Commentarii ad Homeri Odysseam i
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
101.1.1
) Ναυσικάα λευκώλενος ἤρχετο μολπῆς. εἶτα καὶ ἀποσεμνύνουσα ἡ Ὁμηρικὴ (ῃερς. 102.) Μοῦσα οἷα εὖ εἰδυῖα τήν τε δέσποιναν καὶ τὰς ἀμφιπόλους, κατὰ σεμνοτέραν παραβολὴν, ἐπάγει. οἵη δ' Ἄρτεμις εἶσι κατ' οὔρεος ἰοχέαιρα ἢ κατὰ Τηΰγετον περιμήκετον ἢ Ἐρύμανθον. τερπομένη κάπροισι καὶ ὠκείῃς ἐλάφοισι. τῇ δὲ, ἅμα νύμφαι κοῦραι Διὸς αἰγιόχοιο ἀγρονόμοι παίζουσι. γέγηθε δέ τε φρένα Λητώ. πασάων δ' ὑπὲρ ἥ γε κάρη ἔχει ἠδὲ μέτωπα. ῥεῖα δ' ἀριγνώτη πέλεται, καλαὶ δέ τε πᾶσαι, ὣς ἥ γ' ἀμφιπόλοισι μετέπρεπε παρθένος ἀδμής. (ῃερς. 110.) ἐπὶ δὲ τούτοις δεικνὺς καὶ διατί παίζειν τὰ γυναικάρια ἔπλασεν, ἐπάγει. ἀλλ' ὅτε δὴ ἔμελλεν ἡ βασιλικὴ παῖς πάλιν οἶκονδε νέεσθαι ζεύξασ' ἡμιόνους πτύξασά τε εἵματα καλά. τότε δὴ Ἀθηνᾶ νοήσασα, ὡς Ὀδυσσεὺς ἔγροιτο, ἴδοι τε τὴν βασιλικὴν κόρην ἡγησομένην αὐτῷ εἰς Ἀλκινόου, ἐποίησε τάδε. (ῃερς. 115.) Σφαῖραν ἔπειτ' ἔῤῥιψε μετ' ἀμφίπολον βασίλεια. ἤγουν ὡς καὶ ἀλλαχοῦ ἐῤῥέθη, ἡ δέσποινα. ἀμφιπόλου μὲν ἅμαρτεν, ἤγουν ἀπέτυχεν, ἠστόχησε, (ῃερς. 116.) βαθείῃ δ' ἔμβαλε δίνῃ. δινήεις γὰρ ἤδη πέπλασται ὁ ποταμός. αἵ δ' ἐπὶ μακρὸν ἄϋσαν. ὃς δὴ νόμος γυναικῶν ἐπὶ τοῖς καινοτέροις. (ῃερς.