Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam i
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
0.1
μήνιδος, διὰ τὸ ἀόριστον ἐκεῖ τοῦ σκοποῦ τῆς ὑποθέσεως. ἐνταῦθα δὲ διὰ τὸ πάνυ πολλὰ πάθη τῆς πλάνης, τῇ Μούσῃ ἀνατίθησι τὸ ἄρξασθαι ὅθεν ἂν αὐτὴ ἐκ τῶν πολλῶν βούλοιτο, εἰπών. τῶν ἀμόθεν γε θεὰ θύγατερ Διὸς εἰπὲ καὶ ἡμῖν. ὡς ἂν εἴη καὶ οὕτω ποικίλος ἐν τῷ τῶν προοιμίων ἑκατέρων σχηματισμῷ. κατὰ δὲ ἀλληγορίαν, τῇ ἑαυτοῦ γνώσει τὸ πᾶν ἀνατίθησιν. ἣν Μοῦσαν μὲν, συνήθως ὀνομάζει, ὡς ζητητικὴν ἐκ τοῦ μῶ τὸ ζητῶ. θεὰν δὲ, διὰ τὸ ὀξὺ καὶ ταχὺ, ὡς ἀπὸ τοῦ θέειν. θυγατέραν δὲ Διὸς, ὡς νοὸς προβολὴν καὶ ἐνέργειαν, Ζεὺς γὰρ ὁ νοῦς. Σημείωσαι δὲ κἀνταῦθα ὡς καὶ ἐν τῇ Ἰλιάδι, τὴν προσωπικὴν σύστασιν καθ' ἣν ὁ ποιητὴς ἑαυτὸν ὡς πάνυ λόγιον συνιστᾷ. ὡς γὰρ ὁ πλατωνίζειν ἢ δημοσθενίζειν φάμενος ἐμφαίνει θαῤῥεῖν σοφὸς εἶναι κατὰ Πλάτωνα ἢ Δημοσθένην, οὕτω καὶ ὁ θεὰν προκαλεσάμενος ἀείδειν ἢ ἐννέπειν, ἐνθεάζειν οἷον τοῖς λόγοις ἐνέφῃνε. Τὸ δὲ ἀμόθεν, δηλοῖ μὲν τὸ ποθὲν καὶ ἀπό τινος ἑνὸς, σχηματίζεται δὲ οὕτως. ἀμὸς λέγεται ὁ εἷς ἢ ὁ τίς, Ἰωνικῶς εἴτε καὶ Δωρικῶς. ἐξ οὗ ἀμόθεν μὲν, τὸ ποθὲν καὶ ἀπό τινος ἑνός. οὐδαμόθεν δὲ, τὸ οὐδέποθεν. εἰσὶ δὲ καὶ ἄλλαι πολλαὶ κινήσεις ἐκ τοῦ τοιούτου ἀμός. ἔστι γὰρ ἐξ αὐτοῦ κατὰ ἀπόφασιν ἄλλη τις εὐθεῖα, ὁ οὐδαμός. ὃ ταυτόν ἐστι τῷ οὐδέ τις. ἀφ' οὗ παρ' Ἡροδότῳ τὸ οὐδαμοὶ, εὐθεῖα πληθυντική. ἀντὶ τοῦ οὐδέ τινες. καὶ θηλυκὸν οὐδαμάς. ὅθεν γενικὴ, πρὸς οὐδαμῶν ἀνθρώπων. ἐξ οὗ ἐπίῤῥημα μεσότητος τὸ οὐδαμῶς, ἀντὶ τοῦ κατ' οὐδένα τινὰ τρόπον. ἀφ' οὗ τὸ οὐδαμῇ. οἷς ἰσοδύναμα, τὸ μηδαμῶς καὶ τὸ μηδαμῇ καὶ ταῦτα μὲν ἐκ τοῦ οὐδαμὸς ἀῤῥήτου ἑνικοῦ συνθέτου ἀρσενικοῦ ὀνόματος. ἐκ δὲ τοῦ ἀμὸς πρωτοτύπου καὶ ἐκ τῆς πληθυντικῆς αὐτοῦ γενικῆς, τὸ ἀμῶς ἐπίῤῥημα γίνεται, ὅ ἐστι μετρικῶς. ὥσπερ δὲ οὐδαμῶς οὐδαμῇ. καὶ μηδαμῶς μηδαμῇ. καὶ πῶς πῇ. καὶ πάντως πάντῃ. καὶ ἄλλως ἄλλῃ, οὕτως ἐκ τοῦ ἀμῶς γίνεται ἀμῇ. ἐκ δὲ τούτων τῶν δύο ἤγουν ἐκ τοῦ ἀμῶς καὶ τοῦ ἀμῇ, κατὰ πρόσληψιν διπλῆς συνδετικῆς παραπληρώσεως, συντίθεται τὸ ἁμωσγέπως. καὶ τὸ ἁμηγέπῃ. τουτέστιν ἐπ' ὀλίγον. μετρικῶς. κατὰ ἕνα τινὰ τρόπον. οἷον. ἁμωσγέπως ἥψατο λόγου. ἁμηγέπῃ ἐφιλοσόφησεν ἀντὶ τοῦ κατά τι καὶ ἐπὶ βραχὺ καὶ μετρικῶς. καὶ ὡς εἰπεῖν ἀμόθεν. διὸ καὶ ὁ σοφὸς Θρᾷξ Δημοσθένης ἐν οἷς παρέφρασε τὴν Ὀδύσσειαν, τὸ ἀμόθεν, ἁμηγέπῃ ἡρμήνευσε. Τὸ δὲ καὶ ἡμῖν, ἢ παρέλκον ἔχει τὸ καὶ καθὰ πολλαχοῦ γίνεται, ἢ διὰ τὸ μέλλον εἴρηται. ὡς εἰκὸς ὂν, πολλοὺς μεθ' Ὅμηρον ἐγχειρήσειν τοιούτῳ ἔργῳ. ἴσως δὲ καὶ διὰ τὸ παρῳχημένον, εἴ τις ἀναπολεῖ τὴν προεκτεθειμένην ἱστορίαν, ὅτι δηλαδὴ Αἰγυπτόθεν ἡ λαβὴ τῆς ποιήσεως τῷ Ὁμήρῳ ὡς πρὸ ὀλίγου ἐγράφη. ἵνα λέγῃ ὅτι ὡς ἑτέροις φθάσασα εἶπας, εἰπὲ καὶ ἡμῖν. (ῃερς. 11.) Ὅτι τὸ ἔνθα οὐ μόνον τοπικόν ἐστιν ἀλλὰ καὶ χρονικόν. ὡς τὸ ἔνθ' ἄλλοι μὲν πάντες ὅσοι φύγον αἰπὺν ὄλεθρον, ἀντὶ τοῦ τότε. καὶ, οὐδ' ἔνθα πεφυγμένος ἦεν ἀέθλων. Ὅρα δὲ τὸ, πάντες ὅσοι φύγον. ᾧπερ ὅμοιον παρὰ Λυκόφρονι, τὸ, λέξω τὰ πάντα νητρεκῶς, ἅσσα θυμῷ ἔχω. (ῃερς. 12.) Ὅτι τὸ εἰς οἶκον, Ἀττικοὶ μὲν, οἴκοι φασὶν ἐπιῤῥηματικῶς κατὰ ἔλλειψιν. τὸ γὰρ ἐντελὲς, ἔνθα εἰσὶν οἱ οἶκοι. ποιηταὶ δὲ, οἶκονδε φασί. τὸ δὲ κοινότερον ἀπ' αὐτοῦ, οἴκαδε. ὡς φυγήνδε φύγαδε. περὶ ὧν καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα εἴρηται. Ὅτι οὐδὲ ἐνταῦθα τὴν ἀρχὴν τῆς τοῦ Ὀδυσσέωςπλάνης, ἀρχὴν τῆς ἑαυτοῦ ποιήσεως Ὅμηρος τίθεται. ἀλλ' ὥσπερ ἐν τῇ Ἰλιάδι, οὕτω καὶ νῦν ἀπὸ τῶν ἐγγὺς τοῦ τέλους ἄρχεται. ἡ γὰρ Καλυψὼ ἀφ' ἧς ποιεῖται ἡ Μοῦσα τοῦ λόγου τὴν καταρχὴν, 1. 9 κατάντημα γέγονε τῆς πλάνης τῷ Ὀδυσσεῖ. εἰς αὐτὴν γὰρ ἐσώθη κελητίζων οἷον ἐπὶ τῆς τρόπεως. τὴν μέντοι ἀρχὴν τῆς τοῦ Ὀδυσσέως πλάνης εὑρήσεις ἐν τῇ ˉι ῥαψῳδίᾳ ἐν τῷ, Ἰλιόθεν με φέρων ἄνεμος Κικόνεσσι πέλασσεν. ἐκεῖθεν γὰρ Ὀδυσσεὺς εἰς πλάνην ἐξώκειλεν. (ῃερς. 13.) Ὅτι δύο ταῦτα λέγει ὁποιητὴς διὰ πόθου μάλιστα εἶναι τῷ Ὀδυσσεῖ τήν τε πατρίδα καὶ τὴν σώφρονα γυναῖκα. φησὶ γάρ· νόστου κεχρημένον ἠδὲ γυναικός. οἷα δὲ ἡ τοῦ Ὀδυσσέως καὶ τῆς Πηνελόπης ἀναγωγὴ εἴτουν ἀλληγορία, ἐν τοῖς ἑξῆς εἰρήσεται. Ὅρα δὲ ὅτι ἄλλως χρῆται ὁ ποιητὴς τῇ τε σημασίᾳ καὶ τῇ συντάξει τοῦ κεχρημένος, ἤ περ ἡμεῖς. ἡμεῖς μὲν γὰρ χρῆσθαι φαμὲν, τὸ μεταχειρίζεσθαι, καὶ δοτικῇ πτώσει συντάσσομεν. Ὅμηρος δὲ, τὸν χρῄζοντα κεχρημένον λέγει καὶ γενικῇ συντάσσει τὴν λέξιν. ἀπὸ τοῦ χρηΐζω ἢ χρῄζω κινηθεῖσαν κατὰ ἔλλειψιν τοῦ σίγμα. (ῃερς. 14.) Ὅρα δὲ καὶ τὸ γυναικὸς ἀστείως λεχθὲν πρὸς τὸ ἐφεξῆς, ὁ μὲν γὰρ κεχρημένος ἦν γυναικός. Καλυψὼ μὲν, ἐπὶ τῶν ἐνεσπαρμένων τῇ γῇ καὶ τοῖς φυτοῖς καὶ τοῖς νάμασι φυσικῶν δυνάμεων τίθεται, δι' ὧν αἱ τῶν καρπῶν προθέσεις ἐν καιρῷ γίνονται, κατὰ τὸ νέον φαινομέναι, ἤτοι κατὰ τὸ ἔαρ. ὅθεν καὶ ἡ νύμφη συντέθειται. οἱονεὶ νεόμφη καὶ Αἰολικῶς νύμφη. ὁ δὲ μῦθος καὶ δαιμόνιά τινα νύμφας φησὶ γεωχαρῆ καὶ σωματικώτερα, ὡς καὶ ἐν Ἰλιάδι ἐῤῥέθη. ὁποῖαίτινες αἱ Νηΐδες. καὶ Ἁμαδρυάδες. καὶ Ἁμαμηλίδες. καὶ Ὀρεστιάδες. καὶ Λειμωνιάδεςαἱ μυθικαί. τοιαύτη τις καὶ ἡ Καλυψὼ κατὰ τὸν μῦθον. ἀλλὰ δὴ καὶ ἡ Κίρκη. ἃς καὶ αὐδηέσσας ὁ ποιητὴς ἐρεῖ. ὅ ἐστιν, ἀνθρωπίνῃ καὶ τῇ κάτω καὶ καθ' ἡμᾶς χρωμένας φωνῇ. τοῦτο γὰρ ἡ αὐδή. καὶ αἱ καθ' ἡμᾶς δὲ νύμφαι, ἐξ ὁμοιότητος τῶν τοιούτων νυμφῶν, τὴν ἐπωνυμίαν εἰλήφασι. καὶ αὐταὶ γὰρ ταπρὶν θαλαμευόμεναι, νέον φαίνονται ὅτε τὸ τῆς ἡλικίας ἔαρ αὐταῖς ἐπανθεῖ. ὅτι μέντοι οὐ μυθικαὶ νύμφαι ἦσαν ἡ Καλυψὼ καὶ ἡ Κίρκη, ἐκ τῶν ἱστοριῶν δῆλόν ἐστιν. εἰ καὶ ὁ ποιητὴς διὰ τερατείαν ἄλλως μυθολογεῖ τὰ περὶ αὐτῶν. δῆλον δὲ ὅτι καὶ συγγενική ποτε λέξις ἐστὶ τὸ νύμφη. ὡς δηλοῖ καὶ τὸ νύμφα φίλη. Ὅτι τὸ δῖα ἡ ἐνδοξοτάτη, διὰ τὸν Δία συντάσσεται ὑπερθετικῶς μετὰ γενικῆς. ἐπεὶ γὰρ ὑπερκεῖσθαι πάντων ἐδόκει ὁ Ζεὺς, διατοῦτο καὶ τὸ δῖος καὶ τὸ δῖα ἐκ τῆς Διὸς γενικῆς γινόμενα, ὑπερθετικὴν σύνταξιν ἔχουσιν ὡς καὶ ἐν τῇ Ἰλιάδι πλατύτερον γέγραπται. Ἰστέον δὲ ὅτι διὰ τὸ ὡς ἐῤῥέθη ὑπεροχικὸν τοῦ Διὸς, οὐ μόνον μέγαν ὁ ποιητὴς αὐτὸν λέγει ὡς ἐν τῷ, Διὸς μεγάλου ἐνιαυτοὶ, καὶ, Διὸς μεγάλοιο ἕκητι, εἰ καὶ κατ' ἄλλον λόγον μείζων ὁ Κρόνος κατὰ τὴν αὐτοῦ ὅς φασι σφαῖραν, ἀλλὰ καὶ ἐπλήθυναν αὐτὸν κατὰ τὴν κλίσιν οἱ μεθ' Ὅμηρον, ὡς Αἴλιος Διονύσιος ἱστορεῖ. Δίες γάρ φησι τὸ πληθυντικὸν τοῦ Διὸς. καὶ δρᾶμα οὕτως ἐπιγέγραπται. καὶ αἱ ἐφεξῆς πτώσεις, Διῶν. καὶ Δισί. καὶ Δίας. Ἔτι ἰστέον ὅτι καθὰ τὸ δῖος οὐ παράγει σύγκρισιν, ἢ ὑπέρθεσιν διὰ τὸ φύσει τῆς λέξεως ὑπεροχικὸν, οὐδεὶς γὰρ λέγει διότερος ἢ διότατος, οὕτως οὐδὲ τὸ ἀγαθὸς, διὰ τὴν ἐν αὐτῷ τοῦ ἄγαν ἐπίτασιν. φησὶ γοῦν Αἴλιος Διονύσιος, ὅτι ἀγαθώτερος καὶ ἀγαθώτατος παρ' οὐδενὶ τῶν Ἑλλήνων κεῖται. (ῃερς. 15.) Ὅτι τὸ γλαφυρὸν κυρίως μὲν, ἐπὶ χειροκμήτου κοιλότητος, οἵαν οἱ λιθοξόοι καὶ οἱ ξοανογλύφοι ἐντυποῦσι, παρὰ τὸ γλάφω τὸ κοιλαίνω γενόμενον, περὶ οὗ ἐν τοῖς μετὰ ταῦτα ῥηθήσεται. ἐπὶ δὲ σπηλαίου μεταφορικῶς λέγεται καὶ ἐπὶ νηὸς, διὰ τὸ ἁπλῶς κοῖλον ὃ καὶ τοῖς γλαφομένοις παρέπεται. ἤδη δὲ ἡ λέξις μετῆκται καὶ ἐπὶ νοημάτων. καὶ λέγεται καὶ νοήματα γλαφυρὰ, τὰ ἔχοντά τι βαθὺ, πλὴν μετὰ καὶ χάριτος καὶ διαφανίας τινὸς καὶ λαμπρότητος, ὡς μὴ πάνυ εἶναι διὰ τὸ βάθος σκοτεινά. εἰ δὲ καὶ σπίνου στόμα γλαφυρὸν ἀκούσεις σοφοῦ τινὸς λέγοντος, ἐντεῦθέν ποθεν νόει μετηνέχθαι τὴν λέξιν. ἀλλὰ καὶ ὅτε τις λέγει φρίσσειν τὰ λήϊα γλαφυρὸν, διὰ τὸ ἐπικυρτοῦσθαι τοὺς στάχυας τοῦτο λέγει, καὶ γίνεσθαί τινα οὕτω ὑπ' ἐκείνοις κοιλότητα. Ὅτι δοκεῖ μὲν ἀδιάφορα εἶναι ὁ πόσις τε καὶ ὁ ἀνὴρ, Σοφοκλῆς δὲ ἐν Τραχινίαις ὑπεμφαίνει διαφοράν τινα τῶν λέξεων τούτων ἔνθα δέδοικεν ἡ ὑπέρακμος Δηϊάνειρα, μή ποτε ὁ Ἡρακλῆς αὐτῆς μὲν εἴη πόσις, τῆς δὲ νεωτέρας Ἰώλης ἀνήρ. παρωνόμασται δὲ ἀπὸ τῆς πόσεως ὁ πόσις ὡς δοκεῖ τοῖς παλαιοῖς, διὰ τὴν σπερματικὴν ὑγρότητα. ὡς καὶ ὁ ἄρσην, ἀπὸ τοῦ ἄρδειν. καὶ ὁ υἱὸς ἀπὸ τοῦ ὕειν. διὸ καὶ τὸ ὀπυίειν, ἐντεῦθεν αὐτοῖς ἐδόκει παράγεσθαι. οἱονεὶ τὸ διὰ τῆς ὀπῆς ὕειν ὅθεν ὁ υἱός. (ῃερς. 16.) Ὅτι τὸ περιπλομένων ἐνιαυτῶν ἐκ τοῦ περιπελομένων γίνεται ὅ ἐστι γενομένων ἢ περιπολούντων, κατὰ συγκοπήν. Ὅτι δὲ τὸ πέλεσθαι καὶ ἐπὶ τοιούτου λέγεται, δηλοῖ τὸ, ἤματα μακρὰ πέλονται. Ἐνιαυτὸς δὲ ὡς καὶ ἐν Ἰλιάδι ἐδηλώθη, ὁ μακρὸς χρόνος καὶ διατριβὴν ἔχων πολλὴν, παρὰ τὸ ἰαύω τὸ διατρίβω. διὸ καὶ ὁ κωμικὸς ἐπιθετικῶς 1. 10 αὐτὸ τίθησιν ἐν τῷ ἐτῶν χρονίους ἐνιαυτούς. Ἰστέον δὲ ὅτι ἀπὸ μὲν τοῦ ἐνιαυτοῦ τὸ ἀπενιαυτίζειν γίνεται. ἀπὸ δὲ τοῦ ἔτους, ἀμφιετίζεσθαι τὸ κατ' ἔτος περιέρχεσθαι, καὶ ἐπίῤῥημα δὲ ἐντεῦθεν παρὰ τοῖς παλαιοῖς ἀμφιετεί. (ῃερς. 17.) Ὅτι τὸ ἐπεκλώσαντο θεοὶ, τροπικῶς ῥηθὲν ὡς ἀπὸ τῶν κλωθομένων εἱρμόν τινα σημαίνει καὶ κύκλον καὶ εἴλησίν τινα καὶ στροφὴν τῶν ἐν γενέσει πραγμάτων, οὐκ ἐχόντων μένειν ἐπὶ τοῦ αὐτοῦ. λαμβάνεται δὲ ἡ λέξις ἐπὶ ἀποβάσει πραγμάτων ἀγαθῶν καὶ μὴ τοιούτων. ἐπικλώθεσθαι γάρ τισι φαμὲν, τά τε χρηστὰ καὶ τὰ μὴ τοιαῦτα. αἱ μέντοι κατακλῶθες ἐοίκασιν ἐπὶ κακοῦ λαμβάνεσθαι. διὸ καὶ βαρείας αὐτὰς ἐπονομάζει ὁ ποιητὴς ἐν τῷ, κλῶθες τε βαρεῖαι. καὶ ὁ τοῦ Ἠξίονος δὲ τροχὸς ᾧ ἐκεῖνος κατὰ τὸν μῦθον συνδεδεμένος εἰλεῖται, τοιοῦτόν τι παραδηλοῖ. κλώσματος γὰρ στροφῇ ἔοικεν ἡ τοῦ τροχοῦ περιδίνησις. (ῃερς. 18.) Ὅτι δὲ καὶ μοῖρα ἡ Κλωθὼ, καὶ ὅτι ἐκεῖθεν ἡ λέξις εἴληπται, οἱ παλαιοὶ δηλοῦσιν. Ὅτι εὐφωνίαν ἐν πολλοῖς τεχνώμενος ὁ ποιητὴς, καὶ ἄλλως μὲν πολλαχοῦ τοῦτο ποιεῖ, ἔστι δὲ ὅτε καὶ διὰ προσθήκης στοιχείου ἢ ἀφαιρέσεως. προσθήκης μὲν, ὡς ἐν τῷ πλάγχθη καὶ τοῖς ὁμοίοις καθὰ προγέγραπται. ἀφαιρέσεως δὲ, ὡς ἐν τῷ πεφυγμένος ἀέθλων. πεφευγμένος γὰρ ὀφείλων εἰπεῖν, ἐξώθησε τὸ ˉε τῆς διφθόγγου διὰ τὸ εὐφωνότερον. οὕτω καὶ ἐκ τοῦ πεύθω πεύσω πύστης ἡ δι' ἀκοῆς μάθησις. καὶ ἐκ τοῦ κεύθω ἡ κύστης. καὶ ἐκ τοῦ ἐρεύθω, τὸ ἐρυθρὸν καὶ τὸ ἐρύθημα καὶ ἰχθὺς ὁ ἐρυθῖνος, καὶ ἐρυθρόδανον. οὕτω καὶ τὸ ἄφευκτον, ἄφυκτον λέγεται. καὶ τὸ πέπυσμαι πέπευσμαι. καὶ τὸ ψευδηρὸν, ψευδρὸν καὶ ψυδρόν. καὶ τὸ ἄπευστον ἄπυστον. καὶ ἔλευσις ἤλυσις. καὶ εὔτευκτον εὔτυκτον. καὶ τὸ τετεῦχθαι τετύχθαι. καὶ τὸ νευστάζειν νυστάζειν. οὕτω καὶ ἐκ τοῦ τεύχω τέχνη. καὶ τὸ γλυκὺ ἐκ τοῦ γλεῦκος. ὅθεν καὶ γλεῦξις κατὰ Παυσανίαν, οἶνος πολὺ ἕψημα ἔχων, ὁ νῦν φησι σίρινος. ὁ δ' αὐτὸς, καὶ σίραιον οὐδετέρως. Ἀέθλους δὲ, σεμνῶς ὁ ποιητὴς εἶπε τοὺς τοῦ Ὀδυσσέως πόνους καὶ οἷον ἀγῶνας. Ὅτι δὲ καὶ ἐπὶ ἀγωνισμάτων οἶδε τὴν λέξιν κειμένην, πολλαχοῦ φαίνεται. πρός τινα δὲ ἀντίπαλον ἦν ἀεθλεύων ὁ Ὀδυσσεύς. ἢ πάντως, πρὸς τὴν ἀντικειμένην αὐτῷ τύχην. ἐνοήθη δὲ πρός τινων τὸ ἀέθλων, καὶ ἀντὶ τοῦ μόχθων καὶ πόνων, παρὰ τὸ ˉα στερητικὸν καὶ τὸ ἐθέλειν, οὓς οὐκ ἄν τις ἐθέλοι. (ῃερς..) Ὅτι ἡ τοῦ Ποσειδῶνος ὀργὴ ἣν κατὰ Ὀδυσσέως τρέφει ἵνα πέλαγος μύθου πλατὺ, ἀλληγορίας κυάθῳ μετρήσωμεν, δυστυχίαν παραδηλοῖ τοῦ ἥρωος κατὰ θάλασσαν. τὰ γὰρ περὶ γῆν εὖ ἔχων τύχης, δυστυχῶς εἶχε τῶν κατὰ θάλασσαν. καὶ διατοῦτο δοκεῖ ἀσπερχὲς μενεαίνειν αὐτῷ ὁ τῆς θαλάσσης ἐπιστατῶν Ποσειδῶν. Νέστωρ μέντοι ἐπιτυχὴς τοῦ πλοῦ γενόμενος, οὐ μόνον φίλος Ποσειδῶνος λέγεται, ἀλλὰ καὶ εἰς συγγένειαν αὐτῷ εἰσποιεῖται παρὰ τοῖς ποιηταῖς οἷα σχὼν εὐτυχῶς ὡς εἴρηται τὰ εἰς πλοῦν, ὡς ἐν τῇ γάμμα ῥαψῳδίᾳ ἱστορεῖται. Ἀσπερχὲς δὲ, κατ' ἐπίτασιν τὸ πολυσπερχὲς καὶ ἐντρεχὲς καὶ πολυσπούδαστον. Σοφοκλῆς δὲ αὐτὸ περισπερχὲς λέγει. οὗ ἀρσενικὸν ὁ περισπερχής. καὶ θηλυκὸν ἡ περισπέρχεια. ἐντεῦθεν δὲ καὶ ὁ Πολυσπέρχων κύριον στρατηγοῦ ὄνομα. (ῃερς. 21.) Ὅτι παρασημειοῦνται οἱ παλαιοὶ τὸν ποιητὴν ἐν μὲν Ἰλιάδι πολλαῖς ἐπαναλήψεσι χρήσασθαι. ἐνταῦθα δὲ, μιᾷ τῇ κατὰ τοὺς Αἰθίοπας. ἐν ᾗ φησὶν ὅτι Αἰθίοπας μετεκίαθε τηλόθ' ἐόντας. Αἰθίοπας, τοὶ διχθὰ δεδαίαται ἔσχατοι ἀνδρῶν ἤγουν ἀνθρώπων ὡς προδεδήλωται. ὃ φαίνεται καὶ ἐν τῷ, πατὴρ ἀνδρῶν τε θεῶν τε. χρῆται δὲ τῇ ἐπαναλήψει ἐνταῦθα, εἰς σύστασιν τοῦ ἔθνους. δεικνύων πάνυ πολλὴν ὡς ῥηθήσεται γῆν ἐπέχειν αὐτούς. (ῃερς. 23.) Ἔστι δὲ τὸ μὲν διχθὰ καθὰ καὶ ἐν Ἰλιάδι τὸ τριχθὰ καὶ τετραχθὰ, Δωρικόν. Δωριέων γὰρ, ἡ τοῦ θῆτα ἐν τούτοις ἐπένθεσις. ὡς καὶ ἐν τῷ πονῷ πονήσω πεπόνηκα πέπονα καὶ πλεονασμῷ πέπονθα, πρός τινα ὁμοιότητα τοῦ πέποιθα. οὕτω δὲ καὶ ἐν τῷ μαλακὸς μαλθακός. καὶ χαμαλὴ χθαμαλή. τινῶν δὲ εἰπόντων τὸ αὐτὸ γίνεσθαι καὶ ἐν τῷ ἦσθα, ὁ Ἡρακλείδης οὐκ ἀκούει. δοκεῖ δὲ καὶ ἐκ τοῦ ἔχειν ὅ πέρ ἐστιν ἐξέχειν, κοινῶν μὲν, γενέσθαι ἡ καρυστία ὄχη. πρὸς διαστολὴν δὲ Δωρικῶς, ἡ τοῦ ποταμοῦ ὄχθη καὶ ἐξ αὐτῆς ὄχθος. ἴσως δὲ, καὶ ὁ μόχθος. ὡς ἐκ τοῦ ὀχλεῖν ὁ μοχλός. ὁμοίως καὶ ἐκ τοῦ ἄχος, τὸ ἄχθος καὶ τὰ ἐξ αὐτοῦ. καὶ ἐκ τῆς ὀχῆς δὲ ὅ ἐστι τροφῆς, ὁ παρὰ Ἡσιόδῳ εὐοχθέων. αὐτὸ δὲ, καὶ ἐκ τοῦ ὄχθου γίνοιτο ἄν. καὶ τοιάδε μὲν καὶ ταῦτα. (ῃερς. 24.) Τὸ δὲ ἔσχατοι ἀνδρῶν, ἐφερμηνευτικόν ἐστι τοῦ, τηλόθι ἐόντας. ὥσπερ πάλιν καὶ τὸ, οἱ μὲν δυσομένου ἡλίου, οἱ δὲ ἀνιόντος, διασαφητικόν ἐστι τὸ διχθὰ μεμερίσθαι αὐτούς. Τὸ δὲ νήσῳ ἐν ἀμφιρύτῃ, νῆσος δενδρήεσσα, οὐκ ἐπανάληψις εἶναι δοκεῖ, διότι οὐχ' ὁμοιοπτώτως ἔχει. τὰ γὰρ διὰ μιᾶς λέξεως ἐπαναλαμβανόμενα ταυτότητα δοκεῖ πτώσεως φυλάττειν. καί τοι ἐν τῇ Ἰλιάδι πολλαὶ ἦσαν 1. 11 ἐπαναλήψεις ἀνομοιόπτωτοι. διὸ καὶ αὐτὸ εἴη ἂν τάχα ἐπανάληψίς τις. ῥηθήσεται δὲ καὶ μετ' ὀλίγα περὶ αὐτοῦ. Ἐνταῦθα δὲ ὅρα ὡς ἐπίτηδες ὁ ποιητὴς ἄρτι ἐκτοπίζει τὸν Ποσειδῶνα εἰς τοὺς Αἰθίοπας, ἵνα πιθανῶς ἐξαγάγῃ τὸν Ὀδυσσέα τῆς νήσου τῆς Καλυψοῦς, μακρὰν ἀποδημοῦντος καὶ εὐωχουμένου τοῦ Ποσειδῶνος ὃς ἐμενέαινε τῷ Ὀδυσσεῖ. δεισιδαίμονες δὲ ὡς εἰκὸς οἱ Αἰθίοπες. διὸ καὶ ἐν Ἰλιάδι ὁ Ζεὺς καὶ οἱ περὶ αὐτὸν, εἰς ἀμύμονας Αἰθιοπῆας ἔβησαν, καὶ πολλὰς ἡμέρας διήγαγον. (ῃερς. 23.) Ἰστέον δὲ ὅτι τὸ, τοὶ δεδαίαται, ἀντὶ τοῦ οἳ μεμερισμένοι εἰσὶ, Δωρίδι καὶ Ἰάδι μεμέρισται διαλέκτῳ. καὶ ἐστὶν Ἰωνικὸν μὲν, τὸ δεδαίαται κατὰ κανόνα δεδηλωμένον ἐν Ἰλιάδι. Δωριέων δὲ, τὸ τοί. οὗ νοητὴ μὲν, ἄῤῥητος δὲ εὐθεῖα, τός. ὅθεν ἐκβολῇ μὲν τοῦ ταˉυ, ὅς, τὸ κοινόν. ἀπελεύσει δὲ καὶ τοῦ σίγμα, ὅ. μετὰ σφοδρᾶς δηλαδὴ τονικῆς κρούσεως. καὶ εἰσὶν ἄμφω, ἀντωνυμικὰ ἄρθρα. οἷον. ὃς θαλάσσης βένθεα οἶδε. καὶ, ὃ γὰρ βασιλῆϊ χολωθείς. ἀνεθείσης δὲ τῆς ὀξείας τονώσεως, μένει ἄρθρον προτακτικὸν, τὸ ὀξυνόμενον ὡς ἐῤῥέθη ἀντωνυμικὸν ὅ. τοῦ τοίνυν ὡς εἴρηται Δωρικοῦ ἄρθρου τοῦ τὸς, ἀκολουθία πέφῃνε κλίσεως, τοῦ. τῷ. τόν. καὶ πληθυντικὰ, τοί. τῶν. τοῖς. τούς. ὁποία καὶ ἡ κίνησις τῆς ληγούσης τοῦ, ἄρτος ἄρτου ἄρτῳ ἄρτον ἄρτοι. καὶ ἑξῆς. αὐτοῦ δὲ τοῦ πρωτοτύπου κλιθέντος οὕτω, ἀναλόγως καὶ τὸ ὃς καὶ τὸ ὃ συνεξηκολούθησαν αὐτῷ. παραδέδοται δὲ καὶ ὅτι τὸ ἄῤῥητον ἄρθρον ἀρσενικὸν τὸ τὸς, ἀπελθόντος τοῦ λήγοντος σίγμα, ἐνεργεῖ Δωρικῶς ὡς προτακτικὸν ἄρθρον. καὶ δῆλον φασὶν, ἐκ τοῦ θάτερος. ὅπερ ἶσόν ἐστι τῷ, ὁ ἅτερος. ἵνα ᾖ, τὸ ἅτερος ἤγουν ὁ εἷς, εἶτα συναλοιφῇ καὶ ἅμα τροπῇ τοῦ ψιλοῦ εἰς δασὺ, θάτερος. λόγῳ δὲ τοιούτῳ, καὶ θηλυκὴ εὐθεῖα, τὴν ἑτέρα ἤγουν ἡ μία. καὶ κατὰ συναλοιφὴν καὶ ὁμοίαν τροπὴν, θατέρα ἡ ἑτέρα Δωρικῶς. εἰ δὲ τὰ τοιαῦτα Δωρικὰ καὶ ἡ λοιπὴ τούτων ἀνάλογος κίνησις Ἀττικοῖς γέγονε φίλα, καινὸν οὐδὲν εἴ τις ἐνθυμοῖτο καὶ τὸ, ὢ Δάματερ τὸ θαυμαστὸν ὃ κεῖται καὶ παρὰ τῷ κωμικῷ Δωρικὸν μὲν ὂν φιληθὲν δὲ εἰς κοινὴν χρῆσιν τοῖς Ἀττικοῖς. καὶ τοιαῦτα μὲν ταῦτα. Τὸ δὲ διχθὰ, ἐπιῤῥηματικῶς ἔχον κατὰ τὸ τριχθὰ καὶ τετραχθὰ τὰ ἐν τῇ Ἰλιάδι, ἐκ τοῦ δὶς ἐπιῤῥήματος παρῆκται καθὰ καὶ τὸ διχῇ καὶ τὸ δίχα καὶ τὸ δισσεύω καὶ ὅσα τοιαῦτα. δοκεῖ δὲ προϋπάρχειν αὐτῶν, ἡ διˉα πρόθεσις δηλοῦσά ποτε αὐτὴ καθ' αὐτὴν, δυασμόν τινα. ὡς δῆλον καὶ ἐκ τοῦ διαψάλματος καὶ ἐκ τοῦ διαυλεῖν καὶ ἐκ τοῦ διαφαίνειν. διὸ καὶ συντεθεῖσα μετὰ τοῦ δίχα, ἐπιτείνει τὸ δίχασμα ἐν τῷ διάνδιχα, οἷον. διάνδιχα βουλεύεται. ἤγουν δυάζει τὴν βουλὴν ἐν τῷ ἄλλως καὶ ἄλλως ἀναβουλεύεσθαι. (ῃερς. 22.) Ὅτι ἀπὸ τοῦ αἴθω ἐξ οὗ καὶ ὁ παρὰ τῷ κωμικῷ αἰθὸς καὶ λέων αἴθων καὶ οἶνος αἶθοψ, καὶ οἱ Αἰθίοπες λέγονται, διὰ τὸ ἐπικεκαῦθαι τὴν ὄψιν ὑπὸ τοῦ Ἡλίου. ὅς φασι κατὰ κάθετον ὢν ἐν Αἰθιοπίᾳ, ἐπικαίει πλέον. Καὶ ὅτι διχῶς παρὰ τοῖς παλαιοῖς ἡ ἑνικὴ τοῦ ἔθνους εὐθεῖα, Αἰθίοψ τε γὰρ καὶ Αἰθιοπεὺς. καὶ ὅτι καὶ Διὸς ἐπίθετον, αἰθίοψ. ἴσως μὲν, καὶ διά τι ἕτερον. ἴσως δὲ, καὶ διό τι φαίνεται μυθικῶς φιλῶν ἐπιχωριάζειν τῇ Αἰθιοπίᾳ. οὐκ ἀπεικὸς δὲ, καὶ κατ' ἀλληγορίαν οὕτω καλεῖσθαι αὐτὸν, ὡς φαεινόν. παρὰ τὸ αἴθω τὸ λάμπω. ἀφ' οὗ καὶ ὁ αἰθὴρ Ζεὺς. καὶ αἰθρία ἡ κατ' αὐτὸν εὐδία. καὶ τὸ αἴθριον. καὶ ὁ ἀστὴρ δέ. καὶ τὸ ἄστρον. καὶ αἴθυια ὡς εἰκὸς παρὰ Λυκόφρονι Ἀθηνᾶ, ἡ φωσφόρος. (ῃερς. 23) Καὶ ὅτι οἱ Αἰθίοπες μεμερισμένοι δίχα οἰκοῦσιν ὡς εἴρηται. οἱ μὲν, δυσομένου ἡλίου. οἱ δὲ, ἀνατέλλοντος. τοῦτο δὲ πολλὴν ἀμφιβολίαν ἐξηγήσεως ἔχει παρὰ τοῖς παλαιοῖς. τοῖς μὲν γὰρ δοκεῖ, δέον εἶναι Αἰθίοπας δέχεσθαι, τοὺς παρ' ὅλην τὴν μεσημβρινὴν ὠκεανίτην γῆν διατείνοντας. καὶ ἀπὸ ἡλίου ἀνίσχοντος, μέχρι δυομένου διήκοντας. οἳ δίχα διῄρηνται φυσικῶς τῷ Ἀραβίῳ ἤτοι Ἐρυθραίῳ κόλπῳ. οἱ μὲν, ἔνθεν κείμενοι τοῦ κόλπου. οἱ δὲ, ἐκεῖθεν. ἀνατολικοί τε, καὶ ἐπὶ θάτερα δυτικοί. μεγίστη γὰρ ἡ Αἰθιοπία, καὶ μείζων φασὶν ἤπερ ἡ πρὸς Βοῤῥὰν ἀπεναντίας Σκυθία. Αἰθιοπία γὰρ καλεῖται, τὰ μεσημβρινὰ πάντα τὰ πρὸς τὸν Ὠκεανὸν ἀπὸ ἀνατολῶν χειμερινῶν παρήκοντα μέχρι δυσμῶν. καὶ ταῦτα μέν τινες. Ἕτεροι δὲ ἀπεναντίας ἥκοντες τοῖς δοξάζουσι παρωκεανίτας καὶ νοτιωτάτους τοὺς Αἰθίοπας εἶναι, μετάγουσιν αὐτοὺς τῇ ἱστορίᾳ καὶ κατάγουσιν ἐπὶ τὰ πρὸς τῇ Αἰγύπτῳ τῆς Λιβύης ἔσχατα βόρεια. ὧν μέμνηται καὶ Ἡρόδοτος, λέγων· Αἰθίοπες οἱ πρόσουροι Αἰγύπτου. καὶ τούτους εἶναι φασὶ τοὺς παρ' Ὁμήρῳ Αἰθίοπας. οἷς ἀκολουθῶν καὶ Ἀρίσταρχος, αὐτοὺς νοεῖ Αἰθίοπας. μεμερισμένους μὲν δίχα, διότι σχίζων τὴν κατ' αὐτοὺς γῆν ὁ Νεῖλος, τοὺς μὲν ἀφίησι δυτικωτέρους κεῖσθαι. τοὺς δὲ ἀφορίζει πρὸς τὸ ἀνατολικώτερον. ἐσχάτους δὲ ἀνδρῶν, δηλαδὴ τῶν ἐν τοῖς βορειοτάτοις μέρεσι τῆς Αἰγύπτου τοῖς περὶ θάλασσαν. καθὰ καὶ 1. 12 Αἰσχύλος φησίν· ἔστι πόλις Κάνωβος ἐσχάτη χθονός. καὶ αὐτὸς γὰρ τὴν Κάνωβον, ἐσχάτην χθονὸς λέγει ὡς κειμένην βορειοτάτην ἐν τοῖς πρὸς τῇ θαλάσσῃ μέρεσι Αἰγύπτου. ἀλλ' οὕτω μὲν καὶ οἱ περὶ Ἀρίσταρχον. συντρέχει δὲ τῇ τοιαύτῃ ἐννοίᾳ, καὶ ὁ εἰπὼν ὅτι ἡ Αἰθιοπία ἐπ' εὐθείας κεῖται τῇ Αἰγύπτῳ στενὴ καὶ μακρὰ καὶ ἐπίκλυστος. τὰ μέντοι ἔξω αὐτῆς, ἄνυδρα καὶ σπανίως οἰκούμενα. τὰ μὲν πρὸς ἕω, τὰ δὲ πρὸς δύσιν κείμενα. ὅθεν καὶ δίχα διῄρηνται οἱ Αἰθίοπες. οἱ μὲν δυσομένου ἡλίου, οἱ δ' ἀνιόντος. ἔτι σύμφωνα λέγει καὶ ὁ εἰπὼν, Αἰθίοπας τοὺς ὑπὲρ Αἰγύπτου καὶ Ἄραβας καὶ τοὺς ἀπὸ ἡλίου ἀνατολῶν. λέγων εὐθύτριχας εἶναι. τοὺς δὲ ἐκ Λιβύης, τρίχωμα ἔχειν πάντων οὐλότατον. ὁ δὲ γεωγράφος λέγει καὶ ὅτι, καὶ ἄλλως δὲ οἱ ἀπὸ τῶν στηλῶν καὶ τῆς ἐρυθρᾶς παραπλεύσαντες τῷ Ὠκεανῷ τὴν Λιβύην τὰ τελευταῖα χωρία ἐφ' ἃ πλέοντες ἦλθον, Αἰθιοπικὰ προσηγόρευσαν. ὑπὸ τῆς τοιαύτης οὖν φησὶν ἀκολουθίας ἀχθεὶς καὶ ὁ ποιητὴς ὡς εἰκὸς, δίχα διαιρεῖ τοὺς Αἰθίοπας. τοὺς μὲν πρὸς ἀνατολὴν, τοὺς δὲ πρὸς δύσιν. Ἔτι δὲ, Αἰθίοπες τὴν Λιβύην ἐπελθόντες μέχρι δύσεως, οἱ μὲν, αὐτοῦ ἔμειναν, οἱ δὲ, καὶ τῆς παραλίας κατέσχον πολλήν. ἄλλοι δὲ νοοῦσι τὴν διακεκαυμένην πᾶσαν ζώνην τὴν πρὸς τῷ νότῳ, κατέχεσθαι ὑπὸ Αἰθιόπων μεσολαβοῦντος τοῦ Ὠκεανοῦ. ἑτέρωθεν δὲ αὐτῆς κεῖσθαι δύο εὐκράτους. μίαν μὲν, τὴν καθ' ἡμᾶς ἐν τοῖς νοτίοις ἱστορουμένην καὶ φαινομένην. ἑτέραν δὲ, ἡμῖν ἀνιστόρητον τὴν ἐκεῖθεν ἀντιπέραν τοῦ Ὠκεανοῦ καὶ ὡς εἰπεῖν, ὑπερνότιον. ὅθεν καὶ τοὺς Αἰθίοπας διχῇ μεμερίσθαι λέγουσιν ὑπὸ τοῦ τοιούτου Ὠκεανοῦ. εἴς τε τοὺς παρ' ἡμῖν μεσημβρινοὺς Αἰθίοπας ἐσχάτους ὄντας πρὸς τῷ Ὠκεανῷ, καὶ εἰς τοὺς ὡς εἰκὸς ἀντικρὺ πέραν τοῦ Ὠκεανοῦ. ἐσχάτους καὶ αὐτοὺς κειμένους ἐν τῇ ἑτέρᾳ εὐκράτῳ τῇ ἀθεάτῳ ἡμῖν. ὁ δὲ λόγος οὗτος εἰ καὶ πιθανὸς, ἀλλ' οὖν τερατώδης διὰ τὴν μαθηματικὴν ὑπόθεσιν τῆς ἀντιπέραν εὐκράτου. διὰ ταῦτα τοίνυν τὸ ἔσχατοι ἀνδρῶν, τριχῶς νοεῖται. ἢ διότι παρωκεανίται κατὰ μεσημβρίαν εἰσὶν οἱ Αἰθίοπες, ὧν ἀοίκητος ἡ ἐπέκεινα διὰ καύματος ὑπερβολὴν. ἢ ἔσχατοι πρὸς τὰ βόρεια τῆς Αἰγύπτου κατὰ Ἀρίσταρχον. ἢ κατὰ τοὺς μαθηματικοὺς, ἔσχατοι διὰ τὸ παρ' ἑκάτερα ὡς εἴρηται κεῖσθαι τοῦ Ὠκεανοῦ. οἱ μὲν νότιοι, οἱ δὲ ἐκεῖθεν ὡς ἂν εἴποι τις ὑπερνότιοι ὡς ἐν τοιαύτῃ τινὶ καταγραφῇ. Αἰθίοπες ἀντικείμενοι τοῖς καθ' ἡμᾶς μεσημβρινοῖς, οἰκοῦντες ἐν τῇ πέραν εὐκράτῳ κατὰ τοὺς μαθηματικοὺς. Ὠκεανὸς μεσημβρινὸς, περὶ ὃν ἡ διακεκαυμένη ζώνη. Αἰθίοπες μεσημβρινοὶ πρὸς αὐτῷ Νότῳ ἐν Λιβύῃ ἔσχατοι τῆς ἡμετέρας ἐκεῖ εὐκράτου κατὰ τὸν γεωγράφον. Αἰθίοπες ἕτεροι ἐν τῷ βορειοτάτῳ ἐσχάτῳ τῆς αὐτοῦ Λιβύης τῷ κατὰ Αἴγυπτον καὶ Ἑσπερίαν θάλασσαν ὡς Ἀριστάρχῳ δοκεῖ. Ὅτι δοκεῖ τισὶν ὁ ἐνταῦθα Ὁμηρικὸς Ποσειδῶν πρὸς τοὺς ἀνατολικωτέρους Αἰθίοπας ἀπελθεῖν, διὰ τὸ λέγειν ἐν τοῖς ἑξῆς τὸν ποιητὴν ὅτι ὁ Ποσειδῶν πλέοντα τὸν Ὀδυσσέα εἶδεν ἐκ Σολύμων ὀρέων ἅπερ εἰσὶν ἐκεῖ ἀνατολικώτερα. Ἰστέον δὲ ὅτι εὐλόγως δοκεῖ ὁ Ποσειδῶν τῇ τῶν Αἰθιόπων γῇ χαίρειν. αὐτοὶ μὲν γὰρ, περὶ Λιβύην. ἀπὸ Λιβύων δὲ ἐξ ἀρχῆς κατὰ Ἡρόδοτον τὸ τοῦ Ποσειδῶνος ὄνομα ἦλθεν εἰς Ἕλληνας, καθὰ καὶ τὸ τοῦ Ἡρακλέος. (ῃερς. 25.) Ὅτι ταύρων καὶ ἀρνειῶν ἑκατόμβη τῷ Ποσειδῶνι ἐθύετο καθὰ δηλοῖ καὶ ὁ ποιητὴς ἐνταῦθα, εἰπών. ἀντιόων ταύρων τὲ καὶ ἀρνειῶν ἑκατόμβης. ταύρων μὲν, διὰ τὸ γόνιμον τοῦ ὕδατος τὸ ἐκ τοῦ ἄρδειν, εἴγε καὶ ἄρσην λέγεται ἀνὴρ ὡς προείρηται. ἔτι δὲ καὶ πόσις ὁ αὐτὸς, ὡς γόνιμος, καὶ ἄλλως δὲ, διὰ τὸ τοῦ ὕδατος ἔστιν ὅτε μυκητικὸν καὶ πληκτικὸν τοῦ πελάζοντος καὶ ἑλικτὸν δὲ δίκην κέρατος. ἀρνειῶν δὲ, διὰ τὸ ἐξ αὐτοῦ νεάζον καὶ θαλερόν. καὶ διὰ τὸ οἷον εἰπεῖν, χειρόηθες τῆς γαλήνης καὶ ἁπαλὸν ἐν εὐδίας καιρῷ. Ἰστέον δὲ ὅτι οὐ ταυτὸν δηλοῦσιν οἱ ἄρνες καὶ οἱ ἀρνειοὶ, ἀλλὰ τελειότερόν ἐστι τοῦ ἀρνὸς ὁ ἀρνειὸς ὡς ἐν τοῖς μετὰ ταῦτα δειχθήσεται. διὸ καὶ Ὀδυσσεύς που ἀρνειῷ πηγεσιμάλλῳ εἰκάζεται. καὶ ἀρνειὸς δὲ αὐτὸν σώζει τὸν τηλικοῦτον, ἐκ τοῦ Κύκλωπος. Γίνεται δὲ ὁ ἀρνειὸς, ἐκ τοῦ ἀρνὸς πλεονασμῷ τῆς ˉεˉι διφθόγγου. ὡς ἀδελφὸς ἀδελφειὸς καὶ ὅσα τοιαῦτα. περὶ δὲ ἑκατόμβης, ἐν τῇ ˉα τῆς Ἰλιάδος γέγραπται. Ἰστέον δὲ ὡς οὐ μόνον ἑκατόμβαι, ἀλλὰ καὶ τριττύες ἦσαν ὅ ἐστι τριῶν ζῴων θυσίαι, ὡς καὶ ἐν τοῖς μετὰ ταῦτα φανήσεται. κατὰ δὲ Παυσανίαν, καὶ δωδεκίδες θυσίαι δώδεκα ἱερείων, περὶ οὗ εὑρήσεται ἀλλαχοῦ, ὅτι δωδεκῇ 1. 13 δες, σὺν τῷ ˉι γραπτέον. συνῄρηται γάρ φασιν ὡς τὸ Βρισηΐδος Βρισῇδος. Καμηΐδος Καμῇδος καὶ τὰ ὅμοια. Ἐκ δὲ τῆς ἑκατόμβης, καὶ μὴν Ἀττικὸς Ἑκατομβαιὼν, διὰ τὰς ὡς εἰκὸς τότε ἐπιφανεῖς ἑκατόμβας. Ἰστέον δὲ ὅτι πρὸς ὁμοίωσιν ἑκατόμβης τοιαύτης, ἱστόρηταί τις βασιλεὺς Παφλαγὼν πολυφαγῶν, ὃς ἑκατόν φασι πάντα παρετίθετο ἐπὶ τὴν τράπεζαν ἀπὸ βοῶν ἀρξάμενος. καί πως ἑκατόμβην τινὰ οὕτως ἑαυτῷ ἐσχεδίαζεν. εἰ δὲ σκῶμμα τοῖς πολλὰ πίνουσι προσφυὲς τὸ, οἳ πίνουσι μόνον βατράχων τρόπον οὐδὲν ἔθοντες ἤγουν ἐσθίοντες οὗ χρῆσις καὶ ἐν Ἰλιάδι, ἀλλ' ἐκεῖνος ὁ Παφλαγὼν, αὐτὸ μὲν ἐξέφευγε. τὸ δὲ παμφάγος εἶναι, οὐκ ἂν ἔχοι διεκφυγεῖν. Σημείωσαι δὲ ὅτι καθὰ καὶ ἀλλαχοῦ δεδήλωται, καταμόνας ἐκ τῆς ἀντˉι προθέσεως γίνεται οὐ μόνον τὸ ἀντιόων, ἀλλὰ καὶ τὸ ἀντιάαν, καὶ ὁ ἀντίος. ἐκ δὲ τούτων, καὶ ἐναντίος. καὶ ἐναντιῶ. λόγῳ δὲ ὁμοίῳ, καὶ ἐκ τῆς περˉι προθέσεως, ὁ Πέριμος κύριον. καὶ ἐκ τῆς ἀμφˉι, ὁ Ἄμφιος. καὶ ῥῆμα τὸ ἀμφιέζω. καὶ ἐκ τῆς ὑπˉο, Ὕπιος ποταμὸς Παφλαγόνος. εἰ δὲ ἐκ τῆς ἀνˉα προθέσεως ὁ Ἄνιος, ἀλλ' αὐτὸ ὑπονοεῖται, ἄλλως γὰρ ἐκ τῆς ἀνίας αὐτὸς παρωνομάσθαι δοκεῖ. οἱ δὲ τὸν Δία ὅπερ ἐστὶν, ἀέρα, ἐθέλοντες ἐτυμολογεῖν παρὰ τὸ δι' αὐτοῦ τὰ κατὰ γῆν διοικεῖσθαι εἰς ὃ δοκεῖ συντελεῖν αὐτοῖς καὶ τὸ, ἐκ Διὸς ἀρχώμεσθα καὶ ἑξῆς τοιοῦτόν τι καὶ αὐτοὶ ἐπὶ τοῦ Διὸς βούλονται νοεῖν, ὡς τῆς διˉα προθέσεως ὀνομαζούσης αὐτόν. (ῃερς. 27. ετ σθθ.) Ὅτι τὸ ἀθρόοι καὶ ἀθρόα καὶ ἀθρόον, πρὸς διάφορον σημασίαν διαφόρως οἱ Ἀττικοὶ ἐπνευμάτιζον. ἐπὶ μὲν τοῦ αἰφνιδίου, ψιλοῦντες αὐτὸ διὰ τὴν τοῦ ˉα στέρησιν. οἱονεὶ τὸ δίχα θροῦ, τουτέστι θορύβου. ἐπὶ δὲ τοῦ ὁμοῦ, δασύνοντες διὰ τὴν ἄθροισιν. ἀθρόον γὰρ, τὸ ἅμα θρῷ ἤτοι θορύβῳ. ἢ τὸ ἅμα θορὸν ἤγουν πηδῆσαν. τὸ δὲ ἀθροιστικὸν ˉα, δασύνεται. τὸ γοῦν ἁθρόοι ἦσαν, καὶ ἁθρόα πάντ' ἀπέτισεν, ἐδασύνετο Ἀττικῶς τούτῳ τῷ λόγῳ διὰ τὴν ἀθροιστικὴν σημασίαν. οἱ δὲ νῦν ὅπως ἂν ἔχοι, ψιλοῦσιν αὐτὰ διὰ τὸ πρὸ δασέος κεῖσθαι τὸ ˉα. οἱ δ' αὐτοὶ Ἀττικοὶ, καὶ τὸ αὔω ἐπὶ μὲν τοῦ φαίνω, ἐψίλουν ἐξ οὗ καὶ ἡὼς ἡ ἡμέρα. ἐπὶ δὲ τοῦ ξηραίνω, ἐδάσυνον. ἐξ οὗ καὶ τὸ ἀπαφαυάνθην παρὰ τῷ κωμικῷ, ἤτοι ἀπεξηράνθην. καὶ τὸ εἴργω δὲ, ἐπὶ μὲν τοῦ κωλύω, ἐψίλουν. καὶ δῆλον ἐκ τοῦ ἀπεῖρξεν. ἐπὶ δὲ τοῦ ἐγκλείω, ἐδάσυνον. ὡς δηλοῖ τὸ καθεῖρξεν. ὅθεν καὶ δασύνεται καὶ ἡ εἱρκτή. ἐν δὲ ῥητορικοῖς λεξικοῖς φέρεται καὶ ταῦτα. ἐκ τοῦ ἁθρόος, γίνεται ἅθρους. οἷον. ἅθρους ἐπελθὼν ὁ στρατηγὸς, ἤγουν σὺν ὅλῳ τῷ στρατεύματι. καὶ Ἀριστοφάνης. ἑστῶτας ὥσπερ τοὺς ὀρεωκόμους ἅθρους. τοῦτο δὲ, ὁ Ἀσκαλωνίτης ἀξιοῖ περισπᾶν ἀτόπως, ἐπεί φησιν ἡ διαίρεσίς ἐστιν ἁθρόος. ἡ δὲ χρῆσις, παροξύνει. καὶ ζήτει πῶς ἀτόπως. δασύνεται δέ φησιν Ἀττικῶς τὸ ἅθρους καθὰ καὶ τὸ ἁθρεῖν ὅ ἐστι περισκοπεῖν καὶ μετ' ἐπιτάσεως ὁρᾶν. παρὰ δὲ τοῖς παλαιοῖς καὶ τὸ ἄθυρμά φασι διασύνεται. ὡς καὶ ἕνος ὁ ἐνιαυτός. ὅθεν ἄφενος, ὁ ἀπὸ ἐνιαυσίων γεννημάτων πλοῦτος καὶ τὸ ἕννη δὲ καὶ νέα, δασεῖαν τότε εἶχε. καὶ ἡ ἁμίς. καὶ ἡ ἅμαξα. ὅθεν καὶ τὸ καθημαξευμένως ὥς φησιν Αἴλιος Διονύσιος. καὶ θαμάξιον τὸ ἁμάξιον. χαίρουσι γάρ φησι τῇ δασείᾳ οἱ Ἀττικοί. Ὅτι δὲ τὸ Ὁμηρικῶς εἰπεῖν ἀθρόοιπρὸς δήλωσιν διαφόρου σημασίας παροξύνεται, δηλοῖ ὁ παραδοὺς ὡς ἄθροος μὲν ὁ ἀθόρυβος, προπαροξύνεται. ἁθρόος δὲ ὁ συνηθροισμένος, παροξύνεται. Ὅτι πολιτικώτερον ὡς ἐν Ἰλιάδι οὕτω κἀνταῦθα μεταχειριζόμενος Ὅμηρος τὰ δαιμόνια, βουλὰς θεῶν καθίζει ἀνθρωπικώτερον. καὶ πρῶτον τέως ἐνταῦθα ἐν οἷς ὁ Ζεὺς προκάθηται καὶ προλογίζει φιλοσοφῶν ὡς αὐτίκα εἰρήσεται. παιδευτικὰ δὲ καὶ ταῦτα τῶν τοῦ ποιητοῦ, ὡς δέον ὂν μηδὲν ἀπροβουλεύτως καὶ ἀπρονοήτως γίνεσθαι. Ἀστείως δ' ἐνταῦθα τὸ, ἔνθ' ὅγε τέρπετο δαιτὶ παρήμενος, οἱ δὲ δὴ ἄλλοι τοῦ δεῖνος ἐνὶ μεγάροισιν Ὀλυμπίου ἁθρόοι ἦσαν, ῥηθήσεταί ποτε ὅτε πολλῶν τινῶν ἐς μεγάλου τινὸς ἰόντων, εἷς τις γίνεται τοῦ τρυφᾶν. Μέγαρον δὲ ὡς ἐν ῥητορικῷ φέρεται λεξικῷ, οὐ μόνως τὸ κοινῶς, ἀλλὰ καὶ ἰδικῶς μέγαρα, κατάγεια οἰκήματά φησι ταῖν θεαῖν ἤγουν Δήμητρος καὶ Περσεφόνης. Αἴλιος δὲ Διονύσιος φησὶ καὶ ὅτι μάγαρον οὐχὶ μέγαρον, εἰς ὃ τὰ μυστικὰ ἱερὰ κατατίθενται. Ὅτι οὐδ' ἐν τῇ Ὀδυσσείᾳ ὁ ποιητὴς ὥσπερ οὐδ' ἐν τῇ Ἰλιάδι, ἐθέλει μωμοσκόπος εἶναι καὶ σιλλὸς ὅτε μὴ πᾶσα ἀνάγκη. ἀμύμονα γοῦν ὀνομάζει νῦν τὸν ἀτάσθαλον Αἴγισθον ὁ Ὁμηρικὸς Ζεύς, οὐκ ἐκ τῶν ἐκείνου κακῶν λαβὼν τὸ ἐπίθετον, ἀλλ' ἀφ' ὧν ὡς εἰκὸς εἶχε καλῶν. εἶχε δὲ, τὸ εὐγενές. τὸ εὐειδές. τὸ συνετὸν. καὶ εἴ τι που ἄλλο. ἄλλως δὲ, οὐδὲ ἐχρῆν τῷ μεγάλῳ Διῒ φλύαρον ἦθος προσαναπλάσασθαι τὸν ποιητήν. Περὶ δὲ Διὸς οὗ δήλωσις καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα, ῥητέον κἀνταῦθα ὅτι 1. 14 πολλαχῶς λαμβάνεται. μυθικός τε γὰρ, καὶ πρὸς ἱστορίαν, ἔτι δὲ καὶ ἀλληγορίαν. οὐ μόνον εἰς εἱμαρμένην ἐκλαμβανόμενος, ἀλλὰ καὶ εἰς νοῦν τόν τε κατ' ἄνθρωπον καὶ τὸν τοῦ κόσμου. καὶ εἰς οὐρανόν. καὶ αἰθέρα. καὶ ἁπλῶς ἀέρα. καὶ εἰς ἥλιον. Καὶ ὅτι τῶν εἰς εˉυς ὀνομάτων ὑπὲρ μίαν συλλαβὴν ὄντων, μονήρης μένει ὁ Ζεὺς ὡς μονοσύλλαβος. καὶ ὅτι πολλαῖς εὐθείαις παρὰ τοῖς παλαιοῖς ποικίλλεται. Δὶς γὰρ, οὗ γενικὴ Διὸς. καὶ Ζὴν, καὶ Ζὰν, καὶ Ζὰς, καὶ Ζὴς παρὰ Φερεκύδῃ καὶ Βοιωτικῶς, Ζεὺς καὶ Δάν. καὶ ὅτι τοῦ Ζεὺς, ἔστι καὶ αἰτιατικὴ παρὰ Πολυκράτει τῷ σοφιστῇ μονοσύλλαβος, τὸν Ζεῦν, περισπωμένη κατὰ τὸ λὶς λῖν, καὶ τὰ λοιπὰ τοιαῦτα μονοσύλλαβα. ἐν οἷς καὶ τὸ, τὴν θεῦν Ἄρτεμιν. κράθεν αὐτὸ ἀπὸ τοῦ, τὴν θεόν. (ῃερς. 32.) Ὅτι τὸ ὢ πόποι, φανερῶς ἐνταῦθα οὐκ ἐπὶ θρήνου κεῖται, ἐν τῷ, ὢ πόποι οἷον δὴ θεοὺς βροτοὶ αἰτιόωνται, ἀλλὰ σχετλιασμὸν δηλοῖ καὶ ἀγανάκτησιν. εἴρηται δὲ περὶ αὐτοῦ ἐν τῇ ˉα τῆς Ἰλιάδος πλατύτερον. εἰς δὲ τὸ βροτὸς, γράφουσιν οἱ παλαιοὶ ὅτι ὁ οἷον μορτὸς, ἤγουν μεμορμένος καὶ τῇ εἱμαρμένῃ ὑποπεπτωκώς. ὁ δὲ μῦθος, παρὰ τὸν Βρότον παράγει τὴν λέξιν, ὅπερ ἐστὶ μολυσμὸς αἵματος, ἤτοι λύθρον τὸ ἐκ τῶν μυθευομένων γιγάντων. ἄλλως δὲ κοινότερον, παρὰ τὸ ῥέω γίνεται ῥοτὸς ὁ ῥοῇ ὑποκείμενος, καὶ πλεονασμῷ τοῦ ˉβ Αἰολικῶς, βροτός. ὁμοίως τῷ, ῥᾴδιον βράδιον. ῥάκος βράκος. ῥόδον βρόδον. ῥίζα βρίζα. ἴσως δὲ, καὶ ῥῶ βρῶ. ἐξ οὗ βρῶσις ἡ οἶον ῥῶσις τῷ ζῶντι. οὕτω δὲ καὶ ῥυτὴρ βρυτὴρ ὁ χαλινός. ὁ δ' αὐτὸς, καὶ τροχίσκον δηλοῖ τὸν καὶ ῥόμβον καλούμενον. ὃν τύπτοντες ἱμᾶσι καὶ στρέφοντες, ἐποίουν δινεῖσθαι καὶ ψόφον ἀποτελεῖν. Εὔπολις δέ φασι, ῥύμβον αὐτὸν εἶπε διὰ τοῦ ˉυ ψιλοῦ. ὁ δὲ διὰ τοῦ ˉο μικροῦ ῥόμβος, παρεσημειώθη ἐν τοῖς τοῦ περιηγητοῦ. δοκῶν αὐτὸς καί τι ἐργαλεῖον εἶναι τοῦ ὑφαίνειν, ὡς δῆλον ἐκ τοῦ, ἱμάτια πορφυρᾶ καὶ κρόκινα ῥόμβοις ὑφαινόμενα. ζήτει δὲ περὶ αὐτοῦ καὶ ἐν τοῖς κατὰ τὸν Θεόκριτον. (ῃερς. 34.) Ὅτι φιλόσοφον διὰ τοῦ Διὸς ὁ ποιητὴς ἀνακινήσας θεώρημα εἰ ἄρα ἐξ εἱμαρμένης αἱ κακώσεις τοῖς ἀνθρώποις, ἢ ὑπὲρ μόρον ἤγουν ὑπὲρ τὴν μοῖραν ἐξ οἰκείας εἰσὶν ἀτασθαλίας, λύει αὐτὸ κατά τινα λόγον ἀντιπαραστάσεως διὰ τοῦ καˉι συνδέσμου. λέγων ὡς οὐ καθόλου καὶ ἀδιορίστως τὸ μοιρίδιον αἰτιατέον τῶν κακῶν, ἀλλὰ ῥητέον ὅτι τὰ μὲν τῶν ἐν ἀνθρώποις κακῶν διόθεν εἰσὶν ἤτοι ἐκ τοῦ πεπρωμένου. Ζεὺς γὰρ, καὶ τὸ πεπρωμένον ὡς πολλαχοῦ φαίνεται. οἱ δὲ, καὶ αὐτοὶ βλάπτουσιν ἑαυτοὺς σφῇσιν ἀτασθαλίῃσιν ὑπὲρ μόρον ἄλγε' ἔχοντες. οἷον. Ἱππόλυτος μὲν οὐ δικαίως ὑπὸ Κύπριδος κακὰ παθών. καὶ Ἡρακλῆς χόλῳ τῆς Ἥρας ἐλαυνόμενος. καὶ Βελεροφόντης κατὰ τὸ γῆρας μελαγχολῶν. καὶ Εὐχήνωρ ἐν Τροίᾳ θνήσκων διὰ τὸ καὶ οἴκαδε ἀνάγκην εἶναι νόσῳ παραπολέσθαι. καὶ Ὀδυσσεὺς ἐν τῇ πλάνῃ μυρία πάσχων κακά. καὶ εἴ τινες ἄλλοι τοιοῦτοι, οὐκ ἐξ οἰκείας ἀτασθαλίας πάσχουσι τὰ κακά. ἐὰν δὲ Αἴγισθος Ἑρμοῦ εἰπόντος μήτε τὸν Ἀγαμέμνονα κτείνειν μήτε μνάασθαι ἄκοιτιν, ἀπειθῇ, γήμας ἄλοχον τῷ βασιλεῖ μνηστὴν καὶ ἀναιρῆται. καὶ οἱ Ὀδυσσέως ἑταῖροι τῶν ἀπειρημένων ἁψάμενοι τοῦ Ἡλίου βοῶν, ἀπόλωνται. καὶ Ἀχιλλεὺς δυνάμενος ἐν Φθίᾳ διάγειν καὶ ἐπὶ μακρὸν ζῆν, εἶτα ἐλθὼν ἐς Τροίαν τελευτᾷ. καὶ Ἀλέξανδρος τὸ μὲν Οἰνώνης λέχος περιφρονήσας τὴν δὲ Ἑλένην ἁρπάσας, πάθοι κακῶς. καὶ Ἐλπήνωρ οἴνῳ βαρούμενος, πέσῃ καὶ ἐκτραχηλισθῇ, ἐξ οἰκείας ἀτασθαλίας οὗτοι πάσχουσιν. Ἰστέον δὲ ὅτι εὐλόγως τὸ σφῇσιν ἀντὶ τοῦ ἰδίαις, τῷ ˉη παραλήγεται, διὰ τὸ σφαῖς εἶναι τὸ προϋποκείμενον, ὁμοίως τῷ αἷς ᾗσι ταῖς ἰδίαις. τὸ μέν τοι σφίσιν ἀντὶ τοῦ αὐταῖς, οὐ καλῶς παρὰ τοῖς μεθ' Ὅμηρον διὰ τοῦ ˉη ἔχει τὴν παραλήγουσαν. Τὸ δὲ ὑπὲρ μόρον, συνθέτως ἐν ἑνὶ μέρει λόγου οἱ ἀκριβέστεροί φασι τῶν παλαιῶν, προπαροξύνοντες διὰ τὴν σύνθεσιν. Ἰστέον δ' ἐνταῦθα καὶ ὅτι τῆς ὑπˉερ προθέσεως δηλούσης ἔστιν ὅτε περιττότητα; καὶ τοῦ μόρου λαμβανομένου ποτὲ ἀντὶ τοῦ καθήκοντος, νοεῖται δι' αὐτὰ τὸ, ὑπέρμορον ἄλγεα πάσχειν, καὶ ἀντὶ τοῦ ὑπὲρ τὸ καθῆκον. οὕτω δέ φασι καὶ ὑπερηνορέων, ὁ παρὰ τὸ καθῆκον ἀνδριζόμενος. τῆς ὑπˉερ, ἰσοδυναμούσης τῇ παρˉα ἐν τοῖς τοιούτοις. ὡς καὶ ἐν τῷ, ὑπερβασίαι ἀλεγειναί. καὶ ἐν τῷ ὑπέρμετρον. ἐν μέν τοι τῷ ὑπερβαλλόντως καὶ ἐν τῷ ὑπέρθυμος καὶ ἐν τῷ ὑπερήσει ἀντὶ τοῦ ὑπερακοντίσει καὶ τοῖς ὁμοίοις, οὐ ψεκτὴν ἀλλ' ἐπαινετὴν σημαίνει περιττότητα ἡ ὑπˉερ πρόθεσις. (ῃερς. 32. ετ σθθ.) Ἐν τούτῳ δὲ τῷ χωρίῳ σημείωσαι τὸ τοῦ λόγου σεμνόν. ἀποφαντικῶς γὰρ ὁ Ζεὺς λαλεῖ καὶ γνωμικώτερον, καὶ μέμφεται τοὺς οὕτως εἰκῇ αἰτιωμένους τὸ θεῖον. εἰπών. ὢ πόποι, οἷον δὴ θεοὺς βροτοὶ αἰτιῶνται, ἐξ ἡμέων γάρ φασι κακὰ ἔμμεναι, καὶ τᾶ ἑξῆς. κεῖται δ' ἐνταῦθα καὶ πίστις τοῦ καθόλου ῥητορικῶς μερικὴ ἐκ παραδείγματος τὸ, ὡς καὶ 1. 15 νῦν Αἴγισθος ἐποίησε τό δέ τι. (ῃερς. 38.) Ὅτι ὁ πρὸς Διὸς μάλιστα δὲ θεόθεν πεμπόμενος Ἑρμῆς ἐΰσκοπος ἀργειφόντης ὁ τῷ Αἰγίσθῳ ὑποδεικνύων τὰ μέλλοντα, ὁ καθ' ἡμᾶς φυσικὸς λόγος ἐστίν. οὗ πολλάκις παραδεικνύντος τὸ ὑπορωρυγμένον ἡμεῖς τυφλώττοντες, ὅμως περιπίπτομεν καὶ ἀπολλύμεθα. Ὅτι δὲ ὁ Ἑρμῆς εἰς τὸν λόγον ἀλληγορεῖται, οὐδεὶς τῶν περὶ λόγους ἠγνόησεν. ἔστι δὲ τὸ περὶ τούτων Ὁμηρικὸν ῥητὸν, τοιοῦτον. ἐπεὶ πρό οἱ εἴπομεν ἡμεῖς Ἑρμείαν πέμψαντες ἐΰσκοπον ἀργειφόντην, μήτ' αὐτὸν κτείνειν, μήτε μνάασθαι ἄκοιτιν. καὶ τὰ ἑξῆς. Ἰστέον δὲ ὅτι τὸ, προείπομεν πέμψαντες Ἑρμῆν, ὑποβάλλει, μὴ μόνον φυσικὸν λόγον ἀλλὰ καὶ προφορικὸν ὑπονοεῖν τὸν Ἑρμῆν. ἦν δὲ τοιοῦτος λόγος, ὁ τοῦ ἀοιδοῦ. ὃν Ὅμηρος ἐν τῇ ˉγ ῥαψῳδίᾳ ἐρεῖ. ὃς φύλαξ ὢν τῇ Κλυταιμνήστρᾳ, κατεπῇδε τοῦ Αἰγίσθου ὡς εἰκὸς, ἃ λέγει ἐνταῦθα ὁ Ζεύς. (ῃερς. 39.) Ἄκοιτις δὲ ἣν καὶ ἄλοχον ἀνωτέρω ἔφη, οὐ μόνον ἡ ὁμόκοιτις, ἀλλὰ καὶ ἡ μὴ κοιτασθεῖσα σὺν ἑτέρῳ ἀλλ' ἐκ παρθενίας ληφθεῖσα. (ῃερς. 38.) Ὅρα δὲ καὶ ὅτι θαυμασίως ἐνταῦθα κεῖται τὸ ἐΰσκοπος καὶ τὸ ἀργειφόντης, περὶ οὗ ἐν Ἰλιάδι εἴρηται. οὐ γὰρ ὁ δόλιος Ἑρμῆς ἢ ὁ χθόνιος ἢ ὁ στρόφις ἢ ὁ ἐμπολαῖος ἤτις τοιοῦτος ἐπαίδευε τὸν Αἴγισθον, ἀλλ' ἐΰσκοπος, δι' οὗ προσκοπεῖσθαι εἶχε τὰ μέλλοντα, καὶ ὁ ἀργειφόντης, ὃς ἀργὸν φόνου ὑπετίθει εἶναι τὸν Αἴγισθον καὶ μὴ κτείνειν τὸν Ἀγαμέμνονα. (ῃερς. 40.) Ὅτι ἐν τῷ, ἐκ γὰρ Ὀρέσταο τίσις ἔσσεταιἈτρείδαο ὁππότ' ἄρ' ἡβήσει τε καὶ ἧς ἱμείρεται αἴης, ὑποδηλοῖ ὁ ποιητὴς τὸν τῆς ἥβης καιρὸν ἀρχὴν εἶναι τοῦ φρονεῖν τὰ βελτίω. τίς δὲ ἡ ἥβη καὶ πόθεν γίνεται, ἐν τοῖς τῆς Ἰλιάδος γέγραπται. ἐν τούτοις δὲ, καὶ ποιητική ἐστι παρίσωσις. πάρισα γὰρ τὸ, Ὀρέσταο Ἀτρείδαο. ἤγουν ὁμοιοκατάληκτα. ἢ ὁμοιοτέλευτα. Αἰολέων δέ εἰσιν αἱ τοιαῦται γενικαὶ ὡς καὶ ἐν τῇ Ἰλιάδι γέγραπται. Φασὶ δὲ οἱ παλαιοὶ, μὴ δεῖν ἐνταῦθα λέγειν ἐκ γὰρ Ὀρέσταο Ἀτρείδαο, ἤτοι τοῦ ἐγγόνου τοῦ Ἀτρέως. ἀλλὰ μᾶλλον, ὅτι ἐξ Ὀρέστου, τίσις τουτέστιν ἐκδίκησις ἔσται τοῦ Ἀτρείδου Ἀγαμέμνονος. λέγουσι γὰρ, τὸν Ὅμηρομὴ σχηματίζειν ἀπὸ πάππου πατρωνυμίαν, εἰ μὴ ὁ πάππος εὐθὺς εἴη Διὸς υἱός. καὶ ὁ λόγος, εὔλογος. ἀπὸ γὰρ προσεχοῦς καὶ ἐγγυτάτω αἰτίου χρὴ γενεαλογεῖν, ὁποῖόν τι ὁ πατήρ. ὁ δὲ πάππος, πόῤῥω αἴτιον. εἰ μέντοι πάνυ ἔνδοξος ὁ πάππος ὡς οἱ ἐκ τοῦ Διὸς, τότε δὴ χαρακτηριστέον καὶ ἐξ αὐτοῦ τὸν ἀπόγονον, οὐχ' ὡς προσεχοῦς αἰτίου ἀλλ' ὡς ἐπιφανεστάτου. ἐνταῦθα δὲ ὁ τοῦ Ὀρέστου πάππος Ἀτρεὺς, οὐκ εὐθὺς ἐκ Διός. Διὸ οὐδ' ἐξ αὐτοῦ τῷ Ὀρέστῃ ἔσται πατρωνυμία. (ῃερς. 41.) Τὸ δὲ ἧς αἴης ἀντὶ τοῦ ἰδίας, συντελεῖ πρὸς τὸ ἀσφαλῶς οἰκείαν λέγειν τὴν πατρίδα. (ῃερς. 43.) Ὅτι τὸ, νῦν δ' ἁθρόα πάντ' ἀπέτισεν, οἰκεῖον λεχθῆναι ἐπὶ τοῦ μίαν μὲν ἀλλὰ μεγάλην δόντος ποινὴν ἐπὶ πολλοῖς κακοῖς προϋπάρξασιν. (ῃερς. 44.) Ἐπὶ δέ τινος ἀξίως ἀπολωλότος, καλὸν εἰπεῖν τὸ, καὶ λίην κεῖνός γε ἐοικότι κεῖται ὀλέθρῳ. ὡς ἀπόλοιτο καὶ ἄλλος ὅς τις τοιαῦτά γε ῥέζοι. Σημείωσαι δὲ ὅτι τὸ πάντα ἁθρόα ἀποτίσαι, μετήνεκται παροιμιωδῶς ἐκ τῶν πολλὰ ὀφειλόντων καὶ μὴ κατ' ὀλίγον ἀποτινόντων ἀλλ' ὁμοῦ πάντα καταβαλλομένων βαρέως ἑαυτοῖς. λέγει δὲ Ὅμηρος πάντα, τὴν τοῦ Αἰγίσθου μοιχείαν. τὸ μὴ ὑπακούειν Ἑρμῇ καὶ τοῖς αὐτὸν στείλασι. τὸν τοῦ βασιλέως φόνον. καὶ τἄλλα. ὧν πάντων ἔκτισις, ἡ αὐτοῦ ἀναίρεσις γέγονεν, ἧς ὀφειλέτης ἦν. (ῃερς. 45. ετ σθθ.) Ὅτι οὐκ ἀπαναινόμενος ὁ ποιητὴς τὴν καίριον ταυτολογίαν ὡς ἡ Ἰλιὰς ἔδειξε, ποιῶν δὲ οὕτω καὶ ἐν ταύτῃ τῇ βίβλῳ, πλάττει ἐνταῦθα τὴν Ἀθηνᾶν, προσφωνοῦσαν τὸν πατέρα Δία, στίχῳ πολλαχοῦ καὶ τῆς Ἰλιάδος ἐκπεφωνημένῳ. εἰποῦσαν. ὦ πάτερ ἡμέτερε Κρονίδη. ὕπατε κρειόντων. Δῆλον δὲ ὅτι καθὰ τὸ ἄνερ, οὕτω καὶ τὸ πάτερ μὴ ὀξυνόμενα ὁμοίως ταῖς αὐτῶν εὐθείαις, ἀπὸ Αἰολίδος διαλέκτου ἐμμεμενήκασιν, εἰπεῖν καθ' Ἡρῳδιανόν. εἰκὸς δὲ καὶ τὸ σῶτερ τούτοις συνεκδραμεῖν Αἰολικώτερον. ὁ δὲ Ἡρῳδιανὸς καὶ τὸ θυγατρὸς καὶ θυγατρὶ καθὰ καὶ τὸ γυναικὸς γυναικὶ ὡς ἡμαρτημένα πρὸς ἀναλογίαν παρασημειούμενος, λέγει ὡς οὐδεμία γενικὴ εἰς ˉοˉς λήγουσα ὑπὲρ δύο συλλαβὰς, ὀξύτονός ἐστιν. ὁμοίως οὐδὲ δοτικὴ εἰς ˉι περαιουμένη. σημειῶδες παρ' αὐτῷ, καὶ τὸ θυγατέρος καὶ μητέρος, ὅτι πρὸ μιᾶς τὴν ὀξεῖαν ἔχει καὶ οὐ τρίτην ἀπὸ τέλους κατὰ τὸ δημήτερος. εἰνάτερος. καὶ ἀρσενικὰ, ἐρίηρος. φράτερος. Ὅτι ἔθος τῷ ποιητῇ πολλαχοῦ, ἐκ τῶν παρὰ πόδας ἀφορμῶν ἁπλούστερον λαμβάνειν προοίμια, ὡς οἷα σχεδιάζοντι. καθά περ καὶ ἐνταῦθα τοῦ Διὸς μνησθέντος τῶν κατὰ τὸν Αἴγισθον, αὐτόθεν πορίζεται προοίμιον ἡ ὡς καὶ ἐν Ἰλιάδι κεῖται γλαυκῶπις Ἀθήνη. λέγουσα ὡς καὶ ἀνωτέρω ἔκκειται, ὅτι ἐκεῖνος μὲν ἐοικότι κεῖται ὀλέθρῳ, καὶ ἀπόλοιτο καὶ ἄλλος τοιαῦτα ῥέζων. Ὀδυσσεὺς δὲ διατὶ ἀγαθὸς ὢν, πάσχει τὰ καὶ τά; 1. 16 καὶ καλοῦσιν οἱ τεχνικοὶ καὶ τὸ τοιοῦτον, ἀπὸ καιροῦ προοίμιον. Ἰστέον δὲ ὅτι τε τοῦ, ἡ γλαυκῶπις, ἀρσενικὸν ὁ γλαυκώπης ὁμοίως τῷ, ὁ κυνώπης οὗ κλητικὴ ἐν Ἰλιάδι τὸ, ὦ κυνῶπα. καὶ ὅτι πενταχῶς τὰ παρὰ τὸν ὦπα σχηματίζονται. ἤγουν τὰ μὲν, ἐξ αὐτῆς τῆς εὐθείας ὀξυτόνως. οἷον γλαυκώψ, ὅθεν γλαυκῶπες δράκοντες. εὐώψ, ὅθεν εὐῶπες κόραι παρὰ Λυκόφρονι. λιπαρώψ, οὗ χρῆσις παρὰ Φιλοξένῳ ἐν τῷ, εἰς δ' ἔφερον διπλόοι παῖδες, λιπαρῶπα τράπεζαν. μονώψ, ὅθεν τὸ, μουνῶπα στρατόν. τὰ δὲ, βαρυτόνως. ὁποῖόν τι ὁ Κύκλωψ καὶ ὁ Κέρκωψ καὶ τὰ τοιαῦτα. τὰ δὲ, ἀπὸ τῆς κλίσεως τοῦ ὠπὸς ἐν καταλήξει τῇ εἰς ˉης. τοιοῦτον δὲ, ὁ κυνώπης καὶ ὁ γλαυκώπης καὶ ὁ ὀξυώπης. οἷον. ἐπεὶ ὁ Διονύσιος οὐκ ἦν ὀξυώπης. οὗ συγκριτικὸν καὶ ὑπερθετικὸν τὸ ὀξυωπέστερος καὶ ὀξυωπέστατος. τὰ δὲ τοῦ τετάρτου τύπου, εἰς ˉοˉς ὀξύτονον. οἷον. εἰσωπὸς εὐωπός. σκυθρωπὸς, καὶ τἄλλα. ὁ δέ γε πέμπτος, ἀνάπαλιν προπαροξύνει τὴν τοιαύτην παραγωγήν. οἷον. Μελάνωπος κύριον. ἄνθρωπος τό, τε προσηγορικὸν, καὶ τὸ κύριον. Αἴσωπος. καὶ αὐτὸς γὰρ, παρὰ τὸν ὦπα λέγεται, ἵνα ὥσπερ παρὰ τὸ αἴθω τὸ καίω τὸ ὄπτω ὄψω παρῆκται ὁ Αἰθίοψ ὡς ἐπικεκαυμένος τὴν ὄψιν, οὕτω παρὰ τὸ αἴθω αἴσω τὸ λάμπω ἐξ οὗ καὶ ὁ ἀστὴρ, εἴη ὁ Αἴσωπος ἀντιφραστικῶς. τοῖς δὲ εἰρημένοις προπαροξυτόνοις ἀναλόγως ἔχει καὶ τὸ πρόσωπον καὶ τὸ μέτωπον. σημειωτέον δὲ ἐν τούτοις, ὅτι παρὰ Σοφοκλεῖ τὸ, χρυσώπιδες ἑλλοὶ νήχοντο, ὡς αἱ γλαυκώπιδες ἐκλίθη. καὶ ὅτι εὐῶπες, οὐκ ἐξ ἀνάγκης οἱ καλοὶ ἢ αἱ καλαὶ τοὺς ὦπας, ἀλλὰ καὶ οἱ τοῖς τῶν ὁρώντων ὀφθαλμοῖς τοιοῦτοι. ὡς δῆλον ἐκ τοῦ χρυσὸς καὶ ἄργυρος καὶ τὰ πολλὰ τῶν εὐοφθάλμων τε καὶ σπανίων. τοῦτο δὲ καὶ ἄλλως ἂν νηθείη τῷ ἐνθυμουμένῳ χρύσεον ὄμμα δίκας. καὶ δικαιοσύνας χρύσεον μέτωπον. τὰ ὑπὸ ἄλλων ῥηθέντα ὡς ὁ δειπνοσοφιστὴς ἐκτίθεται. Ἔτι ἰστέον καὶ ὅτι ὡς ἡ γλαυκῶπις, οὕτω καὶ ἡ ἑλικῶπις καὶ ἡ ἐριῶπις καὶ ἡ βοῶπις. (ῃερς. 48.) Ὅτι τὸ ἀλλά μοι ἀμφ' Ὀδυσῆϊ δαΐφρονι δαίεται ἦτορ, ἀντὶ τοῦ μερίζεται. ὅ περ καὶ μερμηρίζειν λέγεται. τὸ δὲ εἰπεῖν καίεταί μοι τὸ ἦτορ, ἀνοίκειον τῇ Ἀθηνᾷ κατὰ τοὺς παλαιούς. ἐρῶντος γάρ φασι προσώπου ὁ τοιοῦτος λόγος ἐστί. Ὅρα δὲ τὸ ἀμφ' Ὀδυσῆϊ δι' ἑνὸς σίγμα γραφέν. ὥσπερ γὰρ ἐν τῇ Ἰλιάδι, οὕτως καὶ ἐνὈδυσσείᾳ τὸ Ὀδυσσεὺς ποτὲ μὲν διπλῶς σιγματίζεται, ποτὲ δὲ δι' ἑνὸς σίγματος εὑρίσκεται, ἴσως μὲν, διὰ μέτρου ἀνάγκην. ἴσως δὲ καὶ διὰ αἰτίαν ἐχομένην λόγου. ἐπεὶ γὰρ ἐκ τοῦ ὀδύσσω τὸ ὀργίζομαι παράγει αὐτὸ ὁ ποιητὴς οὗ ὁ μέλλων ὀδύσω, διὰ μὲν τὸν ἐνεστῶτα, ἐν τοῖς δυσὶ ˉσ προαχθήσεται. διὰ δὲ τὸν μέλλοντα, ἓν ἕξει ˉσ. ὅτι δὲ καὶ δασύνεται κατά τινας ἡ ἄρχουσα, ἐν τῇ Ἰλιάδι εἴρηται. Τὸ δὲ δαΐφρονι δαίεται ἦτορ, τρόπος ἐτυμολογίας ἐστίν. ἵνα καὶ ἀναπτύσσηται τὸ δαΐφρων διὰ τοῦ δαίεται ἦτορ, καὶ εἰς ταυτὸν ἄγηται ἡ φρόνησις Ἀθηνᾶ, τῷ φρονίμῳ ἀνδρί. καὶ γὰρ καὶ ὁ Ὀδυσσεὺς ὁ συνετὸς, δαίεται τὸ φρονοῦν τῆς ψυχῆς, μερμηρίζων καὶ μεριμνῶν. καὶ Ἀθηνᾶ ὁμοίως δαίεται ἦτορ, πολύβουλος οὖσα. ἢ καὶ ἄλλως, παρηχήσεως τὸ τοιοῦτον σχῆμα ἐστί. καὶ γὰρ τὸ δαΐφρων, ἐκ τοῦ δαίω παράγεται. ᾧ παρακείμενον τὸ δαίεται ἦτορ, παρηχήσεως σχῆμα ἐνέφῃνεν. (ῃερς. 49.) Ὅτι ἐπὶ δυστυχοῦς ἀποδήμου οἰκεῖον τὸ, δύσμορος. ὃς δὴ δηθὰ φίλων ἄπο πήματα πάσχει. λέγει δὲ δύσμορον, τὸν δυστυχῆ. ὃς ἀλλαχοῦ καὶ ἄμμορος καὶ αἰνόμορος λέγεται. ἔτι δὲ καὶ κάμμορος ὅ πέρ ἐστι κακόμοιρος ἢ κακοθάνατος. ὡς δὲ καὶ καρίδας ἐστὶν οὗ ἡ τοιαύτη λέξις σημαίνει, δηλοῖ Ἀθήναιος ἐν τῷ, κάμμοροι καί τι γένος καρίδων, ὑπὸ Ῥωμαίων οὕτω καλούμενον. καὶ ἴσως, ἐντεῦθεν οἱ χυδαῖοι τοὺς καβούρους παρέφθειραν. (ῃερς. 50.) Ὅτι εἰπὼν νήσῳ ἐν ἀμφιρύτῃ ὅθι τ' ὀμφαλός ἐστι θαλάσσης, ἐπάγει ἀκατάλληλον εὐθεῖαν. νῆσος δενδρήεσσα. καὶ ὤφειλε μὲν εἰπεῖν, νήσῳ δενδρηέσσῃ ὡς καὶ πρὸ μικροῦ ἐῤῥέθη, κατὰ σχῆμα ἐπαναλήψεως. ἔστι δὲ ἄλλως ὁ λόγος ἀποστατικὸς, ὡς ἀπὸ ἀρχῆς. ἵνα λέγῃ ὅτι νῆσος ἐστὶ δενδρήεσσα. τοιοῦτόν τι καὶ ἐν Ἰλιάδι τὸ, φημὶ κατανεῦσαι τὸν Δία ἀστράπτων ἐπιδέξια. καὶ ἐκεῖ γὰρ, ἀσυνδέτως κατὰ ἀπόστασιν ἄρχεται. οἷον, ἀστράπτων ἦν ὁ Ζεὺς ἐπιδέξια. μάλιστα δὲ τὸ, νῆσος δενδρήεσσα, συναπτέον τῷ, ὀμφαλὸς θαλάσσης. ἵνα λέγῃ ὅτι ὀμφαλὸς θαλάσσης νῆσος δενδρήεσσα. οὕτω καὶ μετ' ὀλίγα εἰπὼν Κύκλωπος κεχόλωται, καὶ μέλλων ἐπαγαγεῖν ἀντιθέου Πολυφήμου, ὅμως ἤλλαξε τὴν σύνταξιν ὁμοιοπτώτως τῇ ἐπεμβολῇ. Κύκλωπος, ὃν ἀλάωσεν, ἀντίθεον Πολύφημον. Ὅρα δὲ ὅτι ἐν τῷ, νήσῳ ἀμφιρύτῃ, δι' ἑνὸς ˉρ γράφει τὴν λέξιν ὁ ποιητὴς, διὰ τὸ μέτρον ἀφεὶς τὸν τοῦ ˉρ διπλασιασμόν. ποιεῖ δὲ τοῦτο καὶ ἐν ἄλλοις πολλοῖς. Τὸ δὲ δενδρήεσσα, οὐχ' ἁπλῶς παρέῤῥιψεν ὁ ποιητὴς, ἀλλὰ προοικονομῶν τὴν κατασκευὴν τῆς σχεδίας ἣν ὁ Ὀδυσσεὺς ἐκ τῶν ἐκεῖ δένδρων 1. 17 συμπήξεται. καὶ ἅμα, ἵνα ἡ νῆσος οἰκεία ᾖ μυθικῇ νύμφῃ, ἀλσώδης οὖσα. οὕτω δὲ καὶ τὸ, νήσῳ ἐν ἀμφιρύτῃ παρεσημάνθη, πρὸς πιθανότητα τοῦ ἐπὶ τοσοῦτον ἀφύκτως εἶναι παρὰ τῇ Καλυφοῖ τὸν πολυμήχανον. καλῶς δὲ καὶ τὸ ἀμφιρύτη, πρὸς διαστολὴν τῶν χεῤῥονήσων ὁποία καὶ ἡ Πελοπόννησος. ἐκεῖναι γὰρ οὐκ ἀμφίρυτοι. Ἰστέον δὲ ὅτι τὴν μὲν γῆν ὁ μῦθος περί που τὴν Δελφικὴν χώραν λέγει μεσάζεσθαι, ἀετοῖς μετρηθεῖσαν ὑπὸ Διός. διὸ καὶ ὀμφαλὸς καὶ μεσόμφαλον γῆς ὁ πύθιος τόπος ὁ περὶ Δελφοὺς ἐλέγετο. τὸν δὲ ὀμφαλὸν ἤτοι τὸ μεσαίτατον τῆς ἀτλαντικῆς ἢ τῆς ὅλης θαλάσσης, ὁ ποιητὴς εἶναι πλάττει ἐκεῖ ὅπου ἡ νῆσος τῆς μυθικῆς Καλυψοῦς. (ῃερς.

Intertext edge

Open linked passage

Note