Commentarii ad Homeri Odysseam i
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
102.1.1
) Ὅτι καὶ ἐνταῦθα ὡς καὶ ἐπὶ τῶν Λωτοφάγων προΐησιν Ὀδυσσεὺς τοὺς πευσομένους ποῖ γῆς εἰσὶν ἄνδρε δύο κρίνας, τρίτατον κήρυκα ἅμα ὀπάσας ἤτοι δοὺς ἕπεσθαι, ἵνα δηλαδὴ μὴ ὦσιν εὐεπιχείρητοι διὰ τὸν κήρυκα, ὡς προγέγραπται. οἱ δὲ, ᾔεσαν λείην ὁδὸν ᾗπερ ἅμαξαι εἰς ἄστυ ἀφ' ὑψηλῶν ὀρέων (ῃερς. 104.) καταγίνεον ἤγουν κατῆγον τὴν ὕλην. (ῃερς. 105.) κούρῃ δὲ ξύμβληντο τουτέστι συνήντησαν πρὸς ἄστεος ὑδρευούσῃ, θυγατρὶ ἰφθίμῃ Λαιστρυγόνος Ἀντιφάταο. ἡ μὲν ἂρ ἐς κρήνην κατεβήσετο καλλιρέεθρον, Ἀρτακίην. ἔνθεν γὰρ ὕδωρ προτὶ ἄστυ φέρεσκον. καὶ οἱ μὲν προσφωνοῦντες ἠρώτων ὅστις τῶνδ' εἴη βασιλεὺς καὶ τοῖσιν ἀνάσσει. ἡ δὲ μάλ' αὐτίκα πατρὸς ἐπέφραδεν ὑψερεφὲς δῶ. οἱ δὲ εἰσελθόντες τὴν γυναῖκα εὗρον ὅσην ὄρεος κορυφὴν, κατὰ δ' ἔστυγον αὐτήν. ἡ δὲ ἐξ ἀγορῆς ἐκάλει κλυτὸν Ἀντιφατῆα, ὃν πόσιν. ὃς δὴ αὐτοῖς βουλευσάμενος ὄλεθρον αὐτίκα ἕνα μάρψας ἑτάρων ὡπλίσσατο δόρπον. οἱ δὲ δύο ἀΐξαντες ἔφυγον. Ἀντιφάτης δὲ βοὴν ἔθετο δι' ἄστεος. οἱ δ' ἀΐοντες φοίτων ἴφθιμοι Λαιστρυγόνες ἄλλοθεν ἄλλος, μυρίοι, οὐκ ἄνδρεσσιν ἐοικότες, ἀλλὰ Γίγασι τοῖς τοῦ μύθου. (ῃερς. 121.) οἱ δ' ἀπὸ πετράων τῶν ἐν τῷ λιμένι δηλαδὴ, ἀνδραχθέσι χερμαδίοισι βάλλον. ἄφαρ δὲ κακὸς κόναβος κατὰ νῆας ὀρώρει, ἀνδρῶν τ' ὀλλυμένων νηῶν θ' ἅμα ἀγνυμενάων· ἰχθῦς δ' (ῃερς. 124.) ὣς πείροντες ἀτερπέα δαῖτα πένοντο. τερπνὴν μέντοι ἄλλως σφίσιν αὐτοῖς. Καὶ ὅρα ὅπως τὰ σκυθρωπὰ καὶ οὐ γλυκέα πρὸς ἀκοὴν συντομώτατα ἔφρασε, τὴν τῶν νηῶν τε θραῦσιν, καὶ ὡς οἱ ἄνδρες ἐβρώθησαν. ἔστι δ' ἐν τούτοις εἰπεῖν καὶ ὅτι οὐ λίαν πάνυ ἀπέοικε τῆς κατὰ τὸν Κύκλωπα βριαρόχειρος ῥωμαλεότητος, ἡ τῶν Λαιστρυγόνων. οἷς ἀνδραχθῆ τὰ χερμάδια, ὡς καὶ τῷ Πολυφήμῳ ἐλαφρὸν ἡ τοῦ ὄρους κορυφή. καὶ ὅτι ὑπερφίαλοι καὶ οὗτοι κατὰ τοὺς Κύκλωπας εἴγεκαὶ Γίγασιν ἐοίκασι. (ῃερς. 113.) καὶ ὅτι ἐγγύς που Κυκλωπείας φύσεως ἡ τοῦ Ἀντιφάτου ὑπογράφεται γυνὴ, οἷα οὖσα ὅση ὄρεος κορυφὴ, καθὰ καὶ ὁ Πολύφημος ἐῴκει ὄρει ὑλήεντι. καὶ ὁ Ἀντιφάτης ὡς οἷον ἥμισυ Κύκλωπός ἐστι τὴν βορότητα. ἕνα γὰρ ἑτάρων μάρψας ἐδείπνησε, τοῦ Κύκλωπος σὺν δύο αὐτοὺς θοινομένου. εἰ δὲ τὸν κήρυκα ὁ Ἀντιφάτης ἔμαρψεν, οὐκ ἔστι σαφῶς εἰπεῖν. (ῃερς. 102.) Ὅρα δὲ ὅτι ἐν τῷ, ἄνδρε δύω κρίνας, τρίτον δὲ κήρυκα δοὺς, ἁπλούστερον ὁ ποιητὴς γράφει. τοὺς μὲν γὰρ δύο τῷ φυσικῷ καλέσας ὀνόματι, ἄνδρε γάρ. τὸν δὲ τρίτον, τῷ ἐκ τοῦ ἀξιώματος. ἄλλως γὰρ, ἀνὴρ πάντως ἦν καὶ ὁ κῆρυξ. καὶ οὐκ ἔστιν ἐνταῦθα διαστολὴ ὁποία μετ' αὐτὸ ἐν τῷ, οὐκ ἄνδρεσιν ἐοικότες ἀλλὰ Γίγασι. (ῃερς. 103.) Λείαν δὲ ὁδὸν, τὴν ἁμαξιτὸν λέγει. διὸ καὶ ἐπάγει ἑρμηνεύων περιφραστικῶς, ᾗπερ ἅμαξαι καὶ τὰ ἑξῆς. (ῃερς. 104.) Ἄστυ δὲ ὅτι πάλαι μὲν ἅπαν πόλισμα, ὕστερον δὲ ἰδίως τὸ Ἀττικὸν, καθὰ καὶ πόλις ἰδιαζόντως ἦν ὅτε ἡ Ἀλεξάνδρεια κατ' ἐξοχὴν, δεδήλωται ἐν ἄλλοις, ὁμοίως καὶ ὅτι τῷ ἄστεϊ παρωνόμασται ὁ κατὰ παίδευσιν ἀστεῖος πρὸς διαστολὴν ἀγροίκου τοῦ καὶ ἀγρότου καὶ ἀγροιώτου καὶ ἀγρείου δὲ διὰ παραληγούσης διφθόγγου. Τὸ δὲ ἀγινεῖν παράγωγον ὂν τοῦ ἄγειν σεσημείωται τοῖς παλαιοῖς ὡς ἀεὶ ἐκτείνει τὴν γˉι συλλαβήν. οἷον. ἕκαστος μῆλον ἀγινεῖ. καὶ, πάροιθεν ἀγίνεσκον. καὶ, ἠγίνεον ἀνὰ ἄστυ. ἔνθα ἡ γˉι συλλαβὴ μετὰ τῆς ὄπισθεν αὐτῆς ἀπαρτίζουσα σπονδεῖον, τὰς ἐφεξῆς τέσσαρας προκοιλίου στίχου λόγῳ, δακτυλικῶς ποδίζει. Τὸ δὲ πρὸ ἄστεος ἀρχή ἐστι τοῦ παρὰ τοῖς ὕστερον προαστείου. (ῃερς. 105.) Τὸ δὲ ὑδρευούσῃ παθητικῶς οἱ μεθ' Ὅμηρον φασὶν Ἀττικοί. παράφρασις δὲ ἢ περίφρασις τοῦ ὑδρεύειν εἴτουν ὑδρεύεσθαι τὸ, ὕδωρ προτὶ ἄστυ φέρεσκον. (ῃερς. 106.) Ὁ δὲ Ἀντιφάτης καὶ Ἀντιφατεὺς ἐνταῦθα κεῖται ὁμοίως τῷ Γηρυόνης καὶ Γηρυονεύς. οὕτω δὲ καὶ Τυφῶν καὶ Τυφῶς καὶ Τυφωεύς. τοῦτο δὲ καὶ πλείους ἔχει κλίσεις. ἔστι γὰρ καὶ Τυφῶν Τυφῶνος, ἔτι δὲ καὶ Τυφάων Τυφάονος, ὡς δηλοῖ καὶ πραὰ Ὀππιανῷ τὸ Τυφαονίων ἀλαλητῶν. (ῃερς. 107.) Τὸ δὲ κατεβήσετο γράφεται μὲν παρά τισι καὶ κατεβήσατο. κλίνεται δὲ ὡς παθητικὸς παρατατικός. οἷα τοῦ καταβήσω μέλλοντος ἀναδραμόντος εἰς ἐνεστῶτα. (ῃερς. 108.) Ἀρτακία δὲ παρ' Ὁμήρῳ μὲν πηγὴ περὶ Λαιστρυγόνας, ἴσως μὲν ἱστορικῶς περιφερομένη, τυχὸν δὲ καὶ πεπλασμένη διὰ τὸ ἀένναον, παρὰ τὸ ἄρτι κίειν ὅ ἐστιν ἀναδίδοσθαι καὶ προιέναι ἢ ἀνακηκίειν, πρὸς ὁμοιότητα τοῦ, αἰεὶ νέον ἐρχομενάων. Ἡρόδοτος δὲ καὶ πόλιν οἶδεν Ἀσιανὴν Ἀρτακίαν, ὡς δηλοῖ ἐν τῷ, ἄνδρα Κυζικηνὸν ἐξ Ἀρτακίης πόλεως. (ῃερς. 110.) Τὸ δὲ ὅστις τῶνδε βασιλεὺς καὶ τοῖσιν ἀνάσσει, ἐκ παραλλήλου κατὰ μίαν ἔννοιαν κεῖται. εἴη δὲ ἂν ὁ ἐνταῦθα βασιλεὺς τυραννικὸς διὰ τὸ ἄγριον, εἰ καὶ μὴ οἶδε τὴν τοῦ τυράννου λέξιν ὁ ποιητής. (ῃερς. 111.) Ὅρα δὲ καὶ τὸ ὑψερεφὲς ἐνταῦθα ὡς καὶ ἀλλαχοῦ συστέλλον τὴν προπαραλήγουσαν. (ῃερς. 112.) Τὸ δὲ γυναῖκα ὅτι οὐ τὴν κατὰ φύσιν λέγει ἀλλὰ τὴν ὕπανδρον, δηλοῖ τὸ, ἡ δὲ ἐκάλει ὃν πόσιν. (ῃερς. 113.) Τὸ δὲ ἔστυγον αὐτὴν ἀντὶ τοῦ, ἔφριξαν, κατὰ τὸ, στυγέει δὲ καὶ ἄλλος, ἤγουν φρίξει. ὅθεν καὶ στὺξ φρικτὴ πηγὴ ἡ ἐν Ἅιδου. ἀφ' ἧς οἷα φρικτῆς οὐ μόνον ὁ στυγητὸς παρῆκται καὶ ὁ στυγερὸς τὰ κοινὰ, ἀλλὰ καὶ ὁ στύγαξ. Εὐκράτης γοῦν φασὶ στρατηγὸς Ἀθηναίων στύγαξ ἐπεκαλεῖτο διὰ τὸ στυγεῖσθαι ὡς δωροδόκος καὶ προδότης, διὸ καὶ κακῶς ὤλετο ἢ ἀναιρεθεὶς ἢ πιὼν κώνειον. Ἰστέον δὲ ὅτι πάλαι μὲν φρίκην ῥιγεδανὴν ἐδήλου τὸ στυγεῖν, οἱ δὲ ὕστερον καὶ ἀντὶ τοῦ μισεῖν αὐτὸ λαμβάνουσι διὰ τὸ ἐπακολουθοῦν μῖσος τοῖς στυγουμένοις. αὐτὸ δέ γε τὸ μισεῖν κοινότερον ἐπὶ τοῦ ἐχθραίνειν τεθὲν ἡ κωμικὴ σεμνότης ἐπὶ μίξεων ἔθετο ἀσέμνων. Ἀριστοφάνης γοῦν μισητέαν ἐπὶ κατωφερείας ἔφη ἤγουν ῥοπῆς ἀσχέτου τῆς περὶ μίξεις. ἄλλοι δὲ μισήτην βαρυτόνως πρὸς διαστολὴν τῆς ὀξυτονουμένης τὴν κοινὴν καὶ ῥᾳδίαν, λέγοντες καὶ χρῆσιν αὐτῆς εἶναι παρὰ Κρατίνῳ καὶ Σώφρονι. χρᾶται δὲ αὐτῇ καὶ παροιμία ἐν τῷ, περὶ σφυρὸν παχεῖα μισήτη γυνή. καὶ ταῦτα μὲν τοιαῦτα. (ῃερς. 114.) ἐν δὲ τῷ, ἐξ ἀγορᾶς ἐκάλει, σημείωσαι ψεκτὴν ἀγορὰν τὴν τῶν ἀνθρωποφάγων Λαιστρυγόνων, οὐ μὴν ἐπαινετὴν κατὰ τὴν παρὰ τοῖς Φαίαξιν. (ῃερς. 108.) Ὅτι δὲ Ἀρτακίη ἐκαλεῖτο ἡ ῥηθεῖσα πηγὴ καὶ ὅτι Ἀντιφατεὺς εἴτε καὶ Ἀντιφάτηὁ ἐνταῦθα βασιλεὺς, ἐκ τῆς Κίρκης εἴτε καὶ ὕστερον ἐκ τῆς Καλυψοῦς, ἔοικε μαθὼν εἰδέναι ὁ Ὀδυσσεύς. οἴδασι γὰρ ἐκεῖναι τὰ κατὰ τὸν Ὀδυσσέα. διὸ Καλυψὼ μὲν ἔφη τῷ Ὀδυσσεῖ τὰ κατὰ τὸν Ἥλιονὅτε διὰ τὰς βοῦς ἐχολοῦτο καθὰ ἐν τοῖς ἑξῆς ῥηθήσεται. ἡ δὲ Κίρκη ἐρεῖ τῷ Ὀδυσσεῖ ὅτι οἶδε καὶ αὐτὴ ὅσα ἐν πόντῳ ἐκεῖνος ἔπαθεν ἄλγεα. ἄλλως μέντοι οὐκ εἰκὸς γνωστὰ εἶναι ταῦτα τῷ Ὀδυσσεῖ. ὃς οὐμόνον οὐκ οἶδε τὰ κατὰ τοὺς Κύκλωπας, ἀλλὰ καὶ μόλις ἔφυγεν ἐξ αὐτῶν. (ῃερς. 118.) Τὸ δὲ βοὴν γενέσθαι καὶ ἄλλους ἄλλοθεν φοιτᾶν ἀΐοντας καὶ τὰ ἑξῆς εἰκὸς προσαρμόσαι ποτὲ ἀνδρῶν ἐφόδῳ λῃστρικῇ. (ῃερς. 121.) Λίθοι δὲ ἀνδραχθεῖς οἱ ἀνδροβαρεῖς, οἳ τοῖς ἄλλοις ἀνδράσιν ἐπαχθῆ ἂν γένοιντο φορήματα. (ῃερς. 124.) Τὸ δὲ πείροντες ἢ ἀντὶ τοῦ νηχόμενοι καὶ οὕτω περῶντες τὸν λιμένα ἐκ τοῦ πείρω τὸ περῶ ὡς τὸ, παννυχίη πεῖρε κέλευθον, ἢ ἀντὶ τοῦ, διαπείροντες τριαίναις ἢ τισὶν ἑτέροις ἀπωξυμμένοις ὀργάνοις. διὸ Λυκόφρων κεστρέων δίκην αὐτούς φησιν ἀγρευθῆναι. τινὲς δὲ γράφουσιν εἴροντες ὅ ἐστι συνείροντες κατὰ ἰχθύδια καὶ ὁρμαθὸν ποιοῦντες ὃ καὶ αὐτὸ ῥωμαλεότητα τῶν Λαιστρυγόνων δηλοῖ. ἄλλοι δὲ γράφουσιν, ἰχθῦς δ' ἀσπαίροντες, ἵνα λέγῃ ὅτι ὡς ἰχθῦς ἀσπαίροντας αὐτοὺς ἐδαίνυντο. Ὅτι ἕως οἱ Λαιστρυγόνες τοὺς ἀμφὶ τὸν Ὀδυσσέα ὄλεσκον λιμένου πολυβενθέος ἐντὸς τόφρα ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ ἀπὸ πείσματα ἔκοψε νηός. καὶ ἐποτρύνας ἐκέλευσεν ἐμβαλεῖν κώπαις, ὡς καὶ προεῤῥέθη, ἵνα φησὶν ὑπ' ἐκκακότητα φύγωμεν. οἱ δ' ἅμα πάντες ἀνέῤῥιψαν δείσαντες ὄλεθρον. (ῃερς. 130.) Καὶ ὅρα τὸ ἀνέῤῥιψαν ἐλλιπῶς λεχθὲν ἀναλόγως τῇ πραγματικῇ σπουδῇ, ἀλλαχοῦ δὲ ἐντελῶς ἐγράφη οἱ δ' ἀνεῤῥίπτουν ἅλα πηδῷ. λέγει δ' ἐνταῦθα Ὀδυσσεὺς καὶ ὅτι ἀσπασίως ἐς πόντον ἐπηρεφέας φύγε πέτρας νῆυς ἐμή. (ῃερς. 132.) αὐτὰρ αἱ ἄλλαι ἀολλέες αὐτόθ' ὄλοντο, αἱ ἕνδεκα δηλαδὴ, μιᾶς μόνης περιλειφθείσης τῆς κατὰ τὸν Ὀδυσσέα ἣν καὶ πάνυ περιεποιεῖτο. Ὅρα δὲ καὶ τὸ, αἱ ἄλλαι ἀολλέες. ἐν ᾧ παρήχησίς τις ἐμφαίνεται. (ῃερς. 131.) Ἀσπασίως δὲ εἰπεῖν καὶ ἀσμένως, ταυτόν ἐστι. διὸ εἰπὼν ὡς ἀσπασίως ἐς πόντον ἐπηρεφέας ἔφυγε πέτρας ἡ ναῦς, ἐπάγει ὅτι ἐνθένδε προτέρω πλέομεν ἄσμενοι ἐκ θανάτοιο. (ῃερς. 133.) ἀκαχήμενοι μὲν ἄλλως ἐπὶ τῷ τῶν φίλων ὀλέθρῳ, χαίροντες δὲ οἷς ἐσώθημεν. (ῃερς. 131.) Τίνες δὲ αἱ ἐπηρεφέες πέτραι, πρὸ ὀλίγου εἴρηται. νῦν δὲ ἔστιν εἰπεῖν καὶ ὅτι ἐπηρεφέες πέτραι νοηθεῖεν ἂν καὶ αἱ παρὰ τῶν Λαιστρυγόνων ἀφιέμεναι χερμάδες, οὕτω συχναὶ οὖσαι ὡς καὶ οἷον ἐρέφειν τοὺς βαλλομένους. (ῃερς. 135.) Ὅτι κἀνταῦθα τὴν νῆσον τῆς Κίρκης Αἰαίην καλεῖ παρὰ τὴν Αἶαν, πόλιν ὡς προεγράφη Κολχικήν. ἀφ' ἧς καὶ Κίρκη Αἰαία ὡς Θήβη Θηβαία, καὶ ἡ κατ' αὐτὴν νῆσος ὁμωνύμως Αἰαία, καὶ ὁ ἀδελφὸς Αἰήτης. φησὶ γοῦν Αἰαίην δ' ἐς νῆσον ἀφικόμεθα, ἔνθα δ' ἔναιε Κίρκη ἐϋπλόκαμος δεινὴ θεὸς αὐδήεσσα, αὐτοκασιγνήτη ὀλοόφρονος Αἰήταο. (ῃερς. 138.) ἄμφω δ' ἐκγεγάτην ἤτοι ἐξεγένοντο φαεσιμβρότου Ἠελίοιο, μητρός τ' ἐκ Πέρσης. τὴν Ὠκεανὸς τέκε παῖδα. (ῃερς. 136.) λέγονται δὲ παῖδες Ἡλίου Κίρκη καὶ Αἰήτης ἢ ὡς βασιλεῖς καὶ διατοῦτο καὶ διογενεῖς, Ζεὺς γὰρ ὁ Ἥλιος, ἢ καὶ ὡς λαμπροὶ ἄλλως ἐν τοῖς τότε καὶ ἐκφανεῖς, ἢ καὶ διὰ τὸ ἐν αὐτοῖς ἡλιῶδες τοῦ κάλλους, εἰκὸς δὲ καὶ κατὰ κυριωνυμίαν Ἥλιον λέγεσθαι τὸν τοιοῦτον πατέρα. οὗ προσφυῶς καὶ ἡ Πασιφάη θυγάτηρ λέγεται ἡ τοῦ Μίνωος γυνή. ἐπεὶ καὶ Ἡλίῳ οἰκεῖον τὸ, πᾶσι φάειν, ἐξ οὗ τὸ φαέθειν. εἰ δὲ καὶ ἠθικῆς τινὸς ἡ Κίρκη ἀλληγορίας προσάπτεται, τὰ ἑξῆς δηλώσουσι. Δῆλον δὲ ὅτι τῆς τοιαύτης Κίρκης (ῃερς. 136.) παρώνυμον τὸ ἐν τῇ Ἰταλίᾳ Κιρκαῖον πεδίον, ὃ τινὲς καὶ τόπῳ τινὶ ἀνατολικῷ ἐπιλέγουσιν. (ῃερς. 137.) Αὐδήεσσα δὲ καὶ νῦν, ἡ περιβόητος, ἢ διαλέκτῳ ἀνθρωπίνῃ χρωμένη. γράφεται δὲ καὶ οὐδήεσσα, τουτέστιν ἐπίγειος κατὰ τὴν Καλυψὼ καὶ τὰς λοιπὰς νύμφας. (ῃερς. 138.) Ὀλοόφρων δὲ ὁ Αἰήτης διὰ τὸ τοῦ ἤθους οὐχ' ἱλαρὸν ὡς δηλοῖ τὰ κατὰ τὸν Ἰάσονα καὶ τὴν Μήδειαν. κατὰ δέ τινας, ὁ συνετὸς καὶ φρονῶν ὁλόκληρα. Τὸ δὲ ἐκγεγάτην πρωτότυπόν ἐστι τοῦ ἔκγονος. Φαεσίμβροτος δὲ ὁ Φαέθων βροτοῖς. οὗ ἡ παραγωγὴ ὡς τὸ τερψίμβροτος. (ῃερς. 130.) Τὴν δὲ Πέρσην οἰκείως ὁ μῦθος γυναῖκα πλάττει τῷ Ἡλίῳ διὰ τὴν ἀεικίνητον αὐτοῦ περαίωσιν, ἤγουν ἐκ περάτης εἰς περάτην ποιητικῶς εἰπεῖν, κίνησιν. διὸ καὶ Ὠκεανοῦ θυγάτηρ αὕτη λέγεται, διὰ τὸ τὸν Ἥλιον ὠκὺ ἀνύειν τὸν δρόμον ὃν περᾷ φυσικῶς. εἰ δὲ καὶ τὴν Ἑκάτην Ἡσίοδος Περσηΐδα καλεῖ, οὐ μακρὰν οὐδ' ἐκεῖνο τοιαύτης ἀλληγορίας ἐστί. καὶ ἄλλως δὲ Ὠκεανοῦ θυγάτηρ ἡ Πέρση, διὰ τὴν τοῦ Ἡλίου ἀνατολὴν καὶ δύσιν ἐξ Ὠκεανοῦ καὶ εἰς Ὠκεανόν. (ῃερς. 140.) Ὅτι κατάπλουν εὐτυχῆ φράζει τὸ, ἔνθα δ' ἐπ' ἀκτῆς νηῒ κατηγαγόμεσθα σιωπῇ, ναύλοχον ἐς λιμένα. (ῃερς. 141.) θεὸς δὴ ἡγεμόνευεν. ὃ δηλοῖ θεῖόν τι χρῆμα τὴν εὐτυχίαν εἶναι, καθά φασι καὶ οἱ μεθ' Ὅμηρον σοφοί. (ῃερς. 140.) Ἔστι δὲ καὶ νῦν καταγάγεσθαι, τὸ καταπλέειν. οὗπερ ἀνάπαλιν τὸ ἀνάγεσθαι. (ῃερς. 141.) Ναύλοχος δὲ καὶ νῦν λιμὴν ὁ ναῦς κοιμίζων ὡς ἐπὶ λέχους, ἢ κρύπτων παρὰ τὸν λόχον. Οἱ τοῦ Ὀδυσσέως δὲ φίλοι (ῃερς. 140.) νῦν σιωπῇ κατάγονται, οἷα ἤδη πεφοβημένοι διὰτὸ τῶν Κυκλώπων καὶ τὸ τῶν Λαιστρυγόνων κακόξενον. οὓς πτοηθέντες ὑποπτεύουσι καὶ τὴν τῆς Κίρκης νῆσον ὡς ἀνθρωπόλεθρον. ἡ δὲ καὶ αὐτὴ οὐκ ἀπῆγε μὲν ἀνθρώπους τοῦ βίου, μετεποίει δὲ ἄλλως τὸν βίον αὐτοῖς ἐξ ἀνθρώπων εἰς θῆρας μετάγουσα. (ῃερς. 142.) Ὅτι πολλοῦ καμάτου δηλωτικὸν τὸ, ἔνθα τότε δύο τ' ἤματα καὶ δύο νύκτας κείμεθα ὁμοῦ καμάτῳ τε καὶ ἄλγεσι θυμὸν ἔδοντες. ὅ πέρ ἐστιν ἐναντίον τῷ, θυμὸν ἥδοντες ἤτοι εὐφραίνοντες. ἐξ οὗ ἡ θυμηδία. ὅτι δὲ ἡ λύπη θυμὸν ἔδει, καὶ ὁ Βελλεροφόντης δηλοῖ ἐν Ἰλιάδι ὃν θυμὸν κατέδων. (ῃερς. 144.) Ὅτι καὶ ἐνταῦθα ἐν τῷ, τρίτον ἦμαρ ἐϋπλόκαμος τέλεσ' Ἠὼς, Ἠὼς μὲν ἡ σωματοειδὴς δαίμων. ἦμαρ δὲ ἡ κοινῶς λεγομένη ἡμέρα, ὁ πεφωτισμένος ὑπὸ Ἡλίου ἀήρ. (ῃερς. 145.) Ὅτι εὐλαβηθεὶς Ὀδυσσεὺς μή πως ἀποστέλλων ἑταίρουςἐπὶ κατασκοπῇ τῆς Αἰαίης νήσου εὑρήσει ἐκείνους μὴ πειθομένους διὰ τὰ φθάσαντα γενέσθαι κακὰ αὐτοδιάκονος κἀνταῦθα γίνεται κατ' ἔθος ἡρωϊκὸν, καὶ ἔγχος ἑλὼν καὶ φάσγανον ὀξὺ ἀνῆλθεν ἐς περιωπὴν εἴ πως φησὶν ἔργα ἴδοιμι βροτῶν ἐνοπήν τε πυθοίμην. ἔστη δὲ σκοπιὴν ἐς παιπαλόεσσαν ἀνελθὼν, καὶ ἰδὼν καπνὸν διὰ δρυμὰ πυκνὰ καὶ ὕλην μερμήριξεν ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν ἐλθεῖν ἠδὲ πυθέσθαι, ἐπεὶ ἴδεν αἴθοπα καπνόν. ὧδε αὐτῷ φρονέοντι δοάσσατο κέρδιον εἶναι πρῶτα ἐλθεῖν ἐπὶ νῆα καὶ δεῖπνον τοῖς περὶ αὐτὸν δοῦναι, (ῃερς. 155.) προέμεν τε πυθέσθαι ἤγουν προεῖναι, προπέμψαι. τοῦτο δὲ διὰ τὸ εὔπλαστον οἰκονομεῖται καὶ πιθανόν. πεμφθέντων μὲν γὰρ φίλων ἕξει χώραν ὁ κυκεὼν καὶ ἡ λοιπὴ μαγγανεία τῆς Κίρκης καὶ τὸ τοῦ Ἑρμοῦ πλάσμα καὶ τὸ κατ' ἐκεῖνον μῶλυ καὶ ἡ τοῦ Ὀδυσσέως ἀρετή. αὐτοῦ δὲ πρώτου ἀπελθόντος εἰς Κίρκην οὐκ ἦν ἀποβῆναι τὰ τοιαῦτα, πλασθέντα δεξιῶς καὶ πιθανῶς. ὃ γοῦν Ὅμηρος περὶ Ὀδυσσέως λέγει, περὶ ἑαυτοῦ λέγει. αὐτὸς γὰρ σκοπήσας εὐμεθόδως ἐπικρίνει κρεῖττον εἶναι πεμφθῆναί τινας καὶ μὴ αὐτὸν τὸν Ὀδυσσέα ἀπελθεῖν. (ῃερς. 146.) Ὅρα δὲ τὸ, περιωπὴν καὶ ἐνοπὴν, ἐν οἷς ἔχει τι παρηχήσεως ἡ ὁμοιοφωνία τῶν λέξεων. εἰ δέ που πλησίον παρέκειτο καὶ ἡ ἀνωτέρω ῥηθεῖσα σιωπὴ, ἐγίνετο ἂν καὶ δι' αὐτῆς τὸ ὅμοιον. Περιωπὴν δὲ καὶ σκοπιὰν εἰπεῖν, τὸ αὐτόν ἐστιν. (ῃερς. 149.) Ὁ δὲ καπνὸς οὐ μόνον πυρὸς ἀλλὰ καὶ ἀνθρώπων οἰκήσεως τεκμήριόν ἐστιν, ὡς τὰ πολλὰ καὶ ἡ τῶν Λαιστρυγόνων ἐδήλωσε γῆ. (ῃερς. 150.) Δρυμὰ δὲ καὶ ὕλη ταυτὰ ἐκ παραλλήλου. ἔστι δὲ δρυμὰ ἡ συνδενδρία ὡς ἀπὸ δρυός. ὅθεν καὶ δρυοκολάπτης, ὁ πᾶν ξύλον κολάπτων. καὶ δρύκαρπα οὐ τὰ ἐκ δρυὸς μόνον, ἀλλὰ καὶ ἐξ ἑτέρων δένδρων. εἰκὸς δὲ καὶ ἀρσενικὸν εἶναι μὴ μόνον ὁ δρυμὼν, ἀλλὰ καὶ ὁ δρυμός. οὗπερ οὐδέτερον τὸ δρυμὸν ὡς τὸ ἐρετμόν. (ῃερς. 152.) Αἶθοψ δὲ καπνὸς ὁ ἐκ τοῦ αἴθεσθαί τινα ὕλην ἀναδιδόμενος. (ῃερς. 153.) Δοάσατο δὲ καὶ νῦν κατὰ τοὺς παλαιοὺς οὐ μόνον τὸ ἔδοξεν ὡς ἀπὸ τοῦ δοκῶ δοξάζω κατὰ ἔλλειψιν τοῦ κάππα, ἀλλὰ καὶ ἀντὶ τοῦ ἠρέθη, προεκρίθη. ἔστι δέ φασι δοάσασθαι τὸ, δύο τινῶν προκειμένων ἑλέσθαι θάτερον, ὡς ἐκ τοῦ δοιὼ δοιάσατο καὶ δοάσατο. Ὅτι κατιόντι τῷ Ὀδυσσεῖ ἐκ τῆς σκοπιᾶς θεός τις, ὃς αὐτὸν ὀλοφύρατο μοῦνον ἐόντα, ὑψίκερων ἔλαφον μέγαν εἰς ὁδὸν αὐτὴν ἧκεν, ὁ μὲν ποταμόνδε κατήϊεν ἐκ νομοῦ ὕλης πιόμενος. δὴ γάρ μιν ἔχεν μένος Ἠελίοιο. τὸν δ' ἐγώ φησιν (ῃερς. 161 σθθ.) ἐκβαίνοντα ἐκ τῆς ὕλης δηλαδὴ, κατ' ἄκνηστιν νῶτα πλῆξα. τὸ δ' ἀντικρὺ δόρυ χάλκεον ἐξεπέρησε. κὰδ δ' ἔπεσ' ἐν κονίῃσι μακών. ἀπὸ δ' ἔπτατο θυμός. τῷ δ' ἐγὼ ἐμβαίνων, δόρυ χάλκεον ἐξ ὠτειλῆς εἰρυσάμην. καὶ τὸ μὲν αὖθι κατακλίνας ἐπὶ γαίῃ εἴασα. αὐτὰρ ἐγὼ σπασάμην ῥῶπάς τε λύγους τε. πεῖσμα δ' ὅσον τ' ὄργυιαν εὐστρεφὲς ἀμφοτέρωθεν πλεξάμενος, συνέδησα πόδας δεινοῖο πελώρου. βῆν δὲ καταλοφάδια φέρων ἐπὶ νῆα μέλαιναν, ἔγχει ἐρειδόμενος, ἐπεὶ οὔ πως ἦν ἐπὶ ὤμου χειρὶ φέρειν ἑτέρῃ, μάλα γὰρ μέγα θηρίον ἦεν. (ῃερς. 172.) κὰδ δ' ἔβαλον ἤτοι κατέῤῥιψα προπάροιθε νεώς. ἀνέγειρα δ' ἑταίρους μειλιχίοις ἐπέεσσι παρασταδὸν ἄνδρα ἕκαστον. καὶ ἑξῆς. (ῃερς. 156.) Καὶ ὅρα ὅτι πρὸ μὲν τῶν Κυκλώπων κοινὰ ἦν τοῖς ἀμφὶ τὸν Ὀδυσσέα τὰ τῆς θήρας. νῦν δὲ τῶν ἄλλων κειμένων οἷς πολλὰ ἔκαμον, μόνος ὁ πολύτλας Ὀδυσσεὺς πορίζει τοῖς φίλοις τροφὴν, ἀγρεύσας ἀπραγματεύτως καὶ εὐτυχῶς ὡς οἷα κατά τι θεῖον. ταῦτα γὰρ δηλοῦται ἔν τε τῷ, καὶ τότε τίς με (ῃερς.
102.1.2
) Ὅτι ἐν ἄλλοις εἰπὼν ὃν ὀφθαλμοῦ ἀλάωσεν, ἐνταῦθα φησίν· ὅτι οἱ υἱὸν φίλον ἐξαλάωσεν, ἄλλως μὲν συντάξας ἐκεῖ, ἄλλως δὲ ἐνταῦθα. (ῃερς. 106.) Ὅτι Θρινακία νῆσος ἡ Σικελία, οἱονεὶ Τριακρία, ἐπεὶ τρία ἔχει ἄκρα ὅ ἐστιν ἀκρωτήρια, Πέλωρον, Πάχυνον, Λιλύβαιον, ἢ καὶ ἄλλως, Πελωρίδα, Πάχυνον, καὶ Λιλύβην. καὶ ἔδει μὲν Τρινακρίαν γράφεσθαι, διὰ δὲ τὸ εὐφωνότερον οὕτως ὠνόμασται. γέγραπται δὲ περὶ αὐτῆς καὶ ἐν τοῖς τοῦ περιηγητοῦ. (ῃερς. 107.) Ὅτι δὲ περὶ αὐτὴν αἱ τοῦ Ἡλίου βόες, δῆλον ἔσται μάλιστα ἐν τοῖς ἑξῆς. νῦν δὲ εἰς τοσοῦτον δεδηλώσθω, ὅτι αὐτόθι ἐβόσκοντο βόες καὶ ἴφια μῆλα Ἠελίου, ὃς πάντ' ἐφορᾷ καὶ πάντ' ἐπακούει. ἃς εἰ μὲν ἀσινέας ἐάσει ἐν τοῖς ἑξῆς Ὀδυσσεὺς κατὰ τὴν παραγγελίαν τοῦ Τειρεσίου νόστου μεδόμενος, ἵκοιτο ἂν εἰς Ἰθάκην μετὰ καὶ τῶν ἑταίρων κακά περ πάσχων. (ῃερς.