει, τῷ ἡμερωτάτῳ τὸν ἐνηῆ, καὶ ἀρνειῷ πηγεσσιμάλλῳ διερχομένῳ μέγαπῶϋ οἰῶν λευκῶν καὶ οὕτω περιφανεῖ ὄντι. φησὶ γάρ· «τεύχεα μέν οἱ κεῖται ἐπὶχθονὶ πουλυβοτείρῃ, αὐτὸς δὲ κτίλος ὣς ἐπιπωλεῖται στίχας ἀνδρῶν· ἀρνειῷμιν ἔγωγε ἐΐσκω πηγεσιμάλλῳ, ὅς τ' οἰῶν μέγα πῶϋ διέρχεται ἀργεννάων». (ῃ. 196) Ἔστι δὲ κτίλος μὲν ὁ χειροήθης καὶ ἥμερος ἐκ τοῦ κίω, τὸ πορεύομαι, ὁ τῶν ἄλλων προπορευόμενος, ἐξ οὗ καὶ ἐκτιλωμένος παρὰ Παυσανίᾳ, ὁσυνήθης τινί, καὶ κτιλῶσαι ῥῆμα παρὰ Ἡροδότῳ εἰπόντι· «ἐκτιλώσαντο τὰςλοιπὰς τῶν Ἀμαζόνων», ἤγουν εἰς γυναῖκας ἔσχον πραΰναντες. Πορφύριος δὲκαὶ κύριον ὄνομα οἶδε Κτίλον τινά, ὃν Διὸς λέγει ἀπόγονον. (ῃ. 197) Ἀρνειὸς δὲοὐχὶ τὸ ἀρνίον, ἀλλ' ὁ τέλειος καὶ ἤδη κριός. καὶ δῆλον ἐκ τοῦ τὸν Ὀδυσσέασώσαντος. ἐκεῖνος γὰρ ἀρνειὸς ὢν κριὸς πέπων ὑπὸ τοῦ Κύκλωπος προσεφωνήθη. γίνεται δὲ ἀπὸ τοῦ ἀρνός ὁ ἀρνειός, ὁμοίως τῷ ἀδελφειός, ἀφνειός, Ἀλφειός, Σπερχειός καὶ τοῖς ὁμοίοις. Τὸ δὲ πηγεσιμάλλῳ ἀντὶ τοῦ μελανομάλλῳ. ὁ γὰρτοιοῦτος ἀρνειὸς ἐν μεγάλῳ λευκῷ ποιμνίῳ διάδηλος. καὶ κῦμα γὰρ πηγὸν τὸμέλαν. οἱ δὲ πηγεσίμαλλον τὸν λευκόμαλλόν φασιν, ὡς καὶ τοῦ Λυκόφρονοςπλόκαμον πηγὸν εἰπόντος τὴν λευκὴν πολιάν. Σκοπητέον δὲ μήπου ἐστὶ ῥῆμαπηγῶ πηγέσω, ἐξ οὗ πηγεσίμαλλος, ἢ τὸ πῆγος, ἐξ οὗ ἂν ὁ πηγεσίμαλλοςγίνοιτο ὡς ἐκ τοῦ ἔγχος ἔγχεσιν ὁ ἐγχεσίμωρος. ἀπὸ γὰρ τοῦ πηγόν ὁ πηγόμαλλος ὤφειλεν εἶναι. (ῃ. 198) Ἰστέον δὲ καί, ὅτι κατὰ τὴν παρατήρησιν τῶνπαλαιῶν τὴν τοῦ οἰῶν εὐθεῖαν οὐδέποτε μονοσυλλάβως εἶπεν ὁ ποιητής «οἶς», ἀλλὰ διαλελυμένως «ὄϊς». καὶ τὰς πλαγίους δὲ διαλύει, εἰ μὴ μέτρον κωλύει, ὡςἐν τῷ «οἰὸς ἀώτῳ». καὶ ἔστιν ἀναλογώτερον τὸ δισύλλαβον. οὐδὲ γάρ ἐστιν ἄλλοτοιοῦτον, εἰ μὴ παρὰ Ἀττικοῖς αὐτό τε καὶ τὸ φθοῖς. Σημείωσαι δὲ καί, ὅτιοὐ μικροποιὸς ἡ παραβολὴ πώεϊ τὸν τοσοῦτον λαὸν εἰκάσασα. πρὸς μόνον γὰρτὸ τοῦ Ὀδυσσέως ἐνηὲς εἴληπται καὶ τὴν ἐκείνου ἠρεμαίαν καὶ ἀκακοήθευτον ἐντοσούτῳ λαῷ πρὸς τὸ παρὸν κίνησιν, εἰ καὶ τρόπον ἕτερον πολυμήχανος ἦν. ἄλλως γὰρ οὐδὲν ὅμοιον ἔχει οὔτε ἀρνειῷ ὁ τηλικοῦτος Ὀδυσσεὺς οὔτε πώεϊ ὁτοσοῦτος στρατός. Ὅρα δὲ καί, ὅτι, ὥσπερ πρὸ μικροῦ συντομωτάτῃ παραβολῇ χρησάμενος τῇ «ὄρνιθες ὥς» ἐπήγαγε πλατυτέραν ἑτέραν ἐφερμηνευτικήν, οὕτω καὶ ἐνταῦθα ποιεῖ. εἰπὼν γάρ, ὅτι Ὀδυσσεὺς κτίλος ὣς ἐπεπωλεῖτο τὸνστρατόν, ἐπήγαγεν· «ἀρνειῷ μιν ἔγωγε ἐΐσκω» καὶ ἑξῆς. τοῦτο δὲ καὶ διασαφητικόν ἐστι τοῦ κτίλος. δῆλον γάρ, ὅτι κτίλος ἐστὶν ἀρνειὸς τὸ πῶϋ πᾶν περιερχόμενος διὰ χειροήθειαν. [(ῃ. 194) Ἰστέον δέ, ὅτι τὸ «εὐρύτερος ἰδέσθαι» διφορεῖται τῇ φράσει. ἔστι γὰρ εἰπεῖν καὶ εὐρύτερος ἰδεῖν κατὰ τὸ «καλὸς ἰδεῖν» καὶ τὰ τοιαῦτα.] (ῃ. 201 ς.) Ὅτι οὐδὲν ἐμποδὼν εἰς ἀνδρὸς ἀγαθοῦ γένεσινφαυλότης πατρίδος. καὶ τοῦτο ἔδειξε μὲν καὶ ἡ λυπρὰ Πέλλα μέγαν βασιλέαπροενεγκοῦσα τὸν Ἀλέξανδρον. καὶ Ἀνάχαρσις δὲ ὁ Σκύθης αὐτὸ πιστοῦται [καὶ ἡ τὸν σοφὸν δὲ Θεμίστιον προενεγκαμένη, ὡς ἐκεῖνός που ἱστορεῖ, μαρτυρεῖ.] δηλοῖ δὲ πρὸς ἄλλοις μυρίοις καὶ ἡ Ἰθάκη νῆσος, οὐ πολλοῦ λόγου ἀξία, ἐξ ἧς, ὡς ἡ Ἑλένη φησί, τραχείας οὔσης ἔβλαστεν ὁ πολύμητις Ὀδυσσεύς, «ὅς», φησί, «τράφη ἐν δήμῳ Ἰθάκης», τῷ καὶ ἐν Ὀδυσσείᾳ, «κραναῆς περ ἐούσης, εἰδὼς παντοίους τε δόλους καὶ μήδεα πυκνά». καὶ ὅρα, ὅτι καὶ νῦν Πρίαμοςμὲν σωματικῶς ἐπῄνεσε τὸν Ὀδυσσέα, Ἑλένη δὲ εἰς τὴν ψυχὴν ἐκείνου προέκυψε. (ῃ. 202) Σημείωσαι δὲ καί, ὅτι τὸ «εἰδὼς δόλους» αἰτιατικῇ συνέταξεν, ἀλλαχοῦ δὲ γενικῇ, ὡς καὶ ἐν τῷ «τόξων εὖ εἰδώς» καὶ «εὖ εἰδὼς ων». [καὶ ὅτι τὸ παντοίους δόλους οὐκ ἔστιν ἄκρατος ἔπαινος Ὀδυσσέως, εἴπερ οὐχ' ἁπλῶς δόλους οἶδεν ἀλλὰ παντοίους, ὧν εἷς καὶ ὁ κατὰ τοῦ καλοῦ Παλαμήδους, ψεκτέος πάντως ὤν, ὡς οὐκ ἂν ἀντείποι τις.] Τὸ δέ «μήδεαπυκνά» μετ' ὀλίγα σαφηνίζων ὁ ῥήτωρ Ἀντήνωρ νιφάσιν ἀπεικάζει τοὺςὈδυσσέως λόγους. Ἰστέον δὲ καί, ὅτι ἔδει μὲν τὸν Πρίαμον εἰδέναι τὴν ὄψιν τοῦ Ὀδυσσέως, εἴγε καὶ εἰς τὴν Τροίαν ἦλθεν, ὡς ῥηθήσεται, ὁ δὲ ἀγνοεῖαὐτόν, ἴσως μὲν οὐκ ὀξὺ βλέπων διὰ τὸ βαθὺ γῆρας, τυχὸν δὲ καὶ ἐξελάθετοἢ οὐδὲ τότε ἠκριβώσατο. ὁ μέντοι Ἀντήνωρ ἀκριβῶς τὸν τοῦ Ὀδυσσέως χαρακτῆρα ἐγγράψας πάλαι ποτὲ τῇ ψυχῇ ἀναγνωρίζει αὐτὸν ἅμα τῷ λόγῳ τῆςἙλένης. (ῃ. 204) Ὅτι τὸ «ὦ γύναι, ἦ μάλα τοῦτο ἔπος νημερτὲς ἔειπες» παρῳδήσας ὁ ποιητὴς ἄλλως ἐν Ὀδυσσείᾳ ἔφη· «ὦ γύναι, ἦ μάλα τοῦτοἔπος θυμαλγὲς ἔειπες». ἔστι γὰρ καὶ τοῦ παρῳδεῖν διδάσκαλος ὁ ποιητής. (ῃ. 205– 7) Ὅτι Ἀντήνωρ ἀκολούθως, οἷς εἶπεν ἡ Ἑλένη, ἀναγνωρίσαςτὸν Ὀδυσσέα ἱστορεῖ, ὡς αὐτόν τε καὶ τὸν Μενέλαον ἕνεκ' ἀγγελίης τῆς κατὰτὴν Ἑλένην ἐλθόντας εἰς Τροίαν ἐκ Τενέδου ἐν καταρχῇ τοῦ πολέμου ἐξείνισεκαὶ ἐν μεγάροισι φίλησεν ἤτοι ἐφιλοφρονήσατο καὶ ἐξένισεν, ὅπερ οἱ ὕστερονπροξενῆσαι λέγουσι, μετὰ γενικῆς τὸ ῥῆμα συντάσσοντες, οἷον «πειράσομαί σουπροξενεῖν», ὥσπερ καὶ τὸ ξεναγεῖν, ὅπερ ταὐτόν ἐστι τῷ προξενεῖν, γενικῇσυντάσσει ὁ Ἀρριανός. τὸν δὲ ταῦτα ποιοῦντα πρόξενον ἐκάλουν οἱ μεθ' Ὅμηρον, ὡς δηλοῖ καὶ ὁ εἰπών· «φίλης γὰρ προξένου κατήνυσαν». οἶδε δὲ σὺνἄλλοις καὶ Ἡρόδοτος τὴν ῥηθεῖσαν ἱστορίαν λέγων, ὅτι Ἕλληνες πέμψαντες ἀγγέλους ἤθελον τήν τε Ἑλένην ἀπαιτεῖν καὶ τῆς ἁρπαγῆς δίκας αἰτεῖν. οἱ δὲπροϊσχόμενοι τὴν τῆς Μηδείας ἁρπαγὴν οὐκ ἐπείσθησαν. Σημείωσαι δέ, ὅτι οἱῥηθέντες πρόξενοι χειροτονητοὶ ἦσαν ἢ ὑπὸ δήμου ἢ ὑπὸ βασιλέων. Ἡρόδοτοςοὖν γέρας εἰναί φησι τοῖς βασιλεῦσιν ἐν Σπάρτῃ τὸ καὶ προξένους ἀποδεικνύειν, οὓς ἂν θέλωσι τῶν ἀστῶν. Φασὶ δὲ καί, ὅτι ἐπιβουλευομένους ὥστε δολοφονηθῆναι τοὺς περὶ Ὀδυσσέα καὶ Μενέλαον ὁ Ἀντήνωρ περιεσώσατο. διὸ καὶ ἡ Ἑλένη τὸ τοῦ Ἀντήνορος, ὡς προξένου τοῦ ἀνδρός, ἔοικε γένος ἀγαπᾶν, ὡς δῆλον καὶ ἐκ τοῦ τὴν Ἶριν πρὸ μικροῦ τῇ Ἑλένῃ ὁμιλοῦσαν μὴ ἄλλῃ τινί, ἀλλὰ τῇ Ἀντήνορος γυναικὶ Λαοδίκῃ παρεικασθῆναι. Ἀγαμέμνων δέ, φασίν, ἀπομνημονεύσας τῆς εἰς Ἕλληνας ἀγαθῆς προξενίας ἐκείνου παρδαλέηνἐξάψας, ὅ ἐστιν ἀπαιωρήσας, τῆς τοῦ Ἀντήνορος οἰκίας, ὅτε ἡ Τροία ἑάλω, ἄβατον τοῖς Ἕλλησι τὴν αὐτοῦ οἰκίαν διεφυλάξατο. ἑτέρωθι δὲ ἡ τῆς ἱστορίαςταύτης διάθεσις τοιαύτη εὕρηται. Σοφοκλῆς ἱστορεῖ ἐν ἁλώσει Ἰλίου παρδαλέην τῆς θύρας προτεθῆναι τοῦ Ἀντήνορος, σύμβολον τοῦ ἀπόρθητονἐαθῆναι τὴν οἰκίαν. τὸν δὲ ἅμα παισὶ μετὰ τῶν περιγενομένων Ἐνετῶν εἰς Θρᾴκην περισωθῆναι, κἀκεῖθεν διεκπεσεῖν εἰς τὴν ἐν τῷ Ἀδρίᾳ Ἐνετικήν. Πιθανῶς δὲ Ἀντήνωρ ὡς ξενοδοχήσας ποτὲ καὶ ἰδὼν καὶ εὖ εἰδὼς ἐπιμαρτύρεται ἀλήθειαν τῇ Ἑλένῃ ἀναγνωρίζων τὸν Ὀδυσσέα, ἵνα μὴ ὑποπτευθῇ ἡ Ἑλένη, ἐφ' οἷς λέγει. περὶ δὲ τῆς ῥηθείσης, ὡς μὲν Εὐριπίδης ἂν εἴποι, Ἀδριηνῆς, κοινῶς δὲ Ἀδριατικῆς, Ἐνετικῆς ζητητέον ἐν τοῖς τοῦ Περιηγητοῦ. Ἰστέον δέ, ὅτι τεσσάρων τούτων ὄντων, προξένων, ἀστοξένων, δορυξένων καὶ ἰδιοξένων, πρόξενοι μὲν κατὰ Αἴλιον Διονύσιον οἱ ὅλης πόλεως ξένοι, παρ' οἷς καὶ πρέσβειςκατάγονται, καὶ αὐτοὶ πρεσβείας προσάγουσι πρὸς τὸ δημόσιον. ἀστόξενοι δὲοἱ ἐκ προγόνων μὲν ἀστῶν, αὐτοὶ δὲ ξένοι καὶ ἀνανεώσεως δεόμενοι, ὁποῖος Ἀγαμέμνων ἐν Λυδίᾳ. δορύξενοι δὲ οἱ ἐκ πολέμου ξένοι γεγονότες τισίν. ἰδιόξενοι δὲοἱ ἰδίᾳ καθ' ἑαυτοὺς ξένοι ὄντες. Παυσανίας δὲ περὶ ἀστοξένων οὕτω φησίν· ἀστόξενοι οἱ γένει προσήκοντες τῇ πόλει τὸ ἀνέκαθεν, οὐκ ὄντες δὲ πολῖται, ὡςἐν Κορίνθῳ Γλαῦκος, ὁ Ἱππολόχου τοῦ Βελλεροφόντου. ἕτεροι δὲ οὕτω· ἀστόξενοι οἱ γένει μὲν ἐξ ἀρχῆς προσήκοντες, ἐπὶ δὲ ἀλλοδαπῆς γεγονότες. περὶ δὲδορυξένου ὁ αὐτὸς Παυσανίας φησίν, ὅτι δορύξενος ὁ ἐκ πολεμίων φίλος καὶ ὁπρεσβεύων περὶ λύτρων, εἰ ζωγρηθεῖέν τινες. Σοφοκλῆς δὲ ἐν τῷ «ὁ γάρ», ἤγουνοὗτος, «μέγιστος αὐτοῖς τυγχάνει δορυξένων» ἢ παραχρᾶται τῇ λέξει ποιητικώτερον ἢ δριμέως δορυξένους λέγει τοὺς τοῖς φονεῦσι τοῦ Ἀγαμέμνονοςφιλιωθέντας, ἵνα πολεμικῶς ἐχθραίνωσι τοῖς ἐκείνου παισίν, [ὡς εἶναι οὕτωδορύξενον εἰπεῖν καὶ τὸν χάριν δουρός, ἤτοι πολέμου, συμμαχικῶς ξενισθένταὑπό τινων. (ῃ. 209) Ὅτι ἐν τῷ «ἀλλ' ὅτε δὴ Τρώεσσιν ἐν ἀγρομένοισιν ἔμιχθεν», ὁ Μενέλαος δηλαδὴ καὶ ὁ Ὀδυσσεύς, τὸ μὲν ἀγρομένοισιν ἀγορὰν Τρώωνὑπολαλεῖ, τὸ δὲ ἔμιχθεν οὐ κυριολεκτεῖται μέν, καθὰ ἐπὶ μισγαγκείας ὑδάτων, ἐφιλήθη δὲ τῷ Πινδάρῳ τε ὡς ἀγαθὴ λέξις, καθὰ ἐν τοῖς ἐκείνου δεδήλωται, καὶ τῷ εἰπόντι δέ, ὡς ἀναμὶξ ἀγκύλων ἱππόται, κατὰ τὸ «μαίνονται ἐπιμὶξἵπποι τε καὶ ἄνδρες».] (ῃ. 210 ς.) Ὅτι ὑπογράφων δι' Ἀντήνορος ὁ ποιητὴς καὶ τὸ τοῦ Μενελάου εἶδος ἐκ τῆς πρὸς τὸν Ὀδυσσέα παραθέσεώς φησι·» στάντων μὲν Μενέλαος ὑπείρεχεν εὐρέας ὤμους, ἄμφω δ' ἑζομένω γεραρώτεροςἦεν Ὀδυσσεύς». καὶ ὅρα, ὅτι τῇ κεφαλῇ μὲν μείων καὶ τοῦ Μενελάου ὁὈδυσσεύς, ὡς καὶ τοῦ Ἀγαμέμνονος, ἄλλως δὲ γεραρώτερος τοῦ ὥσπερ αὐτοῦ πάλιν τοῦ Ὀδυσσέως ὁ Ἀγαμέμνων. Σημείωσαι δὲ καί, ὅτι σολοικοφανὲς ἤγουν καινοπρεπὲς σχῆμα τὸ «ἄμφω δ' ἑζομένω γεραρώτεροςἦν Ὀδυσσεύς». ὤφειλε μὲν γὰρ καὶ ἠδύνατο εὐσυντάκτως εἰπεῖν «ἀμφοῖν δ' ἑζομένοιν». ὁ δὲ οὕτως ἔφρασε καινότερον διὰ τὸ ἄρξασθαι μὲν ὡς ἐν σχεδιασμῷἀπὸ εὐθείας δυϊκῆς, εἶτα μὴ ἔχειν ἓν κοινὸν ῥῆμα περὶ Ὀδυσσέως καὶ Μενελάουεἰπεῖν. οὐδὲ γὰρ ἦσαν ὁμοίως ἄμφω γεραροί. τοιοῦτον καὶ τὸ «σύν τε δύ' ἐρχομένω καί τε πρὸ ὃ τοῦ ἐνόησε» καὶ τὸ «οἱ δὲ δύο σκοπελοί, ὃ μὲν εἰς οὐρανὸνἱκάνει» καὶ ἄλλα πολλά. (ῃ. 208) Σημείωσαι δ' ἐν τοῖς ῥηθεῖσι καί, ὅτι φθάσαςεἰπεῖν ὁ ῥήτωρ Ἀντήνωρ προαναφωνητικῶς τὸ «ἀμφοτέρων δὲ φυὴν ἐδάην καὶμήδεα πυκνά» ἡρμήνευσεν ἐν τοῖς προσεχῶς ῥηθεῖσι τὴν φυὴν ἐν τῷ «στάντωνμὲν Μενέλαος ὑπείρεχε» καὶ ἑξῆς, ὡς εἴρηται, ἵνα εἴη φυή μὴ μόνον ἡ φύσις καὶἡ εὐφυΐα, καθ' ἣν εὖ πέφυκέ τις πρὸς ἔργον, ἀλλὰ καὶ ἡ κατὰ σῶμα ὑπεροχὴ καὶγεραρότης. καὶ οὕτω μὲν διεσάφησε τὴν φυὴν καὶ μάλιστα ἐν τῷ «οὐ τότεγε ὧδ' Ὀδυσῆος ἀγασάμεθα εἶδος ἰδόντες», ὡς καὶ τοῦ ἀγαστοῦ εἴδους φυῆςλεγομένου. Τὸ δὲ πυκνὰ μήδεα διερμηνεύων ἐπάγει τὰ εὐθὺς ῥηθησόμενα. (ῃ. 213– 24) Ὅτι Ἀντήνωρ ἐπαινῶν ὡς ῥήτωρ τὴν κατὰ Ὀδυσσέα καὶ Μενέλαον ῥητορείαν, ὡς καὶ ὁ βασιλεὺς Πρίαμος πρὸ βραχέων τὸν ὅμοιονἈγαμέμνονα, ἰδέαν λόγου καθυπογράφει τῷ μὲν Μενελάῳ διὰ νεότητα ἢ καὶ ὡς Λάκωνι στενήν, ταὐτὸν δ' εἰπεῖν γοργήν, τὰ καίρια μόνα ἐν βραχεῖ ἐπιλεγομένῳ, τὰ δὲ περιττὰ ἐπιτρέχοντι. λέγει γάρ· «ἀλλ' ὅτε δὴ μύθους καὶ μήδεα πᾶσινὕφαινον, ἤτοι μὲν Μενέλαος ἐπιτροχάδην ἀγόρευε, παῦρα μέν, ἀλλὰ μάλαλιγέως, ἐπεὶ οὐ πολύμυθος οὐδ' ἀφαμαρτοεπής, ἢ καὶ γένει ὕστερος ἦεν». Τῷ δὲ Ὀδυσσεῖ πάνυ ἁδρὸν καὶ πυκνότητι νοημάτων ἐμπλατυνόμενον ἐμφαίνει τὸν χαρακτῆρα εἰπών· «ἀλλ' ὅτε δὴ ὄπα τε μεγάλην ἐκ στήθεος ἵει καὶ ἔπεανιφάδεσσιν ἐοικότα χειμερίῃσιν, οὐκ ἂν ἔπειτα Ὀδυσσῆϊ γ' ἐρίσειε βροτὸςἄλλος». καίτοι πρὸ τῆς δημηγορίας ζακότῳ ἐοικὼς καὶ ἀνεπιστήμονι, ὡς δηλοῖπρὸ τούτων εἰπὼν τὸ «ἀλλ' ὅτε δὴ πολύμητις ἀναΐξειεν Ὀδυσσεύς, στάσκεν», ἤγουν ἵστατο, «ὑπαὶ δὲ ἴδεσκεν», ὅ ἐστιν ὑπεβλέπετο παρασύρων ἴσως τὸβλέμμα λόγῳ βλοσυρότητος, «κατὰ χθονὸς ὄμματα πήξας, σκῆπτρον δ' οὔτ' ὀπίσω οὔτε προπρηνὲς ἐνώμα, ἀλλ' ἀστεμφὲς ἔχεσκεν ἀΐδρεϊ φωτὶ ἐοικώς· φαίηςκεν ζάκοτόν τέ τιν' ἔμμεναι ἄφρονά τ' αὔτως. ἀλλ' ὅτε δὴ ὄπα τε μεγάλην» καὶἑξῆς, ὡς προσεχῶς ἐγράφη. ἐν οἷς ὅρα, ὅτι τὸ «ἀλλ' ὅτε δή» τρὶς ἐτέθη κατ' ἐπαναφορὰν ἐν στίχων ἀρχαῖς. Φασὶ δ' ἐνταῦθα οἱ παλαιοί, ὅτι τρεῖς τρόποιῥητορείας, ὁ ἀπολελυμένος καὶ βραχὺς καὶ περὶ τὰ καίρια ἔχων, οἷος ὁ τοῦ Μενελάου, ὃς ἐπιτρέχων τὰ πολλά, ὡς εἴρηται, μόνα λέγει τὰ καίρια. δεύτερος ὁὑψηλὸς καὶ καταπληκτικὸς καὶ μεστὸς ἐνθυμημάτων ἀθρόως λεγομένων, ὃν καὶ Δημοσθένης ζηλοῖ. καὶ τρίτος ὁ πιθανὸς καὶ πολλῶν πλήρης δογμάτων, οἷος ὁτοῦ Νέστορος, οὗ ζηλωτὴς Ἰσοκράτης, ὃς τὸ γνωμολογικὸν καὶ σαφὲς ἐζήλωσε. (ῃ. 212) Τῶν δὲ Ὁμηρικῶν λέξεων τὸ μὲν μύθους καὶ μήδεα διαφορὰν ἔχει, καθότι μῦθοι μὲν οἱ ἁπλῶς οὕτω λόγοι, μήδεα δὲ οἱ κατὰ συμβουλὴν λόγοι. δῆλον δέ, ὡς ὁμώνυμος λέξις καὶ τὰ μήδεα, δηλοῦσα νῦν μὲν βουλεύματα, ἐνἄλλοις δὲ καὶ αἰδοῖα, τὰ παρὰ Ἡσιόδῳ μέζεα, ὧν προκατάρχει τὸ μέδω, ἤγουν ἄρχω, ἐξ οὗ μέδεα, ἀρχή τις ὄντα καὶ αὐτὰ ἐν τῷ ζῴῳ, καὶ κατὰ τροπὴνσυνήθη μέζεα. Τὸ δέ «βουλὰς ὑφαίνειν» ἐκ μεταφορᾶς καὶ αὐτὸ εἴρηται συνθέσεως ὑφαινομένου ἱστοῦ. ὡς γὰρ ἡ τῆς κρόκης ἐκεῖ τῷ στήμονι ἐπισύνθεσιςἀποτελεῖ ὕφασμα, οὕτω καὶ λόγον ἡ συνθήκη τῶν λέξεων. εὑρήσει δέ τις καὶτὸν ἐν Ὀδυσσείᾳ τῆς Πηνελόπης ἱστὸν διὰ τὴν τοιαύτην ὁμοιότητα εἰς φιλοσόφους λόγους ἐκλαμβανόμενον. Τὸ δέ «πᾶσιν ὕφαινον» δημοσίᾳ δημηγορεῖν ἐν Τροίᾳ τηνικαῦτα τὸν Ὀδυσσέα δηλοῖ. [Ἰστέον δέ, ὅτι τὸ καθ' Ὅμηρον ὑφαινεσθαι λόγους ἠρέθισέ τινας τῶν ὑστέρων συντιθέναι στίχους ὡς ἐν τύπῳὑφάνσεως, οὓς καὶ ἱστοὺς ὠνόμαζον, ὧν ἕκαστος ἐν ἰσότητι γραμμάτωνἡπλωμένος κατὰ πλάτος μὲν ἄλλως ἀνεγινώσκετο, ἑτέρως δὲ κατὰ βάθος ἐνἀνομοιότητι ἐννοιῶν. καὶ ἦν ἐν τοῖς τοιούτοις ἔπεσι τὸ μέν τι ὡσανεὶ στήμων, τὸ δὲ ὡς οἷον κρόκη.] (ῃ. 213– 5) Τὸ δὲ ἐπιτροχάδην ἀντὶ τοῦ κεφαλαιωδῶς, ταχέως, ἐσπευσμένως ἐν τῷ ἐπιτρέχειν τὰ πολλά. ὃ διασαφῶν φησι· «παῦρα», ἤγουν ὀλίγα. ἐπεὶ δὲ κακία πολλάκις λόγου καὶ ἀδυναμία τὸ βραχυλογεῖν, ἐπάγει· «ἀλλὰ μάλα λιγέως». εἰς πλέον δὲ τοῦτο ἐφερμηνεύων φησί· «ἐπεὶ οὐπολύμυθος», ἢ διὰ Λακωνισμόν, ὡς εἴρηται, ἢ διά νεότητα. οὐκ εὔποροιγὰρ λέγειν οἱ νέοι. οὐ μὴν «οὐδ' ἀφαμαρτοεπής», ἤτοι ἁμαρτάνων ἐν τῷ λέγεινἢ κατὰ νοήματος πιθανότητα ἢ κατὰ λέξιν καὶ τὰ περὶ αὐτήν, «εἰ καὶ γένειὕστερος ἦεν», ἤτοι νέος, ὡς εἴρηται. τὸ γάρ «ἢ καὶ γένει ὕστερος ἦν» οὕτωδιασαφοῦσιν οἱ παλαιοί, ὡς καὶ τὸ «ἢ καὶ ἐμὸν δόρυ μαίνεται ἐν παλάμῃσιν», ἀντὶ τοῦ «εἰ καὶ ἐγὼ αἰχμητής εἰμι». (ῃ. 216) Τὸ δὲ ἀναΐξειε μέγεθός τεἡρωϊκὸν ἐμφαίνει τῷ Ὀδυσσεῖ καὶ δραστηριότητα τὴν καθ' ὁρμήν. (ῃ. 217) Τὸ δέ «κατὰ χθονός» Ἀττικόν ἐστιν, ὡς καὶ τὸ «τὰ κατὰ γῆς ὁ σοφὸς οὐκ ἀγνοεῖ». χρῆσις δὲ συντάξεως τοιᾶσδε σὺν ἄλλοις καὶ παρὰ τῷ Κωμικῷ. (ῃ. 217– 20) Τὸ δὲ πῆξαι κατὰ γῆς τὰς ὄψεις ὡς οἷα μελετῶντα ἐμμερίμνως διὰσχεδιασμὸν καὶ ἵστασθαι ὑπιδόμενον καὶ τὸ σκῆπτρον μήτε ὀπίσω μήτε προπρηνὲς κινεῖν, ἀλλὰ ἀστεμφὲς ἔχειν ἤτοι ἀστρεφές, ἀμετακίνητον, εἰ καὶ ἁπλότητοςἦν, ἀλλ' ὅμως ἄλλως ἀγωνιῶντά τε καὶ ἐκπεπληγμένον ἐμφαίνει τὸν Ὀδυσσέακαὶ οἷον ζάκοτον ἤτοι ὀργίλον διὰ τὸ σύννουν, ὥσπερ αὖ πάλιν θαρσαλέου καὶἔμφρονος τὰ τούτων ἔμπαλιν. (ῃ. 217) Τὸ δὲ πήξας, ὅ ἐστιν ἐρείσας, στηρίξας, τὸ τοῦ βλέμματος ἐμφαίνει καθεστηκός. (ῃ. 218) Ἡ δὲ ἀκινησία τοῦ σκήπτρουδιαστελλομένη πρὸς κίνησιν ἐν καιρῷ γινομένην ἐμφαίνει διαφορὰν καὶ ἐν τῇτῶν χειρῶν κινήσει τῇ ἐν δημηγορίαις, ἣν Δημοσθένης μὲν ἐποιεῖτο, Αἰσχίνηςδὲ ἀπέστεργεν, ὁ καὶ ἀκούσας ἐκ Δημοσθένους χρῆναι τοὺς ῥήτορας πρεσβεύοντας ἔσω τὰς χεῖρας ἔχειν, οὐ μὴν ἐξ ἀνάγκης δημηγοροῦντας. [(ῃ. 218) Τὸ δὲ προπρηνές μετήνεκται μὲν ἀπὸ σωμάτων, οἷς οὐχ' ὑπτία ἡ πτῶσις, δοκεῖ δὲ μηδὲ περιττὴν ἔχειν τὴν πρόθεσιν κατὰ τὸ προπάσας καὶ πρόπαντες, ἀλλὰ δηλοῦν διαφοράν τινα τοῦ ὀπίσω καὶ τοῦ προπρηνὲς νωμᾶν τὸ σκῆπτρον. εἰ γὰρ καὶ τῷ Ὀδυσσεῖ πρανὲς ἦν τὸ τοῦ σώματος ὀπίσω, ἀλλὰ τὸ σκῆπτρονἐπὶ τὰ πρόσθε νωμώμενον πρηνὲς ἐνωμᾶτο κατακλινόμενον.] (ῃ. 219) Τὸ δέ» ἀΐδρεϊ φωτί» διὰ διφθόγγου γράφεται, ὡς καὶ τὸ ὄφεϊ ὄφει. οὐ γάρ ἐστιν οὐδὲτὸ ἄϊδρις παρώνυμον μακροπαράληκτον, ἵνα διὰ τοῦ ˉδ κλίνηται, ὥστε κατὰτοὺς παλαιοὺς ἁμαρτάνει Σαπφὼ καὶ Σοφοκλῆς καὶ Φρύνιχος διὰ τοῦ ˉδ κλίνοντες. οὐδὲν δὲ θαυμαστόν, εἰ διὰ τοῦ ˉι πολλάκις τῶν τοιούτων γενικῶν τὴν παραλήγουσαν Ἴωνες προφέροντες, οἷον ἴδριος, ὄφιος, τὴν δοτικὴν διὰ τοῦ ˉε προάγουσιν, οὐ διὰ τοῦ ˉι. ἴσως γὰρ τοῦτο διὰ τὸ κακόφωνον τῶν δύο ˉι ποιοῦσιν. οὕτωγὰρ καὶ ὁ πόσις, ἤτοι ὁ ἀνήρ, τὴν μὲν γενικὴν διὰ τοῦ ˉι ἔχει, οἷον «εὐνὴναἰδομένη πόσιος», τὴν δὲ δοτικὴν διὰ τοῦ ˉε· «χαριζομένη πόσεϊ ᾧ». οὕτωςἩρόδωρος. (ῃ. 220) Τὸ δέ «ἄφρονά τ' αὔτως» ψιλοῦσθαι φανερῶς δηλοῖ τὸαὔτως Αἰολικῶς. (ῃ. 221) Τὸ δέ «ὄπα μεγάλην» εὐρυβόαν ἐμφαίνει καὶ τὸνὈδυσσέα, ὡς καὶ ἀλλαχοῦ φανεῖται. καὶ ἔστι καὶ τοῦτο στρατηγοῦ ἀρετή. διὸκαὶ Ἀγαμέμνων πρὸ μικροῦ μακρὰν ἄϋσεν, ἀντὶ τοῦ ἐβόησεν. ἱστορεῖται δὲκαὶ ἀσκεῖσθαι τὴν μεγαλοφωνίαν τοὺς παλαιούς. Τὸ δὲ ἵει λείπεται προθέσεως, ταὐτὸν ὂν τῷ ἀφίει. (ῃ. 222) Τὸ δέ «ἔπεα νιφάδεσσιν ἐοικότα» εἴρηται διὰ τὸτάχος τῶν νοημάτων, διὰ τὸ πυκνόν, διὰ τὸ τῆς σαφηνείας διάλευκον, ναὶ μὴνκαὶ διὰ τὸ φρίκης γέμον. ἔοικε γὰρ καὶ καταφορικῶς προάγειν τὸν λόγον ἐν τῇ Τροίᾳ ὁ Ὀδυσσεὺς καὶ νόμῳ κοινοῦ τόπου τὴν πρεσβείαν μεθοδεύειν, παραμιγνὺς τῷ λόγῳ καὶ ἀπειλάς, καὶ ὡς οἷον εἰπεῖν, θατέρᾳ μὲν δόρυ, θατέρᾳ δὲκηρύκειον προϊσχόμενος. ὃ δὴ παροιμία ἦν, ὥς φησι Παυσανίας, ἐπὶ τῶν ἅμαπαρακαλούντων καὶ ἀπειλούντων. οἱ δεκατευθέντες γάρ, φησίν, εἰς Δελφοὺςὑπ' Ἀθηναίων Γεφυραῖοι λαβόντες χρησμόν, ὡς ἀνδρὶ Γεφυραίῳ οἶκος φίλος, οἶκος ἄριστος, εἶτα βουσὶν ἀκολουθοῦντες ἕως οὗ ἐκεῖνοι κοπιάσουσιν, οἱ βόεςδηλαδή, ὡς ὁ θεὸς αὐτοῖς ἔχρησεν, ὅπως ἐκεῖ καταμείνωσι, πολεμουμένωνἈθηναίων ὑπὸ Εὐμόλπου ἐπὶ Τάναγραν ὥδευσαν δόντες μὲν τῷ προηγουμένῳκηρύκιον ὡς ἐπὶ πρεσβείᾳ καὶ εἰρήνῃ, καθοπλίσαντες δὲ κατόπιν τοὺς νέους. ὅθεν παροιμία ἐξέπεσεν ἐπὶ τῶν ὅμοιά τινα ποιούντων λέγουσα «δόρυ καὶ κηρύκιον». ἐν ἑτέρῳ δὲ ῥητορικῷ Λεξικῷ γράφει, ὡς ὑπὸ Ταναγραίων πολεμούμενοι Γεφυραῖοι προέπεμψαν κήρυκα καὶ κατόπιν καθώπλισαν ἑαυτούς, κἀντεῦθενἡ ῥηθεῖσα παροιμία. Ἰστέον δὲ καί, ὅτι τὸ νιφάδεσσιν ἐοικέναι τοὺς λόγουςδύναταί ποτε καὶ σκωπτικῶς ψυχρῷ ἐπιλέγεσθαι ῥήτορι, ὥσπερ καὶ τὸ τεττίγεσιν ἐοικέναι τὴν ὄπα. δύναται δὲ καὶ τὸ μήδεα πυκνά τρόπον ἕτερον ὅμοιονεἶναι τῷ «ἔπεα νιφάδεσσιν ἐοικότα», εἰ μή τις ἐκεῖ τὸ πυκνά ταὐτὸν ἐρεῖ τῷπυκινά, ὅ ἐστι συνετά. (ῃ. 225– 9) Ὅτι ἐπιβαλὼν ὁ Πρίαμος τῇ περὶ τοῦ Αἴαντος ἐρωτήσει φησί· «τίς τ' ἂρ ὅδ' ἄλλος Ἀχαιὸς ἀνὴρ ἠΰς τε μέγας τε, ἔξοχος Ἀργείων κεφαλὴν ἠδ' εὐρέας ὤμους». ἡ δὲ τανύπεπλος Ἑλένη ἀποκριναμένη φησί· «οὗτος δ' Αἴας πελώριος, ἕρκος Ἀχαιῶν». τὸν Ἀχιλλέα μέντοι μέγα που ἕρκος ἐρεῖ Ἀγαιῶν ὁ ποιητής. εἶπε δὲ πρὸ τούτου καὶ τὸν βασιλέα ἠΰν τεμέγαν τε καὶ πελώριον. Σημείωσαι δὲ ὡς, εἴπερ ἔπαινός ἐστιν ἀνδρὸς τὸμέγας, οὐ τοιοῦτον ἄρα τὸ μικρός καὶ μάλιστα τὸ τυτθός. διὸ καὶ ὁ ποιητὴς ἐπὶ Τυδέως, ὃς ἐκ τοῦ τυτθοῦ παρωνόμασται, φησί· «μικρὸς μὲν ἔην δέμας, ἀλλὰμαχητής» παρὰ καὶ καλὸν κακῷ θέμενος καὶ οἱονεὶ λέγων, ὡς τοῦ μεγέθουςμὲν εἶχε σμικροπρεπῶς, ὑψοῦτο δὲ οἷς ἠνδραγαθίζετο. (ῃ. 227) Τὸ δὲ ἔξοχοςκεφαλὴν καὶ ὤμους, καθὰ καὶ τὸ πελώριος, διασαφητικά εἰσι τοῦ μέγας. Ἰστέον δὲ καί, ὅτι ἐν τοῖς ῥηθεῖσι κατὰ σχῆμα ἐπιμονῆς ἡ Ἑλένη ἐπαναφορικῶς τῇ αὐτῇ χρᾶται πτώσει ἐν τῷ οὗτός γ' Ἀτρείδης, οὗτος δ' αὖ Λαερτιάδης, οὗτος δ' Αἴας ἐστὶ πελώριος. (ῃ. 228) Καὶ ὅτι τανύπεπλον τὴν Ἑλένην λέγειοὐ μόνον ὡς τανύουσαν Ῥωμαϊκῶς καὶ ἐπισύρουσαν κάτω τὸν πέπλον, ὅς ἐστινἐνταῦθα γυναικεῖον ἱμάτιον, ἀλλὰ καὶ ὡς εὔσαρκον καὶ οὐκ ἰσχνήν, ἀλλὰτείνουσαν καὶ ἐξαπλοῦσαν καὶ ἐμπιπλῶσαν τὸν πέπλον τῷ εὖ διεστηκέναιαὐτῇ τὴν φυὴν τοῦ σώματος. ὅτι δὲ κατὰ τὴν ἀνωτέρω ἑρμηνείαν τῆς τανυπέπλουπεπύκνωται καὶ Ῥωμαϊκοῖς ἔθεσιν ἡ Ὁμηρικὴ ποίησις, ἐν Ὀδυσσείᾳ δεδήλωται. (ῃ. 230) Ὅτι καὶ ἐνταῦθα συντομωτάτη παραβολὴ ἐν τῷ «Ἰδομενεὺς δ' ἑτέρωθεν ἔστηκε θεὸς ὥς», οὐδὲ γὰρ ἐχρῆν αὐτὴν πλατῦναι σωματικῶς. Σημείωσαιδέ, ὅτι περὶ μὲν τῶν ἄλλων ἡ Ἑλένη ἐρωτηθεῖσα εἶπε, περὶ δὲ τοῦ Ἰδομενέως οὐχ' οὕτως, ἀλλὰ μόνη ἀφ' ἑαυτῆς. καὶ ὅρα τὴν Ὁμηρικὴν καὶ ἐν τούτοιςποικιλίαν. περὶ γὰρ τοῦ βασιλέως Πρίαμος μὲν ἐρωτᾷ, Ἑλένη δὲ λαλεῖ, εἶτ' αὖθις αὐτὸς ὁ Πρίαμος ἔπαινον ἐκείνου λέγει, περὶ δὲ Ὀδυσσέως πυνθάνεταιμὲν ὁμοίως ὁ Πρίαμος καὶ ἡ Ἑλένη ἀποκρίνεται, ὁ δὲ Ἀντήνωρ λαλεῖ πρὸς ἔπαινον, περὶ δὲ Μενελάου μηδενὸς ἐρωτήσαντος παραρριπτεῖ ὁ Ἀντήνωρ ὡςεὖ εἰδὼς τὰ περὶ μεγέθους καὶ φυῆς καὶ λογιότητος, περὶ δὲ τοῦ Αἴαντοςἐρωτήσας καὶ μαθὼν ὁ Πρίαμος οὐδὲν οὐδ' ὅλως λέγει δι' αὐτόν, τὸν δ' Ἰδομενέαδείκνυσιν ἡ Ἑλένη μηδὲν ἐρωτηθεῖσα περὶ αὐτοῦ. μικρὸν δὲ προϊοῦσα καὶ τῶνἀδελφῶν δίχα ἐρωτήσεως μεμνήσεται τῶν ἤδη τεθνεώτων. καὶ οὕτως ὁ ἀκροατὴςπολλὰς ἱστορίας πολυτρόπως ἐνταῦθα μανθάνει οὐ μόνον περὶ ἔτι ζώντων, ἀλλὰ καὶ μηκέτ' ὄντων, ὡς καὶ πρὸ μικροῦ περὶ Ὀτρέως καὶ Μυγδόνος καὶἈμαζόνων. οὕτως εὐμηχάνως Ὅμηρος τὰς ἔξω τε τοῦ νῦν καιροῦ ἱστορίας ἐπεισοδιάζει τῇ ποιήσει καὶ ταῖς μεθόδοις αὐτὴν καταποικίλλει τῶν ἀφηγήσεων. ἕκαστον γὰρ τῶν ἐνταῦθα προσώπων ἄλλως καὶ ἄλλως μεθοδεύσας παρέθετοἐκφεύγων, ὡς εἴωθε, τὸ μονοειδὲς καὶ ὕπτιον τοῦ ἱστορικοῦ ἀφηγηματικοῦ. μεμάθηκε γοῦν ὁ ἀκροατὴς τὰ μὲν ἐρωτήσαντος Πριάμου, τὰ δὲ καὶ ἄλλως ἐκπαρόδου πολυειδῶς. Ὅρα δὲ καί, ὅπως ἐκ βασιλέως τοῦ Ἀγαμέμνονος ὁ ποιητὴς ἤρξατο, εἶτα εἰς Ὀδυσσέα καὶ τελευταῖον εἰς Αἴαντα διέβη τῇ ἐρωτήσει, προτάξας μὲν τὴν βασιλείαν, ὑποτάξας δὲ τὴν φρόνησιν, μετὰ δὲ αὐτὴν θεὶςτὴν ἀνδρείαν, πλεῖον δέ τι μὴ περιεργασάμενος. (ῃ. 231) Ὅτι ἀγοὺς ἐνταῦθατοὺς ὑπὸ βασιλεῖ στρατηγοὺς λέγει. φησὶ γάρ· «ἔστηκεν Ἰδομενεύς», ὁ τῶν Κρητῶν δηλαδὴ βασιλεύς, «ἀμφὶ δέ μιν Κρητῶν ἀγοί». Ὅτι οὐ μόνον ὡς συγγενὴς τῶν βασιλέων ὁ Ἰδομενεὺς εἰς Τροίαν ἦλθεν, ἀλλὰ καὶ ξενίαςχάριτας, ὡς εἰκός, ἀποτίνων. φησὶ γὰρ Ἑλένη, ὅτι «πολλάκι μιν ξείνισενἀρηΐφιλος Μενέλαος οἴκῳ ἐν ἡμετέρῳ, ὁπότε Κρήτηθεν ἵκοιτο». τοῦτο δὲ καὶδιὰ πιθανότητα λόγου κεῖται. πῶς γὰρ ἂν ἡ Ἀργεία Ἑλένη τὸν οὕτως ἀπῳκισμένον νησιώτην ἄλλως ἐγίνωσκεν, εἰ μὴ θαμὰ ἐκεῖνος παρ' αὐτοῖς ἐξενίζετο; (ῃ. 234– 6) Ὅτι τὸ «νῦν δ' ἄλλους μὲν πάντας ὁρῶ ἑλίκωπας Ἀχαιούς, οὕς κεν ἐῢ γνοίην», ἤγουν εὖ γνοίην, «καὶ τοὔνομα μυθησαίμην, δοιὼ δ' οὐ δύναμαιἰδέειν», λέγει μὲν ἡ Ἑλένη, ἐμφαίνει δὲ ὡς ἐν σχήματι παραλείψεως εὐμεθόδως, ὅτι ἠδύνατο καὶ ἄλλας ἐνταῦθα πολλὰς ἱστορίας τοιαύτας παρενθεῖναι ὁ ποιητὴςκαὶ μυθήσασθαι κατὰ ὁμοίαν ἐπιβολήν, εἰ μὴ ἔξω ἦν τοῦτο τοῦ ἔργου. δύναταιδέ τις αὐτὸ παρῳδήσας εἰπεῖν καὶ ἐπὶ φίλων θανόντων ἢ καὶ ἄλλως ἀποδημούντων. πῶς δὲ ἑλίκωπες οἱ Ἀχαιοί, ἐν τῇ αʹ ῥαψῳδίᾳ εἴρηται. (ῃ. 235) Ὅρα δὲ καί, ὅτι τοῦ εὖ εἰδέναι γενικῇ συντασσομένου Ὁμηρικῶς ἐν τῷ «τόξων εὖεἰδώς», ἔτι δὲ καὶ τοῦ γνῶναι, ὡς καὶ ἡ Ὀδύσσεια δηλοῖ, τὸ «οὕς κεν ἐῢγνοίην», ἤγουν οὓς ἂν εὖ γνοίην, αἰτιατικὴν ἔσχε σύνταξιν, ὁμόστοιχον ἐκείνοιςὄν. αἴτιον δὲ τὸ ἐπαμφοτερίζειν τὴν σύνταξιν καὶ διὰ τοῦτο καὶ τοὺς ῥήτοραςὧδε καὶ ὧδε φράζειν. ὁ γοῦν τὰ Διονυσιακὰ ποιήσας ὀκνήσας ἀκολουθῆσαιὉμήρῳ εἰς τὴν γενικὴν σύνταξιν, κατὰ αἰτιατικὴν πτῶσιν, ὥς που καὶπρογέγραπται, ἔφη τὸ «εὖ εἰδὼς πόνον ἄλλον ἐπὶ στονόεντι κάρητι». διὸκαὶ Σοφοκλῆς ἐν στίχῳ ἑνὶ οὐκ ὤκνησε διπλόην θέσθαι συντάξεως εἰπών· «ὦδυσθέατον ὄμμα καὶ τόλμης πικρᾶς». ἔχων γὰρ φάναι «ὦ δυσθέατον ὄμμα καὶτόλμη πικρά», ὅμως ἐξήλλαξε τὴν φράσιν διὰ τὸ καὶ οὕτω καὶ οὕτω δύνασθαιλέγεσθαι, οἷον· «ὦ δυσθεάτου καὶ ὄψεως καὶ τολμήματος» καὶ πάλιν· «ὦδυσθέατος ὄψις καὶ τόλμημα». τὸ δέ «τοὔνομα μυθήσεσθαι», ἤγουν εἰπεῖν, κατὰ τὸ «τίς ἂν πάντων οὐνόματ' εἴπῃ» μετὰ προθέσεώς φασιν οἱ μεθ' Ὅμηρον, οἷον πρὸς ὄνομα εἰπεῖν. (ῃ. 236– 42) Ὅτι τῶν Διοσκούρων μνησθεῖσα ἡ Ἑλένη, περὶ ὧν καὶ ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν εἴρηται, αὐτοκασιγνήτους αὐτοὺς λέγει καὶ ἡγεμόνας λαῶν καλεῖ. καὶ τὸν μὲν Κάστορα ἱππικὸν οἶδε, τὸνδὲ Πολυδεύκην ἄριστον πύκτην. καὶ αὐτὴ μὲν ἐθέλει αὐτοὺς ἰδεῖν, Ὅμηρος δὲθανεῖν ἱστορεῖ τούτους ἐν Λακεδαίμονι, ὡς καὶ ὁ Λυκόφρων ἐκτίθεται. Φράζειδὲ τὰ ῥηθέντα Ὅμηρος οὕτω· «δοιὼ δ' οὐ δύναμαι ἰδέειν κοσμήτορε λαῶν, Κάστορά θ' ἱππόδαμον καὶ πὺξ ἀγαθὸν Πολυδεύκεα, αὐτοκασιγνήτω», «ἢ οὐχ' ἑπέσθην Λακεδαίμονος ἐξ ἐρατεινῆς, ἢ δεῦρο μὲν ἕποντο», οὐκ ἐθέλουσι δέ» πόνον καταδύμεναι ἀνδρῶν, αἴσχεα δειδιότες καὶ ὀνείδεα πόλλ' ἅ μοί ἐστιν». Καὶ ὅρα, ὅτι ὁμολογεῖ καὶ νῦν ὡς καὶ ἐν ἄλλοις ἡ Ἑλένη αἰσχρὸν πρᾶγμαποιῆσαι καὶ ἐπονείδιστον τὸ εἰς Τροίαν ἀκολουθῆσαι τῷ μοιχῷ Πάριδι. Ἰστέονδὲ καί, ὡς Ἑλένη μὲν ἀμφιβάλλει, ὡς εἰκός, εἰ μὴ ἦλθον εἰς Τροίαν οἱ Διόσκουροι, Ζηνόδοτος δὲ διοικητὰς ἐν Λακεδαίμονί φησι καταλελεῖφθαι αὐτούς. Σημείωσαι δέ, ὅτι ἐν ἰατρικῷ βίβλῳ εὕρηνται αἱ παρωτίδες καλούμεναι διόσκουροι. ἐν δὲ τῷ αὐτῷ καὶ ὁ στάχυς ἐπὶ μέρους σώματος εὑρέθη κείμενος, ὃ καὶπαρὰ πολλοῖς εἰς ἔτι νῦν φέρεται, οἳ συὸς ἢ προβάτου στάχυν φασὶ τὰ περὶ τὰςψόας. Ὅτι δὲ οἱ Διόσκουροι καὶ εἰς τὰ δύο ἡμισφαίρια τοῦ παντὸς ἐνοήθησανκαὶ εἰς τοὺς τροπικοὺς δὲ μάλιστα κύκλους, ὁ παραβάτης Ἰουλιανὸς ἔγραψεν, ὡς δηλοῦται καὶ ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν. Ἔτι ἰστέον καί, ὅτι δυνατὸν μὲν ἦν τὴν Ἑλένην διὰ τοσούτων ἐτῶν μαθεῖν τὰ κατὰ τοὺς ἀδελφοὺς ἀπὸ αἰχμαλώτωνἢ καὶ ἄλλως πως, ἐπεκρύπτετο δὲ αὐτῇ ὁ θάνατος ἐκείνων ἐπίτηδες Ἀλεξάνδρου, οἷα εἰκός, τοῦτο μηχανωμένου, ὡς ἂν μὴ τήκοιτο δακρυχέουσα. Ὁμηρικὸν δὲπολλαχοῦ ἔθος φανεῖται κατὰ οἰκείαν τεχνικὴν μέθοδον τὸ ἐν πράγμασι μὴμόνον αὐτὸ τὸ ὂν λέγειν, ἀλλὰ στοχαστικῶς καὶ τὸ μὴ ὄν, ὡς καὶ ἐνταῦθαποιεῖ πλάσας τὴν Ἑλένην μὴ μόνον τὸ ἀληθὲς εἰποῦσαν, ὡς οἴκοι μεμενήκασινοἱ ἀδελφοί, ἀλλὰ καί, ὡς εἰς Τροίαν ἐλθόντες εὐλαβοῦνται φαίνεσθαι ὅπερ οὐκἔστιν. (ῃ. 237 ς.) Ὅρα δέ, [ὅτι τε δυνάμενος Ὅμηρος Πολυδεύκην εἰπεῖν κοινῶς, ὅμως εἵλετο ἰωνίσαι καὶ γράψαι Πολυδεύκεα, ἐξ οὗ πάθος γέγονε στιχηρόν, λεγόμενον ὑπέρμηκες, τὸ δ' αὐτὸ καὶ δολιχόουρον,] καὶ ὅτι τοὺς αὐτοκασιγνήτους ἑρμηνεύουσά φησι· «οὕς μοι μία γείνατο μήτηρ», πρὸς οὓς δηλαδὴ γνησιώτερον οἱ πολλοὶ διάκεινται ἤπερ πρὸς τοὺς ὁμοπατρίους μέν, ἀμφιμητρίους δέ, ὡς δηλώσει που καὶ ἐν τοῖς ἑξῆς τὸ «ἐπεὶ οὐχ' ὁμογάστριος Ἕκτορός εἰμι». αἰτία δὲ τοῦ φιλεῖσθαι μάλιστα τοὺς τοιούτους, διότι, φασί, τοὺς μὲν ὁμογαστρίους ἴσασιν ἀδελφοὺς οἱ ἄνθρωποι, τοὺς δὲ ἀμφιμητρίους οἴονται. Ὅρα δέ, ὅτιὉμήρου τοὺς κασιγνήτους ἑρμηνεύσαντος Σοφοκλῆς τὴν ὅμαιμον διασαφεῖἐν τῷ «πρὸς σῆς ὁμαίμου καὶ κασιγνήτης». ποιεῖ δὲ τοῦτο ἐκεῖνος διὰ τὸ μὴπάντα ὅμαιμον ἤδη καὶ κασίγνητον εἶναι. ὅμαιμοι γὰρ πολλαχοῦ καὶ οἱ ἁπλῶςκαθ' αἷμα καὶ προσγενεῖς, ὡς δηλοῖ καὶ Λυκόφρων, ὁ καὶ αὐθομαίμους τοὺς τοῦαὐτοῦ γένους εἰπών. [Ἰστέον δὲ καί, ὅτι Ὁμήρου τοὺς κασιγνήτους αὐτοκασιγνήτους εἰπόντος κατά τινα ἐνδιάθετον ἐπίτασιν λαβόντες οἱ μεθ' Ὅμηρονἀφορμὴν ἐντεῦθεν τὸ αὐτοζῷον καὶ τὸν αὐτοάνθρωπον ὑπεροχικῶς εἶπον καὶὅσα τοιαῦτα, καὶ ὅτι ἐκ τοῦ ὁ γνωτός δοκεῖ τροπῇ τοῦ ˉω εἰς ˉη γενέσθαι ὁ κασίγνητος.] (ῃ. 239) Ἐρατεινὴν δὲ Λακεδαίμονα λέγει, ὡς καὶ πρὸ ὀλίγου εἶπενὁμηλικίην ἐρατεινὴν καὶ φίλην πατρίδα, καὶ διότι δὲ χώρα εὐδαίμων ἡ Λακεδαίμων. (ῃ. 241) Πόνον δὲ ἀνδρῶν τὴν ἐν πολέμῳ λέγει νῦν ἐνέργειαν ἢ κακοπάθειαν. (ῃ. 242) Τὸ δὲ δειδιότες τὴν ἄγαν πολλὴν δηλοῖ εὐλάβειαν καὶ αἰδῶ. (ῃ. 243) Φυσίζοος δὲ ἡ φύουσα τὰ πρὸς ζωὴν χρήσιμα. αἰτία δ' ἐνταῦθα τῆς ἐντῇ παραληγούσῃ μικρογραφίας οὐ ποιητικὴ ἄδεια, ἀναλογία δέ τις γραμματική. τὸ γὰρ ζωή ἀπὸ τοῦ ζέω ζῶ γεγονός, διὰ τὴν τῶν ζώντων θερμότητα, οὐκἀλόγως ἂν διὰ τοῦ ˉο μικροῦ ἔχοι γράφεσθαι, ὡς ἔχον τὸ ˉε προεγκείμενονῥήματι, [ἵνα ᾖ ὅμοιον τῷ ῥέω ῥοή, χέω χοή καὶ τοῖς ὁμοίοις.] Ἐπεὶ δὲ ἐν τῷ ζωή, ἁπλῷ ὀνόματι, ἐμεγέθυνε τὸ ˉω κανὼν ἐκνικήσας, ὁ τῆς προσλήψεως τῆςσυλλαβῆς ἐν τῷ ἐνεστῶτι τῷ ζῶ,– ὡς γὰρ ῥῶ, τὸ ὁρμῶ, ῥωή καὶ ἐρωή, ἡ ὁρμή, οὕτω καὶ ζῶ ζωή. οὕτω δὲ καὶ ζῷον, ὡς λῶ λῷον.– προσήρμοσε λοιπὸν τῷσυνθέτῳ τῷ φυσίζοος ἡ ἑτέρα γραφὴ καὶ ἀντὶ τοῦ ˉε, τοῦ ἐν τῷ ζέω ζῶ θεματικῷῥήματι ἐγκειμένου, ἀντετέθη ἐνταῦθα τὸ ˉο. εἰ δὲ τὰ Ἡροδότου ἀντίγραφαἀσφαλῶς ἔχει κατὰ τὴν διὰ τοῦ ˉο μικροῦ γραφὴν τῆς ζωῆς ἐν τῷ «ὁ θάνατοςμοχθηρᾶς οὔσης τῆς ζοῆς αἱρετώτερος τῷ ἀνθρώπῳ γέγονεν»,– εὕρηταιγάρ που καὶ τοιαύτη γραφή– ἐκεῖθεν ἂν εἴη συντεθὲν τὸ φυσίζοος γῆ, ὃταὐτόν πώς ἐστι τῷ ζείδωρος. Ἰστέον δέ, ὅτι τινὲς φυσίζοον εἶπον τὴν ζῷαφύουσαν, ὡς ἐν ῥητορικῷ φέρεται Λεξικῷ. (ῃ. 245) Ὅτι ὅρκια πιστὰ οὐ μόνοναὐτοὶ οἱ ἔνορκοι λόγοι, ἀλλὰ καὶ τὰ ἐν ὅρκοις χρειώδη. φησὶ γοῦν· «κήρυκεςδ' ἀνὰ ἄστυ φέρον ὅρκια πιστά, ἄρνε δύο καὶ οἶνον ἐΰφρονα, καρπὸν ἀρούρης, ἀσκῷ ἐν αἰγείῳ». τοιοῦτον καὶ τὸ «σύναγον ὅρκια», ἤγουν συνῆγον τὰ εἰςὅρκον χρήσιμα. (ῃ. 252) Καὶ τὸ τάμνειν δὲ ὅρκια παρ' Ὁμήρῳ καὶ Ἡροδότῳ τὸ θῦσαι τὰ ἐπὶ ὅρκῳ σφάγια δηλοῖ. Ἰωνικὴ δὲ λέξις τὸ τάμνειν ἐπὶ τοῦ θύεινκαὶ τὸ ἔταμον καὶ τὰ ὅμοια καὶ πολλαχοῦ κεῖται καὶ ἔχει συντομίαν καὶ πολὺννοῦν. συγκροτεῖται δὲ διά τε ἄλλων καὶ τοῦ «ἐκ κεφαλέων τάμνε τρίχας» καὶ» ἀπὸ στομάχους ἀρνῶν τάμε». Τὸ δὲ ὅρκους προβῆναι προϊὼν ὅρκια πιστὰ γενέσθαι φησίν. (ῃ. 247) Ἔστι δὲ φέρειν μὲν τὸ βαστάζειν, ἐξ οὗ καὶ τὸ φοράδηνἐπίρρημα. διὸ καὶ τὸ «ἔφερε δὲ κρητῆρα φαεινόν» ταὐτόν ἐστι τῷ ἐβάσταζεν. (ῃ. 246) Οἶνος δὲ εὔφρων ὁ εὐφραντικὸς καί, ὡς ἀλλαχοῦ ἐρεῖ, μελιηδής. Τὸ δέ» καρπὸν ἀρούρης» πρὸς διαστολὴν εἶπε τοῦ λοιποῦ τοῦ μὴ ἐξ ἀρούρης, ὃν αἱἀγριάδες γεννῶσιν. ἐκεῖνος γὰρ οὐκ ἂν εἴη οὕτως εὔφρων. Σημείωσαι δέ, ὅτι νῦν μὲν ἁπλῶς ἄρουρα ἡ ἀρουμένη γῆ, παρὰ δὲ Ἡροδότῳ καὶ ὥρισται, εἰπόντι «ἄρουρα ἑκατὸν πήχεων Αἰγυπτίων πάντῃ». (ῃ. 247) Τὸ δέ «ἀσκῷἐν αἰγείῳ» διὰ πολυπειρίαν τοῦ ἀκροατοῦ παρέρριπται, ἵνα μὴ λανθάνῃ τὸνἀκούοντα, ὡς ἐκ προβάτου μὲν οὐκ ἂν ἀσκὸς εὔχρηστος γένοιτο, ἐξ αἰγὸς δέ. [Οἱ δὲ ὕστερον καὶ βόειον ἀσκὸν καινοπραγήσαντες εἰς οἴνου ἀγγεῖον εἰςἑτεροίους καιροὺς ἐξεῦρον αὐτόν. ἄλλου δὲ καιροῦ καὶ οἱ νενασμένοι οἴνουἀμφορέες. οἱ δὲ βῖκοι οὐδὲ αὐτοὶ γνωστοὶ τῷ ποιητῇ, καθάπερ οὐδὲ αἱ πυτῖναι, ὧν παράγωγα τὰ πυτιναῖα πτερὰ παρὰ τῷ Κωμικῷ. γενικὴ δέ τις λέξις ὁἀσκός, εἴγε καὶ ἄνθρωπος ἀποδαρῆναί που εἰς ἀσκὸν ἱστόρηται καὶ δελφῖνοςδὲ ἀσκῷ λέγεται ὁ ποιητικὸς Αἴολος ἀνέμους ἐγκλεῖσαι.] (ῃ. 245 ς.) Σημείωσαιδὲ καί, ὅτι δίχα βουλῆς τῶν βασιλέων ἡ τῶν σφαγίων ἐπιλογὴ γέγονε πρὸςτῶν κηρύκων, ὡς ἢ κατὰ τὸ σιωπώμενον τῶν βασιλέων καὶ ταῦτα κελευσάντων, ὁποῖα πολλὰ καὶ τοιαῦτα παρὰ τῷ ποιητῇ, ἢ ὅτι ἐξῆν οἴκοθεν ποιεῖν τινατοιαῦτα καὶ τοὺς κήρυκας. οὕτω δὲ καὶ ἐν ἡρωϊκῇ μονομαχίᾳ κήρυκες ὁμοίῳλόγῳ τοὺς μονομάχους συμβιβάσαντες παύσουσιν. (ῃ. 252) Ὅτι ἠνεμόεσσαν ὁποιητὴς πολλαχοῦ τὴν Ἴλιον λέγων ὡς ἐφ' ὑψηλοῦ ἱδρυμένην διὰ τοῦτο ἐςπεδίον ἔφιππον ἐκεῖθεν καταβῆναι τὸν Πρίαμον ἄρτι φησίν, ὅ ἐστιν εἰς τὴνπεδιάδα, ὃν τρόπον καὶ τὸ κλίσιον κλισιάδα Ἡρόδοτός φησι. πίστις δ' ἐνταῦθαπροκαταβέβληται τῆς μετὰ ταῦτα διφρείας τοῦ γέροντος, ἣν καὶ ἐν τῷ τέλει τῆςἸλιάδος ἀναγκαίως ποιήσεται λυσόμενος Ἕκτορα. (ῃ. 248– 50) Ἰδαίου δὲ τοῦκήρυκος καλέσαντος κατέβη ὁ Πρίαμος ἀκούσας τὸ «ὄρσεο καλέουσιν ἄριστοι» καὶ ἑξῆς. (ῃ. 259) Ὅτι ῥιγῶ μὲν ῥιγώσω ἐπὶ τοῦ κατὰ σῶμα πάθους ἐκκρύους, ῥιγῶ δὲ ῥιγήσω ἐπὶ τοῦ κατὰ ψυχὴν δέους καὶ τῆς ἐντεῦθεν φρίκης. ὁγοῦν γέρων Πρίαμος οὕτως ἐνταῦθα ἐρρίγησεν ἀκούσας μέλλειν μονομαχήσειντὸν υἱόν. ἔπαθε γὰρ τὴν ψυχὴν οἷα πατήρ. διφοροῦνται δέ, ὡς προεγράφη ἐντῇ αʹ ῥαψῳδίᾳ, καὶ ἕτερα ὁμοίως ῥήματα. δηλῶ γοῦν δηλώσω, τὸ δείξω, δηλῶ δὲ δηλήσω, τὸ βλάψω, κυκλῶ κυκλώσω κοινῶς, κυκλῶ δὲ κυκλήσω παρ' Ὁμήρῳ, τὸ ἐφ' ἁμάξης ἄξω, δινῶ δινήσω, τὸ συστρέψω, δινώσω δὲ ἀντὶ τοῦτορεύσω, ὅθεν καὶ δινωτόν τὸ τορευτόν, ζηλῶ ζηλώσω, τὸ μιμήσομαι, ζηλῶ δὲζηλήσω, τὸ φθονήσω, ἐξ οὗ οἱ παρὰ τῷ ποιητῇ ζηλήμονες θεοί καὶ ἕτερα. ἐκδὲ τοῦ Ὁμηρικοῦ ῥιγήσω καὶ ῥιγεδανὴ Ἑλένη καὶ ῥιγηλόν τὸ φρικτόν, ᾧ ἴσον τὸ ῥίγιον. (ῃ. 261 ς.) Ὅτι ἀναβῆναι μὲν εἰς δίφρον ἐλέγετο ὁ ἡνίοχος, ὡςἐνταῦθα ὁ Πρίαμος ἀνέβη, κατὰ δ' ἡνία τεῖνεν ὀπίσσω. παραβῆναι δὲ καὶπαραιβάτης, ὡς μυριαχοῦ φανήσεται, ὁ σὺν ἐκείνῳ εἴτε ὅπλα φορῶν, ὡς ἐπὶμάχῃ, εἴτε καὶ ἄλλως διὰ συνοδίαν, ὡς ἐνταῦθα ὁ ἀγχίνους Ἀντήνωρ, καθὰ δηλοῖτὸ «πὰρ δέ οἱ Ἀντήνωρ περικαλλέα βήσατο δίφρον», ὃν δὴ Ἀντήνορα καὶ ὡς πεπνυμένον συμπαραλαμβάνει ὁ Πρίαμος καὶ ὡς φίλον δὲ τοῖς Ἕλλησι, καθὰπρογέγραπται, ἵνα ἔχῃ δι' αὐτοῦ ἀσφάλειαν, εἴ που καὶ παραπέσοι τι κακόν, ἅμα δὲ καὶ ὡς λόγιον, ἐὰν δημηγορίας τύχοι καιρός. ὅτι δὲ Θεόκριτος τὴν παρ' αὑτῷ ἐριθακίδα ἤτοι μισθώτριαν παραιβάτιν λέγει καὶ διὰ τί, ζητητέον ἐκεῖ. (ῃ. 262) Δίφρος δὲ τόπος τοῦ ἅρματος ὁ τοὺς ῥηθέντας φέρων, διὸ καὶ δίφροςλέγεται ὡς οἱονεὶ δύφορος καὶ τροπῇ καὶ συγκοπῇ δίφρος. ἀπ' αὐτοῦ δὲ ὡςκαιριωτέρου μέρους καὶ τὸ ὅλον ἅρμα δίφρος ἐλέγετο, ὡς καὶ ἀπὸ τοῦ βωμοῦ, καθὰ προεδηλώθη, ὁ ναὸς καὶ ἀπὸ τῆς ἑστίας ὁ πᾶς οἶκος καὶ ἐκ τοῦ ὅρμουὅλος ὁ λιμήν. παρὰ μέντοι τοῖς ὕστερον καὶ ἐπὶ τῆς κοινότερον λεγομένηςσέλλας ἡ λέξις κειμένη εὕρηται. Ὅμηρος δὲ τῷ Εὐμαίῳ δίφρον ἀεικέλιον, ἤγουν θρόνον, παρατίθησι καθεσθῆναι, καὶ ἡ Ἑλένη δὲ τῇ Ἀφροδίτῃ ἐν τῷ τέλει τοῦ γράμματος τούτου, ὥστε πολυσήμαντον καὶ ὁ δίφρος. οὐκ ἄδηλον δέ, ὅτικαὶ ἐπ' ἄλλων τροπὴ διχρόνου ὡς ἐν τῷ δίφρῳ γίνεται. τὸ γοῦν μῖσος ἐκ τοῦμύειν παρῆκται, ἀφ' οὗ καὶ τὸ μῦσος· μύει γὰρ ἐπὶ τοῖς ἐχθροῖς ὁ μισῶν, ἤγουν ἀλλὰ ὄσσε πάλιν κλίνει μηδὲ εἰσορᾶν ἐθέλων. οὕτω καὶ τὸ στρυφνός, εἰκαὶ ὁ λόγος κατὰ Ἡρωδιανὸν διὰ τοῦ ˉυ αὐτὸ ἀπαιτεῖ,– ὡς γὰρ τέρπω τερπνός, στέγω στεγνός, οὕτω καὶ στύφω στυφνός. καὶ καθάπερ κέντον, κέντρον, οὕτωπλεονασμῷ τοῦ ˉρ καὶ στυφνός στρυφνός– ὅμως εὕρηται καὶ διὰ τοῦ ˉιπροφερόμενον. στριφνός γάρ φησιν. ὁμοίως καὶ ἐκ τοῦ Μοῦσα κοινῶς ἡ Αἰολικὴ Μοῖσα καὶ πάντα τὰ κατ' αὐτήν, ἃ καὶ παρὰ Πινδάρῳ κεῖνται. καὶ ἐκ τοῦ ὕδωρὁ ἱδρώς, διὸ καὶ δασύνεται. καὶ ἐκ τοῦ ἶφι καὶ θυμός ὁ ἴφθιμος, ὡς προγέγραπται· καὶ ἐκ τοῦ δύο τὸ δίς ἐπίρρημα· καὶ ἡ Ἀφροδίτη δὲ ὡς ἐξ ἀφροῦ ἀναδῦσατροπὴν ὁμοίαν ἔχει· καὶ ὁ χιτών δὲ ὡσαύτως ἐκ τοῦ χύω γίνεται καὶ ὁ φῖτυςἐπὶ πατρὸς καὶ ὁ φιτρός, ὁ ἔστι κορμός, ἐκ τοῦ φύω· καὶ ἐκ τοῦ δεύω δεύσωδεῖσσα, ἡ ὑγρασία, καὶ ἐκ τοῦ χεύματος ὁ χειμών. (ῃ. 261) Ἰστέον δὲ καί, ὅτιαὐτοδιάκονοι τὰ πολλὰ οἱ Ὁμηρικοὶ βασιλεῖς. οὕτω γοῦν ἐνταῦθα Πρίαμοςἡνιοχεῖ, Ἀγαμέμνων δὲ τάμνει, ἤτοι θύει, τὰ ὅρκια καὶ Ἀχιλλεὺς δὲ ἀλλαχοῦ τάμνει κρέα. (ῃ. 265) Ὅτι τὸ τοῦ ἅρματος καταβῆναι ἵππων ἀποβῆναί ἐστι. φησὶ γοῦν ὁ ποιητής· «ἐξ ἵππων ἀποβάντες ἐς χθόνα πουλυβότειραν ἐς μέσονἐστιχόωντο». (ῃ. 267 σς.) Ὅτι τὰ κατὰ τοὺς ὅρκους Ἀγαμέμνων μεταχειρίζεται καὶ Ὀδυσσεύς, ὃς καὶ πρὸ ὀλίγου ἐπεπωλεῖτο στίχας ἀνδρῶν. φησὶ γάρ· «ὤρνυτο δ' αὐτίκ' ἔπειτ' ἄναξ» καὶ ἑξῆς. Νέστωρ δὲ ἐνταῦθα οὐδαμοῦ. ἀπρακτῶν γὰρ διὰ τὸ γῆρας δημηγορίαις ταμιεύεται. (ῃ. 270) Ὅτι κρατῆριοἶνον μίσγουσιν οἱ κήρυκες τὸν τῶν Ἀχαιῶν καὶ τὸν ἐκ Τροίας εἰς ἓν ἄγοντεςαὐτόν, καθὰ καὶ τὰ ὅρκια σύναγον ἤτοι τὰ σφάγια. ἄλλως δέ γε οὐ μεμιγμέναι ἀλλ' ἄκρατοι ἐλείβοντο αἱ σπονδαί, ὡς καὶ προγέγραπται. (ῃ. 269) Τὸδὲ συνάγειν τὰ ὅρκια καὶ τὸν οἶνον μίσγειν ἕνωσιν ὑποσημαίνει στρατευμάτωντὴν ἄρτι βλεπομένην, ἣν ὁ ἀδικήσας ἐπιορκήσει πάντως. (ῃ. 270) Σημείωσαιδέ, ὅτι σχῆμά ἐστι καὶ ἐνταῦθα τὸ κατὰ τὸ σιωπώμενον. νοητέον γάρ, ὡς καὶὕδωρ ἤχθη ἄρτι, κἂν ὁ ποιητὴς αὐτὸ ἀπεσιώπησε. Τοῖς γοῦν βασιλεῦσιν ὕδωρἐπὶ χεῖρας χέεται ὡς μέλλουσι θύειν. εἰ δὲ Πρίαμος οὐκ ἔθυσεν, Ἀγαμέμνων δὲτὸ πᾶν ἐποίησεν, ἀλλὰ καὶ ἐκεῖνος μετεχειρίσατο τοὺς τυθέντας ἐγχωρίους ἄρναςεἰς τὸν δίφρον αὐτοὺς θείς. (ῃ. 271 ς.) Ὅτι τὴν τοῦ βασιλέως παραξιφίδαμάχαιραν καλεῖ ἐν τῷ «Ἀτρείδης δ' ἐρυσάμενος χείρεσσι μάχαιραν», ἣνκαὶ ἐφερμηνεύων ἐπάγει· «ἥ οἱ πὰρ ξίφεος μέγα κουλεὸν αἰὲν ἄωρτο», ἤγουνᾐώρητο καὶ ἐκρέματο, καὶ κατὰ συγκοπὴν τοῦ ˉη καὶ συστολὴν τῆς ἀρχούσηςἄωρτο. εἰ δὲ συστέλλεται κατά τινας τὸ ˉο τῆς παραληγούσης, δηλοῖ μὲν καὶοὕτως τὸ ἐκρέματο. γίνεται δέ, ὅθεν καὶ ὁ ἀορτήρ, ὃ δηλοῖ τὸν κρεμαστῆρα τοῦξίφους, ἀπὸ τοῦ ἀείρω, τοῦ κουφίζω, ἐξ οὗ καὶ τὸ ἠερέθω, τὸ κρεμῶ. Ἰστέονδέ, ὅτι ἡ παραξιφὶς καὶ ἐγχειρίδιον λέγεται. φησὶ γοῦν Ἡρόδοτος· «καὶἐγχειρίδια παρὰ τὸν δεξιὸν μηρόν». δῆλον δέ, ὅτι ἐκ τοῦ «πὰρ ξίφεος» ἡ παραξιφὶς συντέθειται [Ὁμήρου καὶ εἰς τοῦτο ἐνδόντος ἀρχήν, καθὰ καὶ εἰς τὸἐγχειρίδιον. καὶ αὐτὸ γὰρ δοκεῖ λεχθῆναι τοῖς ὕστερον ὡς ἀπὸ τοῦ «ἐρυσσάμενοςχείρεσσι μάχαιραν». καὶ ἡ ταπεινὴ δὲ γλῶσσα ἐκ τούτων τὸ παραμάχαιρον ἐσοφίσατο.] Τὸ δέ «μέγα κουλεόν» κατὰ τὸ κέλευθον καὶ τὸ ζυγόν καὶ τὸ δεσμόνκαὶ τὰ τοιαῦτα μεταπέπλασται. ὅμοιον δὲ καὶ τὰ δάκτυλα καὶ τὰ χαλινά καὶτὰ ταρσά δέ, ὡς τὸ «βένθεϊ ταρσὰ πέπηκτο». (ῃ. 273 ς.) Ὅτι τῶν τυθησομένωνἐπὶ ὅρκοις ἀρνῶν τρίχας ἐκ κεφαλῶν τέμνων ὁ βασιλεύς– αὐτουργεῖ γάρ, ὡςεἴρηται, τὰ ὅρκια– ἔνειμε τοῖς τῶν Τρώων καὶ Ἀχαιῶν ἀρίστοις διὰ τῶνκηρύκων, ἵνα οὕτω πάντες δοκῶσι συνεφάπτεσθαι τῆς θυσίας. σύμβολονδὲ ἦν τοῦτο τοῦ εἰς κεφαλὴν τραπήσεσθαι τὰ κακὰ τοῖς ἐπιορκήσουσι, καίπως κατὰ τὴν Σοφόκλειον Μοῦσαν εἰποῦσαν τὸ «κακὸς κακῶς ἄθαπτος ἐκπέσοιχθονὸς γένους ἅπαντος ῥίζαν ἐξημημένος αὕτως», ἤγουν οὕτως, «ὅπωσπερτόνδ' ἐγὼ τέμνω πλόκον», ἔλεγε τότε καὶ ὁ Ὁμηρικὸς Ἀγαμέμνων, ὡς οὕτως ἐκθερισθεῖεν τοῦ βίου οἱ παρασπονδήσοντες, ὡς ἐγὼ τέμνω τὰς τοῦδε τοῦἱερείου τρίχας. ὅτι δὲ ἡ ῥηθεῖσα τῶν τριχῶν τομὴ καὶ ἀνάμνησις ἦν τῆς παλαιφάτου ἐνδύσεως, ἐν τοῖς μετὰ ταῦτα δηλωθήσεται. (ῃ. 275) Ὅτι χεῖραςἀνασχών, ἤτοι ἄνω σχὼν καὶ ἀνατείνας, ὁ βασιλεὺς μεγάλα εὔχετοἄνω τε βλαβῆναι ζῶντας καὶ κάτω θανόντας τοὺς ἐπιορκήσοντας. εὔχεται δὲμεγάλα, ἵνα πᾶσιν ἀκουστὸς ᾖ καὶ μηδεὶς ἀγνοῇ ἢ τὴν ἀρὰν ἢ τὴν συμφωνίαν. Σημείωσαι δέ, ὅτι οὐδεμία δικαία εὐχὴ παρὰ τῷ ποιητῇ ἀργὴ πίπτει, ἀλλὰπᾶσαι ἀνύονται, ὡς πολλαχοῦ αὐτὸς ἱστορεῖ. οὕτω παιδευτικὸς ὁ ποιητὴς εἰςκαλοκἀγαθίαν πανταχοῦ, (ῃ. 278 ς.) ὃς καὶ ἐνταῦθα καὶ ἐν τῇ Ὀδυσσείᾳ οἶδετιμωρίας ἔνερθεν, ἤτοι ἐν Ἅιδου, καὶ ὑπὸ τὴν ἔραν, ἤγουν τὴν γῆν, τῶν ἐνταῦθαοὐκ εὖ βεβιωκότων. δοξάζει δὲ καί τινας δυνάμεις θείας, αἳ μάρτυρες καὶφύλακες τῶν ὅρκων εἰσὶ καὶ τῶν ἐπίορκον ὀμνυόντων τιμωροί. (ῃ. 277) Τὸνἥλιον δὲ ταμίαν τῶν ὅρκων ἐνταῦθα καλεῖ ὡς πάντα ἐφορῶντα. διὸ καὶ Βιθυνοί, ὡς Ἀρριανὸς ἱστορεῖ, δίκας ἐδίκαζον καθεζόμενοι ἀντίοι τοῦ ἡλίου, ὡς ἂν ὁθεὸς ἐποπτεύοι. τὰ μέντοι κρύφια ὑπὸ σκότῳ τε πράττεσθαι λέγεται καὶ τὸνσκότον ἔχειν ἐπιστάτην καὶ οὐκ ἂν Ἠέλιος αὐτὰ διαδράκοι καθ' Ὅμηρον ἤ, κοινότερον εἰπεῖν, ὄψεται Ἥλιος. (ῃ. 276) Τὸν δὲ Δία πολλῷ πρότερον, καὶμάλιστα τὸν Ἰδαῖον, μάρτυρα καλεῖ καὶ αὐτόν, ὡς τοῦ ζῆν αἴτιον. ζωογόνοςγὰρ ὁ Ζεὺς ἀήρ, οὗ στερηθῆναι θέλει τοὺς ἐπιορκήσοντας. ὅτι δὲ Ζεὺς καὶ ὁἀήρ, δεδήλωται πολλαχοῦ. ἐξ οὗ καὶ ἡ εὐδία, ὅ ἐστιν ἡ εὐαερία. ὡς δὲ καὶζωογόνος ὁ ἀλληγορικὸς Ζεύς, δηλοῖ Ἀριστοτέλης ἐν τῇ αὐτοῦ Ῥητορικῇ λέγων, ὅτι Ἀφροδίτη ὡς ἄρχουσα ἀφροσύνης καὶ Ζεὺς ὡς ζωῆς αἴτιος ὤν. (ῃ. 27880) Εὔχεται δὲ ὁ βασιλεὺς ἐκπολεμωθῆναι τοῖς ἐπιορκήσουσι καὶ τοὺς ταμοὺς καὶ τὴν γῆν, τοὺς μὲν ὡς τῆς ὑγρᾶς τροφῆς δοτῆρας, τὴν δὲ ὡς τῆςξηρᾶς. καὶ οὕτως αὐτοῖς ἐπανιστᾷ τὰ στοιχεῖα. πάντας οὖν ἐπικαλεῖται θεοὺςκαὶ τοὺς ἁπανταχοῦ, τούς τε ἐμφανεῖς καὶ τοὺς ἀφανεῖς, ἤγουν τοὺς αἰθερίους, τοὺς ἐν ὑγροῖς, τοὺς περὶ γῆν, τοὺς ὑπὸ γῆν, καὶ οὐ μόνον Δία καὶ Γῆν καὶἭλιον, οἷς οἱ ἄρνες ἐνταῦθα θύονται. καὶ τὸ πᾶν ἐπεγείρει τοῖς ἐπιόρκοις, οὓςοὐκ ἔσθ' ὅπως οὐκ ἐκτρίβει τὸ θεῖον, οὐ μόνον ἐπὶ μεγάλοις πταίσαντας, ἀλλὰκαὶ ἐπὶ σμικροῖς. Γλαῦκος γοῦν καθ' Ἡρόδοτον ὁ Λακεδαιμόνιος βουληθεὶςἐπιορκῆσαι πρόρριζος ἐξετρίβη ἐκ Σπάρτης, ὅτι διενοήθη ἀποστερῆσαι παραθήκης. καὶ χρησμὸς δὲ παρ' αὐτῷ, οὗ ἀρχή «τὸ μὲν αὐτίκα κέρδιον ὅρκῳ νικῆσαι», λέγει, ὅτι ἀλλ' Ὅρκου παῖς ἐστιν ἀνώνυμος, οὐδ' ἔπι χεῖρες οὐδὲ πόδες, κραιπνὸς δὲ μετέρχεται, εἰς ὅ κε πᾶσαν συμμάρψας ὀλέσῃ γενεὴν καὶ οἶκονἅπαντα. ἔστι δὲ ἡ φράσις ἐνταῦθα τῷ ποιητῇ αὕτη· «Ζεῦ πάτερ, Ἴδηθενμεδέων, κύδιστε, μέγιστε, Ἠέλιός θ', ὃς πάντ' ἐφορᾷς καὶ πάντ' ἐπακούεις, καὶποταμοὶ καὶ γαῖα καὶ οἳ ὑπένερθε καμόντας ἀνθρώπους τίνυσθον, ὅστις κ' ἐπίορκον ὀμόσσει· ὑμεῖς μάρτυροί ἐστε, φυλάσσετε δ' ὅρκια πιστά». (ῃ. 277) Ἰστέον δέ, ὡς τὸ «Ἠέλιος, ὃς πάντ' ἐφορᾷς» Ἀττικῶς εἴρηται ἀντὶ τοῦ «ὦἭλιε», [ὁποῖον σὺν ἄλλοις καὶ τὸ «τράγος γένειον ἄρα πενθήσεις σύ γε», ἀντὶ τοῦ «ὦ τράγε, πάνυ στερήσῃ γενείου, εἰ τὴν φλόγα φιλήσεις».] καὶ ὅτισύνηθες Ὁμήρῳ σχῆμα τὸ ἐκ πληθυντικῆς καταβαίνειν εἰς ἑνικόν, οἷον καὶ τὸἀνθρώπους τίνυσθε, ὃς ἐπίορκον ὀμόσει. ἐκ γὰρ τοῦ ἀνθρώπους εἰς τὸ ὅστιςμετέβη, διότι οὐ πάντες οἱ καμόντες ἤτοι θανόντες κολάζονται, ἀλλ' ὁ κακός. τοιοῦτον σὺν ἄλλοις μυρίοις καὶ παρ' Εὐριπίδῃ τὸ «δεσποτῶν ὠμῶν τύχοιμι, ὅστις μ' ὠνήσεται» καὶ τὸ «δίκη γὰρ οὐκ ἔστιν ἐν ὀφθαλμοῖς βροτῶν, ὅστις, πρὶνἀνδρὸς σπλάγχνον ἐκμάθῃ σαφῶς, στυγεῖ». καὶ παρὰ Σοφοκλεῖ τὸ «τὰ περισσὰκἀνόνητα σώματα» πάσχει τόδε τι «ὅστις ἀνθρώπου φύσιν γεγώς, ἔπειτα μὴ κατ' ἄνθρωπον φρονεῖ». τοιοῦτον δέ τι καὶ τὸ «λέξω τὰ πάντα, ἅσσα μ' ἱστορεῖς» καὶ τὸ «ἔλεξα πᾶν ὅσονπερ ἐξηπιστάμην». καὶ ἐν τῇ αʹ ῥαψῳδίᾳ τὸ «πάντες ὅσοιθεοί εἰσιν ἐν' Ὀλύμπῳ» καὶ ἐν τῇ δʹ τὸ «ταῦτα δ' ἀρεσόμεθα, εἴ τι κακὸνεἴρηται». Σημείωσαι δὲ καί, ὅτι τὸ πάντ' ἐφορᾶν διαφέρειν δοκεῖ ποτε τοῦπάντα ὁρᾶν. Ἠέλιος μὲν γὰρ ἀψόγως πάντ' ἐφορᾷ καί, ὡς οἱ ὕστερόν φασιν, ἐφορεύει, παρ' οἷς καὶ θηλυκὸν ἡ ἐφορεία. ὁ δὲ παρὰ Σοφοκλεῖ Ὀδυσσεύς, ὡςπάντων ἀεὶ κακὸν ὄργανον, ἐπιψόγως πάνθ' ὁρᾶν λέγεται, καὶ εἴη ἂν οὕτωςἀλάστωρ, ἐπείπερ οὐκ ἄν τι διαλάθοι τὸν οὕτω περιέργως πάνθ' ὁρῶντα. [(ῃ. 279) Τὸ δὲ τίνυσθον δηλοῖ μὲν τὸ τιμωρεῖτε, ἐπεκρίθη δὲ εἰς φράσιν ὡς ποιητικώτερον. ἄλλως γὰρ τὴν αὐτὴν ἀναπληροῖ χρείαν καὶ τοῦτο καὶ τὸ τίνυσθε στιχηρᾶςλαγαρότητος ποιουμένης καὶ ἐν ἀμφοῖν.] (ῃ. 281– 7) Ὅτι Ἀλέξανδρος μὲν πρὸ ὀλίγου συνέθετο, ἐὰν τὸν Μενέλαον νικήσῃ, τὰ καὶ τὰ γενέσθαι, ἐὰν δὲἡττηθῇ, τάδε καὶ τάδε, καὶ ἤρεσε τότε ὁ λόγος καὶ ἐπὶ τούτοις ἀποδυσάμενοιτὰ ὅπλα ὁ στρατὸς κάθηνται. Ἀγαμέμνων δὲ ἄρτι οἷον ἐπιδιορθούμενος καὶἀναπληρῶν ὅπερ ἐνέλειψεν ὁ ἀδελφός, ποινήν τε προστίθησιν, ὡς μὴ δίκαιον ὂνἐπὶ τοῖς ἴσοις ἀπαλλαγῆναι τοὺς τοῦ κακοῦ κατάρξαντας, καὶ τὰ ἄλλα δὲ οὕτωδιατίθεται· «εἰ μέν κεν Μενέλαον», φησίν, «Ἀλέξανδρος καταπέφνῃ, αὐτὸςἔπειθ' Ἑλένην ἐχέτω καὶ κτήματα πάντα, ἡμεῖς δέ» νοστήσομεν, ἀνεμεσήτως, φασί, προτάξας τὸν φόνον τοῦ ἀδελφοῦ. «εἰ δέ κεν Ἀλέξανδρον κτείνῃ ξανθὸς Μενέλαος, Τρῶας ἔπειθ' Ἑλένην καὶ κτήματα πάντ' ἀποδοῦναι, τιμὴν δ' Ἀργείοις ἀποτινέμεν» καὶ ἑξῆς. ἐνίκησε μὲν οὖν ἐν τοῖς ἐφεξῆς ὁ Μενέλαος, οὐκ ἀπέκτεινε δὲ τὸν Ἀλέξανδρον, καὶ διὰ τοῦτο ἔχουσιν ἀντιλέγειν οἱ Τρῶεςκαὶ οἱ Ἀχαιοί. καὶ λέγεται ἡ ὑπόθεσις κατὰ τοὺς ῥήτορας ἀντινομία ἑκατέρουμέρους προβάλλεσθαι δυναμένου τὰ ἑκατέρων ῥητὰ πρὸς δικαίωσιν, οἷον ἐρεῖὁ Μενέλαος· εἶπας, ὦ Ἀλέξανδρε· «εἰ νικήσω». νενίκηκα οὖν, ἀποδοτέα μοι τοίνυν ἡ Ἑλένη. ὁ δ' αὖθις ἀπολογίαν πορισάμενος ἐξ Ἀγαμέμνονος εἰς παράβασιν τῶν συνθηκῶν ἀντερεῖ, ὅτι «ἐάν με κτείνῃς» ἐρρέθη παρὰ τοῦ Ἀγαμέμνονος. σὺ δέ με οὐκ ἔκτεινας, οὔκουν λήψῃ τὴν Ἑλένην. ἰσχυροτέρα δὲ κατὰ τοὺς παλαιοὺς ἡ τῶν Τρώων ἀπολογία, διότι μάλιστα δεῖ, φασίν, ὁρᾶν τὰ ἐπὶ τοῖς ὅρκοιςὁριζόμενα. ὅτι δὲ ἀληθῶς νενίκηκεν ὁ Μενέλαος, καὶ ἄλλως μὲν δῆλον, ἀποφαίνεται δὲ τοῦτο καὶ ὁ ἐν τοῖς ἑξῆς εἰπών· «νίκη μὲν δὴ φαίνεται ἀρηϊφίλου Μενελάου», ἤγουν φανερῶς δήλη ἐστίν, ὁποῖον καὶ ἐν ἄλλοις τὸ «ἀλλὰ τὰ μὲνὑμῶν ἀεικέα ἔργα φαίνεται», ἤγουν πᾶσι δῆλά ἐστιν. (ῃ. 288) Ὅτι τὴν ὑπὲρτοῦ πταισθέντος ἔκτισιν ἤτοι τὸ πρόστιμον, ὅπερ Ἡρόδοτος δίκας λέγει τῆςἁρπαγῆς, τιμὴν καὶ ποινὴν ὁ Ἀγαμέμνων καλεῖ λέγων· «εἰ δ' ἂν ἐμοὶ τιμήν» οἱ περὶ Πρίαμον «τίνειν οὐκ ἐθέλωσιν Ἀλεξάνδροιο πεσόντος, αὐτὰρ ἐγὼκαὶ ἔπειτα μαχήσομαι εἵνεκα ποινῆς αὖθι μένων, εἵως κε τέλος πολέμοιο κιχείω», ἤγουν ἕως ἐκτελέσω τὸν πόλεμον. Καὶ γίνεται ἡ τιμὴ αὕτη, ὡς ποινή, ἐκ τοῦτίω τὸ τιμωρῶ, ἢ καὶ ἀπὸ τοῦ τίω, τὸ ἀνταποδίδωμι, ὅθεν καὶ τὸ τιμὴν τινέμεν καὶ τὸ τιμὴν τίνειν ἐτυμολογικῷ τρόπῳ ἐν τοῖς ῥηθεῖσι κεῖσθαι δοκεῖ. Πίνδαρος μέντοι πολλαχοῦ ποινὴν τὴν ὑπὲρ καλοῦ ἀμοιβὴν λέγει. Σημείωσαιδέ, ὅπως ὁ Ἀγαμέμνων τοῦ προδεδηλωμένου διοπέμπτου ἐνυπνίου ἀντέχεται. εἰπόντος γὰρ ἐκείνου τοῦ ὀνείρου τὸ πεποθημένον αὐτῷ, ὅτι δηλαδὴ νῦν ἕλοιςτὴν Τροίαν, δεδιὼς ὁ βασιλεύς, μήποτε μετὰ τὴν ἐπὶ διακειμένοις μονομαχίανδιὰ τὰς σπονδὰς ἀπόρθητος ἡ Τροία μείνῃ, ὡς τῶν ὁρκίων τυχὸν ἐκπληρωθέντων [καὶ τῶν Τρώων κατὰ τὴν σύμβασιν ἀποδόντων τὴν Ἑλένην καὶ τὰκτήματα,] παραρρίπτει τὸ περὶ ποινῆς εἰς ἀφορμὴν πάλιν μάχης, ἵνα, εἰ καὶμὴ νῦν, ἤγουν σήμερον, ἕλοι Τροίαν, ἀλλὰ νῦν, ἤγουν κατὰ τὸν ἐνιαυτὸν τοῦτον, διὰ τὴν ποινήν. διὸ οὐδὲ ὁρίζει αὐτήν, ἀλλὰ θέλει τοὺς Τρῶας τιμὴν Ἀργείοιςἀποτινέμεν, ἥντιν' ἔοικεν. εἰ δὲ μή, πολεμήσειν εἰσαῦθις, ἵνα τὸ τοῦ ὀνείρουλοξὸν λόγιον πληρωθῇ οὐκ εἰπόντος, ὅτι νῦν ὁ πόλεμος λυθήσεται, ἀλλ' ὅτι νῦνἕλοις τὴν Ἴλιον. οὐ γὰρ ἀρκεῖται ὁ βασιλεὺς μόνῃ τῇ Ἑλένῃ, ἐὰν ὁ Ἀλέξανδροςπέσῃ, οὐδὲ τοῖς ἐκείνῃ συναρπαγεῖσι κτήμασιν, εἰ μή τι καὶ ἐπέκεινα λάβῃ, ἤγουν ποινήν, ἣν ἐπέοικεν. (ῃ. 287) ὅπερ ἐφερμηνεύων φησίν· «ἣ καὶ ἐσσομένοισιν ἐν ἀνθρώποισι πέληται», οὐδ' οὕτως αὐτὴν ὁρίσας, ἵνα ὕστερον ἔχῃ μάχηςεὐλόγους λαβὰς διὰ τὸ τῆς τιμῆς, ἤτοι ποινῆς, ἀόριστον. [ἦν δ' ἂν ἴσως ποινὴἀρέσκουσα τῷ βασιλεῖ τὸ ἄνδιχα δάσασθαι, ὅσην κτῆσιν ἡ Τροία ἐντὸς ἐέργει, ὁποῖόν τι ἔθος ἐν τοῖς ἑξῆς που ὑπολαλεῖ ὁ ποιητής.] (ῃ. 291) Τὸ δέ «αὖθιμένων» καὶ ἑξῆς, περίφρασίς ἐστι τοῦ πολιορκεῖν. (ῃ. 292) Ὅτι ἐν τῷ «ἀπὸστομάχους ἀρνῶν τάμε νηλέϊ χαλκῷ» σφάζεσθαι τοὺς ἄρνας φησὶν Ὅμηροςκατὰ στομάχους, οὐ λαμβάνων τὸν στόμαχον κατὰ τὴν νῦν συνήθειαν, ἀλλὰκατὰ τὴν τότε. στόμαχοι γάρ, φασί, τὰ κάτω μέρη τοῦ λαιμοῦ, οἱ βρόγχοι, καὶστομάχοιο ἀλλαχοῦ θέμεθλα ἡ φάρυγξ ἢ καὶ στόμα κοιλίας. (ῃ. 293) Τὸ δὲσφαδάζειν καὶ σπᾶσθαι αὐτοὺς ἐν τῷ σφάζεσθαι ἀσπαίρειν λέγει, ὡς ἐκ τοῦ σπῶσπαίρω κατὰ πλεονασμὸν τοῦ ˉα. Ἡρόδοτος δέ που καὶ τὸ θερμότερον σπεύδεινκαὶ οἷον ἀνασκιρτᾶν καὶ πάνυ προθυμεῖσθαι ἀσπαίρειν ἔφη εἰπών· «Ἀδείμαντοςἤσπαιρε μόνος ἀποπλεύσεσθαι». ἀπὸ δὲ τοῦ σπαίρειν καὶ σπαρίζειν κατὰ τὸσκαρίζειν, ὡς ἐν ῥητορικῷ σεσημείωται Λεξικῷ. (ῃ. 293 ς.) Φράζει δ' ἐνταῦθαὁ ποιητὴς οὕτω· «καὶ τοὺς μὲν κατέθηκεν ἐπὶ χθονὸς ἀσπαίροντας», ὃ διασαφῶνἐπάγει «θυμοῦ δευομένους». τοῦτο δὲ πάλιν ἐφερμηνεύων φησίν· «ἀπὸ γὰρμένος εἵλετο χαλκός», ὁ καὶ διὰ τοῦτο ἀνηλεής ῥηθείς. ταῦτα δὲ ποιητικῆς διασκευῆς ἐστιν, ἄλλως δέ γε οὐκ ἀναγκαῖα φράζεσθαι. (ῃ. 295) Ὅτι δαπάνην οἴνουδηλοῖ τὸ «οἶνον δ' ἐκ κρητῆρος ἀφυσσάμενοι δεπάεσσιν ἔκχεον». εἰ δὲ καὶ ἐπ' ἀγαθῷ τοῦτο γίνεται, οἰκεῖον ἐπαγαγεῖν καὶ τὸ «ἠδ' εὔχοντο θεῷ». καὶ ὅτιἐκχεομένων ἐπὶ ὅρκοις τῶν σπονδῶν ἐπέλεγον οἱ ἐκεῖ· ὡς ὅδε ὁ οἶνος χέεται, οὕτω τοῖς ἐπιορκήσασιν ὁ ἐγκέφαλος χαμαὶ χεθείη. τάχα δὲ καί, ὅτε αἱ τρίχες, ὡς ἐρρέθη, τῶν κεφαλῶν τοῖς σφαγίοις ἐτέμνοντο, καὶ τοιοῦτόν τι ἐπελέγετο, ὡς εἰς κεφαλὴν τὸ κακὸν τρέποιτο τοῖς ἐπιόρκοις ἢ οὕτως ἐκτμηθεῖεν τοῦβίου, εἰ καὶ ὁ ποιητὴς οὐ λέγει ταῦτα, οἷα νοεῖν κατὰ τὸ εἰκὸς αὐτὰ ἀφιείς, ὁποῖα καὶ τοιαῦτα πολλὰ ποιεῖ. (ῃ. 297– 301) Ἰστέον δέ, ὅτι ἔθος τῷ ποιητῇ ἐνταῖς κατὰ πλῆθος ἠθοποιΐαις συντέμνειν τὸν λόγον τεχνικῶς, ὡς καὶ ἀλλαχοῦἐδηλώθη. ὅτε γοῦν εἴπῃ· «ὧδε δέ τις εἴπεσκεν», ὀλίγους ἀεὶ λόγους ἐπάγει, ὡςκαὶ ἐνταῦθα ποιεῖ λέγων· «ὧδε δέ τις εἴπεσκεν Ἀχαιῶν τε Τρώων τε· ὦ Ζεῦκύδιστε, μέγιστε, ὁππότεροι πρότεροι ὑπὲρ ὅρκια πημήνειαν, ὧδέ σφ' ἐγκέφαλος χαμάδις ῥέοι ὡς ὅδε οἶνος, αὐτῶν καὶ τεκέων, ἄλοχοι δ' ἄλλοισι δαμεῖεν», ἤ «μιγεῖεν». (ῃ. 301) Ἔνθα ὅρα καί, ὅπως ἐν μεγάλῳ κακῷ τίθενται οἱ ὄχλοι τὸὑπ' ἄλλοις γενέσθαι τὰς αὐτῶν ἀλόχους ἤτοι ὁμολέκτρους ἤ, τραγικῶς εἰπεῖν, κοινολεχεῖς γυναῖκας. καλῶς ἄρα καὶ Νέστωρ ἐν τοῖς πρὸ τούτου ἐμέμνητοτῆς μετὰ Τρωϊκῶν ἀλόχων κατακοιμήσεως, ὡς τούτου μεγίστου κακοῦἐσομένου τοῖς Τρωσί. καὶ μετ' ὀλίγα δὲ τοιαύτη τις εὐχὴ βραχεῖα γενήσεταικατὰ τοῦ αἰτίου τῶν κακῶν. Τὸ δέ «αὐτῶν καὶ τεκέων» ἀντιπτωτικῶς ἔχει. ἄλλως γάρ «αὐτοῖς καὶ τέκεσιν» ὤφειλεν εἶναι πρὸς ἀκολουθίαν τοῦ «ὧδέ σφινἐγκέφαλος χαμάδις ῥέοι». [δῆλον δ' ὅτι ἐν τοιούτοις οὐ σολοικίζει ἀντιτιθεμένηἡ γενική.] (ῃ. 299) Τὸ δέ «ὑπὲρ ὅρκια πημήνειαν» περίφρασίς ἐστι τοῦ ἐπιορκήσειαν. δῆλον δέ, ὅτι πήμανσις ὅρκων ἐστὶν ἡ τούτων παράβασις, ὡς ἐδήλου πρὸτούτων καὶ τὸ «ὅρκια δηλήσαιτο». (ῃ. 302) Ὅτι σχῆμα προαναφωνήσεως τὸ» ὣς ἔφατ', οὐδ' ἄρα πώ σφιν ἐπεκραίαινε Κρονίων», δι' οὗ προεκτίθεται, ὡς τελεσθήσονται μὲν αἱ τοῦ βασιλέως ἀραί, οὔπω δὲ νῦν, ἀλλὰ μετὰ ταῦτα. τὸ δέ «οὐδ' ἄρα πώ σφιν», οὐκ ἂν ἀνευλόγως ὀξυνόμενον ἔχοι τὸν ˉπˉω σύνδεσμονὡς ἐγκλινόμενον, καθὰ δηλοῖ καὶ τὸ οὔπω, εἰ δέ τις φιλονεικοίη περισπᾶν αὐτό, ἀκολουθείτω τοῖς προπερισπῶσι τὸ πώποτε. τὸ δὲ Κρονίων ἐκτείνει κἀνταῦθαὡς καὶ ἐν ἄλλοις τὴν παραλήγουσαν. (ῃ. 305– 7) Ὅτι κἂν μισητὸς ἦν ἅπασινὁ Ἀλέξανδρος, ἀλλ' ὁ πατὴρ Πρίαμος λέγει μὴ ἂν τλήσεσθαι ὀφθαλμοῖς ἰδεῖναὐτὸν μαχόμενον. φησὶ γάρ· «ἤτοι ἐγὼν εἶμι προτὶ Ἴλιον ἠνεμόεσσαν ἄψ, ἐπεὶοὔπω τλήσομαι ὀφθαλμοῖσιν ὁρᾶσθαι μαρνάμενον φίλον υἱὸν ἀρηϊφίλῳ Μενελάῳ». οὕτω δὲ καὶ ὁ Ἕκτωρ συμπαθῶς διὰ φιλαδελφίαν διακείσεται, ὃς εἰ καὶφεύγοντι, ὡς εἴρηται, ὠνείδισεν, ὅμως ἡττηθέντα τὸν ἀδελφὸν οὐ προδώσει. νοητέον δέ, οἷον ἔσται πένθος ὕστερον τῷ γέροντι ἐπὶ τῷ Ἕκτορι. εἰ γὰρ τὸν Πάριν οὐ τλήσεται ὁρᾶν μαχόμενον, πῶς οἴσει βλέπων τὸν Ἕκτορα καὶ τοῦτο ποιοῦντα καὶ πίπτοντα καὶ ὑπὸ Ἀχιλλέως ἀεικιζόμενον. δῆλον δ' ὡς οὐδὲ ἐπὶτῷ τείχει καθεδεῖται ὁ γέρων, ἵνα μὴ ὀφθαλμοῖς ἐκεῖθεν ὁρᾷ, φαντασίᾳ δὲμόνῃ, ἔνδον που μένων παράβυστος. Σημείωσαι δέ, ὅτι πιθανῶς ὑποχωροῦνταποιεῖ τὸν γέροντα Πρίαμον ὁ ποιητής, ἵνα μὴ παρὼν ἀνάγκην σχοίη τελέσαι τὰτῶν ὅρκων καὶ οὕτω κακοήθης ἡ ποιητικὴ γένηται διασκευή. ἀποδημοῦντοςγάρ, οὐ μὴν παρόντος, τοῦ συνετωτάτου Πριάμου συγχεθήσεται πιθανῶς τὰὅρκια. καὶ οὕτως εὐοδωτέρα ἡ τῆς ποιήσεως ἔσται περιπέτεια. (ῃ. 308) Ἵνα δὲμὴ δόξῃ ὁ γέρων καταψηφίζεσθαι τοῦ υἱοῦ ἧτταν διὰ τὴν ἀναχώρησιν καὶἀπαιτηθείη τὰ δόξαντα, φησὶ παρὰ τῷ θεῷ κεῖσθαι τὰ τοῦ τέλους· «Ζεὺς γάρπου τό γε οἶδε», φησίν, «ὁπποτέρῳ θανάτοιο τέλος πεπρωμένον ἐστίν», ἤτοιπεπερατωμένον ἐξ εἱμαρμένης, οἱονεὶ λέγων, ὅτι οὐχ' ὡς ἡττηθησόμενον προλείπει τὸν Πάριν, εἰ καὶ ἀρηΐφιλος ὁ Μενέλαος, ἀλλὰ διότι οὐκ ἂν τλαίη βλέπωνμαχόμενον τὸν φίλον υἱὸν καὶ ἀγωνιῶν. εἰ γὰρ καὶ ἅρπαξ ὁ Πάρις καὶ μισητός, ἀλλ' αὐτῷ φίλος υἱός ἐστιν. ὅτι δὲ εἰκὸς ἦν ὑπὸ Πριάμου ἐκδοθῆναι τὴν Ἑλένην, εἰ παρῆν, ὅτε ἡττήθη Ἀλέξανδρος, ἐμφαίνει ὁ τῶν δημογερόντων λόγος, ὅτε ἐπὶ τοῦ τείχους ἦσαν, εἰπόντων, ὅτι καὶ τοιαύτη οὖσα οἰχέσθω, ἵνα μὴ κακὸνἡμῖν γένηται. εἶχε δὲ καὶ ὁ τῶν Τρώων ὄχλος ἑτοίμως, εἰ ὁ Πρίαμος ἐπένευσεν. ἐμίσουν τε γὰρ τὸν Ἀλέξανδρον ἀπεχθόμενον ἶσον κηρὶ μελαίνῃ καὶ εὔξονται δὲθανεῖν ἐκεῖνον, «ὃς τάδε ἔργα ἐν ἀμφοτέροισιν ἔθηκεν». ὁ δὲ ἦν ὁ ἀρχέκακοςἐπάρατος Ἀλέξανδρος. (ῃ. 305) Ἠνεμόεσσαν δὲ τὴν Τροίαν εἶναι πολλαχοῦ δηλοῖ ὁ ποιητὴς διὰ τὸ ἐφ' ὑψηλοῦ κεῖσθαι. [(ῃ. 306) Τὸ δέ «οὔπω τλήσομαι» ἀσύνηθες τοῖς ὕστερον. ἐνταῦθα μὲν γὰρ τὸ οὔπω ταὐτόν ἐστι τῇ οὒ ἀρνήσει. ἐκεῖνοι δὲ τὸ οὔπω χρονικὸν οἴδασιν, οἷον· οὔπω ἦλθεν, ἀλλὰ δηλαδὴ ἐλεύσεται· καί· οὔπω ἔγραψεν, ἀλλὰ γράψει.] Τὸ δέ «εἶμι ἄψ» ταὐτὸν τῷ ἀναχωρήσω, ἐπανελεύσομαι, νοστήσω. Σημείωσαι δὲ καί, ὅτι δύο ἄρτι ῥήτορας τοῖς βασιλεῦσιν ὁ ποιητὴς παραζευγνύς, Ἀγαμέμνονι μὲν τὸν Ὀδυσσέα, Πριάμῳ δὲ τὸν Ἀντήνορα, ὅμως λαλοῦντας οὐδὲν ἢ ποιοῦντας πλάττει αὐτούς, ἀλλὰ τὸ πᾶντοὺς βασιλεῖς. πρῶτος οὖν Ὅμηρος, ὥς φασιν οἱ παλαιοί, καὶ τὰ σιγῶνταπρόσωπα ἐν τοῖς δραματικοῖς ἐπενόησεν. (ῃ. 310) Ὅτι τὰ ἐπὶ ὅρκοις σφαγιαζόμενα οἱ μὲν ἐγχώριοι κατώρυττον κρύπτοντες ὑπὸ γῆν, οἱ δὲ ἐπήλυδες, εἰ καὶὍμηρος νῦν τοῦτο σιγᾷ κατὰ σχῆμα σύνηθες, θαλάσσῃ ἐπέρριπτον ἢ ἄλλο τιὅμοιον ἐποίουν, ὡς ἐκ τοῦ κάπρου δῆλον ἔσται, ὃν ἐπὶ ὅρκῳ σφάξει που ὁβασιλεύς. γεύσασθαι δὲ αὐτῶν ὅλως ἀπώμοτον ἦν. διὸ καὶ Πρίαμος τοὺς τῶνὁρκίων ἄρνας εἰς δίφρον αὐτὸς θέμενος ἀνεχώρησεν, ἅμα καὶ κατορύξων αὐτούς, ὡς εἴρηται, καὶ τοῖς πολίταις δὲ ἄνω δείξων διὰ τὸ τοῦ ἔργου θαυμάσιον, καὶἵνα καὶ οὕτω γένηται τῶν ὅρκων ταμίας. (ῃ. 311) Ὅτι κατατείνειν ὀπίσω τὰἡνία λέγει τὸν ἡνίοχον. καὶ σημείωσαι τὴν φράσιν. οὐκ ἔστι γὰρ κάλλιονφράσαι. (ῃ. 313) Ὅτι τὸ «ἄψορροι ποτὶ Ἴλιον ἀπονέοντο», περίφρασίς ἐστι τοῦ ἐπαλιννόστησαν. (ῃ. 314– 6) Ὅτι διαμετρεῖται καὶ τόπος τῇ Ἀλεξάνδρου καὶ Μενελάου μονομαχίᾳ διὰ τὸ αὐτοῖς ἐγκεῖσθαι τὸν ἐπὶ πᾶσι κίνδυνον καὶδόξοι ἂν ἡττηθῆναί πως ὁ παρεξελθὼν τόν, ὥς φησιν ὁ ποιητής, διαμετρητὸνχῶρον. ἐπὶ μέντοι Ἕκτορος καὶ Αἴαντος ἐν τοῖς ἑξῆς τοῦτο οὐ γίνεται. ἴδιοςγάρ ἐστιν ἐκεῖ τοῦ παθόντος ὁ κίνδυνος. πάλλουσι δὲ καὶ κλήρους ἐν κυνέῃ, ὁππότερος προαφήσει τὸ ἔγχος. φράζει δὲ ὁ ποιητὴς ἐνταῦθα οὕτω· Ἕκτωρδὲ καὶ Ὀδυσσεύς «χῶρον μὲν πρῶτα διεμέτρεον. αὐτὰρ ἔπειτα κλήρους ἐνκυνέῃ χαλκήρεϊ πάλλον ἑλόντες, ὁππότερος δὴ πρόσθεν ἀφείη χάλκεον ἔγχος». (ῃ. 316) Ἔστι δὲ κλῆρος, ὡς καὶ ἐν τοῖς ἑξῆς φανήσεται, σημεῖον, ὅ τιςἐμβαλεῖ τῷ ἀγγείῳ τοῦ λαχμοῦ, ψηφὶς τυχὸν ἢ δακτύλιος ἢ βῶλος ἀρούρηςκατὰ Σοφοκλῆν ἤ τι τοιοῦτον, τὸ δ' αὐτὸ καὶ πάλος λέγεται. ἀλλὰ τοῦτο μὲνπαρὰ τὸ πάλλω, τὸ κινῶ, κλῆρος δὲ ἀπὸ τοῦ τέλους τῆς κινήσεως παρὰ τὸ κλῶ, τὸ καλῶ, δι' οὗ ἐκπηδήσαντος καλεῖταί τις εἰς ἔργον, ἢ μᾶλλον ἀπὸ τοῦ κᾶλον, τὸ ξύλον, κατὰ Ἡρωδιανόν, ὡς ξύλων μάλιστα πάλλεσθαι διδομένων ἐν τοῖςτοιούτοις. χρῆσις δὲ τοῦ ῥηθέντος πάλλειν καὶ τοῦ κατ' αὐτὸν κλήρου καὶ παρὰ Σοφοκλεῖ ἐν τῷ «οἱ τεταγμένοι βραβεῖς κλήροις ἔπηλαν». Ἰστέον δέ, ὅτι ὁ μὲν κλῆρος καὶ πάλος λέγεται κατὰ πολυωνυμίαν, τοῦ δὲ πάλλειν ῥήματοςοὐκ ἔστι καιριωτέρα λέξις ὡς ἐν ποιήσει. παρὰ δὲ τοῖς ὕστερον ἀπὸ τοῦ κλήρουκαὶ τὸ κληροῦν καὶ τὸ κληροῦσθαι λέγεται. Εὐριπίδης δὲ ἐν μὲν Φοινίσσαις καὶμαντικάς τινας ψήφους κλήρους καλεῖ, ἅς, φασί, δέλτοις παρεσημειοῦντο ἔν τεπτήσεσιν ὀρνίθων καὶ λοιποῖς. ἐκεῖ δὲ οἱ παλαιοὶ κλήρους νοοῦσι καὶ τοὺς ὑπὲρμαντείας μισθούς. ἐν δὲ τῷ «δέλτος κλήρους οὐ δεδεγμένη» κλήρους, φασί, λέγει ἢ τὰς μαντείας ἢ σημεῖά τινα διδόμενα τῷ μάντει, ἐξ ὧν ὁρμώμενοςπροεφήτευε. Δῆλον δὲ καί, ὡς ἐκ μὲν τοῦ καθ' Ὅμηρον κλήρου καὶ ἡ κατὰβίον λαχοῦσά τινι περιουσία κλῆρος λέγεται μεταφορικῶς καὶ ἡ ῥητορικὴ δὲἀποκλήρωσις ἐκεῖθεν εἴληπται. ἐκ δὲ τοῦ πάλου ἐρρέθη ὁ ἀντίπαλος, ὃς οὐμόνον δηλοῖ τὸν ἐξ ἐναντίου πάλου ἐρίζοντα, ἀλλά ποτε καὶ τὸν σαφῶς οὕτωλεγόμενον ἰσοπαλῆ. (ῃ. 318) Ὅτι τὸ «λαοὶ δ' ἠρήσαντο, θεοῖσι δὲ χεῖραςἀνέσχον» ἀμφιβολίας ἐστὶ σχῆμα εἰς μίαν ἀφορώσης ἔννοιαν. εἴτε γὰρ εἴποι τιςθεοῖσι τρισυλλάβως εἴτε δισυλλάβως θεοῖς, εἶτα ἐπάγει «ἰδὲ χεῖρας ἀνέσχον», ἡ αὐτή ἐστιν ἔννοια. δῆλον δέ, ὡς καὶ προεγράφη, ὅτι οὐ μόνον ἐπὶ ἀνατάσεωςχειρῶν τὸ ἀνασχεῖν, ἀλλὰ καὶ ἐπὶ ἀνατολῆς ἡλίου. τὸ μέντοι ἐξανίσχειν ἐπὶμόνου ἡλίου λέγεται καὶ τὸ ὑπερῆρθαι δὲ εἰς ὕψος ἐντεῦθεν ἐξανέχειν φαμέν. (ῃ. 321– 3) Ὅτι ἀρὰ κατὰ ἀρχεκάκου τὸ «ὁππότερος τάδε ἔργα μετ' ἀμφοτέροισιν ἔθηκε, τόν, θεέ, δὸς ἀποφθίμενον δῦναι δόμον Ἄϊδος εἴσω, ἡμῖν δ' αὖφιλότητα καὶ ὅρκια πιστὰ γενέσθαι». Τρῶες δὲ κατ' Ἀλεξάνδρου ταῦτάφασιν. ὅρα δέ, ὡς εὐπαίδευτος ὁ τοῦ λαοῦ λόγος ἐν τῷ «ὁππότερος τάδε ἔργαἔθηκεν». εὐφήμως γὰρ ἔργα λέγει τὰ πολλὰ κακά, ὧν αἴτιος ὁ Ἀλέξανδρος, οὐμὴν ὁ Μενέλαος. ὡς γὰρ προείρηται, ὁ μὲν Ἀλέξανδρος ἦρξεν, ὁ δὲ Μενέλαοςἔριν σχὼν ἠμύνατο. καί πώς ἐστι τὸ ῥηθὲν ὅμοιον τῷ «μυρί' Ἀχαιοῖς ἄλγεαἔθηκε». (ῃ. 322) Τὸ δέ «ἀποφθίμενον δῦναι εἰς Ἅιδην» πρὸς διαστολὴν εἴρηταιτῶν δίχα φθορᾶς μυθευομένων δῦναι εἰς Ἅιδου, ὁποῖος ὁ Πειρίθους καὶ ὁὈδυσσεὺς καὶ ὁ Ἡρακλῆς. [συγκέκοπται δὲ τὸ ἀποφθίμενον Αἰολικῶς, τὸ γὰρ ἐντελὲς ἀποφθιόμενον ἐκ τοῦ φθίω.] (ῃ. 324 ς.) Ὅτι ἔπαλλε τοὺς κλήρους ὁἝκτωρ ἄψ, ἤγουν ὀπίσω, ὁρῶν, ἵνα μὴ δόξῃ κακουργῆσαί τι. καὶ ὅμωςεὐτυχῶς Πάριος θοῶς ἐκ κλῆρος ὄρουσεν, ἤγουν ταχὺ ἐξέθορε. καὶ τὰ μὲν τῆςτύχης ἐνταῦθα φιλοτίμως ἔχει τῷ ἅρπαγι, ὑπερτερήσει δὲ ἀρετῇ ὁ ἀγαθὸς Μενέλαος. (ῃ. 327) Ὅτι ἐν τῷ «ἔνθα ἵπποι ἀερσίποδες καὶ ποικίλα τεύχεα ἔκειτο» ἐξ ἀναλόγου νοητέον ἐν τῷ «ἵπποι» τὸ ἵσταντο. οὐ γὰρ ἔκειντο καὶ οἱἵπποι. πολλὰ δὲ τοιαῦτα σχήματα παρὰ τῷ ποιητῇ, ὁποῖον σὺν ἄλλοις καὶ τὸ» σῖτον καὶ οἶνον ἔδοντες». ἐκ τοῦ ἀναλόγου γάρ, ὥσπερ σῖτον ἔδοντες, οὕτωνοητέον καὶ οἶνον πίνοντες. τινὲς δὲ φιλοσοφώτερον ἐπιβάλλοντες ἐν τῷ ἔκειντονοοῦσι καὶ τὸ ἵσταντο. κεῖσθαι γὰρ γενικῶς καὶ τὸ ἵστασθαι. τινὲς δὲ στίξαντεςεἰς τὸ «ἵπποι ἀερσίποδες», κατὰ ἔλλειψιν τοῦ ἦσαν, ἐπάγουσι «καὶ ποικίλα τεύχεα ἔκειτο». ἀερσίποδες δὲ οἱ λίαν ταχεῖς καὶ ὠκύποδες ἢ ἀελλόποδες καί, ὡςεἰπεῖν, κουφόποδες ἐκ τοῦ ἀείρω ἀέρσω. ἀείρεσθαι δέ ἐστι τὸ εἰς ἀέρα κουφίζεσθαι, ἀφ' οὗ καὶ «ἀερσιπότητος ἀράχνης» παρὰ Ἡσιόδῳ. (ῃ. 328) Ὅτι ὥσπερ δίφρον περικαλλέα ἔφη τὸν τοῦ Πριάμου, οὕτω καὶ τεύχεα καλὰ τὰτοῦ Ἀλεξάνδρου, οὗ καὶ αἱ κνημῖδες καλαὶ ῥηθήσονται. δεῖ γὰρ καὶ πρὸς κάλλοςἠσκῆσθαι τὰ πολεμιστήρια ὄργανα, ὡς πολλαχοῦ δείκνυται. (ῃ. 329– 38) Ὅτιχαίρων ὁ ποιητὴς πραγμάτων διασκευῇ, ὡς μυριαχοῦ φαίνεται, ἤγουν τῇ κατὰλεπτὸν ἀφηγήσει, διατυποῦται καὶ ἐνταῦθα τὴν τοῦ Πάριδος ὅπλισιν λέγων, ὅτι «δῖος Ἀλέξανδρος, Ἑλένης πόσις ἠϋκόμοιο, κνημῖδας μὲν πρῶτον περὶ κνήμῃσιν ἔθηκε, καλὰς ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας», τοῖς καλύπτουσιδηλαδὴ τὰ σφυρά, ὁπλισάμενος πρῶτον τὰ κάτω, ἕως ἐπικύπτειν ἔχει ἐλαφροῖςτοῖς ἄνω μέρεσι. «δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνεν οἷο κασιγνήτοιο Λυκάονος, ἥρμοσε δ' αὐτῷ· ἀμφὶ δ' ἂρ ὤμοισι βάλετο ξίφος ἀργυρόηλον, χάλκεον, αὐτὰρ ἔπειτα σάκος μέγα τε στιβαρόν τε, κρατὶ δ' ἐπ' ἰφθίμῳ κυνέηνεὔτυκτον ἔθηκεν, ἵππουριν, δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν· εἵλετο δ' ἄλκιμον ἔγχος, ὅ οἱ παλάμῃφιν ἀρήρει». (ῃ. 339) Καὶ οὕτω διασκευάσας εἰςλεπτὸν τὴν τοῦ Πάριδος ὅπλισιν ἐπὶ Μενελάου πάνυ συντέμνει τὸ νόημα, ὡς ἂνμὴ ἀκαίρως τὰ αὐτὰ λεπτολογῇ, καί φησιν· «ὡς δ' αὕτως Μενέλαος ἀρήϊοςἔντε' ἔδυνε» προτιμηθέντος κἀνταῦθα τοῦ Πάριδος, ἵνα σὺν τῇ ἄλλῃ φιλοτιμίᾳἔχῃ καὶ τοῦτο. Καὶ σημείωσαι τὸ «Μενέλαος ἀρήϊος». τὸν Ἀλέξανδρον μὲν γὰρδῖον προσεῖπεν ἁπλῶς οὕτω, τὸν δὲ Μενέλαον ὥσπερ πρὸ τούτου ἀρηΐφιλον, οὕτω νῦν ἀρήϊον, ἤτοι πολεμιστήν, νίκης ἐλπίδας ὑποτείνων τῷ ἀκροατῇ. Ἑλένης δὲ πόσιν τὸν δῖον Ἀλέξανδρον λέγει σκωπτικώτερον. οὐ γὰρ ἔδει τὸν δῖον τὴν ἀλλοτρίαν ἔχειν. συχνὰ δὲ τοῦτον καὶ ἐν τοῖς ἑξῆς, ὡς φανεῖται, πόσιντῆς Ἑλένης φησίν. εἰ δέ τινα ἔχει διαφορὰν ὁ πόσις καὶ ὁ ἀνήρ, ὡς ἐν Τραχινίαιςἐμφαίνει Σοφοκλῆς, ἑτέρωθι φανήσεται. (ῃ. 330) Κνημῖδες δὲ καὶ νῦν ὅπλονσκέπον τὰς κνήμας, ἀφ' ὧν καὶ παρονομάζονται. τούτων τὰ ἄκρα ἐπισφύριαλέγεται, ὡς τοῖς τῶν ποδῶν κάτω σφυροῖς προσαρμόζοντα. διὸ καὶ ἀργύρεαταῦτα, ὡς καὶ αἱ κνημῖδες καλαί. καὶ ἡ ἀσπὶς δὲ φαεινὴ καὶ πολυδαίδαλος, ἤγουν ποικίλη, κατὰ τὰ ἔργα τοῦ Δαιδάλου. τινὲς δὲ ἐπισφύρια τοὺς γλυμμούςφασι τῶν σφυρῶν τοῦ ποδός, ἃ καὶ ἀργυρᾶ φησι σκώπτων, ὥς που καὶ τὴν Θέτινφησὶν ἀργυρόπεζαν, ἵνα ἐμφήνῃ γυναικίαν τὸν Ἀλέξανδρον, ὥσπερ τὰ κατὰψυχήν, οὕτω καὶ κατὰ σῶμα. (ῃ. 332) Ὁ δὲ θώραξ, ὃν ἐνδύνει ὁ Πάρις, κασιγνήτου ἦν. οἰκεῖον γὰρ οὐκ εἶχε θώρακα πρόχειρον. παρδαλέη γὰρ περιέκειτοτοῖς ὤμοις αὐτοῦ, ὅτε ἐκ Τροίας κατέβη. ἵνα δὲ μὴ δόξῃ τοῦτο αἴτιον ἥττηςτῷ Πάριδι ὡς ἀπροσφυοῦς ἴσως ὄντος τοῦ θώρακος, φησί· «ἥρμοσε δ' αὐτῷ», προδεδοκιμασμένος, οἷα εἰκός, καθὰ καὶ τὸ ἔγχος ἥρμοστο αὐτοῦ τῇ παλάμῃ. τὸν δὲ τοῦ Λυκάονος φορεῖ θώρακα, ὅμοιος, φασίν, ὁμοίου. Ἀλέξανδρός τε γὰρμαλακὸς εἰς μάχην καὶ Λυκάων δὲ ἐν τοῖς ἑξῆς ἱστορηθήσεται εἰς πόνουςεὐένδοτος. (ῃ. 334) Τὸ ξίφος δὲ ἀμφὶ τοῖς ὤμοις βάλλεται κατὰ ἀρχαϊσμόν. οὔπω γὰρ ἦν ἔθος αὐτὸ περιζώνυσθαι. ἔνθα καὶ ὅρα καί, ὅτι θώρακα δύνειν καὶἔντεα δύνειν λέγει, ξίφος δὲ ἀμφιβαλέσθαι, ὥσπερ καὶ σάκος. (ῃ. 335) Τὸ δὲσάκος μέγα καὶ στιβαρὸν λέγει, ὡς ἂν ὁ Μενέλαος γενναῖος εἶναι δόξῃ, ὅτε τὸδόρυ διελάσει αὐτοῦ. [(ῃ. 336) Τὸ δέ «κρατὶ δ' ἐπ' ἰφθίμῳ» Ἀττικῶς δοκεῖλεχθῆναι. κοινῶς γὰρ ἰφθίμῃ ὤφειλεν εἶναι. τοιοῦτον δὲ ἦν καὶ τὸ «ψυχὰςἰφθίμους». δύναται δὲ καὶ τριβὴν ἔχειν λόγου, ὁποίαν ἐν Ὀδυσσείᾳ τὸ «σῷκράατι τίσεις».] Τὸ δὲ κυνέη χρήσεως παλαιᾶς ἐστιν ὄνομα. ὡς γὰρ ἐν τῷπαρδαλέη, λεοντέη, λυκέη, ἐλλείπει τὸ δορά, οὕτω καὶ ἐν τῷ κυνέη. δηλοῖ γὰρκυνέην δοράν, ἤγουν κυνὸς ποταμίου, σκέπουσαν τὰς κεφαλὰς τοῖς παλαιοῖς. ὕστερον δὲ ἡ μὲν τοιαύτη ὕλη τοῦ σκεπάσματος ἠμελήθη, τὸ δ' ὄνομα οὐκἐκλέλοιπεν, ἀλλὰ καὶ τὸ ἐξ ἄλλης ὕλης ἔρυμα τῆς κεφαλῆς κυνέη καλεῖται διὰτὴν παλαιὰν χρῆσιν, καθ' ἣν καὶ ἡ τοῦ Ἄϊδος περικεφαλαία κυνέη λέγεται. κατὰ τὸν αὐτὸν δὲ τρόπον καὶ τὰ ἐκ σιδήρου ὅπλα χάλκεά φαμεν διὰ τὸ ἀρχαῖον. ἦν γὰρ ὅτε χαλκὸς βαπτόμενος ἐστομοῦτο πρὸς ὅπλα. καὶ ὁ πίναξ δὲ ἐπὶ βιβλίουκαὶ τὸ πυξίον παλαιᾶς εἰσιν ἐγκαταλείμματα χρήσεως. πάλαι γάρ ποτε πίναξινἤτοι σανίσι, καὶ ταύταις ἐκ πύξου μάλιστα, τὰ γράμματα ἐνεκόλαπτον. καὶτὸ γράφειν δὲ παλαιᾶς ἐνεργείας ὄνομα. ξυσμαῖς γάρ τισιν ἐτυποῦντο τὰ στοιχεῖα, τὸ δὲ ξύειν γράφειν ἐλέγετο. καὶ τὸ σπαρτίον δὲ καὶ τὸ σχοινίον, ὡς καὶπροεγράφη, ἐκ παλαιοῦ ἔργου κρατεῖ λέγεσθαι, παρώνυμα ὄντα φυτοῖς ἐξ ὧνἐγίνοντο, [ἤγουν τῇ φυομένῃ σχοίνῳ ἐν τόποις ὑγροῖς καὶ τῇ σπάρτῳ, ἐξ ἧςπαρέφθαρται χυδαϊζόμενον τὸ πλεκτὸν σπαρτίον, ὃ σωμάτων ῥύπους ἐκτρίβειἐν λοετροῖς.] καὶ ἡ νευρὰ δὲ τμῆμα μέν ἐστι δέρματος βοὸς ἄρτι ἐν τοῖς τόξοις. διότι δέ ποτε νεῦρα βόεια συνεκρότουν αὐτήν, παρέμεινε μέχρι καὶ νῦν τὸ τῆςκλήσεως. καὶ τὸ κερᾶν δὲ παλαιᾶς οἰνοχοείας τῆς διὰ κέρατος ὄνομα τοῖςὕστερον συμποσίοις παρέμεινε. τοιοῦτόν τι, ὡς προεδηλώθη, καὶ ὁ ὀβολός, εἰςὀξὺ λήγων παρὰ τοῖς ἀρχαίοις κατὰ τοὺς ὀβελούς, κἂν νῦν μικροῦ δεῖν ὡςεἰς ἐπίπεδόν τι κατήνεκται. ἀλλὰ καὶ ἡ δραχμή, τουτέστιν οἱ ἓξ ὀβολοί, ἐξ ἀρχαίας χρήσεως, ὡς καὶ αὐτὸ προείρηται, ἔτυχε τοιαύτης κλήσεως. τοσούτωνγὰρ ὀβολῶν εἶχε τότε ἡ χεὶρ ἐπιδράττεσθαι, ὡς ἱστορεῖ καὶ Πλούταρχος. καὶλίνον δὲ τὴν χορδὴν λέγειν ἐκ τῶν ἀνέκαθεν εἰς τοὺς ὕστερον καθήκει. πάλαι γάρποτε δοκεῖ λινέας εἶναι τὰς μουσικὰς χορδάς, ὡς καὶ ὁ αἴλινος ὑποδηλοῖ. [καὶ ἡβίβλος δὲ ἀρχαιοτροπίαν δηλοῖ παλαιγόνου πράγματος. ἐγίνετο γάρ ποτε τὰτῶν χαρταρίων σώματα ἐκ φυτοῦ, ὅ, καθὰ καὶ ἀλλαχοῦ δεδήλωται, βύβλοςἐλέγετο.] καὶ τὸ τῆς δέλτου δὲ ὄνομα ὁμοίως ἄνωθεν κατέβη ἀπὸ τῶν δελτωτῶνβιβλίων εἴτ' οὖν ἐκ τῶν κατὰ δέλτα πτυσσομένων γραφῶν, αἳ κυρίως δέλτοικαλούμεναι ἀφῆκαν τοῖς ὕστερον βιβλίοις κληρονομῆσαι τοιαύτης κλήσεως. Τὸδὲ εὔτυκτον γίνεται μὲν ἐκ τοῦ τεύχω, ἀπέβαλε δὲ τὸ ˉε διὰ εὐφωνίαν, ὥσπερ καὶἡ κύστις ἐκ τοῦ κεύθω οὖσα καὶ ἐκ τοῦ πεύθω ἡ πύστις, ὅ ἐστιν ἡ μάθησις. οὕτω καὶ τὸ νευστάζειν νυστάζειν φαμὲν καὶ τὸ ἐτεύχθη ἐτύχθη. καὶ ἡ τέχνη δὲὁμοίως καὶ ὁ τέκτων ἀπέβαλον τὸ ˉυ ἐκ τοῦ τεύχω γενόμενα. (ῃ. 337) Ἵππουριςδὲ ἡ ἄνω ἔχουσα περὶ τὸν λόφον τρίχας ἐξ ἵππων οὐρᾶς, ὅπερ ἐγίνετο διὰ τὸ φοβερώτερον. διό φησιν ὁ ποιητής, ὅτι «δεινὸν δὲ λόφος καθύπερθεν ἔνευε». φοβερώτερον γὰρ τὸν ὁπλίτην ἡ τοιαύτη ἐποίει, ὥς που δηλώσει καὶ τὸ τοῦἝκτορος βρέφος ταρβῆσαν χαλκὸν καὶ λόφον ἱππιοχαίτην δεινὸν ἐπ' ἀκροτάτηςκόρυθος νεύοντα. ἔνθα δῆλον ὡς ὁ λόφος ἀκροτάτη κόρυς ἐστίν, ὁμωνυμῶν τῷτοῦ ὄρους λόφῳ, ἐξ οὗ καὶ ὁ γήλοφος καὶ λοφνίδες, αἱ ἐκεῖθεν λαμπάδες, καὶλοφιὰ ζῴου καὶ ζῷα λόφουρα. τὴν δὲ ἵππουριν καὶ ἱπποδάσειαν ἐρεῖ, ἐπίτηδεςκαὶ τοῦτο πλάσας ὁ ποιητής, ὡς ἂν πιθανῶς ἐν τοῖς ἑξῆς ἔχῃ ἑλκῦσαι τὸν Πάριν δραξάμενος τῶν τριχῶν ὁ Μενέλαος. Θεόκριτος δὲ τὸ Ὁμηρικὸν περιφραστικῶς ἑρμηνεύων φησίν· «ἵππειαι κόρυν σκεπάσασαι ἔθειραι». [Δῆλον δέ, ὅτι καὶ οὐρὰ ἵππου καὶ χαίτη δὲ συνετέλουν εἰς τὸ τῆς κόρυθος ἄκρον, ὡς ἡ ἵππουρις δηλοῖ καὶ ὁ ἱππιοχαίτης λόφος.] (ῃ. 342) Ὅτι ἀγριότητα ὑπογράφει προσώπου τὸ «δεινὸν δερκόμενοι, θάμβος δ' ἔχεν εἰσορόωντας». (ῃ. 344 ς.) Ὅτι μονομάχων πολεμίων ἴδιον τὸ «καί ῥ' ἐγγὺς στήτην διαμετρητῷ ἐνὶχώρῳ σείοντ' ἐγχείας ἀλλήλοισι κοτέοντε». τίς δὲ ὁ διαμετρητὸς χῶρος, προείρηται. ὥσπερ δὲ ἔλεγχος ἐλεγχείη, οἷον «ἐλεγχείην καταχεύῃ», οὕτω καὶἔγχος ἐγχείη. ἔοικε δὲ διαφορά τις εἶναι τῶν δοράτων, ἃ πρὸ μικροῦ ἔπαλλεν ὁἈλέξανδρος, καὶ τούτων τῶν ἐγχειῶν. ἔγχος μὲν οὖν ἐνταῦθα καὶ ἐγχείαςπολλάκις φησί, δόρυ δὲ οὐδὲ εἰσάπαξ. καὶ ἴσως αὗται μὲν ὀρεκταί, ἐκεῖνα δὲ καὶἀφίεντο, τυχὸν δὲ καὶ τῷ μήκει διέφερον. διὸ περὶ τῶν μονομάχων τούτωνφησίν, ὅτι μακραῖς ἐγχείαις μαχήσονται. (ῃ. 346) Ὅτι καὶ ἐν τῷ «πρόσθε δ' Ἀλέξανδρος προΐει δολιχόσκιον ἔγχος» καὶ ἐν ἄλλοις δὲ πολλαχοῦ δολιχόσκιονἔγχος λέγει ἢ τὸ μακρόν, οὗ δολιχὴ καὶ ἡ σκιά, ἢ τὸ εἰς δολιχὸν κιὸν ἤτοι εἰςμακρὸν πορευόμενον πλεονασμῷ τοῦ ˉσ ἤ, ὅπερ δολιχὸν γέγονε διὰ τὸ ἐν σκιᾷτραφῆναι, ὡς καὶ ἀλλαχοῦ ῥηθήσεται. ὁ δὲ τοῦ ˉσ πλεονασμὸς ἐν πολλαῖςεἴθισται βραχυνομέναις λέξεσι κατ' ἐπαλληλίαν πυκνήν, ὁποῖαι καὶ τὸ θέσκελον, θέσφατον, θεσπέσιον, θεόσδοτον, μογοστόκος Εἰλείθυια. ἦν δ' ἂν οὕτω καὶθεοστόκος ἐν μέτρῳ δακτυλικῷ, εἰ μὴ τραπέντος τοῦ ˉο εἰς ˉη θεητόκος ἐγράφηκαθ' ὁμοιότητα τοῦ στεφανοφόρος, βοτρυοφόρος, σικυέλατον, ὑπέλατον, ἐνέλατον καὶ τῶν ὁμοίων. τὸ μέντοι ὁδοδόκος καὶ ὁδόπορος ἄλλως ἐθεράπευσετὸ πολύβραχυ τῶν συλλαβῶν, δι' ἐπενθέσεως τοῦ ˉι, καθὰ καὶ τὸ μεσαπόλιοςμεσαιπόλιος, Πυλαμένης, Ἰθαμένης καὶ ὅσα τοιαῦτα. [δύναται δὲ δολιχόσκιονἔγχος λέγεσθαι καὶ πρὸς διαστολὴν ξίφους, ἔγχος γὰρ καὶ τὸ ξίφος παρὰ τοῖςτραγικοῖς.] (ῃ. 347) Ὅτι βαλεῖν, οὐ τὸ ἀφεῖναι βέλος, ἀλλὰ τὸ ἐπιτυχεῖν, ὡς ἐπὶπλεῖστον εὑρίσκεται παρὰ τῷ ποιητῇ. δηλοῖ δέ ποτε καὶ τὸ καταρρῖψαι. οὕτω γὰρκαὶ Ἀχιλλεὺς ἔβαλε πρὸς τῇ γῇ τὸ σκῆπτρον. λαμβάνεται δὲ καὶ ἀντὶ τοῦθεῖναι, ὡς τὸ «φιλότητα μετ' ἀμφοτέροισι βάλωμεν», [ἤγουν θήσομεν, καὶ «ἐνφρεσὶ βάλῃ», ἤγουν εἰς νοῦν θήσεις, ἐξ οὗ σύνθετον τὸ νουθετεῖν.] (ῃ. 347 ς.) Ὅτι τὴν ἀσπίδα τοῦ Μενελάου καὶ τὴν τοῦ Πάριδος πάντοσε ἴσας εἶναι ἱστορεῖὡς περιφερεῖς. δοκεῖ δὲ ἡ τοῦ Μενελάου ἀσπὶς καὶ χαλκῆν ἔχειν πτύχα ἐπιφαινομένην. διὸ εἰπών· «καὶ βάλεν Ἀτρείδαο κατ' ἀσπίδα πάντοσε ἴσην» ἐπάγει» οὐδ' ἔρρηξε χαλκόν», τὸν ἐπιπολάζοντα δηλαδή, «ἀνεγνάμφθη δέ οἱ αἰχμή», τουτέστιν, ὡς καὶ ἀλλαχοῦ κεῖται, ἀνεκάμφθη, ἠμβλύνθη. τινὲς δὲ γράφουσιν» οὐδ' ἔρρηξε χαλκός», ἤγουν οὐ διεπέρασε τῆς τοῦ Μενελάου ἀσπίδος ὁ κατὰτὸ δόρυ τοῦ Ἀλεξάνδρου σίδηρος. (ῃ. 348) Ἰστέον δέ, ὡς αἰχμὴ κυρίως ἡ ἐπιδορατίς, ἤγουν τὸ ξίφος τοῦ δόρατος, παρὰ τὸ αἷμα χέειν, μετατεθέντος τοῦˉμ. ἀπὸ δ' αὐτοῦ ὡς χρησιμωτάτου μέρους καὶ ἅπαν τὸ δόρυ αἰχμή συνήθως καλεῖται, ὡς δηλοῖ τὸ «ἀνεγνάμφθη δέ οἱ αἰχμὴ ἀσπίδι ἐνὶ κρατερῇ». οὕτω δὲ ἀνάπαλινκαὶ δόρυ τὸ ὅλον ἀπὸ τοῦ ξύλου λέγεται, ὥστε δύο ὄντων μερῶν τῷ τοιούτῳὅπλῳ, ξύλου τε καὶ σιδήρου, δόρυ μὲν ἀπὸ τοῦ ξύλου λέγεται, αἰχμὴ δὲ ἀπὸ τοῦσιδήρου. (ῃ. 351– 4) Ὅτι Μενέλαος μὲν εὔχεται ξενίῳ Διῒ κατὰ τοῦ ἅρπαγοςμοιχοῦ τίσασθαι καὶ δαμάσειν ἐκεῖνον– πέποιθε γάρ, ὡς δίκαια τὰ τῆς εὐχῆς–, Ἀλέξανδρος δὲ εἰδὼς ἄδικα εὔξεσθαι κατὰ τοῦ Μενελάου οὐ παρρησιάζεται, ἀλλὰ σιωπᾷ. τί γὰρ ἂν εἴη τέλος ἀδίκου εὐχῆς; Σημείωσαι δέ, ὅτι ἡ τοῦ Μενελάου εὐχὴ παρῳδηθεῖσα ἐκ τοῦ «Ζεῦ ἄνα» πρέποι ἂν εἰς κακοξένουἀράν, οἷον «θεὲ ἄνα, δὸς τίσασθαι, ὅ με πρότερος κάκ' ἔοργε, καὶ ἐμῇς ὑπὸχερσὶ δάμασσον, ὄφρα τις ἐρρίγῃσι καὶ ὀψιγόνων ἀνθρώπων ξεινοδόκον κακὰῥέξαι, ὅ κεν φιλότητα παράσχῃ», [ἤγουν ὃς οὔτε ἀποπέμψει οὔτε λῃστρικῶςβλάψει τὸν ξενισθέντα, φιλοφρονήσεται δέ, ὡς ἐγώ ποτε τὸν Πάριν ἐν Λακεδαίμονι.] (ῃ. 351) Ἰστέον δέ, ὅτι ἐν τῷ «Ζεῦ ἄνα», ἤτοι ὦ Ζεῦ βασιλεῦ, τὸ ἄναἢ ἀπὸ τῆς ˉἀˉνˉα προθέσεως τῆς δηλούσης τὴν ἄνω σχέσιν εἴληπται εἰς ὄνομα ἢἀπὸ τοῦ ἄναξ ἀποβολῇ τοῦ διπλοῦ γέγονεν ὁμοίως τῷ γύναι. ὅτι δὲ θεία, ὡςκαὶ προδεδήλωται, λέξις ἐστὶ τὸ ἄναξ, δηλοῖ καὶ ὁ γράψας οὕτω· «ἄναξ, θεοὺςγὰρ δεσπότας καλεῖν χρεών», ὡς ταὐτὸν ὂν ἄνακτα εἰπεῖν καὶ θεόν. [Τὸ δέ «ὅςμε πρότερος κακὰ ἔοργε» κακοῦργόν τε συνθέτως εἰπεῖν τὸν Πάριν εἶναι δηλοῖκαὶ διασαφητικόν ἐστι τοῦ «Ἀλεξάνδρου ἕνεκ' ἀρχῆς», τοῦ καὶ ἀρχεκάκου διὰταῦτα.] (ῃ. 352) Τὸ δέ «καὶ ἐμαῖς ὑπὸ χερσὶ δάμασσον» διασαφητικόν ἐστι τοῦ» δὸς τίσασθαι», ὥσπερ καὶ τοῦ ξεινοδόκου ἐφερμηνευτικόν ἐστι τὸ «ὃς ἂνφιλότητα παράσχῃ». (ῃ. 354) Τὸ δὲ ξεινοδόκος παροξύνεται διὰ τὴν ἐν αὐτῷνοουμένην ἐνέργειαν. τὰ γὰρ παρὰ ῥῆμα σύνθετα ὀνόματα παροξύνεται μέν, ὅτεἐνέργειαν ὑπισχνεῖται, προπαροξύνεται δὲ ὅτε πάθος, εἰ μὴ κανόνες κωλύοιεν, οὓς παρατίθεται Ἡρωδιανός· λιθοβόλος μὲν οὖν παροξυτόνως ὁ λίθον βάλλων, προπαροξυτόνως δὲ ὁ λίθῳ βεβλημένος· καὶ πρωτοτόκος μὲν ἡ πρώτωςτεκοῦσα, πρωτότοκος δὲ ὁ πρῶτος τεχθείς· οὕτω καὶ ξεινοδόκος ὁ ξένουςδεχόμενος ἐνεργητικῶς. φιλικὴ δὲ λέξις ὁ ξένος παρὰ τῷ ποιητῇ, παρὰ δὲἄλλοις ξένος ὁ ἀλλότριος. Ἡρόδοτος δὲ λέγει καί, ὅτι ξένους οἱ Λάκωνεςἐκάλουν τοὺς βαρβάρους. γίνεται δὲ ἀπὸ μὲν τοῦ Ὁμηρικοῦ ξένου ἡ ξενία καὶ ὁξεινοδόκος καὶ τὸ ξενίζειν, ἀπὸ δὲ τοῦ λοιποῦ τὸ ἀποξενοῦσθαι. (ῃ. 353) Τὸ δὲἐρρίγῃσι μέσος ἐστὶ παρακείμενος τοῦ ῥιγῶ ῥιγήσω, οὗ τὸ ἔρριγα, ἐξ οὗ τὸἐρρίγω. Ὅρα δ' ἐν τοῖς ῥηθεῖσι καί, ὅτι δῖον τὸν Ἀλέξανδρόν φησιν ὁ Μενέλαος εἰπών· «δὸς τίσασθαι δῖον Ἀλέξανδρον» παιδεύοντος Ὁμήρου δεῖν τὸν σπουδαῖον ἄνδρα εὐλογητικὸν εἶναι ὡς τὰ πολλὰ καὶ μὴ σκωπτικὸν ἐν οἷς οὐ χρή. ἔχει δέ τι καὶ βαρύτητος ὁ λόγος, ὡς μὴ δέον ὂν τὸν δῖον ἄνδρα κακὰ ἐοργέναι. (ῃ. 355– 60) Ὅτι γενναίας βολῆς δόρατος φραστικὸν τὸ «ἀμπεπαλὼν προΐειδολιχόσκιον ἔγχος» καὶ βάλε κατ' ἀσπίδα, «διὰ μὲν ἀσπίδος ἦλθε φαεινῆςὄβριμον ἔγχος καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο, ἀντικρὺ δὲ παραὶλαπάρην διάμησε χιτῶνα ἔγχος», ἤτοι ῥᾷον διέκοψε καὶ οἷον ἐθέρισε. Κυρίωςγὰρ ἐπὶ θέρους τὸ ἀμᾶν, ὅθεν ἀμᾶσθαι τροπικῶς καὶ τὸ δρακὶ συνάγειν, ὡς τὸ» κόνιν ἐπαμησάμενος». (ῃ. 359) Γίνεται δὲ ἡ λαπάρα, δι' ἧς ὁ κενεὼν δηλοῦται, παρὰ τὸ λάπτω, τὸ ἐκκενῶ, ὡς καὶ ὁ κενεὼν ἐκ τοῦ κενῶ, ὁ λαπαχθεὶςτόπος καὶ κενὸς ὀστῶν. ὅτι δὲ ἐκ τοῦ λάπτω γίνεται καὶ τὸ ἀλαπάζω, προείρηται. [ἀπ' αὐτοῦ δὲ καὶ λάπαθος, φυτὸν εὔθετον εἰς γαστρὸς ὑπαγωγήν.] (ῃ. 362) Ὅτι ἀνασχόμενος οὐχ' ὁ ὑπομείνας, ὡς παρὰ τοῖς μεθ' Ὅμηρον, ἀλλ' ὁ ὑψοῦ τείνας τὴν χεῖρα. φησὶ γάρ· «ἐρυσάμενος ξίφος ἀργυρόηλον πλῆξεν ἀνασχόμενοςκόρυθος φάλον». ἀλλαχοῦ δὲ ἐνεργητικῶς χεῖρας ἀνασχών φησιν ἐπὶ εὐχῇ καὶχεῖρας ἀνέσχον. Φάλος δὲ κόρυθος ἀσπιδίσκιον, ὡς καὶ ἀλλαχοῦ φανεῖται, ἢἀστερίσκος τις προμετωπίδιος, λευκὸς καὶ λαμπρός, ἐκ τοῦ φάλιον, τὸ λευκόν. αὐτὸ δὲ παρὰ τὸ φάειν λίαν, ὅθεν καὶ φαλακρός, ὁ τὸ κάρα φάλιος ἤτοι λαμπρός, ὡς καὶ ἐν Ὀδυσσείᾳ σκώπτει τις τὸν Ὀδυσσέα. καὶ πέτρα δὲ φαληριῶσα Λυκόφρονι, ἡ λευκὴ νῆσος. καὶ κύματα παρ' Ὁμήρῳ φαληριόωντα, τὰ λευκά. (ῃ. 362 ς.) Ὅτι ἐν τῷ «ἀμφὶ δ' ἂρ αὐτῷ ξίφος τριχθά τε καὶ τετραχθὰ διατρυφὲν ἔκπεσε χειρός» εἴποις ἂν σιδήρου θραυομένου ἀκούειν. τοιοῦτον γάρ τιναἦχον ἡ τῶν λέξεων ὑπηχεῖ τραχύτης ἐπίτηδες οὕτω φράζοντος τοῦ ποιητοῦὀνοματοποιΐας τρόπῳ, ὥσπερ αὖ πάλιν τοὐναντίον, ὡς καὶ προεγράφη, ἐν τῷ» μέγαν ἐλέλιξεν Ὄλυμπον», ἤγουν τὸν μέγαν ἐκίνησεν οὐρανόν, ἐπλεόνασε τῇτοῦ ˉλ λειότητι, ἵνα τῷ ἀπαραποδίστῳ τῆς κατὰ τὸ ἀμετάβολον φράσεως τὴνὀξυκινησίαν ἐμφήνῃ τοῦ οὐρανοῦ, ὃς λειότερον Ὄλυμπος λέγεται. (ῃ. 363) Τὸδέ «τριχθὰ καὶ τετραχθά» ἐκ τοῦ τρίχα καὶ τοῦ τέτραχα γίνεται πλεονασμῷ τοῦˉθ διὰ τραχυφωνίαν πλείονα, [ὃ δὴ γίνεται καὶ ἐπὶ τοῦ ὄχθος καὶ ὄχθη. καὶ ἐναὐτοῖς γὰρ ἀπὸ τοῦ ἐξέχειν γενομένοις πλεονασμὸς τοῦ ˉθ ἐστιν, ὡς καὶ ἐν τῷεὐοχθεῖν κατά τινας, ὃ παρ' Ἡσιόδῳ κεῖται, καὶ ἐν τῷ χθών, χθονός.] ὀξύνεταιδέ, ὡς τὸ δηθά. Τὸ δὲ διατρυφέν ἐκ τοῦ θρύπτω γίνεται, ὠνοματοπεποιημένουῥήματος, καὶ ἔστι μετοχὴ δευτέρου παθητικοῦ ἀορίστου. ἐντεῦθεν δὲ καὶ τὸτρύφος παρῆκται, ἔτι δὲ καὶ ἡ τρυφή, ὡς τὸν σπαταλῶντα θρύπτουσα. Ὅρα δέ, ὡς δυστυχοῦντα τὸν Μενέλαον ἐνταῦθα ποιεῖ Ὅμηρος, οὐ μόνον ὅτι τοῦπρῶτος βαλεῖν ἀπέτυχεν, ἀλλὰ καὶ ὅτι τὸ ἔγχος ἐτώσιον ἀφῆκε, καὶ τῇ θραύσειδὲ τοῦ ξίφους καὶ τῇ φυγῇ τοῦ Πάριδος. Ἀλεξάνδρῳ δὲ τὰ πλείω εὖ ἔτυχε. κάμπτεται γὰρ αὐτῷ ἡ αἰχμὴ καὶ τοῦτό γε μόνον οὐκ εὐτυχεῖ, τὰ δ' ἄλλα εὖἐκείνῳ συμπίπτει. πρῶτός τε γὰρ βάλλει ἐκ τύχης κλήρου καὶ ἡ τρυφάλειαἑλκομένου ῥήγνυται καὶ αὐτὸς διαφεύγει τὸν φόνον. ὃ δὲ μέγιστόν ἐστι τῷ μὲνἀδικηθέντι εὐτύχημα, δυσδαιμονία δὲ τῷ ἅρπαγι, τοῦτο ἦν, ὅτι νικᾷ μὲν ὁ Μενέλαος, ἡττᾶται δὲ ὁ Ἀλέξανδρος. διδάσκει δὲ καὶ ἐν τούτοις ὁ ποιητὴς τὸ ἐν τοῖς πρακτέοις ἀνώμαλον. (ῃ. 365– 8) Ὅτι ἕτοιμοι πρὸς βλασφημίαν οἱδυστυχοῦντες. Μενέλαος οὖν οὐκ εὐτυχῶν ἐνταῦθά φησι· «Ζεῦ πάτερ, οὔ τιςσεῖο θεῶν ὀλοώτερος ἄλλος· ἦ τ' ἐφάμην τίσασθαι Ἀλέξανδρον κακότητος, νῦνδέ μοι ἐν χείρεσσιν ἄγη ξίφος» καὶ ἑξῆς. οὐκ ἀπαιδεύτως δὲ ὁ βασιλεὺς λαλεῖ, ἀλλ' εὐσεβῶς, ὡς χρεὼν ὂν δυσπραγεῖν τὸν κακόν. (ῃ. 365) Ἰστέον δέ, ὅτι τὸὀλοώτερος θεῶν ἀντὶ τοῦ ὀλοὸς ἐν θεοῖς. ἐνταῦθα γὰρ ἡ σύγκρισις ἀντὶ ἁπλοῦνοεῖται, ὡς καὶ ἀλλαχοῦ. (ῃ. 366) Τὸ δέ «τίσασθαι Ἀλέξανδρον κακότητος», ἤγουν ἕνεκεν τῆς κακίας, Ἀττικὴν ἔχει ἔλλειψιν. πλεονάζουσι δὲ οἱ μεθ' Ὅμηρον τῷ τοιούτῳ σχήματι, ὁποῖον καὶ τὸ «θαυμάσαι δίκαιον Ἰσοκράτην τῆς τέχνης». (ῃ. 367) Τὸ δὲ ἄγη Ἀττικοὶ ἐάγη φασίν. [Ἰστέον δέ, ὅτι τὸ «ἦ τ' ἐφάμην τίσασθαι» καὶ ἑξῆς, ἀφελοῦς ἰδέας ἐστίν· ἁπλοϊκοῦ γὰρ ἤθους μέμφεσθαιτὸ θεῖον, ὅτι μὴ γέγονεν ὅπερ τις ἔφατο.] (ῃ. 367 ς.) Ὅτι ἀποτυχίαν φράζωνἀφέσεως ἔγχους περιφραστικώτερόν φησιν· «ἐκ δέ μοι ἔγχος ἠΐχθη παλάμῃφινἐτώσιον», εἶτα στενοχωρῶν τὴν περίφρασίν φησιν· «οὐδ' ἔβαλόν μιν». ταὐτὸνγὰρ τοῦτο πρὸς τὸ «ἐξηΐχθη παλάμης ἔγχος ἐτώσιον». (ῃ. 369 ς.) Ὅτι ἐπαΐξαςὁ Μενέλαος κόρυθος λάβεν ἱπποδασείης, εἷλκε δ' ἐπιστρέψας μετ' ἐϋκνήμιδαςἈχαιοὺς τὸν Πάριν, λίαν ἀγχινούστατα ἐν ἀπόροις εὐπορήσας καὶ μηχανὴνεὐτυχῶς ἐξευρηκὼς κατὰ τοῦ ἐχθροῦ. Ὅρα γάρ, ὡς ἐζώγρησεν οἷον αὐτὸν ὁ Μενέλαος καὶ περιγέγονεν ἂν καὶ εἰς τέλος ἐκείνου κατὰ κράτος, εἰ μὴ τὰ τῆςἱστορίας ἐκώλυε. νῦν δὲ ἡ διασκευὴ μέχρι τοῦ εἰκότος προχωρήσασα ἡττηθῆναιμὲν ἐκεῖνον ποιεῖ καὶ οὕτω καταισχύνει, οὐ μὴν τολμᾷ καὶ τὴν ἐκείνου ἀναίρεσιν. (ῃ. 369) Ὅρα δὲ καί, ὅτι τὸ ἱπποδασείης κόρυθος λαβεῖν, ἤγουν ἅψασθαι, ὡςἐπὶ τριχῶν κεφαλῆς εἴρηται, καὶ ἔστιν ἀστεῖα ἡ περιπέτεια, εἰ ἀπὸ τοιούτουὅπλου ὁ Πάρις κινδυνεύει, καὶ ἴσως διὰ τοῦτο κρείττων ἡ ἁπλῆ περικεφαλαίατῆς τριχωτῆς. ὁποίῳ δή τινι λόγῳ καὶ οἱ Κουρῆτες ἐπετηδεύσαντο κουράν, ἵναμὴ λαμβάνωνται τῶν τριχῶν αὐτῶν οἱ πολέμιοι. (ῃ. 371 ς.) Ὅτι ἦγχενἑλκόμενον τὸν Ἀλέξανδρον πολύκεστος ἱμὰς ἁπαλὴν ὑπὸ δειρήν. εἶτα ἐφερμηνεύων Ὅμηρος, εἰς τί τῷ Ἀλεξάνδρῳ ἐχρησίμευεν ὁ τοιοῦτος ἱμάς, φησίν· «ὅς οἱ ὑπ' ἀνθερεῶνος ὀχεὺς τέτατο τρυφαλείης». ἀστείως δὲ ταῦτα πλάττει ὁποιητὴς σκώπτων τὸν Ἀλέξανδρον. ἱμάντι τε γὰρ αὐτὸν ποιεῖ ἑλκόμενον κατὰτοὺς αἰχμαλώτους καὶ τὴν αὐτοῦ δειρὴν ἁπαλὴν λέγει ὡς ἂν εἰ καὶ γυναικός. καὶἄλλως δὲ κεστῷ ἄγχεται ὡς θεράπων Ἀφροδίτης, ἧς φόρημα κεστός, ὡςἀλλαχοῦ λεχθήσεται. Ἰστέον δέ, ὅτι, ὥσπερ κεστὸς ὁ κεντητὸς καὶ ποικίλος, οὕτω πολύκεστος ὁ πολυκέντητος καὶ πολυποίκιλτος, ὅπερ καὶ τοῦ ῥαγῆναιτὸν ἱμάντα αἴτιον γέγονεν. εἰ γὰρ καὶ βοὸς ἦν «ἶφι κταμένοιο», ἤγουν σφαγέντοςἐν νεότητι καὶ ἰσχύϊ, ἀλλὰ διὰ τὸ πολυκέντητον καὶ οὕτω πολυδιαίρετον ἕτοιμοςἦν εἰς ῥῆξιν. διὸ ἡ φίλη τῷ Πάριδι Ἀφροδίτη ἔρρηξε τὸν ῥηθέντα ἱμάντα, «κεινὴδὲ τρυφάλεια ἅμ' ἕσπετο χειρὶ παχείῃ». Ἔτι ἰστέον καί, ὅτι τὸ μὲν ἱμάςπροσηγορικόν ἐστιν, ἐπίθετον δὲ αὐτοῦ τὸ πολύκεστος, ὥστε καί, ὅταν εἴπῃκεστός, ἐπίθετόν ἐστιν ἱμάντος τὸ ὄνομα λείποντος τοῦ προσηγορικοῦ, καθὰ καὶἐπὶ ἄλλων πολλῶν γίνεται. ὥσπερ καὶ ἐνταῦθα ἡ τρυφάλεια περικεφαλαίας οὖσαἐπίθετον ἀντὶ αὐτῆς ἐκείνης λαμβάνεται. παρὰ τὸ κέντω δέ, φασί, βαρύτονον ἢπαρὰ τὸ κεντῶ γίνεται ὁ ῥηθεὶς πολύκεστος διὰ τὸ πολυρραφὴς εἶναι, ὥσπερ καὶπαρὰ τὸ ἕω, τὸ πληρῶ, ἑστὸς καὶ μεστὸς ὁ πλήρης. τὸν δέ γε τῆς Ἀφροδίτηςκεστὸν καὶ παρὰ τὸ κάζω, τὸ κοσμῶ, ἐτυμολογοῦσιν οἱ παλαιοί. [εἰ δὲ καὶἐκεῖνος ἐκ τοῦ κεντεῖν παρῆκται, ὄμως ἁπλῶς ἐστι κεντητός, οὐ μὴν πολύκεστοςοὕτω κατὰ τὸν τοῦ Πάριδος.] (ῃ. 372) Ὅρα δὲ καί, ὡς τὸν ἀνθερεῶνα σαφῶςὑπέγραψεν. ὅπου γὰρ ὁ τῆς περικεφαλαίας ὑποτέταται ὀχεύς, ἐκεῖ ἐστιν ὁἀνθερεών. καὶ ἄλλως δὲ εἰπεῖν, ἑρμηνεύων τὴν ἁπαλὴν δειρὴν ἐπάγει τὸ «ὑπ' ἀνθερεῶνος», ὡς ταὐτὸν ὂν εἰπεῖν ἀνθερεῶνα καὶ δειρὴν ἁπαλήν. καὶ ἴσωςτοῦτό ἐστιν, ὅπερ φησὶν ἀλλαχοῦ «ἁπαλοῖο δι' αὐχένος». [Ἰστέον δέ, ὅτι τὸὑπ' ἀνθερεῶνος, ἤγουν ὑποκάτω τοῦ ἀνθερεῶνος, ὑπ' ἀνθερεῶνα ἡ κοινὴφράζει.] Ὀχεὺς δὲ οὐ μόνον ἐπὶ μοχλοῦ θύρας, ὡς ἀλλαχοῦ, ἀλλ' ἰδοὺ καὶ ἱμάς, ὁ συνεκτικὸς τῆς περικεφαλαίας, [ἀπὸ τοῦ ἔχειν παρηγμένος, ὅθεν καὶ τὸ τῆςἀσπίδος ὄχανον.] Τῶν δὲ περικεφαλαιῶν αἱ μὲν ἄφαλοι, ὡς αὐτός που λέγει ὁποιητής, αἱ δὲ φαλωταί, ἤτοι ἔχουσαι φάλον, ὡς καὶ ἡ τοῦ Πάριδος. ἔφηγοῦν, ὅτι ἔπληξε Μενέλαος κόρυθος φάλον, τὴν δ' αὐτὴν καὶ τρυφάλειαν λέγειἄρτι, ὡς τρεῖς φάλους ἔχουσαν. ἐρεῖ δέ πού τινα καὶ ἀμφίφαλον καὶ τετράφαλον. Σκοπητέον δὲ καί, ὅτι ἐν μὲν τῷ δίφρος τροπὴ τοῦ ˉυ διχρόνου γέγονεν εἰς τὸ ˉι, ἐν δὲ τῷ τρυφάλεια ἔμπαλιν ἔχει ἡ τοῦ διχρόνου τροπή. (ῃ. 373– 81) Σημείωσαιδὲ καί, ὅτι ἔθους ὄντος τῷ ποιητῇ ταῖς δυσλύτοις περιπετείαις τῶν ἱστορουμένωνἐπεισάγειν ποτὲ καὶ θεούς, ὡς οἷον ἀπὸ μηχανῆς τινος τραγικῆς, πεποίηταιτοῦτο καὶ νῦν. ἐπεὶ γὰρ ἕλκεται ὁ Πάρις καὶ κίνδυνός ἐστιν αἰχμάλωτονἀπαχθῆναι αὐτόν, τοῦτο δὲ παρὰ τὴν τῆς ἱστορίας ἐστὶν ἀλήθειαν, λύει θεραπεύων τὸ κινδυνῶδες ὁ ποιητὴς ἐπεισοδίῳ θεοῦ· φησὶ γάρ· «καί νύ κεν εἴρυσέντε», ὅ ἐστιν εἵλκυσεν ἂν τὸν Πάριν ὁ Μενέλαος, «καὶ ἄσπετον ἤρατο κῦδος, εἰ μὴἂρ ὀξὺ νόησεν» ἡ Ἀφροδίτη, «ἥ οἱ ῥῆξεν ἱμᾶντα βοὸς ἶφι», ὡς ἐρρέθη, «κταμένοιο», εἶτα καὶ «ἐξήρπαξε ῥεῖα μάλα ὥς τε θεός, ἐκάλυψε δὲ ἠέρι πολλῇ». καὶτοῦτο μὲν τοῦ μύθου, ἡ δὲ καθ' ἱστορίαν ἀλληγορία βούλεται συνωμότας τινὰςἑταίρους ἡλικιώτας τῷ Ἀλεξάνδρῳ συνασπίσαντας λάθρᾳ ὡς ἐν ἠέρι, ἤγουνἀορασίᾳ, ἐκ μέσου θεῖναι αὐτὸν συνεπιλαβομένης Ἀφροδίτης, ὅ ἐστι τοῦ περὶτὴν Ἑλένην ἐπαφροδίτου κοινοῦ φίλτρου καὶ ἱμέρου. διὸ καὶ ἔκπαγλα φιλεῖναὐτὴν ἡ Ἀφροδίτη λέγεται, ὡς πολὺ τὸ ἐπαφρόδιτον ἔχουσαν, ᾧ καὶ οἱ δημογέροντες κηλούμενοι ἔλεγον οὐ νεμεσητὸν τοιῇδε ἀμφὶ γυναικὶ μάχεσθαι. ὡς εἰμὴ τοῦτο ἦν, τί ἐκώλυεν ἔχθραν μέσον τεθῆναι Τρώων καὶ Ἀχαιῶν Ἀφροδίτης χόλῳ κατὰ τὴν ἐκείνης ἀπειλὴν καὶ οὕτω τὴν Ἑλένην κακόν τι παθεῖν ὀλομένηνκακὸν οἶτον; ὃ καὶ αὐτὴ δεδοικυῖα τούς τε πενθεροὺς κολακεύει καὶ τὸν Πάρινκαὶ τὸν Ἕκτορα καὶ ἑαυτὴν ὑβρίζει τὸ μέλλον καραδοκοῦσα καὶ ἐπισπωμένηἔλεον. (ῃ. 375) Ῥῆξαι δὲ τὸ βίᾳ ἑλκυσμοῦ διακόψαι τὸ συνεχές, ὡς καὶ ἐνταῦθαῥήγνυται ὁ ἱμὰς τῆς τρυφαλείας τοῦ Ἀλεξάνδρου, οὐ μὴν λύεται ἀνακάμψει δεσμοῦ· ὀξύτητος γὰρ ἔδει τῷ πράγματι. τοιοῦτον δὲ ἡ ῥῆξις ἀχρόνωςοἷον γινομένη. διὸ καὶ ὀξὺ νοήσασα ἡ Ἀφροδίτη ἔρρηξεν ὀξυχειρίᾳ χρησαμένη. (ῃ. 376) Κενὴ δὲ τρυφάλεια ἡ μηκέτι ἐντὸς ἔχουσα τὴν τοῦ Πάριδοςκεφαλήν. Τὸ δὲ ἕσπετο γλυκέως ἐρρέθη, ὡς εἴπερ ἔμψυχος ἦν ἡ τρυφάλεια. καὶἔστι τοῦτο ἀρχὴ τοῦ εἰπεῖν τῶν τινὰ σοφῶν γλυκέως ὕστερον, ὡς ἡ τοῦ νεκροῦχεὶρ ἐπηκολούθησε. Χεῖρα δὲ παχεῖαν τὴν τοῦ Μενελάου δεόντως νῦν λέγειδιὰ τὸ τοιαῦτα εἶναι τοῖς ἀνδρικοῖς τὰ ἀκρωτήρια. ἐν μέντοι τῇ Ὀδυσσείᾳπαχεῖαν χεῖρα τῆς Πηνελόπης κατὰ τὸ παρέλκον φησὶ καί, ὡς οἱ παλαιοὶ λέγουσι, κατὰ ἀκυρολεξίαν, εἰ μὴ ἄρα ὡς καὶ ἐκείνης δαΐφρονος. (ῃ. 381) Ἠέρα δὲ τὴνσκότωσιν εἶτ' οὖν τὸν ἀφώτιστον ἀέρα μυριαχοῦ κατὰ θηλυκὸν γένος φησίν. οὕτω δὲ καὶ τὴν αἰθέρα λέγει. (ῃ. 378) Ὅτι ἔρριψεν ἐπιδινήσας τὴν Ἀλεξάνδρου περικεφαλαίαν εἰς τοὺς Ἀχαιοὺς Μενέλαος, λάφυρον οἷον ἐξ ἐκείνου ταύτηνκερδάνας. κατὰ δὲ τοὺς παλαιοὺς καὶ εἴδωλόν τι Ἀλεξάνδρου τοῖς τε θεωμένοιςτότε τοῖς τε ὕστερον ἀκροωμένοις καταλείπει τριχῇ περιγενόμενος αὐτοῦ δόρατίτε καὶ ξίφει καὶ τρίτον αἰχμαλωσίᾳ, τῇ διὰ τῆς περικεφαλαίας. εἴ τι γὰρθυμουμένοις παραπέσῃ, τοῦτο, φασίν, ὅπλον ἐστὶν ἀχορηγήτου θυμοῦ. Τὸ δὲἐπιδινήσας ἀντὶ τοῦ δίκην δίνου, ὅ ἐστι τόρνου, ἀφεὶς φέρεσθαι. χρῆσις δὲ τοῦδίνου καὶ παρὰ τῷ Κωμικῷ. ἐκεῖθεν δὲ καὶ θηλυκὸν ἡ δίνη. (ῃ. 382) Ὅτι τὸντοῦ Ἀλεξάνδρου θάλαμον ἀνδρὸς τρυφεροῦ εὐώδεα λέγει καὶ κηώεντα, ὅ ἐστιτεθυμιαμένον, παρὰ τὸ κῆαι, ἤγουν καῦσαι καὶ θυμιᾶσαι. προϊὼν δὲ καὶ δόμοναὐτοῦ περικαλλέα ἐρεῖ καὶ ὑψόροφον θάλαμον. Ἰστέον δέ, ὅτι τὸ κηώεντιδύναται καὶ λόγῳ σαφηνείας κεῖσθαι, ἵνα ᾖ τὸ «θαλάμῳ εὐώδεϊ κηώεντι» ταὐτὸν τῷ εὐωδίαν ἔχοντι, οὐκ ἐξ ἀνθέων ἢ μύρων, ἀλλ' ἐκ τῶν ἐν αὐτῷκαιομένων εὐοδμιῶν. Τὸ δὲ κηώεις, ὡς καὶ ἑτέρωθι κεῖται, ἐκτείνει τὴνπαραλήγουσαν διὰ τὴν εἰς μέτρον εὐχρηστίαν ὡς τὸ εὐρώεις καὶ κητώεις καὶὠτώεις καὶ ὅσα ἄλλα μακρὰν ἔχει τὴν προπαραλήγουσαν. ἔνθα μέντοι αὐτὴβραχεῖα, ἐκεῖ ὁμοία καὶ ἡ παραλήγουσα, ὡς δηλοῖ τὸ ἠερόεις, ἱμερόεις, σκιόεις, ἐρόεις, κερόεις, γλαγόεις, οὐατόεις. (ῃ. 383 ς.) Ὅτι περὶ τὸ Τρωϊκὸν τεῖχοςπολλαὶ γυναῖκες ἐν τῷ τῆς μονομαχίας ἵσταντο καιρῷ κατὰ ἔθος τὸ καὶ ἐν τοῖςἑξῆς που δηλωθησόμενον, ᾧ κατακολουθοῦσα καὶ ἡ Ἑλένη ἐξῆλθε. φησὶ γοῦν·» τὴν δ' ἐκίχανε πύργῳ ἐφ' ὑψηλῷ, περὶ δὲ Τρῳαὶ ἅλις ἦσαν». (ῃ. 385) Ὅτι ὁἑανὸς κυρίως πέπλου ἤτοι γυναικείου φορήματός ἐστιν ἐπίθετον ἀπὸ τοῦ ἕω, τὸἐνδύω, ἐξ οὗ καὶ τὸ εἷμα, ἵνα δηλοῖ τὸν ἄξιον τοῦ ἐνδύεσθαι. ὥσπερ δὲ πολλὰ καὶἄλλα ἐπίθετα ἀντ' αὐτῶν ἐκείνων λαμβάνεται τῶν προσηγορικῶν, οἷς ἐπιτίθεται, ὡς καὶ ἀλλαχοῦ εἴρηται, οὕτω καὶ τοῦτο. καθάπερ γὰρ ξυστὸν κατὰ μόναςαὐτὸ τὸ ξεστὸν δόρυ, οὗ ὡς ξεομένου ἐπίθετόν ἐστι τὸ ξυστόν, καὶ ἡμέραἰδίως αὐτὴ ἡ κατ' ἐπίθετον ἡμέρα ἠώς, ἤγουν ἡ πραεῖα καὶ ἀντίθετος τῇ ἀπὸ τοῦδεδιέναι γινομένῃ δειδίᾳ, ὡς ἀπὸ ἀρσενικοῦ τοῦ ἥμερος, καὶ διπλόη αὐτὴ ἡ διπλῆχλαῖνα, καὶ βροτὸς αὐτὸς ὁ ἄνθρωπος, οὗ ὡς ῥευστοῦ ἐπίθετον τὸ βροτός κατὰτὸ βροτοὶ ἄνδρες, καὶ ἀήτης αὐτὸς ὁ ἄνεμος, ὁ ἄλλως κυρίως τῷ ἀνέμῳ συνδυαζόμενος ἐπιθετικῶς, ὡς δηλοῖ καὶ Ἡσίοδος ἀήτας λέγων ἀνέμου ἤτοι πνοάς, καὶτέτρωρον αὐτὸ τὸ τέθριππον, οὗ ἐντελὲς τὸ τέθριππον ἅρμα, ὡς δηλοῖ καὶ Εὐριπίδης τέτρωρον ὄχον εἰπών, καὶ δάκος δὲ καὶ δάκετον τὸ θηρίον, οὗ τὸπλῆρες δάκετον θηρίου, ὡς δηλοῖ ὁ αὐτὸς ἐν τῷ «ἄφθογγα δάκη θηρῶν», καὶἤπειρος αὐτὴ γῆ, ἧς ἐντέλεια τὸ «ἐπ' ἀπείρου γᾶς ἔβη», τουτέστιν ὡρμίσθη, ὡς ὁ αὐτός φησι. καθὰ οὖν ταῦτα, οὕτω καὶ ἑανὸς ἰδικῶς ὁ κατὰ συνδυασμὸνἑανὸς πέπλος. φησὶ γοῦν· «νεκταρέου ἑανοῦ ἐτίναξε λαβοῦσα», ἤτοι τοῦ θείουπέπλου λαβομένη, διεσάλευσε τὴν Ἑλένην, ἵνα ἐπιστραφῇ. παρακατιὼν δὲἑανὸν ἀργῆτα φαεινὸν ἐρεῖ, ὅθεν μάλιστα δῆλον, ὅτι τὸ ἑανός, εἰ καὶ ἐπίθετόνἐστιν, ἀλλ' ὡς αὐτόχρημα πέπλος λαμβάνεται προσηγορικῶς. οὐδέποτε γὰρὁμοῦ δύο ἐπίθετα, πολλῷ δὲ πλέον οὐδὲ τρία κεῖνται χωρὶς κυρίου ἢ προσηγορικοῦ. Ἔστι δὲ νεκτάρειος νῦν τροπικῶς ὁ θεῖος ἀπὸ τοῦ πολλαχοῦδηλουμένου νέκταρος, ὡς ἀπὸ ἀμβροσίας ὁ ἀμβρόσιος, καὶ ἀπελεύσει τοῦ ˉινεκτάρεος. Ἀργὴς δὲ ἑανός, ὥσπερ καὶ κεραυνός, ὁ λευκός. ἀργὸν γὰρ τὸ λευκόν. ὅθεν καὶ ἐπάργεμον πάθος ὀφθαλμοῦ, τὸ κοινῶς λεγόμενον λεύκωμα, ὥς που καὶ Αἰσχύλος παραδηλοῖ. Φαεινὸς δὲ ὁ λεπτός, ὡς καὶ μάστιξ λέγεται φαεινή. ἴσως δὲ καὶ ἐφερμηνευτικόν ἐστιν τοῦ ἀργής, ἵνα καὶ αὐτὸ δηλοῖ τὸν λευκὸνκαὶ διαφανῆ. ὅτι δὲ καὶ κασσιτέρου ἐπίθετον ὁ ἑανός, ἀλλαχοῦ φανήσεται. (ῃ. 388) Ὅτι τὸ ἀσκεῖν ἐπὶ ἐπιμελείας τῆς διὰ χειρῶν ὁ ποιητὴς τίθησι, οἷον» ἤσκει ἔρια» καὶ «πτύξασα καὶ ἀσκήσασα χιτῶνα». καὶ νῆμα δέ που ἀσκητὸνλέγει. ταὐτὸν δὲ τὸ κομεῖν καὶ τὸ ἀσκεῖν. διὸ εἰπὼν συνθέτως γραῖάν τιναεἰροκόμον, εἶτα κατὰ διάλυσιν Ἰωνικὴν ἐφερμηνεύων αὐτήν, [ἵνα μὴ νοήσῃ τιςἴσως εἰροκόμον, τὴν εἴρουσαν κόμας ἤτοι πλέκουσαν τρίχας,] φησίν· «ἥ οἱ ἤσκειν εἴρια καλά», ὡς ταὐτὸν ὂν εἰπεῖν εἴρια κομεῖν καὶ ἀσκεῖν. Ἰστέον δέ, ὅτιτὸ «ἤσκειν εἴρια» μετὰ τοῦ ˉν γράφουσιν οἱ παλαιοὶ καὶ μετὰ τὴν συναίρεσιντοῦ ἤσκεε. δοκεῖ δὲ Ἰωνικῶς οὕτω λέγεσθαι, ὡς καὶ ἑτέρωθι ἔσται δῆλον. [Μάλιστα δὲ αὐτὸ καὶ τὰ κατ' αὐτὸ διευκρίνηται ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν, ὅπουπερὶ τοῦ «ἦν» τρίτου προσώπου ἐγράφη ἐν τοῖς κατὰ τὸν μνηστῆρα Κτήσιππον.] Τὸ δὲ εἴριον Ὅμηρος μὲν προπαροξύνει ὁμοίως τῷ λείριον, οἱ δὲ ὕστερον παροξύνουσι πρὸς ἀναλογίαν ἑτέρων παροξυτόνων δακτυλικῶν λέξεων, ἵνα ᾖ, ὡςτεῖχος τειχίον, οὕτως εἶρος εἰρίον. καλὰ δὲ ἔρια πρὸς διαστολὴν τῶν μὴ ἀξίωνἀσκήσεως. ὅτι δὲ διαφορά ἐστιν ἐρίων καὶ τριχῶν, δηλοῖ καὶ ὁ Στράβωνσαφέστατα. ὡμολόγηται δὲ καὶ ἄλλως εὐγενέστερα τριχῶν εἶναι τὰ ἔρια εἰςἐνδύσεως μεταχείρισιν, [ὡς δηλοῖ καὶ τὸ τῆς ἐρέας καλόν.] (ῃ. 390) Ὅτι τὸ» βάσκ' ἴθι» ἐνταῦθα «δεῦρ' ἴθι» λέγει ὁ ποιητὴς εἰπών· «δεῦρ' ἴθι, Ἀλέξανδρόςσε καλεῖ». (ῃ. 391 ς.) Ὅτι τὸ «κεῖνος ὅ γ' ἐν θαλάμῳ καὶ δινωτοῖσι λέχεσσι, κάλλεΐ τε στίλβων καὶ εἵμασι» νυμφίῳ ἢ ἄλλως τρυφῶντι ἀνδρὶ ἐπιλεχθήσεται. Δινωτοῖς δὲ λέγει τοῖς τορνωτοῖς. δῖνος γὰρ ὁ τόρνος, ἐξ οὗ μεταφορικῶς καὶοὐρανοῦ δῖνος παρὰ τῷ Κωμικῷ. ὅτι δὲ διχῶς λέγεται καὶ δινῶ δινήσω καὶ δινῶδινώσω, πρὸ ὀλίγων δεδήλωται. (ῃ. 392– 4) Τὸ δὲ ἑξῆς «οὐδ' ἂν εἴποις ἀνδρὶμαχεσσάμενον τόνδ' ἐλθεῖν, ἀλλὰ χορόνδε ἔρχεσθαι, ἠὲ χοροῖο νέον λήξαντακαθίζειν» παρῳδηθήσεται μὲν καὶ αὐτὸ εἰς ἄνδρα τρυφῇ κάτοχον. κωμῳδεῖ δὲτέως τὸν τρυφερὸν Ἀλέξανδρον, ὃς οὐ λυπεῖται ὡς ἡττημένος, ἀλλὰ ἐρᾷ ὡςχορευτής, μικρόν τι τάχα ἐνιδρώσας τῇ μάχῃ ὡς καὶ ὁ χορευτὴς τῷ χορῷ, ἔνθα πρέπον ἐστίν, ὡς εἰκός, καὶ τὸ στίλβειν κάλλεϊ καὶ εἵμασι. τοιοῦτοι δὲ καὶοἱ λοιποὶ ῥηθήσονταί που Πριαμίδαι· «ψεῦσταί τ' ὀρχησταί τε χοροτυπίαιςἄριστοι». ἔνθα ὅρα τὸ ψεῦσται ταὐτὸν ὂν τῷ ἠπεροπευταί, ὁποῖος πρὸ τούτουἐρρέθη Ἀλέξανδρος. [Χορὸς δὲ νῦν οὔτε τὸ χορευτικὸν πλῆθος, οὐδὲ μὴν ὁὑποκείμενος τοῖς τοιούτοις τόπος κατὰ τὸ «πέπληγον δὲ χορὸν θεῖον ποσίν», ἀλλὰ μάλιστα τὸ κατὰ τοὺς τοιούτους χοροὺς ἔργον, ὅπερ ἐστὶ τὸ χορεύειν.] Σημείωσαι δὲ καὶ νῦν τὸ καθίζειν ἀντὶ τοῦ καθέζεσθαι ληφθέν, ὡς καὶ μετ' ὀλίγα ἐν τῷ «ἔνθα κάθιζεν Ἑλένη», ἀντὶ τοῦ ἐκάθητο. ὥστε καὶ αὐτοπαθὲς ῥῆμαἐστί ποτε, ὡς καὶ προείρηται, τὸ καθίζειν καὶ οὐκ ἀναγκαίως ἀεὶ δηλοῖ τὴνεἰς ἄλλον ἐνέργειαν, οἷον ἐκάθισεν ὁ δεῖνα ἐπὶ θρόνου βασιλικοῦ τὸν δεῖνα, καὶὡς ὁ ποιητὴς πρὸ μικροῦ ἔφη «ἄλλους μὲν κάθισον». [Ἰστέον δέ, ὅτι τὰ ὑπὸ τῆςμαστροποῦ Ἀφροδίτης, ὡς ἐρρέθη, λαληθέντα τῇ Ἑλένῃ οὐ μόνον εὐοδοῦσι τὴν μετ' ὀλίγα κεισομένην φιλοτήσιον εὐνὴν τοῦ Πάριδος ὡς κάλλεϊ στίλβοντος καὶτῆς Ἑλένης, ἀλλὰ καὶ τῇ μυθικῇ ἁρπαγῇ τοῦ Πάριδος ἐκ μέσου μονομαχίουοἰκειοῦνται. ἡ γὰρ θείως ἁρπάξασα εἶχε δῆθεν διαθέσθαι τὸν Πάριν καλὸν καὶλαμπρόν, ὡς εἰ καὶ ἐκ πανηγύρεως ἐπανῆλθεν.] (ῃ. 396 ς.) Ὅτι τὸ «περικαλλέαδειρὴν στήθεά θ' ἱμερόεντα καὶ ὄμματα μαρμαίροντα» περὶ Ἀφροδίτης μὲνλέγεται, ἔστι δὲ καὶ ἁπλῶς γυναικὸς καλῆς ἔπαινος. κεκαλλώπισται δὲ τὸ ῥητὸνἐπίτηδες παρίσοις τρισίν, ὡς πανηγυρικόν. (ῃ. 399) Ὅτι ψεκτικὸν ἀπατητικῆςγυναικὸς τὸ «δαιμονίη, τί με ταῦτα λιλαίεαι ἠπεροπεύειν;» Ἑλένη δὲ τοῦτο πρὸςτὴν μυθικὴν Ἀφροδίτην λαλεῖ μαστροπεύουσαν αὐτῇ χάριν Ἀλεξάνδρου. ἔνθα δηλοῖ ὁ ποιητὴς καί, ὡς ἠδύνατό τις πλάσαι τὴν Ἑλένην, ὥσπερ εἰς Τροίαν, οὕτω καὶ ἀλλαχοῦ ἐκεῖθεν ἁρπαγεῖσαν ἢ ἀπαχθεῖσαν. (ῃ. 400 ς.) Ἐπάγει γὰρ ἡ Ἑλένη· «ἦ πῇ με προτέρων», ἤτοι τῶν προσωτέρω, «πολίων ἄξεις, ἢ Φρυγίης ἢ Μῃονίης ἐρατεινῆς, εἴ τίς που κἀκεῖθι» καὶ ἑξῆς. [Ἰστέον δέ, ὅτι γράφεται καὶ «ἦ πῇ με προτέρω», δίχα τοῦ νῦ, καὶ δηλοῖ τὸ πορρωτέρω πουτῶν Φρυγιακῶν πόλεων.] (ῃ. 401) Φρυγίας δὲ μέμνηται κἀνταῦθα τῆς πορρωτέρω καὶ μεγάλης, οὐ μὴν τῆς μικρᾶς, περὶ ἣν καὶ ἡ Τροία, ἡ τὴν Ἑλένην ἄρτιἔχουσα. Μῃονίην δὲ καὶ νῦν τὴν Λυδίαν λέγει, ἡ δ' αὐτὴ καὶ Μαιονία ἐλέγετοἀπό τινος Μαίονος ἢ Μῄονος, ὡς καὶ ἐν τῷ Καταλόγῳ ἐρρέθη. ἐρατεινὴν δέφησιν αὐτὴν διὰ τὸ τῆς χώρας εὔδαιμον, ὃ καὶ ὁ Περιηγητὴς ἱστορεῖ. καὶ τὴν Λακεδαίμονα δὲ μετ' ὀλίγα ἐρατεινὴν ὁ Πάρις ἐρεῖ, οὐ μόνον διότι εὐδαίμων ἡ Λακεδαίμων, ὡς προείρηται, ἀλλὰ καὶ διότι τὴν ἀξιέραστον Ἑλένην ἤνεγκεν. (ῃ. 402) Ὅτι φανερῶς ἐνταῦθα τὸ φίλος ὁ ποιητὴς οὐ συγγενικῶςἀλλὰ κατὰ κοινὴν συνήθειαν λέγει ἐν τῷ «εἴ τίς τοι κἀκεῖ φίλος μερόπωνἀνθρώπων», ἤγουν ἐὰν καὶ ἐκεῖ, ὦ Ἀφροδίτη, φιλητῶς ἔχῃς τινὶ Φρυγὶ ἢ Μῄονι, ὡς ἐνταῦθα τῷ Τρωῒ Ἀλεξάνδρῳ. ἑαυτὴν δέ πως ἐν τούτοις ἡ Ἑλένηἐπαινεῖ ὡς λαμπρὰν καὶ ἀξιέραστον, ἐὰν οὕτως αὐτὴν ἡ Ἀφροδίτη τοῖς φιλουμένοις διαπέμπηται, ὡς λόγου δηλονότι ἀξίαν δωρεάν. σεμνῶς δὲ καὶ μαστροπείαν τῆς Ἀφροδίτης καταλαλεῖ. (ῃ. 413– 7) Ἐκείνη δὲ ἀντιλαλεῖ, ὅπερ καὶ πᾶς ἂν εἴπῃ παρῳδήσας ὁ μεσιτεύσας μὲν φιλίαν, καταλῦσαι δὲ αὖθις αὐτὴνμελετῶν· «μή μ' ἔρεθε, σχετλίη, μὴ χωσάμενος σε μεθείω, τὼς δέ σε ἀπεχθήρω, ὡς νῦν ἔκπαγλα ἐφίλησα· μέσσῳ δ' ἀμφοτέρων μητίσομαι ἔχθεα λυγρά, σὺ δέκεν κακὸν οἶτον ὄληαι». τῷ ὄντι γὰρ λεπτοτάτου μίτου, ὡς εἰπεῖν, τὰ κατ' αὐτὴνἀπῃώρητο τοῦ θεαῖς εἰς ὦπα ἐοικέναι καὶ διὰ τοῦτο ἐπαφρόδιτος εἶναι, οὗἐπιλιπόντος, οὐκέτ' ἂν ἦν περιμάχητος κατὰ ζῆλον φιλόνεικον, ἄλλως τε καὶ ἐνΤροίᾳ ὀλιγίστους ἔχουσα τοὺς φιλοῦντας, καθὰ ἐν τῇ ωʹ ῥαψῳδίᾳ δηλοῦται, τυχὸν δὲ ὁμοίως καὶ παρὰ Ἕλλησιν. (ῃ. 415) Ἰστέον δέ, ὅτι τοῦ τώς, ἤγουν οὕτως, χρῆσις καὶ παρὰ Σοφοκλεῖ ἐν τῷ «τὼς αὐτοσφαγεῖς ὀλοίατο». ἐκ δὲτούτου ἀποβολῇ τοῦ ˉτ γίνεται τὸ ὥς, ὀξυνόμενον καὶ αὐτὸ ὁμοίως τῷ καθώς. (ῃ. 404) Ὅτι καὶ ἐνταῦθα ἑαυτῆς ἡ Ἑλένη καταλέγει στυγερὴν ἑαυτὴν ἀποκαλοῦσα, ἤγουν μισητὴν ἢ φρικτήν. ταῦτα γὰρ δηλοῖ καὶ τὸ στυγεῖνῥῆμα, ὡς πολλαχοῦ φαίνεται. φησὶ γάρ· «οὕνεκα δὴ Μενέλαος νικήσας ἐθέλειστυγερὴν ἐμὲ οἴκαδε ἄγεσθαι». Ὅρα δέ, εἰ ταὐτὸν στυγερὴν Ἑλένην εἰπεῖν καὶ ῥιγεδανήν, καὶ εἴπερ ἐκ τῆς στυγερῆς πεπόρισται ἡ ῥιγεδανή. ἐπεὶ καὶ ἡ ἱστορουμένη πηγιμαία Στὺξ ψυχροτάτη παραδίδοται καὶ οἵα ποιεῖν ῥιγοῦν τὸν εἰςαὐτὴν βάψαντα. [καὶ ἡ κατὰ τὸν μῦθον δὲ Πλουτώνειος Στὺξ τῷ Ταρτάρῳσυγκατέψυκται, ἀφ' οὗ κατὰ τοὺς παλαιοὺς καὶ τὸ ταρταρίζειν ἐπὶ τῶν ἄγανῥιγούντων λέγεται.] (ῃ. 405– 12) Ὅτι πιθανολογῶν ὁ ποιητὴς τὴν τῆς Ἑλένης ἄρτι ταχεῖαν ἄφιξιν εἰς τὸν Πάριν πλάττει αὐτὴν σφοδρῶς τῇ Ἀφροδίτῃ προσφερομένην κἀκείνην αὖθις χολουμένην καὶ ἀπειλοῦσαν τὰ προσεχῶς ῥηθέντα, ἐφ' οἷς ἡ Ἑλένη θροηθεῖσα πείθεται ἀπελθεῖν ἔνθα καλεῖται. φησὶ γοῦν ἡ μὲνἙλένη οὕτω ἐπέκεινα τῶν προρρηθέντων «τοὔνεκα δὴ νῦν δεῦρο δολοφρονέουσαπαρέστης· ἧσο παρ' αὐτὸν ἰοῦσα, θεῶν δ' ἀπόειπε κελεύθους, μηδέ τι σοῖσιπόδεσσιν ὑποστρέψειας Ὄλυμπον, ἀλλ' αἰεὶ περὶ κεῖνον ὀΐζυε καί ἑ φύλασσε, εἰς ὅ κέ σε ἢ ἄλοχον ποιήσεται ἢ ὅ γε δούλην. κεῖσε δ' ἐγὼν οὐκ εἶμι, νεμεσσητὸν δέ κεν εἴη, κείνου πορσυνέουσα λέχος· Τρῳαὶ δέ μ' ὀπίσω πᾶσαι μωμήσονται· ἔχω δ' ἄχε' ἄκριτα θυμῷ». καὶ ταῦτα μὲν τὰ τῆς Ἑλένης. (ῃ. 414– 8) Ἡ δὲ Ἀφροδίτη χολωσαμένη «μή μ' ἔρεθε», φησί, «σχετλίη» καὶ ἑξῆς, ὡς προγέγραπται. καὶ ὅρα, ὡς καὶ νέμεσιν ὑφορᾶται ἡ καλὴ Ἑλένη καὶ ἄχθεσθαι πολλὰ λέγει, ἐφ' οἷς κακῶς ἔπραξε, καὶ ὅτι νέμεσιν εἶναι ὑπογράφει τὸν ἐκ πάντων δίκαιονμῶμον. Τὸ δὲ δολοφρονεῖν ταὐτὸν τῷ ἠπεροπεύειν, ὃ πρὸ βραχέων τῆς Ἀφροδίτης ἡ Ἑλένη κατηγόρησε. Τὸ δέ «ἧσο παρ' αὐτὸν ἰοῦσα» καὶ τὸ «ὀΐζυε» μεμέρισται τὸ μὲν πρὸς τὸ «ἕως ἄλοχόν σε ποιήσεται», τὸ δὲ πρὸς τὸ «ἢ ὅ γεδούλην». ἀλόχου μὲν γὰρ τὸ παρακαθῆσθαι τῷ ἀνδρί, δούλης δὲ τὸ περὶ τὸνδεσπότην ὀϊζύειν, ὅ ἐστι κακοπαθεῖν. (ῃ. 406) Τὸ δὲ ἀπόειπε Ὅμηρος μὲναἰτιατικῇ συντάσσει λαβὼν τὴν λέξιν ἀντὶ τοῦ ἀπόφαθι, ὁ δὲ γράψας «τάλαιν' ἀπεῖπον ἄλγει» ἐπὶ ἑτεροίου σημαινομένου τὴν λέξιν εἴληφε. (ῃ. 407) Τὸ δέ» μὴ πόδεσσιν ὑποστρέψειας Ὄλυμπον» διασαφητικόν ἐστι τοῦ «θεῶν ἀπόειπεκελεύθους», ὥσπερ καὶ τὸ φύλασσε τοῦ ὀΐζυε. [Ἔστι δ' ἐνταῦθα τὸ μὲν ὑποστρέψειας ἀντὶ προστακτικοῦ σχηματισθὲν ἀνομοίως τῷ ἧσο καὶ ἀπόειπε καὶὀΐζυε καὶ φύλασσε, διὰ ποικιλίαν φραστικήν. Τὸ δὲ Ὄλυμπον ἐλλιπὲς προθέσεως, ἵνα ᾖ εἰς Ὄλυμπον.] (ῃ. 409) Τὸ δέ «ἢ ἄλοχον ποιήσεται ἢ ὅ γεδούλην» ἔστιν εὑρεῖν παρῳδηθὲν πρός τινος τῶν ἀρχαίων μυστῶν φαύλως καὶὡς οὐκ ἂν ἐκφανῶς εἴποι τις πρὸς τὸν αὐτοῦ ἀκούσαντα. (ῃ. 410) Τὸ δέ» ἐκεῖσε οὐκ εἶμι κείνου πορσυνέουσα λέχος», ἐν τοιούτῳ δηλαδὴ καιρῷ, σεμνῶς εἴρηται. δῆλον γάρ, ὅτι πορσύνειν λέχος τὸ συγκοιτάζεσθαι, πρός τιναῥηθὲν ὁμοιότητα τοῦ «ἐμὸν λέχος ἀντιόωσαν». γράφεται δὲ καὶ πορσανέουσαλέχος ὡς ἀπὸ τοῦ πορσαίνω ῥήματος. ποιητικὰ δὲ καὶ ἄμφω καὶ δηλοῦσι τὸπαρέχειν καὶ εὐτρεπίζειν, ὡς ἀπὸ τοῦ πόρω πόρσω. (ῃ. 408) Οὕτω δὲ ποιητικὸνκαὶ τὸ ὀΐζυε ἀπὸ τοῦ ὀϊζύω, ἐξ οὗ ὁ ὀϊζυρός, [ὡς ὁ ἰσχυρὸς ἐκ τοῦ ἰσχύω.] Σημείωσαι δὲ τὰ τῆς Ἑλένης κομματικῶς λαληθέντα διὰ θυμόν, ὃς ἐγκόπτει τὸν ἐν λόγοις τόνον ὡς τὰ πολλά. τοιαύτη δέ τις καὶ ἡ πρὸς αὐτὴν ἀπειλὴ τῆςἈφροδίτης. (ῃ. 419) Ὅτι τὸ «κατασχομένη ἑανῷ ἀργῆτι φαεινῷ», περὶ ὧν προδεδήλωται, ἀνάπαλιν ἔχει πρὸς τὸ ἀνασχομένη, ὃ δηλοῖ τὸ ἀνατείνασα. εἴηδ' ἂν κατασχέσθαι ἑανῷ τὸ προκαλύψασθαι τὴν παρειὰν κατὰ τὴν ἐν Ὀδυσσείᾳ Πηνελόπην σχομένην ἄντα παρειάων κρήδεμνα, ἵνα ὥσπερ τὸ ἀνασχεῖν ἥλιονἀντίκειται πρὸς τὸ κατασχεῖν, οὕτω καὶ τὸ ἀνασχέσθαι κρήδεμνον ἐπὶ ἀνακαλύψει καὶ οἷον ἀναλάμψει προσώπου ἀντικειμένως ἔχοι πρὸς τὸ κατασχέσθαι, ἤγουν ὡς ὑπὸ ζόφῳ κρύψαι. (ῃ. 422) Ὅτι σπουδὴν δουλίδων δηλοῖ τὸ «ἀμφίπολοι μὲν ἔπειτα θοῶς ἐπὶ ἔργα τράποντο». (ῃ. 426) Ὅτι καθάπερ κόρη Βρισῆος ἡ ἁπλῶς θυγάτηρ, οὕτω κἀνταῦθα Ἑλένη κούρη Διὸς αἰγιόχοιο. τοῦτο δὲ πρὸ ὀλίγων ἄλλως ἔφρασεν εἰπών· «Ἑλένη Διὸς ἐκγεγαυῖα». (ῃ. 428 σς.) Ὅτι Ἑλένη μὲν πρὸς Ἀλέξανδρον «ἤλυθες», φησίν, «ἐκ πολέμου» καὶτὰ ἑξῆς, ἠθικῶς πάνυ πάντα εἰποῦσα. ὁ δὲ οὐ μόνον ψευδῶς ἀπολογεῖται, οἷαψεύστης καὶ αὐτὸς κατὰ τοὺς ἀδελφούς, εἰπών, ὅτι σὺν Ἀθηνᾷ ἐνίκησεν ὁ Μενέλαος,– μάλιστα γὰρ αὐτὸς σὺν Ἀφροδίτῃ σέσωσται– ἀλλὰ καὶ ἀσέμνως ἐμβλέπει αὐτῇ, ὅτε καὶ κατακαλύπτεσθαι ἔδει. μαχλότατος γὰρ ὁ ἀνήρ, ὅσγε καὶ ἐρᾶν αὐτῆς ἄρτι λέγει, ὡς οὐδέ, ὅτε τὴν ἀρχὴν ἐκ Λακεδαίμονος αὐτὴνἥρπασεν. αἴτιον δέ, ὅτι ὡς ἤδη νικηθεὶς καραδοκεῖ στερήσεσθαι αὐτῆς. πολὺςοὖν ὁ ἔρως αὐτῷ ὥσπερ ἐν καταρχῇ τοῦ ἔχειν, ὅτε δηλαδὴ ἦν δεδοικώς, μὴ καταληφθεὶς ἀφαιρεθῇ τὴν Ἑλένην, οὕτω καὶ ἐν τῷ μέλλειν ἄρτι, ὡς δοκεῖ, αὐτὴνἀφαιρεῖσθαι. [Καὶ νῦν μὲν ὁ Πάρις οὕτως οὐ φιλεῖ ἀλλά, καθά τις ἔφη, ἐρωμανίανπάσχει Ἀφροδίτης ἐρεθιζούσης τῷ κεστῷ ἴσως, ὃν μυθικῶς ἐφόρει. ἐν τοῖςἑξῆς δέ που καὶ ὁ Ζεὺς ὁμοίῳ ἔρωτι μυωπίζεται ἐπὶ τῇ γυναικὶ Ἥρᾳ διὰ τὸναὐτὸν κεστόν. Καιρικὰ δὲ ἄμφω ταῦτα πάθη ἐπί τε τῷ Διῒ ἐπί τε τῷ Πάριδι. ὁ δὲ παρά γε τῷ Ἡροδότῳ Κανδαύλης διὰ βίου ἤρα τῆς οἰκείας γυναικός, οὐκ εὐκραῶς φιλῶν, ἀλλ' ἐμπιπράμενος πυρὶ ἔρωτος, ἕως ὁ ἔρως ἀπέσβη, ὡςοὐκ ἂν ἐκεῖνος ἤθελε.] Σημείωσαι δὲ καί, ὅτι πολυειδὴς ἐνταῦθα ἡ τῆς Ἑλένηςὁμιλία. καὶ γὰρ καὶ διαθρύπτεται ὄσσε πάλιν κλίνασα, ἤγουν ἔμπαλιν στρέψασα, καὶ ἐπαρᾶται τῷ ἀνδρὶ ὡς ὀφείλοντι ὀλέσθαι καὶ χαλεπῶς ὀνειδίζει καὶ σκώπτειὡς ἀλαζονικόν, εἴ γε καυχώμενος πρὶν Μενελάου κρείττων εἶναι, εἶτα νῦνσυμμίξας ἔφυγεν ἀπαλλάξας κακῶς. καὶ σεμνύνει δὲ τὸν πρότερον ἄνδρακρατερὸν καλοῦσα καὶ ξανθὸν καὶ ἀρηΐφιλον, ὅπερ καὶ ὁ Ζεὺς μετὰ ταῦταὀνομάσει αὐτόν, καὶ κατὰ πάντα προφερέστερον Ἀλεξάνδρου. προσποιεῖται δὲκαὶ κήδεσθαι αὐτοῦ κολακευτικώτερον, διὰ φόβον δηλαδή, ἐν οἷς φησιν·» ἀλλά σε κέλομαι παύσεσθαι», πικρῶς λαλοῦσα, οἷς τε ὑποβιβάζει τὸν Πάριν τῷ Μενελάῳ καὶ οἷς ἀφραδέως αὐτὸν λέγει μάχεσθαι. ἔστι δ' ἐν τούτοις ἡ ὅληὉμηρικὴ φράσις τοιαύτη· (ῃ. 428– 36) «Ἤλυθες ἐκ πολέμου, ὡς ὤφελες αὐτόθ' ὀλέσθαι ἀνδρὶ δαμεὶς κρατερῷ, ὃς ἐμὸς πρότερον πόσις ἦεν. ἦ μὲν δὴ πρίνγ' εὔχεο ἀρηϊφίλου Μενελάου σῇ τε βίῃ καὶ χερσὶ καὶ ἔγχεϊ φέρτερος εἶναι· ἀλλ' ἴθι νῦν προκάλεσσαι ἀρηΐφιλον Μενέλαον ἐξαῦτις μαχέσασθαι ἐναντίον. ἀλλά σ' ἔγωγε παύεσθαι κέλομαι μηδὲ ξανθῷ Μενελάῳ ἀντίβιον πόλεμον πολεμίζειν ἠδὲ μάχεσθαι ἀφραδέως, μή πως τάχ' ὑπ' αὐτοῦ δουρὶ δαμείης». καὶοὕτω μὲν ἡ Ἑλένη. (ῃ. 437– 46) Ὁ δὲ Πάρις εἰπών· «μή με γύναι χαλεποῖσιν ὀνείδεσι θυμὸν ἔνιπτε» ἐπάγει· «νῦν μὲν γὰρ Μενέλαος ἐνίκησε σὺν Ἀθήνῃ, κεῖνον δ' αὖτις ἐγώ· πάρα γὰρ θεοί εἰσι καὶ ἡμῖν. ἀλλ' ἄγε δὴ φιλότητι τραπείομεν εὐνηθέντες· οὐ γὰρ πώ ποτέ μ' ὧδε φρένας ἔρος ἀμφεκάλυψεν, οὐδ' ὅτε σεπρῶτον Λακεδαίμονος ἐξ ἐρατεινῆς ἔπλεον ἁρπάξας ἐν ποντοπόροισι νέεσσι, νήσῳ δ' ἐν Κραναῇ ἐμίγην φιλότητι καὶ εὐνῇ, ὥς σεο νῦν ἔραμαι καί με γλυκὺςἵμερος αἱρεῖ». καὶ ὅρα, ὡς ὁ ποιητὴς εὐμεθόδως παρέρριψεν ἐνταῦθα τὴν τοῦ Τρωϊκοῦ καταρκτικὴν πολέμου αἰτίαν, ἤγουν τὴν ἐξ ἔρωτος ὑπερβολικοῦ ἁρπαγὴν τῆς Ἑλένης. (ῃ. 427) Ἰστέον δέ, ὡς ἡ Ἑλένη κλίνει τοὺς ὀφθαλμοὺςπάλιν, ὡς εἴρηται, οὐ μόνον ἀκκιζομένη ἢ θυμουμένη, ἀλλὰ καὶ ἐκκλίνουσα τὸνἐξ ἐκείνου ἔρωτα. οἶδε γὰρ ἐκ τοῦ ὁρᾶν τίκτεσθαι τὸ ἐρᾶν. διὸ καὶ Εὐριπίδηςφησίν· «Ἔρως, ὃς κατ' ὀμμάτων στάζεις πόθον». ὅθεν καλῶς ἂν ῥέειν λέγοιτοἐς ψυχὴν ἐκεῖθεν καθά τις ὕστερον ῥήτωρ ἔφρασεν. Ἔστι δὲ ὄσσε πάλιν κλίνειντὸ ἀποστρέφειν καὶ ὡς οἷον εἰπεῖν στραβίζειν. ἐπεὶ καὶ ἐκ τοῦ στρέφειν γίνεταικαὶ ὁ στρεβλός καὶ ὁ στραβός κατὰ τὴν καὶ ἀλλαχοῦ κειμένην συγγένειαντοῦ ˉβ καὶ τοῦ ˉφ. Τὸ δὲ ὄσσε ὅτι διφορεῖται κατὰ γένος, προδεδήλωται. νικᾷ δὲἀρσενικοῦ εἶναι ἀπό τε τῆς πληθυντικῆς γενικῆς, ἣ καὶ παρ' Εὐριπίδῃ κεῖταιἐν τῷ «δι' ὄσσων ὄμμ' ἔχω δακρυρροοῦν», ἔνθα καὶ ζήτει διαφορὰν ὄσσων καὶὄμματος, καὶ ἀπὸ τῆς δοτικῆς τῶν πληθυντικῶν. οὔτε γὰρ ἐκεῖνο ὀσσέωνὀσσῶν, ὡς βελέων βελῶν, οὔτε τοῦτο ὄσσεσιν ὡς βέλεσιν, ἀλλὰ ὄσσοις καὶὄσσοισιν, ὡς ὄζοις καὶ ὄζοισιν. οὕτω δὲ διφορεῖται σὺν ἄλλοις καὶ τὸ ὄνειδος. ἔστι γὰρ καὶ ὁ ὄνειδος. τοιοῦτον καὶ τὸ ὁ σκότος καὶ τὸ σκότος καὶ ὁ ὄχος, [ἐξοὗ παρὰ Σοφοκλεῖ τὸ «Βαρκαίοις ὄχοις» καὶ παρ' Ὁμήρῳ τὸ ὄχεα ἐκ τοῦ τὸὄχος, οὗ, φασί, καὶ δοτικὴ τῷ ὄχει. τῶν διφορουμένων δὲ καὶ ὁ ἔλεος καὶ τὸ ἔλεος, κατὰ δέ τινας καὶ ὁ θρῆνος καὶ τὸ θρῆνος.] (ῃ. 428) Τὸ δέ «ἤλυθες ἐκ πολέμου» καλὸν μὲν καὶ εἴπερ ἐρωτᾶται, κάλλιον δέ ἐστιν ἀποφαντικῶς ἀναγνωσθέν, ὡςοἷα βαρυνομένης τῆς γυναικός, εἰ σέσωσται ὁ κακός. (ῃ. 430) [Ἡ δὲ τοῦ Πάριδος ἀλαζονεία κατὰ τὸ εἰκὸς ἐνταῦθα ἱστόρηται. οὐ γὰρ ἀπίθανον αὐχεῖνκατὰ Μενελάου τὸν Πάριν, ὡς ἂν ὑπὸ Ἑλένης φιλοῖτο.] (ῃ. 431) Τὸ δέ «σῇ τεβίῃ» πρὸς διαστολὴν εἴρηται τῆς ἑτέρωθεν δυνάμεως. διὸ καὶ ἐν τῷ χερσὶ καὶἔγχεϊ προσυπακουστέον τὸ σαῖς καὶ τὸ σῇ, ὡς τοῦ Πάριδος οἰκείαις μὲνχερσὶ καὶ οἰκείῳ ἔγχεϊ μὴ φερτέρου ὄντος, εἴγε ἀντίβιον μάχεται, δι' ἀλλοτρίωνμέντοι ὑπερφέροντος. (ῃ. 434) Ξανθὸν δὲ τὸν Μενέλαον ἡ Ἑλένη λέγειπαραλαλοῦσα ὡς οὐ μόνον ἀρηΐφιλός ἐστιν, ἀλλὰ καὶ καλὸς οὐδὲν ἧττονἈλεξάνδρου. ἔπαινος δὲ κόμης παρὰ τοῖς παλαιοῖς τὸ ξανθόν. διὸ καὶ ἡλιώδηςκόμη καὶ ἡλιῶσα ἡ τοιαύτη καὶ χρυσέα δέ, καὶ ὁ ταύτην ἔχων χρυσεοκόμας. ἡδέ γε κωμῳδία ἔστρεψεν ἄλλως τοῦτο. Πυρρίαι γοῦν ἐξ ὀρθοῦ οἱ δοῦλοι παρὰτοῖς Κωμικοῖς, ὡς τοιοῦτοι μάλιστα ὄντες. οὕτω δὲ καὶ Ξανθίαι οἱ αὐτοί. Ποσειδῶνα δὲ κοσμεῖ τὸ τῆς χαίτης κυάνεον, καί που καὶ τὸν Δία, ᾧ καὶ τὰςτῆς κεφαλῆς τρίχας ὡς καὶ τὰ κατὰ τὴν ὀφρῦν κυανέας εἶναι εἰκός. (ῃ. 435) Τὸ δέ «πόλεμον πολεμίζειν» Ἀττικῶς ἔχει συμπαρακείμενον τῷ ῥήματι τὸ ἐξ αὐτοῦ ὄνομα. (ῃ. 436) Ἀφραδέως δέ, ὅ ἐστι κακοβούλως, τὸν Πάρινμάχεσθαι ἡ γυνὴ λέγει ὡς ἀντίβιον πολεμίζοντα δέον ὂν ἄλλως πολεμεῖν αὐτὸνκαὶ μὴ κατ' ἀντιπρόσωπον. (ῃ. 438) Τὸ δέ «θυμὸν ἔνιπτε» παρελκόντως ἔχειτὸ θυμόν, οἷα καὶ χωρὶς αὐτοῦ ἐντελῶς ἐχούσης τῆς ἐννοίας, ὡς δηλοῖ καὶἀνωτέρω ῥηθὲν τὸ «πόσιν δ' ἠνίπαπεν», ἤγουν ἐπέπληξε, «μύθῳ». ἔνθα πάλινπαρέλκει τὸ μύθῳ, εἴπερ αὐτόχρημα ἐνίπτειν ἐστὶ τὸ ἔπεσιν ἐπιπλήττειν. καὶἄλλως δὲ εἰπεῖν, τὸ «μή με θυμὸν ἔνιπτε» ὅμοιόν ἐστι τῷ «τί δέ σε θυμὸν ἵκετοπένθος» καὶ τοῖς ὁμοίοις, περὶ ὧν προείρηται. (ῃ. 440) Ἐν δὲ τῷ «κεῖνον δ' αὖτις ἐγώ» κατὰ κοινοῦ νοεῖται τὸ νικήσω, σιγηθὲν ἴσως ὑπὸ τοῦ Πάριδος, ἵνα μὴ γελοῖος τῇ ἐρωμένῃ δόξῃ, ὡς τὸ μὲν ἐνεστὼς προέμενος, εἰς δὲ τὸ μέλλονθαρρῶν, ὅπερ ἴσον ἀπραξίᾳ λέγεται. παραμυθία δὲ ὅμως τοῦ τοιούτου λόγου τὸ» παρὰ γὰρ θεοί εἰσι καὶ ἡμῖν», ὡς μὴ ἀδύνατον ὂν νικῆσαι καὶ αὐτὸν κατὰ τὸν Μενέλαον ἢ καὶ πλέον ἐκείνου, εἴγε Μενέλαος μὲν ἐνίκησε σὺν Ἀθήνῃ τῇ μιᾷ, Ἀλέξανδρος δὲ σὺν θεοῖς. καὶ μὴν ἔχει καὶ αὐτὸς ἀκοῦσαί ποθεν τό· σὺνθεοῖς μάχου καὶ αὐτὸς καὶ μὴ φεῦγε, καθ' ὁμοιότητα τοῦ «σὺν Ἀθηνᾷ καὶ τὴνχεῖρα κίνει». δύναται δὲ τὸ ῥηθὲν φρασθὲν ἑνικῶς εὐσεβῶς ἔχειν, οἷον· «παρὰγὰρ θεός ἐστι καὶ ἡμῖν». τὸ δὲ ὅλον παραμυθητικὸν ἔσται ποτὲ ἡττημένουτινός, διὰ παρῳδίας· οἷον «νῦν μὲν ὁ δεῖνα ἐνίκησε, κεῖνον δ' αὖτις ἐγώ, παρὰγὰρ θεός ἐστι καὶ ἐμοί». (ῃ. 441) Τὸ δὲ τραπείομεν ἢ ἀντὶ τοῦ μεταβληθῶμεν, μετατραπῶμεν ἐκ μίσους τοῦ νῦν εἰς φιλίαν, ὡς ἀπὸ τοῦ τρέπω, ἢ μᾶλλον ἀπὸτοῦ τέρπω, ἀντὶ τοῦ τερφθῶμεν, ἡδυνθῶμεν τῇ φιλότητι, ὃ διασαφῶν ἐπάγει τὸεὐνηθέντες πρὸς διαστολὴν ἑτεροίας φιλότητος. τὸ δ' αὐτὸ καὶ μετ' ὀλίγασαφέστερον φράζει ἐν τῷ «ἐμίγην φιλότητι καὶ εὐνῇ». (ῃ. 442) Τὸ δέ «οὐγάρ πώ ποτέ με ὧδε ἔρως φρένας ἀμφεκάλυψε» παραφράζων ἑτέρωθι διὰ τοῦ Διὸς ὁ ποιητής φησιν· «οὐ γάρ πώ ποτέ με ὧδε ἔρως θυμὸν ἐνὶ στήθεσσιπεριπροχυθεὶς ἐδάμασσεν». ἄδηλον δ' ἐνταῦθα, εἴτε διὰ τοῦ ˉο μικροῦ γράφεταιὁ ἔρος Αἰολικῶς, ὡς ἐν τοῖς μετὰ ταῦτά που κεῖται παρὰ τῷ ποιητῇ, εἴτε καὶ διὰτοῦ ˉω μεγάλου Ἀττικῶς, [εἴπερ γράφεται «ὧδε ἔρως φρένας ἀμφεκάλυψε». εἰδὲ γράφεται κατά τινας «ὧδε φρένας ἔρος ἀμφεκάλυψεν», ἡ τοιαύτη γραφὴσμικρύνει τὸ ἔρος, οὗ αἰτιατικὴ τὸν ἔρον.] Τὸ δὲ ἀμφεκάλυψεν ἢ πρὸς νέφουςεἴρηται ὁμοιότητα, καθὸ καὶ ὁ ἔρως τὸν τῆς ψυχῆς ἥλιον ζοφοῖ, ἢ ἐκ δικτύωνμετῆκται, ἃ καταπετασθέντα καλύπτει τὰ ἁλισκόμενα, ἢ καὶ ἄλλως ἁπλῶςμετηνέχθη ἐκ τῶν ὁπωσοῦν κρυπτόντων τὸ καλυπτόμενον ἢ καὶ ἀφανιζόντωντέλεον. (ῃ. 444) Τὸ δέ «ἔπλεον ἁρπάξας» παράκλησίς ἐστιν εἰς φιλότητα, εἴγε δι' αὐτὴν καὶ πλοῦ κίνδυνον ὑπέστη καὶ ἁρπαγὴν ἐτόλμησε. Τὸ δέ «ἐνποντοπόροισι νέεσσιν» οὐ περιττῶς κεῖται, ἀλλὰ δοκεῖ διαστολὴν ἔχειν τοῦ μετὰἁλιάδων ἢ σχεδιῶν πλέειν. (ῃ. 445) Ὅρα δὲ καί, ὅτι κατὰ τὴν Ὁμηρικὴν ἱστορίαν οὐκ ἐν Σπάρτῃ τὴν ἀρχὴν ἐμίγη Ἀλέξανδρος τῇ Ἑλένῃ σπεύδων, ἵνα μὴ καταφανὴς γένηται, ἀλλ' ἐν κραναῇ νήσῳ. ἄδηλον δέ φασιν, εἴτε κύριοντῆς νήσου τὸ ὄνομα διὰ τὸ κρανθῆναι ἤτοι τελειωθῆναι ἐπ' αὐτῆς τὸν γάμον, εἴτε τραχεία ἐπιθετικῶς εἴρηται. τινὲς δὲ νοοῦσι τὰ Κύθηρα, νῆσον Ἀφροδίτηςἱεράν, οἱ δὲ τὴν λεγομένην νῆσον Ἑλένην, πρὸς τῇ Ἀττικῇ οὖσαν, ἐγγυτάτω τῆς Κέω κατὰ τὸν Γεωγράφον, ἀπὸ τῆς Ἑλένης ὁμωνύμως κληθεῖσαν, διότιταύτης πρῶτον ἐπέβη ὅτε ἡρπάγη. ἔστι δὲ περιμήκης ὅσον ἑξήκοντα σταδίους. (ῃ. 446) Τὸ δὲ ἔραμαι χρηστόν ἐστι καὶ Ἀττικοῖς, ὡς ἀπὸ τοῦ ἐράω ἐρῶ, καὶοὐκ ἄν τις ῥᾷον δείξῃ, ὅτι κατὰ τὸ ἵσταμαι γίνεται. Τὸ δέ «καί με γλυκὺς ἵμεροςαἱρεῖ» περιφραστικόν ἐστι τοῦ ἔραμαι, ὡς καὶ ἀνωτέρω τὸ παύεσθαι περιεφράσθη διὰ τοῦ «μηδὲ ξανθῷ Μενελάῳ ἀντίβιον πόλεμον πολεμίζειν». ὁ δὲγλυκὺς ἵμερος εἴη ἂν καὶ δριμὺς κατὰ πολυωνυμίαν ῥητόρων, παρ' οἷς ἡδριμύτης ἐπίτασίς ἐστι γλυκύτητος. ἴσως δὲ καὶ διαστολὴν ἡ λέξις δηλοῖἑτεροίου ἱμέρου μὴ γλυκέος. [πρὸς δὲ ταῦτα ἑτεροιοῦσθαι δοκεῖ παρά τινοςῥηθὲν μεγάλου σοφοῦ τὸ «τὰς κόρας ἀλγηδόνας ὀφθαλμῶν εἶναι», ὃ καὶ ὑπ' εὐθύνην πίπτει. πῶς γὰρ ἀλγυνοῦσιν ὀφθαλμοὺς αἱ γλυκὺν ἐμποιοῦσαι ἵμερον διὰὁράσεως;] Τὸ δὲ αἱρεῖ λέξις θηρατική, ἀκόλουθος τῷ ἀμφεκάλυψεν, ἵνα λέγῃ, ὡςὁ ἔρως τοῖς κατ' αὐτὸν δικτύοις ἀμφικαλύψας εἷλε με, γλυκέως μέντοι. Ἰστέονδέ, ὅτι ὁ σχηματισμὸς τοῦ «οὐ γάρ πώ ποτέ με ὧδε ἔρως ἔσχε» κεῖταί που, ὡςεἴρηται, καὶ ἐν τοῖς ἑξῆς, ἔνθα καὶ τὸ «ὥς σεο νῦν ἔραμαι» καὶ ἑξῆς, ἀπαραποίητον ὅλον κεῖται, [καὶ ὅτι τὸ «οὐ γὰρ πώποτε» δύναταί τις φράσαι καὶ» οὐ γάρπω ποτέ» λόγῳ ἐγκλίσεως. διόπερ εὐλόγως προπαροξύνεται τὸ πώποτε, καθὰ καὶ ἀλλαχοῦ δηλοῦται.] Καὶ ὅτι τῶν ἀνωτέρω γεγραμμένων τὸ μέν «ἀλλ' ἴθι νῦν προκάλεσσαι τὸν δεῖνα ἐξαῦτις» καὶ ἑξῆς, παρῳδηθήσεταί ποτε εἰςμαχητὴν ἀλόγιστον καὶ ἐφ' οἷς οὐ χρὴ φίλεριν. (ῃ. 438) Τὸ δέ «μή με χαλεποῖσινὀνείδεσι θυμὸν ἔνιπτε» παραίτησίς ἐστι τοῦ μὴ ὀνειδίζεσθαι. (ῃ. 447 ς.) Ὅτισώφρονος γαμικῆς ὁμιλίας φραστικὸν τὸ «ἔφη δὴ καὶ ἄρχε λέχοσδε κιών, ἅμαδ' εἵπετ' ἄκοιτις· τὼ μὲν ἂρ ἐν τρητοῖσι κατεύνασθεν λεχέεσσιν». [ἃ διαστέλλειπάντως ὁ ποιητὴς τῶν χαμαὶ στειπτῶν φυλλάδων, ἃς οἶδεν ὁ Σοφοκλῆς, καὶτῶν λοιπῶν δὲ τοιούτων στιβάδων, αἷς ἡ ἐτυμολογία ἐκ τοῦ ἔστιβον δευτέρουἀορίστου. ἐκεῖναι γὰρ λέχη μέν εἰσιν, οὐ τρητὰ δὲ κατὰ τὰς κλίνας καὶ τοὺς κλισμούς, ταὐτὸν δ' εἰπεῖν, κατὰ τὰ ἀνάκλιντρα.] (ῃ. 449) Ὅτι θῆρα κατ' ἐξοχὴνἐνταῦθα λέγει τὸν λέοντα ἐν τῷ «ἀν' ὅμιλον ἐφοίτα θηρὶ ἐοικώς». συντομωτάτηδὲ ἐπίτηδες καὶ ἀνεπεξέργαστος καὶ αὕτη παραβολὴ συντροχάζοντος οἷον τοῦποιητικοῦ λόγου τῷ Μενελάῳ ἰχνηλατοῦντι τὸν φυγάδα Πάριν καὶ σπεύδοντι. (ῃ. 449– 54) Ἰστέον δέ, ὅτι κακοῦ τινος ἀνδρὸς κρυπτομένου καὶ ἐν τῷ ψηλαφᾶσθαι μὴ εὑρισκομένου, ὃ δὴ νῦν ἐπὶ Ἀλεξάνδρου γίνεται, καλὸν εἰπεῖν τὸ «ὁδεῖνα ἀν' ὅμιλον ἐφοίτα, εἴ που ἐσαθρήσειε τὸν δεῖνα, ἀλλ' οὔτις δύνατο δεῖξαιτότε· οὐ γὰρ φιλότητί γ' ἐκεύθανον, εἴ τις ἴδοιτο· ἶσον γάρ σφιν πᾶσιν ἀπήχθετοκηρὶ μελαίνῃ», τουτέστιν ἐμισεῖτο ἴσα καὶ θανάτῳ. ἔνθα ὅρα καινὸν πρᾶγμα. ὁ μὲν γὰρ Πάρις μισεῖται, Ἑλένη δέ, δι' ἣν ἐκεῖνος ἐμισεῖτο, συγγνωμονεῖται. οὕτως ἦν αὐτὴ καλὴ καὶ τοῦτο ἦν τὸ ἐκπάγλως αὐτὴν ὑπ' Ἀφροδίτηςφιλεῖσθαι. ἴσως δὲ καὶ κολακικῶς αὐτὴ καθομιλοῦσα τοὺς καιροὺς ἐδημαγώγειτοὺς πολλούς. ὅρα δὲ τὸ κηρί παρισούμενον μὲν πρὸς τὸ θηρί, λανθάνον δὲ διὰ τὸμὴ ἐγγὺς κεῖσθαι, ἀλλὰ μετὰ στίχους τέσσαρας. καὶ εἶχε μὲν ὁ ποιητὴς παραθεῖναι ἄμφω κάλλους χάριν, ὤκνησε δὲ διὰ τὸ μὴ καίριον. (ῃ. 453) Τοῦ δὲἐκεύθανον ἡ ἐκ τοῦ κεύθω παραγωγὴ λόγῳ μὲν πεζῷ ἀσυντελής, δακτυλικῷ δὲμέτρῳ χρηστή. (ῃ. 456) Ὅτι Ὁμήρου καὶ νῦν εἰπόντος «Τρῶες καὶ Δάρδανοι» φασὶν οἱ παλαιοὶ εἰς δύο διῃρῆσθαι τὴν τῶν Τρώων ἀρχὴν ἀπὸ Ἀσσαράκου καὶἼλου ἀνέκαθεν, ὕστερον δὲ κληθῆναι τὸ μέν τι μέρος ἀπὸ τοῦ Δαρδάνου, τὸ δ' ἐκ τοῦ Τρωός. ὅτι δὲ οἱ Δάρδανοι καὶ Δαρδάνιοι τετρασυλλάβως λέγονται κατὰτὴν κίνησιν τοῦ Αἰτωλός Αἰτώλιος, ὀρθός ὄρθιος καὶ τῶν ὁμοίων, καὶ ἐν τοῖςἑξῆς που δηλωθήσεται. (ῃ. 457– 60) Ὅτι Ἀγαμέμνων ἀφανοῦς γενομένου, ὡς ἐρρέθη, τοῦ Πάριδος «νίκη μὲν δή», φησί, «φαίνεται ἀρηϊφίλου Μενελάου, ὑμεῖς δ' Ἀργείην Ἑλένην καὶ κτήμαθ' ἅμ' αὐτῇ ἔκδοτε καὶ τιμήν», ὅ ἐστι ποινήν, «ἀποτινέμεν, ἥν τιν' ἐπέοικεν», ὡς τῷ Ἀλεξάνδρῳ ἤρεσε, καθὰ καὶπρογέγραπται. καὶ ἔδει μὲν ἐπὶ τούτοις τοὺς περὶ Ἀλέξανδρον ἀντιθήσειντὰ αὐτοῦ τοῦ Ἀγαμέμνονος ῥητὰ εἰπόντος· «εἰ μέν κεν Μενέλαον Ἀλέξανδρος καταπέφνῃ» καὶ τὰ ἑξῆς, καὶ οὕτω γενέσθαι ἀντινομίας δίκην, ὡς προδεδήλωται. ἀλλ' ὁ Πάνδαρος φθάσας τοξεῦσαι τὸν Μενέλαον, ὡς μετ' ὀλίγα φανεῖται, συγχέει τὰ πράγματα οὕτω τοῦ Ὁμήρου διασκευάσαντος, ἵνα μή, ἐν οἷς οὐ δέονἐστί, δικανικὰ παρενείρῃ καὶ ἀνειμένην τὴν ποίησιν ἀπεργάσηται καὶ χαλάσῃτὸ σύντονον. (ῃ. 457) [Ἔστι δὲ τὸ φαίνεται οὐ διστακτικόν, ὡς ἀντὶ τοῦ ἔοικεν, ἀλλὰ μάλιστα βεβαίωσιν δηλοῖ, εἰλημμένον ἀντὶ τοῦ φανερόν ἐστι καὶ ἐκφανές. τοιοῦτον καὶ ἐν Ὀδυσσείᾳ τὸ «τὰ ὑμέτερα ἀεικέα ἔργα φαίνεται».] (ῃ. 458) Σημείωσαι δέ, ὅτι τὸν μὲν Μενέλαον πολλάκις ἀρηΐφιλον εἶπεν ὁ ποιητὴς διά τε τοῦἝκτορος καὶ τοῦ Πριάμου καὶ ἄλλων, τὸν δὲ Ἀλέξανδρον οὐδαμοῦ, ἀλλὰ μόνον θεοειδῆ, τὴν δὲ Ἑλένην Ἀργείαν λέγει, ὡς εἴ τις εἴπῃ Πελοποννησίαν. Ἄργος γὰρ καὶ ἡ ὅλη Πελοπόννησος, ὡς πολλαχοῦ δεδήλωται. οὕτω δὲ καὶ τὴνἭραν ἐν τοῖς ἑξῆς λέγει. (ῃ. 459) Τὸ δὲ ἔκδοτε ταὐτόν ἐστι τῷ ἀπόδοτε, ἤγουνχρεωστικῶς δότε. τοιοῦτον γὰρ κυρίως τὸ ἀποδοῦναι. ὅρα δὲ καί, ὡς τὸἀποτινέμεν ἐπενεχθὲν μετὰ πληθυντικόν, τὸ ἀπόδοτε, δείκνυσι φανερῶςταὐτίζεσθαί ποτε τοῖς προστακτικοῖς τὰ ἀπαρέμφατα. τὸ γὰρ ἀποτινέμεν ταὐτόνἐστι τῷ ἀποτίνετε. τοῦτο δὲ καὶ τρόπος ἐτυμολογίας ἐστίν, ὡς καὶ προεδηλώθη. ἀπὸ γὰρ τοῦ τίνειν ἡ ῥηθεῖσα τιμὴ γίνεται. ΕΚ ΤΩΝ ΤΗΣ ΔΕΛΤΑ ΡΑΨΩΙΔΙΑΣ Ὅτι ἔμμετρος ἐπιγραφὴ τοῦ γράμματος τούτου αὕτη· Δέλτα· θεῶν ἀγορή, ὅρκων χύσις, Ἄρεος ἀρχή. κοινὴ δὲ ἥδε· ὁρκίων σύγχυσις καὶ ἐπιπώλησιςἈγαμέμνονος. οἱ δὲ Σχολιασταὶ πολλαχοῦ μέμνηνται καὶ χωρίς τινος προσθήκης τῆς ἐπιπωλήσεως, οἷον «ὅτι φησὶν ὁ ποιητὴς ἐν τῇ Ἐπιπωλήσει», ἤγουνἐν τῇ δʹ ῥαψῳδίᾳ. ἐκτείνουσι δὲ καὶ τὸ ˉπˉω τῆς λέξεως ταύτης Ὁμηρικώτερον. ἐπιπώλησις δὲ καλεῖται ἡ δʹ ῥαψῳδίᾳ, διότι ἐν αὐτῇ ἐπιπωλεῖται στίχαςἀνδρῶν ὁ βασιλεύς. (ῃ. 1– 4) Ὅτι θεῖόν τι πρᾶγμα τὴν βουλὴν καὶ τὴν δημηγορίανὑποδεῖξαι θέλων ὁ ποιητὴς οὐ μόνον ἀνθρώπους βουλευομένους καὶ δημηγοροῦντας ποιεῖ, ἀλλὰ καὶ θεοὺς πολλαχοῦ πολιτικώτερον, ὡς καὶ ἐνταῦθα, καί πωςμῖγμά τι βασιλείας καὶ δημοκρατίας ἡ ἐν θεοῖς ἀρχὴ φαίνεται, ὡς παρὰ Ἕλλησι. Τὸ μὲν γάρ· «ἡμεῖς δὲ φραζώμεθα» καὶ τὸ «παρὰ Διῒ καθήμενοι ἠγορόωντο» δημοκρατίας ἔργα, τὸ δὲ αὐτὸν τὸν Δία ποιεῖν, ἃ βούλεται ἀπάνευθεν ἄλλων, τοῦτοοὐκέτι δημοκρατίας ἐστί. καὶ ἑτέρως δὲ εἰπεῖν, ἐπεὶ ἀνθρωποπαθεῖς οἱ τῆςποιήσεως θεοί, πλάττει καὶ αὐτοὺς οὐδέν τι τῶν μεγάλων πράττοντας δίχα τοῦβουλεύσασθαι, ποτὲ μὲν ἐν ἀδείᾳ, ποτὲ δὲ καὶ ἐν συμποσίῳ, κατ' ἔθος καὶ τοῦτοπαλαιόν τε καὶ σοφόν. ὡς καὶ ἐνταῦθα οἱ θεοί «πὰρ Ζηνὶ καθήμενοι», ὅ ἐστιπάρεδροι ὄντες τῷ Διΐ, «ἠγορόωντο χρυσέῳ ἐν δαπέδῳ, μετὰ δέ σφισι πότνιαἭβη νέκταρ ἐῳνοχόει· τοὶ δὲ χρυσέοις δεπάεσσιν ἀλλήλους δειδέχατο», βουλευόμενοι καὶ περὶ Τροίας. καὶ ἄλλως δὲ εἴωθεν ὁ ποιητὴς τὰ κατὰ πεπρωμένοντέλος γινόμενα εἰς βουλὴν Διὸς ἀνάγειν, ὅ ἐστιν εἰς τὸ τῆς εἱμαρμένης κῦρος. καὶἐνταῦθα οὖν τὴν τῶν ὅρκων σύγχυσιν καὶ τὴν τοῦ πολέμου αὖθις σύμμιξιν εἰςεἱμαρμένην ἀνάγων ποιεῖ τὸν Δία σὺν τοῖς θεοῖς βουλευόμενον τὰ ποιητέα. (ῃ. 1) Ἰστέον δέ, ὅτι κατὰ τὴν ἀλληγορίαν θεοὶ καὶ ἐνταῦθα οἱ ἀστέρες, ἢ ἁπλῶςἢ μόνοι οἱ πλάνητες, παρὰ τὸ θέειν. (ῃ. 2) Ἥβη δὲ αὐτοῖς οἰνοχοεῖ, ἀναθυμίασιςδηλαδὴ ἀκατάπαυστος καὶ ἀεὶ νεάζουσα. πόσις γὰρ οἷον ἄστρων αὕτη κατὰ Ἕλληνας, οἳ καὶ παρεδρεύουσι τῷ Διΐ, τουτέστι τῇ εἱμαρμένῃ, ὡς εἴρηται. κατὰ γὰρποιάν, φασί, τῶν ἄστρων διάθεσιν τὰ τῆς εἱμαρμένης συντελεῖται ἑδραίως καὶἀσφαλῶς. διὸ καὶ καθῆσθαι παρὰ τῷ Διῒ λέγονται, καίτοι ἄλλως παρὰ τὸ θέεινθεοί ἐτυμολογούμενοι. ὁ τοιοῦτος δὴ Ζεὺς καὶ ὁ περὶ αὐτὸν τοιοῦτος ἀθροισμὸςκαὶ τῇ Τροίᾳ τὴν ἐκ παραβάσεως ὅρκων ἐπιπλέκουσιν ἢ ἐπικλώθουσιν ἅλωσιν, ἔτι δὲ καὶ ἄλλως εἰπεῖν, διὰ τῆς μονομαχίας ὁ πόλεμος διακέκοπται καὶ οἱ μὲνλαοὶ ἀμφοτέρωθεν ἄοπλοι κάθηνται, νενίκηται δὲ Ἀλέξανδρος καὶ ἡ νίκη τοῦ Μενελάου ἐστίν, ὡς καὶ ὁ Ζεὺς ἐπικρινεῖ, καὶ ἀνάγκη λοιπὸν ἢ ἐκδοθῆναι τὴνἙλένην, ὡς νενικημένου τοῦ Πάριδος, ἢ δίκην συστῆναι, ὡς μὴ καὶ πεφονευμένου αὐτοῦ. ἐπεὶ δὲ οὐ δυνατὸν πλασθῆναι γενέσθαι ταῦτα διὰ πολλοὺς λόγους, βουλεύεται ὁ ποιητής, πῶς ἂν εὐμηχάνως αὖθις συνάψῃ τὸ τῆς μάχης διασπασθὲνκαὶ τοῦ εἰς νοῦν ἐκλαμβανομένου Διὸς πολλὰ ἐν τῷ ποιητῇ σκοπήσαντος, οὐδὲν αὐτῷ εὕρηται πιθανώτερον ἄλλο καὶ εὐπλαστότερον ἢ τὸ συγχεθῆναι τοὺςὅρκους παρά τινος τῶν Τρώων. ἐπεὶ δὲ πάντες ἐμίσουν τὸν Ἀλέξανδρον ἶσα κηρὶμελαίνῃ, ὡς προείρηται, ἐπιλέγεται εἰς τοῦτο τὸν κατάρατον Πάνδαρον. καὶτοίνυν τοῦ Ἀγαμέμνονος ἀξιώσαντος δίκαια, οἱ μὲν ἄλλοι πάντες μέλλουσιν, ἀντειπεῖν οὐκ ἔχοντες, Πάνδαρος δὲ βάλλει λάθρᾳ τὸν Μενέλαον καὶ ἐπ' αὐτῷπροεξανίστανται τῶν Ἑλλήνων οἱ Τρῶες νομίσαντες, ὡς εἰκός, βασιλικὸν εἶναιτοῦτο βούλημα, καὶ οὕτω συνάγονται πιθανῶς εἰς πόλεμον τὰ στρατεύματα. καὶ ἐπ' ἀληθείᾳ μὲν ὁ ποιητὴς ἐν ἑαυτῷ κατὰ Δία νοῦν ἐβουλεύσατο, πῶς ἂνδιασπάσας ἤδη τῇ μονομαχίᾳ τὴν μάχην αὖθις συναγάγῃ αὐτὴν καὶ πόλεμονκακὸν ἐγείρῃ καὶ φύλοπιν αἰνήν, διὰ δὲ τὸ σεμνότερον καὶ ὑψηλότερον πιθανότερόν τε καὶ εὐπλαστότερον εἰς θεοὺς ἀνάγει τὸ βούλευμα, οἱονεὶ λέγων, ὅτι οὐδὲνἐκώλυε διὰ τῆς μονομαχίας ταύτης λυθῆναι τὴν μάχην καὶ φιλότητα ἐνἀμφοτέροις γενέσθαι, εἰ μὴ ἄνωθεν κεκώλυτο βουλευσαμένων θεῶν, ἢ τῶνμυθικῶν ἢ τῶν τῆς ἀλληγορίας, ὡς εἴρηται. (ῃ. 1) Ὁ δὲ Ζήν ἢ ῥηματικῶς ἔχει, ὡς ἀπὸ τοῦ ζῶ, ἢ ἐκ τοῦ Ζεύς παρωνόμασται. ἐν οἷς ὅρα, ὅτι, ἐπεὶ μήτε ἀπὸ τοῦ Ζήν Ζηνός προῆλθε πατρωνυμικὸν Ζηνίδης, μήτε ἀπὸ τοῦ Ζεύς Ζείδης κατὰἀναλογίαν ὁμοίως τῷ Ἀζεύς Ἀζείδης, ὃ ἐν τῇ Βοιωτίᾳ κεῖται, ὠκνήθη καὶ ἐκ τῆς Διός γενικῆς γενέσθαι Διΐδης, τύπῳ δὲ γέγονε τοπικῷ ἐκ τοῦ Διός ὁ Δῖος, ἵνα εἴη, ὡς Χίϊος Χῖος, ὁ ἀπὸ Χίου, οὕτω καὶ Δίϊος Δῖος, ὁ ἀπὸ Διός, ὡς εἴ τιςεἴποι ἀπ' αἰθέρος ἢ οὐρανοῦ. ἔχει δὲ ἄλλως καὶ πατρωνυμίας χαρακτῆρα τὸ Δίϊος Δῖος κατὰ τὸ Τελαμώνιος Αἴας. ὅτι δέ, ὥσπερ Ζεύς Διός, παρὰ τὸ ζῶἢ παρὰ τὸ δεύω, ἔτι δὲ καὶ Ζήν Ζηνός, ὁμοίως δὲ καὶ Ζάν Ζανός κατὰ τὸ» βροντάτω μέγας Ζάν», οὕτω καὶ Ζάς ὁ αὐτὸς κατὰ τὴν αὐτὴν ἐτυμολογίαν, δηλοῦσιν οἱ παλαιοί. ὡς δὲ καὶ ὀξύνεται ὁ Ζάς καὶ τὸ ˉνˉτ ἔχει ἐν τῇ γενικῇ, δῆλονἐκ τοῦ παραδόντος, ὅτι, καθὰ Πράς Πράντος, ὄνομα ποταμοῦ καὶ πόλεως, καὶ Φθάς Φθάντος κύριον παροξυνόμενον μετοχικῶς ἐν τῇ γενικῇ κατὰ τὸ φάςφάντος, οὕτω καὶ Ζάς Ζάντος, ὃ σημαίνει τὸν Δία. (ῃ. 4) Τὸ δὲ δειδέχατο, ἤγουν ἐδεξιοῦντο, ῥῆμα σύνηθες Ἰωνικόν, τὴν παρὰ τοῖς ὕστερον πρόποσινδηλοῖ. προπίνουσι γὰρ ἀλλήλοις κατὰ τὸ καὶ παρὰ Ῥωμαίοις ἔθος οἱ ἀλλήλουςδεπάεσσι δεξιούμενοι. (ῃ. 3) Σημείωσαι δέ, ὅτι σεμνύνει τὸν χρυσὸν Ὅμηρος, οἷς καὶ εἰς οὐρανὸν αὐτὸν ἀνάγει, καὶ τὸν ἐν ἄλλοις πολύχαλκον διὰ τὸ στερεὸνὧδε πολύχρυσον πλάττει διὰ τὸ καλόν, τό τε δάπεδον τοῖς θεοῖς ἀπὸχρυσοῦ στρωννύων καὶ χρυσέοις αὐτοὺς λέγων πίνειν δεπάεσσιν. ἀλληγορικῶςμέντοι διὰ τοῦ χρυσέου μὲν δαπέδου τὸ ἀνέφελον δηλοῦται τοῦ ἄνω τόπου, ὡςἐν Ὀδυσσείᾳ μάλιστα φαίνεται, διὰ δὲ τῶν χρυσέων ποτηρίων ὁ ἥλιος ἐμφαίνεται, ὃς τὰς ὑγρότητας ἀνάγει, δι' ὧν τὸ ἐκεῖ συμπόσιον τοῖς ἀλληγορουμένοις θεοῖςγίνεται. δι' οὗ καὶ ὁ ἄπονος βίος δηλοῦται τῶν μυθικῶν θεῶν καὶ ἀκάματος καὶἄφροντις, ἃ τοῖς περὶ γῆν οὔκ εἰσι. Τὸ δὲ χρυσοῖς δεπάεσσι δεξιοῦσθαι τοὺς θεοὺςἀλλήλους τὰς συμπαθείας τῶν ἀστέρων δηλοῖ καὶ τὴν εἰς ἓν ἔστιν ὅτε σύμπνοιανκαὶ οἷον δεξίωσιν, δι' ἧς δοκοῦσι τὰ περὶ γῆν κατεργάζεσθαι. (ῃ. 2) Ἰστέον δέ, ὅτι καὶ ὁ παρ' Εὐριπίδῃ Ζηνὸς πολύχρυσος οἶκος ἐκ τοῦ Ὁμηρικοῦ χρυσέουδαπέδου εἴληπται. ἔστι δὲ δάπεδον μὲν τόπος ἐγγὺς οἰκημάτων, αὐτὸς μὴ ἔχωνοἰκήματα, ἢ τόπος ἐν πόλει ψιλὸς οἰκημάτων, ὡς δηλοῖ παρά τινι καὶ τὸ» περιφέρων τὴν ἀσπίδα, ἐπίχαλκον οὖσαν, προσίσχε τῷ δαπέδῳ ἐντὸς τοῦτείχους», ἢ χωρίον ὁμαλὸν εἰς διατριβὴν ἀνεθέν, ὅπερ ἐν Ὀδυσσείᾳ καὶ τυκτὸνλέγει δάπεδον, ἐν ᾧ οἱ μνηστῆρες γυμνάζονται. δύναται δὲ κἀνταῦθα, ὥς που καὶκατὰ Ὀδύσσειαν, τὸ ἐντὸς οἰκίας ἐμβαδὸν δάπεδον λέγεσθαι, ὡς μὴ μόνοναἴθριον, ἀλλὰ καὶ ὑπωρόφιον εἶναι δάπεδον. γίνεται δὲ παρὰ τὸ δᾶ, ὃ δηλοῖ Δωρικῶς τὴν γῆν, καὶ τὸ πέδον. γήπεδον μέντοι τὸ ἐν πόλει προκείμενονοἰκίας οἷον κηπίδιον. οἰκόπεδον δὲ οἰκίας καταρριφείσης ἔδαφος, ὅπερ κοινότερονκαὶ ἐρείπιον οἱ ὕστερόν φασιν. Ἰστέον δέ, ὅτι, ὥσπερ ἰσοδύναμοι λέξεις τὸ δᾶκαὶ τὸ πέδον καὶ τὸ γῆ καὶ πέδον, οἷον «ὄμνυ πέδον γῆς» παρὰ Σοφοκλεῖ, ἀπετέλεσαν τὸ δάπεδον καὶ τὸ γήπεδον, οὕτω καὶ ἐπ' ἄλλων γίνεται ὁμοιοσήμων λέξεων. τὸ γοῦν ὄρω καὶ τὸ θύνω συνελθόντα τὸ ὀροθύνω συνέθηκαν, ὃδηλοῖ τὸ διεγείρω, καὶ τὸ στρέφειν καὶ δινεῖν τὸ στρεφεδίνηθεν, καὶ τὸ καίειν καὶπυροῦν τὸ καπυρόν, καὶ ἡ ἔρα καὶ γῆ τὸ ἔργον τὸ ἐπὶ γεωργίας, καὶ τὸ ἠλεόν καὶμάταιον παρὰ Ὀππιανῷ τὸ ἠλέματον. ὁμοίως δὲ καὶ ἐκ τοῦ φιλεῖν καὶ τοῦἥδεσθαι τὸ φιληδεῖν γίνεται· καὶ ἐκ τοῦ πόπος καὶ ἄναξ, θείων λέξεων, ὡςπροδεδήλωται, πόπανον τὸ θεῷ ἄνακτι καθοσιούμενον, ὡς ἐμφαίνει καὶ ὁ Κωμικός, καὶ ἐκ τοῦ κάσις καὶ γνωτός ὁ κασίγνητος τροπῇ τοῦ μακροῦ εἰςμακρόν· καὶ ἐκ τοῦ πρᾷος καὶ εὐμενής ὁ ἐν τῇ τραγῳδίᾳ πρευμενής· καὶ ἐκ τοῦἀπάγειν καὶ ἀπελαύνειν τὸ ψιλούμενον ἀγηλατεῖν· καὶ ἐκ τοῦ χύω καὶ χέω κατὰτοὺς παλαιοὺς ὁ κυκεών· καὶ ἐκ τοῦ θροῦς καὶ βοή ὁ θόρυβος· καὶ ἐκ τοῦμόρος καὶ φόνος ὁ ἐν τῇ ωʹ ῥαψῳδίᾳ μόρφνος αἰετός· καὶ ἐκ τοῦ χρέος καὶ ὀφειλήὁ χρεωφειλέτης· καὶ ἐκ τοῦ πτίσσειν καὶ αἰνεῖν, ταὐτοδυνάμων λέξεων, ὥς φησι Παυσανίας ἐν τῷ αὐτοῦ Λεξικῷ, ἡ πτισσάνη· καὶ ἐκ τοῦ ἄττειν καὶ ἅλλεσθαικατά τινας τὸ ἀττάλλειν· καὶ ἐκ τοῦ θορεῖν καὶ ἀΐσσειν ὁ Θράϊξ· καὶ ἐκ τοῦκαίειν καὶ δαίειν Κανδάων, ὁ Ἄρης, διὰ τὴν καυστειρὰν μάχην τὴν καὶ δηΐδα· καὶ ἐκ τοῦ φονεύειν καὶ κτείνειν τὸ φονοκτονεῖν· καὶ ἐκ τοῦ δονεῖν καὶ πάλλειν τὸδνοπαλίζειν· καὶ ἐκ τοῦ ἱκέσθαι καὶ θύειν ὁ ἰχθύς· καὶ ἐκ τοῦ ἄρχειν καὶἡγεῖσθαι ὁ ἀρχηγός· καὶ ἀπὸ τοῦ χέειν, ῥέειν, νάειν, ὁ χρόνος· καὶ ἐκ τοῦ νάεινκαὶ ῥέειν ὁ Νηρεύς· καὶ ἐκ τοῦ σύεσθαι, ἤγουν ὁρμᾶν, καὶ τοῦ κίειν ἡ συκῆ· [ἐκ τῶν αὐτῶν δὲ κατὰ τοὺς παλαιοὺς καὶ ὁ σικυός κατὰ μετάθεσιν ἢ τροπὴνδιχρόνων. οὕτω δὲ καὶ ἐκ τοῦ θῶ, τὸ τίθημι, καὶ τοῦ θῶ, τὸ θηλάζω, τήθη ἡἐντιθεῖσα ἔνθεσιν, ἤγουν τροφήν, τῷ θηλάζοντι βρέφει· καὶ ἀπὸ τοῦ τείρω καὶἔδω τερηδών, ζωΰφιον ἐμφυόμενον ὀστοῖς καὶ ξύλοις καὶ ὅσοις τοιούτοιςκραύροις ἐμφύονται σώμασι τοιαῦτα θηρίδια, ὧν εἶδος καὶ οἱ ἐν Ὀδυσσείᾳἶπες.] Ἔτι ὁμοίως καὶ ἐκ τοῦ ἐναίρειν καὶ κτείνειν ἐναροκτάντας ὁ θάνατος. τοιοῦτον δὲ καὶ ἡ Ὁμηρικὴ Ἁλοσύδνη καὶ ἡ τοῦ Καλλιμάχου Ὑδατοσύδνη· ὀνόματα δὲ ταῦτα Νηρηΐδων. [οὐκ ἀπέοικε δὲ τῶν τοιούτων οὐδὲ ὁ Ὠραπόλλων, ἀνὴρ λόγιος, οὗ ἡ σύνθεσις ἐκ τοῦ Ὦρος καὶ Ἀπόλλων, ἃ καὶ ἄμφω ἐπίθετά εἰσιΦοίβου. συμφωνεῖ δὲ καὶ τὸ μυθολογεύειν, ὅπερ ἐστὶ μυθεῖσθαι καὶ λέγειν· ἤδηδὲ καὶ τὸ λογολεσχεῖν, λόγος γάρ τις καὶ ἡ λέσχη ἐστι.] Τὴν δὲ τοιαύτηνσύνθεσιν παρεισήγαγεν ὁ ἐκ παραλλήλου σχηματισμός, ὃς ἢ ἐννοίας ὁμοίαςἀλλήλαις ἐπιστοιβάζει, οἷον ὁ μέγας βασιλεὺς ἦλθεν, ὁ τρισμέγιστος ἄναξπαραγέγονεν,– ἄμφω γὰρ τὰ κῶλα ταῦτα ἐκ παραλλήλου τὸ αὐτὸ δηλοῦσινόημα– ἢ λέξεις ἰσοδυνάμους παραλληλίζει, οἷον τυχὸν ἴσως οὕτω γέγονε, καὶλίαν πάνυ ταχέως καὶ ὅσα τοιαῦτα. ἐκ δὲ τῆς τοιαύτης τῶν λέξεων παραθέσεωςἐπενοήθη καὶ ἡ τοῦ ῥηθέντος δαπέδου καὶ τῶν ὁμοίων αὐτῷ σύνθεσις. οἱ δὲθερμότεροι καὶ ταὐτοφώνους λέξεις οὕτω συνέθεντο. τοιοῦτον γὰρ τὸ φιλόφιλοςκαὶ τὸ φαυλεπίφαυλος καὶ εἴ τι ἄλλο οὕτω σύγκειται, ὡς καὶ τὸ πάμπαν ἐπίρρημα. καὶ τοῦτο μὲν οὕτως ἁπλούστερον. ἔστι δὲ καὶ ἄλλως εἰπεῖν τεχνικώτερον, ὅτι αἱ παράλληλοι λέξεις ἢ σύγκεινται ἢ παράκεινται. ἄμφω δὲ ταῦτα ἢ ἐκταὐτότητος γίνεται ἢ ἐξ ὁμοιότητος. οἷον ἐκ ταὐτότητος μὲν παραλληλισμὸςἐν συνθέσει μὲν τὸ πάμπαν, ἐν παραθέσει δὲ τὸ πάνυ πάνυ καὶ πάλαι πάλαι παρὰτῷ Κωμικῷ, καὶ ἔλακεν ἔλακε παρ' Εὐριπίδῃ καὶ ὅσα τοιαῦτα. ἐκ δὲ ὁμοιότητοςλέξεων παραλληλισμὸς ἐν συνθέσει μὲν τὸ γήπεδον καί, ὅσα τοιαῦτα πρὸβραχέων ἐρρέθη, ἐν παραθέσει δὲ τὸ λίαν πάνυ καὶ τυχὸν ἴσως καὶ τὰ ὅμοια. λέγομεν δὲ ἐν ταὐτότητι μὲν τὰ καὶ τῇ φωνῇ καὶ τῷ νοήματι τὰ αὐτά, ἐν ὁμοιότητιδὲ τὰ τῇ προφορᾷ μὲν ἀνόμοια, τῇ σημασίᾳ δὲ ὅμοια, μάλιστα δὲ ταὐτοδύναμα. Σκοπητέον δὲ καί, μήποτε τὸ ἐνταῦθα δάπεδον τοῦ Διὸς ὅμοιόν ἐστι τῷαὐλή, ὅπερ ἐν Ὀδυσσείᾳ φησὶν Ὅμηρος εἰπών· «Ζηνός που τοιήδε γ' Ὀλυμπίουἔνδοθεν αὐλή». (ῃ. 2 ς.) Ἥβη δὲ οἰνοχοεῖν λέγεται νέκταρ τοῖς ἄνω οὐ κατὰ τὸνἐπὶ Ἡφαίστῳ ἐν τῇ αʹ ῥαψῳδίᾳ λόγον, ἀλλὰ διὰ τὸ ἀγήρω καὶ ἀεὶ νεάζονταεἶναι τὰ θεῖα καὶ οἷον ἡβάσκοντα. κύριον δὲ μυθικῶς ὄνομα ἐνταῦθα ἡ Ἥβη, θυγάτηρ Ἥρας Ἡρακλεῖ συνοῦσα. ἑτέρως μέντοι πρὸς ἀλήθειαν, ὡς καὶ ἀλλαχοῦ δηλοῦται, ἀνθρώπου ἡλικίαν ἡ λέξις δηλοῖ, ὅτε τριχοῦνται αὐτῷ τὰ ἐκνέων ἄτριχα. διὸ καὶ ἀπότριχες ἐλέγοντο οἱ ἄνηβοι. [Ἐκ τοῦ ἥδω δέ, ὅ ἐστινεὐφραίνω, ἡ ἥβη· χαρίεσσα γὰρ ἡ τοιαύτη ἡλικία καὶ ἡδεῖα κατὰ τὸ «οὗ περχαριεστάτη ἥβη». ἀφ' ἧς καὶ τὰ ἱστορούμενα ἐνηβητήρια καὶ τὸ ἡβηδὸνἐπίρρημα καὶ τὸ ἡβῶ ἡβήσω, καὶ ἡβάσω δέ, ἐξ οὗ τὸ ἡβάσκω προσλήψει τοῦˉκ, καὶ ἡ ἐν Ὀδυσσείᾳ πρωθήβη καί, ὅσα ἐκεῖ δηλοῦται, καὶ τὸ ἡβυλλιᾶν, τὸ παρὰτῷ Κωμικῷ, καὶ τὸ ἐφήβαιον, οὗ πρόκειται ἥβη ἑτεροία, μέρος αὐτὴ δηλοῦσασώματος.] (ῃ. 3) Ἀττικὸν δὲ τὸ ἐῳνοχόει, ὡς καὶ τὸ ἑώρακε καὶ τὸ ἐωνημένος, ὁ ὠνησάμενος, καὶ ἄλλα μυρία. οἱ δὲ παλαιοὶ καὶ τοιαῦτά τινά φασιν, ὅτι, ὥσπερ ᾦγε καὶ ἀνέῳγεν, οἷον· «τὸν οὐ θεὸς ἄλλος ἀνῷγε» καί· «χήλου δὲ ἀπὸπῶμα ἀνέῳγε» καὶ ἥνδανεν ἑήνδανεν, οἷον· «ἀλλ' οὐκ Ἀτρείδῃ Ἀγαμέμνονι ἥνδανε» καί· «οὐδ' Ἀγαμέμνονι πάμπαν ἑήνδανε» καί· «ὦσα παρέξ» καὶ «ἐπὶστόμα ἔωσεν», οὕτως ἀλλαχοῦ μὲν ᾠνοχόει υἱὸς Μενελάου, νῦν δὲ Ἥβη νέκταρἐῳνοχόει. οὕτως Ἡρωδιανός. Ζηνόδοτος δὲ ἐνῳνοχόει γράφει διὰ προθέσεως. ὅρα δέ, ὅπως, ὡς καὶ ἐν τῇ αʹ ῥαψῳδίᾳ πλατύτερον ἐρρέθη, ἐπὶ νέκταρος οὐκεὐκαίρως εἶπε τὸ οἰνοχοεῖν, ἀλλὰ ἁπλῶς καὶ νῦν ὡς λέξιν συμποσιακήν, ὡς εἴ τιςεἴποι· ἐδίδου νέκταρ πιεῖν οἷά τινα οἶνον. οὐχ' οὕτω δὲ ἄν τις εἴποι καί, ὅτιὕδωρ ἐῳνοχόει. τοῦτο μὲν γὰρ οὐκ ἔχει βοήθειαν, τὸ δὲ Ὁμηρικὸν ἔχει πολλάς. τὸ δὲ νέκταρ πίνεται κατὰ μῦθον, ὥσπερ αὖ πάλιν ἡ ἀμβροσία ἐσθίεται. καὶ ἔστιναὕτη μὲν ἀναβαίνουσα ῥοή, κάτωθεν δηλαδή, ἐκεῖνο δὲ μὴ καταρρέουσα ὑγρότης, ἀλλὰ δαπανωμένη ἄνω, ὑφ' ἧς οἱ ἀστέρες τρεφόμενοι διαγίνονται. ἢ καὶ ἄλλως, νέκταρ καὶ ἀμβροσία αἱ ἐκ γῆς ἀναβαίνουσαι ῥοαὶ ὑγραὶ καὶ αὖθις νέον καταρρέουσαι, ἀφ' ὧν καὶ οἱ ἀστέρες δοκοῦσι τρέφεσθαι. ὃ δὴ καὶ Ὠκεανὸς κύκλῳ ῥέωνὑπὸ τῶν παλαιῶν νενόηται καὶ ὑφ' Ὁμήρου Ὠκεανὸς θεῶν γένεσις λέγεται. Ὅτιδὲ τὸ νέκταρ ἐτυμολογεῖται καὶ παρὰ τὸ νέον ἀεὶ κτέαρ εἶναι, καὶ εἴ τι ἄλλο ἄξιονλόγου, καὶ ἀλλαχοῦ δηλοῦται, ὥσπερ καὶ τὸ θείας εἶναί τινας λέξεις τὸ νέκταρκαὶ τὴν ἀμβροσίαν. διὸ καὶ πολλὰ τῶν καλῶν σωμάτων τε καὶ πραγμάτωνἐκεῖθεν παρωνυμοῦνται. λόγος οὖν ἀμβρόσιος καὶ νὺξ ἀμβροσία καὶ ἀμβρόσιαιχαῖται καὶ ἀμβρόσιον στόμα παρ' Εὐριπίδῃ καὶ νεκτάρεος ἑανός καὶ χιτών καὶοἶνος δέ, κατὰ τὸ «ἀμβροσίης καὶ νέκταρός ἐστιν ἀπορρώξ». Φασὶ δὲ οἱ παλαιοὶπαρθένων ἔργον εἶναι τὸ οἰνοχοεῖν καὶ ἀνδρῶν δὲ νέων, ὧν καὶ τὸ ὑπηρετεῖν. ὅθεν καὶ παῖδες οἱ δοῦλοι καὶ παιδίσκαι διὰ τὸ τῆς παιδικῆς ἡλικίας ὑπηρετητικόν. (ῃ. 6) Ὅτι ὥσπερ ἐκ τοῦ βάλλειν μετὰ τῆς ˉὑˉπˉο προθέσεως γίνεται τὸὑποβλήδην, ὡς ἐν τῇ αʹ ῥαψῳδίᾳ κεῖται, [καὶ μετὰ τῆς ˉἀˉνˉα προθέσεως τὸ «ἀμβλήδην γοόωσα», ὡς ἐκ τοῦ μουσικῶς ἀναβάλλεσθαι κατὰ τὸ «ἀνεβάλλετο καλὸνἀείδειν»,] οὕτω καὶ ἐνταῦθα τὸ παραβλήδην, ὃ δηλοῖ τὸ ἐκ παραβολῆς καὶσυγκριτικῶς. φησὶ γάρ, ὅτι αὐτίκ' ἐπειρᾶτο Ζεὺς ἐρεθιζέμεν Ἥρην κερτομίοιςἐπέεσσι παραβλήδην ἀγορεύων. (ῃ. 7– 12) Ὁ δὲ λόγος τῆς παραβολῆς, ἤγουν συγκρίσεως, ἦν, ὅτι «δοιαὶ μὲν Μενελάῳ ἀρηγόνες εἰσὶ θεάων, Ἥρη τ' Ἀργείη καὶ Ἀλαλκομενηῒς Ἀθήνη· ἀλλ' ἤτοι «ταί», ἤγουν αὗται, ὑμεῖς,» νόσφι καθήμεναι εἰσορόωσαι τέρπεσθον, τῷ δ' αὖτε φιλομειδὴς Ἀφροδίτη», μία δηλαδὴ αὐτῷ ἀρηγὼν οὖσα, «αἰεὶ παρμέμβλωκε καὶ αὐτοῦ κῆρας ἀμύνει. καὶ νῦν ἐξεσάωσεν ὀϊόμενον θανέεσθαι». ἔχει δὲ τὸ κέρτομον ὁ λόγος οὐ μόνον, διότι τὰς δύο συγκρίνει τῇ μιᾷ, ἀλλὰ καί, ὅτι ἐκείνων τῶν δύο ἡ μὲν τοῖςἈργείοις ἐπονομάζεται· Ἀργεία γὰρ λέγεται Ἥρα, διὸ καὶ ἐπικουρεῖν ἐκείνοιςὀφείλει. Ἀθηνᾶ δὲ ἀλκῆς καὶ μένους οὖσα ἐπώνυμος, ὅμως ἀγεννῶς ἐκθηλύνεται. Ἀφροδίτη δέ, ἡ φιλομειδής, κρεῖττόν τι ἔχει ἐκείνων. ὁ δὲ ῥηθεὶς λόγος παρῳδηθεὶς ἔσται ποτὲ χρήσιμος καὶ ἐπί τινος πλείονας μὲν ἔχοντος βοηθούς, χαύνουςδέ. Ὅρα δέ, ὅτι ἡ σύγκρισις οὐκ ἀνδρειοτέραν τῶν δύο τὴν μίαν εἶναι συνάγει· πῶς γὰρ ἐὰν καὶ μόνη ἀλλαχοῦ Ἀθηνᾶ τὴν Ἀφροδίτην ἀχρείαν ἐκφαίνῃ καὶΔιομήδης δὲ συναιρομένης Ἀθηνᾶς βάλλῃ ἐκείνην; ἀλλ' ἡ ἀγωγὴ αὕτη τῆς συγκρίσεως ἐπιμελεστέραν ποιεῖ τῶν δύο τὴν μίαν, εἴπερ αὐταὶ μὲν χωρὶςκάθηνται, ἡ δὲ Ἀφροδίτη τῷ Ἀλεξάνδρῳ ἀεὶ παραμέμβλωκεν, ἤτοι παραμεμέληκε, καὶ διὰ φροντίδος γίνεται ἢ μάλιστα παραμεμόληκε καὶ ἐγγὺςμολεῖ· ἐγγύτητα γὰρ ἡ ˉπˉαˉρˉα πρόθεσις δηλοῖ, ὡς τὸ «οἱ δὲ θεοὶ πὰρ Ζηνὶκαθήμενοι», ἤγουν ἐγγὺς τοῦ Διός. καὶ ἄλλως δὲ σαφέστερον καὶ συντομώτερονεἰπεῖν, ἡ ῥηθεῖσα παραβολή, ἤτοι σύγκρισις, ἐκ τοῦ μείζονος μέν ἐστι, λέγει δὲὡς δύο μὲν αἱ τοῦ Μενελάου, μία δὲ ἡ τοῦ Πάριδος. καὶ αὐταὶ μὲν σεμνῶςὀνομάζονται, ἡ δὲ ἐκ τοῦ μειδιάματος. καὶ ὅμως αὐταὶ μὲν νόσφι κάθηνται τοῦ Μενελάου, ἡ δὲ ἀεὶ παρμέμβλωκε. καὶ αἱ μὲν θέας τέρψιν ποιοῦνται τὴν μάχην, ἡ δὲ ἀμύνει τὰς κῆρας τῷ Πάριδι. (ῃ. 11) Ἰστέον δέ, ὅτι τὸ παρμέμβλωκε τρίασημαίνει, ἓν μὲν τὸ μεμέληκε καὶ φροντίδα ἔχει, καὶ γίνεται ἐκ τοῦ μέλωμελήσω μεμέληκα, καὶ συγκοπῇ μέμληκα, καὶ πλεονασμῷ τοῦ ˉβ διὰ καλλιφωνίανκαὶ τροπῇ τοῦ ˉη εἰς ˉω μέμβλωκα. ἕτερον δὲ τὸ παραμεμόληκεν, ἤγουν παρῆλθεν, ὡς εἴ τις εἴποι, ὅτι παρμέμβλωκεν ἡ ἡμέρα, ἤγουν παρῴχετο. ἡ δὲ χρῆσις ἐνὈδυσσείᾳ καὶ γίνεται ἐκ τοῦ μολῶ μολήσω κατὰ τὸ αὐτὸ κανόνισμα. τρίτον δὲ τὸπαραμεμόληκε, τουτέστιν ἐγγύς ἐστιν, πάρεστιν, ὡς ἐνταῦθα φαίνεται. λέγειοὖν ἀντιθετικῷ σχήματι, ὡς ὑμεῖς μὲν νόσφι κάθησθε, ἡ δὲ ἀεὶ τῷ Ἀλεξάνδρῳπαρμέμβλωκεν, ἤτοι παρακολουθεῖ, ἐγγὺς οὖσα, οὐ νόσφι καθημένη. Σημείωσαιδέ, ὅτι ὁ Ζεὺς μὲν σεμνότερον φράσας ἐνέφηνε τὴν πρὸς τὸν Πάριν σχέσιν τῆςἈφροδίτης, ἡ Ἑλένη δὲ πρὸ τούτου θυμωθεῖσα παραλαλεῖ οὕτω διακεῖσθαι αὐτὴν πρὸς Ἀλέξανδρον, ὡς ἢ ἄλοχον εὐνοοῦσαν ἢ δούλην εὐλαβῶς ὑπείκουσαν. (ῃ. 7) Τὸ δὲ ἀρηγών λέγεται μὲν καὶ ἀρωγός, γίνεται δὲ ἀπὸ τοῦ Ἄρης, ὥσπερὁ βοηθὸς ἀπὸ τῆς βοῆς, ὃ καὶ αὐτὸ τὴν μάχην ἔστιν ὅτε δηλοῖ, καθὰ καὶ ὁ Ἄρης. (ῃ. 8) Ἀλαλκομενηῒς δὲ ὡς γίνεται ἀπὸ τοῦ ἀλαλκεῖν ἤτοι βοηθεῖν διὰ μένος, ἢ ἀπό τινος Ἀλαλκομενέως ἥρωος, ἢ ἀπὸ Ἀλαλκομενίου ὄρους, οἱ Ἐτυμολόγοιφασί. (ῃ. 10) Τὸ δὲ φιλομειδής, ὅπερ Ἡσίοδος ἐκ τῶν τοῦ Κρόνου μηδέωνἐτυμολογεῖ, ὡς Βοιωτικῶς διὰ τῆς ˉεˉι διφθόγγου τὴν παραλήγουσαν γράφεσθαι, διπλάζει τὸ μῦ διὰ μέτρον κατά τινα τῶν ἀντιγράφων, ὡς ἂν οὕτως ἡ τοῦ στίχουλαγαρότης μεστωθῇ πρὸς μέτρον ἄρτιον. (ῃ. 11) Τὸ δὲ αἰεί τὴν παράμονονἐπὶ τῷ Πάριδι φροντίδα τῆς Ἀφροδίτης δηλοῖ. Τὸ δέ «καὶ αὐτοῦ κῆρας ἀμύνει» διασαφητικόν ἐστι τοῦ παρμέμβλωκεν. ἐνθυμητέον δέ, ὅτι ἐκ τοῦ κῆραςἀμύνειν ὁ κηραμύντης ὕστερον συντέθειται, ὁ αὐτὸς ὢν τῷ ἀλεξικάκῳ, ἵνα ὡς ἐκτοῦ ἀμύνειν ἁπλοῦ ὁ Ἀμύντας τὸ κύριον, οὕτως εἴη ἐκ τοῦ κῆρας ἀμύνειν ὁκηραμύντης, ὃν Σοφοκλῆς ἀλεξίμορον εἴποι ἄν. ἡ δὲ τοιαύτη ἀγωγὴ [καὶτὴν παρ' Ἡσιόδῳ ἀλεξιάρην νειὸν καὶ τὴν χειμάμυναν χλαῖναν καὶ τὴν ἀλεξάνεμον, ἤδη δὲ καὶ] τὴν ἐκ τριχῶν μυιοσόβην συνέθετο. (ῃ. 12) Τὸ δὲ ὀϊόμενον ἢἐνεργητικῶς κεῖται ἀντὶ τοῦ νομίζοντα, ἢ παθητικῶς ἀντὶ τοῦ νομιζόμενον. σημείωσαι δέ, ὅπως πάνυ δεξιῶς μεθοδεύει τὴν τῶν ὅρκων σύγχυσιν ὁ ποιητής, οὐκ ἐξ ἐπιταγῆς τοῦ ὁρκίου Διός, ὃς καὶ τῶν ὅρκων ταμίας ἐστίν, ἀλλ' ἐκ τοῦκατὰ τὴν Ἥραν χόλου, ὃν ἐκ τοῦ ῥηθέντος κερτόμου ἐρεθισμοῦ αὐτὴ μετ' ὀλίγαπείσεται. Ἰστέον δὲ καί, ὅτι μεγάλης βοηθείας δηλωτικὸν τὸ «αἰεὶ κῆρας ἀμύνεικαὶ νῦν ἐξεσάωσεν ὀϊόμενον θανέεσθαι». (ῃ. 13) Ὅτι οὐ μόνος Ἀγαμέμνων ἐπεψηφίσατο νίκην, ὡς εἴρηται, τῷ ἀδελφῷ Μενελάῳ, ἀλλ' ἰδοὺ καὶ ὁ Ζεὺςλέγων· «ἀλλ' ἤτοι νίκη μὲν ἀρηϊφίλου Μενελάου». καὶ ὅρα, ὡς ἀρηΐφιλον ὁποιητής, καθὰ προγέγραπται, καὶ διὰ τοῦ Διὸς καλεῖ τὸν Μενέλαον, ὥσπερ καὶδιὰ τοῦ Πριάμου καὶ ἑτέρων. (ῃ. 14– 6) Ὅτι βουλευτοῦ λόγος τὸ «ἡμεῖς δὲφραζώμεθα, ὅπως ἔσται τάδε ἔργα». εἰ δὲ περὶ πολέμου καὶ εἰρήνης ἡ βουλή, οἰκεῖον καὶ τὸ ἐπαγόμενον· «ἢ αὖτις πόλεμόν τε κακὸν καὶ φύλοπιν αἰνὴνὄρσομεν ἢ φιλότητα μετ' ἀμφοτέροισι βάλωμεν». προεκθετικῶς δὲ καὶ σκεπτικῶς ταῦτά φησιν Ὅμηρος μελετῶν τε, ὡς καὶ προερρέθη, πῶς μεταχειρίσεταιτὰ ἑξῆς, καὶ ἅμα προαναφωνῶν τὴν Τρωϊκὴν ἅλωσιν. (ῃ. 20) Ὅτι τὸ «αἳ δ' ἐπέμυξαν Ἀθηναίη τε καὶ Ἥρη» ἀντὶ τοῦ μεμυκόσι χείλεσι ποιὸν ἦχον διὰ τῆς ῥινὸς ἀπετέλεσαν δυσχεραίνουσαι. ἔστι δὲ μύζειν, ὡς καὶ ὁ Κωμικὸς δηλοῖ, τὸ τὴν φωνὴν τοῦ μῦ στοιχείου ἐκφωνεῖν. ἐκ δὲ τοῦ μύζειν καὶ ὁ μυκτὴρλέγεται καὶ ὁ μυγμὸς καὶ τὸ μυχθίζειν παρά τε Αἰσχύλῳ καὶ ἄλλοις. οὕτω δὲκαὶ ἀπὸ τοῦ ῥῶ παρηχεῖται ὁ ῥοῖζος καὶ ἀπὸ τοῦ σίγμα ὁ σιγμός. [Ὅτι δὲἡ τοῦ μύζειν κίνησις καὶ τὴν μύτιν παράγει, ἧς χρῆσις ἐν τῷ Ἀθηναίῳ, ἔτι δὲκαὶ τὴν μύξαν, καὶ ἐν ἄλλοις δηλοῦται, καθὰ καὶ ὅτι μύξα οὐ μόνον περίττωματὸ ζωϊκόν, ἀλλὰ καί τις ἑτεροία, ἡ παρὰ τῷ Ὀππιανῷ γλαγόεσσα, καὶ ἡ τοῦλύχνου δέ, ἣν καὶ μύκητά φαμεν, ἀφ' ἧς καὶ λύχνος δίμυξος παρά τινι Φιλυλλίῳ, ὥς φησιν ὁ αὐτὸς Ἀθήναιος.] (ῃ. 21) Ὅτι σύντομα ὁμοιοτέλευτα ἐν τῷ «πλησίαι ἤσθην, κακὰ δὲ Τρώεσσι μεδέσθην», ἀντὶ τοῦ πλησίαι καθεζέσθην, κακὰ δὲ τοῖς Τρωσὶν ἐβουλευέσθην. καὶ ὅρα τὸ πλησίαι· ἀπὸ ἀρσενικοῦ γὰρ τοῦὁ πλησίος θηλυκὸν ἡ πλησία, οὗ πληθυντικὸν αἱ πλησίαι. (ῃ. 22) Ὅτι ἐν τῷ» ἤτοι Ἀθηναίη ἀκέων ἦν οὐδέ τι εἶπεν» οὐκ ἔστι τὸ ἀκέων ἐπίρρημα ἀντὶ τοῦἡσύχως, ὡς Ἀριστόνικος βούλεται, ὁμοίως τῷ «ἀλλ' ἀκέων δαίνυσθε», ἀλλ' ἀντὶ τοῦ ἀκέουσα εἴρηται Ἀττικῶς. Ἀπολλώνιος γὰρ ἐν τῷ Περὶ μετοχῶν ἀποδείκνυσιν ἐκ τῆς συντάξεως ἀκριβέστατα, ὅτι οὐ δύναται εἶναι ἐπίρρημαμεσότητος. καινὸν οὖν γένος οὐ μόνον ἡ ὑλήεις Ζάκυνθος καὶ ὅσα τοιαῦτα, ἀλλὰκαὶ τὸ «ἀκέων Ἀθηνᾶ». τοιοῦτον κατά τινας καὶ παρὰ τῷ φιλομήρῳ Σοφοκλεῖ τὸ» κρυπτᾷ τ' ἀχέων ἐν ἥβᾳ», ἤγουν ἐν ἀφανεῖ ἀχέουσα ἥβῃ, ἡ Ἠλέκτρα δηλαδή. περὶ δὲ τοῦ ἀκέων δεδήλωται καὶ ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν. Ἔστι δὲ τὸ «οὐδέ τι εἶπε» διασαφητικὸν τοῦ ἀκέων ἦν, ὃ ταὐτόν ἐστι τῷ ἀκήν, τῷ δηλοῦντι μὲν τὸἡσύχως, γινομένῳ δὲ ἀπὸ τοῦ ˉα στερητικοῦ καὶ τοῦ χαίνειν. ὅμοιον δὲ πρὸς τὸ» ἀκέων ἦν οὐδέ τι εἶπε» τὸ «ἀκὴν ἐγένοντο σιωπῇ». ἐνταῦθα δὲ ὅρα καί, ὅτι ἔστιποτὲ σιγᾶν καὶ διὰ θυμὸν πολύν. Ἀθηνᾶ γοῦν σιωπᾷ νῦν σκυζομένη Διῒ πατρί, οὗ πρὸς διασάφησιν ἐπῆκται τὸ «χόλος δέ μιν ἄγριος ᾕρει», ὃς καὶ ἐπέχει τὴνλαλιὰν τῇ Ἀθηνᾷ ἢ κατὰ ἐγκοπὴν ἢ κατὰ εὐλάβειαν. (ῃ. 23 ς.) Σημείωσαι δ' ἐν τούτοις καί τινα καινὴν παρήχησιν τὸ «χόλος δέ μιν ἄγριος ᾕρει· Ἥρῃδ' οὐκ ἔχαδε χόλον στῆθος». παρηχεῖται γάρ πως τὸ ῥῆμα τὸ ᾕρει πρὸς τὸ Ἥρηκύριον ὄνομα. καὶ ζητητέον τὴν ὁμοιότητα ἐν τῇ αʹ ῥαψῳδίᾳ εἰς τὸ ἔδεισαν καὶοὐκ ἔδησαν. Περὶ δὲ τοῦ σκύζεσθαι, [ἀφ' οὗ καὶ τὸ σκυδμαίνειν καὶ τὸ ἐπισκύνιον,] ῥηθήσεταί που ἐν τοῖς ἑξῆς. Τὸ δέ «οὐκ ἔχαδε» δηλοῖ μὲν τὸ οὐκ ἐχώρησε, καὶ γίνεται ἀπὸ τοῦ χῶ, τὸ χωρῶ, ἐξ οὗ καὶ χώρα καὶ χωρίον, ὅθεν παράγωγον τὸ χάζω καθ' ὁμοιότητα τοῦ σχῶ σχάζω, ἐξ οὗ τὸ «γῆρυν ἄφθογγονσχάσας», κλῶ κλάζω, κρῶ κράζω, βῶ βάζω, φῶ φάζω, ῥῶ ῥάζω, ἐξ οὗ ἐνὈδυσσείᾳ τὸ «ῥάσατε δ' ὕδωρ» καὶ «ἐρράδαται τοῖχοι», βρῶ βράζω καὶ τὰὅμοια μονοσύλλαβα. ἢ δὲ κατὰ μέσον παρακείμενον ἀναγνωστέον κέχαδεν ἢ κατὰδεύτερον ἀόριστον ἔχαδε. Θρασεῖα δὲ ἡ Ἥρα καὶ ἐν τοῖς παροῦσιν, εἴπερἈθηνᾶ μὲν ἡσύχως ἔχει πέττουσα τὸν χόλον ζέοντα ἔσω, αὐτὴ δὲ ὑπερεκβλύζειδιὰ τοῦ στόματος, οἷα τοῦ στήθους μὴ στέγοντος, περὶ ὃ ζωπυρούμενος ἀνάπτεται κατὰ καιρὸν ὁ θυμός, καθὰ καὶ ἐν τῷ «τέτλαθι κραδίη» δηλοῦται καὶ ἐν τῷτὸν Ἀχιλλέα διάνδιχα μερμηρίζειν ἐν λασίοις στήθεσι καὶ ἐν ἑτέροις πολλοῖς. ὡςἐπὶ ἀγγείου δέ τινος εἴρηται τὸ «οὐκ ἔχαδε στῆθος χόλον», ἵνα εἴη νοεῖν, ὡς τῇμὲν Ἀθηνᾷ τὸ στῆθος ἔστεγε τὸν χόλον, τῇ δὲ Ἥρᾳ ὑπερεξεχεῖτο, τουτέστιν ἡ μὲν οὐδὲν εἶπεν, ὡς ὁ ποιητὴς ἔφη, ἡ δὲ Ἥρα ἐξελάλησε. (ῃ. 24 ς.) διὸ ἐπάγει·» ἀλλὰ προσηύδα· αἰνότατε Κρονίδη» καὶ ἑξῆς, ὡς καὶ ἐν τῇ αʹ ῥαψῳδίᾳκεῖται. (ῃ. 26– 8) Ὅτι βαρὺ τῇ Ἥρᾳ δοκεῖ, ἐὰν ἀτέλεστον ἱδρῶτα ἱδρώσῃ, κάμοιεν δὲ μάτην αὐτῇ οἱ ἵπποι λαὸν ἀγειρούσῃ κατὰ Πριάμου. τοῦτο δὲμυθικῶς μὲν ἡ Ἥρα ἐποίει πονουμένη ὑπὲρ τῶν Ἀχαιῶν διὰ τὴν κατὰ τοῦΠάριδος μῆνιν. ἄλλως δὲ ἡ βασιλικὴ αὐτὸ ἐξουσία ἐνεργοῦσα ἦν πρεσβευτικῶς, εἰς ἣν ἀλληγορεῖται ἡ Ἥρα, ὡς πολλαχοῦ δηλοῦται. ἰστέον δέ, ὅτι τὸὉμηρικὸν τοῦτο χωρίον παρῳδηθὲν λεχθείη ἂν πρός τινος ἐν κενοῖς κοπιάσαντος, οἷον «πῶς ἐθέλεις ἅλιον θεῖναι πόνον ἠδ' ἀτέλεστον ἱδρῶθ', ὃν ἵδρωσαμόγῳ». εἰ δὲ καὶ πολιτικὸν εἴη τὸ ἔργον, ἁρμόσει ποτὲ καὶ τὸ ἑξῆς «καμέτην δέμοι», ἢ ἔκαμον δέ μοι, «οἱ ἵπποι λαὸν ἀγείροντι». Τὸ δέ «πῶς ἐθέλεις ἅλιονθεῖναι πόνον» καὶ ἑξῆς, μετ' ὀλίγα ἐκ πυσματικοῦ παραινετικῶς σχηματίζωνὍμηρός φησιν· «ἀλλὰ χρὴ καὶ ἐμὸν θέμεναι πόνον οὐκ ἀτέλεστον.» (ῃ. 26) Ἰστέον δὲ καί, ὅτι τοῦ ἅλιον πόνον ἐφερμηνευτικόν ἐστι τὸ ἀτέλεστον ἱδρῶτα. οὐκ ἄδηλον δέ, ὡς ἐπὶ ψόγῳ τῆς ναυτιλίας ἅλιον ἐκ τῆς ἁλὸς τὸ μάταιον εἴρηται, καὶ ὡς τὸ ἀτέλεστον καὶ ἀτελεύτητον λέγεται. αὐτὸ δὲ παρὰ Σοφοκλεῖ καὶ τὸνμὴ τελευτὴν ἐπάγοντα τοῖς ζητουμένοις δηλοῖ ἐν τῷ «ἄτεγκτος κἀτελεύτητοςφανῇ». [Ἰστέον δὲ καί, ὅτι βλασφημίας μόριον παλαιός τίς φησι καὶ τὸ ἅλιος, ῥηθὲν παρὰ τὴν ἅλα, ἧς τὸ ὕδωρ εἰκαῖόν τι ἐδόκει πρὶν ἢ τὰς νῆας ἐφευρεθῆναι.] (ῃ. 27) Ἀττικὸν δὲ συνήθως τὸ «ἱδρῶτα, ὃν ἵδρωσα», ὡς καὶ τὸ «δαίνυ δαῖτα» καὶ τὰ ἄλλα, ἐν οἷς συνεκφωνεῖται τῷ ῥήματι καὶ τὸ ἐξ αὐτοῦ ὄνομα. (ῃ. 29 ετ37 ς.) Ὅτι ἐφ' οἷς τις παραχωρεῖ δυσαρεστούμενος μέν, ἄκων δὲ ὑπενδιδούς, καλῶς ἂν ἐρεῖ τὸ τῆς Ἥρας, ἤγουν τὸ «ἔρδε, ἀτὰρ οὐ πάντες ἐπαινέομεν ἄλλοι». ὁμοίως καὶ τὸ τοῦ Διός· «ἔρξον, ὅπως ἐθέλεις, μὴ τοῦτό γε νεῖκος ὀπίσσω σοὶκαὶ ἐμοὶ μέγ' ἔρισμα μετ' ἀμφοτέροισι γένηται». (ῃ. 29) Ἰστέον δέ, ὅτι τὸ ἔρξονὅπως ἐθέλεις, περιφραστικὴ ἑρμηνεία ἐστὶ τοῦ ἔρδε, ὃ ἐλλιπῶς καὶ ἐν τῇ αʹῥαψῳδίᾳ κεῖται. ταὐτὸν δὲ νεῖκος καὶ ἔρισμα, ὅ ἐστιν ἔρις. Ὅρα δὲ τὸ ἔρδε καὶτὸ ἔρξον διαφόρως ἐξ ἑνὸς θέματος προφερόμενα. προϋποκειμένου γὰρ τοῦῥέζω ῥέξω, εἶτα μεταθέσεως γενομένης, τὸ ἕρζω τροπῇ μὲν συνήθει τοῦ ˉζ εἰς ˉδἔρδω γεγονὸς μένει ἄκλιτον, καθ' αὑτὸ δὲ ὂν διὰ τοῦ ˉξ ἔχει τὸν μέλλονταΔωρικώτερον, ἐξ οὗ τὸ ἔρξον. καὶ ἄλλως δὲ τὸ ἔρξον δύναται ἀπὸ τοῦ ἔργωεἶναι, ἀφ' οὗ τὸ ἔοργα. [Ὅρα δέ, ὅτι πρωτοτύπου μὲν ὄντος τοῦ ῥέζω, ὅπερἐστὶν ἐρρωμένως πράττω, ὡς ἐκ τοῦ ῥῶ μονοσυλλάβου ῥήματος, δευτερεύοντοςδὲ τοῦ ἔρδω, χρῆσις ἐνταῦθα κεῖται ἀμφοῖν, τοῦ μὲν ἐν τῷ κακὰ ῥέζουσι, τοῦ δὲἐν τῷ ἔρδε.] (ῃ. 31 ς.) Ὅτι ὁ ἄγαν τινὶ θυμούμενος ἀκούσοι ἄν ποτε οἰκείως τὸ» δαιμόνιε, τί νύ σε κακὸν ῥέζω, ὅτ' ἀσπερχὲς μενεαίνεις», ἤγουν τί σε κακοποιῶ, ὅτι πάνυ ἐπισπέρχεις, ἤτοι σπεύδεις, εἰς τὸ κατ' ἐμοῦ μένος. Ἥρα δὲ τοῦτο ἀκούει ἐκ Διὸς δαιμονίη προσρηθεῖσα. Ἔστι δὲ ἀσπερχὲς τὸ πολυσπούδαστον, ὃπερισπερχὲς λέγει ὁ Σοφοκλῆς, κατ' ἐπίτασιν καὶ αὐτός. ἁπλοῦν δὲ αὐτοῦ ῥητὸνοὐ τὸ σπερχές, ἀλλὰ τὸ σπερχνόν, ὅμοιον ὂν τῷ τερπνόν καὶ στεγνόν. (ῃ. 34– 6) Ὅτι θυμὸν θέλων ἐνδείξασθαι τῆς Ἥρας πάνυ πολὺν ὁ Ζεὺς φησίν. «εἰ δὲ σύ γε εἰσελθοῦσα πύλας καὶ τείχεα μακρὰ ὠμὸν βεβρώθοις Πρίαμον Πριάμοιό τεπαῖδας ἄλλους τε Τρῶας, τότε κεν τὸν χόλον ἐξακέσαιο». ὁ δὲ λόγος ἁρμόσει ποτὲπαρῳδηθεὶς καὶ ἄλλοις προσώποις πάνυ θυμουμένοις, ὁποῖον καὶ τὸ εὐξάμενονἔφεσιν αὐτῷ ἐγγενέσθαι ἥπατι ἀνθρώπου ἐμφῦναι ὥστε καταφαγεῖν. Σημείωσαιδέ, ὅτι ἀνωτέρω αἰνότατος ὑπὸ Ἥρας ὁ Ζεὺς ὀνειδισθεὶς ἀντισκώπτει ἄρτι αὐτὴνεἰς ἄκραν ἀπήνειαν, δι' ἣν ὠμὸν ἂν φάγοι τὸν Πρίαμον καὶ τοὺς περὶ αὐτόν. (ῃ. 36) Ὅρα δὲ καὶ τὸ «χόλον ἐξακέσαιο». νόσος μὲν γὰρ οἷον τὸ χολοῦσθαι, τὸ δὲ παύσασθαι τοῦ χόλου ἀκέσασθαί ἐστι. (ῃ. 35) Τοῦ δὲ βεβρώθοις τὸ θέμαβεβρώθω, γενόμενον κατὰ ἀναδιπλασιασμὸν ἐκ τοῦ βρῶ, καθὰ ἐκ τοῦ κλῶτὸ κλώθω. (ῃ. 39) Ὅτι τὸ «ἐνὶ φρεσὶ βάλλεο σῇσιν» ἀντὶ τοῦ ἐπιτυχῶς θὲς εἰςνοῦν. δῆλον δέ, ὡς διαφέρει τὸ βαλέσθαι τοῦ βαλεῖν. (ῃ. 39– 54) Ὅτι ἀντιπαραχωροῦσιν ἀλλήλοις βιωτικώτερον θελημάτων τινῶν Ζεύς τε καὶ Ἥρα, ἵνα μὴτὴν συζυγίαν τῇ φιλονεικίᾳ διϊστῶσι. ῥητορικωτάτη δὲ ἡ σκευωρία τοῦ λόγου. ὁ μὲν γὰρ Τροίαν, ἣν μίαν, ὥς φησιν, ἔχει, χαρίζεται, ἡ δὲ ἀντὶ μιᾶς τρεῖς αὐτῷπροΐεται. δοκεῖ δὲ ἐνταῦθα μαντικώτερον παραλαλεῖν ὁ ποιητὴς τὴν τῆς Μυκήνης ἀπώλειαν, ἣν ἐκ τῶν ῥηθεισῶν τριῶν κακῶς παθοῦσαν καὶ Ἀριστοτέλης ἱστόρησε. Φέρεται δὲ ἱστορία καί, ὅτι Περσεὺς μὲν αὐτὰς ἔκτισεν, ἐταπεινώθησαν δὲ μετὰ τὰ Τρωϊκά, ὕστερον δὲ κατεσκάφησαν ὑπὸ Ἀργείων, ὡς μηδὲἴχνος, φασί, Μυκήνης εὑρίσκεσθαι. Ἔχει δ' ὁ τόπος οὗτος καὶ αὔξησιν χαρίτων. Ζεὺς μὲν γὰρ οὐχ' ἁπλῶς πόλιν προϊέσθαι λέγει, ἀλλ' ἣν ἐτίμα πασῶν μάλισταπόλεων τῶν ὑπ' οὐρανόν, προσθεὶς καὶ αἰτίαν τὸ αὐτόθι ἐνδελεχὲς τῶν θυσιῶν. Ἥρα δέ φησι καὶ αὐτή, ὅτι οὐ τῶν τυχόντων ὑπεξίσταμαί σοι, ἀλλὰ τῶνφιλτάτων. Σημείωσαι δέ, ὅτι ψεύδεται ὁ Ζεὺς ἐνταῦθα φανερῶς, νόμῳ ῥητορικῷαὔξων τὴν χάριν. ὅτι γὰρ οὐχ' οὕτως ἐκθύμως τὴν Τροίαν φιλεῖ, δηλοῖ ὁ Ποσειδὼν ἐν τῷ· «ἤδη γὰρ Πριάμου γενεὴν ἤχθηρε Κρονίων». καὶ εἰκότως· ἐπιώρκησαν γάρ. (ῃ. 40– 9) Φράζει δ' ἐν τούτοις ὁ ποιητὴς οὕτω· «ὁππότε κενκαὶ ἐγὼ μεμαὼς πόλιν ἐξαλαπάξαι τὴν ἐθέλω, ὅθι τοι φίλοι ἀνέρες ἐγγεγάασι, μή τι διατρίβειν τὸν ἐμὸν χόλον, ἀλλά μ' ἐᾶσαι· καὶ γὰρ ἐγώ τοι δῶκα ἑκὼνἀέκοντί γε θυμῷ. αἳ γὰρ ὑπ' ἠελίῳ τε καὶ οὐρανῷ ἀστερόεντι ναιετάουσιπόληες ἐπιχθονίων ἀνθρώπων, τάων μοι περὶ κῆρι», τουτέστι τούτων μοιπερισσότερον ἐν τῇ ψυχῇ, «τιέσκετο Ἴλιος ἱρὴ καὶ Πρίαμος καὶ λαὸς ἐϋμελίω Πριάμοιο· οὐ γάρ μοί ποτε θυμὸς ἐδεύετο δαιτὸς ἐίσης», τῆς τῶν θυόντωνδηλαδή, «λοιβῆς τε κνίσσης τε· τὸ γὰρ λάχομεν γέρας ἡμεῖς». καὶ ταῦτα μὲν τὰτοῦ μυθικοῦ Διός. (ῃ. 50– 61) Ἡ δὲ Ἥρα «ἤτοι ἐμοί», φησί, «τρεῖς μὲν πολὺ φίλταταί εἰσι πόληες, Ἄργος τε Σπάρτη τε καὶ εὐρυάγυια Μυκήνη», ὧν ἐκ τοῦἌργους καὶ Ἀργεία λέγεται. «τάων οὔ τι ἐγὼ πρόσθ' ἵσταμαι οὐδὲ μεγαίρω τὰς διαπέρσαι, ὅταν τοι ἀπέχθωνται περὶ κῆρι. εἴ περ γὰρ φθονέω τε καὶ οὐκεἰῶ διαπέρσαι, οὐκ ἀνύω φθονέουσα, ἐπειὴ πολὺ φέρτερός ἐσσι· ἀλλὰ χρὴ καὶἐμὸν θέμεναι πόνον οὐκ ἀτέλεστον· καὶ γὰρ ἐγὼ θεός εἰμι, γένος δέ μοι» καὶ ἑξῆς. (ῃ. 40) Ἰστέον δέ, ὅτι ἐν τοῖς ῥηθεῖσι τὸ μεμαώς ταὐτόν ἐστι τῷ μισῶν περὶκῆρι, οὗ παθητικὸν τὸ ἀπέχθωνται περὶ κῆρι. (ῃ. 41) Τὸ δέ «πόλιν, ὅθι τοιφίλοι ἀνέρες ἐγγεγάασι» περίφρασίς ἐστι τοῦ πόλιν φιλουμένην σοι. (ῃ. 42) Τὸδέ «μή τι διατρίβειν τὸν ἐμὸν χόλον, ἀλλά μ' ἐᾶσαι» θυμούμενός τις εἴποι ἂνπρὸς τὸν οὐ κατὰ καιρὸν μεσιτεύοντα εἰς παῦσιν θυμοῦ. ἔστι δὲ διατρίβειν τὸπαρατείνειν καὶ ὑπερβιβάζειν. οὕτω καὶ ἡ Πηνελόπη διατρίβειν λέγεται τοῖςμνηστῆρσι τὸν γάμον. (ῃ. 43) Τὸ δέ «ἐγώ τοι δῶκα» ἢ ἀπολύτως ἀντὶ τοῦπαρεχώρησα ἢ ἀντὶ τοῦ ἐδωρησάμην σοι πόλιν φίλην μοι, τὴν Τροίαν δηλαδή, ὡς προϊὼν αὐτὸς ἑρμηνεύσει. Τὸ δέ «ἑκὼν ἀέκοντί γε θυμῷ» ἔπεσε μὲν εἰς κοινὴνπαροιμίαν τήν «ἑκὼν ἀέκων τόδε τι πεποίηκα», [δι' ἧς βοηθοῖτ' ἂν καὶ τὸ «ἡγλῶσσ' ὀμώμοχ', ἡ δὲ φρὴν ἀνώμοτος», ὃ δὴ πικρῶς λογιστεύει ὁ Κωμικός.] Πάνυ δὲ ἀκριβῶς ἔχει τὸ Ὁμηρικὸν καὶ οὐ πάσχει ἀντίφασιν, ὡς δῆθεν ἀδύνατον ὂν συνυπάρχειν τὸ ἑκών καὶ τὸ ἀέκοντι θυμῷ. δῆλον γάρ, ὡς πολλάκις μὴπροηγησαμένης προαιρέσεως γίνεταί τι, ὃ πῇ μὲν ἐθέλομεν, πῇ δὲ οὔ. οὕτωκαὶ οἱ τὰ φορτία ἐν κλύδωνι ἀποβάλλοντες πὼς μὲν ἀέκοντες δρῶσι– τῷδέει γὰρ τοῦ κινδύνου.– πὼς δὲ ἑκόντες.– ἵνα γὰρ σωθῶσι.– καὶ ἑκόντεςμὲν ἀποβάλλουσιν, ἄκοντες δὲ ζημιοῦνται. Ἰστέον δέ, ὡς ὁ μὲν ὉμηρικὸςΖεὺς συντόμως τε καὶ ἀσαφῶς τὸ ῥηθὲν ἔφρασεν, ἡ δὲ Ἥρα διασαφεῖ τὸ νόημα εἰποῦσα περὶ τῶν ἑαυτῆς πόλεων, ὅτι τούτων ἐγὼ οὐ προΐσταμαι οὐδὲ μεγαίρω. εἴπερ γάρ, ὡς καὶ προεγράφη, φθονῶ καὶ οὐκ ἐῶ διαπέρσαι, οὐκ ἀνύω φθονέουσα, ἐπεὶ πολὺ φέρτερος εἶ. ἰδοὺ γὰρ καὶ αὐτὴ ἑκοῦσα καὶ ἄκουσα συντίθεταιτῷ τοῦ Διὸς θελήματι. καθὸ μὲν γὰρ οὐ προΐσταται τῶν ἑαυτῆς πόλεων, ἑκοῦσα ἐκχωρεῖ, ἄλλως δὲ ἀέκουσα διὰ τὸ μηδὲν ἀνύειν, ἐὰν καὶ φθονῇ. τοῦτοδὲ καὶ ἄλλοι πάθοιεν ἂν καὶ εἴποιέν ποτε τοῖς αὐτῶν εἴκοντες κρείττοσιν. οἷοςκαὶ Τηλέμαχος, ὃς εἴκει μὲν τοῖς μνηστῆρσι, λέγει δέ· «ἦ τ' ἂν ἀμυναίμην, εἴμοι δύναμίς γε πάρεστι». (ῃ. 44) Τὸ δέ «ὑπὸ ἡλίῳ» ὑφ' ἥλιον ὡς ἐπὶ πολὺ γράφουσιν οἱ μεθ' Ὅμηρον. οὕτω δὲ καὶ τὸ ὑπ' οὐρανῷ ὑπ' οὐρανόν. Ἀττικὴ δὲ ἡ ῥηθεῖσα Ὁμηρικὴ φράσις, ὁμοία τῷ ὑπὸ διδασκάλῳ εἶναι καὶ ὑφ' ἡγεμόνιτάττεσθαι καὶ ὑπὸ σκότῳ πράττεσθαι. Τὸ δέ «καὶ οὐρανῷ ἀστερόεντι» παρέλκεινδοκεῖ ἁπλοϊκῶς οὕτω παραρριφέν, ὡς ἐν βιωτικῇ ὁμιλίᾳ· ἤρκει γὰρ καὶ μόνοντὸ «αἳ ὑπὸ ἡλίῳ εἰσὶ πόλεις». πάντως γὰρ αἱ ὑπὸ ἡλίῳ καὶ ὑπὸ οὐρανῷ εἰσιν. οὕτω δὲ καὶ ἐν τῷ πόληες περιττεύει τὸ «ἐπιχθονίων ἀνθρώπων» καὶ οὐκἀναγκαίως κεῖται. Ἀστερόεις δὲ οὐρανὸς πρὸς διαστολὴν ὁμωνυμίας, ὡςοὐρανοῦ ποτε καὶ τοῦ ἀέρος λεγομένου. (ῃ. 46) Ἴλιος δὲ νῦν ἱερὰ οὐ μόνονπροσηγορικῶς τῷ κοινῷ λόγῳ τῶν πόλεων, ἀλλὰ καὶ διὰ τὰ ἐνταῦθα ἱστορηθένταἐνδελεχῆ θύματα, [ὧν δηλωτικὰ σὺν ἄλλοις καὶ τὰ Ἰλίεια, ἑορτὴ ἐγχώριοςἐπώνυμος τῇ Ἰλίῳ. Τούτων δὲ ἡ παραλήγουσα γραφομένη διὰ τῆς ˉεˉι διφθόγγου, ἀνομοίως τῷ Ὀλύμπια, Πύθια, Ἴσθμια, Διάσια, Διονύσια καὶ τοῖς τοιούτοις, αἰτιολογηθήσεται μὲν καὶ ἐν τοῖς ἑξῆς, ὅπου ἀνακύψει τὸ «Ἤλιδι δίῃ». καὶἄρτι δὲ ῥητέον, ὅτι ἔχει ἀναλογίαν ἐξ ἀφορμῆς πρωτοτύπου ἡ διὰ τῆς ˉεˉι γου γραφὴ τοῦ Ἰλίεια. ὡς γὰρ εὐλόγως ἐκ τοῦ Ἥρα γίνεται προσλήψει τοῦ ἰῶτα τὰ ἐξ αὐτῆς Ἥραια, ἡ ἑορτή, καὶ ἐκ τοῦ Ἀθηνᾶ τὰ Ἀθήναια καὶ ἐκ τοῦἑκατόμβη Δωρικῇ τροπῇ καὶ προσλήψει τοῦ ˉι τὰ Ἑκατόμβαια, ἔτι δὲ ἀναλογώτερον εἰπεῖν, ἐκ τοῦ Ἡρακλῆς Ἡρακλέος τὰ Ἡράκλεια καὶ μᾶλλον ἐκ τοῦ Διομεύς, Ζεύς, Διομέως τὰ Διόμεια, οὕτως ἴσως καὶ ἐκ τοῦ Ἰλιεύς Ἰλιέωςτὰ Ἰλίεια. (ῃ. 48) Ὅτι δὲ αἱ συχναὶ Ἰλιακαὶ θυσίαι ἀναγκαίως ἐπὶ κακοῖςπυκνοῖς προηγουμένοις ἐγίνοντο, δηλοῖ καὶ παροιμία λέγουσα τὸ «ἀεὶ Ἰλίῳ κακά», λεχθεῖσα μὲν ἐπί τινι κακῷ ὑστερογενεῖ, οὐκ ἀπᾴδουσα δὲ οὐδὲ πρὸς τὰ Ὁμηρικά. ἡ δὲ αὐτὴ προγενεστέρα ἐστὶ τοῦ «κακῶν Ἰλιάς», ἢ ἀνάπαλιν, αὕτη πρὸἐκείνης εἴρηται, ὡς τά γε ἄλλα μιᾶς ἐννοίας εἰσὶν ἀμφότεραι.] Ὅτι δὲ θηλυκῶςεἴωθεν Ὅμηρος προφέρειν τὴν Ἴλιον, ἅπαξ που αὐτὴν κατὰ οὐδέτερον γένος εἰπὼν ἐν τῷ «Ἴλιον αἰπὺ ἕλοιεν Ἀθηναίης διὰ βουλάς», δηλοῦται καὶ ἀλλαχοῦ. (ῃ. 47) Τὸ δὲ ἐϋμελίω συνεκόπη ἀπὸ Ἰωνικοῦ τοῦ ἐϋμελίεω, ὡς καὶ τὸ «Βορέωὑπ' ἰωγῇ» ἀπὸ τοῦ Βορέεω, καὶ τὸ Ἑρμείω ἀπὸ τοῦ Ἑρμείεω, καθάπερ εἴρηται καὶ ἐν τῷ «Ἀσίῳ ἐν λειμῶνι». (ῃ. 49) Τὴν δὲ κνίσσαν πολλὰ τῶν ἀκριβῶνἀντιγράφων δι' ἑνὸς ˉσ γράφουσιν ἐκτάσει τῆς παραληγούσης καὶ ἀρέσκεταιοὕτω καὶ Ἡρωδιανός, ὡς καὶ ἀλλαχοῦ δηλοῦται πλατύτερον. Τὸ δέ «τὸ γὰρλάχομεν γέρας ἡμεῖς» σχῆμά ἐστιν Ὁμήρῳ σύνηθες, ὡς δηλοῖ σὺν ἄλλοις καὶτὸ «τὸ γὰρ γέρας ἐστὶ γερόντων» καὶ «τὸ γὰρ γέρας ἐστὶ θανόντων». δικαιοσύνηςδὲ καὶ τῆς κατ' αὐτὴν ἰσότητος δηλωτικὸν τὸ ἐλάχομεν, ὡς πολλαχοῦ φαίνεται. (ῃ. 54) Τὸ δέ «πρόσθεν ἵσταμαι» ὅμοιόν ἐστι τῷ προΐσταμαι. δῆλον γάρ, ὡς ὁπρόσθεν τινὸς ἱστάμενος προΐσταται ἐκείνου. (ῃ. 55) Τὸ δὲ φθονεῖν ταὐτὸν μὲνκατὰ πολυωνυμίαν τῷ μεγαίρειν, σαφέστερον δὲ ἐκείνου. διὸ δὶς ἐνταῦθα τῇτοιαύτῃ λέξει ὁ Ζεὺς ἐχρήσατο. ἔστι δὲ νῦν φθονεῖν τὸ μέμφεσθαι καὶ ἐμποδίζειν, ὡς καὶ ἐν Ὀδυσσείᾳ. Ὅτι δὲ καὶ ἄλλως ἡ ποίησις καὶ οἱ ποιητικώτεροι τῶν Ἱστορικῶν φθονερὸν τὸ θεῖόν φασι φῦλον, δηλοῖ καὶ Ἡρόδοτος, ὃ καὶ ἀλλαχοῦ παρασεσημείωται. Ὅρα δὲ καί, ὅτι τὸ μεγαίρειν ἑρμηνεύων ἐπήγαγεν· «εἴπερ γὰρ φθονέω» καὶ ἑξῆς. Ἰστέον δὲ καί, ὅτι ὁ μὴ δυνάμενος μὲν ἀντιστῆναίτινι δυνατῷ ἐμποδίζοντι, δυσωπῶν δὲ τυχεῖν οὗ θέλει, εὐκαίρως ἂν παρῳδήσαςεἴποι τὸ «οὔ τοι ἐγὼ πρόσθεν ἵσταμαι οὐδὲ μεγαίρω· εἴπερ γὰρ φθονέω, οὐκἀνύω φθονέων, ἐπεὶ πολὺ φέρτερός ἐσσι· ἀλλὰ χρὴ καὶ ἐμὸν θεῖναι λόγον ἢπόνον οὐκ ἀτέλεστον· καὶ γὰρ ἐγὼ τοιόσδε εἰμί». (ῃ. 58– 61) Ὅτι ἀξιοῖἭρα τιμᾶσθαι [οὐ μόνον, ἐπειδὴ θεός ἐστιν, ἀλλὰ καὶ] διὰ τὸ τοῦ αὐτοῦ εἶναιγένους τῷ Διΐ, λέγουσα οὕτω· «γένος δέ μοι ἔνθεν ὅθεν σοί· καί με πρεσβυτάτην», ὅ ἐστι τιμιωτάτην, «τέκετο Κρόνος ἀγκυλομήτης, ἀμφότερον γενεῇ τεκαὶ οὕνεκα σὴ παράκοιτις κέκλημαι, σὺ δὲ πᾶσι μετ' ἀθανάτοισιν ἀνάσσεις», ὡς οἷον συλλογιστικῶς τὸν λόγον τοῦτον περαίνουσα. αὐτὴ γὰρ Διός, ὁ Ζεὺς δὲτίμιος. καὶ αὐτὴ ἄρα τιμία. [Ἰστέον δέ, ὅτι τὸ «γένος δέ μοι ἔνθεν ὅθεν σοι» περίφρασίς ἐστι τοῦ ἀδελφή σοί εἰμι.] (ῃ. 60) Τὸ δὲ ἀμφότερον ὡς ἐπίρρημα καὶ νῦνεἴληπται, καθὰ καὶ ἐν τῷ «ἀμφότερον βασιλεύς τ' ἀγαθὸς καὶ αἰχμητής», ἵναλέγῃ, ὅτι ἀμφοτέρωθεν ἔχω τὸ πρεσβεῖον ὡς καὶ εὐγενὴς καὶ σὴ ἄλοχος. δῆλονδέ, ὡς τὴν ἄκοιτιν ἡ μὲν ποιητικὴ πολυφωνία καὶ ἄλοχον λέγει καὶ ὁμόλεκτρονκαὶ ἀνδρὸς εὔνιδα, ἡ δὲ κοινὴ λαλιὰ σύνευνον. (ῃ. 61) Τὸ δὲ κέκλημαι οὐκἐνδοιασμὸν δηλοῖ, ἀλλ' ἀντὶ τοῦ εἰμί κεῖται, ἵνα λέγῃ, ὡς οὐ ψεύδομαι εἶναισή, ἀλλ' ὑπὸ πάντων οὕτω καλοῦμαι. εἰς δέ γε ἀλληγορίαν πάνυ χρήσιμος ἡλέξις. οὐ γάρ ἐστιν ὁ ἀὴρ αἰθέρος ἄκοιτις, ἀλλὰ καλεῖται τοῦτο ἀλληγορικῶς. (ῃ. 62 ς.) Ὅτι φιλικῆς ἐνδόξων προσώπων ἀντιπαραχωρήσεως τὸ «ἀλλ' ἤτοιμὲν ταῦθ' ὑποείξομεν ἀλλήλοισι, σοὶ μὲν ἐγώ, σὺ δ' ἐμοί· ἐπὶ δ' ἕψονται ἄλλοι». (ῃ. 66) Ὅτι τὸ πειρᾶν ἐνεργητικῶς Ἀττικοὶ ἐπὶ τῆς εἰς γυναῖκα ἐπιχειρήσεως λέγουσιν, οἷον πειρᾷ ὁ δεῖνα τὴν δεῖνα. τὸ δὲ πειρᾶσθαι παθητικὸν ἀντὶ τοῦποιεῖσθαι ἀπόπειραν. Ὅμηρος μέντοι τὸ πειρᾶσθαι πειρᾶν ἐνταῦθά φησινἐνεργητικῶς, εἰδὼς καὶ τὴν παθητικὴν χρῆσιν ἔν τε τῷ «νῦν μὲν πειρᾶται» καὶ ἐν τῷ «εἰ δ' ἄγε μὴν πείρησαι» καὶ ἀλλαχοῦ. καὶ Θουκυδίδης δὲ τῶν τειχῶνἡμῶν πειρᾶν λέγει καὶ «πειραθεὶς ὁ Ἁρμόδιος». χρῆσις δὲ νῦν τοῦ πειρᾶν αὕτη·» πειρᾶν δ', ὥς κεν Τρῶες ὑπερκύδαντας Ἀχαιοὺς ἄρξωσι πρότεροι ὑπὲρ ὅρκιαδηλήσασθαι». προαναφωνητικὴ δὲ αὕτη ἔννοια ἐκτιθεμένη, ὅπως διασκευασθήσεται τὰ ἐφεξῆς ὑπὸ Ἀθηνᾶς, ἣν στελεῖ ὁ Ζεὺς διὰ τὴν Ἥραν ἐπὶ συγχύσει τῶν ὅρκων, τουτέστιν, ἣν ὁ Ὁμηρικὸς νοῦς φρονίμως προβαλεῖται εἰς νότητα τῶν μελλόντων ἱστορηθῆναι. καὶ τοῦτο μὲν οὕτως. Ὁ δὲ τονικὸς κανὼντοῦ ὑπερκύδαντας τοιοῦτός ἐστι παρὰ τοῖς παλαιοῖς· τὰ εἰς ˉδˉαˉς ὑπὲρ δύοσυλλαβὰς ἰσοσυλλάβως κλίνεται, οἷον Τιμαχίδας Τιμαχίδα, Σουΐδας Σουΐδα, Λεωνίδας Λεωνίδα, Χαρμίδας Χαρμίδα, χωρὶς εἰ μὴ ἀπὸ βαρυτόνων ῥημάτωνγίνεται· ἐκεῖνα γὰρ διὰ τοῦ ˉνˉτ περιττοσυλλαβῶς κλίνεται, οἷον οἶδα ῥῆμα, ἐξοὗ Οἴδας Οἴδαντος, μείδω Μείδας Μείδαντος, χαρίζομαι Χαρίδας Χαρίδαντος, φείδομαι Φείδας Φείδαντος. τούτων οὕτως ἐχόντων δοκεῖ καὶ τὸ ὑπερκύδαντες, ὃ δηλοῖ τοὺς ἄγαν ἐνδόξους, ἀπὸ βαρυτόνου ῥήματος γεγονός, τοῦ κυδαίνω, συνεκδραμεῖν τῇ κλίσει τῶν κυρίων ὀνομάτων, ἢ καὶ ἄλλως, γενέσθαι ἐκτοῦ κυδάεις κυδάεντος, κυδάεντες, κύδαντες κατὰ συγκοπήν, καὶ ἐν συνθέσειὑπερκύδαντες. Ἡρωδιανὸς δὲ ἐν Ἐπιμερισμοῖς μετοχὴν λέγει τοῦτο ἀπὸ τοῦ κυδάναντες. ἐν δὲ τῷ Ὀνοματικῷ ὄνομα λέγει εἶναι αὐτό. ᾧ καὶ πιστευτέον, ὥςφασιν οἱ παλαιοί, ἤπερ τοῖς Ἐπιμερισμοῖς. τοῦτο μὲν γὰρ Ἡρωδιανοῦ εἶναι ὡμολόγηται, ἐκείνων δὲ εἰσὶν οἳ ψευδεπίγραφοι λέγονται. (ῃ. 67) Δηλήσασθαιδὲ ὅρκια περιφραστικῶς τὸ ἐπιορκῆσαι, ὅπερ ἐστὶ βλάβη ὅρκων. ὡς γὰρ καρπὸνδηλεῖταί τις ἀπάγων ἐκεῖνον, ὡς ἡ αʹ ῥαψῳδία προεδήλωσεν, οὕτω καὶ ὅρκουδηλητήριον ὁ ἀφανισμὸς καὶ τὸ αὐτοῦ ἄπρακτον. ἔστι δ' ἐν τούτοις καὶ προθέσεωςἔλλειψις. τὸ γὰρ Ἀχαιοὺς ἄρξωσι καὶ ἑξῆς ταὐτόν ἐστι τῷ ἀρχὴν ποιήσωσινεἰς τοὺς Ἀχαιοὺς τοῦ παραβαθῆναι τοὺς ὅρκους. τὸ δὲ ῥῆμα τοῦτο καὶ παθητικῶς εἴωθε λέγεσθαι καὶ μετὰ προθέσεως δέ ποτε, εἴτε τῆς κατά, εἴτε τῆς ὑπό. ἐπὶ μέντοι ἀρχικῆς ἐξουσίας ἀεὶ καὶ ἐνεργητικῶς προφέρεται καὶ δίχα προθέσεως. (ῃ. 68) Ὅτι καὶ ἐνταῦθα καὶ πανταχοῦ, ὥς που καὶ προεγράφη, παρὰ τῷποιητῇ τὸ ἀπιθεῖν διὰ τοῦ ˉι γράφεται, ὡς ἀπὸ τοῦ πιθῶ περισπωμένου μέλλοντος. γράφει γοῦν δακτυλικῶς· «οὐδ' ἀπίθησε πατὴρ ἀνδρῶν τε θεῶν τε», ἤγουν ὁπάντων αἴτιος. ὡς γὰρ βωτιάνειρα μὲν γῆ πρὸς μέρος ἡ ἄνδρας τρέφουσα, καθόλου δὲ ἡ παμβῶτις γῆ, ὡς καὶ προδεδήλωται, οὕτω καὶ πατὴρ μὲν ἀνδρῶνκαὶ θεῶν κατά τι μέρος, ὅτι μηδὲ σεμνὸν ἦν πατέρα τινῶν ἑτέρων αὐτὸν προσρηθῆναι, εἰς τὸ καθόλου δὲ ὁ πάντων ἐπιτελεστὴς κατὰ τὸ «σέο δ' ἐκ τάδε πάνταπέλονται». (ῃ. 75– 9) Ὅτι ἐν μὲν τῇ αʹ ῥαψῳδίᾳ τὴν Ἀθηνᾶν εἶπε κατελθεῖν οὐκ ἐνσώματον. διὸ οὐδὲ ἔβλεπέ τις αὐτὴν ἀλλ' ἢ μόνος Ἀχιλλεύς. ἐνταῦθα δὲ ἀστέρι εἰκασθεῖσα εἰς τὸ μέσον κατέθορεν, ἤτοι εἰς τὸ μεταίχμιον. φησὶ γάρ· «οἷον δ' ἀστέρα ἧκε Κρόνου παῖς», ἤγουν ὁ Ζεὺς ἀὴρ ἔπεμψεν, «ἢναύτῃσι τέρας ἠὲ στρατῷ εὐρέϊ λαῶν, λαμπρόν, τοῦ δέ τε πολλοὶ ἀπὸ σπινθῆρεςἵενται, τῷ», ἤγουν τούτῳ, «εἰκυῖα ἤϊξεν ἐπὶ χθόνα Παλλὰς Ἀθήνη, κὰδ δ' ἔθορ' ἐς μέσον, θάμβος δ' ἔχεν εἰσορόωντας», Τρῶάς τε καὶ Ἀχαιούς, ὃ δὴ πάσχεινἔθος τοὺς ὁρῶντας τέρατα. οἰκείως δὲ ἡ φωσφόρος Ἀθηνᾶ τοιούτῳ εἴκασται [παραβολικῶς· εἰ γὰρ καὶ μὴ πρόκειται παραβολικόν τι ἐπίρρημα, οἷον τὸ ˉὡˉςἢ τὸ ἠΰ, ἠΰτε, ἤ τι τοιοῦτον, ἀλλ' ἡ κατὰ τὸν εἰρημένον ἀστέρα ἔννοια παραβολικήἐστιν ἄλλως, ὡς δηλοῖ καὶ τὸ «τῷ εἰκυῖα ἤϊξεν», ἤγουν ὁμοιουμένη λόγῳπαραβολῆς. διὸ καὶ εἶχεν εἰπεῖν ὡς ἐν παραβολῇ· ὡς δ' ὅτε ἀστὴρ πίπτειἄνωθεν τοιόσδε, ὧς ἤϊξεν Ἀθηνᾶ ἐπὶ χθόνα.] (ῃ. 75) Ἀστέρα δὲ νῦν οὐ τὸν κυρίως λέγει, ἀλλά τι ἀστεροειδές, οἷον κομήτην ἢ σκηπτοῦ τι εἶδος ἢ ὁποῖοι οἱδιᾴττοντες, ὧν ἡ γένεσις ἀέρος στροφή. διὸ καὶ ἀνέμους ὡς ἐπὶ πολὺ δηλοῦσιδιὰ ἀέρος τροπάς. τὸ δὲ τοιοῦτον ἀστεροειδὲς ἐκ παρατηρήσεως τερασκόπωντέρας λέγει εἶναι ἢ ναύταις, εἰ ἐν θαλάσσῃ δηλαδὴ πέσῃ ἢ στρατῷ, ἐὰν εἰςστρατόπεδον κατενεχθῇ, ὡς καὶ νῦν ἐγένετο. σπινθῆρες δὲ αὐτοῦ πολλοὶ ἵενται, πρὶν κάτω ἐλθόντα ὁμιλῆσαι ἀέρι ψυχρῷ. τότε γὰρ σβέννυται. (ῃ. 81– 4) Ἰστέον δέ, ὅτι οἱ θεαταὶ ἀμφιβάλλοντες, ὡς εἰκός, ἐπὶ τῷ φανέντι τέρατι, διὰ μὲν τὸ πυρόεν τοῦ δῆθεν ἀστέρος μάχην καυστειρὰν ὑφορῶνται, ὅτι δὲἔσβεσται, φιλότητα καραδοκοῦσι καὶ παῦσιν πολέμου. Φησὶ γάρ· «ὧδε δέ τιςεἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον», ὃ δὴ σχῆμά ἐστιν Ὁμηρικὸν ἐν ταῖς καθ' ὅμιλονἠθοποιΐαις. «ἦ ῥ' αὖτις πόλεμός τε κακὸς καὶ φύλοπις αἰνὴ ἔσσεται, ἢ φιλότηταμετ' ἀμφοτέροισι τίθησι Ζεύς, ὅς τ' ἀνθρώπων ταμίης πολέμοιο τέτυκται;» ἤγουν ὃς λόγῳ εἱμαρμένης διοικονομεῖται τὰ κατὰ μάχην. Σημείωσαι δὲ τὸταμίης ὡς χρήσιμον εἰς τοὺς ἐν τῷ τέλει τῆς Ἰλιάδος πίθους, οἳ κατάκεινται ἐν Διὸς οὔδει. ἔστι γὰρ νοῆσαι, ὡς ἐν τοῖς τοιούτοις πίθοις καὶ τὰ ἐκ πολέμουἀγαθὰ καὶ κακὰ ταμιεύονται. Ἰωνικὸν δὲ τὸ ταμίης, καθὰ καὶ τὸ κυματίης ποταμός. (ῃ. 75) Ἰστέον δὲ καὶ νῦν, ὅτι ἀστὴρ μὲν ἕν τί ἐστι σῶμα, ἄστρον δὲζῴδιόν τι ἐκ πολλῶν ἀστέρων συγκείμενον, ὡς μυριαχοῦ φαίνεται, ἵνα ᾖ, καθὰκαὶ προδεδήλωται, ὡς περιεκτικόν τι καὶ τὸ ἄστρον, καθὰ καὶ ὁ παρ' Ὁμήρῳἀσφοδελὸς λειμών, ὁ τῶν καθέκαστα ἀσφοδέλων περιεκτικός. διὸ καὶ Εὐριπίδηςτὸν ἥλιον τὴν ἐν ἄστροις οὐρανοῦ τέμνειν ἔφη ὁδόν, τὴν διὰ τῶν ζῳδίων οὕτωκίνησιν φράζων, ὧν ἕκαστον ἐκ διαφόρων ἀστέρων καὶ ἀστρίων διεζωγράφηται. [(ῃ. 79) Ὅρα δέ, ὅτι, ὡς καὶ ἐν ἄλλοις, οὕτω κἀνταῦθα μέσον τὸ μεταίχμιον εἴρηκε, καὶ ὅτι θάμβος ἡ διὰ θέας ἐμβιβαζομένη ἔκπληξις εἰς ψυχήν. διὸ καὶ ἔφη·» θάμβος δ' ἔχεν εἰσορόωντας». τὸ δ' ὅμοιον νοητέον καὶ ἐπὶ τοῦ θαμβεῖν.] (ῃ. 86 σς.) Ὅτι Ἀντηνορίδῃ Λαοδόκῳ ἡ Ἀθηνᾶ ὁμοιωθεῖσα, κρατερῷαἰχμητῇ ἀνδρί, ὡμίλησε τῷ Πανδάρῳ. καὶ ἔοικεν οὗτος ὁ Λαοδόκος ἀναπεῖσαινῦν τὸν Πάνδαρον ὀϊστεῦσαι κατὰ τοῦ Μενελάου ἐπὶ συγχύσει τῶν ὅρκων. καὶκαινὸν οὐδέν, εἰ παῖς πατρὸς ἀγαθοῦ νόμους ἐνταῦθα παρέβη ξενίας. «παῦροιγὰρ παῖδες ἐοίκασι πατράσιν, οἱ πλείονες κακίους» φησὶν Ἡσίοδος. ὅτι δὲἀγαθὸς ὁ τοῦ Λαοδόκου πατὴρ Ἀντήνωρ καὶ ὅτι προεξένησεν Ὀδυσσέως καὶΜενελάου, ἐν τῇ γʹ ῥαψῳδίᾳ γέγραπται. (ῃ. 87) Ἰστέον δὲ καί, ὅτι ἐκ τῆς τοῦ πατρὸς ἀρετῆς ὁ Λαοδόκος ἔοικεν ὀνομασθῆναι. λαοδόχος γὰρ ἐκεῖνος ἦντῇ ἐνεργείᾳ, ὡς πρόξενος. Σημείωσαι δέ, ὅτι τε πιθανῶς κρατερὸς αἰχμητὴςὑπόκειται ὁ Λαοδόκος, ἵνα ῥᾷον αὐτῷ πεισθείη ὁ Πάνδαρος, εἴγε καὶ ἀριστεὺςἐκεῖνος ὢν εἰς ἔργον τοῦτον προκρίνει ἐπίπροσθεν ἑαυτοῦ θέμενος, καὶ οὐδὲτόξων εὖ εἰδώς, ἀλλ' αἰχμητής. ὡς εἴγε τοξότης ἦν ὁ Λαοδόκος, εἶχεν ἂνὑπιδέσθαι τοὺς αὐτοῦ λόγους ὁ Πάνδαρος, διὰ τί τοῦτον ἐρεθίζει καὶ μὴ αὐτὸςἐθέλει ὀϊστεύειν Μενελάου, ὃ παραφράζων Ὅμηρος ἐπιπροεῖναι Μενελάῳ φησὶπικρὸν ὀϊστόν. καὶ ὅτι ἡ ὁμιλοῦσα τῷ ἄφρονι Πανδάρῳ Ἀθηνᾶ, ὥστε συγχέαιτοὺς ὅρκους καὶ οὕτως ἀσεβεῖν ἀναπείθουσα, αὐτός ἐστιν ὁ τοῦ Πανδάρου νοῦςκαὶ ἡ ἐν αὐτῷ δεινότης, ἡ ἀληθῶς μὲν πονηρία, δοκοῦσα δὲ ἐκείνῳ φρόνησιςκαὶ ἀγχίνοια, ὡς ὑπεμφαίνεται ἐν τῷ· «ἀγχοῦ δ' ἱσταμένη προσηύδα» προϊσχομένη ἐλπίδας, ὡς χάριν μὲν καὶ κῦδος ἄροιτο πρὸς τοῦ λαοῦ, μάλιστα δὲ τῷἈλεξάνδρῳ ἀρέσοι βαλὼν καὶ ἀνελὼν τὸν Μενέλαον. (ῃ. 93– 104) Φησὶ γοῦν·» ἦ ῥά νύ μοί τι πίθοιο, Λυκάονος υἱὲ δαΐφρον, τλαίης κεν Μενελάῳ ἐπιπροέμενταχὺν ἰόν, πᾶσι δέ κε Τρώεσσι χάριν καὶ κῦδος ἄροιο, ἐκ πάντων δὲ μάλισταἈλεξάνδρῳ βασιλῆϊ, τοῦ κεν δὴ πάμπρωτα πάρ' ἀγλαὰ δῶρα φέροιο, αἴ κενἴδῃ Μενέλαον ἀρήϊον σῷ βέλεϊ δμηθέντα πυρῆς ἐπιβάντ' ἀλεγεινῆς. ἀλλ' ἄγεὀΐστευσον Μενελάου» καὶ ἑξῆς. ἐπελέξατο δὲ τὸν Πάνδαρον ἡ Ὁμηρικὴδεινότης καὶ ὡς ἐπίκουρον, τοῖς γάρ τοι ἐγχωρίοις Τρωσὶ πᾶσιν ἶσα κηρὶ ὁ Ἀλέξανδρος ἤχθετο, καὶ ὡς τοξότην, ἵνα νομισθῇ ὁ Ἀλέξανδρος παρεκβὰς τὸνδιαμετρητὸν χῶρον, οὕτω λαθὼν τοξεῦσαι κατὰ Μενελάου. ἔτι δὲ καὶ ὡςἄριστον ἐν τοξόταις, εἴγε καθ' Ὅμηρον αὐτὸς ὁ Ἀπόλλων τὸ τόξον αὐτῷ ἔδωκε. καὶ ὡς φιλοχρήματον δὲ καὶ σμικρολόγον, καθὰ δηλοῖ καὶ ἡ θυσία, ἣνἄρτι Λυκηγενέϊ κλυτοτόξῳ Ἀπόλλωνι ἐπαγγέλλεται, σμικροπρεπὴς οὖσα, καὶταῦτα ἐπ' ἀναγκαίοις. ἄρνες γὰρ ἀτελεῖς καὶ οὐ κατὰ τοὺς ἀρνειοὺς τέλειοι, οὐδὲ ταῦροι καὶ αἶγες, ὁποῖα Χρύσης καλλιερεῖ ὁ τὰ τοῦ θύειν ἀπόρρηταεἰδώς. δηλοῖ δὲ τὸ αὐτὸ καὶ ὁ καιρὸς τῆς θυσίας. οὐ γὰρ νῦν ἀρνῶν πρωτογόνωνἐθέλει ῥέξειν κλειτὴν ἑκατόμβην, ἀλλὰ οἴκαδε νοστήσας ἱερῆς εἰς ἄστυ Ζελείης, ὡς ἐκεῖσε τὰ τοιαῦτα εὑρήσων εὐπόριστα, Ἀθηνᾶς καὶ τὸ τοιοῦτον ἐπιβλαβὲςτῷ φαύλῳ ὑποθεμένης, εἴτε τῆς μυθικῆς εἴτε τῆς κατ' αὐτὸν δοκούσης φρονήσεως. ἔτι δηλοῖ τὸ τοῦ Πανδάρου γλίσχρον καὶ ἡ ἐπὶ Τροίαν αὐτοῦ δίχα ἵππωνστρατεία, ἵνα μὴ κατατρύχωσιν αὐτόν, ὡς ἐκεῖνός φησι, τῇ δαπάνῃ τούτου. καὶ τὸ ἔθνος φύσει ἐπίορκόν τε καὶ ἄπιστον. ἐκ πατέρων γὰρ ἱστοροῦσιν αὐτὸτοιούτων κατάγεσθαι λέγοντες, ὅτι Τριόπας Περραιβῶν τύραννος οὕτωςὠμὸς ἦν, ὥστε ὁ υἱὸς Καρνάβας κτείνας αὐτὸν τυραννοκτονίας γέρας ἔλαβεπαρὰ τῶν πολιτῶν, φυγάς τε ἥκων εἰς Βρένθιν τῆς Τροίας καὶ καθαρθεὶς ὑπὸ Τρωὸς καὶ λαβὼν ἔδαφός τι κτίζει Ζέλειαν. τοίης γενεῆς τε καὶ αἵματος ἦν ὁτοὺς ὅρκους ἄρτι συγχέας. (ῃ. 88– 91) Ἰστέον δὲ καί, ὅτι τὸν Πάνδαρονἀντίθεον ὁ ποιητὴς λέγει καὶ ἀμύμονά τε κρατερόν τε, ὀνομάζων αὐτὸν συνήθωςἐξ ὧν ἔχει καλῶν. τοὺς δὲ περὶ αὐτὸν κρατερὰς στίχας ἀσπιστάων λέγει «λαῶν» ἢ ἀνδρῶν, «οἵ οἱ», φησίν, «ἕποντο ἀπ' Αἰσήποιο ῥοάων», οὗ Αἰσήπου καὶ ἡ Βοιωτία μέμνηται. Σημείωσαι δὲ καί, ὅτι ἕτερος ἦν παλαιὸς ἥρως Πάνδαρος. φησὶ γοῦν ὁ Γεωγράφος οὕτω· ὑπόκειται τῷ Κράγῳ Πίνναρα, μεγίστηπόλις Λυκίας, ἔνθα Πάνδαρος τιμᾶται, τυχὸν ὁμώνυμος τῷ Τρωϊκῷ, (ὡς καὶ» Πανδαρέου κούρη χλωρηῒς ἀηδών»), καὶ τοῦτον γὰρ ἐκ Λυκίας φασί. (ῃ. 89) Λυκάονος δὲ υἱὸς ὁ ῥηθεὶς Πάνδαρος, ὁ καὶ ἐν τῇ Βοιωτίᾳ ἱστορηθείς, οὗ δὴ Λυκάονος ἡ κατὰ τὴν εὐθεῖαν παραλήγουσα ἐκτείνεται. διὸ καὶ συστέλλει τὸ ˉω ἐντῇ γενικῇ, ὁμοίως τῷ Μαχάων Μαχάονος καὶ τοῖς τοιούτοις. φησὶ γοῦν· «εὗρε Λυκάονος υἱόν», ὅπερ ἀσυνδέτως ἐρρέθη συσχηματισθὲν γοργῶς τῇ κατεπείξειτῆς Ἀθηνᾶς. (ῃ. 90) Ἰστέον δέ, ὅτι στρατηγῷ παρατεταγμένῳ ἁρμόττει τὸ «ἀμφὶ δέ μιν κρατεραὶ στίχες ἀσπιστάων λαῶν, οἵ οἱ ἕποντο» (ῃ. 94) καὶ ὅτι τὸτλαίης δυσχέρειαν ἐμφαίνει ἔργου, ὡς τοῦ Πάριδος μὴ τλησομένου ποιῆσαί τιπρὸς ἐπιορκίαν. ὁ δ' οὕτω τλήμων, ὥστε αὐτίκα ὑπακούει. διὸ καὶ ἄφρονα λέγειαὐτὸν Ὅμηρος, εἰ καὶ ἄλλως ἐδόκει φρονεῖν. [φησὶ γὰρ ἀντιθετικῷ τρόπῳ» τῷ δὲ φρένας ἄφρονι πεῖθε».] Τὸ δὲ ἐπιπροέμεν δύναται καὶ μιᾷ προθέσειἀρκεῖσθαι. καλὸν οὖν καὶ τὸ ἐφεῖναι καὶ τὸ προεῖναι ἰὸν τῷ Μενελάῳ. κρεῖττονμέντοι τὸ ἐπιπροεῖναι, ἵνα ἡ μὲν ˉἐˉπˉι πρόθεσις τὴν ˉκˉαˉτˉα σημαίνῃ, ὡς πολλαχοῦτῆς Ὁμηρικῆς ποιήσεως λαμβάνεται, καθὰ καὶ ἐν τῷ· «δαιμονίη τί μοι ἐπέχεις», ἡ δὲ ˉπˉρˉο τὴν πρὸ τῶν ἄλλων δηλώσῃ βολήν. (ῃ. 95) Χάρις δὲ κύδους διαφέρει, καθότι κῦδος μὲν ἡ εὔκλεια, χάρις δὲ ὁμολογία εὐεργεσίας ἐστί. διὸ καὶ πάμπρωτα δῶρα ἐκ Πάριδος λήψεσθαί φησι τὸν Πάνδαρον, οἷα καὶ τῶν ἄλλωνὕστερον ἐπιδωσόντων, ὡς εὐεργέτῃ. (ῃ. 97) Τὸ δέ «δῶρα φέροιο» τὸ παρὰτοῖς ὕστερον δωροφορεῖν συνέθετο. (ῃ. 99) Τοῦ δὲ δμηθέντα διασαφητικὸν τὸ» πυρῆς ἐπιβάντ' ἀλεγεινῆς», ὅπερ ἐστὶ περίφρασις τοῦ καυθέντα. ἐκεῖνο δὲπαρακολούθημά ἐστι νεκροῦ. ἀφελῶς δὲ πέφρασται τὸ «πυρῆς ἐπιβάντα» ἐπὶνεκροῦ. κυρίως γὰρ τίθεται ὁ τοιοῦτος ἐπὶ πυρᾶς, οὐκ ἐπιβαίνει αὐτός. Περὶ δὲπυρῆς ἀλεγεινῆς δηλοῦται ἀλλαχοῦ. (ῃ. 100) Ἐν δὲ τῷ «ὀΐστευσον Μενελάου» λείπει πρόθεσις. τὸ γὰρ ἐντελές «κατὰ Μενελάου». (ῃ. 101) Λυκηγενὴς δὲἈπόλλων κατὰ τὸν μῦθον, οἱονεὶ Λυκιηγενής, ὡς ἐν Λυκίᾳ γεγονώς, ἢ τῇμεγάλῃ κατά τινας ἢ τῇ μικρᾷ, ἧς Πάνδαρος ἦρχε, περὶ ἧς καὶ ἡ Βοιωτία δηλοῖ, ἀφ' ἧς καὶ ὁ πατὴρ Λυκάων παρωνόμασται, εἰς ἥν, φασί, μετὰ τὸ γεννῆσαιἀπηλλάγη ἡ Λητὼ τὴν τῆς Ἥρας ζηλοτυπίαν ἐκκλίνουσα. καὶ ἄλλως δὲ Λυκηγενὴς λέγεται, ὅτι λύκος, φασίν, ἐπεφάνη τῇ Λητοῖ ἐν τῷ τοκετῷ ὅτε καὶπτοηθεῖσα Πτῷόν τε τὸν ἐξ αὐτῆς Ἀπόλλωνα ἐπωνόμασε καὶ Λυκηγενῆ. διὸ καὶ Ἀπόλλωνι κατὰ μῦθον ὁ λύκος ἀνεῖτο καὶ νομίσματι ἐνεχαράττετο· καὶ Λύκειος δὲ ἀπ' αὐτοῦ ἐκαλεῖτο αὐτός τε ὁ Ἀπόλλων καὶ ἀγορὰ δέ τιςἐν τῷ Ἄργει. ἑτέρως δέ, ὥσπερ ὁ κύκνος ἱεροῦται Ἀπόλλωνι ὡς ἡλίῳ διὰ τὴν λευκότητα, καὶ ὁ κόραξ διὰ τὴν νυκτερινὴν μελανίαν, ἧς οἷα καὶ μητρός ἀπογεννᾶται, ὡς ἀλλαχοῦ γέγραπται, οὕτω καὶ λύκος ἀνάκειται αὐτῷ διὰ τὸ μέσονεἶναι ἀμφοῖν τὸ λύκειον χρῶμα. τεφρῶδες γὰρ καὶ οὔτε φαεινὸν οὔτε ἄκρωςμέλαν, ἀλλ' οἷόν τι τὸ πρὸ τῆς κροκοπέπλου ὑπονύκτερον χρῶμα, ὃ καὶ λυκόφωςἡ καθωμιλημένη γλῶσσα καλεῖ. Κλυτότοξος δὲ ὁ αὐτὸς Ἀπόλλων, ὡς σὺν τῇμαντικῇ καὶ μουσικῇ καὶ ἰατρικῇ ἐπιστατῶν καὶ τῇ τοξικῇ κατὰ τὸν μῦθον. ὡςδὲ καὶ τῷ ἀλληγορουμένῳ Ἀπόλλωνι ἐνθεωρεῖται ταῦτα, ἑτέραν ζητεῖ λόγουτριβήν. [Ὅρα δέ, ὡς ἰσοδυναμεῖν δοκούντων ἔστιν ὅτε τοῦ κλύειν καὶ τοῦκλείειν, ὅ ἐστι κλεΐζειν καὶ δοξάζειν, ἐκ μὲν τοῦ κλύειν τὸν κλυτότοξον συνέθετο, ἐκ δὲ τοῦ κλείειν κλειτὴν κατωτέρω ἑκατόμβην φησί.] Τοὺς δὲ πρωτογόνουςἄρνας καὶ τὰ τοιαῦτα πρωτογεννήματα ἡ κοινὴ γλῶσσα λαλεῖ. [(ῃ. 103) Ἱερὰ δὲἡ Ζέλεια ὡς πόλις ἁπλῶς φυλακτικὴ τῶν ἔσω οἰκούντων. οὕτω δὲ ἱερὰ καὶ τείχηπόλεως. λέγει δέ που χρήσιμά τινα περὶ τούτων καὶ Πλούταρχος.] Ἐν δὲτῷ «νοστήσας ἱερῆς εἰς ἄστυ Ζελείης» σημείωσαι, ὅτι τὸ διπλοῦν ˉζ οὐκ ἔχεισυνήθως ἐκτείνειν τὸ πρὸ αὐτοῦ βραχὺ φωνῆεν, ὡς οὐδὲ κατὰ Ὀδύσσειαν ἐν τῷ» ὑλήεντι Ζακύνθῳ», ἀλλ' ἀντὶ βραχείας λαμβάνεται ἀναγκαίως ἡ τελευταίασυλλαβὴ διὰ τὸ μὴ δύνασθαι ἄλλως τεθῆναι ἐν μέτρῳ. εἰ γὰρ ὑποθώμεθα ἐν τῷ Ζέλεια καὶ ἐν τῷ Ζάκυνθος δύνασθαι τὸ ˉζ διὰ τὴν διπλόην ποιεῖν χρονικὴνἔκτασιν, οὐδ' ὅλως εἰς μέτρον δακτυλικὸν ἡ Ζέλειά ποτε καὶ ἡ Ζάκυνθοςπαραληφθήσεται. ἡ τοιαύτη δὲ ἀνάγκη βιάζεται καὶ τὴν τοῦ Σκαμάνδρουἄρχουσαν, ὡς προερρέθη, τὸ πρὸ αὐτῆς βραχὺ ἐκτείνειν μηδέποτε. οὕτω τὸμέτρον βίαν ἔστιν οὗ ἐπάγει παρανομεῖσθαι, ὥσπερ τὰς ἐκτάσεις, οὕτω καὶ τὰςσυστολάς, καὶ ἀλόγως γίνεσθαι, ὥς φασιν οἱ παλαιοί. διὸ καὶ τὸ Αἰγυπτίη ἐνὈδυσσείᾳ συστέλλει τὸ ˉυ. τινὲς μέντοι ἐκεῖ τὴν τῶν δύο ἀφώνων ἀσθένειαν τῆςτοῦ διχρόνου συστολῆς αἰτίαν φασίν. Ἡ δὲ ῥηθεῖσα Ζέλεια, ὡς καὶ προεγράφη, ὑπὸ τῇ Ἴδῃ τῷ Τρωϊκῷ ὄρει ἔκειτο. ἐκαλεῖτο δὲ καὶ Λυκία τὸ παλαιὸν καὶ Τροία μικρά. διὸ καὶ ἐν τοῖς ἑξῆς ὁ Πάνδαρος Τρώων ἡγεῖσθαι λέγεται, ὅ ἐστιτῶν Ζελειτῶν. Ἰστέον δὲ καί, ὅτι παράγωγόν ἐστι τὸ Ζέλεια ἐκ πρωτοτύπουτοῦ Ζέλη, ὡς καὶ τοῦ Πηνελόπη τὸ Πηνελόπεια. ὅμοια καὶ τὸ ὙψιπύληὙψιπύλεια, Θεσσαλονίκη Θεσσαλονίκεια, Σεβαστή Σεβάστεια, Κολώνη Κολώνεια. δοκεῖ δὲ τοιοῦτον εἶναι σὺν ἄλλοις καὶ τὸ χώνη χώνεια. εὕρηται δὲ καὶἐρήμεια ἐκ τοῦ ἐρήμη. ὅμοιον καὶ τὸ Ἀπάμα Ἀπάμεια, οὐ μόνον κύριον, ἀλλὰ καὶ πόλεως ὄνομα τῆς τε περὶ τὸν Κιανὸν κόλπον κειμένης, ἥτις καὶ Μύρλεαἐκλήθη, καὶ τῆς περὶ Συρίαν. Ἰστέον δὲ καί, ὅτι, ὥσπερ διὰ τοῦ ˉεˉιˉα γίνεταιπαραγωγή, οὕτω καὶ διὰ τοῦ ˉαˉιˉα, ὡς δηλοῖ τὸ φώκη Φώκαια, νίκη Νίκαια. (ῃ. 104) Ὅτι ἐπὶ τοῦ πείθοντος ἄφρονα εἴς τι κακὸν οἰκεῖον εἰπεῖν τὸ «ὣςφάτο· τῷ δὲ φρένας ἄφρονι πεῖθε». τοιοῦτος δὲ ἄφρων καὶ ὁ Πάρις, ὃς ἐπείσθητῇ Ἀθηνᾷ βουλευσαμένῃ τὰ μὴ λῴονα. (ῃ. 105) Ὅτι τὸ «αὐτίκ' ἐσύλα τόξον ἐΰξοον» ὁ Πάνδαρος, καὶ αὖθις τὸ «σύλα πῶμα φαρέτρης» τὸ λάθρᾳ ὑποψηλαφᾶν σημαίνει ὥστε τοξεῦσαι. δῆλον δέ, ὅτι καὶ ἐπὶ τοῦ σκυλεύειν ἡ λέξιςτίθεται πολλαχοῦ, ἐπεὶ σκῦλον τὸ λάφυρον λέγεται. ὁ μέντοι σκυλαδέψης καὶἕτερόν τι σημαινόμενον τοῦ σκύλου δηλοῖ, ὡς ἀλλαχοῦ δηλωθήσεται. (ῃ. 105– 11) Ὅτι ἀναπαύων ὁ ποιητὴς ἐνταῦθα τὸν ἀκροατὴν ἐπεισοδίῳ κυνηγετικῷἱστορικῷ γενεαλογεῖ τε τὸ ῥηθὲν τοῦ Πανδάρου τόξον καὶ ἐκφράζει αὐτὸλέγων, ὅτι ἰξάλου αἰγὸς ἀγρίου ἦν, «ὅν ῥά ποτ' αὐτὸς ὑπὸ στέρνοιο τυχήσαςπέτρης ἐκβαίνοντα δεδεγμένος ἐν προδοκῇσι βεβλήκει πρὸς στῆθος, ὃ δ' ὕπτιοςἔμπεσε πέτρῃ», λέγων καὶ νῦν, ὡς καὶ ἐν τῇ βῆτα, πέτραν τὸ σπήλαιον. εἶτα καὶμετρεῖ τὰ τοῦ αἰγὸς τούτου κέρατα, ὡς εἰρήσεται. (ῃ. 105) Ἴξαλον δὲ αἶγα Πορφύριος μὲν τὸν τομίαν φησὶ λέγων ὡς ἐπὶ πολὺ τῶν ἀγρίων αἰγῶν τοὺςτελείους διωκωμένους κατὰ παράτριψιν ἀποβάλλειν τὰ αἰδοῖα, ὅπερ οἱ κάστορεςἑκόντες εἰς ἑαυτοὺς κατεργάζονται, ὅτε διώκονται, ὁποῖον δή τι καὶ Ἀριστοτέλης διὰ τὸν χλούνην ἱστορεῖ, ὃ δηλοῖ ἐκτομίαν σῦν ἄγριον, ὡς ἐν τοῖς ἑξῆς πουφανήσεται. καὶ εἶδον πολλοὶ καὶ τῶν καθ' ἡμᾶς τὰ τοιαῦτα πάθη ἐπί τε συῶνἐπί τε αἰγῶν. ἕτεροι δὲ ἴξαλόν φασι τὸν ὀχευτικόν, ἤτοι τὸν κήλωνα, καὶ περὶ τὰςτῶν θηλειῶν ἰξύας ἤτοι ὀσφύας ἁλλόμενον. οἱ δὲ τὸν μετὰ χειμῶνα ἐπὶ ἅλαςἱκνούμενον ποιμενικῷ νόμῳ, ἵνα μὴ ψώραν πάθῃ. τοῦτο δὲ καὶ δασύνεσθαιἀπαιτεῖ τὴν ἄρχουσαν, εἰ καὶ ψιλοῦται κατὰ ἔθος Αἰολικόν. καὶ ἐπὶ ἡμέρωναἰγῶν λέγοιτο ἄν, οὐ μὴν ἐπὶ ἀγρίων, ὁποῖος ἄρτι ὁ Ὁμηρικός. τοιούτους γὰρἁλίζει οὐδείς, εἰ μὴ ἄρα κατὰ τύχην αὐτοί που δράσουσι τοῦτο ἁλοπηγίῳπεριτυχόντες. τινὲς δὲ ἀπὸ τοῦ ἅλις ἵξεσθαι φασι. πηδητικὸς γὰρ καὶ ὁρμητίαςὁ ἄγριος αἴξ. ἐν δὲ ῥητορικῷ τινι Λεξικῷ φέρεται καί, ὅτι ἴξαλος ὁ προπηδῶνκαὶ τέλειος. ἐν δὲ ἑτέρῳ καί, ὅτι, ὥσπερ παρδαλῆ καὶ λεοντῆ, οὕτω καὶ ἰξαλῆαἰγεία περισπωμένως, ἐπεὶ ἴξαλοι αἶγες. λέγεται δὲ καὶ ἄλλα εἰς τοῦτο παρὰ τοῖςπαλαιοῖς διάφορα. (ῃ. 106) Τὸ δὲ ὑπὸ στέρνοιο ταὐτὸν τῷ ὑπὸ τὸ στέρνον, ἵναᾖ πρόθεσις ἀντὶ προθέσεως. στέρνον δὲ καὶ στῆθος εἰπεῖν οὐκ ἀνομοίως ἔχει. διὸ ταὐτὸν τὸ στέρνου τυχεῖν καὶ στῆθος βαλεῖν. Τοῦ δὲ τυχήσας, ὃ καὶ τέτριπται, καθὰ καὶ τὸ τετυχηκώς, ἀρχὴ προσεχὴς μὲν τὸ τυχῶ τυχήσω, πόρρω δὲ ὁδεύτερος μέλλων τοῦ τεύχω, καθὰ καὶ τοῦ τυπῶ τυπώσω καὶ τοῦ τυπτῶτυπτήσω ὁ δεύτερος μέλλων τοῦ τύπτω προκατάρχει. οὕτω δὲ καὶ τῆς βλεπήσεως, ἣ κεῖται ἐν τῷ Ἐτυμολογικῷ, ἐνεστὼς μὲν ὁ βλεπῶ, αὐτοῦ δὲ προΰπεστινὁ δεύτερος μέλλων τοῦ βλέπω. (ῃ. 107) Τὸ δέ «δεδεγμένος ἐν προδοκαῖς» τρόποςἐστὶν ἐτυμολογικός. προδοκὴ γάρ ἐστι τόπος στενός, ἐν ᾧ δοκεύει τις [ὁδοιδόκουδίκην] καὶ δέδεκται τὸ θηρώμενον. (ῃ. 106 ετ 108) Τὸ δὲ ἀρρενικῶς λεχθέν «ὅνποτε βεβλήκει» οὐκ ἐᾷ ἐπίκοινον ὄνομα εἶναι τὸ αἴξ. ἰδοὺ γὰρ ὁ αἴξ, οὗθηλυκὸν πάντως ἡ αἴξ. (ῃ. 109) Ὅτι μετρῶν ὁ ποιητὴς τὰ τοῦ ῥηθέντοςαἰγὸς κέρατά φησι· «τοῦ κέρα ἐκ κεφαλῆς ἑκκαιδεκάδωρα πεφύκει», ὡς εἶναικατά τινας ὁμοῦ ἄμφω σπιθαμῶν πέντε καὶ δώρου ἑνός, ἀνὰ μέρος δὲ ἑκάτερονἀνὰ δύο σπιθαμῶν καὶ μικρόν τι πρός. τρίτον γὰρ σπιθαμῆς τὸ δῶρον, ὃ λέγεταικαὶ παλαιστή θηλυκῶς καὶ ὁ παλαιστής ἀρσενικῶς. ἔστι δὲ διάστημα τετραδάκτυλον. καὶ οὕτω μὲν ὁ ποιητὴς λέγει οὐδὲν ἀπίθανον ἱστορῶν, ὡς ἡ πεῖραδιαδείκνυσι πολλαχοῦ. τί γὰρ μέγα δισπίθαμον κέρας ἀγρίου αἰγός, εἴγε καὶ ἓνκαθ' αὑτὸ μόνον ὦπται καὶ ὑπὲρ τέσσαρας σπιθαμὰς καὶ ἕως καὶ ὑπὲρἑπτά. φασὶ δὲ καὶ ἐν Δήλῳ τῇ νήσῳ ἀνακεῖσθαι κέρατα ἐκ τῶν κατ' Ἐρυθρὰνθάλασσαν τόπων, κριοῦ μὲν δίπηχυ καὶ δακτύλων ὀκτώ, ἱστῶν μνᾶς εἰκοσιέξ, τράγου δὲ πήχεων δύο καὶ σπιθαμῆς σταθμοῦ ἴσου. Ὅρα δέ, ὅπως ἑξκαίδεκαὀφείλων εἰπεῖν ὁμοίως τῷ ἕξκλινον καὶ τῷ Ἕξγυιον, ὃ πόλις ἐστὶ Σικελίας ἓξἀγυιὰς ἔχουσα κατὰ τὸν τὰ Ἐθνικὰ γράψαντα, ὁ δὲ ἑκκαίδεκα λέγει, τραπέντοςτοῦ ˉξ εἰς ˉκ διὰ συγγένειαν ὡς καὶ ἐπὶ τῆς ˉἐˉξ προθέσεως. οὕτω που καὶ χρόνοςἑξάμηνος ἕκμηνος λέγεται καὶ τὸ ἕκτον δὲ ἐκ τοῦ ἕξ οὕτω παρωνόμασται. Ἰστέον δέ, ὅτι εἰς κέντρωνα ἤγουν εἰς Ὁμηρόκεντρον τὸ ἐπὶ Πανὸς συνετέλεσέ τινι τὸ «τοῦ κέρα ἐκ κεφαλῆς» καὶ ἑξῆς, ὡς τοῦ Πανὸς κερασφόρου ὄντος κατὰτὸν μῦθον. ῥηθήσεται δέ ποτε σκωπτικῶς καὶ κατὰ Πανικοῦ ἀνδρὸς κοινότερον. [̓ Ιστέον δὲ καί, ὅτι τοῦ πεφύκει, ὅ ἐστι βεβλαστήκει, οὐκ ἔστι καιριωτέραλέξις ἐπὶ κεράτων, ἅπερ ὕστερον τοῖς κερασφόροις φύονται]. (ῃ. 110 ς.) Ὅτιγοργῶς διασκευάζων ὁ ποιητὴς τόξου κατασκευὴν οὕτω φησί· «καὶ τὰ μέν», λέγει δὲ τὰ κέρατα, «ἀσκήσας κεραοξόος ἤραρεν», ἤγουν ἥρμοσε, «τέκτων, πᾶνδ' εὖ λειήνας χρυσέην ἐπέθηκε κορώνην», εἰς ἣν δηλαδὴ ἐνίεται ἡ νευρά. καὶ ὅρα, ὅτι καὶ τὸν τοῦ τόξου τεχνίτην τέκτονα γενικῶς καλεῖ, κεραοξόον μέντοι πρὸςεἰδικὴν διαστολὴν τῶν λοιπῶν τεκτόνων, [οὗ ἡ συνθετικὴ ἀναλογία κατὰ τὸδορυξόος, λαοξόος, ἤτοι λιθοξόος, καὶ τὰ ὅμοια.] Ἀσκῆσαι δὲ καὶ νῦν τὸἐπιμελείας ἀξιῶσαι, [ἵνα εἴη ὥσπερ νῆμα ἀσκητόν, οὕτω καὶ ἀσκητὰ κέρατα. Τὸδὲ ἤραρεν ἀναλόγως ἔχει. οὐ μὴν τοιοῦτον καὶ τὸ ἄραρεν, οὗ μετοχὴ ἀραρώς. ἐκεῖνο γὰρ Ἰωνικώτερον ὂν διέβη καὶ εἰς Ἀττικισμόν.] (ῃ. 111) Λειᾶναι δὲ τὸ ξέσαι ἢ ῥινῆσαι. Ἡ δὲ Ὁμηρικὴ χρυσῆ κορώνη καὶ εἰς παροιμίαν ἔπεσε καὶ ὁ ἀγαθὸν τέλος τοῖς φθάσασιν ἐπιθεὶς χρυσέην ἐπιθεῖναι τῷ παντὶ κορώνηνλέγεται. ἡ δὲ χρυσῆ κορωνὶς ἴσως μὲν καὶ ἐκ ταύτης τῆς κορώνης ὑπεκορίσθη, ἴσως δὲ καὶ ἐκ τῆς τὰς θύρας συναπτούσης. λέγεται δὲ κορώνη τόξου τροπικῶς, καθὰ καὶ θύρας, ὡς καὶ ἀλλαχοῦ δηλοῦται, ἀπὸ τῆς ζωϊκῆς, ἧς πρὸς διαφορὰνδοκεῖ ἀστείως αὕτη χρυσέα κληθῆναι, ὡς μὴ κατ' ἐκείνην οὖσα μέλαινα. (ῃ. 112 ς.) Ὅτι τὸ εἰς γῆν θεῖναι τὸ τόξον πρὸς τῇ γῇ ἀνακλῖναί φησιν. ὅτιδὲ τὸ εἰς γῆν ἀνακλῖναι ὅμοιόν ἐστι τῷ καταθεῖναι, δηλοῖ εἰπών· «καὶ τὸ μὲνεὖ κατέθηκε τανυσάμενος», [ὃ καὶ τανύσας λέγεται κατὰ τὸ «οὐ δύναμαιτανύσαι».] (ῃ. 113) Ὅτι πρόσθε τοῦ Πανδάρου σάκεα σχέθον, ἤγουν ἔσχον, ἐσθλοὶ ἑταῖροι συγκρύπτοντες ἐκεῖνον, ἵνα λάθῃ βαλὼν τὸν Μενέλαον. οὔκουνμόνος φαῦλος ὁ Πάνδαρος, ἀλλὰ συνεξομοιοῦνται αὐτῷ καὶ οἱ ὑπ' αὐτόν, ὅπερὡς τὰ πολλὰ γίνεται. (ῃ. 117) Ὅτι τὸν ὀϊστόν, ὃν ἐξείλετο Πάνδαρος, ἤτοιἐξήγαγεν ἢ ἐξελέξατο, εἰς τὴν κατὰ Μενελάου βολήν, ἀβλῆτα καλεῖ Ὅμηροςεἰπών· «αὐτὰρ ὃ σύλα πῶμα φαρέτρης, ἐκ δ' ἕλετ' ἰὸν πτερόεντα μελαινάωνἕρμ' ὀδυνάων». Ἔστι δὲ ἀβλὴς ὁ μήπω βληθείς, ὅ ἐστι ἀφεθεὶς κατά τινος. διὸκαὶ ἀθετοῦσι τὴν λέξιν οἱ παλαιοὶ φάμενοι μὴ εἰωθέναι τὸν ποιητὴν τὸ βάλλεινἐπὶ τοῦ ἁπλῶς ἀφιέναι τιθέναι. αἰτιῶνται δὲ καὶ τὸ ἕρμα λέγοντες, ὅτι οὐχ' ὃθέλει ὁ ποιητὴς λέγει. ἕρμα γὰρ Ὁμηρικῶς τὸ ἔρυμα καὶ κώλυμα. τὸ δὲ βέλοςοὐ γίνεται κώλυμα ὀδυνῶν ἀλλὰ μᾶλλον ἐνέρεισμα. ἔστι δὲ λύοντα τὰ τοιαῦταεἰπεῖν, ὅτι ἀβλῆτα μὲν ὀϊστὸν λέγει τὸν μήπω βαλόντα, ἤτοι ἐπιτυχόντα τινός, διὰ τὸ μηδὲ ἀφεθῆναι, ἕρμα δὲ ὀδυνῶν, ἐν ᾧ αἱ ὀδύναι οἷον ἐνοικοῦσι καὶἐνερείδονται, ὥστε ὅπου αὐτὸ εἰσέλθῃ, ἐκεῖ καὶ θανασίμους ὀδύνας συνεισέρχεσθαι. [Ἰὸν δὲ πτερόεντα κοινότερον μὲν λέγει τὸν πτεροῖς προϊόντα. καὶ ἄλλωςδὲ ἢ πρὸς διαστολὴν ἴσως ἰοῦ τοῦ κατὰ τὸν ὄφιν καὶ ὅσα τοιαῦτα ἢ καὶ πρὸςδιαφορὰν ὀϊστοῦ, ὃς οὐ πτεροῖς διοικεῖται, ἀλλά τισιν ἑτεροίοις, ὡς εἰκός. ἔτιδὲ πτερόεις ἰὸς ὁ ταχὺς καὶ ἐπιπτέσθαι μενεαίνων.] (ῃ. 118– 26) Ὅτι τὸ τοῦ Πανδάρου τόξευμα οὕτω διασκευάζει ὁ ποιητής· «αἶψα δ' ἐπὶ νευρῇ κατεκόσμειπικρὸν ὀϊστόν· ἕλκε δ' ὁμοῦ γλυφίδας τε λαβὼν καὶ νεῦρα βόεια. νευρὴν μὲνμαζῷ πέλασε, τόξῳ δὲ σίδηρον. αὐτὰρ ἐπειδὴ κυκλοτερὲς μέγα τόξον ἔτεινε, λίγξε βιός, νευρὴ δὲ μέγ' ἴαχεν, ἆλτο δ' ὀϊστὸς ὀξυβελὴς καθ' ὅμιλον ἐπιπτέσθαιμενεαίνων». (ῃ. 123) Ἰστέον δέ, ὅτι ἀρχαϊκὸν τὸ τὴν νευρὰν πελάζειν τῷ μαζῷ, ὃ καὶ Ἀμαζόνες ἐποίουν, ὡς προείρηται. τὸ δὲ μέχρι καὶ εἰς τὸ δεξιὸν οὖς αὐτὴνἐντανύειν νεώτερον, ὡς καὶ ὁ Προκόπιος ἐν τοῖς Λιβυκοῖς προοιμιαζόμενοςἱστορεῖ. (ῃ. 118) Τοῦ δὲ κατακοσμεῖν νευρὰν ἐπὶ ὀϊστῷ οὐκ ἔστι καιριωτέρανλέξιν εὑρεῖν, κἂν μυρία πονήσοι τις. [Δηλοῖ δὲ τὸ εὐκόσμως κατετίθει οἷακοσμήτωρ. Πικρὸν δὲ ὀϊστὸν λέγει τὸν πρὸ βραχέων ὀδυνηρὸν εἰς θάνατονπρὸς διαστολὴν τοῦ μὴ πολεμικοῦ ἀλλὰ γυμναστικῶς γλυκάζοντος.] (ῃ. 122) Γλυφίδες δὲ τὸ γλύμμα τοῦ ἀτράκτου τὸ ἐντιθέμενον τῇ νευρᾷ. νεῦρα δὲ βόειαπεριφραστικῶς καὶ ἐτυμολογικῶς ἡ προρρηθεῖσα νευρὰ λέγεται, ἐξ ὧν καὶἠρτύετό ποτε, καθὰ πρὸ ὀλίγου ἐρρέθη, ἡ νευρά, ὡς καὶ ἡ κλῆσις δηλοῖ. [Κατακρουόμενα γάρ, ὡς εἰκός, βόεια νεῦρα, εἶτα ξαινόμενα καὶ κλωθόμενα συνεστρέφοντο, καθὰ καὶ σχοῖνος. καὶ οὕτως ἐχρησίμευον εἰς ῥαίβωσιν τόξου κατὰτοὺς ἄρτι βοείους ἱμάντας. κἀντεῦθεν ἡ τότε κυρίως νευρὰ ψευδωνυμεῖται κατὰτῆς ὕστερον.] (ῃ. 123) Μαζὸς δὲ καὶ ἐπὶ ἀνδρῶν ἰδοὺ κεῖται, ὥστε οὐκ ἐπὶ μόνωνλέγεται γυναικῶν. δοκεῖ δὲ γενέσθαι ἐκ τοῦ μαδός κατὰ φανερὰν στοιχειακὴντοῦ ˉδ καὶ τοῦ ˉζ συγγένειαν. μαδᾷ γὰρ φύσει ἀναγκαίως ἅπας μαζός, ὁ καὶ μασδὸς Δωρικῶς καὶ μαστὸς διὰ τοῦ ˉτ καὶ μασθὸς δὲ διὰ τοῦ ˉθ λεγόμενος. χρῆσις δὲ τοῦμαδοῦ, ἐν οἷς Ἡρακλείδης, εἰπὼν ἐκ τοῦ ἔδω τὸ ἔσθω γίνεσθαι Δωρικῶςτροπῇ τοῦ ˉδ εἰς ˉθ, ὡς τὸ «ἔθων Οἰνῆος ἁλωήν», λέγει, ὅτι καὶ τὸν μαδὸν οὕτωμασθὸν λέγουσιν οἱ Δωριεῖς. καὶ τὸ ψεῦδος δέ, φησίν, ἄραντες τὸ ˉε ψύθος φασί. τινὲς δὲ ἀπὸ τοῦ μῶ μάζω, τὸ ζητῶ, παράγουσι τὸν μαζόν, ὡς τοῖς βρέφεσι ζητούμενον. (ῃ. 124) Κυκλοτερὲς δὲ τόξον λέγει οὐ τὸ φύσει τοιοῦτον, σκολιὸν γάρἐστι καὶ ἀγκύλον πρὸ τῆς τάσεως, ἀλλ' ὅπερ τῷ ἑλκυσμῷ τοιοῦτον γίνεται. ὅτεγὰρ ἡ νευρὰ πελάσει τῷ μαζῷ, τῷ τόξῳ δὲ ὁ τοῦ βέλους σίδηρος, ῥαιβοῦταιτὸ τόξον εἰς κυκλοτέρειαν. (ῃ. 125) Τὸ δὲ λίγξε καὶ τὸ ἴαχεν ὠνοματοπεποίηνται. τέθειται δὲ τὸ μὲν λειότερον οἰκείως ἐπὶ τοῦ τόξου, τὸ δὲ τραχύτερον ἐπὶ τῆςνευρᾶς. Τὸ δὲ ἆλτο ὅτι ψιλοῦται καὶ διὰ τί, προεγράφη. (ῃ. 126) Τὸ δὲ ὀξυβελήςφανερῶς δηλοῖ, ὅτι βέλος κυρίως τὸ τοῦ ὀϊστοῦ σιδήριον, ἀφ' οὗ καὶ τὸ ὅλονβέλος λέγεται, ὡς καὶ ἀπὸ τοῦ σιδήρου τῆς αἰχμῆς τὸ ὅλον δόρυ αἰχμήν φαμεν. Τοῦ δὲ πτέσθαι, ὅ ἐστι πετάσαι, χρῆσις καὶ παρὰ Σοφοκλεῖ ἐν Οἰδίποδι. ἔοικε δὲ τῇ κινήσει τοῦ σχέσθαι· ὡς γὰρ ἐσχόμην σχέσθαι, οὕτω καὶ ἐπτόμηνπτέσθαι, οἷον· «περιχαρὴς δ' ἀνεπτόμην». [Δῆλον δέ, ὥς ἐστι καὶ ἐπτάμηνπρῶτος ἀόριστος, ἐξ οὗ καὶ τό· «τίς γάρ ποτ' ἀρχὴ τοῦ κακοῦ προσέπτατο» καὶἀπαρέμφατον παρά γε Εὐριπίδῃ τὸ διαπτάσθαι. σύνδρομον δὲ ἰῷ πτερόεντι τὸἐπιπτέσθαι.] Τὸ δὲ μενεαίνων ὡς ἐπὶ αἰσθητικοῦ εἴρηται. ἔθος γὰρ Ὁμήρῳ κατὰλόγον γλυκύτητος προαιρετικὴν ὁρμὴν καὶ τοῖς ἀψύχοις προσπλάττειν καὶψυχοῦν οἷον αὐτά. οὕτω καὶ ὀϊστὸς ἐνταῦθα πέτεσθαι θέλει. καὶ ἀλλαχοῦ βέληχροὸς ψαῦσαι φιλοτιμεῖται καὶ Ἄρης, ὅ ἐστι σίδηρος, αἵματος προθυμεῖταικορέσασθαι. φασὶ δὲ οἱ παλαιοί, ὅτι ἐν τοῖς τοιούτοις ἡ τροπὴ ἀπὸ τοῦ πάσχοντοςἐπὶ τὸ ποιοῦν γίνεται. τοῦ γὰρ στρατιώτου πάσχοντος τὸ θέλειν πέτεσθαι τὸνὀϊστὸν καθ' ὅμιλον καὶ ψαῦσαι τὸ βέλος χροὸς καὶ τὸν σίδηρον αἵματος κορέσασθαι ἀπ' αὐτοῦ ἐπὶ τὰ ὅπλα γίνεται ἡ τροπὴ τὰ ποιοῦντα τὴν στρατιωτικὴνἔφεσιν. ὅμοιον καὶ τὸ «γέλασε δὲ πᾶσα περὶ χθών». πάσχοντος γὰρ τοῦ θεατοῦτὸ γελᾶν ἐπὶ τὴν ποιοῦσαν τοῦτο χθόνα τὸ τοῦ γέλωτος πάθος τέτραπται. (ῃ. 127) Ὅτι ἐνταῦθα πρῶτον χρᾶται Ὅμηρος σχήματι ἀποστροφῆς, τῷ κατὰ κλητικὴν δηλαδὴ πτῶσιν, τὸν μὲν ἀκροατὴν ἀφείς, τρέψας δὲ τὸν λόγον πρὸς τὸντῆς ἱστορίας Μενέλαον ἐν τῷ «οὐδὲ σέθεν, Μενέλαε, θεοὶ μάκαρες λελάθοντο». γίνονται δὲ παρ' Ὁμήρῳ αἱ ἀποστροφαὶ πρὸς ἀξιόλογα πρόσωπα, οἷον ἐνὈδυσσείᾳ μὲν ἅπαξ πρὸς τὸν εὐνούστατον τῷ δεσπότῃ Εὔμαιον, ἐν Ἰλιάδι δὲ διαφόρως πρός τινας οἵους ἀξίους εἶναι καλεῖσθαι προσφωνητικῶς καὶ τυγχάνεινἐπιστροφῆς. οὐ γὰρ δήπου καὶ πρὸς τὰ τυχόντα τῶν προσώπων ἀποστρέφειντὸν λόγον δέον ἤγηται ὁ σεμνότατος ποιητής, ὡς πολλαχοῦ φανήσεται. Τὸ δὲλελάθοντο Ἰωνικῶς ἀναδεδιπλασίασται. (ῃ. 128) Ὅτι ἀγελείη Ἀθηνᾶ οὐκ ἂνἀπὸ τοῦ τὰ ἄγη ἐλαύνειν εἴη ἄν, ἵνα μὴ δασυνθῇ οὕτως ἡ ἄρχουσα. εἴρηται δὲμᾶλλον ἢ ἀπὸ τοῦ λείαν ἄγειν– ληῗτις γάρ ἐστιν– ἢ παρὰ τὸ λεὼν ἄγεινἤτοι λαόν, ὡς ἡγεμονική, ἀφ' ἧς ἐννοίας καὶ τὸν στρατηγὸν λαγέταν ἡ ποίησιςἔφη. ἐκεῖθεν δὲ καὶ τὰ κύρια, ὁ Ἀγησίλαος καὶ ὁ Ὁμηρικὸς Ἀγέλαος. (ῃ. 129– 31) Ὅτι ἡ Ἀθηνᾶ πρόσθε στᾶσα Μενελάου βέλος ἐχεπευκὲς ἄμυνε καὶ τόσον ἔεργεν ἀπὸ χροός, ὡς ὅτε μήτηρ παιδὸς ἐέργει μυῖαν, ὅθ' ἡδέϊ λέξεταιὕπνῳ, ἤγουν ὅτε εἰς ὕπνον ἡδὺν ἐκεῖνος κατενεχθῇ. καὶ ὅρα, ὅπωςπεριῆλθε τοὺς Τρῶας ἡ Ἀθηνᾶ δεξιώτατα, τὸν μὲν Πάνδαρον κατὰ Μενελάουἐρεθίσασα ἐπὶ βλάβῃ τῶν ὅρκων, φυλάξασα δὲ τὸν Μενέλαον. κατὰ γὰρ τὴντραγῳδίαν τὸ κακὸν δοκεῖ ποτ' ἐσθλὸν εἶναι τῷδε, ὅτῳ θεὸς φρένας ἄγει πρὸςἄτην. ὃ καὶ Πάνδαρος ἔπαθε. διὰ δὲ τῆς κατὰ τὴν μυῖαν παραβολῆς τὸ παράμονόν τε τῆς φυλακῆς τῆς Ἀθηνᾶς ἐδήλωσεν ὁ ποιητὴς δεικνύς, ὅτι καὶ αὐτὴτῷ Μενελάῳ παρμέμβλωκε καὶ τὴν τοῦ Πανδάρου βολὴν ἐξηυτέλισε, μυίαςεἰκάσας πετάσματι τὴν τοῦ ἀβλῆτος πτερόεντος ὀϊστοῦ ἄφεσιν. ὑπνοῦντι δὲ παιδὶτὸν ἥρωα Μενέλαον εἴκασε διὰ τὸ ἀφροντιστεῖν ἄρτι πεποιθότα τοῖς ὅρκοις καὶοἷον ἀναπίπτειν καὶ ἀνακεῖσθαι. καιρία δὲ λέξις ἐν τοῖς ῥηθεῖσι τὸ εἴργειν καὶἀπείργειν, διὸ καὶ δὶς ἐρρέθη κατ' ἐπιμονήν. (ῃ. 132– 9) Ὅτι πολλὰ φθάσας ὁ Μενέλαος δυστυχῆσαι τοῦθ' ἓν μέγα, ὡς εἰκός, εὐτυχεῖ, ὅτι τὸ βέλος ἡ Ἀθηνᾶ τῶν καιρίων ἀπαγαγοῦσα τοῦ σώματος ἴθυνεν αὐτό, ὅθι ζωστῆρος ὀχῆεςχρύσεοι σύνεχον καὶ διπλόος ἤντετο θώρηξ. καὶ τὸ ἐντεῦθεν γίνεται τοιαῦτα καθ' Ὅμηρον· «ἐν δ' ἔπεσε ζωστῆρι ἀρηρότι πικρὸς ὀϊστός, διὰ μὲν ἂρ ζωστῆροςἐλήλατο δαιδαλέοιο καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο μίτρης θ', ἣνἐφόρει ἔρυμα χροός, ἕρκος ἀκόντων, ἥ οἱ πλεῖστον ἔρυτο, διαπρὸ δὲ εἴσατο καὶτῆς», ἤγουν προῆλθεν ἐντὸς καὶ διὰ ταύτης, «ἀκρότατον δ' ἂρ ὀϊστὸς ἐπέγραψεχρόα φωτός». ἔστι δέ, ὃ λέγει, τοιοῦτον. (ῃ. 133 ς.) Θώραξ ἐλέγετό τιςστατός, ὁ μέχρι λαγόνων ἄνωθεν καθήκων, ᾧ ἢ ἐπίκειται ἢ ὑποβέβληταιζωστήρ, ὃς κατά τινας καὶ ζῶμα ἐλέγετο, κατιὼν αὐτὸς ἀπὸ λαγόνων μέχριγονάτων καὶ κνημῶν. ἃ δὴ ἀμφότερα, ἤγουν τὸν στατὸν θώρακα καὶ τὸν ζωστῆρα, συλληπτικῶς θώρακα ὁ ποιητὴς ἐνταῦθα λέγει, ὥστε εἶναι τὴν αὐτῶν συνοχὴνδιπλόον θώρακα. (ῃ. 137) Ἡ δὲ μίτρα ἐντὸς τούτων παρὰ τὸ ἦτρον πρὸς πλείωφυλακὴν ἔκειτο. διό φησιν· «ἥ οἱ πλεῖστον ἔρυτο», τουτέστιν ἐφύλασσεν, ὅθεν καὶ ἔρυμα χροὸς ἐτυμολογικῶς λέγεται, ἔσω μὲν ἐριώδης οὖσα, ἵνα μὴθλίβῃ τὸ ὑποκείμενον, ἔξω δὲ χαλκῆν τινα λεπίδα, ἤγουν χαλκοῦν ἐκπέταλονἔχουσα. διὸ καὶ προϊὼν ἐρεῖ, ὅτι χαλκῆες ἄνδρες ἔκαμον αὐτήν, ἣν δι' αὐτὸτοῦτο καὶ ἔρυμα χροὸς καλεῖ καὶ ἕρκος ἀκόντων. διὰ τοῦ θώρηκος οὖν τοῦστατοῦ καὶ τοῦ μετ' αὐτὸν ζωστῆρος καὶ τῆς μίτρας ἐλθὼν ὁ ὀϊστὸς οὐ μέγα τιἔδρασε κατὰ τοῦ Μενελάου. οἱ δέ φασιν, ὅτι ἄνω τῆς μίτρας καὶ τῆς συνδέσεωςτοῦ ῥηθέντος ζώματος καὶ τοῦ στατοῦ θώρακος ζώνη ἐπέκειτο σφίγγουσα τὰπάντα, ἥτις ἐκαλεῖτο ζωστήρ. οὗ ζωστῆρος ἄνω ἐμπεσὼν ὁ τῷ Μενελάῳἐπαφεθεὶς ὀϊστὸς οὐ πολὺ τὸ ἐνεργὸν ἔσχεν, ἀλλὰ ἀκρότατον ἐπέγραψε χρόαφωτὸς ἀποκωλυσάντων τὴν εἰς βάθος πρόοδον πρῶτα μὲν τοῦ ἐξ ἐπιπολῆςζωστῆρος, ἤτοι τῆς ζώνης χρυσῆς οὔσης,– χρύσεοι γάρ, φησίν, ὀχῆες ζωστῆροςσυνεῖχον– εἶτα τοῦ διπλοῦ, ὡς εἴρηται, θώρακος, τουτέστι τοῦ στατοῦ καὶ τοῦὑποβεβλημένου αὐτῷ ζώματος, καὶ τετάρτης τῆς μίτρας. ὅτι δὲ ὁ ζωστὴρἄνω ἦν τοῦ ζώματος, δηλοῖ ὁ ποιητὴς ἐν τοῖς ἑξῆς λέγων· εἰρύσατο ζωστὴρπαναίολος καὶ ὑπένερθε ζῶμα καὶ μίτρη, πλέον αὐτὴ τὸ βέλος ἀμβλύνασα. ἄλλοι δὲ διπλοῦν θώρακα νοοῦσι τὰ πρὸς ταῖς λαγόσι καὶ ἐκ πλαγίων πτερύγιατοῦ θώρακος, ἅπερ πτυχθέντα καὶ οὕτως ἀλλήλοις ἐπιφερόμενα καὶ τῷ ζωστῆρισφιγγόμενα διπλοῦσιν ἐκεῖ τὸν θώρακα. Σημείωσαι δέ, ὅτι μίτρα παρὰ τοῖςμεθ' Ὅμηρον καὶ ἐπὶ τῆς περὶ κεφαλὴν ταινίας λέγεται, ἤτοι κοινότερον εἰπεῖνἐπὶ φασκίας, ὡς δηλοῖ παρ' Εὐριπίδῃ τὸ μίτραις ἀναδέτοις ῥυθμίζεσθαιπλόκαμον, καὶ τὸ παρ' Ἡροδότῳ «μίτραις κατειλίχατο», καὶ οἱ περὶ κεφαλὰςμιτροφόροι. ἐξ ὧν ὁρμώμενοί τινες ταινίαν ἡρμήνευσαν ἁπλοϊκῶς οὕτω τὸνστέφανον. Φασὶ δέ τινες καὶ αὐτὸ τοῦτο στεφάνους εἶναί ποτε τὰς μίτρας, φάμενοι, ὅτι μίτραι κυρίως οἱ ἀπὸ φασκιῶν καὶ ὡραρίων στέφανοι. γυναικεῖοιδὲ ἴσως καὶ οἱ τοιοῦτοι. παρὰ τὸν μίτον δὲ ἡ λέξις ἐτυμολογεῖται, ὡς οἷονμίτηρά τις οὖσα. (ῃ. 132) Ὅρα δὲ καί, ὡς οὐ μόνον ὀχεὺς πυλῶν καὶ περικεφαλαίας, ἀλλ' ἰδοὺ καὶ ζωστῆρος ὀχῆες ἀπὸ τοῦ ἔχειν λεγόμενοι καὶ αὐτοί. φησὶ γοῦν κατὰ τρόπον ἐτυμολογίας, ὅτι ζωστῆρος ὀχῆες χρύσειοι σύνεχον. (ῃ. 137 ς.) Τοιοῦτος δὲ τρόπος καὶ τὸ «ἔρυμα χροός, ἥ οἱ πλεῖστον ἔρυτο». ἀπὸγὰρ τοῦ ἐρύω ἐτυμολογεῖται τὸ ἔρυμα. (ῃ. 133) Τὸ δὲ ἤντετο γλυκέωςεἴρηται ὡς ἐπὶ ἐμψύχου. δοκεῖ γάρ πως τὰ διπλούμενα συναντᾶν ἀλλήλοις. ἐνεστὼς δὲ αὐτοῦ συνηθέστατος Ὁμήρῳ τὸ ἄντω βαρύτονον, ἐξ οὗ τὸ ἄντομαικαὶ ἀντόμενος. οἱ μέντοι μεθ' Ὅμηρον περισπῶσιν ὡς τὸ βοῶ. (ῃ. 134) Οὐπόρρω δὲ γλυκύτητος οὐδὲ τὸ ἐνέπεσεν ὀϊστός. ὁ μέντοι κοινότερον φράζωνεἴποι ἂν ἐνέκρουσε. Τὸ δὲ ἀρηρότι δόξοι ἂν παράγωγον εἶναι τοῦ ζωστῆρος, ἵνα εἴη ζωστὴρ ζῶμα ἀρηρός. (ῃ. 135) Τὸ δὲ ἐλήλατο ταὐτόν ἐστι τῷ διῆλθε. Σημειωτέον δὲ καί, ὅτι πάντα τὰ τοῦ χωρίου τούτου συχνοῖς ἐπιθέτοις κοσμεῖκατὰ ἰδέαν γλυκύτητος, πικρὸν μὲν καὶ ὀξυβελῆ τὸν ὀϊστὸν εἰπὼν καὶ βέλοςἐχεπευκές, δαιδάλεον δὲ τὸν ζωστῆρα, πολυδαίδαλον δὲ τὸν θώρακα, τὴν δὲμίτραν ἔρυμα χροός καὶ ἕρκος ἀκόντων, [ὃ δὴ ἑτεροῖόν ἐστι τοῦ ἕρκος πολέμου. ἐκεῖνο γὰρ σεμνότερον, διὸ καὶ ἡρωϊκοῖς ἀνδράσι πολεμισταῖς ἐπιλέγεται, Αἴαντι δηλονότι καὶ τοῖς τοιούτοις. (ῃ. 137) Ὅρα δέ, ὡς ὁμώνυμος ὢν φωνὴ ὁ ἄκων, ὁ μὲν κατὰ μάχην παρὰ τὴν ἀκὴν γίνεται, ὃ δηλοῖ σιδήρου ὀξύτητα, ὁ δὲλοιπὸς ἐκ τοῦ ἀέκων κέκραται.] Τὸ δὲ ἐφόρει δηλοῖ μὲν τὸ ἔφερε, κεῖται δὲκοινότερον καὶ ἐπὶ ἐνδύσεως– φορεῖ γοῦν τις ἱμάτιον– καὶ ἐπὶ ὑποδέσεως, ὅθεν ἀφόρητοι βλαῦται παρὰ Ἀθηναίῳ ὑποδήματα μήπω φορηθέντα ποσί. Τὸδέ «ἔρυμα χροός, ἕρκος ἀκόντων», ἔπαινος μέν ἐστι τῆς ῥηθείσης μίτρας, πεφιλοτίμηται δὲ κομματικῶς ἐν ὁμοιότητι νοημάτων. εἴληπται δὲ ὡς ἀπὸτείχους, ὃ λαοῦ τέ ἐστιν ἔρυμα καὶ ἕρκος πολεμίων. διὸ καὶ ὅμοιον ἕρκος πολέμου εἰπεῖν καὶ ἕρκος ἀκόντων. Ἡ δὲ χρῆσις τοῦ χροός πάνυ συνήθης Ὁμήρῳ. δῆλον δέ, ὡς ἐκ τοῦ χροῦς Δωρικώτερον γέγονεν ὁ χρὼς συνεκδραμὼν κατὰ τὸνὀξὺν τόνον τῷ ἱδρώς, οὐ μὴν τοῖς ἀνομοιογενέσι μονοσυλλάβοις, ὁποῖα ἡ Κῶς, ἡ Τλῶς, ἡ Κρῶς. (ῃ. 138) Τοῦ δὲ εἴσατο εἴω ἐστὶ τὸ θέμα, ὃ πολλαχοῦδιαφαίνεται. ταὐτὸν δὲ κατ' ἔννοιαν τὸ διελήλατο καὶ τὸ διαείσατο, πλὴν ὅσοντοῦτο μὲν ποιητικώτερον, ἐκεῖνο δὲ κοινότερον. (ῃ. 139) Τὸ δὲ ἀκρότατον τὸπάντῃ ἀβαθὲς δηλοῖ τῆς πληγῆς. διὸ τὸ «ἐπέγραψεν ἀκρότατον χρόα» ταὐτόνἐστι τῷ ἐπιπολῆς ἔξεσε. γράψαι γὰρ τὸ ἐπιξέσαι, ὡς καὶ ἀλλαχοῦ λεχθήσεται. ὅτι δὲ καὶ τραχύτερον εἰς ἐκφώνησιν τὸ γράφειν τοῦ ἐν Ὀδυσσείᾳ γλάφειν, καὶ αὐτὸ ἀλλαχόθι ῥηθήσεται. (ῃ. 140) Ὅτι πληγῆς φραστικὸν τὸ «αὐτίκα δ' ἔρρεεν αἷμα κελαινεφὲς ἐξ ὠτειλῆς». Ἰστέον δέ, ὅτι αἷμα μέν ἐστι κελαινεφὲςτὸ κελαινὸν φαινόμενον καὶ αὐτόχρημα καθ' Ὅμηρον εἰπεῖν μέλαν, ὡς μετ' ὀλίγα ἐρεῖ, καὶ κελαινὸν δέ, ὡς ἐν τῇ αʹ ῥαψῳδίᾳ ἔφη. Ζεὺς δὲ κελαινεφὴς καὶαὐτὸς μὲν λέγοιτ' ἂν οὕτω διὰ τὸ μέλας εἶναι φανῆναι καὶ δυσόρατος. μέλας γὰρὁ ἀήρ, ὅθεν καὶ ἠερόεν τὸ σκοτεινὸν καὶ ἠέρα τὴν ἀορασίαν φησὶν ὁ ποιητής. Ἐτυμολογεῖται δὲ καὶ ἄλλως ἐκεῖνος παρὰ τὸ τὰ νέφη κελαίνειν ἤτοι μελαίνειν, ὡς καὶ ἀλλαχοῦ γέγραπται. νεφεληγερέτης γάρ. Ὠτειλὴ δὲ κυρίως μὲντραῦμα τὸ ἐκ τοῦ οὐτάσαι, ὅ ἐστιν ἐγγύθεν τρῶσαι. Ὅμηρος δὲ ἐνταῦθα τὸἐκ τῆς βολῆς οὕτως ἐκάλεσε. καὶ μὴν ἄλλως διαφορὰν οἶδεν Ὅμηρος τοῦοὐτάσαι καὶ τοῦ βαλεῖν, ὡς πολλαχοῦ φανήσεται. διαφέρει δὲ οὐλῆς ὠτειλή, ὅτιὠτειλὴ μὲν αὐτὸ τὸ τραῦμα, οὐλὴ δὲ τύλος ἢ τύπος θεραπευθέντος τραύματος. Τοῦ δέ «ἔρρεεν αἷμα» ἑτεροῖόν ἐστι τὸ «ἀνεκήκιεν αἷμα», ὡς ἑτέρωθι φανεῖται. (ῃ. 141– 7) Ὅτι αἱ ἐκ Καρίας καὶ αἱ Λυδαὶ γυναῖκες ἀγαθαὶ ἦσαν βάπτεινἐλεφάντων ὀστᾶ φοινικῷ χρώματι καὶ ὅτι ὁ τοιοῦτος ἐλέφας ἐν θαλάμῳ τοῖςβασιλεῦσιν ἔκειτο ἄγαλμα. οὔπω γὰρ ὁ χρυσὸς ἐτυράννει τῶν ἄλλων ὑλῶν. Καὶ σημείωσαι, ὅπως ἀνέκαθεν τὰ ἐρυθροβαφῆ βασιλέων ἦσαν παράσημα. τοιούτῳ ἐλέφαντι ἀπεικάζει Ὅμηρος τὰ κάτω τοῦ Μενελάου, ὅτε τῷ ἐκ βολῆςαἵματι περιερρέοντο, λέγων οὕτω· «ὡς δ' ὅτε τίς τ' ἐλέφαντα γυνὴ φοίνικιμιήνῃ Μῃονὶς ἠὲ Κάειρα παρήϊον ἔμμεναι ἵππων, κεῖται δ' ἐν θαλάμῳ, πολέες τέ μιν ἠρήσαντο ἱππῆες φορέειν, βασιλῆϊ δὲ κεῖται ἄγαλμα, ἀμφότερονκόσμος τε ἵππῳ ἐλατῆρί τε κῦδος, τοῖοί τοι Μενέλαε μιάνθην αἵματι μηροὶ εὐφυέες κνῆμαί τε ἠδὲ σφυρὰ κάλ' ὑπένερθεν». (ῃ. 146 ς.) Καὶ οὕτω μὲν ἡπαραβολὴ λευκὸν φύσει τὸν Μενέλαον ἱστορεῖ. εἰ δὲ καὶ θηλυπρεπὲς ἐν ἥρωσινἡ λευκότης, διὸ τὸν Τρωϊκὸν Κύκνον Θεόκριτος τοιοῦτον ὄντα θῆλυν ἀπὸχροιᾶς ἔφη, ἀλλ' ἐνταῦθά φασιν οἱ παλαιοί, ὅτι κἂν ἄλλως εὐπαθὲς τὸ λευκόν, ἰσχυρότερα δὲ τὰ μελάγχροα τῶν σωμάτων, ἀλλὰ παρὰ τοῖς Λάκωσι χαρακτὴρἀνδρίας ἦν λευκὸς χρὼς καὶ κόμη ξανθή, ὁποῖον καὶ τὸν Ἀλέξανδρον εἶναιἱστορεῖ ὁ ποιητής. ὅτι δὲ τὸ ἐν σώμασι λευκὸν οὐκ ἐν ἐπαίνῳ ἦν, καὶ ἐν ῥητορικοῖς δηλοῦται Λεξικοῖς, ὧν ἐν θατέρῳ μὲν κεῖται, ὅτι λευκοὶ οἱ δειλοὶ καὶλευκώπιοι οἱ αὐτοί, ἐν δὲ ἑτέρῳ, τῷ τοῦ Αἰλίου Διονυσίου δηλαδή, τὸ «οὐδὲνλευκῶν ἀνδρῶν ὄφελος». ᾧ συμπαράκεινται καὶ ἕτεραι κεφαλαιώδεις παροιμίαιαὗται, καὶ «οὐδεὶς δυσώνης χρηστὸν ὀψωνεῖ κρέας», καὶ «οὐδὲν φρονεῖ δίκαιονἐστυκὼς ἀνήρ». Ὅρα δέ, ὡς καὶ αὕτη ἡ παραβολὴ ἔχει τι πολυμαθίας διὰ τῶν ἐναὐτῇ ἱστοριῶν, πολλαχοῦ καὶ τοῦτο τεχναζομένου τοῦ ποιητοῦ, ὡς προδεδήλωται. (ῃ. 141) Ἰστέον δέ, ὅτι ἐλέφαντα μὲν λέγει τὸ ἐλεφάντινον ὀστοῦν, τῷ τοῦὅλου ὀνόματι ὀνομάζων τὸ μέρος. ᾧ τρόπῳ καὶ βοῦς τὸ δέρμα, ἡ βύρσα δηλαδή, καὶ παρὰ Σοφοκλεῖ «γέλωτι φαιδρὸν κάρα», ἤτοι πρόσωπον. ὅτι δέ ποτε καὶ τὸὅλον τῷ τοῦ μέρους καλεῖται ὀνόματι, μικρὸν ὅσον δηλωθήσεται. τινὲς δὲ ἐλεφαντά ἀναγινώσκουσιν ὀξυτόνως, ὡς τὸ καλά, ἵνα λέγῃ τὰ ἐλεφάντινα. Φοίνικαδὲ λέγει τὸ φοινικοῦν χρῶμα τὸ ἐκ καρποῦ, φασί, πρίνου, ὃ μάλιστα πολὺλέγονται συλλέγειν Τροιζήνιοι. ὁμωνυμεῖ δὲ τῇ ῥηθείσῃ λέξει καὶ ἡ ὀπώρα ὁφοῖνιξ. δι' αὐτὴν δὲ καὶ τὸ δένδρον ὁ φοῖνιξ. ἀρχὴ δὲ παραγωγικὴ αὐτῆς ὁ φόνοςἤτοι τὸ αἷμα, οὗ πρὸς ὁμοιότητα ὁ τοῦ φοίνικος καρπὸς ἐρεύθεται. ὅθεν καὶ Φοῖνιξ κύριον διὰ τὸν κατ' αὐτόν, ὡς εἰκός, φοινίκεον χροῦν. Μιαίνειν δὲ παρὰτῷ ποιητῇ τὸ βάπτειν, ὅπερ ἄλλοι φαρμάσσειν φασίν. ἐντεῦθεν καὶ μιαιφόνοςἌρης οὐκ ἐπὶ ψόγῳ, ἀλλ' ὡς αἱμοβαφής, καὶ μιαρὸς αἵματι οὐχ' ὡς μιαραὶἡμέραι παρὰ τοῖς ὕστερον αἱ τῶν κατοιχομένων, ἀλλ' ὁ αἱμοβαφὴς κατὰ τὸ» οὐδέ ποθι μιαρός», ὅπερ ἐν τῷ τέλει τῆς Ἰλιάδος κεῖται. (ῃ. 142) Μῃονὶς δὲγυνὴ ἡ Λυδή. Μαίονες γάρ, ὡς καὶ προδεδήλωται, καὶ Μῄονες οἱ Λυδοί, παρ' οἷς καὶ ἀγαθαὶ λέγονται εἶναι βαφαί. Κάειρα δὲ γυνὴ ἡ Καρίνη κατὰ τοὺςπαλαιοὺς ἢ Καρική, ἤτοι ἐκ Καρίας. παρὰ δὲ Ἡροδότῳ κεῖται καὶ ἐσθὴς Κάειρα. ἔστι δὲ παρά τισι τῶν παλαιῶν εὑρεῖν καί, ὅτι διὰ τοῦ ˉι τινες τὸ Κάϊρα γράφοντες, εἶτα καὶ δισυλλάβως Καῖρα συναιροῦντες ἔλεγον, ὡς καὶ ἐντῇ Βοιωτίᾳ δεδήλωται. κατὰ τὸν ὅμοιον δὲ τρόπον καὶ Δάειρα κατὰ Αἴλιον Διονύσιον διὰ τοῦ ˉι γραφὲν πρός τινων, εἶτα συναιρεθὲν δισυλλάβως ὑπὸ Ἀττικῶν Δαῖρα ὀνομάζεται. ἦν δέ, φησί, μήτηρ Ἐλευσῖνος. περὶ δὲ τούτου καὶ ἐντοῖς ἑξῆς που ῥηθήσεται. Παρήϊον δὲ ἵππων τὸ τοῦ χαλινοῦ παραγναθίδιον. λέγεται δέ ποτε οὕτω καὶ αὐτὴ ἡ παρειά. [Ὅρα δ' ἐντεῦθεν καί, ὅτι παρειάκαὶ ἐπὶ ἀλόγων ζῴων φαίνεται λέγεσθαι.] (ῃ. 143) Τὸ δέ «κεῖται ἐν θαλάμῳ», καθὰ καὶ τὸ «κεῖται ἄγαλμα» κειμήλιον εἶναι δηλοῖ καὶ τὸν τοιοῦτον ἐλέφαντα, ταὐτὸν δὲ εἰπεῖν, ἀπόθετον κτῆμα, ἐπεὶ καὶ ταὐτὸν κεῖσθαι καὶ ἀποτεθεῖσθαι. Τὸ δέ «πολέες ἠρήσαντο» πολυέραστον εἶναι δηλοῖ τὸν ῥηθέντα ἐλέφαντα. (ῃ. 144) Τὸ δὲ φορέειν ἀπὸ τοῦ ἵππου μετήνεκται εἰς τὸν ἱππότην. ἵππος γὰρφορεῖ παρήϊον ἐξ ἐλέφαντος, οὐ μὴν ὁ ἱππεύς. Ἄγαλμα δὲ πανταχοῦ παρὰ τῷποιητῇ πᾶν, ἐφ' ᾧ τις ἀγάλλεται, ὡς δηλοῖ καὶ ἡ Ὀδύσσεια, εἰ καὶ οἱ μεταγενέστεροι ἐπὶ ξοάνου τὴν λέξιν τεθείκασι. [Παλαιὸς δέ τις γράφει οὕτως· ἄγαλμα οὐσυνήθως τὸ θεῶν ἢ ἡρώων, ἀλλὰ κοινῶς, οἷον «βασιλῆϊ δὲ κεῖται ἄγαλμα» καὶ «ἄλλα δ' ἀγάλματ' ἀνῆψεν, ὑφάσματά τε χρυσόν τε» καὶ «ἵν' ἄγαλμακεχάροιτο ἰδοῦσα». Ἰστέον δὲ καί, ὅτι τὸ μὴ λαμπρὸν ἄγαλμα, εἶτ' οὖν ἀγαλλίαμα, εἴη ἄν ποτε καὶ ἄθυρμα, ὅτε δηλαδὴ ἀφελέσι προσώποις χορηγεῖται, ὡς ἡὈδύσσεια δηλοῖ ἐν τῷ «ἐδίδου ἀθύρματα».] Ἰστέον δέ, ὡς, εἰ καὶ ταὐτὰ νοεῖ τὸ χαίρειν καὶ τὸ ἀγάλλεσθαι, ἀλλὰ τὰ ἐξ αὐτῶν, τὸ ἄγαλμα καὶ τὸ χάρμα, διαφέρουσι. βαρύτητος μὲν γὰρ τὸ χάρμα, ἐπεὶ καὶ μυκτῆρα δηλοῖ καὶ κατάγελων, ὡς δηλοῖ τὸ «δυσμενέσι μὲν χάρμα» καὶ τὸ «σὸν ἅρμα χάρμα καὶ γέλως». ἑτεροίας δὲ ἡδονῆς τὸ ἄγαλμα, ὡς καὶ τὸ ἀγαλλίαμα. καὶ τὸ χαίρειν δέ γε καὶτὸ ἀγάλλεσθαι δοκεῖ ποτε διαφορὰν ἔχειν. χαίρει μὲν γάρ τις καὶ ἐπὶ ἐχθρῷ, ἤγουν κατὰ ἐχθροῦ, ἀγάλλεται δὲ ἄλλως ἐπὶ μόνοις τοῖς φιλουμένοις, ὡς εἰ καὶφιλόκαλος ἐπί τινι καλλωπισμῷ. (ῃ. 145) Τὸ δὲ ἀμφότερον σχῆμα καὶ νῦνἐπιρρηματικὸν Ὁμηρικόν, ὡς καὶ πρὸ τούτων ἐφάνη. Κόσμος δὲ κύδουςδιαφέρει, καθότι ὁ μὲν εἰς κάλλος τῷ ἵππῳ συμβάλλεται, τὸ δὲ κῦδος ἐκεῖθενπαρέπεται τῷ κειμηλιοῦντι τὸν ἐλέφαντα. (ῃ. 146) Τὸ δέ «μιάνθην μηροί» δυϊκόν ἐστι ῥῆμα ἀπὸ τοῦ μιανθήτην γεγονὸς κατὰ συγκοπήν. εἰ δέ τις ὑπολάβῃχρῆναι γράφεσθαι «μίανθεν αἵματι μηροί», τουτέστιν ἐμιάνθησαν, ἔχοι ἂνἴσως προσιστάμενον τῇ τοιαύτῃ ἐννοίᾳ τὸν μετρικὸν ποδισμόν. Ὅρα δὲ καὶ τὴνἀπόδοσιν τῆς παραβολῆς. οὐ γὰρ κατέληξε συνήθως εἰς τὸ ὥς, ἀλλὰ εἰς τὸ τοῖοιδιὰ ποικιλίαν ῥητορικήν. ἐξευτελίζει δὲ καὶ τὴν τοῦ Πανδάρου βολὴν ἡ παραβολή. ὡς γὰρ ἐλέφας τέχνῃ βάπτεται ὑπὸ γυναικῶν, οὕτως οἱ τοῦ Μενελάου μηροὶ ἐκτῆς τοῦ Πανδάρου βολῆς. (ῃ. 147) Εὐφυεῖς δὲ μηροὶ οἱ εὖ πεφυκότες καὶ τῷὅλῳ σύμμετροι. ὅτε μέντοι εὐφυέα που πτελέην ἐν τοῖς ἑξῆς ἐρεῖ ὁ ποιητής, τότεμάλιστα κυριολεκτεῖ. οἱ δέ γε παρὰ τοῖς ὕστερον εὐφυεῖς ψυχικῶς ἐπαινοῦνταιὡς εὖ πεφυκότες εἰς τὸ μαθεῖν, τὸ δὲ παρ' Εὐριπίδῃ «εὐφυὲς πρόσωπον» κατὰτοὺς εὐφυεῖς ἐρρέθη μηροὺς ἐκ τῆς καθ' Ὅμηρον φυῆς. Σφυρὰ δὲ καλὰ τῷ Μενελάῳ, πρὸς ἀναλογίαν καὶ αὐτὰ τοῦ ὅλου σώματος. Καὶ σημείωσαι, ὅτικατὰ τοῦτον τὸν λόγον οὐδ' ἂν Ἀλεξάνδρου ψόγος εἴη τὸ ἀργύρεα ἤτοι λευκὰκαὶ καλὰ ἔχειν τὰ ἐπισφύρια. Ὅρα δὲ καί, ὅτι ἄλλο μὲν τὸ καλὰ σφυρὰ ἔχειν, ἄλλο δὲ τὸ καλλίσφυρος. τὸ μὲν γὰρ σύνθετον γυναικὸς ἐπίθετον, καλὰ δὲσφυρὰ ἰδοὺ καὶ ἐπὶ ἥρωος εἴρηται. σφυρὰ δὲ λέγεται τὰ ἀπολήγοντα πρὸς τῷἀστραγάλῳ καὶ ἐκ πλαγίου ἐξέχοντα, καθ' ὁμοιότητα, ὡς οἱ παλαιοί φασι, τῶνχαλκευτικῶν σφυρῶν. Ἰστέον δὲ καί, ὅτι ἐνταῦθα σαφῶς καὶ εὐτάκτως Ὅμηρος τὴν τῶν σφυρῶν τάξιν δηλοῖ εἰπών· «μηροὶ κνῆμαί τε καὶ σφυρὰ ὑπένερθεν», οἷςὑπόκεινται πόδες τὸ ἔσχατον, κατ' Ἀριστοτέλην εἰπεῖν, ὧν, φησί, τὸ μὲνἐσχισμένον κατὰ τὸ ἐμπρόσθιον δάκτυλοι, τὸ δὲ σαρκῶδες κάτωθεν στῆθος. Ἰστέον οὖν, ὅτι μηρῶν ὄντων, εἶτα κνημῶν, ἐπὶ δὲ ταύταις σφυρῶν, καὶτελευταῖον ποδῶν, ὁ εἰπὼν τὸ ὅλον πόδας ἐκ μέρους τὸ ὅλον ὀνομάζει, ὡς καὶἐπὶ ἄλλων πολλῶν γίνεται. (ῃ. 151) Ὅτι ὄγκους ὁ ποιητὴς ὀνομάζει τὰςἀκίδας, αἳ γωνιοῦσι τὸ βέλος, εἰπών· «ὡς δ' ἴδε νεῦρόν τε καὶ ὄγκους ἐκτὸςἐόντας, ἄψορρόν οἱ θυμὸς ἐνὶ στήθεσιν ἀγέρθη». καὶ προϊὼν δὲ ὀξέες ὄγκοι φησί. καὶ ἐν Ὀδυσσείᾳ δὲ σιδηροθήκην τινὰ ἢ βελοθήκην ὄγκιον καλεῖ. οἱ δὲ παλαιοίφασι καὶ οὕτως· ὄγκοι· γωνίαι, καὶ ὄγκαιον· ἀγγεῖον, τὸ καὶ ὄγκιον, ἐν ᾧ ἀκίδεςβελῶν. ἐκ δὲ τοῦ τοιούτου ὄγκου καὶ ἐπὶ ἀλαζονικοῦ ὀξύτητος ἡ μεταφορὰ γίνεται. Νεῦρον δὲ λέγει τὸ κύκλῳ σφίγγον τὴν τοῦ σιδήρου τοῦ βέλους ἐμβολήν. [Καὶ νῦν μὲν φυσικῶς ἡ λέξις ἔχει. ὅτε δέ τις ἀκολουθῶν παλαιᾷ χρήσει νεῦραπραγμάτων ἐρεῖ τὰ χρήματα, τροπικῶς ἔφρασεν, ὥσπερ καὶ ὁ εἰπὼν ἐκνενευρίσθαι τοὺς ἀσθενῶς ἢ ἀμελῶς περὶ τὰ πρακτέα ἔχοντας. καὶ ὁ μετενεγκὼν δὲἀπὸ τῶν νευροσπαστουμένων ζῴων τοὺς νευροσπάστας ὁμοίως ἐποίησεν, ὧνπαρώνυμος ἡ νευροσπαστικὴ τέχνη, ἐφ' ᾗ περίπυστος ἦν, φασί, Ποθεινὸς ὁ ἐξἈθηνῶν. τέχνη δὲ πάντως οὐ σπουδαία ἡ νευροσπαστική, ἀλλὰ τῶν κατ' εἶδοςπαιδιᾶς. δῆλον δ' ὅτι ἀλλοπαθοῦς ῥήματος ὄντος τοῦ ἐκνευρίζειν προϋπόκειταιτὸ νευρῶ, τουτέστιν ἐνδυναμῶ.] (ῃ. 152) Ἰστέον δὲ καί, ὅτι τὸ «θυμὸςἀγέρθη», ὅ ἐστι συνήχθη, συντίθησι παρ' Ὁμήρῳ τὸ θυμηγερέειν. δῆλον δέ, ὡςὁ συναγερθεὶς θυμὸς φθάσας ἐξέλιπε, τοῦτο δὴ τὸ παρ' Ὁμήρῳ μὲν ὀλιγηπελέειν, παρὰ δὲ τοῖς ὕστερον ὀλιγοθυμεῖν καὶ λειποψυχεῖν, ὃ καὶ ὁ βασιλεὺς παθὼνδιὰ τὸν ἀδελφόν, εἶτα συνήγαγε θυμόν. ἐνέφηνε δὲ ὁ ποιητὴς τὸ ῥηθὲν λειποψύχημα διὰ τοῦ περὶ τὸν βασιλέα φόβου εἰπών· «ῥίγησε δ' ἂρ ἔπειτα ἄναξ ἀνδρῶν». (ῃ. 153) Ὅτι πένθους δηλωτικὸν τὸ «τὸν δὲ βαρυστενάχων μετέφη ὁ δεῖναχειρὸς ἔχων, ἐπεστενάχοντο δ' ἑταῖροι». (ῃ. 155 ς.) Ὅτι τὸ εἰς ἐπικίνδυνονμονομαχίαν ἐναγαγεῖν οἶον, ἤγουν μόνον, προστῆσαί φησιν ἐν τῷ «φίλεκασίγνητε, θάνατον νύ τοι ὅρκι' ἔταμνον οἶον προστήσας πρὸ Ἀχαιῶν Τρωσὶμάχεσθαι». ἐκ δὲ τούτου καὶ προστατεῖν ῥῆμα τὸ πρὸ τῶν ἄλλων ἴστασθαι, εἰκαὶ μὴ εἰς μονομαχίαν, ἀλλ' οὖν εἴς τινα βοήθειαν. Ἰστέον δέ, ὅτι τὸ φίλεἐκτείνει ἐνταῦθα τὴν παραλήγουσαν, οὐχ' ὥστε μὴν καὶ περισπασθῆναι αὐτήν, ἀλλὰ κατὰ λόγον κοινῆς συλλαβῆς διὰ τὴν ὀξεῖαν, ὡς καὶ ἐν ἄλλοις γίνεται. Τὸ δὲ ἔταμνον πρώτου προσώπου ἐστί, λέγοντος τοῦ βασιλέως, ὅτι θάνατόν σοιἔθυσα τοὺς γενομένους ὅρκους. Καὶ ὅρα τὸ καίριον τοῦ ὅρκια τάμνειν, περὶ οὗ προείρηται· δυνάμενος γὰρ εἰπεῖν ὅρκι' ἔτευξα, ὁ δ' οὐχ' οὕτως ἔφη, ἀλλὰ τὴν τοῦ τάμνειν λέξιν προέκρινε. Τὸ δέ «οἶον μάχεσθαι» προϋπάρχει τοῦμονομαχεῖν. Τὸ δὲ προστήσας ἔοικεν ἀπὸ ἱερείου ἐνταῦθα ληφθῆναι, ὃ πρὸἑτέρων ζῴων ἵσταται ἀγόμενον ἐπὶ σφαγῇ. (ῃ. 157) Ὅτι ὅπερ ἔφη πρὸτούτου πημῆναι ὅρκια καὶ δηλήσασθαι, ἐνταῦθα ὅρκια πιστὰ πατῆσαί φησι, δριμύτερον δὲ τοῦτο ἐκείνων. πολλὴν γὰρ δηλοῖ καταφρόνησιν τὸ πατῆσαι, ταὐτὸν ὂν τῷ ῥῖψαι οἷον εἰς πάτον, ἤγουν εἰς τρίβον, καὶ ἐπεμβῆναι ὑβριστικῶς. (ῃ. 158 ς.) Ὅτι ἀγαθὴ ἔννοια εἰς φυλακὴν ὅρκου τὸ «οὐ μέν πως ἅλιον πέλειὅρκιον καὶ δεξιαί, ᾗς ἐπέπιθμεν», ἤγουν αἷς ἐπείσθημεν. ἔστι δέ, ὡς καὶπροείρηται, τοῦ ἐπέπιθμεν πρῶτον ἑνικὸν πρόσωπον ὁ «ἐπέπιθον» δεύτεροςἸωνικὸς ἀόριστος, οὗ τὸ πληθυντικὸν συγκοπὲν Αἰολικῶς πεποίηκε τὸ ἐπέπιθμεν, ὅπερ οὐκ ἂν προφέροι τις πεζολογῶν. οἷον δέ τι παρὰ τοῖς παλαιοῖς ἡ τῶνδεξιῶν ἅψις, δηλοῖ καὶ ἡ Ὀδύσσεια. Σημείωσαι δ' ἐντεῦθεν, ὅτι ἐν τοῖς ὅρκοιςκαὶ δεξιῶν ἥπτοντο, εἰ καὶ Ὅμηρος οἰκείῳ νόμῳ τοῦτο ἐσίγησεν ἐν τοῖςφθάσασιν, ὡς καὶ ἐπὶ ἄλλων πολλῶν ποιεῖ κατὰ σχῆμα ἀποσιωπήσεως. ὅτι δὲἐκ τῶν ῥηθεισῶν δεξιῶν καὶ τὸ φιλικῶς δεξιοῦσθαι εἴρηται καὶ ἡ κατὰ φιλίανδεξίωσις, δῆλόν ἐστιν. Οὐκ εἶναι δὲ ἅλιον τὸ ὅρκιον λέγει διὰ τὸ ὑπὸ θεοῦἐφορᾶσθαι καὶ τοὺς ὅρκους, ὡς καὶ πᾶσαν ἄλλην φιλοτήσιον δεξίωσιν. διὸ καθὰὅρκιος Ζεύς, οὕτω καὶ φίλιος ὁ αὐτὸς καὶ ἑταιρεῖος, καθ' ὅμοιον δὲ λόγον καὶὁμόγνιος, ὡς καὶ πατρῷος, πρὸς τούτοις δὲ καὶ ἑρκεῖος καὶ ἐφέστιος, ὁ καὶἐπίστιος Ἰωνικῶς, καὶ ὅσα δὲ ἄλλα τοιαῦτα κοινωνικὰ ὀνόματα, ἐν οἷς καὶ ὁξένιος καὶ ὁ φράτριος. (ῃ. 160– 2) Ὅτι γενναίου στρατηγοῦ ἴδιον τὸ μὴ συμπεπτωκέναι τοῖς καιροῖς, ἀλλ' ἐλπίζειν ἀεὶ τὰ χρηστότερα. οὕτως Ἀγαμέμνων, εἰκαὶ βεβλῆσθαι καιρίως οἴεται τὸν ἀδελφὸν καὶ ὡς τεθνηξόμενον πενθεῖ, ὅμωςπέποιθεν, ὡς εἰ καὶ μὴ αὐτίκα τετέλεσται κακὰ τοῖς ἐχθροῖς, ἀλλ' ὀψὲ γοῦντελεσθήσεται. λαλεῖ οὖν εὐέλπιδος ἀνδρὸς λόγους εἰπών· «εἴπερ γάρ τε καὶαὐτίκ' Ὀλύμπιος οὐκ ἐτέλεσσεν, ἔκ τε καὶ ὀψὲ τελεῖ, σύν τε μεγάλῳ ἀπέτισαν». εἶτα ἑρμηνεύων, τί δηλοῖ τὸ «σὺν μεγάλῳ», φησί· «σὺν σφῇσι κεφαλῇσιγυναιξί τε καὶ τεκέεσσιν». [Οὐ καινὸν δὲ τὸν ἠδικημένον Μενέλαον εὔελπιν εἶναι, εἴγε καὶ ὁ ἀλάστωρ Πάρις ἡττηθείς, ὡς εἴρηται, θαρρεῖ ἐσαῦθις νικῆσαι, καθὰπροεγράφη, τὸν ἀρηΐφιλον Μενέλαον.] (ῃ. 162) Ἰστέον δέ, ὅτι τὸ σφίσιν εἴτεθηλυκοῦ γένους εἴη εἴτε καὶ μή, ὥστε σημαίνειν τὸ αὐταῖς ἢ τὸ αὐτοῖς, διὰ τοῦˉι γράφεται παρὰ τῇ ποιητικῇ ἀκριβείᾳ, εἰ μή που, ὡς καὶ νῦν, ἀντὶ τοῦ ἰδίαιςλαμβάνεται. αὐτὸ γὰρ ἀπὸ τοῦ ὁ σφός, ἡ σφή, ταῖς σφαῖς, ἔχει τὸ ˉη ἐν τῇπαραληγούσῃ ὁμοίως τῷ ᾗσι φρεσί, καὶ σῇσι καὶ ὅσα τοιαῦτα. Τὸ δέ «ἀπέτισανσὺν σφῇσι κεφαλαῖς» ἐν Ὀδυσσείᾳ ἐλλειπτικῶς παραφράζων φησί· «σῷκράατι τίσεις». (ῃ. 161) Ὅρα δὲ καί, ὅτι ἐν τῷ «ἔκ τε καὶ ὀψὲ τελεῖ» καὶ ἐν τῷ» σύν τε μεγάλῳ ἀπέτισαν» χρόνοι ἀντὶ χρόνων συνήθως λαμβάνονται, ἤγουνἐνεστὼς καὶ παρῳχημένος ἀντὶ ἀληθοῦς μέλλοντος. τὸ γὰρ ἐκτελεῖ ἀντὶ τοῦπάντως ἐκτελέσει καὶ τὸ ἀπέτισαν ὁμοίως ἀντὶ τοῦ ἐξ ἅπαντος ἀποτίσουσιν. [(ῃ. 161 ς.) Ἰστέον δέ, ὅτι τὸ «σύν τε μεγάλῳ ἀπέτισαν σὺν σφῇσι κεφαλῇσι» καὶ ἑξῆς παροιμιακή τις τροπικὴ ἔννοιά ἐστι, μετενηνεγμένη ἀπὸ ἀκολουθίαςχρέους, δηλοῦσα, ὅτι τὸ χρέος, ὃ λαβόντες οἱ Τρῶες ἔχουσι πολλοὺς ἤδηἐνιαυτούς, ὅπερ ἐστὶν ἡ ἡρπασμένη Ἑλένη, ὀψέ ποτε ἀποτίσουσιν, ὡς οἷά τιἀρχαῖον, ἤγουν κεφάλαιον, ὀφειλῆς. καὶ οὐχ' ἁπλῶς, ἀλλὰ σὺν μεγάλῳ καὶτόκῳ καὶ ποινῇ, τουτέστι προστίμῳ. τὰ δέ εἰσιν αἱ κεφαλαὶ τῶν ἁρπασάντων καὶἡ τῶν αὐτοῖς φιλτάτων αἰχμαλωσία. ὁμοιοῦται δέ πως τῇ τοιαύτῃ Ὁμηρικῇἐννοίᾳ ἐν τοῖς μετὰ ταῦτα τὸ «μὴ τὸ χθιζὸν Ἀχαιοὶ ἀποστήσωνται χρέος».] (ῃ. 163– 5) Ὅτι παραρρίπτει καὶ ἐνταῦθα τὴν τῆς Τροίας ἅλωσιν ὁ ποιητὴςπαραμυθούμενος ἀγωνιῶντα τὸν φιλέλληνα. παράγει γὰρ τὸν βασιλέα λέγοντα·» εὖ γὰρ ἐγὼ τόδε οἶδα κατὰ φρένα καὶ κατὰ θυμόν· ἔσσεται ἦμαρ, ὅτ' ἄν ποτ' ὀλώλῃ Ἴλιος ἱρὴ καὶ Πρίαμος καὶ λαὸς Πριάμοιο». σχῆμα δὲ καὶ τοῦτοπροαναφωνήσεως, ὅπερ παρῳδήσει τις καὶ ἐπὶ ἑτέραις ὑποθέσεσι προμαντευόμενός τι κακόν· οἷον ὅτι εὖ οἶδα κατὰ φρένα καὶ κατὰ θυμόν, ὡς ἔσσεται ἦμαρ, ὅτ' ἄν ποτε τόδε γένηται. ἰστέον δέ, ὅτι οὐ παρέργως, ἀλλὰ καὶ λίαν περιέργωςεἶπεν ὁ ποιητὴς τὸ «ἔσται καιρός, ὅτε ὀλεῖται ἡ Τροία». κατὰ γὰρ τὸν Γεωγράφον καὶ ἑτέρους οὐδὲν ἴχνος ἐστὶ τῆς ἀρχαίας πόλεως. ἐκπεπορθημένων γάρ, φησί, τῶν κύκλῳ, οὐ μὴν κατεσπασμένων τελέως, ταύτης δ' ἐκ βάθρων ἀνατραπείσης, οἱ λίθοι πάντες εἰς τὴν ἐκείνων ἀνάκτισιν μετηνέχθησαν, εἰ καὶ οἱἸλιεῖς λέγουσιν οὐ τελέως ἠφανίσθαι αὐτὴν μετὰ τὴν ἅλωσιν. ὁ δ' αὐτὸς λέγεικαί, ὅτι Ἰλιέων κώμη, ἔνθα ἡ παλαιὰ Ἴλιος, τριάκοντα σχεδὸν σταδίων ἀνωτέρω πρὸς τὴν ὕστερον, εἰ καὶ Ἰλιεῖς φιλοδοξοῦντες ἤθελον ταύτην εἶναι τὴνπαλαιάν. ἡ δὲ τοιαύτη κώμη Ἀθηνᾶς ἔσχε, φησίν, ἱερὸν μικρὸν καὶ εὐτελές. Ἀλέξανδρος δὲ ὁ Μακεδὼν μετὰ τὴν ἐν Γρανίκῳ νίκην ἀναβὰς ἀναθήμασί τεἐκόσμησε καὶ πόλιν ἀντὶ κώμης προσηγόρευσε καὶ ἐλευθέραν ἔκρινε καὶἄφορον, ὑπέσχετο δὲ καὶ πόλιν ποιῆσαι μεγάλην καὶ ἱερὸν ἐπισημότατον. λέγεται δὲ μετὰ τὴν ὑπὸ Ἑλλήνων κατασκαφὴν πλείους μεταβεβληκέναι τόπους. λέγει δὲ καί, ὅτι τὸ ὕστερον Ἴλιον οὕτω ποτὲ ὠλιγωρήθη, ὡς μηδὲ κεραμωτὰςἔχειν στέγας. ὕστερον δὲ ἐπανορθωθεῖσα ἑάλω, φησίν, ὑπὸ Φιμβρίου Ῥωμαίουἑνδεκαταίᾳ τῶν Ἰλιέων μὴ δεχομένων αὐτὸν ὡς λῃστήν. ἐπεὶ δὲ ἐκαυχᾶτο, ὅτιτὴν πόλιν, ἣν Ἀγαμέμνων δέκα ἔτη μόλις εἷλε χιλιόναυν στόλον ἔχων, αὐτὸςἕνδεκα ἡμέρας χειρώσαιτο, εἶπέ τις Ἰλιεύς· «οὐ γὰρ ἦν Ἕκτωρ ὑπερμαχῶν τῆς πόλεως». Καῖσαρ δὲ ὁ θεὸς πάνυ αὐτῆς προὐνόησε ζηλώσας Ἀλέξανδρον. ἦνγάρ, ὥσπερ Ἀλέξανδρος φιλόμηρος, οὕτω Καῖσαρ φιλαλέξανδρος. συνάγεταιοὖν ἐκ τῶν τοῦ Γεωγράφου παντελῶς ἀπολωλέναι τὴν παλαιὰν Ἴλιον, ὃςκαὶ ῥητῶς φησιν, ὅτι Ὅμηρος ἀφανισμὸν δηλοῖ ἔν τε ἄλλοις καὶ ἐν τῷ «ὅτ' ἄνποτ' ὀλώλῃ Ἴλιος ἱρή». δῆλον δέ, ὅτι καὶ ἠλαζονεύοντο Ἰλιεῖς μὴ ἀφανισθῆναι τὴν κατ' αὐτοὺς πόλιν. ὅθεν καὶ ὁ Δίων ἐπηγωνίσατο ἀνασκευάσαι τὰ Τρωϊκά. καὶ αὐτοὶ τάχ' ἂν ἔχαιρον τοῖς λεγομένοις ὑπὸ τοῦ Δίωνος. Ἑλλάνικος δέ, φασί, χαριζόμενος αὐτοῖς συνηγορεῖ τὴν αὐτὴν εἶναι πόλιν τὴν νῦν τῇ τότε. ὅτιδὲ τοῦτο οὐκ ἀληθές, καὶ ἐν τοῖς ἑξῆς που δηλωθήσεται. φησὶ δὲ καὶ Λυκοῦργοςὁ ῥήτωρ οὕτω περὶ τῆς Ἰλίου· «τίς οὐκ ἀκήκοεν, ὡς ἅπαξ ὑπὸ τῶν Ἑλλήνων κατεσκάφη». ὕστερον δέ τινες ἀνακτίσαι μὲν διενοήσαντο, οἰωνισάμενοι δὲἐπαύσαντο, εἴτε διὰ τὰς συμφοράς, εἴτε καταρασαμένου τοῦ Ἀγαμέμνονος κατάτι παλαιὸν ἔθος. ὥσπερ καὶ Κροῖσος ἐξελών, φασί, τὴν Σαρδιανὴν ἀρὰς ἔθετοκατὰ τῶν τειχιούντων τὸν τόπον. (ῃ. 164) Τὸ δέ «ἔσσεται ἦμαρ, ὅτ' ἄν ποτ' ὀλώλῃ Ἴλιος» καὶ ἐν τοῖς ἑξῆς που ἐρεῖ ὁ ποιητὴς κατὰ ὁμοίαν προαναφώνησιν. προλέγει δ' ἐνταῦθα τὸ τοιοῦτον ὁ βασιλεύς, οἷα πεποιθὼς τοῖς ἐκ Διὸς τέρασι. (ῃ. 166– 8) Φησὶ γάρ· «Ζεὺς δέ σφι Κρονίδης ὑψίζυγος αἰθέρι ναίων αὐτὸςἐπισείῃσιν ἐρεμνὴν αἰγίδα πᾶσι τῆσδ' ἀπάτης κοτέων· τὰ μὲν ἔσσεται οὐκἀτέλεστα». Ἰστέον δέ, ὅτι οὐκ αὐτὸς ἐλπίζει ὁ βασιλεὺς ἑλεῖν τὴν Τροίαν, ἀλλὰδιὰ τὴν ἐπιορκίαν τῶν Τρώων ἀπολωλέναι αὐτήν ποτε λέγει. περὶ γὰρ ἑαυτοῦδυσελπιστεῖ. (ῃ. 169 σς.) διὸ καὶ ἐπάγει· «ἀλλά μοι αἰνὸν ἄχος σέθεν ἔσσεται, ὦ Μενέλαε, αἴ κε θάνῃς καὶ μοῖραν ἀναπλήσῃς βιότοιο· καί κεν ἐλέγχιστοςπολυδίψιον Ἄργος ἱκοίμην· αὐτίκα γὰρ μνήσονται Ἀχαιοὶ πατρίδος αἴης» καὶ τὰ ἑξῆς. (ῃ. 164) Ἐν δὲ τοῖς ἐκτεθειμένοις τὸ μὲν ὀλώλῃ παρακείμενός ἐστινὑποτακτικὸς ἐκ τοῦ ὄλωλα, ὅμοιος τῷ ὄρωρα ὀρώρῃ. (ῃ. 166) Ὑψίζυγος δὲ ὑψηλὸς κυβερνήτης ἀπὸ τοῦ ὕψι ἐπιρρήματος καὶ τοῦ κυβερνητικοῦ ζυγοῦ. [Εἰπεῖν γὰρ ὁ ἐν ὕψει καθήμενος ὀκνοῦσιν οἱ παλαιοὶ φάμενοι ὀρείαυλον μέν, τὸν ἐν ὄρει διατρίβοντα, καὶ ἐγχείμαργον καὶ ὅσα τοιαῦτα, διφθόγγῳ στοιχεῖνδίχα γε τοῦ ὀρίγανον, ὃ χαίρει ὄρεσι, καὶ τῶν ὅσοις ἐπάγονται δύο σύμφωνα, οἷονὀρίτροφος, ὀρίδρομος, ὀριβρεμέτης. τὰ δὲ παρὰ τὸ ὕψος καὶ κάλλος ἐν διχρόνῳμόνῳ εἶναι· ὑψίκομος, καλλίδρομος. ἔτι καὶ ἄλλως ὑψίζυγος] ὁ ἄνω σταθμίζωντὰ κατ' ἀνθρώπους, ἵνα ἐν μιᾷ λέξει συντέμῃ τὸ νόημα ἐκεῖνο, ἐν ᾧ τὸν Δίαποιήσει τάλαντα μεταχειριζόμενον καὶ τὰς τῶν Ἀχαιῶν καὶ Τρώων κῆρας ὡςἐπὶ ζυγοῦ ταλαντεύοντα καὶ ὡς εἰπεῖν ζυγοστατοῦντα. [εἰς τοῦτο δὲ ὑπεναντιοῦται ὁ εἰπών, ὅτι ζυγός παρ' Ὁμήρῳ οὐ συνήθως ἐπὶ σταθμοῦ. ζυγὸν γὰρἐκεῖνος οἶδεν ἅρματος καὶ ἁμάξης καὶ ζυγόδεσμον ἱμάντα τὸ ζυγὸν τῶν ζῴωνζευγνύντα.] Δύναται δὲ ὑψίζυγος εἶναι καὶ ὁ ὑψηλός, εἴτ' οὖν ὑφίθρονοςβασιλεύς, κατὰ τὸ «ἐπὶ ζυγοῖς καθέζετο ἀρχῆς», τὸ τοῦ τραγικοῦ. καὶτοῦτο δὲ ἀπὸ τῆς κυβερνητικῆς μετήνεκται καταστάσεως. [Λέγει δὲ καὶ ὁῥηθεὶς προσεχῶς παλαιός· ζυγὰ καὶ καθέδραι ἐρεσσόντων, ὅθεν ὑψίζυγος ὁὕψι καθέδραν ἔχων.] (ῃ. 167) Τὸ δὲ ἐπισείῃ σειστὸν Διὸς ὅπλον τὴν αἰγίδαεἶναι δηλοῖ, οὐ μὴν βλητικόν. οὐ γὰρ βάλλει, σειομένη δὲ ἐκφοβεῖ. Ἐρεμνὴν δὲλέγει τὴν σκοτεινὴν ἀπὸ τοῦ Ἔρεβος. οὕτω δὲ καὶ ἀπὸ τοῦ σέβω γίνεται τὸσεμνόν, τροπῇ τοῦ ˉβ εἰς ˉμ. περὶ δὲ τῆς αἰγίδος προγέγραπται μὲν ὀλίγον τι ἐν τῇἄλφα ῥαψῳδίᾳ, ἑτέρωθι δὲ γραφήσεται κάλλιον. [Ἐνταῦθα δὲ τοσοῦτον καὶμόνον ῥητέον, ὅτι τὸ ἐρεμνὸν τῆς αἰγίδος νέφος ὑπεμφαίνει αὐτὴν εἶναι πυκνὸνκαὶ καταιγιδῶδες.] Τὸ δέ «πᾶσι» πανωλεθρίαν Τρώων τε καὶ τῶν παρ' αὐτοῖςἐπικούρων δηλοῖ. (ῃ. 168) Τὸ δέ «τῆσδε ἀπάτης κοτέων» παρήχησίς ἐστιπρὸς τὸ ὅρκια πάτησαν. παρηχοῦνται γὰρ ἡ ἀπάτη καὶ τὸ ἐπάτησαν. ἐτέθη δὲκατὰ μακρὰν ἀπόστασιν διὰ τὸ σωφρόνως ἔχειν καὶ περὶ τὰ τοιαῦτα τὸν ποιητήν. (ῃ. 170) Τὸ δέ «μοῖραν ἀναπλήσῃς», ὅ ἐστιν ἐκπληρώσῃς, «βιότου», περίφρασίς ἐστι τοῦ θάνῃς. καὶ ἡ μοῖρα δὲ τοῦ βιότου αὐτὸν τὸν βίον δηλοῖπεριφραστικῶς. [δοκεῖ δὲ σεμνῶς ὁ ποιητὴς λέξιν κοινὴν καὶ οὕτω σαφῆτὴν τοῦ θανεῖν περιφράσαι φιλοτιμότερον, ὡς οὐκ ἂν ἕτερός τις φράσειε.] (ῃ. 171) Πολυδίψιον δὲ τὸ Ἄργος καλεῖ ἢ ὡς πάνυ ποθούμενον Ἕλλησιν ἤ, ὅτι μυθεύεταιἄνυδρόν ποτε εἶναι, ὕστερον μέντοι εὔυδρον γενέσθαι Ποσειδῶνος ἀναρρήξαντοςτὰς ἐν Λέρνῃ πηγὰς διὰ τὸν τῆς Ἀμυμώνης ἔρωτα, ἐξ ἧς καὶ Ἀμυμώνια ἐν Ἄργει ὕδατα. ἢ καὶ ἀπὸ τῶν Δαναΐδων, αἳ παραγενόμεναι ἐξ Αἰγύπτουφρεωρυχίαν ἐδίδαξαν, ὡς Ἡσίοδος· «Ἄργος ἄνυδρον ἐὸν Δαναὸς ποίησεν ἔνυδρον». τῷ μέντοι Γεωγράφῳ ἀρέσκει πολυΐψιον αὐτὸ νοεῖν χωρὶς τοῦ ˉδ. τοῦδέλτα δὲ ἐγκειμένου λέγει, ὅτι τινὲς ὑπερβατῶς αὐτὸ δέχονται σὺν τῷ ˉδ κατὰσυναλιφὴν συνδέσμου· «καί κεν ἐλέγχιστος πολὺ δ' ἴψιον Ἄργος ἱκοίμην», ἀντὶτοῦ εἰς Ἄργος πολυδιάφθορον πολέμοις, κατὰ τὸ «πολύφθορόν τε δῶμα Πελοπιδῶν». τὸ γὰρ προϊάψαι καὶ τὸ ἰάψαι βλάβην τινὰ δηλοῖ. ἄλλως γάρ, φησίν, ἡ χώρα τὸ Ἄργος εὐυδρεῖ, εἰ καὶ αὐτὴ ἡ πόλις ἐν ἀνύδρῳ κεῖται. λέγει δὲ καὶαὐτός, ὡς πολύυδρον Δαναὸς τὸ Ἄργος ἐποίησε καταδείξας τὰ ὑδρεῖα. Σημείωσαι δὲ καί, ὅτι προσπαθῶς ὁ βασιλεὺς δοκεῖ ἔχειν τῇ τῶν ὑδάτων δαψιλείᾳ. διὸοὐ μόνον οἷον οἰκτιζόμενος πολυδίψιον τὸ Ἄργος καλεῖ, ἀλλὰ καὶ φρεωρυχίᾳφιληδεῖν ἱστόρηται. Ἀγαμεμνόνεια γοῦν ᾄδονταί τινα φρέατα, ἐπεὶ περὶἈττικήν, φασί, καὶ ἐν Αὐλίδι καὶ πολλαχοῦ τῆς Ἑλλάδος ὤρυξεν ὁ Ἀγαμέμνωνφρέατα. καὶ τοίνυν ὁ ὀκνῶν οἰνοβαρῆ καὶ ἔμφορτον οἴνου τὸν Ἀγαμέμνονασκώπτειν, ὡς προϊστόρηται, ἔχοι ἂν ἐν τούτοις τὸ νηφάλιον αὐτῷ ἐπιμαρτύρασθαι διὰ τὸ φιλίως ἔχειν, ὡς εἴρηται, πρὸς τὰ ὕδατα. Ἔτι σημείωσαι καί, ὅτιπολυδίψιον εἰπεῖν καὶ λειψύδριον ταὐτά πως φαίνεται καὶ ἔοικεν ἐκεῖνο ἐκ τοῦὉμηρικοῦ πολυδιψίου ληφθῆναι. ἦν δὲ Λειψύδριον χωρίον, φασίν, ὑπὲρ τῆςΣπάρτης, ὃ ἐτείχισαν οἱ φυγάδες τῶν τυράννων, ὧν οἱ Ἀλκμαιωνίδαι προειστήκεισαν. ἐκπολιορκηθέντων δ' αὐτῶν ὑπὸ τῶν περὶ Πεισίστρατον σκολιὸν εἰςαὐτοὺς ᾔδετο, ἤγουν μέλος τι ἐψάλλετο παροίνιον, τοιοῦτον· Αἲ αἲ Λειψύδριονπροδοσέταιρον, οἵους ἄνδρας ἀπώλεσας μάχεσθαί τ' ἀγαθοὺς καὶ εὐπατρίδας. ἦν δὲ καὶ παροιμιαζομένη ἡ ἐπὶ Λειψυδρίῳ μάχη. (ῃ. 172) Τὸ δέ «πατρίδοςαἴης» ἐντελῶς εἴρηται, ὡς καὶ ἐν Ὀδυσσείᾳ τὸ «πλάζει δ' ἄπο πατρίδος αἴης» καὶ μετ' ὀλίγα ἐν τῷ «φίλην ἐς πατρίδα γαῖαν». ὅτε δέ γε πατρίς μόνον λέγεται, ἐλλειπτικῶς λαλεῖται· λείπει γὰρ τὸ αἶα ἢ γῆ ἢ χώρα ἤ τι τοιοῦτον, ὥσπερ καί, ὅτε τις οἰκείαν τὴν πατρίδα λέγει, κατ' ἔλλειψιν λέγει. τὸ γὰρ πλῆρές ἐστικαὶ τότε, οἰκεία γῆ ἢ πόλις ἢ πατρίς. ἔτι ἰστέον καί, ὅτι τὸ «Ζεὺς δέ σφινὑψίζυγος αἰθέρι ναίων» καὶ ἑξῆς, ὡς προέκκειται, παρῳδηθήσεταί ποτε εἰςθεὸν ἢ καὶ ἄνδρα ὑψηλόν, ὃς κατὰ ἀπατεώνων χολώσεται. (ῃ. 172– 81) Ὅτι τοῦμέλλοντος ἐπιστρεφόμενος εὐγενῶς ὁ βασιλεὺς λυπεῖται καὶ χανεῖν αὐτῷ τὴνχθόνα εὐρεῖαν εὔχεται, οὐ μόνον, εἴπερ Μενελάου θανόντος οἰχήσονται Ἀχαιοὶλιπόντες τὴν Ἑλένην εὐχωλήν, ὅ ἐστι καύχημα, Πριάμῳ καὶ Τρωσίν, ἀλλὰ καὶεἴπερ αὐτοῦ κειμένου ἐν Τροίῃ ἀτελευτήτῳ ἐπὶ ἔργῳ τῶν τις Τρώων ὑπερηνορεόντων τύμβῳ ἐπιθρῴσκων Μενελάου κυδαλίμοιο ἐρεῖ· «αἴθ' οὕτως ἐπὶπᾶσι χόλον τελέσοι Ἀγαμέμνων, ὡς καὶ νῦν ἅλιον στρατὸν ἤγαγεν ἐνθάδεἈχαιῶν. καὶ δὴ ἔβη οἶκόνδε φίλην ἐς πατρίδα γαῖαν σὺν κεινῇσι νηυσὶ λιπὼνἀγαθὸν Μενέλαον». τοῦτο δὲ καὶ οἷον ἐπίγραμμά τι ποιεῖ ἐπὶ τῷ τοῦ ἀδελφοῦτύμβῳ περιπαθῶς, ἵνα μηδὲ τὰ τοιαῦτα ὁ ποιητὴς ἀφήσει ἀνεξέργαστα. πάνυδέ, φασί, περιπαθῶς κενὰς τὰς νῆας λέγει, ἐν αἷς οὐ πλεύσει ὁ ἀδελφὸς Μενέλαος. καὶ τὸ «ἀγαθὸν δὲ Μενέλαον» καὶ τὸ «Μενελάου κυδαλίμοιο» οὕτω λέγει, ὡς εἴ τις θάψας πατέρα εἴποι, ὅτι ἀγαθὸν καὶ κύδιστον πατέρα ἀπώλεσα. οὕτωμονῳδεῖ ὡς ἐπὶ τεθνεῶτι τῷ ἀδελφῷ, ὅσγε καὶ τῆς χειρὸς πρὸ τούτων ἔχωναὐτὸν βαρυστενάχων εἶπεν, ἃ εἶπεν. (ῃ. 185) Ἐκεῖνος μέντοι θαρσύνει αὐτὸνεἰπών, ὡς οὐκ ἐν καιρίῳ ὀξὺ ἐπάγη βέλος, ἤγουν οὐκ ἐν ἐπιτηδείῳ μέρει, ὡςδηλοῖ καὶ ὁ γράψας πληγῆναί τινα τὰ ἐπιτήδεια. [Ἰστέον δέ, ὅτι καιρία μὲνπληγή, εἰς ἣν ὁ πλήξας οὐκ ἀπώλεσε τὸν καιρὸν ἐν κενοῖς, οὐ καιρία δὲ τὸἀνάπαλιν. χρήσιμον δ' ἐνταῦθα καὶ τὸ «μάλιστα δὲ καίριόν ἐστι» καὶ ὁ καίριος δὲλόγος καὶ ὁ ἄκαιρος ὅμοιόν τινα νοῦν ἔχει. οὕτω δέ πως καὶ τὸ παρακαίριαῥέζειν. [(ῃ. 175) Ἰστέον δέ, ὅτι τὸ μέν «ἀτελευτήτῳ ἐπὶ ἔργῳ» ταὐτόν ἐστι τῷἀτελεῖ, ὅπερ ἐστὶ μὴ εἰληφότι τέλος, εἰ καὶ οἱ μεθ' Ὅμηρον ἀτελεύτητόν φασιτὸ μὴ πεφυκὸς τέλος ἔχειν, ἤγουν φθοράν, ἀλλὰ αἰώνιον.] (ῃ. 176) Τὸ δὲὑπερηνορεόντων, ἐξ οὗ Εὐριπίδης μεγαλάνορα ὑπερηνορίαν ἔφη, δηλοῖ μὴ σώφρονος ἀνδρὸς εἶναι τὴν ῥηθεῖσαν Τρωϊκὴν ἠθοποιΐαν, ἀλλὰ σκωπτικοῦ τινοςκαὶ οὐκ εὐπαιδεύτου, καὶ μᾶλλον, εἰ καὶ ἐπιθρῴσκων τῷ τοῦ νεκροῦ τάφῳ, τουτέστιν ἐπεμπηδῶν, τὰ τοιαῦτα λαλεῖ. [Δοκεῖ γὰρ φίλον εἶναι τοῖς κακοήθεσινὥσπερ ἐνάλλεσθαι καὶ ἐπεμβαίνειν σώμασιν ἐχθροῖς νεκροῖς, οὕτω καὶ μνήμασιν, ἐφιεμένοις κωφὴν γαῖαν ἀεικίζειν.] (ῃ. 178) Τὸ δέ· αἴθε οὕτως ἐπὶ πᾶσιν ὁ δεῖναχόλον τελέσοι, ὡς καὶ νῦν ἅλιον ἐμόχθησεν ἢ ἐπόνησεν ἤ τι τοιοῦτον, προσαρμόσοι ἂν παρῳδηθὲν παντὶ πολλὰ μὲν προθεμένῳ βλάψαι τινάς, μηδὲν δὲἰσχύσαντι. (ῃ. 180) Τὸ δέ «φίλην ἐς πατρίδα γαῖαν» ἐφερμηνευτικόν ἐστι τοῦοἴκαδε. (ῃ. 182) Τὸ δέ «ὥς ποτέ τις ἐρέει, τότε μοι χάνοι εὐρεῖα χθών», ἐξ οὗλαβών τις ἔφη τὸ ἐθέλειν δῦναι κατὰ γῆς πολλὰς ὀργυίας, σχετλιασμός ἐστινἐπὶ λόγῳ φορτικῷ. (ῃ. 184 ς.) Βολῆς δὲ ἀβλαβοῦς φραστικόν, ἔτι δὲ καὶδιαβολῆς οὐδαμινῆς, τὸ «θάρσει μηδέ τί πω δειδίσσεο, οὐκ ἐν καιρίῳ ὀξὺπάγη βέλος». ἐνθυμητέον δὲ ἐν τῇ ῥηθείσῃ βασιλικῇ φιλοτιμίᾳ καὶ τῇ τοῦμέλλοντος ἐπιστροφῇ καὶ τὸν παρ' Εὐριπίδῃ φιλότιμον ἥρωα, ὃς ζῶν μὲναὐτάρκως ἔχει καὶ ἐπὶ μικροῖς, θανὼν δὲ τῆς διὰ μακροῦ χάριτος ἐφίεται, δηλῶν καὶ αὐτός, ὡς οἱ ἀγαθοὶ ἄνδρες ἐπιστρέφονται τοῦ μέλλοντος. (ῃ. 190) Ὅτι ἐν τῷ «ἕλκος δ' ἰητὴρ ἐπιμάσσεται» ἐπιμάσσεσθαι λέγει τὸ ἀποσπογγίζειν. ἀπὸ τούτου δὲ καὶ τὸ ἐκμάσσεσθαι καὶ ἐν Ὀδυσσείᾳ τὸ «ἀναμάξεις τῇ σῇκεφαλῇ» καὶ τὸ «εἰσεμάσατο θυμόν». καὶ ἄλλως δ' ἐνταῦθα ἐπιμάσασθαι τὸ διὰἐπαφῆς θεραπεῦσαι. μάσσεσθαι γὰρ καὶ τὸ ἅπτεσθαι. δοκεῖ δὲ οὐ φαῦλον εἶναιεἰπεῖν τὸ ἐπιμάσσεται καὶ ἀντὶ τοῦ ἐκμυζήσει, ὃ κεῖται μετ' ὀλίγα ἐν τῷ «αἷμ' ἐκμυζήσας». Ἰστέον δέ, [ὅτι τε ἐκ τοῦ μάσσειν καὶ τὸ ἐκμαγεῖον γίνεται καὶ τὸχειρόμακτρον καὶ ἡ μαγδαλιά, ἥτις ἦν ζύμωμά τι, ἐν ᾧ ἀποματτόμενοι τὰ ἐκτῶν βρωμάτων λιπαρὰ ῥύπη οἱ παλαιοὶ ἐρρίπτουν κυσίν. ὅθεν καὶ παροιμίαἐπὶ τῶν λίχνων καὶ παρασίτων τὸ «κύων ζῶν ἀπὸ μαγδαλιᾶς». καὶ ὅτι τὸμάττειν καὶ ἐπὶ τοῦ φυρᾶν ἄρτους τίθεται, ὅθεν καὶ ἡ μάζα καὶ ἡ μαγὶς καὶ ὁμάγος δὲ ἀπὸ τοιούτου τινὸς γίνεται ῥήματος, καὶ μάλιστα ἐκ τοῦ ἀνωτέρωῥηθέντος, ὡς τοῖς παλαιοῖς καὶ αὐτὸ δοκεῖ. καὶ ὅτι τὸ εἰρημένον ἐκμαγεῖονἔκμαγμα λέγει ὁ Κωμικός.] καὶ ὅτι διασαφῶν ὁ ποιητὴς τὸ «ἕλκος ἰητὴρἐπιμάσσεται» ἐπάγει· «ἠδ' ἐπιθήσει φάρμακα, ἅ κεν παύσῃσι μελαινάωνὀδυνάων», ὃ παραφράζων ἐν τοῖς ἑξῆς λέγει «αἷμ' ἐκμυζήσας ἐπ' ἂρ ἤπια φάρμακα πάσσε», τὰ παύοντα δηλαδὴ μελαινάων ὀδυνάων. Ἕλκος δὲ οὐ κατὰ τοὺςὕστερον ἰδιωτικοὺς τὸ πῦον, οὐδὲ ὁ ποιητὴς οἶδεν, ἀλλὰ τὴν κατὰ τραῦμαλύσιν τῆς συνεχείας. ἅμα γοῦν βάλλεταί τις ἢ τιτρώσκεται καὶ εὐθὺςἕλκος γενέσθαι τῷ τοιούτῳ φησί, [λεγόμενον οὕτω διὰ τὸ παρειλκύσθαι τοῦσυνεχοῦς, διὸ καὶ ἄπελος αὐτὸ εἶπε Καλλίμαχος διὰ τὸ μὴ πελάζειν ἀλλήλοιςτὰ παρειλκυσμένα χείλη τοῦ διαιρέματος.] (ῃ. 191) Τὸ φάρμακον δὲ μέσηλέξις ἐπί τε μὴ ἀγαθοῦ λαμβανομένη παρὰ τὸ φέρειν ἄχος καὶ ἐπὶ ἀγαθοῦ παρὰτὸ φέρειν ἄκος. διὸ φάρμακα ἐν τοῖς ῥηθεῖσιν εἰπὼν προσέθετο χάριν σαφηνείαςτὸ «ἃ παύσει ὀδυνάων» καὶ δηλονότι ἀκέσεται, καὶ τὸ «ἤπια», ὧν παρώνυμόςἐστιν, ὡς ῥηθήσεται, καὶ ὁ Ἀσκληπιός. «Μέλαιναι δὲ ὀδύναι» αἱ θανατηραί, ὡς εἰς Ἅιδην μέλανα, ταὐτὸν δὲ εἰπεῖν εἰς σκότον, κατάγουσαι. (ῃ. 192) Ὅτι τὸν Ταλθύβιον θεῖον κήρυκα λέγει, καθότι καὶ φθάσας ἐν τῇ αʹ τοὺς κήρυκας τοῦ Διὸς ἀγγέλους ἔφη. (ῃ. 193) Ὅτι δυὸ ὄντων ἐπιφανῶν Ἕλλησιν ἰατρῶν, Ποδαλείριος μέν, οὗ ἡ ἐτυμολογία προγέγραπται, περὶ δίαιταν ἐπονεῖτο, Μαχάων δὲπερὶ τραύματα εἶχε, Τρίκκης καὶ αὐτὸς ἄρχων, πόλεως Θετταλικῆς, ἥν, ὡς καὶἐν Βοιωτίᾳ ἐγράφη, ἄρτι Τρίκκαλά φαμεν, καλουμένην καὶ αὐτὴν ἱππόβοτον, ὡς ὁ ποιητὴς λέγει, ἐπεὶ καὶ Ἄργος ἱππόβοτον ἔγνωμεν οὐ μόνον τὴν Πελοπόννησον, ἀλλὰ καὶ τὰ κατὰ Θετταλίαν. ἦν δὲ στρατιωτικώτερος ὁ Μαχάων, ὡςκαὶ ἡ κλῆσις ὑποδηλοῖ. (ῃ. 194) Ἄμφω δὲ Ἀσκληπιάδαι ἦσαν, ἤτοι παῖδες Ἀσκληπιοῦ ἀμύμονος ἰητῆρος, ὥς φησιν ὁ ποιητής. Ἀσκληπιὸς δὲ Χείρωνος μαθητής, Χείρων δὲ εὑρετὴς ἰατρικῆς καὶ λυρικῆς, υἱὸς Φιλύρας καὶ Κρόνου, εἷς τῶν Κενταύρων, ἐξ οὗ Χειρώνεια ἕλκη τὰ δυσαλθῆ, ἃ δηλαδὴ Χείρωνκατέδειξε θεραπεύεσθαι. ἐκλήθη δέ, φασίν, Ἀσκληπιὸς ἢ διότι Ἄσκλην τὸν Ἐπιδαύριον ὀφθαλμιῶντα ἰάσατο ἤπιος ἐκείνῳ φανείς, ἢ πλεονασμῷ τοῦ ˉλπαρὰ τὸ ἀσκεῖν ἠπίως τοὺς νοσοῦντας, ὅ ἐστιν ἐπιμελείας ἀξιοῦν, ἢ παρὰ τὸ μὴσκελετεύεσθαι αὐτοὺς ἐᾶν ἠπίως προσφερόμενον. ἡ δὲ ὀξυτόνησις τοῦ ὀνόματοςἀπορίαν ἔχει, εἴπερ καὶ ἄλλως αἱ συνθέσεις τοὺς τόνους ἀναβιβάζουσι. καλῶςοὖν ἐποίει Δημοσθένης, ὡς ἱστορεῖται, προπαροξύνων τὴν λέξιν καὶ ἀναγινώσκων, Ἀσκλήπιος. ἡ δ' αὐτὴ ἀπορία καὶ ἐπὶ τοῦ ἔμπορος καὶ λογεμπόρος, ὡςδηλοῦται καὶ ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν, ἴσως δὲ καὶ ἐπὶ τοῦ μύδρος καὶἀμυδρός καὶ ἐπὶ ἑτέρων δέ τινων. (ῃ. 206) Ὅτι ἐν τῷ «τόξων εὖ εἰδώς» τὸ μὲνεὖ εἰδώς ἀντὶ τοῦ ἐπιστήμων ὤν λαμβάνει ὁ ποιητής, καθὰ καὶ ἐν ἄλλοιςμυρίοις, εἰωθὼς καὶ ἄλλως τὸ εἰδώς μόνον αὐτὸ καθ' αὑτὸ γενικῇ συντάσσειν. τόξα δὲ τὴν τοῦ τοξεύειν ἐπιστήμην νοεῖ, λέγων, ὅτι τὸν Μενέλαον ἔβαλέ τις Τρώων ἢ Λυκίων τόξων εὖ εἰδώς. Τὸ δὲ Λυκίων ἀπὸ μέρους πάντας δηλοῖ τοὺςἐπικούρους τῶν Τρώων. ἄξιοι δὲ λόγου οἱ Λύκιοι ὡς πολλοὶ καὶ ζαχρηεῖς ἐνπολέμῳ ὄντες, καθά που αὐτὸς ἐρεῖ ὁ ποιητής. Λυκίους δὲ οὐ τοὺς ὑπὸ τῷ Πανδάρῳ λέγει ὁ βασιλεύς, οἳ καὶ αὐτοί, ὡς προείρηται, Τρῶες ἦσαν, ἀλλὰ τοὺςἐκ τῆς μεγάλης Λυκίας, οἵπερ ἦσαν ὑπὸ τῷ Σαρπηδόνι. οὕτω δὲ καὶ Ἀργεῖοικαὶ Ἀχαιοὶ ἀπὸ μέρους πάντες οἱ Ἕλληνες. (ῃ. 206 ς.) Ὅτι σεμνύνει ἀριστέαβληθέντα τὸ «ὅν τις ὀϊστεύσας ἔβαλε· τῷ μὲν κλέος, ἄμμι δὲ πένθος». (ῃ. 211 ς.) Οὕτω δὲ καὶ τὸ «βλήμενος ἦν· περὶ δ' αὐτὸν ἀγηγέραθ' ὅσσοι ἄριστοι κυκλόσε· ὃ δ' ἐν μέσσοισι παρίστατο ἰσόθεος φώς». τοιοῦτος δὲ παρὰ τῷ ποιητῇ ὁ Μενέλαος, ὃν οὐ καινοπραγεῖ ὀνομάσας ἰσόθεον, εἴγε καὶ τὸν Ἀλέξανδρον θεοειδέαἐκάλεσε καὶ τὸν Πάνδαρον ἀντίθεον. ἐγκωμιαστικὸς γὰρ τὰ πολλὰ ὁ ποιητής, ὡςπροερρέθη, καὶ τοὺς ἥρωας ἀφ' ὧν ἂν ἔχοιεν ἀγαθῶν χαρακτηρίζει, ἐπικρύπτωνεἴ τί που καὶ φαῦλον ἔχουσι, καὶ οὐ βλασφημῶν εἰς οὐδὲν δέον κατὰ τὸνἐπίτριπτον Ἀρχίλοχον ἢ τὸν ἀργαλέον Ἱππώνακτα ἢ εἴ τις ἄλλος ἐπεσβόλος ἦν κατ' αὐτούς. (ῃ. 218) Ὅτι τὸ ἐκπιέσαι τὸ τοῦ ῥηθέντος ἕλκους αἷμαἐκμυζῆσαι λέγει. ἐγίνετο δέ, φασί, τοῦτο, ἵνα μὴ πυώσῃ σαπὲν καὶ βλάψῃ τὴνἀπούλωσιν. τοῦτο δὲ ἀνωτέρω ἐπιμάσσεσθαι εἶπεν. ἀλλ' οἷον μὲν τὸ Ὁμηρικὸντοῦτο ἐκμυζῆσαι, ᾔδεισαν οἱ τότε τὰ τοιαῦτα ἕλκη μεταχειριζόμενοι, οἱ δὲ νῦνβλέπουσι πολλοὺς καὶ μάλιστα τῶν βαρβαρικωτέρων, ὁπηνίκα τραῦμά τινιἐντριβῇ, τῷ στόματι ἐκμυζῶντας τὸ αἷμα τοῦ ἕλκους, θεραπείαν καὶ οὕτωτεχνωμένους τινά. μυζᾷ δέ τις οὕτω καὶ γάλα ἐκ θηλῆς, ὡς καὶ δοκεῖν ἐκ τούτουγίνεσθαι τὸν μαζὸν ἐτυμολογούμενον καὶ ἄλλως, ὡς ἀλλαχοῦ δηλοῦται. [Μυζᾷδὲ καὶ μυελόν τις καὶ ἄλλα τινὰ τοιαῦτα. δῆλον δ' ὅτι καὶ βδάλλειν τὸ τοιοῦτονλέγεται, ὡς ἐκ μεταφορᾶς φλεβῶν. εἰ δέ τι τοιοῦτο δηλοῖ καὶ τὸ βύζην ἐπίρρημα, χρὴ ζητῆσαι.] Ὠνοματοπεποίηται δὲ καὶ τὸ μυζᾶν ἐκ τοῦ μῦ στοιχείου ἄλλωςἤπερ τὸ μύζειν. Ὅτι τρεῖς φαρμάκων ἰδέαι παρ' Ὁμήρῳ· ἐπίπαστα, ὡς νῦν ἐπὶ Μενελάου, ᾧπερ ἤπια φάρμακα εἰδὼς πάσσεν ὁ Μαχάων· καὶ χριστά, οἷονἰοὺς χρίεσθαι, καὶ πιστὰ κατὰ τὸν Αἰσχύλον, τουτέστι ποτὰ ἢ πότιμα, ὡς ἐπὶἙλένης ἐν Ὀδυσσείᾳ τῷ κρατῆρι ἀναμιγνύσης φάρμακα. ἐκ δὲ τῆς τοιαύτης λέξεως οὐ μόνον τὸ φαρμακεύειν, ἰατρικὴ λέξις, ἀλλὰ καὶ φαρμάσσειν, τὸστομοῦν σίδηρον ἐκ βαφῆς, καὶ τὸ ἁπλῶς βάπτειν καὶ τὰ βαφεῖα, φαρμακῶνεςπαρὰ τοῖς παλαιοῖς. (ῃ. 214) Οἶδε δὲ καὶ τρεῖς βελουλκίας Ὅμηρος, ἐκτομὴν ἐπὶ Εὐρυπύλου καὶ διωσμὸν ἐν τοῖς ἑξῆς ἐπὶ Διομήδους καὶ ἐξολκήν, ὡς νῦν ἐπὶ Μενελάου. φησὶ γάρ· «τοῦ δ' ἐξελκομένοιο πάλιν ἄγεν ὀξέες ὄγκοι», οἱ προρρηθέντες δηλαδή. ἔστι δὲ τὸ πάλιν ἄγεν ἀντὶ τοῦ εἰς τὸ ἔμπαλιν ἐκλάσθησαν. τοῦτο δὲ εἴρηται πρὸς διαστολὴν τῆς πρώτης περιαγωγῆς καὶ κλάσεως, ἣνοἱ ὄγκοι πάσχουσι γλωχινούμενοι ἐν τῷ χαλκεύεσθαι. τότε μὲν γὰρ ἐπὶ τὸ ἄνωἀφορῶντες γωνιοῦνται, νῦν δὲ θραυόμενοι ἔμπαλιν ἄγονται. ποιητικὴ δὲ λέξιςκαὶ τὸ ἄγεν. καὶ ἔστιν ὥσπερ τραφείς τραφέντος τράφεν, ὅ ἐστιν ἐτράφησαν, οὕτω καὶ ἀγείς ἀγέντος ἄγεν. (ῃ. 219) Ὅτι τὸ φιλεῖν φίλα φρονεῖν λέγειπεριφραστικῶς, οἷον «τά οἵ ποτε πατρὶ φίλα φρονέων πόρε Χείρων», ὁ προρρηθείς. (ῃ. 220) Ὅτι καιρία λέξις ἐπὶ σπουδαίας ἐνεργείας τὸ ἀμφιπένεσθαι. φησὶγοῦν· «ὄφρα τοί», ἤγουν οὗτοι, «ἀμφεπένοντο Μενέλαον». τὸ δ' αὐτὸ καὶἀμφιπονεῖσθαί ἐστιν, ὡς τοῦ πόνου καὶ τοῦ πονεῖν γινομένων ἐκ τοῦ πένεσθαι. (ῃ. 221) Ὅτι Πάνδαρος μὲν κατὰ Μενελάου ὀϊστεύσας κατῆρξε κακοῦ, ἐπηκολούθησαν δὲ Τρώων στίχες ἀσπιστάων, οἳ πρῶτοι ἐπιδραμόντες ἐπῆλθοναὐτοὶ τοῖς Ἕλλησι διὰ τὸ ἴσως νομίσαι θελήσει τῶν Τρωϊκῶν βασιλέωνπαρασπονδῆσαι τὸν Πάνδαρον. πάντες οὖν ἰδοὺ τοὺς ὅρκους ἐπάτησαν. δεόντωςἄρα καὶ ἀπολοῦνται πάντες κατὰ τὸ «Ζεὺς ἐπισείει ἐρεμνὴν αἰγίδα πᾶσι». τοὺς δὲ ἀσπιστὰς ἀσπιδοφέρμονα θίασον ἡ τραγῳδία εἶπεν. (ῃ. 222) Ὅτι τὸἐνδύσασθαι τὰ ὅπλα καταδῦναι τεύχεα λέγει. φησὶ γοῦν· «οἳ δὲ κατὰ τεύχε' ἔδυν, μνήσαντο δὲ χάρμης». μετῆκται δὲ ἡ λέξις ἀπὸ τῶν εἰς βάθος δυνόντων. δύναται δὲ ταὐτὸν τῷ ἀμφιέσασθαι καὶ ἀμφιβαλέσθαι καὶ περιβαλέσθαι. λέγεται δέ τις καὶ πόλιν δύνειν καὶ πόλεμον. Ἰστέον δέ, ὅτι, ὥσπερ ἐκ τῆςγενικῆς μετοχῆς τοῦ λέγοντος ἀποκοπῇ τοῦ τέλους γίνεται τρίτον πληθυντικὸνπαρῳχημένου χρόνου μετὰ αὐξήσεως «ἔλεγον ἐκεῖνοι», ὁμοίως καὶ τύπτοντοςἔτυπτον, καὶ τρέχοντος ἔτρεχον, καὶ ὅσα τοιαῦτα, οὕτω καὶ ἐκ τοῦ φύς ὀξυτόνουφύντος ἔφυν καὶ φάς φάντος ἔφαν καὶ βάς βάντος ἔβαν καὶ στάντος ἔσταν, μιχθείς μιχθέντος ἔμιχθεν καὶ δύντος ἔδυν. καθ' ὅμοιον δὲ λόγον καὶ φαανθέντοςἐφάανθεν Αἰολικὸν καὶ πληγέντος ἔπληγεν καὶ κοσμηθέντος ἐκόσμηθεν καὶ τὰτοιαῦτα, περὶ ὧν καὶ προγέγραπται. [Πολλαχοῦ δὲ καὶ ἀναύξητα τὰ τοιαῦτα, ὁποῖον τὸ τραφέντος τράφεν, ἀγέντος ἄγεν, ὡς ἀνωτέρω κεῖται, ἀγερθέντοςἄγερθεν, βλαβέντος βλάβεν καὶ ἄλλα.] (ῃ. 223– 5) Ὅτι σπουδὴν πολλὴν τοῦβασιλέως ἐνδείξασθαι θέλων διὰ συνεχῶν ἤκει συντόμως καὶ ἐνταῦθα μετοχῶνκατὰ σχῆμα ἄρσεως καὶ θέσεως, πλεοναζούσης διὰ κάλλος τῆς ἄρσεως. εὐειδὲςγὰρ σχῆμα καὶ αἱ ἀποφάσεις. καί φησιν· «ἔνθ' οὐκ ἂν βρίζοντα ἴδοις Ἀγαμέμνονα δῖον οὐδὲ καταπτώσσοντα οὐδ' οὐκ ἐθέλοντα μάχεσθαι, ἀλλὰ μάλα σπεύδοντα μάχην ἐς κυδιάνειραν». τῶν γοῦν ἵππων καταπηδήσας ἐποίει τὰκαὶ τὰ πεζὸς περιϊών, ἵνα δηλαδὴ τῇ φιλοπονίᾳ δυσωπήσῃ τοὺς Ἕλληνας καὶμηδὲ ἐπαχθὴς ᾖ ἀπὸ τοῦ ἅρματος διαλεγόμενος. (ῃ. 223) Ἔστι δὲ βρίζειν τὸἀπονυστάζειν, κυρίως δὲ τὸ βαρέως ἢ μετὰ τὴν βορὰν ἵζειν. ἡ δὲ λέξις καὶ ἐνὈδυσσείᾳ. τῶν δὲ ῥηθέντων τὸ μὲν βρίζειν τὴν παντελῆ ἀμέλειαν ἀποφάσκειτοῦ βασιλέως, τὸ δὲ πτώσσειν τὴν δειλίαν, τὸ δὲ οὐκ ἐθέλειν τὴν ὀκνηρίαν καὶ τὸἀπρόθυμον. [(ῃ. 223) Ἰστέον δέ, ὅτι τὸ «οὐκ ἂν ἴδοις» ἀποστροφῆς ἐστι σχῆμα, ὡς ἢ τῆς Μούσης ἀποστρεψάσης τὸν αὐτῆς λόγον πρὸς τὸν αὐτῆς ὁμιλητὴν ποιητήν, ἢ καὶ τοῦ ποιητοῦ πρὸς τὸν ἀκροατήν. ἔστι δὲ τὸ «οὐκ ἂν ἴδοις» Ἀττικῶςἀντὶ τοῦ «οὐκ ἂν εἶδες».] (ῃ. 227) Ὅτι τοὺς πνευστιῶντας ἵππους φυσιόωνταςλέγει εἰπών· «καὶ τοὺς μὲν θεράπων ἀπάνευθ' ἔχε φυσιόωντας», ὅπερ σημαίνοιἂν καὶ τὸ φρυαττομένους ἢ καὶ τὸ ἀσθμαίνοντας, ὥς φασιν οἱ παλαιοί, καὶ πνεῦμαἠρεθισμένους. ἦν δὲ ὁ τοιοῦτος θεράπων Εὐρυμέδων προσφυῶς τῷ εὐρυκρείοντιβασιλεῖ δοθεὶς εἰς ἡνίοχον. ἔστι δὲ καὶ τῷ Νέστορι Εὐρυμέδων ἕτερος. [Ἱστορεῖδὲ τῷ βασιλικῷ Εὐρυμέδοντι πατέρα Πτολεμαῖον Πειραΐδην, τουτέστι Πειραίου υἱόν, οὗ τῆς παραληγούσης διφθόγγου ἐξεβλήθη τὸ ἰῶτα ἐν τῷ πατρωνυμικῷ ἀναγκαίως πρὸς εὐχρηστίαν μέτρου, ὁμοίως τῷ Ἀλκαῖος Ἀλκαΐδης. χρῆσις δὲ Πειραίου καὶ ἐν Ὀδυσσεία.] (ῃ. 229) Ὅτι τὸ πλησίον ἔχειν τοὺς ἵππους παρίσχειν, ὅ ἐστι παρέχειν, λέγει ἐγγύτητα καὶ νῦν δηλούσης τῆςπροθέσεως. οἱ δέ γε μεθ' Ὅμηρον ἐπὶ τοῦ δοῦναι τὴν λέξιν τίθενται ἐξ ὁμοιότητος, ἐπεὶ καὶ ὁ δωρούμενος ἐγγὺς τοῦ λαμβάνοντος ἔχει τὸ διδόμενον, παρέχων, οὐ μὴν ἀπέχων. (ῃ. 230) Ὅτι στρατηγικὸν μόχθον ἐν πολέμῳ δηλοῖ τὸ» ὁππότε μιν γυῖα λάβοι κάματος πολέας κατακοιρανέοντα». (ῃ. 231) ὍτιὉμήρου εἰπόντος ἐνταῦθα, ὡς πεζὸς ὁ βασιλεὺς ἐπεπωλεῖτο στίχας ἀνδρῶν, [καὶ μετ' ὀλίγα δέ· «κοιρανέων ἐπεπωλεῖτο στίχας ἀνδρῶν»,] Ἐπιπώλησινἐντεῦθεν, ὡς καὶ προερρέθη, τὴν ῥαψῳδίαν ταύτην τινὲς ὠνόμασαν. (ῃ. 234 σς.) Ὅτι ὥσπερ ἐν τῇ βῆτα τὸν Ὀδυσσέα ποικίλον τὴν ὁμιλίαν ἐποίει ἄλλως ἄλλοις ἐντυγχάνοντα, οὕτω καὶ νῦν τὸν βασιλέα, καὶ μάλιστα ὧδε ἀναγκαίωςποικιλώτερον, ὡς καὶ ἐπεξιόντα τοῖς καθέκαστον. καὶ τοιοῦτός ἐστιν, ὃν ἐνὈδυσσείᾳ λέγει πολύτροπον, τὸν μὴ καθάπερ εἰκόνα γεγραμμένην ἑστῶτα ἐπὶσχήματος ἑνός, ἀλλ' εἰς πολλὰ τρεπόμενον καὶ πολυκίνητον τῇ διανοίᾳ καὶἀληθῶς πολυμήχανον. ἄλλως γάρ, ὡς καὶ ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν διείληπται, ποικιλίαν ἤθους ἔχειν οὐκ ἂν εἰς ἐγκώμιον ἥρωος θείη τις. Σημείωσαι δέ, ὅτιπρῶτον μὲν κοινῶς τὴν βασιλικὴν δημηγορίαν ὁ ποιητὴς μελετᾷ, εἶτα καὶἰδικῶς. οἷον πρῶτον μὲν ἀορίστως οὕτως· «οὓς μὲν σπεύδοντας ἴδοι Δαναῶνταχυπώλων, τοὺς μάλα θαρσύνεσκε παριστάμενος ἐπέεσσιν· Ἀργεῖοι μήπώ τι μεθίετε θούριδος ἀλκῆς· οὐ γὰρ ἐπὶ ψεύδέσι πατὴρ Ζεὺς ἔσσετ' ἀρωγός, ἀλλ' οἵ περ πρότεροι ὑπὲρ ὅρκια δηλήσαντο, τῶν», ἤτοι αὐτῶν, «τέρενα χρόαγῦπες ἔδονται, ἡμεῖς δ' αὖτ' ἀλόχους τε φίλας καὶ νήπια τέκνα ἄξομεν ἐννήεσσιν, ἐπὴν πτολίεθρον ἕλωμεν. οὕς τινας αὖ μεθιέντας ἴδοι στυγεροῦ πολέμοιο, τοὺς μάλα νεικείεσκε χολωτοῖς ἐπέεσσιν· Ἀργεῖοι ἰόμωροι, ἐλεγχέες, οὔ νυ σέβεσθε» καὶ τὰ ἑξῆς, ἐν οἷς καὶ νεβροῖς εἰκάζει τοὺς τοιούτους ὁ βασιλεύς, ὡς μετ' ὀλίγα εἰρήσεται. καὶ οὕτω μὲν στρατηγικῶς κατὰ τὸ ἀόριστον. εἶτα καταβὰςεἰς ὡρισμένα πρόσωπα λέγει, ὅπως ἦλθεν εἰς τοὺς Κρῆτας ὁ βασιλεὺς καὶ τίεἶπε καὶ τί ἐκεῖθεν ἤκουσεν. εἶτα ἐπὶ τοὺς Αἴαντας, μεθ' οὓς εἰς τὸν Νέστορακαὶ ἑξῆς. ἔνθα συχνὴν συνήθη ποικιλίαν ὁ ποιητὴς ἐπιδείκνυται, ἄλλα περὶἄλλων ἱστορῶν· οἷον τοὺς μὲν περὶ Ἰδομενέα θωρήσσεσθαι λέγων, τοὺς δὲ περὶτοὺς Αἴαντας καὶ κορύσσεσθαι καὶ κινεῖσθαι εἰς μάχην, τὸν δὲ Νέστορα ἤδητάσσειν εἰς πόλεμον τοὺς περὶ αὐτόν, Μενεσθέα δὲ τὸν βασιλέα τῶν Ἀθηναίωνκαὶ τὸν Ὀδυσσέα ἑστάναι διὰ τὸ μὴ θέλειν προϋπάρξαι μάχης, Διομήδην δὲκαὶ Σθένελον ἵστασθαι μὲν καὶ αὐτούς, ἐν ἵπποις δὲ καὶ ἅρμασιν, ἤτοι ἄνωἵππων καὶ ἁρμάτων. οὕτω πολυειδῶς σχηματίζειν οἶδε τὰ πράγματα ὁ ποιητὴςἄλλους ἄλλως καθιστῶν ἔχοντας. καὶ αἱ τοῦ βασιλέως δὲ πρὸς ἕκαστον ὁμιλίαιπολυειδεῖς πλάττονται καὶ αὐταί. Ἰδομενέα μὲν γὰρ ἀποδεξάμενος, τὸνὑπασπιστὴν δὲ αὐτοῦ Μηριόνην οὐδενὸς ἀξιώσας λόγου, προφέρει χάριταςοἰκείας, ἀνθ' ὧν ὁ Ἰδομενεὺς ὀφειλέτης ἐστὶν ὁλοψύχου συμμαχίας τῷ βασιλεῖ. ἐπὶ δὲ τοῖς Αἴασιν εὐκτικῶς σχηματίζει τὸν λόγον, εὐχόμενος πάντας τοιούτουςγενέσθαι τοὺς Ἕλληνας. τῷ δὲ γέροντι Νέστορι εὐκτικῶς καὶ αὐτῷ προσενεχθείς, τοὺς δὲ ὑπ' αὐτὸν ἐν οὐδενὶ λόγῳ θέμενος, ἐπεύχεται κατὰ τὴν προθυμίαναὐτοῦ γενέσθαι καὶ τὴν δύναμιν. τὸν δὲ Μενεσθέα καὶ Ὀδυσσέα λόγοις ὀνειδιστικοῖς βάλλει καὶ μάλιστα τὸν Ὀδυσσέα, ἵνα καὶ οὕτω καινότητα καὶ ποικιλίαντινὰ ὁ λόγος αὐτῷ ἔχῃ, καὶ ὡς ἀμνήμονας χαρίτων αὐτοὺς ἐλέγξας καὶ γνοὺςτὸν Ὀδυσσέα λυπούμενον ἐπαναλαβὼν τὸν λόγον μειλίχια προσφωνεῖ. τὸν δὲ Διομήδην εἰς δειλίαν τε ὀνειδίζει οὐδὲν εἰπὼν πρὸς τὸν ὑπασπίζοντα Σθένελον, καὶ ἀνομοίως αὐτὸν ἔχειν τῷ πατρὶ Τυδεῖ λέγει παρεμπλέξας καὶ ἱστορίαν τοῦ Θηβαϊκοῦ πολέμου, ἔνθα ὁ Τυδεὺς εὐδοκίμησε. καὶ οὕτω μὲν ἡ πρὸς τοὺςἥρωας δημηγορία τῷ βασιλεῖ πολυσχημάτιστος. οὐχ' ἧττον δὲ ταύτης πολυσχήμων καὶ ἡ τῶν ἡρώων πρὸς αὐτὸν ἀμοιβή. καὶ αὐτὴ γὰρ πολυειδὴς καὶ ὡςδυνατὸν ἀσυνέμπτωτος. Ἰδομενεὺς μὲν γὰρ ἀγαθὸς ἑταῖρος ἔσεσθαι ὑπισχνεῖται, ὡς τὸ πρῶτον ὑπέστη καὶ κατένευσε, κατηγορεῖ δὲ καὶ τῶν Τρώων, ὡς συγχεάντων τὰ ὅρκια. οἱ δὲ Αἴαντες οὐδέν τι ὅλως λαλοῦσι. Νέστωρ δὲ εὔχεται καὶαὐτός, ὅσα καὶ ὁ βασιλεύς, καί τινα ἱστορίαν λαλεῖ καὶ ὑπισχνεῖται πονήσειν τὰδυνατά. Ὀδυσσεὺς δὲ ἀντιτραχύνεται αὐτὸς ἠρέμα πρὸς τὸν βασιλέα τοῦἈττικοῦ Μενεσθέως εἰς τὸ πᾶν σιωπῶντος. Διομήδους δὲ αἰδεσθέντος τὸνβασιλέα καὶ διὰ τοῦτο σιγήσαντος, ὁ μηδενὸς λόγου ἀξιωθεὶς Σθένελος ἀμείβεταιμὲν αὐστηρότερον, ἐπιστομίζεται δὲ ὑπὸ τοῦ Διομήδους. οὕτω πολυδαίδαλονκαλὸν ἡ Ὁμηρικὴ ποίησις καὶ ὑπὲρ τὸν ὑμνούμενον κεστόν. (ῃ. 233) Ἰστέον δέ, ὅτι τὸ «θαρσύνεσκεν ἐπέεσσι» πρὸς διαστολὴν κεῖται τοῦ δώροις θαρσύνειν. Τὸ δέ «μήπω τι» ἀργὴν ἔχει τὴν παραπλήρωσιν. ἔστι γὰρ ἀντὶ τοῦ μή τιπεριττοῦ κειμένου τοῦ ˉπˉω. παρὰ δέ γε τοῖς ὕστερον χρονικὴν σημασίαν ἔχειτὸ μήπω, καθὰ καὶ τὸ οὔπω. παρέλκει δὲ ὁμοίως καὶ τὸ ˉτˉι, καθὰ καὶ ἐν τῷοὔτι. ὅλον γὰρ τὸ «μήπω τι μεθίετε» ταὐτόν ἐστι τῷ «μὴ ἀμελεῖτε». (ῃ. 235) Τὸ δέ «οὐκ ἐπὶ ψευδέσσι πατὴρ ἔσσεται ἀρωγός» οἱ μὲν παροξύνουσιν, ἵναλέγῃ, ὅτι οὐκ ἔσται βοηθὸς ὁ πατὴρ τοῖς ψεύσταις Τρωσίν, οἱ δὲ προπαροξύνουσικατὰ γένος οὐδέτερον νοοῦντες, ὅτι οὐ ψεύσεται τὴν βοήθειαν. πατὴρ δὲ καὶ νῦνκατ' ἐξοχὴν ὁ Ζεύς. τὸ δὲ πληρέστερον «πατὴρ ἀνδρῶν τε θεῶν τε», ὡς καὶτοῦτο προείρηται. (ῃ. 237) Τέρενα δὲ χρόα τὴν ὅλην σάρκα λέγει ὡς ἐκ μέρουςτοῦ προφαινομένου ἐξ ἐπιπολῆς πρὸς διαστολὴν τῶν ὀστῶν. ἐκεῖνα γὰρ οὐτέρενα ἤτοι ἁπαλά. ὥσπερ δὲ ὁ χροῦς, οὕτω καὶ ὁ χρώς τὸ προφαινόμενονδηλοῖ τῆς κατ' ἄνθρωπον σαρκός, ἤγουν τὴν χροιάν, κατὰ τὸ «παραδραθέειν ᾗχροιῇ». διὸ καὶ πρὸς τὸ ἐν χρῷ ὁμοιότητα ἔχει τὸ χρῴζειν, οἷον «γόνατα μὴχρῴζειν ἐμά», ἤγουν χρωτίζειν καὶ ἐν χρῷ ἔχειν. ὅμοιον δὲ καὶ τὸ «μάτηνκεχρώσμεθα», ἤγουν ἱκετεύθημεν κατὰ δεξιὰν καὶ γόνατα. τοιοῦτον δὲ καὶ τὸχραίνειν κατὰ παραγωγήν, οὗ πρῶτος μετέχει ὁ χροῦς, ἐξ οὗ τέτραπται τραγικῶς καὶ τὸ «ἀγορᾶς χραίνων κύκλον». συγγενὲς δὲ τοῖς τοιούτοις καὶ τὸχρίμπτειν, ὅ ἐστιν ἐν χρῷ πελάζειν, καὶ τὸ χρίειν, ἔτι δὲ καὶ τὸ χράειν, ὅ ἐστινἐπιπίπτειν. ὥσπερ δὲ ὁ τέρην χροῦς ἐκ μέρους τὴν ὅλην ἐδήλωσεν ἐνταῦθασάρκα, οὕτω καὶ τὸ «γῦπες ἔδονται» τῷ μέρει τοῖς γυψὶ καὶ λοιπὰ σαρκοβόρασυνεισάγει ὄρνεα, ὧν γένος ὁ οἰωνὸς κατὰ τὸ «οἰωνοῖσί τε πᾶσιν». (ῃ. 238) Ἀλόχων δὲ Τρωϊκῶν ὁ βασιλεὺς ἄρτι μέμνηται, καθὰ καὶ ὁ ῥήτωρ Νέστωρ πρὸτούτων καθ' ὁμοίαν μέθοδον, ὡς ἐξ ἐκείνου κερδάνας τὸ νόημα. (ῃ. 241) Τὸ δέ» χολωτοῖς ἐπέεσσιν» ἐπενεχθὲν μετὰ τὸ νεικείεσκεν δοκεῖ ὁρισμὸς νείκουςεἶναι, ἵνα ᾖ νεῖκος λόγος χολωτός. (ῃ. 242) Ἰόμωροι δὲ νῦν ἀπὸ μέρους οἱἁπλῶς πολεμισταί, κυρίως δὲ οἱ περὶ βέλη μεμορημένοι, ὅ ἐστι κακοπαθοῦντες, ἐκ τοῦ μόρος, ὃ δηλοῖ τὴν κακοπάθειαν, ἐκταθέντος τοῦ ˉο. ἢ οἱποιούμενοι ὤραν ἤτοι φροντίδα τῶν ἰῶν πλεονασμῷ τοῦ μῦ. ἑλκυσθήσεται δὲ ὁαὐτὸς τῆς ἐτυμολογίας τρόπος καὶ εἰς τὸ ἐγχεσίμωρος. Τὸ δὲ ἐλεγχέες τοὺςἐφυβρίστους καὶ ἀξίους ἐλέγχου δηλοῖ. τί δέ ἐστι κυρίως ἔλεγχος, ὁ τῶνστάσεων Ἐξηγητὴς δηλοῖ. εὐθεῖα δὲ τοῦ ἐλεγχέες ὁ ἐλεγχής. καὶ κλίνεταιἐλεγχέος, ἐξ οὗ θηλυκὸν ἐλεγχείη, ὡς ἔγχος ἔγχεος ἐγχείη. παραλαλεῖ δὲ καὶδειλίαν ὁ ἔλεγχος ἐοικὼς ἀπὸ τοῦ ἐλᾶν τὸ ἔγχος γίνεσθαι. ψόγος γὰρ ἦν ἀνδρὶἝλληνι ἡ τοῦ ἔγχους μὲν ἀπέλασις ἤτοι περιφρόνησις, φροντὶς δὲ τῶν ἰῶνἤγουν τῶν ὀϊστῶν. ὅθεν καὶ ἐφ' ὕβρει ἔθηκεν ἴσως τὸ ἰόμωροι. τοξεύειν γὰροὐ πάνυ ἐν πολέμῳ ἤθελον οἱ ἥρωες. διὸ καὶ ἄμφω ἀντιπαρέθηκε τὸ ἰόμωροι καὶτὸ ἐλεγχέες, ὡς μὴ δέον ὂν μήτε ἰομώρους εἶναι μήτε ἐλεγχέας τοὺς ἥρωας. [Εἰκὸς δὲ καὶ παρὰ τὸ ἑλεῖν ἔγχος γενέσθαι τὸν ἔλεγχον, ὡς πολλῶν ὅπλοιςδιακρινόντων τὰ στασιαζόμενα. εἰ δὲ ψιλοῦται ἡ ἄρχουσα, καινὸν οὐδέν. κανονικῶς γὰρ αὐτὸ γίνεται, ὡς τῆς τρίτης συλλαβῆς ἀπὸ δασέος ἀντιστοίχουἀρχομένου τοῦ χῖ. οὕτω δὲ καὶ τὸ ἔλαφος γεγονὸς παρὰ τὸ ἑλεῖν ὄφεις ψιλοῦταικατὰ τὴν ἀρχὴν διὰ τὸ φῖ κατάρχον τῆς τρίτης συλλαβῆς. δῆλον δέ, ὡς καὶαὐτὴ καὶ παρὰ τὸ ἐλᾶν ὄφεις γίνεται.] Σέβεσθε δὲ ἀντὶ τοῦ αἰδεῖσθε ἢ καὶἐκπλήττεσθε, ἐφ' οἷς δηλαδὴ ποιεῖτε. οὔπω γὰρ ἐπὶ τιμῆς τότε ἡ λέξις ἔκειτο. ὅθεν καὶ σέβας ἡ ἔκπληξις ἔν τε ἄλλοις καὶ ἐν τῷ «σέβας μ' ἔχει εἰσορόωντα». (ῃ. 243– 6) Ὅτι τοὺς Ἕλληνας ἀργοὺς ἑστῶτας καὶ τεθηπότας σκώπτει ὁ βασιλεὺς νεβροῖς εἰκάζων αὐτούς, αἳ μακρὰ δραμοῦσαι καὶ καμοῦσαι ἵστανταιἔκθαμβοι. φησὶ γάρ· «τίφθ' οὕτως ἔστητε τεθηπότες ἠΰτε νεβροί, αἵ τ' ἐπεὶ οὖνἔκαμον πολέος πεδίοιο θέουσαι ἑστᾶσιν, οὐδ' ἄρα τί σφιν μετὰ φρεσὶ γίνεταιἀλκή· ὣς ὑμεῖς ἔστητε τεθηπότες οὐδὲ μάχεσθε». πάνυ δὲ ἐπιτυχὴς ἡ παραβολή. τοιοῦτον γὰρ κατὰ φυσικὴν ἰδιότητα ἡ νεβρός. καὶ ὅρα, ὅπως καὶ τὴν διάθεσιντῶν Ἑλλήνων, τὴν κατὰ τὸ σχῆμα καὶ τὸ εἶδος, διεζωγράφησεν ὁ ποιητὴςπλάσας ἵστασθαι τοὺς Ἀχαιοὺς τεθαμβημένους, ὡς εἰκός, ἐπὶ τοῖς γινομένοις, ὃ καὶ οἱ Ὁμηρικοὶ πάσχουσιν ἀκροαταὶ διὰ τὸ τῶν ἀκουσμάτων παράδοξον. (ῃ. 243) Ἔστι δὲ [τὸ μέν «τίφθ' οὕτως» ἀντιστοιχούμενον ἐκ τοῦ τίπτε δύοψιλῶν μεταπεσόντων εἰς δύο δασέα, ὃ γίνεται καὶ ἐπὶ τοῦ ἐρρίφθη καὶ ἐτύφθηκαὶ ἐβλάφθη, ἐκ τοῦ ῥίπτω καὶ τύπτω καὶ βλάπτω, ἔτι δὲ καὶ ἐπὶ τοῦ ἐρρῆχθαι, πεφοινίχθαι, πεπλῆχθαι, ἀπὸ τοῦ ἔρρηκται, πεφοίνικται, πέπληκται, καὶ ἐπὶἄλλων ὁμοίων.] Τὸ [δὲ] τεθηπότες μέσος παρακείμενος τοῦ θάπτω, ὅπερἄγειν οἶδε τοὺς συμπαθεῖς εἰς ἔκπληξιν. ἀφ' οὗ καὶ θάπος καὶ Ἰωνικῇ ἐναλλαγῇτῶν στοιχείων τάφος, ἡ ἔκπληξις, καὶ θαπών μετοχὴ ἐνεργητικοῦ δευτέρουἀορίστου καὶ κατὰ ὅμοιον ἄλλαγμα τῶν ἀφώνων ταφών, ὁ ἐκπλαγείς. ὅτι δὲἸώνων ἰδία ἡ τοιαύτη τῶν δασέων καὶ ψιλῶν ἀντιμεταχώρησις εἰς τὰ σύστοιχα, δηλοῦσι μὲν καὶ τὰ τοῦ γλυκέος Ἴωνος Ἡροδότου, τὸ ἐνθεῦτεν, τὸ κιθών, τὸ βάθρακος καὶ ἕτερα, δηλοῦσι δὲ καὶ πολλὰ τῶν κοινῶν καὶ ἰδιωτικῶν. τὰ γοῦνἀκάνθια ἀχάντια τῶν τινές φασιν ἑῴων ἀνδρῶν, καὶ ἡ τοῦ κύσθου δὲ λεοντῆ παρὰτῷ Κωμικῷ εἰς τοιοῦτον πίπτει Ἰωνισμόν, εἴπερ ἀπὸ τοῦ κέχυται γίνεται διὰτὴν ἐκεῖθεν κατὰ φύσιν χύσιν. Ἰωνικῶς δὲ ἰδιώτισται καὶ τὸ ἐκ τῆς χύτραςσυντεθὲν μονόκυθρον. οὐ μακρὰν δὲ τούτων οὐδὲ τὸ πάσχα ἐκ τοῦ φάσκακαλλιφωνηθέν. Νεβροὶ δὲ τὰ νεογνὰ τῆς ἐλάφου, ὡς πολλαχοῦ δηλοῦται. Ἰωνικὴ δὲ καὶ Ἀττικὴ ἡ κατὰ θηλυκὸν γένος προφορὰ τῆς νεβροῦ. (ῃ. 244) Τὸ δέ «ἐπεὶ οὖν» ἀργοῦ κειμένου τοῦ οὖν ταὐτόν ἐστι τῷ ἐπειδή. (ῃ. 243) Τὸ δέ» ἔστητε τεθηπότες οὐδὲ μάχεσθε» τὸν σκοπὸν συναιρεῖ τῆς ὅλης παραβολῆς. ἵστανται γὰρ οἱ Ἀχαιοὶ κατὰ τὰς νεβροὺς καὶ τεθήπασι κατ' ἐκείνας καὶ οὐμάχονται, ὡς οὐδ' ἐκεῖναι ἀλκὴν ἐνδείκνυνται. (ῃ. 248) Ὅτι τὴν πολιὴν θῖνα, ἧς καὶ ἐνταῦθα μέμνηται ὁ ποιητὴς ἐν τῷ «νῆες εὔπρυμνοι πολιῆς ἐπὶ θινὶθαλάσσης» «πολιῆτιν ἀκτήν» Εὐριπίδης φησὶ παραφραστικῶς ἐν τῷ «ψάμαθοιπολιήτιδος ἀκτῆς», ἤγουν λευκῆς κατὰ τοὺς παλαιούς. καὶ ἔοικεν ἐκεῖνος πρῶταμὲν πολῖτιν εἰπεῖν τὴν πολιάν, εἶτα Ὁμηρικῶς πλεονάσαι τῷ ˉη. καὶ γὰρ καὶὍμηρος τὸν πολίτην πολιήτην φησίν, ὅπερ Ἰωνικὸν εἶναι δοκεῖ κατὰ τὸ Μασσαλιήτης, Ἀπολλωνιήτης, οἰκιήτης, ἃ κεῖνται παρὰ τῷ Ἡρωδιανῷ. δύναται δὲ ἐκεῖνο καὶ ἀπὸ τοῦ πολιά γενέσθαι τροπῇ τοῦ ˉα εἰς ˉη. (ῃ. 249) Ὅτι τὸ» ὔμμιν ὑπέρσχῃ χεῖρα Κρονίων», ἀντὶ τοῦ ὑπεράνω θήσει, σκεπάσει ὑμᾶς. οὕτω δέ, φασί, καὶ οἱ μεθ' Ὅμηρον, οἷον «ὑπερέσχεν ὑμῶν τὴν χεῖρα θεός». Σημείωσαι δέ, ὅτι τὸ Κρονίων καὶ ἐνταῦθα ὡς καὶ ἐν ἄλλοις ἐκτείνει τὴνπαραλήγουσαν καὶ ὅτι τὸ «ἢ μένετε ὄφρα εἰδῆτε, ἐὰν ὑμῶν χεῖρα ὑπέρσχῃ θεός» παροιμίαν γεννᾷ τὴν εἰποῦσαν «σὺν Ἀθηνᾷ καὶ χεῖρα κίνει». οὐ γὰρ χρὴἀναμένειν, ἵνα ἁπλῶς οὕτω χεῖρα ὑπέρσχῃ θεός, ἀλλὰ συνεισάγειν καὶ τὰοἴκοθεν. οἱ δὲ ὕστερον καὶ ἐπὶ νίκης τὸ ὑπερσχεῖν τιθέασιν, ὥσπερ καὶ τὸὑπερέχειν. (ῃ. 250) Ὅτι στὶξ μὲν ἐξ ἀνδρῶν πεντακοσίων κατὰ τοὺς παλαιούς, οὐλαμὸς δὲ τάξις ἐκ τεσσαράκοντα ἀνδρῶν, φάλαγξ δὲ ἀπὸ ἑκατόν καὶ εἴκοσι, πύργος δὲ ἐκ τριακοσίων καὶ ἑξήκοντα, τάξις αὕτη τετραγωνοειδῶς πυκνουμένη. Ὅμηρος δὲ ἐν τῇ ἐπιπωλήσει ταύτῃ χρᾶται μὲν ταύταις ταῖς λέξεσι, λαμβάνειδὲ αὐτὰς ἐπὶ τῆς ἁπλῶς κατὰ πληθύν τινα τάξεως, ἐν οἷς λέγει στίχας ἀνδρῶνκαὶ οὐλαμὸν ἀνδρῶν καὶ πυκινὰς φάλαγγας καὶ πύργους Ἀχαιῶν. γίνεται δέ, ὡς καὶ ἑτέρωθι δηλοῦται, ἡ μὲν στὶξ ἀπὸ τοῦ στείχω διὰ τὸ τῆς πορείαςεὔτακτον, οὐλαμὸς δὲ παρὰ τὸ οὖλον, τὸ συνεστραμμένον, ὡς τὸ «οὖλον κεκλήγοντες», ἐξ οὗ καὶ οὐλόθριξ, ἵνα δηλοῖ οὐλαμὸς στρατοῦ συστροφήν. φάλαγγεςδὲ παρὰ τὰ φαλάγγια, ὥς φασιν οἱ παλαιοί. οὕτω δὲ παρ' ἐκείνοις ἐκαλοῦντο τὰξύλα, ὅθεν αἱ στρατιωτικαὶ φάλαγγες, ἐπειδὴ ξύλοις οἱ πάλαι καὶ ῥοπάλοις καὶκορύναις ἐμάχοντο. διό, φασί, καὶ ἡμεῖς τὰ ἐκ ξύλων οἰκοδομήματα φάλαγγαςκαλοῦμεν. καὶ μήποτε διὰ τοῦτο καὶ τὰ ἐν ταῖς δοκοῖς τῶν οἴκων τεχνουργοῦνταἀράχνια φαλάγγια λέγεται, ἴσως δὲ καὶ τὰ τοῖς πλοίοις ὑποτιθέμενα ἕρματαἐντεῦθεν οἱ πολλοὶ φαλάγγια λέγουσιν. Ἀριστοτέλης δὲ καὶ ἐπὶ δακτύλου τὴνλέξιν τίθησιν, οὗ τὸ μὲν καμπτικόν, φησί, κόνδυλος, τὸ δὲ ἄκαμπτον φάλαγξ. Ἡρόδοτος δὲ ἐβένου φάλαγγάς πού φησιν. Ὁ δέ γε πύργος καθ' ὁμοιότητα οἰκοδομουμένων λέγεται διὰ τὴν τῶν στρατιωτῶν πύκνωσιν, ἣν ἀλλαχοῦ διὰπαραβολῆς παραδηλώσει ὁ ποιητὴς πύργου εἰκάζων οἰκοδομῇ τὴν τοιαύτηντάξιν. περὶ δὲ τοῦ λόχου μετ' ὀλίγα ἐν οἰκείῳ τόπῳ ῥηθήσεται. (ῃ. 251) Ὅτι τὸ «ἦλθεν ἐπὶ Κρήτεσσι» κατὰ ἀντίπτωσιν εἶπεν ἀντὶ τοῦ ἐπὶ τοὺς Κρῆτας. οὕτω δὲ καὶ κατωτέρω ἐρεῖ «ἦλθεν ἐπ' Αἰάντεσσιν». (ῃ. 253 ς.) Ὅτι Ἰδομενεὺς μὲν ἐν προμάχοις ἵστατο «συῒ ἴκελος ἀλκήν». καὶ ὅρα καὶ νῦνσυντομίαν παραβολῆς. Μηριόνης δὲ πυμάτας, φησίν, ὤτρυνε φάλαγγας, οὐραγὸς δηλονότι ὤν. οὐρὰ γὰρ καὶ κατὰ Ξενοφῶντα τὸ ὀπίσω τῆς φάλαγγος, ὥσπερ στόμα καθ' Ὅμηρον ὁ τόπος τῶν προμάχων. καὶ οὕτω μὲν τάξεως εἶχονοἱ ἀριστεῖς. (ῃ. 255– 64) Ὁ δὲ βασιλεὺς ἰδών, φησίν, αὐτοὺς γήθησε καὶ δὴ τὸνἸδομενέα προσεποτρύνει μειλιχίοις, ἔπεσι δηλαδή, ἀναμνήσας, ὡς τιμᾷ αὐτὸνἔν τε πολέμῳ τὸ δεξιὸν τυχὸν κέρας αὐτῷ διδοὺς ἤ τι τοιοῦτον ἄλλο ποιῶν, τιμᾷ δέ «καὶ ἀλλοίῳ ἐπὶ ἔργῳ», οἷον ἐν βουλῇ καὶ θυσίαις καὶ δημηγορίᾳ, τιμᾷ δὲ καὶ ἐν δαιτί, «ὅτε πέρ τε γερούσιον αἴθοπα οἶνον Ἀργείων οἱ ἄριστοιἐνὶ κρητῆρσι κέρωνται· εἴ περ γάρ», φησίν, «ἄλλοι γε καρηκομόωντεςἈχαιοὶ δαιτρὸν πίνωσι, σὸν δὲ πλεῖον δέπας αἰεὶ ἕστηκεν, ὥς περ ἐμοί, πιέεινὅτε θυμὸς ἀνώγει». ἐτίθεντο δὲ καὶ τὰ τοιαῦτα ἐν τιμῇ οἱ παλαιοί, ὡς καὶ μετ' ὀλίγα φανήσεται. καὶ ἔστι, καθὰ καὶ προσεσημείωται, ἀφορμὴ καὶ τοῦτο τοῦοἰνοβαρῆ τὸν βασιλέα ὑπ' Ἀχιλλέως λεχθῆναι, ὥσπερ καὶ τὸ τοὺς Ἕλληνας πρὸ τούτου καὶ τοὺς Τρῶας ἐν ὑποθέσει συμποσίου μετρεῖν. (ῃ. 259) Οἶνος δὲκαὶ νῦν γερούσιος ὁ τοῖς γέρουσιν, ἤτοι τοῖς ἐντίμοις, διδόμενος ἐν συμποσίῳκοινῷ. Αἶθοψ δέ, ὡς καὶ προεγράφη, ὁ μέλας ἢ θερμός. ἔνθα ὅρα, πηλίκην ἔχειδιαφορὰν ὁ αἶθοψ καὶ ὁ Αἰθίοψ, καὶ ταῦτα ἐξ ὁμοίας ὄντα παραγωγῆς, [ὥσπερ σὺν ἄλλοις καὶ τὸ περίττευμα καὶ περίττωμα.] (ῃ. 260) Τὸ δέ «ἐνὶκρητῆρσι κέρωνται» τρόπου ἐστὶν ἐτυμολογικοῦ. δῆλον γάρ, ὡς ἐκ τοῦ κερᾶν ὁκρατήρ, ὡς οἷά τις ὢν κερατήρ. Σημειωτέον δὲ τὸ κέρωνται οὐκ ἐκ περισπωμένου ἐνεστῶτος κινηθέν, ἀλλ' ἔκ τινος βαρυτόνου, ὁποῖον οὐκ ἔστι ῥᾳδίωςεὑρεῖν. (ῃ. 262) Δαιτρὸν δὲ πίνειν ἐπιρρηματικῶς ἀντὶ τοῦ μεμερισμένως. ἡ δὲ μεταφορὰ ἐκ τοῦ τὰ κρέα μερίζοντος δαιτροῦ. Ἐν δὲ τῷ «σὸν δὲ πλεῖονδέπας» ὁ ˉδˉε σύνδεσμος ὁ αὐτός ἐστι τῷ ˉδˉη ἢ τῷ ˉἀˉλˉλˉα. Τὸ δὲ πλεῖον τὸ γέμονδηλοῖ τὸ παρὰ τοῖς ὕστερον ἔμπλεων, ὃ παρ' ἐκείνοις μὲν ἐκτείνεται Ἀττικῶς, παρὰ δὲ τοῖς παλαιοῖς συστέλλεται κοινότερον. (ῃ. 266 ς.) Ὅτι ὁ τὸ ὑποσχεθὲν ἐκπληρώσειν κατατιθέμενος εἴποι ἂν τὸ τοῦ Ἰδομενέως· «μάλα τοι», ὅἐστί σοι, «ἐγὼν ἐρίηρος ἑταῖρος ἔσσομαι, ὡς τὸ πρῶτον ὑπέστην καὶ κατένευσα». Τὸ δὲ ὑπέστην καὶ νῦν ἀντὶ τοῦ ὑπεσχόμην, ἀνεδεξάμην, ἐκ μεταφορᾶς κίονοςὑποκάτω στάντος καὶ ἀνέχοντος τὰ ἐπικείμενα. δοκεῖ δὲ καὶ διασαφητικὸν τοῦὑπέστην εἶναι τὸ κατένευσα. [Ἰστέον δέ, ὅτι ἐρίηρος ἑταῖρος οὐ μόνον ὁ ἄγανἐράσμιος, ἀλλὰ καὶ μάλιστα ὁ ἄγαν ἀραρὼς καὶ ἡρμοσμένος τῷ φίλῳ καὶ μὴδυαζόμενος.] (ῃ. 268) Ὅτι σπευστικὸν εἰς μάχην τὸ «ἀλλ' ἄλλους ὄτρυνε, ὄφρατάχιστα μαχώμεθα». (ῃ. 269) Ὅτι τὸ παραβῆναι ὅρκους φθάσας εἰπεῖνδηλήσασθαι καὶ πημᾶναι καὶ καταπατῆσαι τὸ αὐτὸ καὶ συγχέαι φησὶν ἐν τῷ» ἐπεὶ σύν γε ὅρκια ἔχευαν Τρῶες». οὕτω πλούσιος καὶ λέξεσιν ὁ ποιητής. εἴληπται δὲ ἡ λέξις ἐκ μεταφορᾶς τῶν πρῴην μὲν εὐκρινῶς ἐχόντων εἶτασυνταραχθέντων, ὁποῖα καὶ τὰ χαλώμενα καὶ καταπατούμενα καὶ συμφυρόμενακαὶ πτυρόμενα. (ῃ. 270 ς.) Ἀπειλὴ κατὰ ἐπιόρκων τὸ «τοῖσι δ' αὖ θάνατος καὶκήδε' ὀπίσσω ἔσσεται, ἐπεὶ πρότεροι ὑπὲρ ὅρκια δηλήσαντο», τουτέστιν, ὡςπροσεχῶς ἐρρέθη, συνέχευαν. (ῃ. 272) Ὅτι χαρμοσύνου ἀπελεύσεως φραστικὸντὸ «ὣς ἔφατο, ὃ δὲ παρῴχετο γηθόσυνος κῆρ». (ῃ. 273) Ὅτι ὁμοῦ τάσσει ὡςἐπὶ πολὺ τοὺς δύο Αἴαντας ὁ ποιητής, ὡς καὶ ἐν τῇ βῆτα ῥαψῳδίᾳ εἴρηται, οὐμόνον διὰ τὴν ὁμωνυμίαν, ἀλλὰ καὶ διότι ὁ μικρὸς ἐδέετο τοῦ μεγάλου, ὡς ἐντοῖς ἑξῆς φανήσεται. σημείωσαι δὲ καί, ὅτι παρεμφαίνων ὁ ποιητὴς τὸ παροιμιῶδες, ὡς ἄρα εἷς ἀνὴρ οὐδεὶς ἀνήρ, ἑκάστῳ τῶν Ἑλληνικῶν στρατηγῶνπαραζευγνύει τινὰ ἢ ὁμοεθνῆ ἢ καὶ ἑτεροῖον, οἷον τῷ ἐκ Κρήτης Ἰδομενεῖ τὸν Μηριόνην, Κρῆτα καὶ αὐτὸν ὄντα, ὡς καὶ τῷ Διομήδει τὸν Σθένελον,– Ἀργεῖοι γὰρ ἄμφω– τῷ δὲ μεγάλῳ Αἴαντι τὸν μικρόν, οὐ τῆς αὐτῆς ὄντα πατρίδος, τῷ δὲ Ἀττικῷ Μενεσθεῖ οὐχ' ὑποτάσσει, ἀλλ' ἐγγύς που συμπαρατάσσει Ὀδυσσέα τὸν Ἰθακήσιον, τῷ μέντοι γεραιτάτῳ Νέστορι οὐχ' ἕνα τινά, πολλοὺς δὲὑποστρατήγους δίδωσι. πέντε γὰρ ταξίαρχοι τὸν ἐκείνου ἀναπληροῦσι τόπον ἀπομάχου διὰ τὸ γῆρας ὄντος. μόλις γὰρ καὶ οἱ τοσοῦτοι τὸ τοῦ Νέστορος ἀναπληρώσουσιν ἔλλειμμα. ἃ γὰρ ἐκεῖνος ὁ εἷς ἐποίησεν ἂν τὸ τῆς νεότητος ἔχων ἄνθος, αὐτοὶ ῥᾳδίως οὐκ ἂν συντελέσωσι. Σημείωσαι δὲ καί, ὅτι μονοειδές τι ποιήσαςἐνταῦθα ἐπὶ Ἰδομενέως καὶ Διομήδους– ἀμφοτέροις γάρ, ὡς εἴρηται, ὁμοπάτριδες ὑποστράτηγοι ὁ Μηριόνης καὶ ὁ Σθένελος– οὐκ ἐγγὺς αὐτοὺςἔθετο, ἀλλὰ διέστησεν, ἵνα λανθάνειν ἔχῃ τὸ ὁμοειδές, τοῦ μὲν ἐν πρώτοιςμνησθείς, τοῦ δὲ ἐς ὕστερον. (ῃ. 274) Ὅτι νέφος πεζῶν εἰπὼν ὁ ποιητὴς τῶνὑπὸ τοὺς Αἴαντας, ἤγουν πυκνότητα καί τινα μελανίαν ἐκ πυκνώσεώς τεπολλῆς καὶ ἐκ τῆς ἀπὸ σιδήρου ὁπλίσεως, καὶ τολμήσας τὴν λέξιν τοῦ νέφουςἐπὶ ἀνθρώπων εἰπεῖν κατὰ σκληρὰν τροπήν, ὅμως θεραπεύει τὴν τόλμαν εὐθὺςσυνήθως διὰ παραβολῆς τῆς ἀπὸ πυκνότητος καὶ μελανίας νέφους, οἱονεὶλέγων, ὡς, ἐὰν ἡ τοῦ νέφους ὁμοιότης προσαρμόζῃ αὐτοῖς, δοτέον μοι καὶνέφος πεζῶν εἰπεῖν. οὕτω καὶ ἐν Ὀδυσσείᾳ τὴν τοῦ Ὀδυσσέως φάμενος καρδίαν ὑλακτεῖν παρεμυθήσατο τὸ ἀναιδὲς τῆς λέξεως τῇ ἀπὸ τοῦ κυνὸς παραβολῇ. καὶ ἄλλα δὲ τοιαῦτα ποιεῖ πολλαχοῦ. (ῃ. 275– 82) Εἰπὼν οὖν, ὅτικορυσσέσθην, ἅμα δὲ νέφος εἵπετο πεζῶν– τοιούτων γὰρ οἱ Αἴαντες ἄρχεινἐοίκασιν– ἐπάγει παραβολὴν τοιαύτην· «ὡς δ' ὅτ' ἀπὸ σκοπιῆς εἶδε νέφοςαἰπόλος ἀνὴρ ἐρχόμενον κατὰ πόντον ὑπὸ Ζεφύροιο ἰωῆς, τῷ δέ τ' ἄνευθεν ἰόντι», ἢ ἐόντι, «μελάντερον ἠΰτε πίσσα φαίνεται ἰὸν κατὰ πόντον, ἄγει δέ τε λαίλαπαπολλήν· ῥίγησέν τε ἰδών, ὑπό τε σπέος ἤλασε μῆλα· τοῖαι ἅμ' Αἰάντεσσι διοτρεφέων αἰζηῶν δήϊον ἐς πόλεμον πυκιναὶ κίνυντο φάλαγγες κυάνεαι, σάκεσί τε καὶἔγχεσι πεφρικυῖαι». (ῃ. 281) Ὅρα οὖν, ὅτι πρὸς τὸ πυκνὸν καὶ πάνυ μέλαν τῆςπεζικῆς τάξεως εἴληφε τὴν ἐκ τοῦ νέφους παραβολήν. ὡς γὰρ τὸ ἐν νέφει μέλανπυκνόν ἐστι, οὕτω καὶ αἱ τῶν πεζῶν φάλαγγες πυκιναὶ ἐκινοῦντο κυάνεαι. διὸκαὶ νέφος πεζῶν εἰπεῖν ἐτόλμησεν, ὃ μιμητικῶς ἀντιστρέψας ὁ πολύνους Λυρικός, καθά που καὶ προδεδήλωται, στρατὸν ἔγραψέ που νεφελῶν, ὡς δῆθενταὐτὸν ὂν εἰπεῖν «στρατιᾶς νέφος» καὶ αὖ ἀνάπαλιν «στρατιὰν νεφελῶν». ἀφ' οὗ κερδήσαντες οἱ ναυτικοὶ στρατεύεσθαι νέφη φασίν, ὅτε πολλὰ συσταθένταἐπαγγέλλονται ταραχὴν ἀέρος διὰ τὴν περὶ αὐτὰ μελανίαν τὴν ἐκ πυκνώσεως. δῆλον δὲ καί, ὅτι μελαίνει ἐν ἡμέρᾳ τὸν μεταξὺ ἀέρα ἡ τοῦ πλήθους πυκνότης, ὡς καὶ τὸ νέφος ἡ τῶν ἀτμίδων πύκνωσις. Σημείωσαι δὲ καί, ὡς, ἐπειδὴ ἐκνεφῶν πολλάκις καὶ ἀστραπαὶ ἀποπάλλονται, καλῶς ἄρα ἡ τραγῳδία ἐτόλμησενἐκ τοῦ ῥηθέντος Ὁμηρικοῦ νέφους λαβοῦσα εἰπεῖν ὅπλων ἀστραπὴν ἐν τῷ» κατέσχον ἅπαν πεδίον ἀστραπαῖς». [(ῃ. 274) Ἰστέον δέ, ὅτι τὸ νέφος πεζῶνἔχει τι καὶ ἀντιθετικῆς ἀστειότητος ῥηθὲν πρὸς διαστολὴν τοῦ κυρίως νέφους. ἐκεῖνο μὲν γὰρ οὐράνιον, τοῦτο δὲ περιπέζιον.] Πεζοὶ δὲ γίνονται μὲν ἀπὸ τοῦπέζα, ὁ πούς, καὶ δηλοῦσιν ἀνθρώπους ποσὶν ἁπλῶς βαίνοντας πεδοῖ, ὅ ἐστιπερὶ τὸ πέδον. [ἐξ οὗ τροπῇ συνήθει τοῦ ˉδ εἰς ˉζ γίνεται καὶ ἡ πέζα καὶ ὁ πεζόςκαὶ τὰ ἐξ αὐτῶν.] Νῦν δὲ στρατιωτικὴν σημαίνουσι τάξιν διαστελλομένηνπρός τε τοὺς ἐφ' ἁρμάτων καὶ τοὺς κέλητας. ἐξ αὐτῆς δὲ οἱ πεζαίτεροι, τάγμα καὶ αὐτοὶ στρατιωτικόν. ὧν ἡ γραφὴ διάφορος. οἱ μὲν γὰρ ἐν τρισὶψιλοῖς ˉε γράφονται κατὰ τοὺς παλαιούς, στρατιῶται ὄντες τὴν μὲν μίαν πέζανὡπλισμένοι, τὴν δὲ ἑτέραν γυμνοί. ἄλλοι δὲ τὴν παραλήγουσαν διὰ διφθόγγουἔχουσιν, ὡς ἐν πεζοῖς ἑταῖροι ὄντες τῷ ἄρχοντι διὰ τὸ ἐν μάχῃ ἀπόλεκτον κατ' ἀνδρίαν, ὁποίων, φασί, καὶ Δημοσθένης μέμνηται ἐν Φιλιππικοῖς. [ἡ μέντοιἀναλογία γράφει τὴν προπαραλήγουσαν καὶ διὰ διφθόγγου τῷ λόγῳ τοῦπρωϊαίτερος καὶ τῶν ὁμοίων.] καὶ οὕτω μὲν ταῦτα. (ῃ. 275– 9) Ἔχει δὲ καὶ ἡεἰρημένη παραβολὴ πολυμάθειάν τινα· φύσιν τε γὰρ νέφους ὑποδηλοῖ καὶ διδάσκει, ὅτι τὸ πελάγιον νέφος, τὸ οὕτω μέλαν καὶ πυκνόν, ὄμβρον ἐπάγει καὶμάλιστα Ζεφύρῳ διωκόμενον. αὐτὸς μὲν γὰρ τὰ νέφη συνάγων χειμῶνα ποιεῖ, Εὖρος δὲ καὶ Νότος παύουσι διαλύοντες τὰ συνιστάμενα. καὶ ἱστορίας δὲ ζωϊκὰςἡ παραβολὴ ἔχει, ὅτι δηλαδὴ ζῷον αἱ αἶγες δύσριγόν τε καὶ ὑψίνομον. κατὰ δέτινας καὶ ὄϊς κύουσα, ἐὰν αἴθριος ἀκούσῃ βροντῆς, ἐκτιτρώσκει. Φησὶ δὲ καὶἈριστοτέλης, ὅτι διδάσκουσιν οἱ ποιμένες τὰ πρόβατα συνθεῖν, ὅταν ψοφήσῃ. ἂν γὰρ βροντήσαντος ὑπολειφθῇ τις καὶ μὴ συνδράμῃ, ἐκτιτρώσκει, ἐὰν τύχῃκύουσα. διὸ ὅταν ψοφήσῃ ἐν τῇ οἰκίᾳ, τουτέστιν ἁπλῶς κτύπον τινὰ ποιήσῃ, συνθέουσι διὰ τὸ ἔθος. τοῦτο γοῦν ὑπεμφαίνει καὶ ὁ ποιητὴς ἐν τῷ «ὑπό τεσπέος ἤλασε μῆλα», ὡς καὶ τοῦ αἰπόλου τηνικαῦτα ὑπὸ σπηλαίῳ ποιουμένου τὰμῆλα, οὐ μόνον ἵνα μὴ καταβραχῶσιν, ἀλλὰ καὶ ἵνα μὴ τυχὸν βροντῶν καταρρηγνυμένων ἐκτρώσωσιν, ὡς εἶναι δῆλον ἐκ τούτου, ὅτι δεῖ καὶ πολύπειρον καὶσοφὸν τὰ τοιαῦτα τὸν νομέα εἶναι. (ῃ. 275) Ἰστέον δέ, ὅτι σκοπιὰ μὲν ἡ τοῦὄρους κορυφή, δι' ἧς διασκοπεῖν ἔστι τὰ πόρρω. ἡ δ' αὐτὴ καὶ περιωπὴ λέγοιτ' ἂν καὶ χῶρος περίσκεπτος, ὅθεν τὰ πέριξ βλέποι τις ἂν καὶ σκέπτοιτο. Ἐν δὲτῷ «εἶδε νέφος» διὰ διφθόγγου γράφει ὁ ποιητὴς τὸ εἶδεν ὡς ἐκ παρατατικοῦ, εἰκαὶ ἐν διαφόροις αὐτὸ συστέλλει ὡς δεύτερον ἀόριστον. ἐπαμφοτερίζει τοίνυν παρὰτῷ ποιητῇ καὶ ἡ τοῦ ῥήματος τούτου γραφή. Αἰπόλος δὲ ὑπόκειται νέμων ἐν τῇῥηθείσῃ σκοπιᾷ διὰ τὸ τὰς αἶγας μάλιστα ὑψινόμους εἶναι, ὡς εἴρηται. διὸ καὶ αἰπόλος λέγεται ὁ ἄγων αὐτάς, οὐ μόνον ὡς αἰγοπόλος, ἀλλὰ κατά τιναςκαὶ ὡς αἰποπόλος, ἤγουν περὶ τὰ ὕψη πολῶν, διὰ τὸ καὶ τὰς αἶγας μάλιστα τοῖςτραχέσι χαίρειν. διὸ καὶ τῶν νήσων αἱ τραχύτεραι αἰγίβοτοί εἰσι. (ῃ. 276) Τὸ δὲἐρχόμενον βούλεται μὲν εἶναι ἀντὶ τοῦ κινούμενον, εἴρηται δὲ ὡς ἐπί τινοςἐμψύχου, καθὰ καὶ τὸ «ἰὸν κατὰ πόντον». Ζεφύρου δὲ ἀνέμου μέμνηται ἢἁπλῶς οὕτω κατὰ τὸ ἐπελθὸν ἢ ὡς τὸν τοιοῦτον φιλῶν ἄνεμον μάλιστα ἢ καί, διότι αὐτοῦ μᾶλλον ἴδιον τὸ ἠρεμαίαν φρῖκα ὑποκινεῖν, ἧς χρεία ἐν τῇ ῥηθείσῃπαραβολῇ. Ἰωὴ δὲ ἡ τοῦ ἀνέμου πνοή, πρὸς ἀναλογίαν τοῦ ἐρωή καὶ ζωή, ἀπὸτοῦ ἴω, καθὰ δηλοῖ τὸ «φαίνεται ἰὸν κατὰ πόντον». ἐξ αὐτῆς δὲ ἡ ἐν Ὀδυσσείᾳἰωγή, καθὰ δηλοῦται ἀκριβῶς ἐκεῖ. (ῃ. 277) Τὸ δέ «μελάντερον ἠΰτε πίσσα» ἁπλῶς ἀντὶ τοῦ μέλαν κατὰ τὴν πίσσαν. οὐ γὰρ εἶχεν εἰπεῖν τι πίσσης μελάντερον. διὸ καὶ τὴν ὑπεροχικὴν σύγκρισιν εἰς ἰσότητα κατεβίβασεν, ἐν μέσῳ τῆςδιεξοδικῆς παραβολῆς ἄλλην ταύτην συντομωτάτην ἐπεμβαλὼν παραβολήν. Τὸδὲ τοῦ νέφους πάμμελαν πολλὴν ἐμφαίνει πύκνωσιν καὶ σύστασιν τῶν ἀναθυμιάσεων. ἄλλως γὰρ αἱ νεφέλαι ἀραιαὶ οὖσαι διαυγεῖς φαίνονται καὶ μᾶλλον αἱπυρσαί. (ῃ. 278) Τὸ δέ «ἄγει λαίλαπα» γλυκέως ἔχει, οἷα τοῦ ἐρχομένου καὶἰόντος πυκνοτάτου νέφους ἐπισυρομένου λαίλαπα, ὡς εἰ καί τι ἔμψυχον ἦν. (ῃ. 279) Τὸ δὲ σπέος παρὰ τὸ σβέω ἐτυμολογοῦσιν οἱ παλαιοί, ἵνα εἴη σβέος τιδιὰ τὸ τῶν σπηλαίων ἀφώτιστον. ἐξ αὐτοῦ δὲ ἔοικε συγκεκόφθαι τὸ σπές. Μῆλαδὲ ἐνταῦθα τὰς αἶγας δοκεῖ λαλεῖν γενικῶς. ἄλλως δὲ μῆλα τὰ πρόβατα. (ῃ. 281) Τὸ δὲ κίνυντο ἀπὸ τοῦ κινύω κίνυμι παρῆκται ῥήματος, ἐξ οὗ καὶ τὸ» οὐδέ σε λήθω κινύμενος». τοῦ δὲ κινύω αὖθις παράγωγον τὸ κινύσσω, ἐξ οὗπαρ' Αἰσχύλῳ «αἰθέριον κίνυγμα», τὸ ἀέριον εἴδωλον, ὅπερ οὐκ ἀπέοικε τοῦαἰθύγματος, ὃ ἀπὸ τοῦ αἰθύσσω γίνεται. (ῃ. 282) Τὸ δὲ πεφρικυῖαι ἀντὶ τοῦὀρθούμεναι. πᾶν δὲ τὸ φρῖσσόν τινι φρίσσει τῷ λόγῳ τῶν πρός τι κατὰ Ὁμηρικὴνσυνήθειαν, τὸ λήϊον ἀσταχύεσιν, ὁ κάπρος τῇ λοφιᾷ, ὁ ἄνθρωπος ταῖς θριξίν, ἡμάχη ταῖς ἐγχείαις, ἡ θάλασσα τοῖς κύμασιν. οὕτω γοῦν καὶ νῦν αἱ φάλαγγεςφρίσσουσι σάκεσί τε καὶ ἔγχεσιν, ἤγουν ὀρθὰ ἔχουσιν ἔτι πρὸ τῆς συμβολῆς τὰσάκεα καὶ τὰ ἔγχεα. ὅθεν λαβὼν Εὐριπίδης ἔφη τὸ «πυκναῖς ἀσπίσι πεφρικότα», παρ' ᾧ κεῖται καὶ «λέοντος δέρος χαίτῃ πεφρικός». δῆλον δέ, ὅτι, ὥσπερ τὸκυμαίνεσθαι θαλασσία λέξις ἐστίν, ὅπως ἂν καὶ λαμβάνοιτο, οὕτω καὶ τὸφρίσσειν κἂν ἐπὶ λοφιᾶς ἢ χαίτης ἢ ληΐου ἢ ἔγχους λέγοιτο. [καὶ ὅτι ὁμοίουτόπου καὶ ἡ φρίκη καὶ ἡ φρίξ καὶ ἐπιφρίξ καὶ τὸ φρικαλέον καὶ τὸ φρικτόν.] καὶ ὅτι καὶ φόβον δηλοῖ ἐν τῷ «αἱ τρίχες φρίσσουσιν», ἤτοι ὀρθαὶ ἵστανται. καὶ χαρὰν δέ ποτε σημαίνει καὶ οἱονεὶ ὄρθωσιν ἐκ λυπηρᾶς καταπτώσεως, ὡςτὸ «ἔφριξα ἔρωτι, περιχαρὴς δ' ἀνεπτόμην». (ῃ. 286 ς.) Ὅτι ἰδὼν Ἀγαμέμνων τοὺς ἀμφὶ τοὺς Αἴαντας εὖ παρατεταγμένους καὶ ἤδη κινουμένους εἰς μάχηνφησί· «σφῶϊ μέν, οὐ γὰρ ἔοικεν, ὀτρυνέμεν οὔτι κελεύω· αὐτοὶ γὰρ μάλα» ποιεῖτε τόδε τι. τοῦτο δὲ καὶ παροιμιῶδές ἐστι καὶ οἰκεῖον λέγεσθαι πρὸςπάντας, οἳ οἴκοθεν ἐπί τι καλὸν σπεύδουσιν. εἶτα καὶ ἐπεύχεται, ὅτι τοῖος πᾶσιθυμὸς ἐνὶ στήθεσσι γένοιτο, λέγων καί, ὅτι οὕτως ἂν τάχ' ἠμύσειε πόλις Πριάμοιο ἄνακτος χερσὶν ὑφ' ἡμετέρῃσιν ἁλοῦσά τε περθομένη τε. καὶ ὅρα, ὅπως καὶ σχήματι καὶ νοήματι τὰ αὐτὰ εὔχεται ὁ βασιλεὺς νῦν ἐπὶ τῶν ἀνδρείωντούτων Αἰάντων, ἅπερ καὶ ἐπὶ τοῦ φρονιμωτάτου Νέστορος, πλὴν ὅσον ἐκεῖμὲν δέκα τοιούτους ἤθελε μόνους ἔχειν, ὧδε δὲ πάντας τοὺς Ἀχαιοὺς τοιοῦτονἔχειν θυμόν. καὶ δηλοῖ τοῦτο ὑπεροχὴν τῆς συνέσεως πρὸς τὴν ἀνδρίαν, ὡς καὶἐν τῇ βʹ ῥαψῳδίᾳ εἴρηται. Ἰστέον δέ, ὅτι τὸ «σφῶϊ μέν» ὀφεῖλον γραφῆναισφῶϊν, ἀντὶ τοῦ ὑμῖν, ἵνα ἦν «σφῶϊν οὔτι κελεύω», ὁμοίως τῷ «σφῶϊν μέν τ' ἐπέοικεν», ὃ μετ' ὀλίγα κεῖται, ὅμως διὰ μέτρου εὐχρηστίαν ἄλλως καινῶςἀπεδόθη καθ' ἑτεροίαν σύνταξιν. ἔνθα ὅρα καὶ τὴν διακοπὴν τῆς ἐννοίας. ἐπεμβληθείσης γὰρ τῆς αἰτίας, εἶτα ὑπερβατῶς ἀνεπληρώθη τὸ ἐντελὲς κατὰἰδέαν περιβολῆς. τὸ δέ γε ἁπλοῦν ἦν «ὑμῖν μὲν οὔτι κελεύω, οὐ γὰρ ἔοικενὀτρύνειν». (ῃ. 290) Τὸ δὲ ἠμύσειε λέξις μέν ἐστι ποιηταῖς φιλουμένη, γίνεταιδὲ ἀπὸ τοῦ μύειν πλεονασμῷ τοῦ ˉη, ὁμοίως τῷ βαιόν ἠβαιόν καὶ τοῖς τοιούτοις. δηλοῖ δὲ τὸ κατακλιθείη, σμικρυνθείη, καθ' ὁμοιότητα τῶν μυόντων εἴτεὀμμάτων εἴτε λοιπῶν σωμάτων. (ῃ. 291) Τὸ δέ «χερσὶν ὑφ' ἡμετέραιςἁλοῦσα» πρὸς διαστολὴν ἑτεροίας ἐπικλίσεως ἐρρέθη· ἐπεὶ δυνατὸν καὶ ἄλλωςἠμύσαι πόλιν ἁλώσεως δίχα, σεισμῷ τυχὸν ἢ παλαιότητι. [καὶ ἄλλως δὲ διαστολὴν δηλοῖ τοῦτο τῆς ὑπὸ χερσίν, ἤγουν ὑπὸ χειρῶν ἑτέρων, ἁλώσεως. Τὸ δέ» ἁλοῦσά τε περθομένη τε» ἢ ταὐτολογεῖ συνήθως ἢ σὺν τῇ ἁλώσει καὶ ἐμπρησμὸν ὑπεμφαίνει· ἐκ τοῦ πρήθω γὰρ καθ' ὑπέρθεσιν καὶ τροπὴν τὸ πέρθω γίνεται.] (ῃ. 293 ς.) Ὅτι ἐν τῷ «ἔνθ' ὅ γε Νέστορ' ἔτετμε, λιγὺν Πυλίων ἀγορητὴνοὓς ἑτάρους στέλλοντα καὶ ὀτρύνοντα μάχεσθαι» στέλλειν μέν ἐστι τὸ ἐπιτέλλεσθαι, ὃ καὶ μετ' ὀλίγα κεῖται. Τὸ δὲ ἔτετμε ποιητικὴ λέξις ὑποδύσκολος, λαμβανομένη ἀντὶ τοῦ κατέλαβε. καὶ γίνεται ἀπὸ τοῦ τέμω ἔτεμε καὶ ἀναδιπλασιασμῷ ἐτέτεμε καὶ συγκοπῇ ἀναγκαίᾳ διὰ τὸ δύσμετρον τοῦ διτροχαίου ποδὸςἔτετμεν, ἤτοι κατ' ἐπιτομὴν καιροῦ καὶ συντόμως ἢ ἐπιτόμως εὗρε. Δηλοῖοὖν σπουδὴν ἡ λέξις. διὸ καὶ καιριώτερόν ἐστι τοῦ ἐν Ὀδυσσείᾳ. φησὶ γὰρ καὶἐκεῖ, ὅτι τὸν δεῖνα γῆρας ἔτετμε. θεραπεύονται δὲ εἰς δακτυλικὸν μέτρον τὰτοιαῦτα πολυβράχεα ἢ διὰ προσθέσεως ἢ δι' ἐλλείψεως συμφώνου. προσθέσεωςμέν, ὡς μογοτόκος μογοστόκος, ἐλλείψεως δέ, ὡς ἐτέτεμεν ἔτετμεν, ἔτι δὲδιὰ τροπῆς φωνήεντος ἢ ἐπενθέσεως. τροπῆς μέν, ὡς θεοτόκος θεητόκος, ἐπενθέσεως δέ, ὡς ἐπετανός ἐπηετανός καὶ ἐπήβολος. τοιοῦτον δὲ καὶ τὸσταχυηλόγος καὶ ἄλλα, ὅμοιον τῷ θεητόκος. (ῃ. 295) Ὅτι Ἀλάστωρ ὑποστράτηγός τις Νέστορος, ὡς οἱονεὶ ἄλαστος ἤγουν μὴ πάσχων λήθην. παρὰ δὲ τοῖς ὕστερον καὶ Ζεὺς ἀλάστωρ, ὃν ἐλάνθανεν οὐδέν, ἢ ὁ τοῖς ἄλασταπάσχουσιν ἐπαμύνων κατὰ τοὺς παλαιούς. κοινῶς μέντοι ἀλάστωρ, φασίν, ὁἁμαρτωλός, ἢ κατὰ Χρύσιππον ὁ φονεύς, διὰ τὸ ἄξιος εἶναι ἀλᾶσθαι ἢ ἀπελαύνεσθαι. βαρύτερον δὲ ἡ λέξις καὶ ἐπί τινων δαιμόνων κεῖται· δαίμονες γὰρἀλάστορες οἱ κακύνοντες. (ῃ. 297– 300) Ὅτι Νέστωρ τοὺς ἑαυτοῦ στέλλων, ὡςἐρρέθη, καὶ ὀτρύνων μάχεσθαι, «ἱππῆας μὲν πρῶτα σὺν ἵπποισι καὶ ὄχεσφιν, πεζοὺς δ' ἐξόπισθε στῆσε πολέας τε καὶ ἐσθλούς, ἕρκος ἔμεν πολέμοιο», ἵναδηλονότι τοὺς ἱππεῖς ὑποχωροῦντας οἱ πεζοὶ δέχωνται οἷά τινες πύλαι τείχους, ἢ καθ' Ὅμηρον εἰπεῖν «πολέμου γέφυραι», καὶ αὖθις οἱ αὐτοὶ πεζοὶ ἐκ διαστάσεως συναγόμενοι καὶ ἑνούμενοι ὡσεὶ πύργος καὶ οἷον ἕρκος πολέμου ὑπομένωσιτοὺς πολεμίους ἐπιόντας. κακοὺς δέ, φησίν, ἐς μέσον ἤλασε, καὶ ἱππόταςδηλαδὴ καὶ πεζούς. διὰ τί; ἵνα τις, φησί, καὶ οὐκ ἐθέλων κατ' ἀνάγκην πολεμίζῃ, τοῖς μὲν ὄπισθεν ὠθούμενος, ἑπόμενος δὲ τοῖς ἐπὶ τοῦ μετώπου. μεταξὺ γοῦνδύο καλῶν ἕνα κακὸν ἐνέβαλε καὶ τοὺς δειλοὺς Λακωνικῶς ἄνδρα παρ' ἄνδραἔστησεν, ἵνα συνέλκοιντο ὑπὸ τῶν γενναίων οἱ κακοί. καὶ τοῦτό ἐστι τὸ ἐπὶτριῶν ταχθῆναι τὴν φάλαγγα, ὃ δή φησιν Ἀρριανὸς ἐν τῇ Ἰνδικῇ, ἤγουν ἐπὶ τρεῖς ὡς εἰπεῖν στίχους ἢ ὀρδίνους. ἡ δὲ τοιαύτη ἔκταξις καὶ τοὺς τριστάταςἔχει. ἕτεροι δὲ τὸ μὲν πρῶτα ἐπὶ τοῦ δεξιοῦ κέρατος ἤκουσαν, τὸ δὲ ὄπισθεν ἐπὶτοῦ ἀριστεροῦ ἐνόησαν, καί φασιν ἐπὶ μετώπου τάσσεσθαι τὴν φάλαγγα καὶοὐ κατὰ βάθος. Ἡρόδωρος δὲ καὶ Ἀπίων φασὶ κατὰ πλινθίον γενέσθαι τὴν τοῦΝέστορος τάξιν, τουτέστι κατὰ στίχους ἐπιμήκεις, τὸν αὐτὸν ἔχοντας ἀριθμόν, καὶ μεταξὺ τῶν δύο στίχων ὁδόν τινα εἶναι, ὅπως δι' ἐκείνης καὶ προελθεῖνδύνωνται βουλόμενοι καὶ ὑποστρέψαι πάλιν. ταύτης δὲ τὰς μεταξὺ ὁδοὺςγεφύρας ὁ ποιητὴς καλεῖ. καὶ τοιούτου, φασί, τοῦ διαστήματος ὄντος οὐκέτισυμβαίνει οὔτε ἐπισκοτεῖσθαι τοὺς πεζοὺς ὑπὸ τῶν ἱππέων, ὡς αἰτιῶνταί τινεςτὴν τοῦ Νέστορος ἔκταξιν, οὔτε συμπατεῖσθαι ὑπ' ἐκείνων. ἀναχωροῦσι γὰρδιὰ τῶν καλουμένων γεφυρῶν. (ῃ. 300) Ἰστέον δέ, ὅτι, ὥσπερ ἡ σελήνησεληναίη λέγεται κατὰ παραγωγὴν καὶ εὐνή εὐναία τραγικῶς, ἡ ἄγκυρα, καὶ ἡ παρ' Ὁμήρῳ καλάμη καλαμαία κοινότερον καὶ ἡ πέρα περαία [καὶ ἡ ἀλκήἀλκαία ἐπὶ λέοντος, καὶ ἡ προνομή προνομαία ἐπὶ ἐλέφαντος καὶ ἡ ἀκτήἈκταία, ἐπὶ Ἀττικῆς παρὰ Καλλιμάχῳ,] καὶ ἡ ἀρχή ἀρχαίη καὶ ἡ ἈθήνηἈθηναίη, οὕτω καὶ ἡ ἀνάγκη ἀναγκαίη ἐν τῷ «ὄφρα καὶ οὐκ ἐθέλων τιςἀναγκαίῃ πολεμίζῃ». ἔνθα ἐφερμηνευτικά εἰσιν ἀλλήλων τὸ «οὐκ ἐθέλων» καὶ τὸ» ἀναγκαίῃ». καὶ σημείωσαι ἀνάγκην ταύτην ἐπαινουμένην. στρατηγικὴ γάρἐστιν ἐπὶ σωτηρίᾳ τῶν ὁμοεθνῶν. εἰσὶ δέ τινες καὶ ἐν Ὀδυσσείᾳ ἀναγκαῖοιπολεμισταί, ἄλλως ἐκεῖνοι οὕτω λεγόμενοι. (ῃ. 301– 5) Ὡς δὲ τιμιώτεροι τῶνἄλλων οἱ ἱππεῖς, δηλοῖ ἐπαγαγών· «ἱππεῦσι πρῶτ' ἐπετέλλετο» κελεύων» σφοὺς ἵππους ἐχέμεν», ἤγουν ἐπέχειν τοὺς ἰδίους ἵππους, «μηδὲ κλονέεσθαιὁμίλῳ», ἀτάκτως δηλαδή· «μηδέ τις», φησίν, «ἱπποσύνῃ καὶ ἠνορέῃφι πεποιθὼςοἶος πρόσθ' ἄλλων μεμάτω Τρώεσσι μάχεσθαι, μηδ' ἀναχωρείτω», μόνοςδηλονότι πρὸ τῶν ἄλλων. διὰ τί; «ἀλαπαδνότεροι γάρ», φησίν, «ἔσεσθε». λύεται γὰρ οὕτως ἡ τάξις καὶ λειποταξίου γραφῇ ἐνέχεται ὁ πρόσθε τῶν ἄλλωνἐθέλων μάχεσθαι, ὡς καὶ ὁ πρὸ τῶν ἄλλων ἀναχωρῶν. τὸν δὲ λειποτακτοῦντα καὶθανάτῳ ἐν τοῖς πρὸ τούτου ἐδικαίου ὁ Νέστωρ τε καὶ ὁ βασιλεύς. Ἄσιος δέ τις ἐντοῖς μετὰ ταῦτα ἐναγλαϊζόμενος τοῖς ἑαυτοῦ ἵπποις καὶ ἀστρατηγήτωςφανητιῶν ἐπάξια τῆς ἀτασθαλίας πείσεται. [(ῃ. 302) Ὅρα δὲ τὸ σφούς, οὗπερεὐθεῖα, εἰ καὶ μὴ πρόχειρος εἰς χρῆσιν, ὁ σφός. ὅθεν καὶ χρηστὴ δοτικὴ» σφοῖσι», τοῖς ἰδίοις, καὶ αἰτιατική «σφούς» καὶ θηλυκόν, ὡς εἰκός, «σφή». ἐξ οὗ καὶ τὸ «σφῇ ἀρετῇ» καὶ «σφῇσι κεφαλαῖς», ταῖς ἰδίαις.] (ῃ. 303) Ἱπποσύνην δὲ λέγει τὴν ἱππικὴν ἀρετήν, ἤτοι τὴν ἡνιοχικήν, ἄλλο οὖσαν παρὰ τὴνἠνορέην ἤτοι τὴν ἀνδρίαν. τὸ δέ «μηδέ τις μεμάτω μηδ' ἀναχωρείτω» ἐναλλαγὴν ἔχει σχήματος. ἄλλως γὰρ ἀπαρέμφατα καὶ ταῦτα ἐχρῆν εἶναι ἀκολούθωςτῷ «ἵππους ἐχέμεν μηδὲ κλονέεσθαι», ἵνα ἔλεγε χρῆναι ἵππους ἐπέχειν μηδὲκλονεῖσθαι καθ' ὅμιλον μηδέ τινα μόνον προπηδᾶν μηδὲ ἀναχωρεῖν. (ῃ. 305) Ἀλαπαδνότεροι δὲ ἀντὶ τοῦ εὐκαταφρόνητοι, εὐπόρθητοι, ἐκ τοῦ ἀλαπάζω, τὸπορθῶ, κατὰ συγγένειαν τοῦ ˉζ πρὸς τὸ ˉδ, ὡς καὶ ἐκ τοῦ παίζω παιδνός ἐνὈδυσσείᾳ καὶ ἐκ τοῦ ὀλοφύζω ὀλοφυδνός. (ῃ. 306 ς.) Ὅτι καθάπαξ ὁ γέρωνΝέστωρ ἀργὰς ἔχων τὰς χεῖρας, ἀνύει ὅμως ἄλλως ἀγαθὰ ταῖς βουλαῖςπολλαχοῦ τῆς ποιήσεως. διὸ καὶ ἐνταῦθα ὁ ποιητὴς ἐν αὐτῷ καὶ μόνῳ τὴνεὐκοσμίαν τῆς κατὰ πόλεμον ἐκτάξεως θεωρεῖ τοὺς ἄλλους πάντας παραδραμών. ποιεῖ οὖν αὐτὸν παραινοῦντα τοῖς ὑπ' αὐτὸν ἱππεῦσι καὶ τοιαῦτα· «ὃς δ' ἂνἀνὴρ ἀπὸ ὧν», ἤγουν ἰδίων, «ὀχέων ἕτερα ἅρματα ἵκηται, ἔγχει ὀρεξάσθω, ἐπειὴ πολὺ φέρτερον οὕτω». τουτέστιν· εἴ τις ἅρματος πολεμίου κρατήσει, μὴἀρκεσθήτω, ἵνα τυχὸν καὶ εἰς τὰς νῆας κατάγῃ τὸ κρατηθέν, ἀλλὰ ἔγχειπάλιν πολεμείτω, ἵνα καί τι πλέον κατορθώσῃ. ἢ καὶ ἄλλως· εἴ τις εἰς ἅρμα τοῦπλησίον Ἕλληνος ἀναβῇ, ὡς ἢ ἐκπεσὼν τοῦ οἰκείου ἢ ἄλλως κατά τιναχρείαν, ἔγχει ὀρεξάσθω, τουτέστιν ἔγχος ἐκτεινάτω. ὀρέγω γὰρ τὸ ἐκτείνω, ἐξοὗ καὶ ὀρεκτὰς ἔφη ἐν τῇ Βοιωτίᾳ μελίας, τὰς ἀπὸ χειρῶν πληττούσας. παραταξάσθω οὖν, φησί, καὶ ἀμυνέτω καὶ μὴ ἡνιοχείτω, ἵνα μὴ τῇ ἀγνοίᾳ τῆς τῶνἀλλοτρίων ἵππων συνηθείας βλάπτῃ μᾶλλον τὸν βοηθούμενον. οὕτω καὶ ὁ Τρωϊκὸς Πάνδαρος ποιήσει, ὅτε εἰς τὸ τοῦ Αἰνείου ἀναβῇ ἅρμα. ἔνθα καὶαἰτίαν ἐκεῖνος ταύτην πρὸς τὸν Αἰνείαν ἐρεῖ· «μή ποτε οἱ σοὶ ἵπποι δείσαντεςοὐκ ἐθέλωσιν ἐκφέρειν πολέμοιο σὸν φθόγγον ποθέοντες». ἄλλοι δὲ καὶ οὕτωνοοῦσι τὸ τοῦ Νέστορος παράγγελμα· εἴ τις τὸ οἰκεῖον ἀφεὶς εἰς ἑτέρου ὁμοεθνοῦςἅρμα ἔλθοι, δόρυ ἐκεῖνος ὁ ἕτερος ἄνωθεν ὀρεξάσθω καὶ ἐκτείνας αὐτὸ ἀνακομισάτω ἐπὶ σωτηρίᾳ εἰς τὸ ἴδιον ἅρμα τὸν εἰς αὐτὸν ἐλθόντα. κατὰ δὲ ἑτέρουςἐκεῖνος ὁ ἕτερος ὁμοεθνής, ὁ τὸ ἅρμα ἔχων, ἔγχος ἐκτείνας παταξάτω τὸντοιοῦτον, ἵνα δηλαδὴ μηδεὶς τὸ ἴδιον ἀφῇ ἅρμα φόβῳ τοῦ ὑπὸ τοῦ συμφυλέτουτρωθῆναι καὶ πεσεῖν. Καὶ σημείωσαι, ὅτι τὸ Ὁμηρικὸν τοῦτο χωρίον ἀμφιβόλωςἔχει τέσσαρας ἐννοίας προβεβλημένον, καὶ ταύτας ἁπάσας ἔσω λόγου κειμένας, ὡς δέδεικται. πολλαχοῦ δὲ Ὅμηρος καὶ οὕτω ποικίλλεται, ὡς εἶναι εἰπεῖναὐτὸν ἐν τοῖς τοιούτοις «τετράγωνον ἄνευ ψόγου». μεταπίπτει μὲν γὰρ ταῖςἀμφιβόλοις ἐννοίαις οὕτως ἢ οὕτως. ἐν ἁπάσαις δὲ σταθερός ἐστι καὶ ἄψογος. Ἰστέον δέ, ὅτι τὸ «ἔγχει ὀρεξάσθω», ἀντὶ τοῦ ἐκταθήτω, πρὸς ὁμοιότηταεἴρηται τοῦ «χειρὶ ὀρεξάσθω». διὸ καὶ ὥσπερ τὸ «χειρὶ ὀρεξάσθω», ἀντὶ τοῦ» ἐκτεινάτω τὴν χεῖρα», οὕτω καὶ ἔγχει ὀρεξάσθω ἀντὶ τοῦ ἔγχος τεινάτω, καθὰ εἴρηται. ὥσπερ γὰρ ὁ πόδα τείνων ἢ χεῖρα ποδὶ ὀρέγεται καὶ χειρί, οὕτωκαὶ ὁ δόρυ ἐκτείνων δόρατι ὀρέγεται, τὴν τάσιν τῷ ἔγχει ποιούμενος διὰ μέσηςχειρός. (ῃ. 308 ς.) Ὅτι ἀγαθὰ ὁ ποιητὴς διὰ τοῦ γέροντος βουλευσάμενοςκαὶ ἄριστα τάξας καί πως ἀποδεξάμενος ἑαυτὸν ἐπάγει· «ὧδε καὶ οἱ πρότεροιπόλιας καὶ τείχε' ἐπόρθουν τόνδε νόον καὶ θυμὸν ἐνὶ στήθεσσιν ἔχοντες». τοῦτο δὲ καὶ πᾶς ἂν εἴπῃ ὁ παραγγέλλων εἰς παλαιὰ στρατηγήματα. Σημείωσαιδέ, ὅτι τὸ ῥηθὲν καθολικὸν καὶ ἀόριστον παράδειγμα τὸ «ὧδε καὶ οἱ πρότεροι» καὶ ἑξῆς ἐντρεπτικώτερόν ἐστι τοῦ ὡρισμένου καὶ μερικοῦ. οὐ γὰρ ὁ δεῖνα ἢ ὁδεῖνα οὕτω πόλεις ἐπόρθει, ἀλλ' οἱ παλαιοὶ πάντες. (ῃ. 310) Ὅτι ἐν τῷ «ὣς ὁγέρων ὤτρυνε πάλαι πολέμων εὖ εἰδώς» πολλὴν πεῖραν καὶ τὴν ἐντεῦθενἐπιστήμην ἐπιμαρτύρεται τῷ Νέστορι. τὸ δέ «πολέμων εὖ εἰδώς» ταὐτόν ἐστιτῷ πρὸ μικροῦ ῥηθέντι «τόξων εὖ εἰδώς». (ῃ. 311) Ὅτι ποικιλώτατος ὢν τὴνφράσιν ὁ ποιητὴς πολλαχοῦ καὶ αὐταῖς λέξεσι ταὐτολογεῖ, ὡς καὶ ἐνταῦθα. εἰπὼν γὰρ ἐπὶ τῶν Αἰάντων «καὶ τοὺς μὲν γήθησεν ἰδὼν κρείων Ἀγαμέμνων», ὡσαύτως καὶ ἐπὶ Νέστορος λέγει. ἐπὶ δέ γε τῶν Κρητῶν λέξεων τε μεταθέσειἐχρήσατο καὶ ὑπαλλαγῇ τῶν βασιλικῶν ἐπιθέτων εἰπών· «τοὺς δὲ ἰδὼνγήθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων». οὕτω δὲ καὶ τὸ «Ἀτρείδης δὲ παρῴχετο γηθόσυνος κῆρ» δὶς εἶπεν, ἐπί τε τῶν Κρητῶν καὶ ἐπὶ τοῦ Νέστορος. Ὅτι δὲκαὶ ἡ ταὐτολογία ἐζηλοῦτο τοῖς παλαιοῖς, οὐκ ἔστιν ἀμφιβαλεῖν, καὶ οὐ μόνονἐν ἐπῳδοῖς καὶ ἐν κρούμασι μουσικοῖς καὶ χορεύμασι καὶ λόγοις ἀγγέλων καὶ ἐνμιμήσεσι θυμουμένων προσώπων καὶ ἐπιθυμούντων καὶ ἄλλως δὲ ἀγωνιώντων, ἀλλὰ καὶ καθ' ἑτέρους τρόπους, ὧν εἷς καὶ ὁ κατ' Εὐριπίδην, ὃς ἐπετηδεύσατοἐν διαφόροις τῶν αὐτοῦ δραμάτων ἀποτελευτᾶν ἐκεῖνα εἴς τε τὸ γνωμολογεῖνπολλὰς μορφὰς εἶναι τῶν δαιμονίων καὶ ἑξῆς, καὶ εἰς τὸ ἐπεύχεσθαι στεφανηφόροςγίνεσθαι διὰ τοῦ νικᾶν, ἀπαραποιήτως τὰς ῥηθείσας δύο ἐννοίας ταὐτολογῶν, ἔνθα δέον εἶναι μεθώδευσεν. (ῃ. 313– 6) Ὅτι εὔχεται Ἀγαμέμνων συμβῆναι τῇ τοῦ Νέστορος προθυμίᾳ καὶ τὸ σῶμα λέγων· «ὦ γέρον, εἴθ' ὡς θυμὸςἐνὶ στήθεσσι φίλοισιν, ὥς τοι γούναθ' ἕποιτο, βίη δέ τοι ἔμπεδος εἴη· ἀλλά σεγῆρας τείρει ὁμοίϊον, ὡς ὄφελέν τις ἀνδρῶν ἄλλος ἔχειν, σὺ δὲ κουροτέροισιμετεῖναι», ἤγουν ἐν νέοις εἶναι. πρέπει δὲ ἡ εὐχὴ παντὶ ἀγαθῷ γέροντι. (ῃ. 31725) Ὁ δὲ Νέστωρ εἰπών, ὅτι μάλα μέντοι ἐγὼν ἐθέλοιμι καὶ αὐτὸς οὕτως εἶναι, ἐπάγει γνωμικῶς τὸ «ἀλλ' οὔ πως ἅμα πάντα θεὸς ἔδωκεν ἀνθρώποισιν· εἰ τότεκοῦρος ἔα, νῦν αὖτέ με γῆρας ἱκάνει. ἀλλὰ καὶ ὣς ἱππεῦσι μετέσσομαι», ἤτοισυνέσομαι, «ἠδὲ κελεύσω» καὶ ἑξῆς. πεζὸς γὰρ οὐκ ἔχει μάχεσθαι διὰ γῆρας. (ῃ. 314) Ἰστέον δέ, ὅτι τὸ «βίη δέ τοι ἔμπεδος εἴη» ἀκριβῶς πρόσκειται διὰ τὸπολλοῖς γούνατα μὲν ἕπεσθαι, ὁποῖος καὶ ὁ Τρωϊκὸς ποδώκης Δόλων, βίαν δέ, ὅ ἐστιν ἀνδρίαν, μὴ προσεῖναι. ἀφ' ἧς βίας οἱ μεθ' Ὅμηρον ῥήτορες νόημαβίαιον καλοῦσι τὸ γενναῖον καὶ ἀνδρικόν. (ῃ. 315) Γῆρας δὲ «ὁμοίϊον» ὡς ἐπὶψόγῳ κεῖται, καθὰ καὶ ἀλλαχοῦ δηλοῦται. σημειοῦνται γὰρ οἱ παλαιοὶτὸ ὁμοίϊον τὸν ποιητὴν ἐπὶ φαύλου λαμβάνειν. Ἀπίων γοῦν καὶ Ἡρόδωρός φασιν, ὅτι οἱ Γλωσσογράφοι ὁμοίϊον κατὰ διαίρεσίν φασι τὸ κακόν, οἷον» γῆρας τείρει ὁμοίϊον» καὶ «νεῖκος ὁμοίϊον ἔμβαλε μέσον» καὶ «θάνατον μὲνὁμοίϊον» καὶ «τέλος ὁμοίϊον πολέμου», ἵνα εἴη ὁμοίϊον περὶ ὃ πάντες ὁμοίωςδιάκεινται ὡς χαλεπόν. τὸ μέντοι εἰπεῖν γῆρας ὁμοίϊον τὸ ὁμοίως πᾶσινἐπικείμενον τοῖς ἐπιτεινομένοις εἰς τὸ ζῆν εὐνόητον μέν, οὐκ ἀρέσκει δὲ τοῖςπαλαιοῖς. (ῃ. 321) Τὸ δὲ ἔα σημαίνει μὲν κἀνταῦθα τὸ ἦν, δηλοῦται δὲ περὶ αὐτοῦἀκριβῶς ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν. (ῃ. 319) Ὅτι Νέστωρ Ἐρευθαλίωνα τὸνἹππομέδοντος ἢ Ἀφείδαντος ἀνεῖλεν, ὡς αὐτὸς λέγει, μονομαχήσας ἐκ προκλήσεως ἐν μάχῃ τῇ περὶ γῆς ὅρων προμαχῶν τῶν Πυλίων. φασὶ δὲ καί, ὡς ὑπὸ χαρᾶς ὁ Νέστωρ τότε τὸ περιορισθὲν χωρίον ἅπαν ἐξῆλθε καὶ ὅτι ἔτισκαρίζοντος τοῦ Ἐρευθαλίωνος ἐφορμήσαντες οἱ Ἀρκάδες τοῖς Πυλίοις αἴφνης συνέβαλον καὶ ἐνίκησαν καὶ θάψαντες τοὺς νεκροὺς ἐπέγραψαν· «ἐνθάδ' Ἐρευθαλίωνα φίλους τ' ἐπὶ τύμβον ἔθηκαν Ἀρκάδες, βασιλῆος γένος ἔξοχον Ἱππομέδοντος, οἵ ποτε Νέστορα καὶ λαοὺς πολέμῳ δαμάσαντο». (ῃ. 318 ς.) Σημείωσαι δέ, ὅπως ὁ ἐν ἄλλοις πολύλογος Νέστωρ καιρίως νῦν ἐστένωσε τὸδιήγημα εἰπών· «μάλα μὲν ἐθέλοιμι οὕτως εἶναι, ὡς ὅτε δῖον Ἐρευθαλίωνακατέκταν», ἤτοι ἐφόνευσα. οὐ γὰρ ἦν πολυλογεῖν ἐν τοιούτῳ καιρῷ, μᾶλλον δὲπεριαυτολογεῖν. εἰ δὲ ὁ βασιλεὺς μετ' ὀλίγα τὴν τοῦ Τυδέως ἱστορίαν πλατυλογεῖ, ἀλλ' ἐκεῖνος εἰς χρήσιμον τῷ καιρῷ τοῦτο ποιεῖ ἐπὶ ἐλέγχῳ τοῦ Διομήδους. Σημείωσαι δέ, ὅτι πολλαχοῦ εἴωθεν ὁ ποιητὴς ἀνδραγαθοῦντα πάλαι ποτὲ τὸν Νέστορα ἱστορεῖν, ἵνα ὁ γέρων εἴη ἀριστεὺς κατὰ τὸ παρῳχημένον, ἐπειδὴκατὰ τὸ ἐνεστὼς ἀνδραγαθεῖν οὐ δύναται. σύγκεινται οὖν τοῖς Τρωϊκοῖςνεκροῖς παρὰ τῇ ποιήσει ταύτῃ καί οἱ ποτε τοῦ Νέστορος. καὶ οὕτω καὶ αὐτὸςοὐκ ἀργὸς φαίνεται, ἀλλὰ τοῖς ἀριστεῦσι συγκαταλέγεται, τῷ Τρωϊκῷ τούτῳπολυανδρίῳ ἐπιρρίπτοντος οἷον τοῦ ποιητοῦ καὶ τοὺς τοῦ γέροντος Νέστοροςνεκρούς. ἐνταῦθα οὖν πρῶτον ὁ ποιητὴς παραρρίψας παλαιὸν νεκρὸν τοῦ Νέστορος, εἶτα τὸν υἱὸν Ἀντίλοχον παραγαγὼν ἀριστεύοντα, χωρήσει ἐπὶ τὰ ἑξῆς. (ῃ. 319) Ὅρα δὲ καί, ὡς ἐνταῦθα μὲν ἐπ' ὀλίγον ἐμνήσθη τοῦ Ἐρευθαλίωνος, ἐν μέντοι τοῖς ἑξῆς που πλατύτερον μεμνήσεται μερίσας καὶ τὴν τοιαύτηνἱστορίαν διαφόροις τόποις, ὡς ἔθος ἔχει ποιεῖν ἐν πολλοῖς. [Ἰστέον δέ, ὅτι οὐπόρρω τῆς κατὰ τὸν Φοίνικα ἐννοίας ὁ Ἐρευθαλίων κεῖται. ὁ Φοῖνίξ τε γὰρ τὸκύριον, ὥσπερ καὶ ὁ καρπός, παρὰ τὸ φοινίκεον καὶ οὕτως ἐνέρευθες τῆς χροιᾶςκαλεῖται καὶ ὁ Ἐρευθαλίων δὲ ὁμοίως.] Τὸ δὲ κατέκταν ἔστι μὲν καινόσχημον, δοκεῖ δὲ καὶ αὐτὸ Αἰολικὸν εἶναι, ὡς ἀπὸ τοῦ κατακτάς κατακτάντος, ἢ μᾶλλονἀποκοπὴν παθεῖν ἐκ τοῦ ἔκτανον πρώτου προσώπου. (ῃ. 322– 5) Ὅτι γέρωνἀπόμαχος εἴποι ἂν ἐν καιρῷ τὸ «κελεύσω βουλῇ καὶ μύθοισι, τὸ γὰρ γέρας ἐστὶγερόντων· αἰχμὰς δ' αἰχμάσσουσι νεώτεροι, οἵπερ ἐμοῦ ὁπλότεροι, πεποίθασίτε βίῃφι». (ῃ. 324) Ἀττικὸν δὲ τὸ αἰχμὰς αἰχμάσσουσιν, ὡς τὸ δαίνυ δαῖτα καὶἱδρῶθ', ὃν ἵδρωσα, καὶ ἁπλῶς ἡ μυριαχοῦ συμπαρακειμένη θέσις τῶν ῥημάτωνκαὶ τῶν ἐκεῖθεν γεννωμένων ὀνομάτων. ἴσως δὲ καὶ παρήχησις τοῦτό ἐστι, καθὰ καὶ τὸ «τὸ γὰρ γέρας ἐστὶ γερόντων». αὐτὸ δὲ καὶ εἰς ἐτυμολογίας πίπτεισχῆμα. παρὰ τὸ γέρας γὰρ οἱ γέροντες. (ῃ. 325) Ὁπλότεροι δὲ οὐ μόνον οἱνεώτεροι, ἀλλὰ μάλιστα οἱ μάχιμοι καὶ ὅπλα αἴρειν δυνάμενοι, ἔτι δὲ καὶ οἱἁπλῶς ἐργατικοὶ καὶ ἐνεργεῖς. ὅπλα γὰρ πάσης τέχνης τὰ ἐργαλεῖα καὶὁπλίζεσθαι τὸ εἰς ἔργον ἑτοιμάζεσθαι. διὸ καὶ παρακατιών φησι· «δαῖταἐφοπλίζοιμεν». (ῃ. 322 ς.) Τὸ δέ «κελεύσω βουλῇ καὶ μύθοις» ἐμφαίνει, ὅτιἔστι καὶ ἔργοις κελεύειν, καθὰ καὶ διδάσκειν οὐ μόνον λόγοις ἀλλὰ καὶ ἔργοιςἔστιν. (ῃ. 327) Ὅτι τὸ «εὗρ' υἱὸν Πετεῶο» ἀσυνδέτως καὶ γοργῶς προάγει ὁποιητὴς συντέμνων τῇ τοῦ βασιλέως σπουδῇ καὶ τὴν φράσιν. γοργότερον γὰρτοῦ συνδεδεμένου τὸ ἀσύνδετον. τοιοῦτον καὶ πρὸ ὀλίγου τὸ «εὗρε Λυκάονοςυἱόν». προϊὼν δὲ μετὰ συνδέσμου ἐρεῖ «εὗρε δὲ Τυδέος υἱόν». Ὁ δὲ ΠετεὼςἈττικὴν ἔχει κατά τινας κλίσιν ἰσοσύλλαβον· ἔστι γὰρ τοῦ Πετεῶ καὶ πλεονασμῷ τοῦ ˉο μικροῦ Πετεῶο, κατὰ ὁμοιότητα τῶν διαλελυμένων γενικῶν, ὧν, ὡς προεγράφη, ἀνόμοιοι ταῖς παραληγούσαις αἱ λήγουσαι. κεῖται δὲ ἡ λέξιςκαὶ ἐν τῇ Βοιωτίᾳ. [Κατὰ δέ τινας ὁ Πετεός, τοῦ Πετεοῦ ἐστι, καὶ ποιητικῶς Πετεοῖο, καὶ τροπῇ συνήθει τῆς ˉοˉι διφθόγγου εἰς ˉω μέγα Πετεῶο, οὗπερ ἡκλῆσις παρὰ τὸ πέτεσθαι, ὡς πτηνοῦ διὰ τὸ ὠκύπουν. ἦν δὲ ἄν, καθὰ καὶ ἐνὈδυσσείᾳ δηλοῦται, ὡς Πετεώς Πετεώ, καὶ προσλήψει τοῦ ˉο Πετεῶο κατὰτὸ ἀνωτέρω παραδεδομένον, οὕτω καὶ Ἄθως Ἄθω Ἄθωο ἐν τῷ «ἐξ Ἄθοωδ' ἐπὶ πόντον ἐδύσατο κυμαίνοντα», κωλύοντος δὲ τοῦ μέτρου παρέληξε τὸμικρὸν ˉο, ὡς καὶ ἐν τῷ φῶς φόως καὶ Κῶς Κόως.] (ῃ. 328) Ὅτι τοὺς Ἀθηναίους μήστωρας ἀϋτῆς λέγει, ὅ ἐστι βουλευτικοὺς ἐν μάχῃ. καὶ δὴ τακτικώτατοςἱστορεῖται εἶναι ὁ Ἀττικὸς οὗτος βασιλεὺς Μενεσθεύς, ὡς καὶ ἡ Βοιωτία δηλοῖ. τοὺς δὲ Καδμείους προϊὼν κέντορας ἵππων ἐρεῖ ὡς εὖ πωλοδαμνοῦντας. ἄλλως γὰρ οὐκ ἔπαινος ἵππου τὸ κεντεῖσθαι, ἀλλὰ ὀκνηρίας ἔνδειξις, καθὰ δηλοῖκαὶ Πίνδαρος ἀκέντητόν τινα ἵππον ἐπαινῶν ὡς εὐπρόθυμον. (ῃ. 330) Τὰς δὲτῶν Κεφαλλήνων στίχας οὐκ ἀλαπαδνὰς μετ' ὀλίγα φησίν, ἀλλὰ δηλαδὴ ἐξἐναντίου ἀνδρειοτάτας, ὥσπερ ἀλλαχοῦ τὸν Αἴαντα λέγει οὐκ ἀφαυρότατονἈχαιῶν ἀντὶ τοῦ ἀνδρειότατον. καὶ οὐκ ἐγήθησεν Ἀχιλλεύς, ἀλλὰ δηλονότι τοὐναντίον πολλὰ ἐλυπήθη. τοιοῦτον καὶ Σοφοκλέους περὶ Οἰδίποδος τὸ» πρέσβυς, οὐ πάνυ μοίρας εὐδαιμονίσαι πρώτης», ἤγουν γέρων οὐ τῆς πρώτηςμοίρας τῶν εὐδαιμονιζομένων, ἀλλὰ δηλαδὴ τῆς ἐσχάτης. ὅμοιον καὶ παρ' Ἡροδότῳ τὸ «ὁμιλήσαντα Ἑλλήνων οὐ τῷ ἀσοφωτάτῳ σοφιστῇ Πυθαγόρᾳ», ἀλλὰ δηλαδὴ ἀνάπαλιν τῷ πάνυ σοφῷ. πολλὰ δὲ καὶ ἄλλα τοιαῦτα. ὅτι δὲ ταῖςτοιαύταις ἄρσεσι χρὴ συνυπακούεσθαι καὶ θέσιν, ἐδήλωσε πρὸ βραχέωνὍμηρος ἐν τῷ «οὐ βρίζοντα οὐδὲ καταπτώσσοντα οὐδ' οὐκ ἐθέλοντα μάχεσθαι, ἀλλὰ μάλα σπεύδοντα». Τὸ δὲ μήστωρες οὐ διὰ μέτρον ἐκτείνει τὴν παραλήγουσαν, ἀλλὰ κατὰ διάλεκτον Ἀττικήν. ὅτι δὲ Κεφαλλήνων ἄρχει ὁ Ὀδυσσεύς, καὶ ἐν τῇ Βοιωτίᾳ δηλοῦται, ὅπου, ὡς καὶ ἐν Ὀδυσσείᾳ, εἴρηται καὶ πόθενἕλκουσιν οἱ Κεφαλλῆνες τὸ ὄνομα. (ῃ. 329) Ὅτι πλησίον τῶν Ἀθηναίων ὁ Ὀδυσσεὺς τάττεται χαίρων αὐτοῖς, ὡς εἰκός, διά τε τὴν τοῦ ἔθνους λογιότητακαὶ διὰ τόν, ὡς ἐρρέθη, τακτικώτατον ἐν αὐτοῖς βασιλέα Πετεών. [(ῃ. 331) Κεῖται δ' ἐν τούτοις καὶ τὸ «ἠκούετο λαός» ἀντὶ τοῦ ἤκουεν, Ἀττικὸν ὂν καὶ Ἰωνικὸν καὶ αὐτό, καθὰ παρὰ Σοφοκλεῖ σὺν μυρίοις ἄλλοις καὶ τὸ «ἐσῴζετοτὴν εὐλάβειαν, ὥσπερ οὐχὶ σῴζεται», ἀντὶ τοῦ ἔσῳζε καὶ ἀντὶ τοῦ σῴζει.] (ῃ. 333– 5) Ὅτι σχῆμα κεῖται ἀμφιβολίας καὶ ἐνταῦθα δύο ἐννοίας προϊσχόμενον. φησὶ γάρ, ὡς οἱ περὶ Μενεσθέα καὶ Ὀδυσσέα «ἵσταντο μένοντες», ἤτοι νοντες, «ὁππότε πύργος Ἀχαιῶν ἄλλος ἐπελθὼν Τρώων ὁρμήσειε καὶ ἄρξειανπολέμοιο», τουτέστιν ἀνέμενον, πότε ἂν πύργος, ἤτοι τάξις Τρώων κατὰ τῶνἈχαιῶν ἐκταχθεῖσα, προεπιχειρήσῃ καὶ κατάρξῃ τῆς μάχης ἐπὶ παραβάσει τῶνσυνθηκῶν συμπαρασπονδήσασα τῷ Πανδάρῳ. ἢ καὶ ἄλλως, ἀνέμενον συντεταγμένοι, ὡς εἴρηται, οἱ Ἀθηναῖοι καὶ οἱ Κεφαλλῆνες, ὁπότε πύργος Ἀχαιῶν ἄλλος, Ἑλληνικὸς δηλαδή, κατὰ Τρώων ὁρμήσει, ὃ καὶ κάλλιον, ὡς δῆλον καὶ ἐκ τοῦἐφεξῆς εἰπεῖν, ὅτι ὁ βασιλεὺς ἔβη μετ' ἄλλους, ἵνα ὥσπερ τὸ μετ' ἄλλους, οὕτωκαὶ τὸ πύργος ἄλλος νοοῖτο ἐπὶ Ἀχαιῶν. εἰ καί τινες αἰτιῶνται καὶ τοῦτο λέγοντες δεῖν συντεταγμένως αὐτοὺς πολεμεῖν. (ῃ. 338– 48) Διόπερ ὁ Ἀγαμέμνωνκακοῖς δόλοις κεκασμένον καὶ τὰ ἑξῆς τὸν Ὀδυσσέα ἐρεῖ αἰτιασάμενος καὶ τὸν Μενεσθέα ἐν τῷ εἰπεῖν οὕτως· «ὦ υἱὲ Πετεῶο διοτρεφέος βασιλῆος καὶ σὺκακοῖσι δόλοισι κεκασμένε κερδαλεόφρον, τίπτε καταπτώσσοντες ἀφέστατε, μίμνετε δ' ἄλλους; σφῶϊν μέν τ' ἐπέοικε μετὰ πρώτοισιν ἐόντας ἑστάμεν ἠδὲμάχης καυστειρῆς ἀντιβολῆσαι. πρῶτοι γὰρ καὶ δαιτὸς ἀκουάζεσθον ἐμεῖο, ὁππότε δαῖτα γέρουσιν ἐφοπλίζοιμεν Ἀχαιοί· ἔνθα φίλ' ὀπταλέα κρέα ἔδμεναιἠδὲ κύπελλα οἴνου πινέμεναι μελιηδέος, ὄφρ' ἐθέλητον. νῦν δὲ φίλως χ' ὁρόῳτε», ἤγουν ἡδέως ἂν βλέποιτε, «καὶ εἰ δέκα πύργοι Ἀχαιῶν ὑμῶν προπάροιθε μάχοιντο». συνάγει δὲ ὁ λόγος, ὅτι αἰσχρὸν ἐν συμποσίῳ μὲν τοῖς πρώτοις καταλέγεσθαι ὑμᾶς, ἐν δὲ μάχῃ τοῖς δεκάτοις. καὶ οὕτω μὲν ὁ βασιλεύς. (ῃ. 349– 51) Ὀδυσσεὺς δὲ οὐκ ἐνεγκὼν τὴν ἐπίπληξίν φησιν· «Ἀτρείδη, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων;» ὃ δὴ μυριαχοῦ τῆς Ὁμηρικῆς κεῖται ποιήσεως·» πῶς δὴ φῂς πολέμοιο μεθιέμεν, ὁππότ' Ἀχαιοὶ Τρωσὶν ἐφ' ἱπποδάμοισινἐγείρομεν ὀξὺν Ἄρηα;» δικαιολογούμενος ἀπὸ καιροῦ πρὸς τὸ ἀργεῖν καὶ δοκεῖνπτώσσειν καὶ ὁμολογῶν μὲν ἵστασθαι, αἴτιον δὲ τούτου λέγων τὸ μὴ εἶναι νῦνπόλεμον ὀξύν. Πρὸς ὃ μηδὲν ἔχων ὁ βασιλεὺς ἀντειπεῖν ἱλαρυνθήσεται μικρὸνὅσον. (ῃ. 353– 5) Τέως δὲ προστίθησιν Ὀδυσσεὺς καὶ ταῦτα· «ὄψεαι, ἢν ἐθέλῃσθα καὶ αἴ κέν τοι τὰ μεμήλῃ, Τηλεμάχοιο φίλον πατέρα προμάχοισι μιγέντα Τρώων· σὺ δὲ ταῦτ' ἀνεμώλια βάζεις». Ἔνθα σημείωσαι, ὡς Ὀδυσσεὺς μὲνἄρτι ὀργῆς γέγονεν ἀκρατὴς ἐν δέοντι, Διομήδης μέντοι φέρει ἐν τοῖς ἑξῆς τὴνἐπίπληξιν ἀκούσας τὸ «τί πτώσσεις» καὶ τὰ ἐφεξῆς. αἴτιον δέ, ὅτι αὐτὸς μὲννέος, Ὀδυσσεὺς δὲ πρεσβύτερος καὶ φρονιμώτερος. οἱ δὲ τοιοῦτοι τιμᾶσθαισφᾶς αὐτοὺς δεῖν οἴονται. καὶ ἄλλως δέ, ὁ Ὀδυσσεὺς ὡς πανοῦργος ἐπιπλήσσεται καὶ δριμύτερον ἤπερ ὁ Διομήδης. αὐτῷ γὰρ ὁ τοῦ πατρὸς Τυδέως ἔπαινοςμειώσει τὴν ὕβριν. ἔτι δὲ λάλος ἐπικληθεὶς ὁ Διομήδης σιωπήσει, ἵνα μὴβεβαιώσῃ τοῖς ἔργοις τὴν ὕβριν. ἤκουσε γὰρ τοῦ πατρὸς χερείων εἶναι τῇ μάχῃ, ἀμείνων δὲ τῇ ἀγορᾷ. καὶ τοιαῦτα μὲν τὰ τοῦ Ὀδυσσέως. (ῃ. 356– 63) Ὁ βασιλεὺς γνοὺς εὐλόγως αὐτὸν ὀργιζόμενον, ἐπιμειδήσας καὶ ἀγαλλιάματικεράσας τὸ σκυθρωπὸν συγγνώμην τε αἰτεῖ καὶ μειλίχια προσφωνεῖ. φησὶ γὰρπερὶ αὐτοῦ ὁ ποιητὴς οὕτω· «τὸν δ' ἐπιμειδήσας προσέφη, ὡς γνῶ χωομένοιο· πάλιν δ' ὅ γε λάζετο μῦθον», τουτέστιν ἀνέλαβε τὸν λόγον ἀνάπαλιν εἰπών·» Διογενὲς Λαερτιάδη, πολυμήχαν' Ὀδυσσεῦ, οὔτε σε νεικείω περιώσιον οὔτεκελεύω· οἶδα γάρ, ὥς τοι θυμὸς ἐνὶ στήθεσσι φίλοισιν ἤπια δήνεα οἶδε· τὰ γὰρφρονέεις, ἅ τ' ἐγώ περ. ἀλλ' ἴθι, ταῦτα δ' ὄπισθεν ἀρεσσόμεθα, εἴ τι κακὸν νῦνεἴρηται, τὰ δὲ πάντα θεοὶ μεταμώνια θεῖεν». τοῦτο δὲ μεταποιήσοι τις ἂνπαρῳδήσας, ὅτε τινὶ μετὰ νεῖκος φιλιοῦται. θαυμασία δ' ἐν τοῖς ῥηθεῖσιν ἡὉμηρικὴ μέθοδος. πρὸ γὰρ τῶν πολεμικῶν ἔργων ψυχαγωγεῖ τὸν ἀκροατὴνἐν τούτοις λόγων ἡδέων τε καὶ πικρῶν κράματι. πικροὶ μὲν γὰρ οἱ ψόγοι, εὐπρόσιτοι δὲ οἱ ἔπαινοι. πρέπουσι δὲ ἄμφω προσώποις ἐνδόξοις. διὸ καὶ ταχὺπαύονται. ἄλλως γὰρ, εἴπερ ἦν ἂν ὁμοιότης ἐν τούτοις, ἐποίησεν ἂν δεινὰ ἡ ἐναὐτοῖς σκωπτικὴ τραχύτης. Ἰστέον δὲ καί, ὅτι σκώπτει τὸν Ὀδυσσέα ὁ βασιλεύς, ἐπειδὴ θαρρεῖ τά γε εἰς αὐτόν. διὸ καὶ ὡς οἰκείῳ ἀπαρατηρήτως προσφέρεται, καθὰ καὶ πρὸ τούτου τὸ βασιλικὸν συμπόσιον ἔδειξεν. οὐ πάνυ δὲπικρὸν τὸ σκῶμμα. τί γὰρ μέγα δεινόν, εἰ κακοῖς δόλοις κεκοσμῆσθαι λέγειαὐτόν; ὃς οὐκ ἐπαισχύνεταί που τὸ παντοίοις δόλοις κοσμεῖσθαι, ἀλλὰ καὶ πᾶσινἀνθρώποις μέλεσθαι λέγει διὰ τοὺς δόλους. ὅθεν καὶ παρασημαίνεται ὁ βασιλεύς, ὡς οὐ φιλονεικεῖ αὐτὸν περιώσιον ἤτοι μέγα. δι' οὗ διδάσκει ὁ ποιητής, ὅπωςδεῖ τοῖς φίλοις προσφέρεσθαι, ὡς δέον ὂν μὴ νεικεῖν περιώσιον, ἵνα ὕστερονδυνώμεθα καὶ ἀρέσεσθαι ἤτοι συναρμοσθῆναι φιλικῶς καὶ εἰς ἀρθμόν, ὅ ἐστινἁρμονίαν φιλίας, ἐλθεῖν. τὸ γὰρ νεῖκος στάσις τε καὶ διάστασις. καὶ τοιάδεμὲν ταῦτα. (ῃ. 338 ς.) Ἐν δὲ τῷ «ὦ υἱὲ Πετεῶο» ἐκτείνεται ἡ λήγουσα τῆςκλητικῆς, ὡς καὶ ἑτέρωθι δηλοῦται, λόγῳ κοινῆς συλλαβῆς, διά τε τὴν προηγουμένην δασεῖαν καὶ διὰ τὴν ἐπικειμένην ὀξεῖαν καὶ διὰ τὴν τῆς λέξεως καταπεραίωσιν καὶ διὰ τὸ δύνασθαι διπλασιάζεσθαι τὸ ἐπαγόμενον ἄφωνον. Τὸ δέ» κακοῖσι δόλοισι» πρὸς διαφορὰν κεῖται δόλων ἑτέρων ἀγαθῶν, οἷς ἐπαινετῶςἄν τις κοσμοῖτο, [καθὰ καί τις ἄλλος κλεπτοσύνῃ θ' ὅρκῳ τε τοῖς οὐ κακοῖς, ψεγόμενος μέντοι καὶ ἐκεῖνος, ἤκουσεν ἂν κακῇ τε κλεπτοσύνῃ καὶ κακοῖςὅρκοις κεκοσμῆσθαι. ὅτι δὲ καὶ ἀψεγέσι δόλοις ὁ πολυμήχανος Ὀδυσσεὺς μεῖτο, δι' οὓς πᾶσιν ἀνθρώποις οὐκ ἐμισεῖτο ἀλλ' ἔμελεν, ὁ ποιητὴς ἱστορεῖ. οὕτω τις καὶ ἀπάτῃ χρώμενος εἰς δέον οὐκ ἂν ψέγοιτο, εἴγε κατὰ τὴν παροιμίανἀπάτης ἀγαθῆς οὐκ ἀποστατεῖ θεός. ᾗ ἀντίκειται ἡ κακή, ὁποίαν ὁ βασιλεὺς ἐκ Διὸς ἔπαθε. διὸ καί, ὡς ἐκ τοῦ ἀψόγου δόλου ὠνομάσθη, ὡς εἰκός, ὁ Δόλιος, τὸ κύριον, καὶ ὁ Δόλοψ, οὕτω ἐκ τῆς οὐ φαύλης ἀπάτης ὁ Ἐλεφήνωρ, ὡς ἐκ τοῦἐλεφαίρω, τὸ ἀπατῶ, καθὰ ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν δηλοῦται. Ὅτι δὲ Ὀδυσσεὺς ὡς καὶ δόλιος καὶ δόλων ἆτος ἐξ Ἑρμοῦ ἐλέγετο κατάγεσθαι, δῆλόν ἐστιν. ἐξ Ὁμήρου δὲ παρείλκυσε καὶ Σοφοκλῆς κίναδος ἐπίτριπτον τὸν Ὀδυσσέα σκῶψαι ὡς δόλιον κατὰ ἀλώπεκα τὴν καὶ κερδώ, ἀφ' ἧς εἴη ἂν καὶ κερδαλεόφρων. καὶ μὴν ἄλλως ἐνταῦθα] κερδαλεόφρονα τὸν Ὀδυσσέα ὁ βασιλεὺς καλεῖ, ὡς δῆθεν πραγματευόμενον τὸ ἔξω κινδύνων ἑστάναι. (ῃ. 340) Τὸ δέ «καταπτώσσοντες ἀφέστατε» δηλοῖ καὶ ἑτεροίαν εἶναι μάχης ἀπόστασιν μὴ ψεκτήν, ὁποίαν ὁ Ὀδυσσεὺς οἰκειοῦται, οὐκ ἂν μεθίεσθαι τοῦ πολέμου εἰπών, εἴπερἦν ὀξὺς Ἄρης, περὶ οὗ προδεδήλωται. συγκέκοπται δὲ τὸ ἀφέστατε ὡς ἀπὸ τοῦἀφεστήκατε. διὸ καὶ δασύνεται. ἐν δὲ τῷ «μίμνετε δ' ἄλλους» τὸ ἄλλους περὶπύργων νοητέον, ὡς δηλοῦται ἐν τῷ «καὶ εἰ δέκα πύργοι Ἀχαιῶν πρὸ ὑμῶνμάχοιντο». (ῃ. 341) Τὸ δέ «μετὰ πρώτοισιν ἐόντας» καλὸν μὲν καὶ οὕτωγραφέν. ἦν δὲ γράψαι καὶ ἐοῦσι, κατὰ δοτικήν. ἀμφοτέρως γὰρ ἔχει τὸ ἀσόλοικον. ἡ δὲ τοιαύτη διπλόη τῆς συντάξεως πολλαχοῦ διαφαίνεται. (ῃ. 342) Μάχηδὲ καυστειρὴ μυριαχοῦ τῆς ποιήσεως ἡ θερμὴ καὶ πυρόεσσα κατὰ τὸ «μάχοντοδέμας πυρός». διὸ καὶ δηϊοτής καὶ δηΐς ἡ αὐτὴ, καὶ δήϊος πόλεμος, ἀπὸ τοῦ δαίωτοῦ δηλοῦντος τὸ καίω. ἡ δὲ γραφὴ τῆς παραληγούσης Βοιώτιος, ὡς καὶ ἡ τῆςὠτειλῆς. Ἀντιβολεῖν δὲ ἀεὶ παρ' Ὁμήρῳ τὸ συναντᾶν καὶ ὡς εἰπεῖν βάλλειν καὶ ἐπιτυγχάνειν, παρὰ δὲ τοῖς νεωτέροις καὶ τὸ παρακαλεῖν παρὰ τὸἄντην ποδῶν βάλλεσθαι ἤτοι ῥίπτεσθαι τοὺς ἱκετεύοντας. [Διφορεῖται δὲ κατὰσύνταξιν ἡ λέξις. ἐνταῦθα μὲν γὰρ μάχης ἀντιβολῆσαί φησίν, ἀντὶ τοῦ τυχεῖν καὶἄντην γενέσθαι, ἀλλαχοῦ δέ «εἴπερ μοι ἀντεβόλησαν ἐείκοσι» φησίν, ἀντὶ τοῦσυνήντησαν. τὸ μέντοι κοινότερον ἀντιβολεῖν αἰτιατικὴν πτῶσιν φιλεῖ. ἀντιβολῶ σε γάρ φαμεν.] (ῃ. 343) Τὸ δὲ ἀκουάζεσθον παράγωγον μέν ἐστι τοῦἀκούω, δηλοῖ δὲ συγκλήτους εἶναι εἰς δαῖτα τοὺς οὕτως ἀκουαζομένους. δῆλον γάρ, ὡς καλοῦνται οἱ ἀκουαζόμενοι κατὰ τὸν Ὅμηρον δαιτός. (ῃ. 344) Τὸ δέ «δαῖτα γέρουσιν» ἐφερμηνευτικόν ἐστι τοῦ οἶνον γερούσιον. ὡς γὰργέρουσιν ἐφοπλίζεται δαίς, οὕτω καὶ οἶνος. διὸ ῥηθείη ἄν, ὥσπερ οἶνος, οὕτωκαὶ δαὶς γερούσιος. Ἰστέον δέ, ὅτι ἀπὸ κοινοῦ, καθὰ καὶ προδεδήλωται, ἦσαν τὰ βασιλικὰ συμπόσια, ὡς δηλοῖ καὶ τὸ «ἐφοπλίζοιμεν Ἀχαιοὶ δαῖτα». ἄλλως γὰρ οὐκ ἐνεχώρει τὸν βασιλέα οἴκοθεν δαπανᾶν ὡς τοὺς μὲν ἄλλουςἔχειν τὰ οἰκεῖα γέρα, αὐτὸν δὲ ἧσθαι δευόμενον. Δῆλον δὲ καί, ὡς γέρονταςκἀνταῦθα συνήθως τοὺς ἐντίμους λέγει, οἷς μόνοις ἦν ἡ ἀπὸ κοινοῦ δαίς, ἣντιμίαν ἔκρινον οἱ τότε ἀριστεῖς, ὡς καὶ ἡ Ὁμηρικὴ ἱστορία δηλοῖ. (ῃ. 345) Τὰ δὲ ὀπταλέα κρέα καὶ σῖτον ὀπτὸν ῥηθείη ἂν καθ' Ἡρόδοτον καὶ ἐπὶ ἄρτου δὲ ἡ τοιαύτη λέξις τίθεται, ὡς ὁ αὐτὸς δηλοῖ ἐν οἷς λέγει, ὅτι λωτοῦ τι εἶδοςπτίσαντες Αἰγύπτιοι ποιοῦνται ἐξ αὐτοῦ ἄρτους ὀπτοὺς πυρί. γίνεται δὲ τὸμὲν ὀπταλέον πλεονασμῷ τῆς ˉαˉλ συλλαβῆς ἐκ τοῦ ὀπτόν, αὐτὸ δὲ κατὰ συγκοπὴνἐκ τοῦ ὀπτῶ ὀπτήσω ὀπτητόν. τὸ γὰρ ἀπαθὲς ὀπτόν τὸ θεατὸν δηλοῖ, ὡς καὶἈθήναιος λέγει, ἔνθα σοφίζεται εἶναι ἰχθὺν ὠμόν, ὀπτόν. ἔοικε δὲ ὁμοίως ἐκτοῦ ἕψω ἑψήσω ἑψητόν γενέσθαι τὸ ἑφθόν, κατὰ συγκοπὴν καὶ τροπήν. τάχαδὲ καθ' ὁμοιότητα τοῦ ὀπτητόν ὀπτόν εἴρηται παρ' Ἀριστοτέλει καὶ ἑρπτόν τὸἑρπετόν. (ῃ. 346) Τὸ δέ «ὄφρα ἐθέλητον» νῦν μὲν σαφῶς εἴρηται, ἀλλαχοῦ δὲπεριφράζων ποιητικώτερον πόσιος καὶ ἐδητύος ἐξ ἔρον εἷναί φησιν, ἤγουν τὴνἐπιθυμίαν πληρῶσαι, καὶ ἐξ ἔρον ἕντο, ἤγουν τὴν ἐπιθυμίαν ἐπλήρωσαν. (ῃ. 347) Τὸ δὲ ὁρόῳτε, ὅπερ οἱ μεθ' Ὅμηρον ὁρῴητέ φασιν, ἐκ τοῦ ὁράοιτεὁρῷτε γίνεται πλεονασμῷ Ἰωνικῷ τοῦ προπαραλήγοντος ˉο. πρῶτον δὲαὐτοῦ πρόσωπον τὸ ὁρόῳμι, οὗ κοινὸν τὸ ὁράοιμι ὁρῷμι. [ἔστι δὲ τὸ «φίλως χ' ὁρόῳτε» ταὐτὸν τῷ ἡδέως ἂν βλέποιτε, ὃ διαστέλλεται πρὸς τὸ σὺν φόβῳὁρᾶν.] Πύργος δέ, ὡς καὶ πρὸ μικροῦ ἐρρέθη, τάξις στρατιωτική, καθὰ καὶτὸ πλινθίον. πεπύκνωτο δὲ τετραγωνοειδῶς κατὰ σχῆμα πύργου, ὡς διδάξειπαραβολικῶς ἀλλαχοῦ ὁ ποιητὴς ἁρμονίᾳ λίθων τοίχου εἰκάσας τοῦτον τὸντακτικὸν πύργον. (ῃ. 351) Τὸ δέ «πῶς δὴ φῂς πολέμοιο μεθιέμεν» καὶ ἑξῆςτραχέως ἠρώτηται, ὡς τοῦ βασιλέως μὴ ἔχοντος ἀποκρίνασθαι. (ῃ. 352) Ὀξὺς δὲ Ἄρης ὁ τῶν ἤδη συμβεβληκότων εἰς μάχην. ὁ γὰρ πρὸ τῆς συμβολῆς τῆς μεθ' ὅπλων οὐκ ὀξύς ἐστιν, ἀλλ' ὡς εἰπεῖν ἀμβλὺς διὰ τὸ ἀνουτάτουςἔτι καὶ ἀτρώτους μένειν τοὺς ἀντιμάχους. καὶ ἄλλως δέ, καθὰ καὶ ἀλλαχοῦδηλοῦται, ὀξὺς Ἄρης διὰ τὸν ὀξὺν σίδηρον, ὃς καὶ αὐτὸς Ἄρης κατ' ἀλληγορίαν λέγεται, [ἵνα ᾖ ἐγείρειν ὀξὺν Ἄρην τὸ μὴ κατακοιμίζειν ὑπὸ ἡσυχίᾳ τὰ ὄργανατῆς μάχης, ἀλλ' ἐγείρειν καὶ ἐπανιστᾶν τοῖς ἐχθροῖς.] (ῃ. 353) Τὸ δέ «ὄψεαιἢν ἐθέλῃσθα» καὶ ἑξῆς, σκῶμμά τι λεληθὸς ἔχει πρὸς τὸν βασιλέα, ὡς ἐν τῷκαιρῷ τοῦ ὀξέος πολέμου μὴ ἂν δυνησόμενον ἐπέρχεσθαι καθ' ἡσυχίαν καὶἐπιτηρεῖν τοὺς στρατηγούς. διὸ καὶ εἴποι ἄν τις τὸ «ἢν ἐθέλῃσθα» ταὐτὸνεἶναι τῷ «εἰ δύνασαι». πολλαχοῦ γὰρ καὶ ἐπὶ τοιούτου σημαινομένου τίθεται τὸἐθέλειν. τοῦ δὲ μεμήλῃ πρῶτον πρόσωπον τὸ μέμηλα ὡς καὶ τοῦ ὀλώλῃ τὸὄλωλα, καθὰ καὶ προδεδήλωται. (ῃ. 354) Τὸ δέ «Τηλεμάχοιο φίλον πατέρα» ὀνειδισμόν τινα ἔχει, ὡς τοῦ Ὀδυσσέως πατρὸς μὲν ὄντος, διὰ δὲ τὸν βασιλέαπαρ' οὐδὲν θεμένου τὰ φίλτατα καὶ νῦν ὑβριζομένου ἐφ' οἷς ἔδει αὐτὸν καὶἀμοιβὴν σχεῖν μεγάλην. [Τὸ δέ «προμάχοισι μιγέντα» ἔστι μὲν περίφρασις τοῦπρομαχόμενον, φιλεῖται δὲ Ὁμήρῳ κατὰ τὴν αὐτοῦ φραστικήν, καθὰ καὶ Πινδάρῳ, παρ' ᾧ καὶ τὸ νικῆσαι νίκῃ μιγῆναι λέγεται.] (ῃ. 355) Τὸ δέ «μώλια βάζεις» ταὐτόν ἐστι τῷ «ψευδῆ λέγεις». ὁ μὲν γὰρ ἀληθὴς λόγοςπράγμασιν ἐγκαθήμενος οὐκ ἂν ἀνέμοις λέγοιτο φέρεσθαι, ὁ δὲ ψευδὴς κενεμβατῶν ἀέρος μόνον ἔστι πληγὴ καὶ πλέον οὐδέν. Σημείωσαι δέ, ὅπως ὁ μὲνσυνετὸς ῥήτωρ Ὀδυσσεὺς ἀνεμώλια βάζειν τὸν βασιλέα λέγει, οὐ πάνυ τραχύνωντὸ σκῶμμα, Σθένελος δὲ ἐν τοῖς ἑξῆς ἀπαιδευτότερον λαλῶν «μὴ ψεύδεο», φησίν, «ἐπιστάμενος σάφα εἰπεῖν». Ἰστέον δὲ καί, ὅτι, ὥσπερ σόος σῶς, κατὰσυναίρεσιν τῶν δύο μικρῶν ˉο εἰς μέγα, καὶ πρόορα πρώρα καὶ ὁμοορόφιοςὁμωρόφιος καὶ τὸ οἰκίδιον τᾠκίδιον, οὕτω καὶ ἀνεμοόλια ἀνεμώλια, τὰ ἀνέμοιςοἷον ὀλλύμενα καὶ ὡς εἰπεῖν ἀνεμόφθορα. (ῃ. 356) Τὸ δὲ ἐπιμειδήσας καίριονἐν τοῖς παροῦσιν. οὐ γὰρ ἐχρῆν τὸν βασιλέα, οὕτω θυμωθέντα ὡς καὶ ὑβρίσαι, ταχὺ μεταβληθῆναι τοῦ χόλου ὡς καὶ χανδὸν γελάσαι. ἀρκεῖ δὲ μόνον σεμνῶςγαληνιάσαι ὡς εἰς μειδίαμα καὶ οὕτω καταστορέσαι τὴν κύμανσιν τῆς ψυχῆς, ὁποῖόν τι ἐν ἄλλοις καὶ ὁ γέλως ἀνύει κατὰ Ὁμηρικὴν μέθοδον. (ῃ. 357) Τὸδέ «γνῶ χωομένοιο» σύστοιχόν ἐστι τῷ «πολέμων εὖ εἰδώς» καὶ «εἰδὼς πυγμαχίης». διὸ καὶ γενικῇ κατ' ἐκεῖνα συντάσσεται, ἵνα ᾖ τὸ «γνῶ χωομένου» ἀντὶτοῦ γνῶσιν καὶ εἴδησιν ἔσχεν ὀργιζομένου. τοιοῦτον δὲ καὶ ἐν Ὀδυσσείᾳ τὸ» γνώτην ἀλλήλων». (ῃ. 358) Τὸ δὲ πολυμήχανε πάνυ δεξιῶς ἐξεφωνήθη πρὸςἔπαινον, ὥσπερ ἀνωτέρω αὐτοῦ τὸ πολύμητις Ὀδυσσεύς. τὸ γάρ «κακοῖσιδόλοισι κεκασμένε» μεταλαβὼν ἐν τῇ δευτέρᾳ προσφωνήσει σεμνότερον ὁβασιλεὺς πολύμητιν καὶ πολυμήχανον τὸν Ὀδυσσέα καλεῖ, ὡς οὕτω δέοναὐτὸν καλεῖσθαι, οἷα τῆς μηχανῆς εὐφημοτέρας οὔσης τοῦ δόλου, καὶ μάλισταδιὰ τὴν μετὰ τοῦ πολύ σύνθεσιν. ἄλλως γὰρ ὁ μὴ πολυμήχανος, ἀλλὰ παμμήχανος, ψέγοιτ' ἄν, εἰ καὶ ἐπ' ἔλαττον τοῦ παντοίοις δόλοις κεκοσμημένου, ὥσπερ ἂν ψεκτέος εἴη καὶ ὁ κατ' ἔλλειψιν τοῦ φρονεῖν ἀμήχανος ὡς ἀνόητος. (ῃ. 358) Σεμνύνει δὲ τὸν Ὀδυσσέα ὁ βασιλεὺς καὶ ἀπὸ τοῦ πατρός, καθὰ καὶ τὸν Μενεσθέα, καὶ ἀπὸ τῆς τύχης δέ, καὶ οὕτως ἐκθεραπεύει καὶ αὐτὸν εἰπών·» Διογενὲς Λαερτιάδη». ἠθικὰ δὲ ταῦτα πάντα καὶ οἷα διδάσκειν, ὅπως δεῖκαθομιλεῖν τοὺς καιρούς. (ῃ. 359) Τὸ δὲ περιώσιον, ὡς καὶ ἑτέρωθι δηλοῦται, καθ' ὁμοιότητα γίνεται τοῦ θωυμάσιον. ὡς γὰρ ἐκεῖνο Ἰωνικῶς ἐκ τοῦ θαυμάζωθαυμάσω κεκίνηται, οὕτω καὶ τοῦτο ἐκ τοῦ περιαύω περιαύσω, τὸ φωνῶ, ἵναᾖ περιωύσιον, τὸ ἐξάκουστον τῇ ἐκφωνήσει, καὶ ἀπελεύσει τοῦ ˉυ περιώσιον. (ῃ. 360) Τὸ δέ «οἶδα, ὥς τοι θυμὸς ἐνὶ στήθεσσι» καὶ ἑξῆς φιλίας ἐστὶ παραστατικόν. (ῃ. 361) Τὸ δέ «τὰ γὰρ φρονέεις, ἅ τ' ἐγώ περ» συνετέλεσέ τι καὶ αὐτὸτῷ πρώτως εἰπόντι, ὅτι ὁ φίλος ἄλλος ἐγώ. δεῖ γὰρ ὡς ἐν τοῖς ἄλλοις κοινόν τιναἐν κοινοῖς κατὰ τὴν τραγῳδίαν τῷ φίλῳ ξυνεῖναι, οὕτω καὶ ὁμοφρονεῖν, ὡςαὐτὸν ἐκεῖνον εἶναι κατὰ πάντα, ὅπου γε καὶ τάφους κοινοῦνται οἱ φίλοι καὶ τὰὀστᾶ σφίσι μίγδ' ἀλλήλοισιν ἐν ὁμῇ σορῷ τίθενται, ὅθεν πάνυ καλῶς εἴληπταικαὶ τὸ «ὦ οὗτος» καὶ «ὦ αὕτη», ἀντὶ τοῦ «ὦ φίλε» καὶ «ὦ φίλη» ὡς τῶν οὕτωκαλούντων δεικτικῶς τιθέντων τὸ οὗτος καὶ τὸ αὕτη καὶ ἑαυτοὺς ὑποδεικνύντωνκαὶ μονονουχὶ λεγόντων· «ὦ ἐγώ», ὡς ταὐτὸν ὂν ἐπὶ φίλου εἰπεῖν, ὦ σύ καὶ ὦἐγώ. Δήνεα δὲ τὰ βουλεύματα παρὰ τὸ δήν, ὃ σημαίνει τὸ ἐπὶ πολύ. ἀφ' οὗ καὶδηναιὸς ὁ πολυχρόνιος. χρόνου γὰρ χρεία τοῖς ὀρθὰ βουλευομένοις. κατὰ γὰρτὴν τραγῳδίαν φρονεῖν οἱ ταχεῖς οὐκ ἀσφαλεῖς. (ῃ. 363) Μεταμώνια δὲ τὰμάταια καὶ μὴ ὀνοῦντα, ὅ ἐστιν ὠφελοῦντα, ἵνα ἐκ τοῦ ˉμˉη στερητικοῦ καὶ τοῦὀνῶ ἔχῃ κρᾶσιν ἡ λέξις τοῦ ˉο καὶ ˉη εἰς ˉω μέγα, ὡς καὶ ἐπὶ τοῦ δῶμα γίνεταικαὶ τοῦ σιωπή καὶ ἑτέρων πολλῶν. εἰ δὲ καὶ μεταμώλια γράφεται, εἴη ἂν ὁ σχηματισμὸς Ἀττικός. Ἀθηναῖοι γὰρ ἀντὶ τοῦ ˉν ἔστιν ὅτε ˉλ τιθέασιν, ὁποῖον καὶ τὸ νίτρον καὶ ὁ πνεύμων, ἃ ἐκεῖνοι λίτρον φασὶ καὶ πλεύμονα, ὡς δηλοῖ καὶ ὁ Κωμικὸς ἐν τῷ «ψευδολίτρου κονίας» καὶ ἐν τῷ «πλευμόνων ἀνθάψεται». ὅμοιον δὲ τούτοις καὶ τὸ νεογιλόν. κἀνταῦθα γὰρ τὸ ˉλ τοῦ ˉν ἀντέγκειται. νεογιλὸνγὰρ τὸ νεωστὶ γινόμενον [καί, ὡς ἓν ἀνθ' ἑνὸς κοινότερον φράσαι, νεογνόν.] τάχαδὲ καὶ τὸ γάλα οἱονεὶ γάνα ἐστὶ διὰ τὸ ἐξ αὐτοῦ γάνος. [(ῃ. 366) Ὅτι ὥσπερδῶμα πηκτὸν τὸ εὐπαγὲς προσυπακουμένου δηλονότι τοῦ εὖ, οὕτω καὶ ἅρματακολλητά, ὅ ἐστιν ἅρμα κολλητόν, τὸ εὖ κεκολλημένον ἤγουν συμπεπηγμένον. οὐ δήπου γὰρ ἀναγκαίως κόλλῃ τὸ ἅρμα συνείχετο. σφῆνες γὰρ μάλιστα καὶἧλοι ἁρμόττουσιν αὐτό. (ῃ. 367) Ὅτι ἐστὶ πατρωνυμικὸς τύπος καὶ διὰ τοῦˉιˉοˉς. οὕτω γὰρ Τελαμώνιος Αἴας, ὁ τοῦ Τελαμῶνος, καὶ Σθένελος Καπανήϊοςυἱός, ὁ τοῦ Καπανῆος, ὡς εἰκὸς δὲ καὶ Πηλήϊος, ὁ τοῦ Πηλῆος, καὶ Νηλήϊος, ὁ τοῦ Νηλῆος, κατὰ τὸ «Νηλήϊοι ἵπποι». ὅθεν καὶ ἀναλόγως Καπανηϊάδης ἐκτοῦ Καπανήϊος παρῆκται κατὰ τὸ Δέξιος Δεξιάδης καὶ τὰ ὅμοια. δύναται δὲοὕτως εἶναι καὶ Πηληϊάδης καὶ Νηληϊάδης καὶ ὅσα τοιαῦτα· ἴσως δὲ καὶ ἐκτοῦ Καπανεύς, Καπάνειος, διαλέλυται ὁ Καπανήϊος υἱὸς προστεθειμένου τοῦυἱός πρὸς διαστολὴν κτητικοῦ τινος, οἷον τοῦ Καπάνειος οἶκος ἢ Καπανήϊοςἵππος.] (ῃ. 370 ς.) Ὅτι ὁ ἐν πολέμῳ δειλὸς ἀκούσοι ἂν οἰκείως τὸ περὶ τοῦβασιλέως πρὸς τὸν Διομήδην ῥηθέν· «ὤ μοι δεῖνα, τί πτώσσεις, τί δ' ὀπιπτεύειςπολέμοιο γεφύρας;» τίνες δὲ αὗται, πρὸ ὀλίγου γέγραπται. Σημείωσαι δέ, ὅτιπάνυ ἀστεῖος ὁ λόγος οὗτος. ἐπεὶ γὰρ ἐφ' ἅρματος ὁ Διομήδης ἵσταται, σκώπτειαὐτὸν ὁ βασιλεὺς πεζὸς περιϊὼν ὡς ἐξ ἀπόπτου τὸν πόλεμον βλέποντα καὶ τὰςαὐτοῦ διεξόδους ὡς ἀπὸ σκοπιᾶς τινος καθορῶντα τοῦ ἅρματος καί, ὡς εἰπεῖν, ἀπὸ περιωπῆς, καθὰ ὑπεμφαίνει τὸ ὀπιπτεύεις. ἀπὸ τοῦ ὄπτω γὰρ γίνεται καὶαὐτό, καθὰ καὶ ἡ περιωπή, ἤγουν ἡ τῶν πέριξ ὀπωπή. ὄπτω γὰρ καὶ κατὰπαραγωγὴν ὀπτεύω καὶ ὀπιπτεύω κατὰ ἀναδιπλασιασμόν. ἐκ δὲ τοῦ τοιούτουῥήματος καὶ ὁ ἀλλαχοῦ δηλούμενος παρθενοπίπης καὶ πυρροπίπης καὶ ὅσατοιαῦτα, ἔτι δὲ καὶ ὁ Ὀππιανός. διὸ καὶ ἐν δυσὶ ˉπ γράφεται ἀπὸ συγκοπῆς. (ῃ. 372 ς.) Ὅτι τὸ «οὐ μὲν Τυδέϊ γε ὧδε πτωσκαζέμεν φίλον ἦεν, ἀλλὰ πολὺπρὸ φίλων ἑτάρων δηΐοισι μάχεσθαι» λέγεται μὲν παρὰ τοῦ βασιλέως, ἵνα τὸν Διομήδην καταιδέσῃ ὡς μὴ τῷ πατρὶ ὅμοιον, δύναται δὲ παρῳδεῖσθαι εἰςγενναῖον πρόμαχον. (ῃ. 371) Ἰστέον δέ, ὅτι προϋπόκειται μὲν τὸ πτώσσω ὡςτὸ «τί πτώσσεις», ἐξ αὐτοῦ δὲ γίνεται τὸ πτώσκω, ἐκεῖθεν δὲ τὸ πτωσκάζωκαθ' ὁμοιότητα τοῦ ἀλύσκω ἀλυσκάζω, καὶ ὅτι πτήσσω μὲν κοινὸν καὶ Ἀττικόν, πτώσσω δὲ Ἰωνικόν. οὕτω δὲ καὶ ῥήσσω ῥώσσω, ἐξ οὗ καὶ ῥώξ ῥωγός, ὡς τὸ» ἀνὰ ῥῶγας μεγάροιο». ἐκ δὲ τοῦ πτώσσω καὶ ὁ πτώξ καὶ ὁ πολυπτὼξ τόπος, ἤγουν ὁ ἔχων πτῶκας πολλούς. (ῃ. 373) Τὸ δέ «πρὸ φίλων μάχεσθαι» ἐντελῶςγέγραπται. ἀπ' αὐτοῦ δὲ ἐλλιπῶς ἐπινενόηται τὸ προμάχεσθαι, οὗπερ ἡσημασία τὸ πρὸ φίλων ἢ πατρίδος ἢ γονέων ἢ ἑτέρων τινῶν μάχεσθαι. (ῃ. 374 ς.) Ὅτι ὁ ἐπαινῶν ἀριστέα τινά, ὃν οὐκ εἶδεν ὀφθαλμοῖς, εἴποι ἄν, ὅτι «ὣς φάσαν, οἵ μιν ἴδοντο πονεύμενον· οὐ γὰρ ἔγωγε ἤντησα οὐδὲ ἴδον· περὶ δ' ἄλλωνφασὶ γενέσθαι», ἤγουν περιγενέσθαι, ταὐτὸν δὲ εἰπεῖν περιττότερον γενέσθαιτῶν ἄλλων. οὕτω δὲ καὶ περιεῖναί τινων τὸ περιττότερον ἐκείνων εἶναι, οἷον» περὶ μὲν βουλῇ Δαναῶν ἐστε». ὡς νοεῖσθαι τὴν ˉπˉεˉρˉι πρόθεσιν ἐν τοῖς τοιούτοιςἀντὶ τοῦ περισσοτέρου, ὃς γινόμενος ἐκ τῆς ˉπˉεˉρˉι προθέσεως καὶ τοῦ σόω, τὸὁρμῶ, δηλοῖ τὸν ἄγαν ταχὺν καὶ σωστικὸν καὶ ἁπλῶς εἰπεῖν μέγαν καὶ πολὺνκατά τινα ἀρετήν, ὡς δηλοῖ τὸ «περιττὸς Ἀριστείδης» καὶ τὸ «περιττὸς τὴνσοφίαν», ὅμοιον ὂν τῷ πολύς τὰ θεῖα καὶ τοῖς τοιούτοις· λέγει δέ που καὶ Εὐριπίδης ἐπὶ ἐπαίνῳ τὸ «περισσὸς ὢν ἀνήρ», ἀντὶ τοῦ μέγας, πολύς. καὶοὕτω μὲν ὡς ἐπὶ πολύ. Λαμβάνεται δέ ποτε τὸ περιττὸν καὶ οὐκ ἐπὶ ἐπαίνου, ὡς καὶ ἐν τῷ «τὸ γὰρ περισσὰ πράττειν οὐκ ἔχει νοῦν οὐδένα». [καὶ ἐν τῷ «τὰγὰρ περισσὰ κἀνόνητα σώματα».] καὶ εἴη ἂν πρός γε τὸ τοιοῦτον περιττὸνἐπαινετὸν μάλιστα τὸ ἀπέριττον. (ῃ. 376– 81) Ὅτι εὐμηχάνως καὶ ἐνταῦθαπαρεισοδιάζει ὁ ποιητὴς πλατεῖαν Ἑλληνικὴν ἱστορίαν περὶ τοῦ ᾀδομένου Θηβαϊκοῦ πολέμου ἐν τῷ τὸν βασιλέα κατασμικρύνειν μὲν τὸν Διομήδην, ἐξαίρειν δὲ τὸν ἐκείνου πατέρα ὡς καὶ θαρσαλέον καὶ ἀνδρεῖον, ὅπερ βαρύ ἐστι. μέγα γὰρ κακὸν υἱῷ πατρὸς ἀγαθοῦ τὸ μὴ πατρῴζειν. Φησὶ γοῦν ὁ βασιλεύς, ὅτι τε οὐκ ἦν πτοιαλέος ὁ Τυδεύς, ὡς ὁ Διομήδης, καθὰ προσεχῶς ἐγράφη, καὶὅτι ἄτερ μὲν πολέμου εἰσῆλθε Μυκήνας ὁ Τυδεὺς ξεῖνος ἅμ' ἀντιθέῳ Πολυνείκεϊλαὸν ἀγείρων κατὰ Ἐτεοκλέους καὶ Θηβαίων καὶ ζητῶν ἐπικούρους, ὅτε Θυέστης μέν, ὁ τότε ἐπιτροπεύων κατὰ τοὺς παλαιοὺς Ἀγαμέμνονος, ὡς καὶ ἐν τῇ βʹ ῥαψῳδίᾳ γέγραπται, ἔτι δὲ καὶ οἱ Μυκηναῖοι ἤθελον δοῦναι, ὁ Ζεὺς δὲἐκώλυσε. Καὶ σημείωσαι, ὅτι ἀπολογία τρόπον τινὰ ταῦτα τῷ βασιλεῖ πρὸς τὸν Διομήδην, ὃς εἴποι ἂν μὴ ἀναγκαῖος ὀφειλέτης εἶναι συμμαχίας τῷ βασιλεῖ, ὅτι μηδ' αὐτὸς Τυδεῖ τῷ πατρὶ πάλαι ποτὲ δεομένῳ συνήρατο. φησὶν οὖν ὁβασιλεὺς ὑπὲρ μὲν ἑαυτοῦ, ὅτι οὐκ οἶδεν αὐτὸς τὸν Τυδέα ὡς νεώτατος ὢν τότε, ὑπὲρ δὲ τοῦ ῥηθέντος ἐπιτρόπου καὶ τῶν συμπολιτῶν, ὅτι ἐκείνους θέλονταςσυμμαχῆσαι διεκώλυσε τὸ δαιμόνιον, ᾧ πείθεσθαι δεῖ. Φησὶ γάρ, ὅτι «οἳ δ' ἔθελον δοῦναι καὶ ἐπῄνεον, ὡς ἐκέλευον» καὶ ἑξῆς. ἔνθα σημείωσαι τὸ «οἳ δέ». Μυκήνας γὰρ εἰπὼν ἐπάγει τὸ «οἳ δέ», ὡς ταὐτὸν ὂν Μυκήνας καὶ Μυκηναίουςεἰπεῖν. πόλις γὰρ οἱ πολῖταί εἰσι κατὰ τὸ «οὐδέν ἐστιν οὔτε πόλις οὔτε ναῦςἔρημος ἀνδρῶν μὴ συνοικούντων ἔσω». διὸ καὶ ἐν τῇ αʹ ῥαψῳδίᾳ ἀντὶ τοῦ εἰπεῖν» ὅτε δὲ ἡ ναῦς ἐνελιμενίσθη» ἔφη· «οἳ δ' ὅτε δὴ λιμένος ἐντὸς ἵκοντο», ἤγουν οἱπερὶ τὴν νῆα, ὡς ταὐτὸν ὂν εἰπεῖν ἡ ναῦς καὶ οἱ τῆς νέως. ἴσως δὲ καὶ διὰ τὸπάντῃ φανερὸν ἐσίγησε καὶ τοὺς Μυκηναίους καὶ τοὺς ναύτας, ὡς καὶ ἐν τῷ «τήνῥα βίῃ ἀέκοντος ἀπηύρων». οὐ γὰρ λέγει τίνες ἀπηύρων τὴν Βρισηΐδα, ὡς δήλων καὶ αὐτῶν ὄντων. Ἰστέον δέ, ὅτι τοῦ τὸν Οἰδίποδα κατὰ τῶν ῥηθέντωναὐτοῦ δύο παίδων ἀγανακτῆσαι καὶ ἐπαράσασθαι διαλαχεῖν αἵματι καὶ σιδήρῳτὴν βασιλείαν, ἀφ' ἧς αἰτίας ὁ Θηβαϊκὸς ἐξήφθη πόλεμος, ἄλλοι μὲν ἄλλαςαἰτίας ἀποδεδώκασιν, ἐν αἷς καὶ μοῖρά τις κρεῶν παραδέδοται τὸν πατέραλυπήσασα καὶ τὸ μὴ προστῆναι δὲ αὐτοῦ ἐξωθουμένου τῆς πατρίδος. τινὲς δὲαἰτίαν γενέσθαι τοῦ κακοῦ λέγουσι μητρυιὰν ἐπιγενομένην αὐτοῖς. ἀποβαλὼνγάρ, φασίν, Οἰδίπους Ἰοκάστην ἔγημεν Ἀστυμέδουσαν, ἥτις διαβαλοῦσα τοὺς προγόνους τόν τε Πολυνείκην καὶ τὸν Ἐτεοκλέα ὡς πειρῶντας αὐτὴν ἐξέμηνετὸν Οἰδίποδα εἰς θυμὸν καὶ ἀνεκύκησε τὰ ἱστορούμενα. Λέγεται δὲ καί, ὅτιἌδραστος βασιλεὺς Ἄργους χρησμὸν ἔχων λέοντι καὶ κάπρῳ συνοικίσαι τὰς θυγατέρας καὶ ἰδὼν ἱκετεύσαντας εἰς αὐτόν, Τυδέα μὲν συὸς ἐναπτόμενονδέρας, Πολυνείκην δὲ λέοντος δέρος χαίτῃ πεφρικός, κατὰ τὴν τραγῳδίαν εἰπεῖν, συνέβαλεν ἐπ' αὐτοῖς τὸν χρησμὸν καὶ ἔδωκε Τυδεῖ μὲν Δηϊπύλην, ἐξ ὧν Διομήδης, Ἀργείαν δὲ Πολυνείκει. Ἕτεροι δὲ παράσημα εἶναι τοῖς ἥρωσιτούτοις φασὶν ἐν ταῖς ἀσπίσι λέοντα καὶ κάπρον, ἐξ ὧν τὸν Ἄδραστον ἐναχθένταεἰς τὸν νοῦν τοῦ χρησμοῦ συζεῦξαι τοῖς ξένοις τὰς θυγατέρας. εἰσὶ δέ, οἳ καὶφιλονεικῆσαι αὐτοὺς οἴονται περὶ τῆς ξενίας ἐν τῷ τοῦ Ἀδράστου οἴκῳ καὶ τὴνμάχην εἰκασθῆναι τοῦ μὲν εἰς λέοντος ὀργήν, τοῦ δὲ εἰς ὁρμὴν συός. καὶ οὕτωἐπιγαμβρεῦσαι αὐτοὺς τῷ βασιλεῖ, ἐφ' ᾧ φυγάδας ὄντας καταγαγεῖν εἰς τὰοἰκεῖα. (ῃ. 377) Ἔτι ἰστέον καί, ὅτι τὸ ξεῖνος διασαφητικόν ἐστι τοῦ ἄτερπολέμου, ἵνα μὴ νοοῖτο κατ' ἐμπορίαν ἢ ἐκ παρόδου ὁ Τυδεὺς εἰς Μυκήναςἐλθεῖν, ἀλλὰ διὰ πρεσβείαν, ἧς χάριν ἐπεξενώθη ἐκεῖ, καὶ ὅτι μέση λέξις ὁξεῖνος. Λέγεται γὰρ οὕτω καὶ ὁ δεχόμενός τινα εἰς ξενίαν καὶ ὁ δεχθείς, ὥσπερκαὶ ἐν Ὀδυσσείᾳ ἱκέτης ὁ ἱκετεύσας τε καὶ ἱκετευθείς. περὶ μέντοι τῶν ἐκτούτων συνθέτων, τί δήποτε σημαίνουσι, προδεδήλωται, ἤγουν ὅτι πρόξενοςμὲν ὁ ὑπὸ πόλεως ἠξιωμένος ἐν τῇ σφετέρᾳ προΐστασθαι ξένων, οἷος ὁ Ἀντήνωρἐν τοῖς Τρωσὶ καὶ ὁποῖοι οἱ βασιλικοὶ διοικηταί. ἀπ' αὐτοῦ δὲ κατὰ μεταφορὰνκαὶ ὁ καλοῦ τινος ἢ κακοῦ αἴτιος οὕτω λέγεται, οἷον ἀπωλείας πρόξενος ἢφθορᾶς ἢ σωτηρίας ἢ ὑγείας, ὡς παρ' ἑαυτῷ ξενίσας οἷον τὸ πρᾶγμα, εἶταἑτέροις διαπεμψάμενος. ἰδιόξενος δὲ ὁ ἰδίᾳ ἢ πατρόθεν ξένος, ὡς Μενελάῳ Τηλέμαχος καὶ ὁ μυθικὸς Μέντης τῷ Τηλεμάχῳ. ἀστόξενος δὲ ὁ ἐκ προγόνωντισὶν ἐπιχώριος, ὡς Ἀτρεὺς Φρυξὶ καὶ Τεῦκρος Τρωσίν. ἀπὸ γὰρ προγόνων Φρὺξ μὲν ὁ Πελοποννήσιος Ἀτρεύς, Τρωϊκὸς δὲ Τεῦκρος ὁ Σαλαμίνιος. δορύξενος δὲ ὁ πολέμου χάριν ἢ ἐκ πολέμου φιλιωθείς, ὡς Γλαῦκος καὶ Διομήδης. (ῃ. 380) Τὸ δὲ ἐπῄνεον ἀντὶ τοῦ συνῄνουν, συγκατετίθεντο. πολλαχοῦ δὲ παρά τεἄλλοις καὶ παρὰ τῷ ποιητῇ ἐπὶ τοιούτου σημαινομένου τίθεται τὸ ἐπαινεῖν, [ὡςδηλοῖ καὶ τὸ «ἐπὶ δ' αἰνεῖτον βασιλῆες» ἐν Ὀδυσσείᾳ. Δῆλον δέ, ὡς ὁ μὴ οὕτωςἐπαινῶν ἀπηνὴς ἂν εἴη καὶ κρατερὸς κατὰ τὸ «ἀπηνέα τε κρατερόν τε». ἔστι δὲκαὶ ἄλλως ἀπηνὴς κατὰ τὸν Κωμικὸν ὁ ἄπο αἴνου, ὡς ἐν ταῖς Νεφέλαιςφαίνεται. ὁ τοιοῦτος δὲ ἀντικεῖσθαι δοκεῖ τῷ ἐπαινετῷ. ὁ δέ γε προειρημένοςἀπηνὴς λέγοιτο ἂν καὶ ἀπηλεγής, ὃς ἀπηλεγέως ἀποείποι ἂν, ὡς μὴ ἐπαινῶνδηλαδή, τουτέστι συγκατατιθέμενος.] Ὅτι Τυδέως Μυκήνας εἰσελθόντος, ὡςἐρρέθη, καὶ λαὸν ἀγείροντος «οἵ ῥα τότ' ἐστρατόωντο ἱερὰ πρὸς τείχεα Θήβης» ἐπικουρίας δεόμενοι, Μυκηναῖοι μὲν ἤθελον δοῦναι καὶ ἐπῄνεον, καθὰκαὶ αὐτὸ εἴρηται, «ἀλλὰ Ζεὺς ἔτρεψε παραίσια σήματα φαίνων». (ῃ. 382– 400) Εἶτα πλατύνων τὴν ἱστορίαν φησί· «οἳ δ' ἐπεὶ οὖν ᾤχοντο ἰδὲ πρὸ ὁδοῦ ἐγένοντο, Ἀσωπὸν δ' ἵκοντο βαθύσχοινον, λεχεποίην, ἔνθ' αὖτ' ἀγγελίην ἐπὶ Τυδῆστεῖλαν Ἀχαιοί», τουτέστιν ἐπὶ ἀγγελίαν ἔπεμψαν τὸν Τυδέα, ὃ καὶ Ἀχαιοὶ ἐνΤροίᾳ ἐποίησαν, ὡς προϊστόρηται, στείλαντες ἐκεῖ Ὀδυσσέα καὶ Μενέλαον. «αὐτὰρ ὃ βῆ, πολέας δὲ κιχήσατο Καδμείωνας δαινυμένους» κατὰ τὸ βασιλικὸνδῶμα. «ἔνθ' οὐδὲ ξεῖνός περ ἐὼν ἱππηλάτα Τυδεὺς τάρβει μοῦνος ἐὼν πολέσινμετὰ Καδμείωσιν· ἀλλ' ὅ γ' ἀεθλεύειν προκαλίζετο» ἐν τῷ τηνικαῦτα παρευρημένῳ γυμνικῷ, φασίν, ἀγῶνι, «πάντα δ' ἐνίκα ῥηϊδίως· τοίη οἱ ἐπίρροθος ἦενἈθήνη. οἳ δὲ χολωσάμενοι Καδμεῖοι, κέντορες ἵππων, ἂψ ἀνερχομένῳ», ἤγουν ἐπανιόντι εἰς τοὺς ἑαυτοῦ, «πυκινὸν λόχον εἷσαν ἄγοντες κούρουςπεντήκοντα, δύο δ' ἡγήτορες ἦσαν, Μαίων Αἱμονίδης» καὶ Λυκοφόντης υἱὸς Αὐτοφόνου. «Τυδεὺς μὲν καὶ τοῖσιν ἀεικέα πότμον ἐφῆκεν». ὃ γοργῶς ἑρμηνεύωνφησί· «πάντας ἔπεφνεν, ἕνα δ' οἶον ἵει οἶκόνδε νέεσθαι», ἄγγελον δηλαδὴ τοῦκακοῦ. «Μαίον' ἄρα προέηκε θεῶν τεράεσσι πιθήσας». εἶτα συμπληρῶν ὁβασιλεὺς τὸ διήγημα ἐπὶ θαύματι τοῦ Τυδέως φησί· «τοῖος ἔην Τυδεὺς Αἰτώλιος· ἀλλὰ τὸν υἱὸν γείνατο εἷο», τουτέστιν αὐτοῦ, «χέρῃα μάχῃ, ἀγορῇ δέ τ' ἀμείνω». ὃ βαρὺ σκῶμμα ἔδοξεν ἂν τῷ Διομήδει, ὡς μὴ πρέπον ἥρωϊ τοιούτῳ. ἐχρῆν γὰρμᾶλλον ἄλλως ἔχειν κατὰ τὸν εἰπόντα, ὡς ἐν νεότητι «γλῶσσαν μὲν ἀργήν, χεῖρα δ' εἶχον ἐργάτιν». διὸ καὶ αἰδεσθείς, ὡς καὶ προσεσημείωται, ἄρτι μὲνσιγᾷ οὐδὲν ἀμειψάμενος, μὴ καὶ βεβαιώσῃ ἔργοις αὐτοῖς τὸ λάλος εἶναι. ἐντοῖς ἑξῆς δὲ διαδείξας τὴν ἐν αὐτῷ ἀνδρίαν ταμιεύσεται ἀντειπεῖν τῷ βασιλεῖκρατερῶς, ὅτε ἀγεννῶς ἴδῃ ἐκεῖνον διατιθέμενον. φιλομαθὴς δὲ καὶ μνήμων ὁβασιλεύς, ἐν οἷς εἶπε, φαίνεται, οὕτως ἀκριβῶς μεμνημένος παλαιᾶς πράξεως, ὡς καὶ ὀνόματα ἐκτιθέναι λοχαγῶν καὶ ποσότητα τῶν ἐν τῷ λόχῳ πεσόντων, καὶτίς ποτε ἦν ὁ ἐκεῖθεν διασωθείς· φιλοῖτο δ' ἂν μάλιστα τῷ Διομήδει ὡς οὕτωτὴν τοῦ πατρὸς Τυδέως ἀριστείαν ἐς ψυχὴν ἐπιμελῶς μνήμης χάριν ἀπογραψάμενος, εἰ καὶ ἄλλως ἴσως ὑποδάκνει αὐτόν, ὅτι μὴ ἐχαρακτήρισεν ὁ βασιλεὺςτὸν Τυδέα καὶ ἀγορητὴν δεξιόν. ὅρα δὲ καί, ὡς εὐμεθόδως ἐν ὀλιγίστῳ πρῶτονὑπολαλήσας τὴν τοῦ Τυδέως εἰς Μυκήνας ἔλευσιν ἐν τῷ «ἤτοι μὲν γὰρ ἄτερπολέμου εἰσῆλθε Μυκήνας» καὶ ἑξῆς, εἶτα ποικιλίας χάριν ἐπλάτυνε τὴνἱστορίαν σαφῶς. (ῃ. 381) Ἰστέον δέ, ὅτι τὸ «Ζεὺς ἔτρεψεν», ἤγουν παρέτρεψεν, ἐκώλυσε, «παραίσια σήματα φαίνων» παραδηλοῖ ἐξ ἀέρος τινὰ καὶ τότε συμβῆναισύμβολα, ὡς εἰκός, δι' ὧν ἐκωλύθησαν οἱ Μυκηναῖοι συμμαχίαν δοῦναι τοῖςἈργείοις. εἰκὸς δὲ καὶ ἔκ τινων μαντειῶν γενέσθαι τὴν ἀποτροπήν, ἐπειδὴπάντες οἱ χρησμολογοῦντες ὑποφῆται Διὸς ἐλέγοντο, οἷα πανομφαίου. [Σημείωσαι δὲ τὸ ῥηθέν «Ζεὺς ἔτρεψεν» εἰς τὸ «Ζεὺς τερπικέραυνος». Δοκεῖ γὰρ εἶναιτερπικέραυνος ὁ τρέπων ἐν τῷ ἀφιέναι κεραυνούς, καθὰ ἐνταῦθα ἔτρεψε σήματαφήνας.] Παραίσια δὲ τὰ παρὰ τοῖς ὕστερον ἀπαίσια. πολλάκις γὰρ ἡ ˉπˉαˉρˉαπρόθεσις ταὐτὸν τῇ ˉἀˉπˉο προθέσει δύναται. (ῃ. 382) Τοῦ δὲ ᾤχοντοδιασαφητικόν ἐστι τὸ πρὸ ὁδοῦ ἐγένοντο, ἵνα μὴ ἐπὶ θανάτου νοηθείη ἡ λέξις. οἴχεσθαι γὰρ πολλαχοῦ καὶ τὸ θνῄσκειν λέγεται. καὶ ἔστι νῦν τὸ ᾤχοντοταὐτὸν τῷ ἐπορεύθησαν, προέκοψαν εἰς ὁδόν. Τὸ δέ «πρὸ ὁδοῦ ἐγένοντο» περίφρασίς ἐστι τοῦ προώδευσαν. ἐκ δὲ τούτου τοῦ πρὸ ὁδοῦ συνετέθη τὸφροῦδος, οἷον· «φρούδου γὰρ ἤδη τοῦ κακοῦ μείων λόγος» καὶ «ἐπεὶ δὲ φροῦδοςἈργείων στρατός», ὅ ἐστιν ἐπεὶ ᾤχοντο οἱ Ἀργεῖοι. ὁμαλῶς μὲν οὖν ἐκφωνεῖται τὸ «πρὸ ὁδοῦ», τραχύφωνον δὲ τὸ φροῦδος λαμβανόμενόν ποτε καὶ ἀντὶ τοῦἀφανοῦς σκωπτικῶς. Σημείωσαι δέ, ὅτι πρὸ ὁδοῦ οἱ μεθ' Ὅμηρον λέγουσιν, ὡς Παυσανίας δηλοῖ, τὸ ἀναγκαιότερον καὶ ὡς εἰπεῖν προὔργου. (ῃ. 383) Ἀσωπὸς δὲ ὅτι Βοιώτιος ποταμός, πᾶσι δῆλόν ἐστιν. οὕτω δὲ δῆλον καί, ὡς τὰ ποτάμιαὕδατα διὰ τὸ γόνιμον πολυβότανά εἰσι. διὸ καὶ ὁ Ἀσωπὸς βαθύσχοινος ἱστορεῖται παρὰ τῷ ποιητῇ, ἔτι δὲ καὶ λεχεποίης, ὡς πολλὴν ποίην τρέφων, ἤγουνβοτάνην, ἐν ᾗ λέξεταί τις, ἤγουν κατακοιμηθείη, διὰ τὸ δασύ. (ῃ. 384) Τὸ δὲ Τυδῆοὐκ ἀπὸ τοῦ Τυδέα συνῄρηται, ἀλλ' ἀποκέκοπται ἐκ τοῦ Τυδῆα, καθάπερ ἀρέσκει τοῖς Τεχνικοῖς. οὕτω δὲ καὶ τὸν Ὀδυσσῆα Ὀδυσσῆ ἔστιν εἰπεῖν καὶ ἕτερα δὲ ὅμοια. (ῃ. 385) Τοῦ δὲ Καδμείωνας πρωτότυπον οἱ Καδμεῖοι, ὃκατωτέρω κεῖται, καὶ ἔστιν ὡς πατρωνυμικὸν καθ' ὁμοιότητα τοῦ Ἀτρείων καὶ Πηλείων καὶ τῶν ὁμοίων. (ῃ. 387) Τὸ δέ «ξεῖνός περ ἐών» θρασύτητα τοῦ Τυδέως ἐμφαίνει, ὡς μὴ δέον ὂν ξεῖνον ἐόντα ἔριδα προφέρειν τοῖς ξεινοδόκοιςμήπως, Ὁμηρικῶς εἰπεῖν, ἑαυτοῦ πάντα κολούῃ. καὶ ἄλλως δὲ εἰπεῖν, συχνὸςἐν τούτοις τῷ βασιλεῖ ὁ τοῦ καθ' Ὅμηρον ἱππηλάτου Τυδέως ἔπαινος, εἴπεροὐδὲ ξένος καὶ ἐν πολλοῖς μόνος ὢν ἐν ἀλλοτρίᾳ ἐτάρβει, ἀλλὰ προὐκαλεῖτοἀθλεῖν, ἔνθα ἐχρῆν αὐτὸν ἢ ὡς ξένους αἰδεῖσθαι τοὺς Καδμείους ἢ φοβεῖσθαιὡς πολεμίους, εἰ μὴ τὸ θάρσος ἐκώλυε. καὶ οὐ προεκαλεῖτο μὲν αὐτούς, ὁ δὲ λόγοςἔργων ἦν κενός, καὶ οὐχ' ἁπλῶς ἐνίκα, ἀλλὰ πάντα ἐνίκα, καὶ οὐδὲ σὺν πόνῳ, ἀλλὰ ῥηϊδίως. καὶ τὴν Ἀθηνᾶν δὲ εἶχεν ἐπιτάρροθον, ἤτοι βοηθόν. ἦν ἄρα καὶθεοφιλὴς καὶ μάλιστα κατ' Ἀθηνᾶν, ὅ ἐστι φρόνησιν. ἔοικε γὰρ συνετῶςμεταχειρίσασθαι τὰ ἐκεῖσε ἄεθλα ὁ Τυδεύς. (ῃ. 389) Τὸ δέ «πάντα ἐνίκα» οὐμόνον ἄνδρα ὑποδηλοῖ, ἀλλὰ μάλιστα πάντα τὰ ἄεθλα ληφθέντος τοῦ τοιούτουὀνόματος κατὰ κοινοῦ ἐκ τοῦ ἀεθλεύειν ῥήματος, ὃ καὶ ἐπ' ἄλλων πολλῶνφαίνεται γίνεσθαι. (ῃ. 390) Τὸ δὲ ἐπίρροθος, ὅτι πρωτότυπόν ἐστι τοῦ ἐπιτάρροθος, ἐν ἄλλοις δηλοῦται. (ῃ. 391) Οἱ δὲ Καδμεῖοι ὥσπερ καὶ οἱ Καδμείωνεςἑτερωνύμως ἔχουσι πρὸς τὴν πατρίδα τὰς Θήβας, ἐξ ἧς Θηβαῖοι καλοῦνται. παρώνυμοι δέ εἰσι τῷ προγόνῳ Κάδμῳ τῷ ἐκ Φοινίκης, ὃ μυριαχοῦ καθωμίληται. παράγονται δὲ Καδμεῖοι μὲν ἀπὸ τῆς Καδμηΐδος γῆς, ἵνα ᾖ ἐκεῖθεν Καδμήϊος Καδμεῖος κατὰ τὸ ἀχρήϊος ἀχρεῖος, περὶ οὗ προδεδήλωται. (ῃ. 385) Καδμείωνες δὲ ἀπ' αὐτοῦ δὴ τοῦ Καδμεῖοι. οὐ γὰρ ἔστιν εἰπεῖν ἀκριβῶς πατρωνυμεῖσθαι τοὺς Καδμείωνας, ἵνα ᾖ, ὥσπερ Οὐρανός Οὐρανίδης Οὐρανίων κατὰτὸ Κρονίδης Κρονίων, οὕτω καὶ Κάδμος Καδμείων. ἐγράφετο γὰρ ἂν οὕτω διὰτοῦ ˉι, καθὰ καὶ ὁ Οὐρανίων. δοκεῖ δὲ ἀπὸ τοῦ κάζω, τὸ κοσμῶ, παρῆχθαιὁ Κάδμος καί πως δηλοῖ τὸν κόσμιον τραπέντος κἀνταῦθα τοῦ ˉζ εἰς ˉδ συνήθως, ὡς καὶ ἐν τῷ ὀκλάζω, ὀκλαδίας δίφρος, καὶ χειμάζω, χειμάδιον, καὶ ἐνἑτέροις μυρίοις τοῖς καὶ προδηλωθεῖσιν. Ἰστέον δέ, ὅτι οὐ κύριον μόνον ὁΚάδμος, ἀλλὰ καὶ Ἑρμοῦ ἐπίθετον, οὗ παράγωγον ὁ Καδμῖλος παρὰ Λυκόφρονι, καὶ ὄρους δὲ ὄνομα. φησὶ γοῦν ὁ Στράβων, ὅτι Κάδμος ὄρος, ἐξ οὗ Λύκος ῥέει ποταμὸς εὐμεγέθης, προσβάλλων τῷ Μαιάνδρῳ. (ῃ. 391) Κέντορεςδὲ ἵππων οὐ μόνον οἱ, ὡς ἐρρέθη, εὖ πωλοδαμνοῦντες, ἀλλὰ καὶ οἱ τεχνικῶςἡνιοχοῦντες, ὁποῖον ἐν Ὀδυσσείᾳ τὸ «νόῳ δ' ἐπέβαλλεν ἱμάσθλην». (ῃ. 392) Πυκινὸν δὲ λόχον ὁ ποιητὴς λέγει οὐ μόνον ὡς κατὰ σύνεσιν γινόμενον, ἀλλὰκαὶ ὡς δέον ὂν τοὺς ἐλλοχῶντας πυκνοῦν ἑαυτούς, ἵνα λανθάνωσι. διὸ καὶ λόχονεἷσάν φησιν, ὅ ἐστιν ἐκάθισαν, ὡς τῶν ἐλλοχώντων κεῖσθαι οἷον ὀφειλόντωνκατὰ τὸ ὑποκαθῆσθαι, ἵνα ὑποκρύπτωνται. παρηχεῖται δέ πως πρὸς τὸ λόχονεἷσαν τὸ ἡγήτορες ἦσαν καθ' ὁμοιότητα τοῦ «ἔδεισαν θεοὶ οὐδέ τ' ἔδησαν» καὶτῶν τοιούτων, ἃ προδεδήλωται. (ῃ. 392 ς.) Ὅρα δ' ἐν τούτοις, ὅτι τοὺςπεντήκοντα ἄνδρας λόχον εἶπε. καὶ μήν τινες λόχον φασὶ τὸν ἐξ εἰκοσιτεσσάρωνἀνδρῶν. ἴσως δὲ καὶ ὁ ποιητὴς νῦν τοῦτο ἐμφαίνει εἰπών, ὅτι κοῦροι πεντήκοντα δύο δ' ἡγήτορες ἦσαν. εἰκοσιτέσσαρες γὰρ ἄνδρες καὶ αὖ πάλιν τοσοῦτοιἀνὰ ἕνα εἶχον ἡγήτορα, ταὐτὸν δὲ εἰπεῖν, λοχαγόν, ὡς δηλοῖ τὸ λόχον ἄγοντες. ὅτι δὲ ὁ Ξενοφῶν ἐξ ἑκατὸν συντετάχθαι τὸν λόχον βούλεται, εἴσεται ὁ ἐκείνῳἐντυχὼν εἰπόντι· «λόχος ἕκαστος εἰς ἑκατόν». ἡ δὲ τραγῳδία καὶ ἄλλοι λόχονφασὶ τὸ ἁπλῶς στρατιωτικὸν σύνταγμα καὶ λοχαγὸν τὸν τούτου ἄρχοντα. [̓ Ιστέον δέ, ὅτι κοῦρον τὸν νέον λέγειν εἰδὼς Ὅμηρος οὔ φησι διὰ διφθόγγουκαὶ τὸν κόρον, ἐξ οὗ τὸ κορέννυσθαι. παρεκκλίνουσι γὰρ καὶ Ἴωνες τὴν τῶν λέξεων, ὅπῃ δυνατόν, ὁμωνυμίαν τὴν κατὰ συνέμπτωσιν ὁμόφωνον. οὕτω καὶοὖρος μὲν λέγεται ὁ ὅρος Ἰαστί, οὐ μήν ποτε καὶ τὸ ὄρος τὸ οὐδέτερον. εἰ δὲ καὶδιὰ τὸν Οὖνον, τὸ ἐθνικόν, ὀκνοῦσι τὸ ζῷον τὸν ὄνον διὰ τοῦ ˉυ λέγειν, οὐκἔστιν ἐνστῆναι. πρὸς ὃ παίξας ὁ Κωμικὸς ἔφη κατὰ δούλου, ὡς «τὸ βάρος, ὃ σὺφέρεις, οὗνος φέρει», συναλείψας τὴν εὐθεῖαν τοῦ ὄνου καὶ ἀποτελέσας γέλοιον. ὁ ὄνος γὰρ καὶ κράσει οὗνος. καὶ τοῦτο μὲν τοιοῦτον.] Εἰ δέ τι χρὴ ἐνταῦθακαὶ ἀστεΐσασθαι, σκοπητέον καὶ τὸ χολωσάμενοι καὶ τὸ λόχον εἷσαν. ἀναγραμματισθεὶς γὰρ καὶ νῦν ὁ χόλος τὸν λόχον ποιεῖ, ὥστε καὶ τῶν τοιούτων κατάρξαιδοκεῖ ὁ ποιητὴς τοῖς βουλομένοις οὕτω λέγειν, οἳ μάννα φασὶ τὸ τοῦ λόγουνᾶμα καὶ ὅσα τοιαῦτα· ἐν οἷς καὶ τὸ μῦθος καὶ θυμός, ὡς καὶ ἀλλαχοῦ ἐγράφη, καὶ τὸ ἔμεινας καὶ ἔνειμας παρ' Εὐριπίδῃ ἐν τῷ «οὐ μάντεως ὄπα ἔμεινας, οὐχρόνῳ μακρῷ σκέψιν ἔνειμας». καὶ τὸ παρὰ Λυκόφρονι πέλας καὶ λέπαςπερατοῦντα δύο στίχους συνεχεῖς, ὧν τὸ μὲν πέλας δηλοῖ τὸ ἐγγύς, τὸ δὲλέπας ὀρεινὴν τραχύτητα, ἐξ οὗ καὶ λεπαία χθὼν τραγικῶς ἡ ὀρεινή. δοκεῖ δ' ἐξ ὀνοματοποιΐας οὕτω τετυπῶσθαι καὶ ἡ λακέρυζα παρὰ τὸ κελαρύζειν. τοιούτου τρόπου καὶ τὸ αἵματα ἰάματα καὶ ἕτερα. ὅρα δ' ἐν τούτοις καί, ὅτιεὕρηνται παρὰ τῷ ποιητῇ πατέρων ὀνόματα υἱοῖς ἀποχρήσαντα εἰς κλῆσινκατὰ ὁμοίαν μετάθεσιν γραμμάτων ποιηθέντα, ἣν καὶ ἀλλαχοῦ ἔγνωμεν. ἐν γοῦνὈδυσσείᾳ πατὴρ μὲν Αἴσων, Ἰάσων δὲ ὁ υἱός, κατὰ διάλυσιν τῆς ˉαˉι διφθόγγου καὶ μετάθεσιν τοῦ ˉι. (ῃ. 394) Ἐνταῦθα δὲ Αἵμων μὲν πατήρ, Μαίων δὲ υἱός, ὃν ὁ Τυδεὺς ἀνεῖλε, τεθείσης τῆς ˉαˉι διφθόγγου ἐν τῇ ἀρχῇ. Μαίων γάρ, φησίν, Αἱμονίδης. (ῃ. 395) Ὁ δὲ Αὐτοφόνος ἀνδρείου κλῆσίς ἐστιν, ὃς οὐχ' ἑτέροις ἐπιτάσσων ἀριστεύει, ἀλλ' αὐτὸς φονεύων καὶ αὐτόχειρ τῆς ἀριστείας γενόμενος. δῆλον δέ, ὅτι μέτρου ποτὲ διδόντος καὶ ὁ αὐτοφόνος αὐτοφόντης ἂν ῥηθείη, καὶ ὁ λυκοφόντης λυκοφόνος. (ῃ. 396) Ἀεικής δὲ ὁ ῥηθεὶς πότμος διὰ τὸ κατ' αὐτὸν ἀπρεπές, ὡς μὴ δέον ὂν τοσούτους ὑφ' ἑνὶ πεσεῖν. «πάντας γάρ», φησίν,» ἔπεφνεν». [(ῃ. 397) Ἔστι δὲ τὸ ἔπεφνε διασαφητικὸν τοῦ «πότμον ἐφῆκεν», ἵνα πότμος μὴ ἡ τύχη νοηθείη, ἀλλ' ὁ θάνατος.] (ῃ. 398) Τὸ δὲ ἵει ἀδιάφορόνἐστι πρὸς τὸ προέηκε. ποιητικὰ δὲ καὶ ἄμφω. ὁ δὲ ῥηθεὶς Μαίων ἢ ὡς κῆρυξτιμηθεὶς ἀφείθη κατά τινας ἢ διά τι τέρας, ὥς φησιν ὁ ποιητής. εἰκὸς γὰρ τέραςφανῆναι τότε, ὅπερ σιγᾷ Ὅμηρος, ὡς μὴ ἀναγκαῖον ὂν ῥηθῆναι. (ῃ. 399) Ὁ δὲΑἰτώλιος διφορεῖται ὁμοίως τῷ Δάρδανος Δαρδάνιος, κάπρος κάπριος, Κάϋστρος Καΰστριος, ἔκτοπος ἐκτόπιος, ὁ καὶ ἄφορμος παρὰ Σοφοκλεῖ, ἔγχωρος, οὗ χρῆσις παρὰ Λυκόφρονι, ἐγχώριος. (ῃ. 400) Τοῦ δὲ εἷο τὸπρωτότυπον οὗ, καθάπερ καὶ τοῦ σοῦ τὸ σεῖο καὶ τοῦ ἐμοῦ τὸ ἐμεῖο. Τοῦ δὲχέρῃα ὀφείλει μὲν ἡ παραλήγουσα οἷα συγκοπεῖσα ἐκ τοῦ χερείονα γράφεσθαικατὰ τὴν παραλήγουσαν διὰ τοῦ ˉε καὶ ˉι, νικᾷ δὲ ὅμως τὴν διὰ τοῦ ˉη καὶ ˉιδίφθογγον ἔχειν κατὰ τὰ πλείω τῶν ἀντιγράφων. οὕτω δὲ καὶ τὸ χέρῃι καὶχέρῃες, ὡς ἐν ἄλλοις φαίνεται. (ῃ. 401 ς.) Ὅτι κἂν ὁ Διομήδης ἐπιπληττόμενοςσιωπᾷ τὴν τοῦ βασιλέως αἰδεσθεὶς ἐνιπήν, ἤγουν τὴν διὰ λόγων ἐπίπληξιν καὶκακολογίαν– ἐνίπτω γὰρ τὸ κακολογῶ, ὅθεν ἡ ἐνιπή κατὰ τὸ τύπτω τέτυπατυπή, ἡ τύψις–, ἀλλ' ὁ Σθένελος καὶ τραχύτατα καὶ ῥητορικώτατα ἐπιχειρεῖτῇ συγκρίσει καὶ οὐ τὸν Διομήδην μόνον ἀπεναντίας τῷ βασιλεῖ κρείττωτοῦ πατρὸς Τυδέως ἀποδείκνυσιν, ἀλλὰ κοινῶς τῶν ἑπτὰ ἐπὶ Θήβας κρείττοναςἀποφαίνει τοὺς ἐπιγόνους παρεισάγων καὶ αὐτὸς ἱστορίαν τῆς τῶν Θηβῶνἁλώσεως. (ῃ. 404) Λέγει γάρ· «Ἀτρεΐδη, μὴ ψεύδ' ἐπιστάμενος σάφαεἰπεῖν». τοῦτο δὲ παντὶ προσαρμόσει ἑκοντὶ κρύπτοντι τὴν ἀλήθειαν. ἔνθασκοπητέον, ὡς ὁ μὲν μὴ σάφα εἰδὼς οὐκ αἰτιατέος, εἰ ψεύσεται, ὃς δὲ σαφῶςοἶδεν, ἀπαιτεῖται μὴ ψεύδεσθαι. (ῃ. 410) Εἶτα ἐπάγει, ὅτι μηδὲ πατέραςὁμοίῃ ἔνθεο τιμῇ. (ῃ. 405– 7) ἡμεῖς τοι πατέρων οὐχ' ἁπλῶς ἀμείνονες, ἀλλὰμέγα ἀμείνονες εὐχόμεθα, ἤτοι αὐχοῦμεν, εἶναι. πόθεν δῆλον; «ἡμεῖς καὶ Θήβης ἕδος εἵλομεν ἑπταπύλοιο», ἔνθα δηλαδὴ ἐκεῖνοι ἔπεσον. εἵλομεν δὲαὐτήν «παυρότερον λαὸν ἀγαγόντες ὑπὸ τεῖχος Ἄρειον», τουτέστι τὸ τοῦἌρεος, ἢ κρεῖττον τοῦ ἐνταῦθα κατὰ Τροίαν τείχους ἢ ὀχυρώτερον, ὡς εἰκός, ἤπερ ὅτε οἱ πρόγονοι ταῖς Θήβαις ἐπεστράτευσαν. ἐκεῖ γοῦν, φησίν, ἠνδραγαθήσαμεν καὶ ταῦτα σὺν ὀλίγῳ λαῷ καὶ κατὰ τείχους κρείττονος, ὅπου οἱπρόγονοι πλείονες ὄντες ἐν χείρονι τειχίσματι ἐδυστύχησαν. καὶ ὅρα τὸ τοῦὉμήρου ἀμφίγλωσσον, ὃς διὰ μὲν τοῦ βασιλέως χείρους τῶν προγόνων τοὺςἐπιγόνους ἐνέφηνε, διὰ δὲ τοῦ Σθενέλου τὸ ἀνάπαλιν ἀπέδειξεν. [Ἐν τούτοις δὲὁ σχηματισμὸς τοῦ «ὑπὸ τεῖχος Ἄρειον» ὅμοιός ἐστι τῷ «ὅσοι ὑπὸ Ἴλιον ἦλθον».] Σημείωσαι δὲ καί, ὅτι ὁ Σθένελος, ἵνα μὴ δόξῃ ἀπαρακαλύπτως τῶνπατέρων ἄρτι καταφέρεσθαι, λέγει τὸ πᾶν ἐν Θήβαις ἀνύσαι τοὺς ἐπιγόνουςτούς τε ἄλλους καὶ αὐτόν– ἀνεπαχθῶς γὰρ καὶ ἑαυτὸν ἐπαινεῖ–» πειθομένους τεράεσσι θεῶν καὶ Ζηνὸς ἀρωγῇ», δεικνὺς πλαγίως πως αὐτοὺς καὶθεοφιλεῖς, ἵνα μηδὲ εἰς τοῦτο ἐλαττοῖντο τοῦ Τυδέως, ὃν ἡ Ἀθηνᾶ ἐφίλει. τοὺςμέντοι προγόνους ὀλέσθαι φησίν, οὐ δι' ἀνανδρίαν ἀλλ' ἀτασθαλίαν. φησὶ γάρ· (ῃ. 409) «Κεῖνοι δὲ σφετέρῃσιν ἀτασθαλίῃσιν ὄλοντο». παραλαλεῖ δὲ ἴσως τὸτοῦ Πολυνείκους καὶ τὸ τοῦ Τυδέως ἐφάμαρτον, ἵνα καὶ κατὰ τοῦτο οἱ πατέρεςἐλαττοῖντο τῶν ἐπιγόνων, ἢ μάλιστα λέγει, ὅτι οἱ Θηβαῖοι ὡς ἀτάσθαλοιὤλοντο διὰ τὴν εἰς τὸν Πολυνείκην ἀδικίαν. εἶτα ἐπάγει λόγον, ὃν ἐρεῖ τιςὑπερεξαίρων ἑαυτὸν τῶν προγόνων. (ῃ. 410) Φησὶ γάρ· «τῷ μή μοι πατέραςποθ' ὁμοίῃ ἔνθεο τιμῇ». τοῦτο δὲ δεινῶς εἶπε κωλύων τὴν ἐπ' ἔλαττον σύγκρισιν. ὁ γὰρ ἐξαθερίζων τὸ ὁμοίῃ ἐντεθῆναι τιμῇ, πῶς ἂν καταδέξοιτο τὴν ἐλάττονα, ὁποίαν προσεχῶς ὁ βασιλεὺς ὑπελάλησε κατὰ τοῦ Διομήδους, μὴ οὖσαν μὲνπάντῃ ἀπαρακάλυπτον κατὰ τὸ «ἦ ὀλίγον οἱ παῖδα ἐοικότα γείνατο Τυδεύς», ἔχουσαν δ' ὅμως καὶ αὐτὴν βαρύνειν τὸν ἥρωα. (ῃ. 407) Ἰστέον δέ, ὅτιπαυρότερον λαὸν λέγει, τουτέστιν ὀλιγώτερον, οὐ μόνον, οὗ εἶχον οἱ πρόγονοι, ἀλλὰ καὶ τοῦ τῶν Θηβαίων πλήθους. ἐννέα δέ φασιν εἶναι τὸν ἀριθμὸν τοὺςἐπιγόνους· ἦσαν γὰρ Αἰγιαλεὺς Ἀδράστου, Θέρσανδρος Πολυνείκους, Διομήδης Τυδέως, Σθένελος Καπανέως, Ἀλκμαίων καὶ Ἀμφίλοχος Ἀμφιαράου Στρατόλαος Παρθενοπαίου, Πολύδωρος Ἱππομέδοντος, Μέλων Ἐτεόκλου. Θηβῶν δὲ ἐβασίλευε τότε ἐν τῷ τῶν ἐπιγόνων πολέμῳ Λαοδάμας ὁ Ἐτεοκλέος, ὃς καὶ ἀνῃρέθη. Σημείωσαι δέ, ὅτι οὐ μόνον ὑπερπαθῶν τοῦ Διομήδους ὁ Σθένελος λέγει, ἃ λέγει, ἀλλὰ καὶ ὑπὲρ ἑαυτοῦ λαλῶν. τῷ γὰρ τοῦ Διομήδουςψόγῳ συναδοξῶν ἦν καὶ αὐτός, εἴγε καὶ ὁ Καπανεύς, ὁ τοῦ Σθενέλου πατήρ, ὥσπερ καὶ ὁ Τυδεύς, μέγιστα ἐν τῷ Θηβαϊκῷ πολέμῳ ἐδυστύχησεν. εἰ γοῦν ὁ Διομήδης χείρων τοῦ πατρός, ἄρα καὶ ὁ Σθένελος τοῦ οἰκείου ἠλάττωταιπατρός. τάχα δὲ καὶ τὸ «ἡμεῖς πατέρων ἀμείνονες» οὐ τοὺς ὅλους δηλοῖ ἐπιγόνους– τί γὰρ νῦν ἔδει πάντων ὑπερλαλεῖν;– ἀλλὰ μόνους τὸν Διομήδην καὶ τὸν Σθένελον. διὸ καὶ δυϊκῶς λέγει παρακατιών· «παυρότερον λαὸν ἀγαγόντε», ἡμεῖς οἱ δύο δηλαδή. Ἰστέον δέ, ὅτι ἐκ τῶν ῥηθέντων Θηβαϊκῶν πολέμων παροιμία ἐξέπεσεν ἐπὶ τῶν ἀλυσιτελῶν τὸ Καδμεία νίκη, ἐπειδή, φασί, Θηβαῖοιτὰ πρῶτα νικήσαντες ὕστερον ὑπὸ τῶν ἐπιγόνων ἡττήθησαν. Ἀρριανὸςμέντοι ἐν τοῖς Βιθυνιακοῖς, ὡς καὶ προεδηλώθη, ἐπὶ μεγίστης νίκης τὴνπαροιμίαν ἐδέξατο. τινὲς δὲ αὐτὴν ἄλλως εἰλῆφθαί φασιν, ἢ ἀπὸ Οἰδίποδος, ὃς Θήβῃσι τὸ τῆς Σφιγγὸς αἴνιγμα λύσας, εἶτα ἔπαθλον τὴν μητέρα ἔγημεν, ἢἀπὸ Κάδμου, ὃς ἀνελών, φασί, τὸν τὴν Ἀρείαν κρήνην τηροῦντα δράκονταἐθήτευσεν Ἄρει ὀκτὼ ἔτη. (ῃ. 406) Ἑπτάπυλον δὲ Θήβην ἑνικῶς λέγει τὰςΒοιωτίας Θήβας πρὸς διαστολὴν τῶν ἑκατομπύλων Αἰγυπτίων, ἃς ἀλλαχοῦἱστορήσει ὁ ποιητής. Ἰστέον δὲ καί, ὅτι, ὡς καὶ ἀλλαχοῦ ἐπεσημάνθη, πολλὰεὕρηνται ὀνόματα καὶ ἑνικῶς λεγόμενα καὶ πληθυνόμενα. ὡς καὶ ὅτε Κρήτηνκαὶ Κρήτας τὴν αὐτὴν νῆσον λέγει Ὅμηρος. οὕτως οὖν ἐπαμφοτερίζει καὶ τὸτῆς Θήβης ὄνομα καὶ τὸ τῆς Μυκήνης, ἣν Μυκήνας πρὸ ὀλίγων εἶπεν ὁ ποιητής, ὥς που καὶ τὴν Μάλειαν Μαλείας, «Μαλειάων ὄρος αἰπύ». τοιούτῳ δὲ τρόπῳκαὶ ὄρος τὸν Ἄτλαντα πληθυντικῶς ἔφη τις Ἄτλαντας καὶ τὸν Ἄρειον πάγονἈρείους πάγους. Σημείωσαι δὲ καί, ὡς πολλαί τινες αἰτίαι παρὰ τῷ ποιητῇτοῦ σιγᾶν τὰ πρόσωπα. οὐ μόνον οὖν ἔκπληξις αἰτία σιγῆς, ἀλλὰ καὶ αἰδώς. Διομήδης οὖν ἐνταῦθα σιγᾷ, αἰδεσθεὶς βασιλέως ἐνιπὴν αἰδοίοιο. μετ' ὀλίγα δὲ ὁλαὸς ἕπεται «σιγῇ δεδιότες σημάντορας», ἤγουν εὐλαβούμενοι τοὺς ἄρχοντας. ἐνθυμητέον δὲ καὶ τοὺς κήρυκας, οἳ σιωπῶσι ταρβήσαντες καὶ αἰδόμενοι τὸνἈχιλλέα. καὶ σπουδὴ δέ ποτε γίνεται σιγῆς αἰτία, καὶ ἡ τῶν ἀναντιρρήτων δὲἀπολογιῶν ἀκρόασις. (ῃ. 412) Ὅτι ἐν τῷ «τέττα, σιωπῇ ἧσο, ἐμῷ δ' ἐπιπείθεομύθῳ», ὃ λέγει Διομήδης πρὸς Σθένελον, κατασιγαστικὸν ὂν στωμυλίας τὸἧσο ἀντὶ τοῦ δίαγε καὶ μένε κεῖται. ἄλλως γὰρ οὐκ ἦν ἐν τοιαύτῃ μάχῃ καθέζεσθαί τινα. σπουδὴν δὲ καὶ ἁπλότητα ἡ λέξις ἐνδείκνυται, ὡς μὴ εὐκαιροῦντοςτοῦ Διομήδους κυριολεκτεῖν. ζήτει δὲ καὶ ἐν τοῖς τοῦ Θερσίτου τὸ «ἧσαιὀνειδίζων» πρὸς ὁμοιότητα τῆς νῦν ῥηθείσης λέξεως τοῦ ἧσο. Τὸ δὲ τέττα, περὶ οὗ καὶ ἐν ἄλλοις δηλοῦται, προσφώνησίς ἐστι καὶ νῦν φιλεταιρικὴ νέου πρὸςμείζονα, ἀμετάφραστος κατὰ τοὺς παλαιοὺς καὶ ἀμετάληπτος, ἤγουν μὴἔχουσα εἰς ἑτέραν λέξιν καιριωτέραν μεταλαμβάνεσθαι. οἱ δέ φασιν, ὅτι ὥσπερβάπτω βαπτίζω βάπτης, οὕτω τέττω τεττίζω τέττης, καὶ ἡ κλητικὴ τέττα. τὸ δὲ τεττίζω γράφει Ζηνόδοτος ἐν τῷ «τοὺς ἐλεεινὰ κατήσθιε τεττίζοντας». καί τοι κατά τινας τιττίζοντας ἐκεῖνος γράφει διὰ τοῦ ˉι, οὐ μὴν διὰ τοῦ ˉε. τινὲςδὲ σχετλιαστικὸν νοοῦσι τὸ τέττα, ἀποκοπὲν ἐκ τοῦ τέτλαθι. (ῃ. 413– 9) Ὅτικαὶ ὑβριζόμενος ὁ Διομήδης ὅμως οὐ νεμεσᾶν λέγει τῷ βασιλεῖ ὀτρύνοντι καίπου καὶ ἐπιπλήττοντι, προσθεὶς καὶ τὴν αἰτίαν ἐν τῷ εἰπεῖν οὕτω· «οὐ γὰρἐγὼ νεμεσῶ Ἀγαμέμνονι, ποιμένι λαῶν, ὀτρύνοντι μάχεσθαι Ἀχαιούς. τούτῳ μὲν γὰρ κῦδος ἅμ' ἕψεται, εἴ κεν Ἀχαιοὶ Τρῶας δηϊώσουσιν ἕλωσί τε Ἴλιον ἱρήν· τούτῳ δ' αὖ μέγα πένθος Ἀχαιῶν δηϊωθέντων». ἤδη δέ πως ὁ ἥρως καὶκαταγινώσκει νωθρείαν ἑαυτοῦ. διὸ καὶ ἐπαγαγών· «ἀλλ' ἄγε δὴ καὶ νῶϊ», τουτέστιν ἡμεῖς, «μεδώμεθα θούριδος ἀλκῆς», ἤγουν φροντίσωμεν τοῦ εἶναιἄλκιμοι, καταπηδᾷ χαμᾶζε σὺν τεύχεσι καὶ σπεύδει ἐς μάχην, ὅπερ οὐκ ἐποίειπρὸ τούτου, καὶ ταῦτα τὸν βασιλέα βλέπων οὕτω πονούμενον. Ἰστέον δέ, ὡςοὐ μάτην ὁ Διομήδης προσέθηκε τὸ ποιμένι λαῶν, ἀλλὰ δηλῶν, ὅτι ἄλλουτινὸς οὕτω βαρέως μεμψαμένου οὐκ ἂν ἠνέσχετο. πλὴν εἰ καὶ οὕτως αὐτῷ ἐπιεικὴς ὁ λόγος, ἀλλ' ἔχει τι δακνηρὸν ἄλλως ἐν τῷ «τούτῳ μὲν γὰρ κῦδος ἅμ' ἕψεται». μονονουχὶ γὰρ τὸν βασιλέα ὑπερπονεῖν ἐθέλει, διότι ἐπὶ τοῖς τῶν ὑπ' αὐτὸν στρατιωτῶν καὶ στρατηγῶν μόχθοις αὐτὸς κυδαίνεται. γεννᾷ δὲ ὁῥηθεὶς λόγος καὶ γνωμικὴν ἔννοιαν τοιαύτην, ὡς ἄρα τοῖς βασιλεῦσι καὶκῦδος ἕπεται κατορθούντων τῶν ὑπ' αὐτὸν καὶ αὖθις μέγα πένθος, εἰ δυστυχήσουσιν. (ῃ. 419– 21) Ὅτι ὁπλίτου ἐνδόξου πήδημα βαρὺ κατὰ τὸ Διομήδειονἐμφαίνει τὸ «σὺν τεύχεσιν ἆλτο χαμᾶζε. Δεινὸν δ' ἔβραχε χαλκὸς ἐπὶ στήθεσσινἄνακτος ὀρνυμένου». εἶτα ἑρμηνεύων τὸ δεινόν φησιν· «ὑπό κεν ταλασίφρονάπερ δέος εἷλεν», ἤγουν καὶ θρασυκάρδιός τις ἔδεισεν ἂν ἀκούσας. ὠνοματοπεποίηται δὲ τὸ ἔβραχεν, ὡς καὶ τὸ βρέχω. κεῖται δὲ ἐπὶ ὅπλων κτύπου ἡ λέξις ἐνδευτέρῳ ἀορίστῳ διὰ τὴν τοῦ ˉα εὐρυφωνίαν, οὐκέτι μέντοι καὶ ὁ ἐνεστώς, ἀλλ' ἐκεῖνος ἐπὶ ὑετοῦ μόνου λαμβάνεται. Τὸ δέ «ἐπὶ στήθεσσιν» ἐκ μέρους τὸ πᾶνδηλοῖ σῶμα τοῦ ἥρωος. εἰκὸς δὲ καὶ μάλιστα περὶ τὰ στήθη πλείω γενέσθαιἦχον διὰ τὰ ἐν τοῖς ἔμπροσθεν φερόμενα ὅπλα. (ῃ. 421) Τοῦ δὲ ταλασίφρονοςπροϋπόκειται τὸ ταλάσω, οὗ χρῆσις ἀλλαχοῦ παρὰ τῷ ποιητῇ, ὃ συγκοπὲν καὶτραπὲν ποιεῖ τὸ τλήσω, ἐξ οὗ τλησικάρδιος καὶ τλησίπονος. (ῃ. 422– 8) Ὅτιμιμούμενος ὁ ποιητὴς ἐν παραβολῇ θαλασσίᾳ τραχύτητα κυμάτων ἤχουὁμοίαις πως λέξεσι φράζει τὸ ὑποκείμενον συνεκτραχύνων δι' ὅλου τῷ λεγομένῳκαὶ τὴν φωνήν. λέγει γάρ· «ὡς δ' ὅτ' ἐν αἰγιαλῷ πολυηχέϊ κῦμα θαλάσσης ὄρνυτ' ἐπασσύτερον Ζεφύρου ὑποκινήσαντος», ἤγουν ἠρέμα τὸ πρῶτον εἰς φρῖκαδιασαλεύσαντος, «πόντῳ μὲν τὰ πρῶτα κορύσσεται, αὐτὰρ ἔπειτα χέρσῳ ῥηγνύμενον μεγάλα βρέμει, ἀμφὶ δέ τ' ἄκρας κυρτὸν ἐὸν κορυφοῦται· ἀποπτύει δ' ἁλὸς ἄχνην», ἤγουν ἀφρὸν ἢ φυκίον, ἃ πτύελον ὥσπερ, ἤτοι ἀπόπτυσμα, θαλάσσης εἰσὶν ἐρευγομένης ἔξω, ὡς ἐν ἄλλοις φησίν· «ὣς τότ' ἐπασσύτεραι Δαναῶν κίνυντο φάλαγγες νωλεμέως πόλεμόνδε». καὶ ἔστιν ἡ ῥηθεῖσα παραβολὴ πρὸς τὴν πυκνότητα τῶν κατὰ φάλαγγας κινουμένων καὶ τὸν ἐκεῖθενπολὺν ἦχον. Αἰολικὴ δὲ λέξις ποιηταῖς φίλη τὸ ἐπασσύτερον ἐκ τοῦ ἆσσονγινομένη, ὡς καὶ ἀλλαχοῦ δηλοῦται. δηλοῖ δὲ καὶ ἐνταῦθα τὸ ἐγγύς καὶ διὰ τοῦτοτῇ ἐπαλληλίᾳ πυκνόν. συγγενὲς δὲ καὶ τὸ νωλεμές τῇ τοιαύτῃ λέξει. ἐπεὶ καὶταὐτόσημα τὸ ἐγγύς καὶ τὸ πυκνῶς καὶ τὸ ἐπασσυτέρως καὶ τὸ ἀδιαλείπτως, ὅἐστι νωλεμές. (ῃ. 426) Ἰστέον δέ, ὅτι ἄχνην Ὁμήρου εἰπόντος τὸ λεπτότατον τοῦ κύματος, ὅπερ ἐν ταῖς ἔξω προσρήξεσιν ἀπαφρίζεται, Σοφοκλῆς ἄλλως τὴνλέξιν ἐκλαβόμενος ἄχνην τὴν δρόσον ἔφη ἐν τῷ «θάλλει δ' οὐρανίας ὑπ' ἄχνηςὁ καλλίβοτρυς νάρκισσος», οὐδ' αὐτὸς ἀπροσφυῶς γράψας διὰ τὸ μηδὲ τὰς τοῦὑετοῦ σταγόνας συνεχεῖς εἶναι ἀλλὰ διεχεῖς. ὅθεν καὶ ἡ ἄχνη ὠνόμασται, ἀέχητις οὖσα καὶ κατὰ κρᾶσιν καὶ πλεονασμῷ τοῦ νῦ ἄχνη, ὡς καὶ ἑτέρωθι δηλοῦταισαφέστερον. Εὐριπίδης δὲ καὶ αὐτὸς μιμησάμενος τὸ «ἁλὸς ἄχνη» οἰνωπὸνἄχνην λέγει τὴν ἐν λοιβαῖς καταχεομένην τῆς γῆς. τοῦ δὲ ἀέχνη ἄχνη ταὐτότηςμὲν ἐν τῷ ἀεχήν ἀχήν, ὁ πτωχός, ὁμοιότης δέ τις ἐν τῷ ἃ ἔχω «ἅχω» παρὰ Σοφοκλεῖ. Ὅρα δὲ καί, ὅτι ἐπίτηδες ἐνταῦθα ὁ ποιητὴς συχνῇ τῇ ὀνοματοποιΐᾳ ἐχρήσατο. ὁ γὰρ ἦχος καὶ τὸ ῥήγνυσθαι καὶ τὸ βρέμειν καὶ τὸ ἀποπτύεινὠνοματοπεποίηνται. οὕτω δὲ καὶ πολλῷ τῷ ῥῶ ἐν τοῖς ῥηθεῖσι χρᾶται καὶμάλιστα ἐν τοῖς τελευταίοις δυσὶ στίχοις. εἰ γὰρ καὶ ἄλλως μεμπτέος ὁ τοῦτοιούτου στοιχείου πλεονασμός, διὸ καὶ οἱ Ἐρετριεῖς ἐκωμῳδοῦντο, καθά πουκαὶ προεγράφη, ὡς πολλῷ τῷ ῥῶ χρώμενοι, ἀλλ' ἐν τοιούτοις τόποις, ἤγουν ἐνμιμητικῇ τραχυφωνίᾳ πραγμάτων, χρεία συχνοῦ καὶ τοῦ στοιχείου τούτου, ὡςἐρρέθη καὶ ἐν τῷ «τριχθὰ καὶ τετραχθὰ διατρυφὲν ἔκπεσε χειρός». ἄλλως γὰρἦν καὶ τὸ χέρσῳ γαίῃ εἰπεῖν καὶ τὸ ῥηγνύμενον ἀγνύμενον καὶ τὸ ἄκρας θῖνας, οὕτω δὲ καὶ ἑτέρας λέξεις μεταλαβεῖν εἰς τὸ λεῖον καὶ ἄρροιζον. (ῃ. 426) Ὅρα δὲ καί, ὅτι τὸ κυρτὸν καὶ ἐπὶ κυμάτων λέγεται, ὡς καὶ ἐπὶ ἄλλων ἀψύχων, γινόμενον παρὰ τὸ κύπτειν κατὰ τοὺς παλαιοὺς ἢ καὶ παρὰ τὸ κρύπτειν. (ῃ. 422) καὶ ὅτι κῦμα θαλάσσης ἔφη πρὸς διαστολὴν οὐ μόνον λίμνης ἀλλὰ καὶποταμοῦ. ἐγείρει γὰρ καὶ αὐτὸς κύματα, ἐξ ὧν κυματίης ὁ τοῦτο πάσχων λέγεται. (ῃ. 426) Καὶ ὅτι ἐφερμηνεύων καὶ ἐνταῦθα συνήθως ἑαυτὸν ὁ ποιητὴςἐπήγαγεν εἰς δήλωσιν τοῦ κορύσσεται τὸ κορυφοῦται. οὐκ ἄρα ἐπὶ μόνωνὅπλων τὸ κορύσσεσθαι. οὕτω δὲ καὶ μετ' ὀλίγα ὕδωρ εἰπὼν συμβάλλειν εἰςμισγάγκειαν ἐπάγει ἑρμηνευτικῶς τὸ «κοίλης ἔντοσθε χαράδρης». ἔστι γὰρ ἡμισγάγκεια κοίλη χαράδρα. (ῃ. 425) Ὁμοίως δὲ καὶ τὸ «χέρσῳ ῥηγνύμενον» ἐφερμηνευτικόν ἐστι τοῦ «ἐν αἰγιαλῷ πολυηχέϊ ὄρνυται». καὶ ἐν τοῖς ἑξῆς δὲεἰπών, ὡς ἔβαλέ τις δουρὶ κόρσην, ἐπάγει διασαφητικῶς «αἰχμὴ δὲ διὰ κροτάφουἐπέρησε», καὶ οὐχ' ἁπλῶς, ἀλλὰ διὰ κροτάφου ἑτέρου, ὡς ταὐτὸν ὂν κόρσηνεἰπεῖν καὶ κρόταφον. τὸ γὰρ ἕτερος ὡρισμένης καὶ ἀντιζυγούσης δυάδοςδηλοῖ τὸ ἕν. εἰπὼν οὖν «ἔβαλε δουρὶ κόρσην» ὤφειλεν εἰπεῖν «αἰχμὴ δὲ δι' ἑτέραςκόρσης ἐπέρησεν». ἐπεὶ δὲ οὐκ εἶπεν οὕτως ἀλλ', ὅτι δι' ἑτέρου κροτάφου ἐπέρησε, ταὐτὸν ἄρα κόρση καὶ κρόταφος, ὃν καὶ ἐκ τῆς κόρσης ἐτυμολογοῦσί τινες, οἳ μεταθέντες τὸ ῥῶ ποιοῦσι κρόσην, εἶτα ἐξ αὐτῆς παράγουσι διὰ τοῦ ˉα καὶ ˉφδιεξοδικώτερον τὸν κρόταφον, ἵνα εἴη κρόσαφος καὶ Ἀττικῶς κρόταφος. Ὅτι δὲ καὶ τοιαῦται γίνονται παραγωγαί, ἤγουν διὰ τοῦ ˉα καὶ ˉφ, δηλοῖ καὶ τὸχρυσάφιον ἐκ τοῦ χρυσός παραχθέν, ὥσπερ καὶ ἀπὸ τοῦ ξύλου τὸ ξυλάφιον, [καὶ ἕδος ἑδάφιον.] ἀπὸ δέ γε τῆς κόρσης γίνεται καὶ ἡ κόρρη τροπῇ τοῦ ˉσ εἰςˉρ, ὁμοίως τῷ πυρσός πυρρός, ταρσός ταρρός. καὶ τὸ κατὰ κόρρης δὲ τύψαι τινὰτὸ κατὰ κόρσης ἤτοι κροτάφου ἐστί. παρὰ Ἀττικοῖς δὲ κόρρη ἡ γνάθος. Ἀριστοτέλης δὲ κρόταφόν φησι τὸ μεταξὺ ὀφθαλμοῦ ὠτὸς καὶ κορυφῆς. ὅτι δὲκαὶ ἀπὸ τοῦ κηρύσσειν τάφον ἐτυμολογεῖται, δηλοῦσιν οἱ παλαιοί. συντελεῖ δὲεἰς τοῦτο καὶ Θεόκριτος εἰπών· «ἀπὸ κροτάφων πελόμεθα πάντες γηραλέοι καὶἐπισχερώ», ἤτοι κατὰ τάξιν καὶ ἐφεξῆς, «ἐς γένυν ἕρπει λευκαίνων ὁ χρόνος». [(ῃ. 424 ς.) Ἔτι ἰστέον καί, ὅτι πόντον μὲν κἀνταῦθα συνήθως ἔφη τὸ τῆςθαλάσσης πελαγίζον, (οὗ καταπνεομένου ἀνέμοις, ὅθεν καὶ πόντος λέγεται ὡςοἷά τις πνότος, κυρτοῦνται κύματα κορυσσόμενα καὶ ἔξω ἐλαύνονται,) χέρσονδὲ τὸν ἀνωτέρω αἰγιαλόν. καὶ ὅτι τὸ ῥηγνύμενον τὸν ῥηγμῖνα παράγει. δῆλονγάρ, ὡς ῥηγμὶν αἰγιαλώδης ἐστὶ περὶ ὃν κύματα ῥήγνυνται, καὶ ὅτι τὸ βρέμειπροσαρμόττον καὶ πυρὶ καὶ ἀνέμοις ἰδοὺ κεῖται καὶ ἐπὶ κύματος. τροπικῶς δέποτε καὶ ὁ ἀλαζὼν καὶ ὁ ἀπειλητὴρ βαρὺ βρέμειν λέγονται. καὶ ὅτι ἄκρας τὰἀκρωτήρια λέγει, ἐν οἷς μάλιστα βρέμει τὰ κύματα.] (ῃ. 429– 31) Ὅτι πλάττωνὁ ποιητὴς ἐνταῦθα τοὺς ἡγεμόνας κελεύοντας τοῖς ἑαυτῶν– φησὶ γάρ· «κέλευεδὲ οἷσιν», ἤγουν ἰδίοις, «ἕκαστος ἡγεμόνων»– παρεμφαίνει χρῆναι καὶεὐρυβόας εἶναι τοὺς στρατηγοὺς καί, ὡς αὐτός που λέγει, βοὴν ἀγαθοὺς καὶμάλιστα, ὅτε συρρήγνυται πόλεμος. Εἶτα ἐπαινῶν εἰς εὐταξίαν τοὺς Ἀχαιούς, ὡς καὶ πρὸ τούτων, σιγῇ προϊέναι αὐτούς φησιν εἰς μάχην, οὐ κατεπτηχότας, ἀλλὰ δι' εὐλάβειαν. φησὶ γάρ· «οἱ δ' ἄλλοι ἀκὴν ἴσαν», ὅ ἐστιν ἐπορεύοντο,» οὐδέ κε φαίης τόσσον λαὸν ἕπεσθαι ἔχοντα ἐν στήθεσιν αὐδήν, σιγῇ δειδιότεςσημάντορας». καὶ εἰκότως· εἰ γὰρ μὴ αὐτοὶ ἐσίγων, οὐκ ἂν εἶχον ἄλλωςἀκριβῶς ἀκούειν, ὧν οἱ ἡγεμόνες ἐκέλευον. καὶ σημείωσαι, ὅπως διεσάφησε τὴνσιγήν. οὕτω γὰρ σιγῶσιν, ὥστε δοκεῖν ἄφωνοι εἶναι. [(ῃ. 429) Ἔστι δὲ τὸμὲν ἴσαν στυγητὸν πεζῷ λογογράφῳ. ποῦ γὰρ παρὰ τοῖς τοιούτοις τὸ ἴω, ἴσω, ἐξ ὧν ἀόριστος ἴσα, οὗ τὸ τρίτον πληθυντικὸν ἴσαν, εἰ καὶ ποιηταῖς τὸ τοιοῦτονᾠκείωται λεξείδιον.] (ῃ. 431) Τὸ δὲ σιγῇ ἑρμηνεία τοῦ ἀκήν. τὸ δὲ σχῆμα τῆςἐννοίας ὑπερβατόν. λέγει γάρ, ὅτι ἀκὴν ἴσαν σιγῇ δειδιότες σημάντορας, οἳνῦν μὲν ὡς κελεύοντες, εἴτ' οὖν σημαίνοντες, σημάντορες εἴρηνται, ὅτε δὲ καὶτάσσουσι τὸν στρατὸν εὐκόσμως, κοσμήτορες λέγονται. (ῃ. 429) Τὸ δέ «οὐδέ κεφαίης» οὐκ ἔστι κατὰ τὸ «οὐδέ κε φαίης ἀνδρὶ μαχεσσάμενον ἐλθεῖν», ἀλλ' ἑτεροῖον. ἐκεῖνο μὲν γὰρ Ἀφροδίτη ἔφη πρὸς τὴν Ἑλένην, τὸ δ' ἐνταῦθα ἡ ἀείδειν προκληθεῖσα Μοῦσα τῷ προκαλεσαμένῳ ποιητῇ λαλεῖ. καὶ ἄλλως δέγε ὁ ποιητὴς ἀποστρέφει τὸν λόγον πρὸς τὸν ἀκροᾶσθαι αὐτοῦ λαχόντα. (ῃ. 431) Ὅρα δὲ τὸ δειδιότες παιδευτικὸν ὃν τοῦ χρῆναι καὶ δέος ὑπεῖναι τοῖς ἀρχομένοις, ἵνα καὶ σῴζοιντο οὕτω κατὰ τὸν τραγικόν. [Τοῦ δὲ σιγῇ ἀναλόγως δοκεῖἐκτετάσθαι ἡ παραλήγουσα ὡς ἐκ τοῦ σέσιγα μέσου παρακειμένου, οὗ θέμα τὸσίζω κείμενον ἐν Ὀδυσσείᾳ. εἰ δὲ καὶ ὁ τοῦ αὐτοῦ θέματος ἐνεργητικὸς παρακείμενος ὁ σέσιχα παράγει τὸ σιχός, ὁ ἀπόπτυστος, καὶ πλεονασμῷ τοῦ κάππασικχός, κατὰ τὸ βάζω βέβαχα βάχος καὶ βάκχος, εἴη ἂν καὶ αὐτὸ εὔλογον. Δῆλον δ' ὅτι ἐκ τοῦ σικχός καὶ ῥῆμά ἐστι σικχάζω.] (ῃ. 431 ς.) Ὅτι ἐν ἄλλοις μὲν ἡ τῶν πολεμικῶν ὅπλων λαμπρότης πλείονος λόγου ὕλη γίνεται τῷ ποιητῇ, ἐνταῦθα δέ, οὕτω δόξαν αὐτῷ, ἀρκεῖται περὶ τῶν Ἀχαιῶν εἰπὼν μόνον τὸ» ἀμφὶ δὲ πᾶσι τεύχεα ποικίλα ἔλαμπεν». (ῃ. 433– 6) Ὅτι σεμνύνας τοὺςἝλληνας ἐπὶ εὐταξίᾳ διὰ τὴν ῥηθεῖσαν σιγὴν εὐθὺς ἐκ τοῦ ἐναντίου ὑπογράφειτὸν κατὰ Τρῶας πολὺν θόρυβον παραβολικῶς, οὐ κατὰ γεράνους, ὡς πρὸτούτων, ἀλλὰ κατὰ συχνὰ ποίμνια γινόμενον, εἰπών· «Τρῶες δ' ὥς τ' ὄϊεςπολυπάμμονος ἀνδρὸς ἐν αὐλῇ μυρίαι ἑστήκωσιν ἀμελγόμεναι γάλα λευκόν, ἀζηχές», ὅ ἐστι συνεχές, «μεμακυῖαι, ἀκούουσαι ὄπα ἀρνῶν», ὃ δὴ καὶ αἴτιοναὐταῖς τοῦ πολλὰ μηκᾶσθαι, «ὣς Τρώων ἀλαλητὸς ἀνὰ στρατὸν εὐρὺν ὀρώρει». ἴσως δὲ τῷ ὀνόματι τῶν ὀΐων καὶ τῶν ἀρνῶν καὶ τὰς αἶγας νῦν καὶ τοὺς ἐρίφουςσυννοητέον. Ὅρα δέ, ὅτι τε ἀγροικικὴν ἡ παραβολὴ ὡς ἐκ παρέργου περιέχειἱστορίαν καὶ ὅτι ἀκαταλλήλως ἐν αὐτῇ ἔχει πρὸς τὴν ἀπόδοσιν ἡ σύνταξις τῆςἀρχῆς. ἄρχεται μὲν γὰρ κατὰ εὐθεῖαν, ἀποδίδοται δὲ κατὰ γενικήν, οἷον· Τρῶες δὲ ὡς ὄϊες μηκῶνται, οὕτω Τρώων ἀλαλητὸς ὀρώρει, ὡς δῆθεν ταὐτὸνὂν Τρῶες εἰπεῖν καὶ Τρώων ἀλαλητός. τινὲς δὲ ἀσύντακτον μεῖναί φασι τὸ» Τρῶες δὲ ὥστ' ὄϊες». οὐ γὰρ ἔχει ἀπόδοσιν. καὶ ἔστιν οὕτω πάνυ καινοπρεπὲςτὸ σχῆμα. ἠδύνατο μὲν γὰρ ὁ ποιητὴς συνήθως ἀποδοῦναι τὴν παραβολήν, ὡςκαὶ ἤρξατο, καὶ εἰπεῖν ἐν τῇ ἀποδόσει, ὅτι ὧς Τρῶες ἐποίουν τάδε τινά, ἢ καὶἄλλως γράψαι κατὰ τὴν ἀρχήν «Τρώων δὲ ὥστ' ὄϊες» καὶ ἑξῆς, ἵνα ἦν ὁμοιόπτωτος τῇ ἀποδόσει καὶ ἡ ἀρχή. ὁ δὲ οὐκ ἠθέλησεν, ἀλλὰ οἷον συνεβαρβάρισεκαὶ αὐτὸς τῷ Τρωϊκῷ ἀλαλητῷ. (ῃ. 433) Πολυπάμμονα δὲ τὸν πολυκτήμοναλέγει. πάμματα γὰρ παρὰ Δωριεῦσι τὰ κτήματα καὶ πάσασθαι τὸ κτήσασθαι, ὅθεν καὶ τὸ πῶϋ καὶ πηός, ὁ κτητὸς ἐξ ἀγχιστείας συγγενής. Σκοπητέον δέ, εἰ Δώριον τὸ πάμμα καὶ ὁ πολυπάμμων, πῶς ἐν αὐτοῖς διπλάζεται τὸ ἀμετάβολον. οὐ γὰρ Δωριέων τοῦτο, παρ' οἷς τὸ σχῆμα καὶ βῆμα σχᾶμα καὶ βᾶμαλεγόμενα οὐ διπλάζουσι τὸ μῦ. ἴσως οὖν καὶ Αἰολέων τὰ ῥηθέντα εἰσίν, ὑφ' ὧν διπλοῦνται τὰ σύμφωνα παρὰ τὴν πολλὴν συνήθειαν. ὅτι δὲ καὶ οἱ χωριτικώτεροι τῶν ἄρτι κτήματά φασι τὰ τετράποδα, οἴδασιν οἱ ὁμιλοῦντες αὐτοῖς. (ῃ. 435) Τὸ δὲ ἀζηχές ἐκ τοῦ ἀδιεχές γίνεται, ὃ ἐναντίον ἐστὶ τῷ συνεχεῖ, ἀποβολῇ τοῦ ˉι καὶ τροπῇ συνήθει τοῦ ˉδ εἰς ˉζ καὶ τοῦ ˉε εἰς ˉη, ὡς δηλοῦται καὶἐν τοῖς εἰς τὴν Ὀδύσσειαν. Τὸ δὲ μεμακυῖαι γίνεται μὲν ἀπὸ τοῦ μηκῶ μηκήσω, δοκεῖ δὲ συγκεκόφθαι ἀπὸ τοῦ ἐκεῖθεν γινομένου δυσεκφωνήτου παρακειμένου. Ἰστέον δέ, ὡς Ὁμήρου ἐπὶ ὀΐων τιθέντος τὴν τοιαύτην λέξιν, οἱ μεθ' Ὅμηρονἐπὶ αἰγῶν μὲν εἵλοντο λέγειν τὸ μηκᾶσθαι, ταῖς οἰσὶ δὲ ἀπεκλήρωσαν τὸβληχᾶσθαι. εἴποι δ' ἄν τις καί, ὅτι φαίνεται κατὰ σχῆμα συντομίας ἐνταῦθαῥηθῆναι τὸ μηκᾶσθαι εἰς δεῖγμα τοῦ καὶ τὰς αἶγας νῦν συνεπινοεῖσθαι καὶ τοὺςἐξ αὐτῶν ἐρίφους διὰ τὸ δοκεῖν τὸ μηκᾶσθαι ἐπὶ αἰγῶν κυριολεκτεῖσθαι, ὡςεἴρηται, ἵνα ᾖ ὅμοιον τῷ «ἵπποι βουκολοῦνται». ὡς γὰρ ἂν τοῦτο συμβιβάζοιτοεἰς νοῦν, οὕτω καὶ τὸ «ὄϊς μηκῶνται». (ῃ. 436) Ὁ δὲ πολλαχοῦ δηλούμενοςἀλαλητός προσεταιρίζεται καὶ τὴν τραγῳδικὴν ἀλαλήν, οἷον «ἀλαλαῖςαἰαγμάτων». ἴσως δὲ ἀπ' αὐτῆς τὸ ἀλαλάζειν καὶ ὁ ἐκεῖθεν ἀλαλαγμός. Τὸ δέ» ἀνὰ στρατὸν εὐρύν» αἰτιολογεῖ τὸν πολὺν Τρωϊκὸν ἀλαλητόν. ὁ γὰρ πολὺςστρατὸς ἀκόσμως ἔχων καὶ πολὺν ἀπετέλει θόρυβον, οὗ τὴν αἰτίαν ἀριδηλότερονὁ ποιητὴς ἀποδιδούς φησι· (ῃ. 437 ς.) «Οὐ γὰρ πάντων ἦεν ὁμὸς θρόος οὐδ' ἴαγῆρυς, ἀλλὰ γλῶσσ' ἐμέμικτο, πολύκλητοι δ' ἔσαν ἄνδρες», ἤγουν ἐκ πολλῶνσυγκληθέντες γλωσσῶν. οἱ γὰρ Ἕλληνες ὡς ὁμόγλωσσοι, οὐ πολύκλητοι, βραχύ τι κατὰ τὰς διαλέκτους διαφέροντες καὶ οὐδὲ τοῖς τόποις πολυσπερέεςκαὶ πάνυ μακρὰν διεστῶτες. Τοῦ δὲ θρόος προϋπόκειται ῥῆμα τὸ θρέω, ἤγουνσὺν θορύβῳ βοῶ ἢ λαλῶ, οἷον «πάθεα θρεομένης» καὶ «θρεομένη σαυτῇ κακά». ἐκ δὲ τοῦ θρόος συνῄρηται ὁ θροῦς, ἐξ αὐτῶν δὲ ὁ ἀθρόος καὶ ὁ ἄθρους. Τὸ δέ» γλῶσσ' ἐμέμικτο» ἢ πληθυντικῶς νοητέον ἀντὶ τοῦ γλῶσσαι πολλαὶ μεμιγμέναιἦσαν, ὡς τῆς ˉαˉι διφθόγγου ἐκθλιβείσης, ἵνα ᾖ τὸ πλῆρες, ὅτι γλῶσσαι ἐμέμικτο, ὁποῖον ἀλλαχοῦ τὸ «κνῆμαι παλάσσετο» ἑνικοῦ ῥήματος ἐπαγομένου πληθυντικῷ ὀνόματι, ᾧ δὴ σχήματι πλεονάζει μάλιστα ὁ Πίνδαρος, ἢ καὶ ἄλλωςλόγῳ προσηγορίας ἑνικῶς ῥητέον «γλῶσσα ἐμέμικτο», καθὰ δηλοῖ Ὅμηρος τὸτοιοῦτον νόημα παραφράζων ἐν τῇ Βοιωτίᾳ, ἔνθα φησὶν οὕτω· «πολλοὶ γὰρκατὰ ἄστυ μέγα Πριάμου ἐπίκουροι, ἄλλη δ' ἄλλων γλῶσσα πολυσπερέωνἀνθρώπων». οἷος δὲ ὁ θροῦς τῶν διαφόρων γλωσσῶν, ἴσασιν οἱ πεπειραμένοι, παρ' οἷς ἔγνωσται καὶ ὡς τὸ τῶν ὁμογλώσσων ἀνάρμοστον, ὅτε διαφόροιςμερίζονται γνώμαις, παραβολῆς δέεται Ὁμηρικῆς παριστώσης ἐναργῶς, ἡλίκον κλάζουσιν. Ἐνταῦθα δὲ νοητέον καί, ὅτι, κἂν ὁ ποιητὴς σιωπᾷ, ὅμως τὸπρᾶγμα νοεῖν δίδωσιν, ὡς οἱ Τρῶες ἐν τῷ δημηγορεῖν ὑποβολεῦσιν ἐχρῶντο, ὅἐστιν ἑρμηνεῦσιν. οὐ γὰρ αἱ, ὡς ἐρρέθη, μεμιγμέναι γλῶσσαι συνιέναι ἄλλωςεἶχον τῆς τοῦ Ἕκτορος τυχὸν ἢ Ἀντήνορος ἐν κοινῷ δημηγορίας. (ῃ. 439) Ὅτι τοὺς μὲν Ἕλληνας Ἀθηνᾶ ὀτρύνει εἰς μάχην, Ἄρης δὲ τοὺς Τρῶαςθυμὸς δηλαδὴ ἄλογος. προϊὼν δὲ λέγει, ὅτι καὶ Ἀπόλλων ἐρεθίζει τοὺς Τρῶας. πρὸς αὐτῶν γὰρ ἦν ἔτι τὸ εἱμαρμένον, οὗπέρ ἐστι δηλωτικὸς ὁ Ἀπόλλων, ὡςπολλαχοῦ φαίνεται. (ῃ. 440 ς.) Συμπαραμίγνυσι δὲ Ὅμηρος τῷ Ἄρει καὶ τῇ Ἀθηνᾷ τόν τε Δεῖμον τόν τε Φόβον, κακὰ δὴ ταῦτα πολέμῳ φίλα, ἔτι δὲ καὶ τὴνἜριν, ἧς ἄνευ οὐκ ἄν ποτε συσταίη πόλεμος. φησὶ γάρ· «Δεῖμός τ' ἠδὲ Φόβοςκαὶ Ἔρις ἄμοτον μεμαυῖα, Ἄρεος ἀνδροφόνοιο κασιγνήτη ἑτάρη τε». [(ῃ. 440) Ἰστέον δέ, ὅτι, καθὰ ὁ φίλος καὶ ὁ δαήρ καὶ ἄλλα διάφορα, οὕτω καὶ ὁ Ἄρης ἀλογίστῳ συστολῇ κατὰ τοὺς παλαιοὺς ὑποπίπτει, ὡς δῆλον μάλιστα ἐκ τοῦ» Ἆρες Ἄρες βροτολοιγέ», ὃ καὶ ἐν Ὀδυσσείᾳ δηλοῦται.] καὶ ὅτι, εἰ καί τινεςἵππους Ἄρεος τὸν Δεῖμόν φασι καὶ τὸν Φόβον, ἀλλ' ἐνταῦθα θεράποντεςαὐτοὶ καὶ ὀπαδοὶ φαίνονται Ἄρεος. ἔστι δὲ δεῖμος μὲν τὸ δεδιέναι, φόβος δὲἡ φυγή. Ἄμοτον δὲ ὅτι τὸ τέλειον λέγεται καὶ πλῆρες ὡς ἐκ μεταφορᾶς τραυμάτων μηκέτι δεομένων μότου, πολλαχοῦ περιλαλεῖται. (ῃ. 441– 5) Ὅτι τὴνἜριν, ἣν κασιγνήτην Ἄρεος ἔφη καὶ ἑταίραν τά τε ἄλλα καί, διότι δὲ ὡς τὰ πολλὰ ἡ Ἔρις ἐπιταθεῖσα εἰς πόλεμον καταστρέφει, πλάττει καὶ ὡς δαιμόνιόντι τεράστιον, λέγων ὡς «ὀλίγη μὲν πρῶτα κορύσσεται, αὐτὰρ ἔπειτα» προσαυξανομένη «οὐρανῷ ἐστήριξε κάρη καὶ ἐπὶ χθονὶ βαίνει». Αἰνίττεται δὲ διὰτούτων τὸ τῆς ἔριδος ἴδιον. μικρᾶς γὰρ πολλάκις εἰς ἔριν προϋπαρξάσης αἰτίας, ἀκρίδος τυχὸν ἢ πέρδικος κατὰ τὰς ἱστορίας (γυναικὸς γὰρ εἰπεῖν ἢ τοιούτουτινὸς πλείων ὁ λόγος) μέγιστος ἐκεῖθεν ἐκκορυφοῦται αὐξόμενος πόλεμος καί, κατὰ τὸν ποιητὴν εἰπεῖν, «ὀφέλλει στόνον ἀνδρῶν», ὅτε δὴ οἱ μὲν μαχόμενοι ἐπὶγῆς εἰσιν, ἡ βοὴ δὲ οὐρανὸν ἷκεν. ὁ γοῦν Τρωϊκὸς πόλεμος ἀφορμὴν μὲν ἔχειμικράν, τὴν Ἑλένην, αὐτὸς δὲ ἡλίκος γέγονεν, οὐδεὶς ἀγνοεῖ. (ῃ. 441) Τὸ δέ» κασιγνήτη ἑτάρη τε» διδάσκει μὴ ἀεὶ τοὺς ἀδελφοὺς ἐξ ἀνάγκης καὶ φίλουςεἶναι. ἐπίτασις γοῦν ἀδελφικῆς φιλίας καὶ ὁμονοίας τὸ ἑταῖρος. (ῃ. 443) Τὸ δέ «οὐρανῷ ἐστήριξε κάρη» στρυφνῶς πέφρασται ἀντὶ τοῦ «ἕως εἰς οὐρανὸνἐλθοῦσα οὐ δύναται ὑπεραναβῆναι». Ἰστέον δέ, ὅτι Ὅμηρος μὲν εἰπών, ὡς Ἔριςοὐρανῷ ἐστήριξε κάρη, ἐντελῶς ἅμα καὶ ἀσφαλῶς ἔφρασεν. Εὐριπίδης δὲ ἐν τῷ» κῦμα οὐρανῷ στηρίζον» ὑπερβολικῶς τε ἔφη κατὰ ἀφέλειαν τοῦ λαλοῦντοςπροσώπου καὶ οὐδὲ ἀνελλιπῶς, εἰ μή τις τὸ στηρίζον ἀντὶ τοῦ ἐγγίζον εἴπῃ καὶστηριζόμενον. [Δῆλον δ' ὅτι ἡ Ἔρις οὐρανῷ στηρίζει κάρη ἤ, ὅτε ἡ κατ' αὐτὴν ἀϋτὴ οὐρανὸν ἵκει καθ' Ὅμηρον, ἢ καὶ ἄλλως ἀλληγορικῶς οἱ ἐρίζοντεςεἰς οὐρανὸν ἀφορῶσι καὶ τὰς ἐκεῖ διοσημίας ἐπισκοποῦνται καὶ τὰ ἐκ Διὸς τέρατα.] (ῃ. 444) Ὅτι τὸ ἔργον τῆς εἰρημένης κατὰ πόλεμον Ἔριδος ὑποδηλῶν φησιν· «ἣ καὶ τότε νεῖκος ὁμοίϊον ἔμβαλε μέσσῳ ἐρχομένη καθ' ὅμιλον, ὀφέλλουσαστόνον ἀνδρῶν». ὅτι δὲ τὸ ὁμοίϊον ἐπὶ κακοῦ κεῖται, προγέγραπται. (ῃ. 446– 51) Ὅτι ἐκφράζων ὁ ποιητὴς συμβολὴν πολέμου λέγει· «οἳ δ' ὅτε δὴ ἐς χῶρονἕνα ξυνιόντες ἵκοντο, σύν ῥ' ἔβαλον ῥινούς, σὺν δ' ἔγχεα καὶ μένε' ἀνδρῶνχαλκεοθωρήκων, ἀτὰρ ἀσπίδες ὀμφαλόεσσαι ἔπληντ' ἀλλήλλῃσι, πολὺς δ' ὀρυμαγδὸς ὀρώρει. ἔνθα δ' ἅμ' οἰμωγή τε καὶ εὐχωλὴ πέλεν ἀνδρῶν ὀλλύντων τεκαὶ ὀλλυμένων», ὃ καὶ ἀλλαχοῦ κεῖται, «ῥέε δ' αἵματι γαῖα», ἀντὶ τοῦ ἐρρέετο, ἢ καὶ ἄλλως, ἐνεργητικῶς πρὸς ὁμοιότητα τοῦ «ἔρρεε δακρύοις ὁ ὀφθαλμός», ὅπερ ἐν τῷ Περὶ προνοίας φησὶν Αἰλιανός. ἔχει δέ τι ὅμοιον τοῦτο καὶπρὸς τὸ λέγειν ἀνακεχωρηκότα τόπον τὸν ἔρημον καὶ ἥσυχον. ὡς γὰρ τόπος ἀναχωρεῖν λέγεται, οὕτω καὶ γῆ ῥέειν, ἄμφω δηλαδὴ οὐ καθ' αὑτό, ἀλλὰ δι' ἕτερον. ἔτι δὲ ὁμοιοῦταί πως καὶ πρὸς τὸ κινεῖσθαι τὸ λήϊον ἀσταχύεσι καὶ φρίσσειντὴν μάχην δόρασι. (ῃ. 449) Σημείωσαι δέ, ὅτι τὸ «ἀσπίδες ἔπληντο ἀλλήλαις», τουτέστιν ἐπλησίασαν, ἐφερμηνευτικόν ἐστι τοῦ συνέβαλον ῥινούς. ἐκεῖνο γὰρ ἀσαφὲς ἦν, ἐκ δὲ τούτου ἐνάγεταί τις νοεῖν, ὅτι καὶ τὸ συνέβαλονἔγχεα καὶ μένεα ἀνδρῶν τὴν ἐγγύτητα δηλοῖ τῶν ἐγχέων καὶ τῶν ἀνδρῶν, οἳπερὶ ἕνα τόπον, συνῆλθον. (ῃ. 447) Μένεα γὰρ ἀνδρῶν νῦν οἱ ἄνδρες κατὰ περίφρασιν. ἐκ δὲ τοῦ συνέβαλον ἡ πολεμικὴ παρῆκται συμβολή. Ῥινοὺς δὲ τὰςἀσπίδας εἶπεν ἐκ μέρους, ἐπεὶ οὐκ ἔστιν ἀσπὶς ῥινοῦ ἄνευ, ὅ ἐστι δέρματος, εἰμὴ ἄρα τις τὰς πλεκτὰς ἢ τὰς λινέας ἢ τὴν τοῦ Ἀχιλλέως ἐρεῖ. [Ὅρα δέ, ὅτι ἐν μὲν τῷ «σύν ῥ' ἔβαλον ῥινούς» ἀναγκαίως κεῖται ὁ ˉῥˉα σύνδεσμος, ἵνα ἡκεφαλὴ οὕτω μηκυνθῇ τοῦ στίχου. ἐν δὲ τῷ πρὸ αὐτοῦ «οἳ δ' ὅτε δή ῥ' ἐςχῶρον» περιττῶς ἔπεσε διὰ μόνον φίλον τῷ ποιητῇ ῥοῖζον.] (ῃ. 448) Τὸ δὲχαλκεοθωρήκων ἔοικε πρὸς διαστολὴν ἑτεροίων τινῶν εἰρῆσθαι θωράκων, ὡςδῆλον καὶ ἐκ τῶν ἐν διαφόροις ἱστορίαις λινοθωράκων. Ὀμφαλοὶ δὲ ἀσπίδοςβοῦλλαί τινες εἰς κόσμον ἐπικείμεναι καὶ μάλιστα περὶ τὸ μέσον, ὅθεν καὶεἴρηνται καθ' ὁμοιότητά τινα τοῦ ζωϊκοῦ ὀμφαλοῦ. (ῃ. 449) Τὸ δὲ ὀρυμαγδόςκαὶ νῦν ἐν τῇ παραληγούσῃ ἔχει τὸ ˉγ διὰ μέτρον. ὡς ἐπὶ πολὺ μέντοι διὰδακτύλου ἀπαρτισμὸν ἐν τῇ προπαραληγούσῃ τίθεται. ὠνοματοπεποίηται δὲ καὶαὐτό. (ῃ. 450) Εὐχωλὴ δὲ ἢ ἐντυχία πρὸς τὸ θεῖον ἢ μάλιστα, ὡς καὶ προεγράφη, καύχημα, ὡς τῶν μὲν ὀλλυμένων οἰμωζόντων, τῶν δὲ ὀλλύντων ἐπικαυχωμένωντοῖς πίπτουσιν. Ἐν δὲ τῷ «οἰμωγή τε καὶ εὐχωλή» καὶ ἑξῆς, ὡς καὶ προδεδήλωται, ἦν μὲν ἂν κατὰ φύσιν ἡ σύνταξις, συγκειμένων τῶν ὀλλύντων μὲν τῇεὐχῇ, τῶν ὀλλυμένων δὲ τῇ οἰμωγῇ. Ὅμηρος δὲ ἀλληνάλλως τάξας καινότερονἔγραψεν, ἰδίᾳ μὲν θέμενος ὁμοῦ τὰ ὀνόματα, ἰδίᾳ δὲ τὰς μετοχάς, καὶ τῷδευτέρῳ συνεχίσας τὴν οἰκείαν μετοχήν, εἶτα καὶ τὴν τοῦ πρώτου ἀποδεδωκώς, ὁποῖα καὶ ἄλλα πολλὰ εὕρηνται, ὡς ἐν τῇ γʹ ῥαψῳδίᾳ πλατύτερον παρεσημάνθη. τοιούτου δέ τινος τύπου καὶ τὸ «πικρία καὶ γλυκύτης μέλιτός τε καὶ ἀψινθίου». ἡ γὰρ γλυκύτης τῷ μέλιτι συγκειμένη συνεχῆ πως τὸν λόγον ποιεῖ. (ῃ. 452– 6) Ὅτι ἐπαινεῖται καὶ ἡ κατὰ τὴν μισγάγκειαν ἐνταῦθα παραβολὴ ἀφορμὴνμὲν σχοῦσα τὸ ἐς χῶρον ἕνα ξυνελθεῖν τοὺς πολεμίους καὶ συμβαλεῖν, ὡςἐρρέθη, τοιαύτη δὲ οὖσα· «ὡς δ' ὅτε χείμαρροι ποταμοὶ κατ' ὄρεσφι ῥέοντες ἐςμισγάγκειαν συμβάλλετον ὄβριμον ὕδωρ κρουνῶν ἐκ μεγάλων κοίλης ἔντοσθεχαράδρης, τῶν δέ τε τηλόσε δοῦπον ἐν οὔρεσιν ἔκλυε ποιμήν, ὣς τῶν μισγομένων γένετ' ἰαχή τε φόβος τε». καί φασιν οἱ παλαιοί, ὡς ἐπεὶ ὁ τοῦ πολέμουὅμαδος ἦχός ἐστιν ἔχων ὅπλα κτυποῦντα, ἀλαλαγμοὺς ἀνδρῶν, ἵππων φριμαγμούς, βοάς, εὐχάς, οἰμωγάς, εἰκότως καὶ ταύτην οὕτω τὴν παραβολὴν διεσκεύασεν ὁ ποιητὴς τραχύνων αὐτὴν ὀνοματοποιΐαις καὶ συναπειλῶν τῷ ῥεύματι. διὰ τοῦτο οὐδὲ ἀένναον παρείληφε ποταμόν, ἀλλὰ χείμαρρον διὰ τὸ τραχύτεροντῆς βοῆς. (ῃ. 452) Ἰστέον δέ, ὅτι γενικὸν μὲν ὄνομα τὸ ποταμοί, εἰδικὸν δὲ τὸχείμαρροι, καὶ ὅτι τὸ χείμαρροι, ὡς ἐν τοῖς Ἀπίωνος καὶ Ἡροδώρου φέρεται, Πτολεμαῖος μὲν ὁ Ἀσκαλωνίτης παροξύνει ὡς ἀπὸ τοῦ χειμάρρους, ἵνα φέρῃ τὸν τόνον τῆς ἑνικῆς εὐθείας, Νικίας δὲ προπαροξύνει πιθανώτερον ἐκ τοῦχειμάρροος, ἵνα ἔχῃ συγκοπὴν ἐκ τοῦ χειμάρροοι. λέγουσι δὲ ἐκεῖνοι, ὅτιὍμηρος τὰ τοιαῦτα ἑνικὸν ἐντελέστερον οἶδε προφερόμενα, οἷον «Ἑλλήσποντος ἀγάρροος» καὶ «στήῃ ἐπ' ὠκυρρόῳ ποταμῷ» καὶ «ἐς ποταμὸν εἰλεῦντα βαθύρροον». σπανίως δὲ καὶ τὸ συνηλειμμένον «χειμάρρους κατ' ὄρεσφι» καὶ «πλήθοντι ἐοικὼς χειμάρρῳ». τὸ μέντοι ἁπλοῦν ἀεὶ ἐντελῶς· «ὤθει δ' ἐν σάκεϊπίπτων ῥόος». [καὶ τοιαῦτα μὲν αὐτοί. Ὁ δὲ Ἡρωδιανὸς ἑτεροῖόν τι λέγει, ἐν οἷς φησιν, ὅτι χειμάρρους ῥητέον σὺν τῷ ˉυ, ἀλλ' οὐχ' ὥς τινες χείμαρρος. τὰ γὰρ εἰςˉοˉυˉς ἁπλᾶ κατὰ τὴν σύνταξιν φυλάσσει τὸ ˉυ, οἷον νοῦς σύννους, ὀδοὺς τριόδους, ποὺς τρίπους. οὕτω γοῦν καὶ ῥοὺς χειμάρρους. Ὅμηρος «χειμάρρους κατ' ὄρεσφι». καὶ πάλιν· χειμάρροοι, ἀλλ' οὐ χείμαρροι, ὡς οἱ πολλοί φασιν. ὡςγὰρ ἀπὸ τοῦ Ἀλκίνους Ἀλκίνοοι, οὕτω καὶ ἀπὸ τοῦ χειμάρρους χειμάρροοι.] Ἰστέον δὲ καί, ὅτι ἀπὸ τοῦ πλεονάζοντος λέγεται ὁ χείμαρρος. κἂν γὰρ μὴ ἐνχειμῶνι ῥέῃ, ὅμως χείμαρρος καλεῖται, ὡς τὰ πολλὰ ἐν καιρῷ χείματος ῥέων. καὶ ὅτι, ὁπηνίκα λέγομεν χείμαρρον, ἐλλιπῶς λέγομεν. τὸ γὰρ τέλειον ποταμὸςχείμαρρος. Ὅτι δὲ τὸ χειμάρρους ἐντελέστερόν ἐστι τοῦ χείμαρρος, δηλοῖ καὶἩρωδιανὸς εἰπὼν τὰ προσεχῶς εἰρημένα. δῆλον δ' ὅτι χειμάρρους ποτὲ καὶ ὁτόπος λέγεται, κἂν ξηρὸς ᾖ, ὁ σχών ποτε τοιοῦτον ποταμόν. δύο δὲ χείμαρροιἐνταῦθα λαμβάνονται πρὸς ὁμοιότητα τῶν δύο στρατευμάτων, ὡς δῆλον ἐκ τοῦσυμβάλλετον, δυϊκοῦ ῥήματος. Τὸ δέ «κατ' ὄρεσφι ῥέοντες» τὸ πολὺ διασαφεῖτῆς ἰαχῆς τῶν στρατευμάτων. πάντως γὰρ πλείων ἦχος ὁ τῶν ἐξ ὄρους καταρρεόντων χειμάρρων ἤπερ ὁ τῶν διὰ πεδιάδος τρεχόντων. οὕτω δὲ καὶ τὸ» κρουνῶν ἐκ μεγάλων» ἔνδειξιν ἔχει τῆς κατὰ τὴν ῥηθεῖσαν μισγάγκειαν πολλῆςἰαχῆς. τοιαύτη γὰρ εἴη ἂν ἡ μὴ ἐκ μικρῶν κρουνῶν, ἀλλ' ἀνάπαλιν, οἳ γίνονταιπαρὰ τὸ κρότῳ ἢ κρουσμῷ νάειν ἤγουν ῥέειν. (ῃ. 453) Ἄγκος δὲ διὰ τοῦ ˉκ ὁβαθὺς καὶ φαραγγώδης καὶ κοῖλος τόπος παρὰ τὸ ἀνακεῖσθαι. τὸ γὰρ ὑψηλὸνοὐκ ἀνάκειται ὑπτιάζον, ἀλλ' ὑπερανίσταται. ὅθεν ἑρμηνεύων ὁ ποιητὴςἐπάγει· «κοίλης ἔντοσθε χαράδρης». ἐὰν δὲ εἰς τοιοῦτον ἄγκος πολλὰ λωσιν ὕδατα, μισγάγκεια τὸ τοιοῦτον λέγεται. Ὠνοματοπεποίηται δὲ οὐμόνον τὸ ῥέειν καὶ ὁ κρουνός καὶ ὁ δοῦπος καὶ τὸ ὄβριμον [καὶ τὸ χαράσσειν, ἐξ οὗ καὶ ἡ χαράδρα, ἴσως δὲ καὶ ὁ χαραδριός,] ἀλλὰ καὶ τὸ μίσγεσθαι, ὃ λέγεταικυρίως ἐπὶ ὑδάτων. ὅθεν καὶ μισγάγκεια ἡ τούτων σύρροια, ὥσπερ ἐπὶ στρατοῦκυριολεκτεῖται τὸ συμβάλλειν καὶ τὸ ἐξ αὐτοῦ ὄνομα ἡ συμβολή, εἰ καὶὍμηρος ἐνήλλαξεν αὐτά, ἐπὶ μὲν χειμάρρων εἰπών· «ἐς μισγάγκειαν συμβάλλετον ὕδωρ», ἐπὶ δὲ ἀνδρῶν «ὣς τῶν μισγομένων», ποιήσας οὕτως, ἵνα δείξῃ τὴντῶν παραβολῶν πολλὴν ὁμοιότητα. Ὅτι δὲ τὸ συμβάλλειν κυρία λέξις ἐστὶνἐπὶ ὑδάτων μίξεως, δηλοῦσι μέχρι καὶ νῦν πολλοὶ τῶν πάλαι ποτὲ σοφῶνἙλλήνων, παρ' οἷς ἡ τῶν ὑδάτων σύρροια συμβολὴ λέγεται, βαρβαριζομένημὲν [κατ' ἐκείνους εἰπεῖν εἰς σουβάλλαν,] παραλαλοῦσα δὲ καὶ οὕτως, ὃβούλεται. Ὅρα δὲ καί, ὅτι τὸ ὄβριμον καὶ ἐπὶ ὕδατος τίθεται, ὡς καὶ ἐπὶ ἔγχους, καὶ ὅτι τὸ ὕδωρ καὶ ἐνταῦθα ἐκτείνει τὸ δίχρονον, ἀλλαχοῦ δὲ καὶ συστέλλεται, (ῃ. 454) καὶ ὅτι κρουνοὶ αἱ τῶν χειμάρρων ἀρχαί, ὥσπερ πηγαὶ αἱ τῶν ἀεννάων, καὶ ὅτι χαράδρα κυρίως ἐπὶ χειμάρρου, ὃς ῥέων χαράττει δραστηρίως τὴν γῆν, ἐπὶ δὲ ἀεννάου ἴσως οὐ πάνυ κυριολεκτηθήσεται, καὶ ὅτι μυριαχοῦ ὁ ποιητὴςεἰωθὼς περιττά τινα πολυμαθίας χάριν ἐμβάλλειν ταῖς παραβολαῖς, τοῦτο καὶἐνταῦθα πεποίηκεν (ῃ. 455) εἰπών, ὅτι τῶν χειμάρρων τηλόσε δοῦπον ἔκλυεποιμήν. τοῦτο γὰρ περιττῶς οὕτω παρέρριπται εἰς οὐδὲν ἄλλο χρήσιμον ὂν τῇπαραβολῇ ἀλλ' ἢ μόνον εἰς τὸ διδάξαι, ὡς τὰ τοιαῦτα τοῖς ποιμέσι μάλιστά εἰσιγνώριμα, οὐ τοῖς ἀστικοῖς. τῷ δὲ τοῦ ποιμένος νῦν ὀνόματι ἔστι καὶ τὸν αἰπόλονσυννοεῖν, εἰ μὴ ἄρα τις εἴποι, ὅτι ποιμένων μὲν τὰ κοῖλα, αἰπόλων δὲ τὰὑψηλά. συνεισάγεται δὲ καὶ συφορβός, εἴγε χείμαρρος καὶ αὐτόν ποτε παρασύρων φθείρει, ὡς ἀλλαχοῦ ἐρεῖ ἡ ποίησις. (ῃ. 456) Ἐν δὲ τῷ «ἰαχή τε φόβος τε» δοκεῖ παρέλκειν ἡ προσθήκη τοῦ φόβου, ὅ ἐστι τῆς φυγῆς. ἡ γὰρ παραβολὴ πρὸςμόνην τὴν ἰαχήν, οὐ μὴν καὶ πρὸς τὴν φυγὴν τοῦ λαοῦ, εἰ μὴ ἄρα καὶ ὁ φόβοςπρὸς ἔνδειξιν κεῖται τῆς κατ' αὐτὸν ἰαχῆς. (ῃ. 457) Ὅτι Ἀντίλοχος, ὁ τοῦ τακτικωτάτου Νέστορος υἱός, εἰ καὶ νεώτατός ἐστιν, ἀλλὰ βαλὼν πρῶτοςΤρώων ἕλεν ἄνδρα κορυστήν, ἀπ' ἐλάσσονος ἀρξαμένου τοῦ ποιητοῦ, ὁποῖα τὰ τῆς τύχης, ὃς καὶ τῆς μεγάλης μάχης τῆς καθ' ὁμίλους τὸ ἔλαττον, ἤγουν τὴν μονομαχίαν, προέταξε. καὶ ἄλλως δὲ τοῦτο μάχης ἴδιον, τὸ ὀλίγην τὰπρῶτα κορύσσεσθαι, ὡς πρὸ ὀλίγου ἐλέγετο. τάχα δὲ καὶ ζηλοῖ ὁ Ἀντίλοχοςθεατὴν ἔχων πατέρα τὸν εἰπόντα, ὅτι πρῶτος ἐγὼν ἕλον ἄνδρα. παραδέδοται δὲκαὶ ὀξὺς εἶναι ἐν τοῖς καιρίοις ὁ Ἀντίλοχος, καὶ ἐν Ὀδυσσείᾳ δὲ ὁ πατὴρ αὐτὸν ἐπαινεῖ ὡς καὶ ἀγαθὸν πολεμιστὴν καὶ ὡς θέειν ταχύν. ἔστι δὲ καὶ ἑτέρωςεἰπεῖν, ὅτι ὁ ποιητὴς μὴ ἔχων ποιεῖν ἀριστεύοντα τὸν Νέστορα, τὸν ἄριστατάξαντα τὸ οἰκεῖον στράτευμα, τῷ υἱῷ αὐτοῦ δίδωσι τὸ πρῶτον ἀρίστευμαἀντὶ τοῦ πατρός, τῇ ἀρίστῃ τακτικῇ τὸ πρωτόλειον δούς. Ὅρα δὲ καί, ὅτιπρῶτοι τῆς ἀριστείας ἄρχονται οἱ παρασπονδηθέντες Ἀχαιοί. τὸν δὲ ῥηθέντακορυστὴν ἐσθλὸν ὁ ποιητὴς ἱστορεῖ σεμνύνων τὸν ἐπ' αὐτῷ ἀριστέα Νεστορίδην, ἐκτιθεὶς αὐτοῦ καὶ πατέρα Θαλύσιον. (ῃ. 458) Φησὶ γάρ· «κορυστὴν ἐσθλὸν Θαλυσιάδην Ἐχέπωλον» οὗ Θαλύσιος ὁ πατήρ, παρωνύμως τοῖς ἑορταστικοῖς θαλυσίοις, ὧν ἐν τοῖς ἑξῆς μνημονεύσει ὁ ποιητής, ὃς πρὸς πλείω πιθανότηταλέγει καὶ τὸν τρόπον τοῦ ἀριστεύματος, (ῃ. 459– 61) ὅτι δηλαδὴ ἔβαλεν Ἀντίλοχος κόρυθος φάλον ἱπποδασείης, ἐν δὲ τῷ μετώπῳ πῆξεν, ἔνθα δηλαδὴ ὁφάλος ἔκειτο· πέρησε δ' ἂρ ὀστέον εἴσω, ἤγουν εἰς τὸ ὀστέον ἢ ἔσω εἰς τὸὀστέον, αἰχμὴ χαλκείη, τὸν δὲ σκότος ὄσσε κάλυψεν. (ῃ. 462) Ὅτι ἐνταῦθα διὰσυντομίαν ἀνεπεξεργάστοις χρῆται παραβολαῖς. φησὶ γάρ, ὅτι ἔπεσεν ὁ ῥηθεὶςἘχέπωλος «ὡς ὅτε πύργος» καὶ παρακατιών· «οἳ δὲ λύκοι ὣς ἀλλήλοιςἐπόρουσαν». Ὅτι πολυειδὴς ὢν ὁ ποιητὴς πανταχοῦ τὰ ἐς ῥητορείαν καὶ πόριμος τοιοῦτός ἐστι καὶ ἐν ταῖς τῶν ἀριστέων βολαῖς καὶ ἐν τοῖς πίπτουσιν, ἀμύθητον ἐξευρίσκων εὐπορίαν καὶ ἐν αὐτοῖς, ἐκεῖνον μὲν τοιῶσδε βεβλῆσθαιλέγων ἢ πίπτειν, τὸν δὲ τοιῶσδε καὶ ἄλλον ἄλλως. (ῃ. 467– 9) Ἐν οὖν τῷγράμματι τούτῳ Ἀντίλοχος μὲν καὶ Ἐχέπωλος ὁ μὲν ἐποίησεν, ὁ δὲ ἔπαθε τὸ προσεχῶς ἱστορηθέν, Ἐλεφήνωρ δὲ κατακύψας ἐπὶ ἑλκυσμῷ νεκροῦ οὐτάζεταιξυστῷ χαλκήρεϊ πλευρά, τὰ οἱ κύψαντι παρ' ἀσπίδος ἐξεφαάνθη. ἔνθα ὅρα, ὡςοὐδετέρως εἶπε τὰ πλευρά, [ὡς καὶ ὁ εἰπὼν Κύπρου τὰ πλευρά]. (ῃ. 480– 2) Ὁδὲ Τελαμώνιος Αἴας Σιμοείσιόν τινα ἔβαλε στῆθος παρὰ μαζὸν δεξιόν, ἀντικρὺδὲ δι' ὤμου χάλκεον ἔγχος ἦλθεν. ἄλλος δέ τις τὸν βουβῶνα βάλλεται. (ῃ. 492) Βουβὼν δέ ἐστι τόπος σώματος, οὗ ὁμώνυμον τὸ ἐκεῖ γινόμενον πάθος, ὡς τὸ» βουβὼν ἐπήρθη». Ὀδυσσεὺς δέ τινα περὶ τὸν κρόταφον βάλλει δουρὶ φαεινῷ, ἄλλος δέ τις χερμαδίῳ βάλλεται παρὰ σφυρὸν ὀκριόεντι κνήμην δεξιτερήν, Θόας δὲ Θρᾷκά τινα βάλλει δουρὶ στέρνον ὑπὲρ μαζοῦ, πάγη δ' ἐν πνεύμονιχαλκός. εἶτα καὶ ἐπιδραμὼν τὸ μὲν ὄβριμον ἔγχος ἐξεσπάσατο, ξίφος δὲ ὀξὺἐρυσάμενος γαστέρα ἔτυψε μέσην, δυσὶν ὁπλιτικοῖς ὀργάνοις τὸν ἐχθρὸνκαταγαγών. ἐνταῦθα δὲ καὶ τὸ δόρυ ποικίλως ἔφρασε δόρυ τε αὐτὸ ψιλῶςοὕτως εἰπὼν καὶ αἰχμὴν χαλκείην καὶ χαλκῆρες ξυστὸν καὶ δόρυ φαεινὸν καὶἔγχος ὄβριμον, ἀλλαχοῦ δὲ καὶ ὀξύ, οἷον «ἀκόντισεν ὀξέϊ δουρί». ἔνθα περισσὸνσυνήθως τὸ δουρί. ἀρκεῖ γὰρ τὸ ἀκόντισεν. ἢ καὶ ἄλλως, τὸ ἀκόντισε καταχρηστικῶς ἀντὶ τοῦ ἔβαλεν. ἐπάγει γὰρ μετ' ὀλίγα «χολωσάμενος βάλε δουρί». οὕτω δὲ καὶ τὸ «αἷμα δ' ἀνηκόντιζε» καταχρηστικῶς εἴρηται καὶ ἐν Διονυσιακοῖςτὸ «τεύχεσιν ἀστράπτουσαν ἀνηκόντιζεν Ἀθήνην», ὁ Ζεὺς δηλαδὴ ἐκ τῆςκεφαλῆς αὐτοῦ. καὶ τοῦτο μὲν τοιοῦτον. Ἡ δὲ, ὡς ἐρρέθη, ποικιλία τῆς τῶνπιπτόντων διαθέσεως τοιαύτη. ὁ μὲν γὰρ προμαχόμενος πίπτει, ὁ δὲ νεκροῦσυλῶν τεύχεα, ὁ δὲ νέκυν ἑτέρωσε ἐρύων, ἕτερος δέ τις μηδὲν ἐνεργῶν, ἄλλοςδέ τις ἀπεσσύμενος, ἤτοι ἀναποδίζων, διὸ καὶ τὸ στέρνον πλήττεται. καὶ οἱ μέντινες πίπτουσι κατὰ πρῶτον σκοπόν, τινὲς δὲ καὶ ἐξ ἁμαρτίας τοῦ βάλλοντος. Ἄντιφος γὰρ ὁ Πριαμίδης ἁμαρτών τινος, ἤτοι ἀποτυχών, Λεῦκον, Ὀδυσσέως ἐσθλὸν ἑταῖρον, βεβλήκει. ἔνθα καὶ ὅρα τὸ Λεῦκος βαρυνθὲν πρὸς ἀντιδιαστολὴντοῦ ἐπιθέτου. ἀναιρεῖται δέ τις καὶ κατὰ τύχην ἐπαφεθέντος δόρατος εἰςπλῆθος, ὡς ὁ Πριαμίδης Δημοκόων, ὃν Ὀδυσσεὺς ἀνεῖλε χολωθεὶς μὲν κατὰ τοῦ Πριαμίδου Ἀντίφου, βαλὼν δὲ τὸν Δημοκόωντα, οὐδ' οὕτω κακῶς, κατὰ τὴν παροιμίαν. Ἔτι ἔχει ποικιλίαν καὶ τὸ τοὺς μὲν σκυλεύεσθαι, τοὺς δὲ μὴδύνασθαι ἀποδύειν τὰ τεύχεα, καὶ τὸ διὰ δόρατος καὶ λίθου καὶ ξίφους τούτουςἢ ἐκείνους πίπτειν. Καὶ τὰ τῶν πιπτόντων δὲ σχήματα ποικίλα, εἴπερ ὁ μέν τιςπίπτει νεκρὸς ἀμφὶ νεκρῷ, ἔνθα καὶ ἀστεῖος ὁ λόγος. ἐρύων γάρ τις νεκρόν, εἶταπληγείς, ἔπεσεν ἀμφ' αὐτῷ, νεκρὸς δέ οἱ ἔκπεσε χειρός, ἢ καὶ ἄλλως κατά τινατῶν ἀντιγράφων «ἔκφυγε χειρός». πρωθύστερον δὲ σχῆμα τοῦτο. ἐκπεσόντοςγὰρ τοῦ ἑλκομένου νεκροῦ, εἶτα ἔπεσεν ἀμφ' αὐτῷ ὁ ἕλκων. ἕτερος δέ τιςὕπτιος ἐν κονίῃσι πίπτει, ἄμφω χεῖρε φίλοισι πετάσας. δυνάμεως δὲ γραφικῆςἐνδεικτικὸν καὶ τὸ λέγειν ὅτι «τὸν δὲ σκότος ὄσσε κάλυψε» καὶ «τὸν μὲν λίπεθυμός» καὶ «ἔκειτο θυμὸν ἀποπνείων», ὅπερ ἀλλαχοῦ ποιητικώτερον λέγων φησίν· «ἀπὸ δὲ ψυχὴν ἐκάπυσεν», ἤτοι ἀπέπνευσε. καὶ τὸ ποτὲ μὲν λέγειν τινὰπρόμαχον, ποτὲ δὲ πρῶτον ἰόντα. καὶ τοιαῦτα μέν τινα ἐν τῇδε τῇ ῥαψῳδίᾳκαὶ ἕτερα πλείω. Τὰ δὲ ἐν τοῖς ἑξῆς πέλαγός ἐστιν εὐπορίας ἀδιεξήγητον. (ῃ. 464– 70) Ὅτι ὁ Χαλκωδοντιάδης κρείων Ἐλεφήνωρ μεγαθύμων ἀρχὸς ἦν Ἀβάντων, ὧν καὶ ἡ Βοιωτία μέμνηται. τοῦτον πρῶτον συλῆσαι, ἤτοι σκυλεῦσαι, νεκρὸν ἐν ἀκμῇ πολέμου ὁρμήσαντα ἡ Ὁμηρικὴ ἀναιρεῖ Μοῦσα ὑπὸἈγήνορι τῷ Τρωϊκῷ. μισεῖ γὰρ ὁ ποιητὴς τὸ ἐν τοῖς τοιούτοις παρὰ καιρὸνκερδαλέον, ὃς καὶ ἐν τοῖς ἑξῆς τὸν Νέστορα ποιεῖ τοῦτο ἀποτρεπόμενον καὶ λέγοντα, ὡς μετὰ πόλεμον ἔχει τὸ πρᾶγμα καιρόν, ὅτε καὶ καθ' ἡσυχίαν ἔστι σκυλεύειν. (ῃ. 464) Ὁ δὲ Χαλκώδων ἐκτείνει τὴν παραλήγουσαν, ὡς κραθεὶς ἐκ τοῦ Χαλκοόδων, ὁμοίως τῷ προόρα πρώρα καὶ τοῖς τοιούτοις. (ῃ. 463) Ἐν δὲ τοῖς ῥηθεῖσιν ἔστι πορίσασθαι, ὅτι τε ταὐτὸν κρείων καὶ ἀρχός καὶ ὅτι πρωτότυποντοῦ ἐν Ὀδυσσείᾳ ἐλεφαίρειν τὸ ἐλέφω, ἐξ οὗ Ἐλεφήνωρ, ἵνα ᾖ ὡς ἐλεῶ ἐλεαίρω, οὕτως ἐλέφω ἐλεφαίρω. καὶ σημαίνοι ἂν Ἐλεφήνωρ τὸν ἄνδρας ἐλεφαίροντα. οὐκ ἄδηλον δὲ οὐδ', ὅτι ὁ ῥηθεὶς κρείων καὶ κρέων λέγεται, ὅθεν πόντου κρέωνὁ Ποσειδῶν παρ' Εὐριπίδῃ, καὶ ὁ Κρέων δέ, τὸ κύριον, ὡς καὶ ὁ Ἀνακρέων, εὐγενῶς ἐντεῦθεν ἔχουσι τοῦ ὀνόματος. (ῃ. 470– 2) Ὅτι πολεμικὴν σύνταξινφράζει τὸ «ἔργον ἐτύχθη ἀργαλέον, οἳ δὲ λύκοι ὣς ἀλλήλοις ἐπόρουσαν, ἀνὴρ δ' ἄνδρ' ἐδνοπάλιζεν», ὅ ἐστιν ἐδόνει καὶ ἔπαλλεν ἢ ἐδόνει ταῖς παλάμαις. ἡ δὲ λέξις αὕτη κεῖται καὶ ἐν Ὀδυσσείᾳ. (ῃ. 474– 6) Ὅτι χρώμενος καὶ ἐνταῦθα τρόπῳ ἐτυμολογίας ὁ ποιητὴς καὶ ἱστορίαν δὲ παραπλέκων τῷ λόγῳ φησὶνὀνομάζεσθαί τινα Σιμοείσιον, διότι ποτὲ μήτηρ Ἴδηθεν κατιοῦσα παρ' ὄχθῃσι Σιμόεντος τοῦ ποταμοῦ αὐτὸν γείνατο, ἐπεί ῥα τοκεῦσιν ἅμ' ἕσπετο μῆλαἰδέσθαι· τοὔνεκά μιν κάλεον Σιμοείσιον, ὡς καὶ ἄλλος τις καλεῖται Σκαμάνδριοςδιὰ τὸν Σκάμανδρον. καὶ ταῦτα μὲν παλαιᾶς ἱστορίας. Ἡ δὲ καθ' ἡμᾶς γενεὰἔχει συγγράψασθαί τι ὅμοιον. γυνὴ γὰρ θρέμμα γῆς Μακεδόνων, εὖ μὲν ἔχουσατῶν εἰς βίον, δυστυχοῦσα δέ, οὓς ἐγέννα, θανάτῳ ἀπογινομένους, ῥίπτει τὸγεννηθὲν ὕστατον περὶ ποταμὸν ἐγχώριον, οὐκ ἔκθετον, ἀλλ' ὅπως εἰς χεῖραςἐλθών, φησίν, εὐτυχεῖς περιγένηται τοῦ βιοῦν. παροδεύων δή τις εὗρε τὸκείμενον καὶ ἄρας οἷά τι ἕρμαιον τίμιον εἰσποιεῖται φιλίως καὶ ἀπὸ τοῦσυγκυρήματος Ποτάμιον ὀνομάζει τὸ εὑρεθέν. καὶ οὐκ ἀπέρρευσεν ἡ κλῆσις, ἀλλὰ παρέμεινε τῷ ἀνθρώπῳ ἀνδρὶ γενομένῳ γεραρῷ καὶ ἱερῷ καὶ λογίῳ καὶεἰδότι τὴν τοῦ ὀνόματος περιπέτειαν. καὶ τοιοῦτον μὲν καὶ τοῦτο. Ἡ δὲ τῆςπαιδὸς σὺν τοῖς τοκεῦσιν ὁδὸς ἐπὶ θέᾳ μήλων, ἤτοι προβάτων, ἁπλῶς οὕτωκεῖται βιωτικώτερον εἰς πιθανότητα τοῦ διηγήματος. (ῃ. 482– 4) Τὸν δὲὉμηρικὸν Σιμοείσιον ἀναιρεθέντα ὑπὸ Αἴαντος πεσεῖν λέγει ὡς αἴγειρον ἐνἕλει τραφεῖσαν. φησὶ γάρ· «ὃ δ' ἐν κονίῃσι χαμαὶ πέσεν αἴγειρος ὥς, ἥ ῥά τ' ἐνεἱαμενῇ ἕλεος μεγάλοιο πεφύκει, λεῖα, ἀτάρ τέ οἱ ὄζοι ἐπ' ἀκροτάτῃ πεφύασιν», ἤγουν ἐκ φύσεώς εἰσι καὶ οὐκ ἐξ ἐπιμελείας τινός. ἐξηγητικὸν δὲ τοῦτόἐστι τοῦ λεῖα. πάντως γὰρ λεῖα αἴγειρος, ἧς οἱ ὄζοι ἐπ' ἀκροτάτῳ. Ἰστέον δέ, ὡς ὁ μὲν πρὸ βραχέων πεσών, «ὡς ὅτε πύργος», ἀνδρεῖος ἔοικεν εἶναι, ὁ Σιμοείσιος δὲ κάλλος ἔχειν καὶ μέγεθος. διὸ καὶ ἀστείως τὸν παρὰ τῷ Σιμόεντιποταμῷ γεννηθέντα ἠΐθεον θαλερὸν Σιμοείσιον εἰκάζει φυτῷ ὑδατοτρεφεῖ. (ῃ. 474) Ἠΐθεος δὲ εἶδός ἐστιν ἀνδρώδους ἡλικίας νεωτερικῆς, κατὰ δὲ τοὺςἀκριβεστέρους ὁ μήπω εἰς γάμον ἐλθών, ὡς καὶ τῷ Εὐριπίδῃ ἐν Φοινίσσαιςδοκεῖ, ἔνθα λέγει τὸ «Αἵμονος μὲν οὖν σφαγὰς ἀπείργουσι γάμοι. οὐ γάρ ἐστινηἴθεος,» τουτέστιν ἄπειρος γάμου. ὅπερ δὲ ἐν ἀνδράσιν ἠΐθεος, τοῦτο παρθένοςἐν γυναιξί. διὸ καὶ συνδυάζων που αὐτοὺς ὁ ποιητὴς λέγει «παρθένος ἠΐθεός τεὀαρίζετον ἀλλήλοις». παρασημειοῦνται δὲ οἱ παλαιοὶ σπανίως ἐπὶ παρθένου τὴνλέξιν κεῖσθαι φέροντες καὶ χρῆσιν Εὐπόλιδος τὸ «εἰ μὴ κόρη δεύσειε τὸ σταῖςηἴθεος». γίνεται δέ, φασίν, ἢ παρὰ τὸ ἀΐτης, ὁ ἐρώμενος, ἀΐτεος καὶ τροπῇἠΐθεος, ὁ ἐραστός, ἢ παρὰ τὸ αἴθω αἴθεος καὶ διαλύσει καὶ τροπῇ τοῦ ˉα εἰς ˉηἠΐθεος, ὁ διάπυρος τῇ νεότητι. ἴσως δὲ καὶ παρὰ τὸ ἰέναι θείως διὰ τὸ ἔτικαθαρόν, ἵνα ᾖ ἰηΐθεος καὶ κατὰ ἀφαίρεσιν ἠΐθεος, καθά που καὶ Ἀπόλλωνἤϊος ὁ ἱείς, ὡς τοξικός, ἢ ὁ ἰατικός. ὅτι δὲ οὐκ ἄχρηστός ποτε καὶ ἡ τοιαύτητρισυλλαβία, δηλοῖ ἐν τῇ τραγῳδίᾳ τὸ ἰήϊον μέλος καὶ ἰήϊος βοά, ἡ θρηνώδηςδηλαδὴ παρὰ τὸ ἰώ. (ῃ. 475) Ἰστέον δέ, ὅτι κατὰ Δίδυμον Ἴδη οὐ μόνον ἡ Τρωϊκή, ἀλλὰ πᾶν ὄρος, ἐξ οὗ τὰ κύκλῳ ἔστιν ἰδεῖν, ὡς καὶ Ἀχελῷος πᾶνὕδωρ, ὁμοίως καὶ Ὠκεανός. ἔστιν οὖν καὶ Ἴδη Κρητική, ὡς καὶ ἀλλαχοῦ ἐδηλώθη, σῴζουσα μέχρι καὶ νῦν τοὔνομα. Ἴδα γὰρ καλεῖται Δωρικώτερον. οὕτω δὲ καὶ τὸ φυτόν, ἡ αἴγειρος, φυλάττει τὴν κλῆσιν ἐν τοῖς περὶ Ναύπακτον καὶ τοὺς ἐκεῖ τόπους. [(ῃ. 482) Κονία δὲ καὶ κόνις παρὰ μὲν τῷποιητῇ ταὐτὰ δύνανται, ὡς καὶ ὁ κονίσαλος. παρὰ δὲ τοῖς ὕστερον ἡ μὲν κονίακαὶ ἄλλο τι σημαίνει, ὡς ἡ ἀπ' αὐτῆς σύνθετος ἐλαιοκονία δηλοῖ. ἡ δὲ κόνις καίτι ζωΰφιόν ἐστι μικροφυὲς κατὰ ἄτομον κόνιν, ἀφ' ἧς οἱ φθεῖρες γεννῶνται, ἧς ἡ κλίσις διὰ τοῦ ˉδ. κόνις γὰρ κόνιδος κοινότερον παρὰ τῷ Ἀριστοτέλει πρὸςδιαστολὴν τῆς ἑτέρας κόνιος, ὅ ἐστι τοῦ κονιορτοῦ.] (ῃ. 483) Εἱαμενὴ δὲὑγρὸς καὶ βοτανώδης τόπος παρὰ τὸ ἕω, τὸ ἀναδίδωμι, ὅπου συχνὴ ἀναδίδοταιπόα, ἢ καὶ ἄλλως, ὁ ὑγρὸς παρὰ τὸ ῥέω, ἵνα ᾖ ῥειαμενή. Ἰστέον δὲ καί, ὅτι, ὥσπερ κατὰ μετοχικήν τινα παραγωγὴν λέγεται ὀξυτόνως ἡ δεξαμενή, οὕτωκαὶ ἡ εἰαμενή. εἰσὶ δὲ καὶ ἄλλα τοιαῦτα, οἷον ὁ Τισαμενός κύριον καὶ ὁ νός καὶ πόλεις αἱ Κλαζομεναί καὶ τόπος Βοιώτιος αἱ Ἀλαλκομεναί. μέγα δὲἕλος ὑποτίθεται, ἵνα πιθανὸς εἴη ὁ περὶ τῆς ῥηθείσης αἰγείρου λόγος. (ῃ. 483 ς.) Τοῦ δὲ πεφύκει οὐκ ἔστι καιριωτέρα ἐνταῦθα λέξις, ἐξ οὗ καὶ εὐφυέα που πτελέανἐρεῖ ἄλλον τρόπον ἤπερ Εὐριπίδης ἔφη εὐφυὲς πρόσωπον, ὡς καὶ προδεδήλωται. ὅρα δὲ καί, ὅτι ἐνταῦθα Ἰωνικῶς τε ἔφρασεν ὁ ποιητὴς ἐν τῷ πεφύασι καὶκοινότερον ἐν τῷ πεφύκει. (ῃ. 477– 9) Ἐν τούτοις δὲ ἰστέον καί, ὡς ἐπί τινος πρὸὥρας τελευτήσαντος οἰκεῖον ῥηθῆναι τὸ «οὐδὲ τοκεῦσι θρέπτρα φίλοις ἀπέδωκε, μινυνθάδιος δέ οἱ αἰὼν ἔπλετο». (ῃ. 478) Λέγει δὲ θρέπτρα τὰ τροφεῖα ἐκ τοῦθρεπτήρια κατὰ συγκοπήν, ὡς λυτήρια λύτρα, σωτήρια σῶστρα. τοιούτου δέτινος τύπου καὶ τὸ σκῆπτρον καὶ τὸ βάκτρον καὶ τὸ ἐπίσωτρον καὶ τὸ κάτοπτρονκαὶ τὸ πλῆκτρον καὶ τὸ βλῆτρον καὶ τὸ μετὰ τοῦ ˉσ ἀμφίβληστρον, ἤδη δὲτὸ προδηλωθὲν ῥόπτρον, οὗ χρῆσις καὶ παρ' Εὐριπίδῃ, ὃ δηλοῖ οὐ μόνονεἶδος τι ξίφους καὶ παγῆς κατὰ τὸ «δίκης ἔπαισεν αὐτὸν ῥόπτρον», ἀλλὰ καὶθύρας ἐπίσπαστρον, καὶ ῥόπαλον δὲ ὡς ἀπὸ τοῦ ῥέπειν, ὅθεν καὶ ἡ καλαῦροψ. Μινυνθάδιος δὲ καὶ νῦν ὁ ὀλίγος ἐκ τοῦ μίνυνθα, ὃ δηλοῖ τὸ ὀλιγάκις. Αἰὼν δὲ τὸμέτρον τῆς ἀνθρωπίνης ζωῆς, καθ' ὃ σημαινόμενον καὶ Ἡρόδοτος τελευτῆσαιτὸν αἰῶνά φησι τὸ θανεῖν. καὶ Σοφοκλῆς δὲ ζωὴν ἀνθρώπου τὸν ἀεὶ βίοτόν φησι. τοιοῦτον δὲ παρ' αὐτῷ καὶ τὸ «τὸν εἰσαεὶ λεηλατήσει χρόνον», ἤγουν ἕως οὗ ζῇ. οὐ μόνον δὲ ἀρσενικῶς, ἀλλὰ καὶ θηλυκῶς ὁ ῥηθεὶς αἰών λέγεται τραγικώτερον, οἷον «σκοτίαν αἰῶνα». Ἰστέον δὲ καί, ὅτι τὸ «οὐδὲ τοκεῦσι θρέπτρα φίλοιςἀπέδωκεν», εἴπερ αὐτὸ καθ' αὑτὸ μόνον ἔκειτο, ἀσαφῶς ἂν εἶχε. λέγοιτο γὰρἂν καὶ ὁ τοῖς γειναμένοις ἀθέμιστος μὴ ἀποδοῦναι θρέπτρα τοῖς τεκοῦσιν αὐτόν. (ῃ. 485 ς.) Ἔτι ἰστέον καί, ὡς πολυμαθῆ τὸν ἀκροατὴν ὁ Ὅμηρος ποιῶν καὶ ἐν τῇ τῆς εἰρημένης αἰγείρου παραβολῇ, οὐ μόνον τὴν αὐτῆς φύσιν ἱστόρησεν, ὅτι λεῖα καὶ ἄοζος, ὡς εἴρηται, ἀλλὰ λέγει καί, ὅτι δι' αὐτὰ ταῦτα εἰς ἅρματοςπεριφέρειαν χρησιμεύει. ῥᾷον γὰρ εἰς τοιαύτην ἁψῖδα κάμπτονται τὰ λεῖακαὶ ἄοζα. φησὶ γοῦν «ἣν ἁρματοπηγὸς ἀνὴρ αἴθωνι σιδήρῳ ἐξέταμεν, ὄφραἴτυν κάμψῃ περικαλλέϊ δίφρῳ». Ἴτυν δὲ λέγει τὴν περιφέρειαν ἀπὸ τοῦ ἰέναι, ὅἐστι περιϊέναι καὶ περιάγεσθαι. (ῃ. 487) Διδάσκει δὲ ἐν τῇ παραβολῇ ταύτῃκαί, ὅτι οὐ χλωρὰν μετακομιστέον οὐδὲ τὴν τοιαύτην ὕλην, ἀλλ' ἐατέονἀφαυανθῆναι αὐτήν. εὐμετακομιστότερον γὰρ τὸ ξηρόν. φησὶν οὖν· «ἣ μὲνἀζομένη κεῖται ποταμοῖο παρ' ὄχθας». οὕτως ἐν παρέργῳ καὶ τὰ παρὰ Ἡσιόδῳσεμνὰ ὁ ποιητὴς τῇ οἰκείᾳ ποιήσει ἐνσπείρει. (ῃ. 485) Τὸ δὲ ἁρματοπηγός συντελεῖ εἰς τὸ «κολλητὸν ἅρμα καὶ εὔπηκτον», ὡς ἐν ἄλλοις λέγεται ὑπὸ τοῦποιητοῦ. (ῃ. 488) Ὅτι ἐν τῷ «τοῖον ἄρ' Ἀνθεμίδην Σιμοείσιον ἐξενάριξενΑἴας» συγκέκοπται, ὡς καὶ προερρέθη, τὸ πατρωνυμικόν. ἔδει γὰρ Ἀνθεμιωνίδην εἰπεῖν, ἐπεὶ Ἀνθεμίωνος υἱὸς ὁ Σιμοείσιος πρὸ βραχέων ἱστόρηται. εἰ δὲ τυχὸν καὶ Ἄνθεμος τρισυλλάβως ὁ πατὴρ ἐκαλεῖτο, λέγοιτ' ἂν ὀρθῶς Ἀνθεμίδης ὁ ἐξ αὐτοῦ. διὸ καὶ προσφυὲς τὸν ἐκ πατρὸς ἀνθηρωνύμου θαλερὸνῥηθῆναι ὑπὸ τοῦ ποιητοῦ, ὡς καὶ αὐτὸ προέκκειται. (ῃ. 497 ς.) Ὅτι ἐντῷ «Τρῶες κεκάδοντο ἀνδρὸς ἀκοντίσαντος», τοῦ Ὀδυσσέως δηλαδή, ἄνδρατὸν ἀνδρεῖον λέγει. Τὸ δὲ ἀκοντίσαι καὶ βέλος ἀφεῖναι εἴποι τις ἄν. ἐπάγειοὖν· «ὃ δ' οὐχ' ἅλιον βέλος ἧκε». βέλος γὰρ ἐνταῦθα τὸ δόρυ ὡς μήκοθεν ἀφεθέν. Τὸ δὲ κεκάδοντο ἐκ τοῦ χάζω, τὸ ὑποχωρῶ, ἐστὶ μέσος δεύτερος ἀόριστος, οὗτὸ μὲν κοινὸν ἐχάδοντο, τὸ δὲ Ἰωνικὸν τροπῇ τοῦ ψιλοῦ εἰς δασὺ καὶ συνήθειἀναδιπλασιασμῷ κεκάδοντο, ὁποῖόν τι, ὡς προδεδήλωται, καὶ ἐπὶ τοῦ τετύκοντογίνεται ἀπὸ τοῦ ἐτυχόμην δευτέρου ἀορίστου. Τὸ δὲ ἅλιον ὡς δασυνόμενον ἀπὸτοῦ ἅλς ἁλός γίνεται καὶ δηλοῖ τὸ ἀσυντελές. καὶ ἡ θάλασσα γὰρ ἀσυντελὴςτοῖς γε πιεῖν ἐθέλουσι. (ῃ. 499) Ὅτι τετραχῶς ἡ παιδοποιΐα παρ' Ὁμήρῳ· οἱ μὲν γὰρ γνήσιοι, οἱ ἐκ νομίμων γάμων, οἱ δὲ νόθοι, οἱ ἐκ παλλακῶν, οἷον «υἱὸν Πριάμοιο νόθον» καὶ «εἰν ἑνὶ δίφρῳ ἐόντε νόθον καὶ γνήσιον ἄμφω», οἱδέ τινες σκότιοι, οἱ ἐκ λαθραίας μίξεως, οἷον «σκότιον δέ ἑ γείνατο μήτηρ», καὶ ἄλλοι παρθένιοι, οἱ ἐκ τῆς ἔτι νομιζομένης παρθένου γεννώμενοι, ὡς τὸ» παρθένιος, τὸν ἔτικτε χορῷ καλὴ Πολυμήλη». ἡ δὲ τοιαύτη λέξις διφορεῖτὴν παραλήγουσαν. ὁ μὲν γὰρ παρθένιος υἱὸς τὸ ˉι ἔχει, ἡ δὲ παρθένειος ἡδονήἐν Ἱππολύτῳ τὴν ˉεˉι δίφθογγον φιλεῖν λέγεται. Ἰστέον δὲ καί, ὅτι ὁ μὲν σκότιος οὐκ ἂν πάνυ ἐκφύγῃ κοινότερον τὸ νόθος ῥηθῆναι κατά γε τὸ μὴ γνήσιος εἶναι, διαφέρει δὲ τοῦ ἐκ φανερᾶς παλλακῆς νόθου τῷ αὐτὸς μὴ κατὰ φῶς ἀλλ' ὡςἐν σκότῳ προελθεῖν. ὁ δέ γε παρθένιος ἀμφοῖν διαφέρει τῷ δύνασθαί ποτεγνησίου ἐγγὺς εἶναι. εἰκὸς γὰρ τὸν γαμέτην πρὸ γάμου σπεῖραι εἰς τὴν δοκοῦσανἔτι παρθένον εἶναι. Ἐκ δὲ τοῦ Ὁμηρικοῦ νόθου, οὗ ἡ ἐτυμολογία ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν κεῖται, ἀφ' οὗ καὶ τὸ ὀθνεῖον κατὰ μετάθεσιν στοιχείωνπαρῆκται, λέγεται καὶ λόγος νόθος καὶ διανόημα τροπικῶς νόθον τὸ μὴγνήσιον. εἰ δέ τις καὶ ἄχαρι παραπτύσει ῥῆμα ἢ νόημα, ὁ τοιοῦτος καὶἔκβλητόν τι ἔπος λέγεται προενεγκεῖν, πρὸς ὁμοιότητα ἐκθέτου βρέφους, καὶ ὑπόβλητον λέξαι λόγον ὁμοίως τὸν καὶ ὑποβολιμαῖον. (ῃ. 500) Ὅτι ἐνἈβύδῳ Πριάμου ἦσαν ἱπποφόρβια ἢ ἱπποστάσια. νόθος οὖν τις υἱὸς ΠριάμουἈβυδόθεν ἦλθε παρ' ἵππων ὠκειάων. καὶ ἔστιν ὑποδύσκολον ἐνταῦθα λυθῆναιἀπορίαν, ἣν εὐλόγως ἄν τις ἀπορήσῃ ζητήσας, πῶς ὁ τοσοῦτος Ἑλληνικὸςστόλος ἀφίησιν Ἀβυθόθι σῴζεσθαι τὰ τοῦ Πριάμου ἱπποστάσια. εἰ μὴ ἴσωςκατὰ κοινὴν συνθήκην ἢ διὰ τὸ τῶν ἐπικουρούντων τοῖς Τρωσὶ πολυπληθὲς ἢκαί, ἵνα μὴ ἐν τοῖς παρέργοις διὰ κενῆς τρίβωνται οἱ Ἕλληνες. [Ὅρα δὲ τὸ «παρ' ἵππων» πρόθεσιν ἔχον τὴν ˉπˉαˉρˉα ἀντὶ ἑτέρας προθέσεως, οἷον τῆς ˉἀˉπˉο ἢ τῆςˉἐˉξ. δῆλον δ' ὅτι καὶ θηλυκῶς ἐνταῦθα αἱ ἵπποι κεῖνται.] (ῃ. 502) Ὅτιβάλλεταί τις ἐνταῦθα αἰχμῇ τὴν κόρσην ἤγουν τὸν κρόταφον, «ἣ δ' ἑτέρου διὰκροτάφοιο ἐπέρησε». περὶ δὲ κόρσης καὶ κροτάφου εἴρηται πρὸ ὀλίγου ἱκανῶς. (ῃ. 507 ς.) Ὅτι Ὅμηρος μὲν μόνην τὴν τῆς Ἰλίου ἀκρόπολιν Πέργαμονὀνομάζει θηλυκῶς, οἱ δὲ νεώτεροι πάσας τὰς ἀκροπόλεις οὕτω καλοῦσιν, οἳκαὶ οὐδετέρως τὰ πέργαμά φασιν, ὡς καὶ Αἰσχύλος Προμηθεῖ. δῆλον δέ, ὡς ἡ Πέργαμος καὶ πόλις λέγεται. διὸ εἰπὼν ὁ ποιητής, ὡς «νεμέσησεν ἈπόλλωνΠεργάμου ἐκκατιδών» ἐπάγει μετ' ὀλίγα· «ὣς φάτ' ἀπὸ πτόλιος δεινὸς θεός». ἡ δ' αὐτὴ καὶ ἀκρόπολις καὶ ἄκρη πόλις κατὰ διάλυσιν. ἔθος δὲ τοῖς παλαιοῖςκτίσταις τῶν πόλεων ἀκροπόλεις ἱστᾶν ἐν τοῖς ὑψηλοῖς τῶν τόπων ἄλλης τεἀσφαλείας χάριν καὶ φόβῳ κατακλυσμοῦ. (ῃ. 509– 11) Ὅτι ἐπισπευστικὸνεἰς μάχην τὸ «ὄρνυσθε μηδ' εἴκετε χάρμης». Τὸ δὲ ἐφεξῆς ἐπὶ φερεπόνωνοἰκεῖον ῥηθῆναι, ἤγουν τὸ «ἐπεὶ οὔ τοι λίθος χρὼς οὐδὲ σίδηρος χαλκὸν ἀνασχέσθαι ταμεσίχροα βαλλομένοις», ἀντὶ τοῦ «τρωτοί εἰσι καὶ αὐτοί». (ῃ. 511) Καὶ ὅρα, ὡς τὸ ἀνασχέσθαι αἰτιατικῇ καὶ ἐνταῦθα συνέταξε. τοῦ δὲ ταμεσίχροαπροϋπάρχει ῥῆμα ποιητικόν, τὸ ταμῶ ταμέσω, ἐξ οὗ τὸ τμῶ τμήσω συγκέκοπται. Τὸ δὲ βαλλομένοις λέξις ἐστὶ γενική· νοητέον γὰρ νῦν βαλλομένους συλληπτικῶς καὶ τοὺς οὐταζομένους καὶ εἴ τι τοιοῦτον. (ῃ. 513) Ὅτι τὸν Ἀχιλλέα ἐπὶ νηυσὶ χόλον θυμαλγέα φησὶ πέσσειν, ὅ ἐστι κατέχειν ἔσω. οὕτω δὲ καὶ γέραπέσσειν ἀλλαχοῦ τὸ συνέχειν καὶ περιέπειν. κεῖται δὲ ἡ λέξις καὶ ἐν τῇ αʹ ῥαψῳδίᾳ. Ὥσπερ δὲ ὠνή καὶ ὦνος, βία βίος καὶ βιός, ὥρα ὧρος, βιοτή βίοτος, δίνηδῖνος, φθογγή φθόγγος, στροφή στρόφος παρὰ τῷ Κωμικῷ, οὕτω καὶ χολήχόλος. ὅμοιον δὲ καὶ τὸ βολή βόλος [ἐπί τε πεττείας καὶ] ἐπὶ δικτύου, καὶτὸ στάθμη σταθμός, ἴσως δὲ καὶ τὸ κάκη κακός. Σημείωσαι δέ, ὅτι σύνηθεςὉμήρῳ κατὰ ποσὰ διαστήματα μεμνῆσθαι τοῦ Ἀχιλλέως, ὡς μυριαχοῦ φαίνεται, καὶ παραρτύειν οὕτω τὴν ποίησιν τῇ μνήμῃ τοῦ ἥρωος, μὴ καὶἐπιλάθοιτο αὐτοῦ ὁ φιλέλλην ἀκροατής. Ἰστέον δὲ καί, ὅτι τὸ πεῖσαν τοὺς Τρῶας θαρρῆσαι τὴν ἐν τῇ πεδιάδι μάχην ἡ μῆνις ἦν τοῦ Ἀχιλλέως, καθὰ καὶ προεγράφη. αὐτοῦ γὰρ μαχομένου ὁ Ἕκτωρ οὐκ εἶχε προκύπτειν τῶν τοῦτείχους πυλῶν. (ῃ. 512 ς.) Διὸ καὶ ὁ Ἀπόλλων ἐντεῦθεν θαρσοποιῶν εἰς μάχηνἄρτι προκαλεῖται τοὺς Τρῶας, εἰπών· «οὐ μὰν οὐδ' Ἀχιλλεὺς μάρναται» καὶ τὰ ἑξῆς, τὴν παντελῆ ἐκείνου ἀργίαν δηλώσας διὰ τῶν δύο ἀρνήσεων. (ῃ. 514) [Ὅτι ἐν τῷ «ὣς φάτ' ἀπὸ πτόλιος δεινὸς θεός»– λέγει δὲ τὸνἈπόλλωνα– δεινὸς νοεῖται οὐ μόνον ὁ ἐπιδέξιος λαλῆσαι καὶ εἰς μάχην ὀτρῦναιῥητορικῇ δυνάμει, ἀλλὰ καὶ ὁ φοβερός, ἐπεὶ καὶ Ἀπόλλων ὁ αὐτὸς καὶ Δεῖμος δὲ καὶ Φόβος ὀπαδοὶ αὐτῷ εἰσιν.] (ῃ. 508– 16) Ὅτι δηλῶσαι βουλόμενος ὁ ποιητής, ὡς Τρῶες μὲν καθ' εἱμαρμένην ἐνίκων, εἰς ἣν πολλαχοῦὁ Ἀπόλλων ἀλληγορεῖσθαι φαίνεται, Ἀχαιοὶ δὲ διὰ τὸ περιὸν τῆς κατ' Ἀθηνᾶνφρονήσεως ἀντέχουσι πρὸς αὐτούς, λέγει, ὅτι Τρωσὶ μὲν Ἀπόλλων κέλετοἀΰσας καὶ τὰ ἑξῆς, «αὐτὰρ Ἀχαιοὺς ὦρσε Διὸς θυγάτηρ, κυδίστη Τριτογένεια, ἐρχομένη καθ' ὅμιλον, ὅθι μεθιέντας ἴδοιτο». Ἐν τούτοις δὲ ὅρα καί, ὡς κυδίστην μὲν τὴν Ἀθηνᾶν εἶπε, δεινὸν δέ, ὡς καὶ προεγράφη, θεὸν τὸνἈπόλλωνα, οὐχ' ὅτι μὴ δεινὴ θεὸς καὶ ἡ Ἀθηνᾶ, ἀλλὰ διότι αὐτὸς προκατῆρξε τοῦ εἰς μάχην ἐρεθισμοῦ τοῖς Τρωσίν. (ῃ. 515) Ὅτι δὲ δεινοποιεῖται καὶἡ Ἀθηνᾶ, δηλοῖ μὲν καὶ ὁ ποιητὴς ἐν τῷ «δεινὴν γὰρ ἄγεν θεόν», δηλοῖ δὲκαὶ ὁ φιλόσοφος λόγος, ὃς τὴν δεινότητα προκαθίζει τῆς φρονήσεως, εἰςἣν ἀλληγορεῖται ἡ Ἀθηνᾶ, ἡ καὶ Τριτογένεια διὰ τὸ ἐκ δεινότητος φοβερόν, εἴγε Τριτογένεια καὶ κατὰ τὸν Κωμικὸν Τριτογενής, ἡ τὸ τρεῖν ἐγγεννῶσατοῖς ἐχθροῖς. καὶ μὴν οὕτω καλεῖται, ὡς καὶ ἀλλαχοῦ κεῖται, καὶ ὡς ἐκ τριτοῦς, ὅ ἐστι κεφαλῆς κατὰ Κρῆτας, τῆς τοῦ Διὸς γεγονυῖα, ἢ ὡς ἐν τρίτῃ μηνὸς γενομένη, ἢ ὡς τρία γεννῶσα καλά τινα τὰ ἐκεῖσε κατὰ τοὺς παλαιοὺς δηλούμενα. [(ῃ. 516) Τὸ δὲ ἴδοιτο Ἀττικῶς παθαίνεται. ἄλλως γὰρ ἀγαθὸν εἰπεῖν καὶτὸ «ὅθι μεθιέντας ἴδοι». οὕτω καὶ πρὸ βραχέων εἰπὼν παθητικῶς «οἵ μιν ἴδοντοπονεύμενον» ἐπήγαγεν εὐθὺς ἐνεργητικῶς τὸ «οὐ γὰρ ἔγωγε ἴδον», ὅπερ ἐνἄλλοις ἰδόμην φησίν.] (ῃ. 517) Ὅτι ὥσπερ ἐν τῷ «αἴσιμα παρειπών» ἐκτείνεται ἡ τῆς ˉπˉαˉρˉα προθέσεως παραλήγουσα, οὕτω καὶ ὧδε τὸ Διώρηςκύριον, ὡς καὶ ἀλλαχοῦ προεφάνη, ἐκτεταμένην ἔχει τῆς ˉδˉιˉα προθέσεως τὴνἄρχουσαν. τοῦτο δὲ καὶ ἐπὶ τοῦ Ἀπόλλωνος ἐν πολλοῖς γίνεται καὶ ἐπὶ ἄλλωνπολλῶν. (ῃ. 518) Ὅτι ἀστείως ὁ ποιητὴς ἐνταῦθα τὸ «μοῖρα ἐπέδησεν» εἶπεν ἐπί τινος χερμαδίῳ βληθέντος παρὰ σφυρόν. ὁ γὰρ οὕτω βληθεὶς καὶ ἀκινητίζων οἷον πεπέδηται. Ἰστέον δ' ἐνταῦθα, ὅτι τὸ «παρὰ σφυρόν» οὐκ εἴληπταιἀντὶ τοῦ κατὰ τὸ σφυρόν, ἀλλ' ἀντὶ τοῦ ἐγγὺς σφυροῦ περὶ τὸ τέλος τῆς κνήμης, ὡς δῆλον ἐκ τοῦ «παρὰ σφυρὸν κνήμην δεξιτερήν». (ῃ. 520) Ὅτι καὶ Αἰνόθεν, ἤτοι ἐκ τῆς Αἴνου, ἐπίκουροι ἦσαν τοῖς Τρωσί, καθὰ καὶ ἐκ τῆςλοιπῆς Θρᾴκης. καὶ ἔστιν ἐκ τῶν ἐν τῇ Βοιωτίᾳ γραφέντων συναγαγεῖν Κικόνων μοῖράν τινα καὶ τούτους εἶναι. ἔστι δὲ τὸ Αἰνόθεν ὡς τὸ Ἀβυθόθεν, ὅπερ πρὸ ὀλίγων εἴρηται. τὸ δὲ Αἰνόθεν ἐνταῦθα μὲν τοπικὸν ἐπίρρημά ἐστιν, εὑρεθήσεται δὲ ἐν τοῖς ἑξῆς καὶ ποιότητος ἐν τῷ «αἰνόθεν αἰνῶς». (ῃ. 521 ς.) Ὅτι τὸ ἄχρις ἐνταῦθα κεῖται κατὰ τοὺς παλαιοὺς ἀντὶ τοῦ διόλου, οἷον «ἀμφοτέρα δὲ τένοντε καὶ ὀστέα λᾶας ἀναιδὴς ἄχρις ἀπηλοίησεν», ἤγουν διόλουσυνηλόησεν ὁ λίθος τοὺς παρὰ τὸ ῥηθὲν σφυρὸν τένοντας καὶ τὰ ὀστᾶ. δύναταιδὲ καὶ κοινότερον νοηθῆναι, ὅτι συνηλόησεν ὁ λίθος τοὺς τένοντας ἄχρι καὶεἰς τὰ ὀστᾶ. Τὸ δὲ ἀναιδής ἐκ τῶν λογικῶν παρῆκται εἰς τὸν λίθον, καθὰ καὶτὸ ἀνηλεής εἰς τὸν σίδηρον. ἐκ δὲ τοῦ ἠλοίησεν, οὗ προϋπάρχει τὸ ἀλοῶ, καὶὁ πατραλοίας γίνεται καὶ ὁ μητραλοίας, ὁ καὶ μητρολῴας λεγόμενος κατ' ἔκτασιν ἢ καὶ τροπὴν τῆς ὅλης ˉοˉι διφθόγγου εἰς ˉω μέγα, ὃ γίνεται σὺν ἄλλοιςκαὶ ἐν τῷ ἀγκώνη ἀγκοίνη, κολοιός κολῳός. (ῃ. 523 ς.) Ὅτι καταπίπτει τιςχερμαδίῳ βληθεὶς ἐνταῦθα ὕπτιος ἐν κονίῃσιν ἄμφω χεῖρε φίλοις ἑτάροισιπετάσας, θυμὸν ἀποπνείων. τὸ δὲ πετάσαι τὰς χεῖρας δηλοῖ μὲν τὸ ἁπλῶσαιοἷα πτέρυγας. ἔστι δὲ σχῆμα ἱκέσιον, εἴ πού τις καταπίπτοντος ἀντιλάβοιτο. οὕτω καὶ ἐν τοῖς τοιούτοις ἐπιτυχὴς ὁ ποιητής. θέμα δὲ τοῦ πετάσας ἢ τὸπετῶ κοινότερον ἢ ἐκ τοῦ πέτω παράγωγον πετάζω, οὗ καὶ ἔγνωσται ἡχρῆσις. μετῆκται δὲ ἡ λέξις ἀπὸ πτηνῶν, ἃ πετόμενα οὕτως ἁπλοῦσι τὰςπτέρυγας. καὶ ἔστι αὐτὸ ἀκριβέστερον τοῦ «ἀναπτύξας χεῖρας», εἰς εὐχὴνδηλαδὴ κατὰ τὴν τραγῳδίαν, ὅπερ Ὅμηρος ἀνασχεῖν χεῖράς φησιν. (ῃ. 525 ς.) Ὅτι ἐν τῷ «οὖτα δὲ δουρὶ παρ' ὀμφαλόν, ἐκ δ' ἄρα πᾶσαι χύντο χαμαὶ χολάδες» χολάδας τὰ ἔντερα λέγει, ἐπεὶ εἰς αὐτὰ συρρεῖ ξανθὴ χολὴ καὶ διαθερμαίνουσαἐρεθίζει τῇ δριμύτητι ἀποκρίνειν τὰ περιττά. ὡς εἰ μὴ τοῦτ' ἦν, ψυχρά, φασίν, ὄντα τῇ κράσει, καθὸ νευρώδη, ἔμενον ἂν ἀργὰ πρὸς τὴν ἀπόκρισιν. Τὸδὲ οὖτα οὐ δευτέρας ἐστὶ συζυγίας, ἀλλ' ἐκ τοῦ οὐτάζω γίνεται, οὗ ἀόριστοςοὔτασα, τὸ τρίτον οὔτασε, καὶ κατὰ ἀποκοπὴν οὖτα. διὸ καὶ συστέλλει παρὰ τῷποιητῇ τὸ δίχρονον καὶ προπερισπᾶται. (ῃ. 532) Ὅτι τὸ σκυλεῦσαι νεκρὸνκαὶ ἀποδῦσαι τεύχεα λέγεται, ὡς δηλοῖ τὸ «τεύχεα δ' οὐκ ἀπέδυσε, περίστησανγὰρ ἑταῖροι». ἔστι δὲ τὸ περίστησαν ταὐτὸν τῷ περιέβησαν, ὅ ἐστιν ὑπερεμάχησαν, ὡς μυριαχοῦ λέγεται. (ῃ. 533) Ὅτι τοὺς Θρᾷκας ἀκροκόμους τε καλεῖ, ὅ ἐστιν ἄκρως κομῶντας, καὶ δολιχά φησιν ἔχειν αὐτοὺς ἔγχεα. ἴσως γὰρ ταῦταἦσαν αὐτοῖς παράσημα. λέγει οὖν οὕτω· «Θρήϊκες ἀκρόκομοι, δολίχ' ἔγχεαχερσὶν ἔχοντες». ὅρα δέ, ὡς οὐκ ἠξίωσεν αὐτοὺς καρηκομόωντας εἰπεῖν, ὡς ἀπονείμας τοῦτο τοῖς Ἀχαιοῖς. καίτοι ταὐτόν ἐστιν ἀκροκόμους, ὡςεἴρηται, εἰπεῖν καὶ καρηκομόωντας. Τινὲς δὲ οἴονται ἀκροκόμους λέγειν τοὺςἐν ἄκρῳ τῆς κεφαλῆς κομῶντας, οὐ μὴν καθειμένας εἰς βάθος τὰς τρίχας ἔχοντας. Ἰστέον δὲ καί, ὅτι τοὺς δολιχὰ ἔγχεα χερσὶν ἔχοντας δυνάμενος δολιχέγχεαςσυνθέτως εἰπεῖν, ὡς ἐπὶ ἄλλων ἐποίησεν, ὅμως οὕτω δόξαν αὐτῷ περιέφρασεν. (ῃ. 534 ς.) Ὅτι ἐπὶ ἀνδρείου φεύγοντος ἐξ ἀνάγκης διὰ πολεμίων πλῆθος εἴποιτις ἂν τὸ «οἳ αὐτὸν μέγαν περ ἐόντα καὶ ἴφθιμον καὶ ἀγαυὸν ὦσαν», ἤτοι καὶἀνδρεῖον ὄντα ἐδίωξαν. ἔμφασιν δέ τινα ἔχει μεγαλείου καὶ ὕψους ἡρωϊκοῦ τὸὦσαν, εἴ τις ἐννοήσεται, ὡς τὸ μὲν κυλίειν ἀπὸ τῶν ἄνω ἐπὶ τὰ κατώτερα λέγεται, τὸ δὲ ὠθεῖν ἀνάπαλιν. ἔτι καὶ δυσχέρειαν ἐμφαίνει τοῦ ἡρωϊκοῦ ἀναποδισμοῦ, εἴπερ κατακυλίεται μέν τι ῥᾷον, ὠθεῖται δὲ οὐκ εὐχερῶς ἀπὸ τῶν κάτωἐπὶ τὸ ἄνω. καλῶς δὲ τῷ μέγαν ἐπήγαγε τὸ καὶ ἴφθιμον καὶ ἀγαυόν. ὁ γὰρἄλλως μέγας βουγάϊός ἐστι καὶ γῆς ἐτώσιον ἄχθος. (ῃ. 535) Ὅτι πελεμίζεινπολλαχοῦ παρὰ τῷ ποιητῇ τὸ κινεῖν ἢ μετακινεῖν. ἐνταῦθα οὖν φησίν· «ὃδὲ χασσάμενος πελεμίχθη». καὶ ἴσως ἐντεῦθεν γίνεται καὶ ὁ πόλεμος ὡςοἱονεὶ πέλεμος, οἷα κινῶν ἢ καὶ πολλοὺς τοῦ βίου μετακινῶν. Ἰστέον δὲ καί, ὅτι ἀντιστρόφως πως ἔθηκε τὰ τοῦ λόγου μέρη, ὡς οἱ παλαιοί φασιν. ἐχρῆνγὰρ εἰπεῖν, ὅτι «ὃ δὲ πελεμιχθεὶς χάσατο», ἤγουν μετακινηθεὶς ὑπεχώρησε. καὶἔστι καὶ τοῦτο πρωθύστερον σχῆμα, ὃ καὶ ὑστερολογία λέγεται καὶ πολλαχοῦεὑρίσκεται. εἴη δ' ἂν τοιοῦτόν τι καὶ παρὰ Σοφοκλεῖ τὸ «χάριν, ἥνπερ τυγχάνωνὑπεσχόμην», ἤγουν ἔτυχον ὑποσχόμενος. κἀκεῖνο δὲ ἰστέον, ὡς, ἐπεὶ καὶἄμφω κινήσεις εἰσὶ καὶ τὸ πελεμιχθῆναι καὶ τὸ χάσασθαι, ἀδιάφορον ὁ ποιητὴςἡγεῖται οὕτως ἢ ἐκείνως εἰπεῖν. (ῃ. 536) Ὅτι παρ' Ὁμήρῳ πρώτῳ κεῖται τὸ παρ' ἀλλήλοις τετάσθαι ἢ κεῖσθαι ἢ εἴ τι τοιοῦτον. φησὶν οὖν· «ἐν κονίῃσιπαρ' ἀλλήλοισι τετάσθην» καὶ μετ' ὀλίγα «παρ' ἀλλήλοισι τέταντο», ἤγουνἐγγὺς ἀλλήλων. ὅθεν καὶ τὸ παραλληλίζειν ἐπὶ παραθέσεως, ἤτοι συγκρίσεως, καὶ λόγοι παράλληλοι. τὸ δέ γε «ἐν ἀλλήλοις» πλεῖόν τι δηλοῖ τοῦ ἐγγὺςἀλλήλων, ὡς δηλοῖ καὶ ὁ εἰπὼν τὸ «οὐ παρ' ἀλλήλοις ἀλλ' ἐν ἀλλήλοις» καὶἔτι σαφέστερον δι' ἑτεροίας φράσεως ὁ ποιήσας τὸ «οὐ παρ' αὐτοῖς ἀλλ' ἐναὐτοῖσιν ὄντες κακοῖς», ἤγουν οὐκ ἐγγὺς ὄντες κακῶν ἀλλ' ἤδη ἐντός. (ῃ. 539– 44) Ὅτι εἰδὼς ὁ ποιητὴς τὴν αὐτοῦ ἐν ῥητορείᾳ ἰσχὺν καὶ οἵαν σήμερον μάχην ἐξαρτύσει τῷ λόγῳ, καθ' ἣν πολλοὶ πρηνέες ἐν κονίῃσι πεσοῦνται, καὶ ὡςοὐκ ἔστι κάλλιον καὶ μεγαλοπρεπέστερον καὶ ἐναγωνιώτερον συστῆναι μάχην ἢἀφηγηθῆναι, λέγει, ὅτι τότε «οὐκέτι ἔργον ἀνὴρ ὀνόσαιτο μετελθών, ὃς ἔτ' ἄβλητοςκαὶ ἀνούτατος ὀξέϊ χαλκῷ δινεύοι κατὰ μέσσον, ἄγοι δέ ἑ Παλλὰς Ἀθήνηχειρὸς ἑλοῦσα, ἀτὰρ βελέων ἀπερύκοι ἐρωήν». τοιοῦτος δ' ἂν εἴη θεατὴς ὁτοῦ ποιητοῦ ἀκροατής, ὃς οὐ τῶν τοῦ πολέμου κακῶν μετέχει, ἀλλὰ τοῦ τῶνπολεμικῶν διηγήσεων κατὰ νοῦν ἀπολαύει καλοῦ θεάματος, ἀκίνδυνος τὴνμάχην περιϊὼν καὶ μηδέν τι ἔχων τῶν Ὁμηρικῶν ὀνόσασθαι, ἤτοι ἐκφαυλίσαικαὶ καταμέμψασθαι, καὶ μᾶλλον, εἴπερ ἄγοι αὐτὸν ἡ Ὁμηρικὴ Παλλάς, ἡ τοῦγράφειν δηλαδὴ μεθοδικὴ δεινότης, ἡ τοῦ φρονεῖν μήτηρ κατὰ τοὺς παλαιούς, χειρὸς ἑλοῦσα τὰς πτύχας ἀνελιττούσης τὰς τῆς Ὁμηρικῆς βίβλου καὶ οὕτωβελέων ἀπερύκουσα ἐρωήν. ὃν καὶ χειραγωγεῖ ἀκινδύνως ἡ τοιαύτη Παλλὰς εἰςτὰ καθέκαστα τῆς Ὁμηρικῆς ποιήσεως οἷα συνετὸν ἀκροατήν. (ῃ. 540) Ὅρα δέ, ὡς καὶ ἐν τῷ «ἄβλητος καὶ ἀνούτατος» διαφορὰν σαφῶς οἶδεν, ὡς καὶ ἐνἄλλοις, τοῦ οὐτάσαι καὶ τοῦ βαλεῖν, τοῦ μὲν ἐκ τοῦ σχεδὸν γινομένου, τοῦδὲ βαλεῖν πόρρωθεν. Σημείωσαι δὲ καί, ὅτι ἐν τῷ «ὅστις ἔτι ἄβλητος» περιττῶςκεῖσθαι δοκεῖ τὸ ἔτι καὶ μηδέν τι σημαίνειν. τοιαῦτα δέ εἰσι καὶ ἄλλα, ὡς καὶἐν τῇ βʹ ῥαψῳδίᾳ παρασεσημείωται. (ῃ. 539) [Τοιοῦτον δέ τι καὶ τὸ «ἔνθακεν οὐκέτι ἔργον», ὡς ἀνωτέρω κεῖται. περιττὸν γάρ ἐστι τὸ ˉτˉι, καὶ ἔστινὁ νοῦς, ὡς οὔτι, τουτέστιν οὐδαμῶς, μέμψοιτο ἄν τις τὸ τῆς μάχης ἔργον.]