Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam i
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
104.1.1
) Τὸ δὲ οὐ τόσσον ὀδύρομαι, καὶ τὸ ἀχνύμενός περ, δηλωτικὰ καὶ αὐτὰ τοῦ μὴ σβέσιν τελείαν γίνεσθαι γόου. μὴ δὲ ταχὺν οὕτω κόρον, ὡς εἰς τὸ πᾶν παύεσθαι τὸ θρηνεῖν. ἰδοὺ γὰρ τοῦ μὲν Ὀδυσσέως, ὑπεραλγεῖ αἰὲν ἄλαστα ὁ βασιλεύς. ἐπὶ δὲ τοῖς ἄλλοις εἰ καὶ μὴ τόσσον ὀδύρεται, ἀλλ' οὖν ἄχνυται. ὁ δὲ τόπος οὗτος, ἔχει τι καὶ ὑπερβολῆς ἐν τῷ, τῶν πάντων, οὐ τόσσον ὀδύρομαι. οὐ γὰρ δήπου καὶ τοῦ ἀδελφοῦ Ἀγαμέμνονος πλέον ὁ Μενέλαος ὀδύρεται τὸν Ὀδυσσέα. (ῃερς. 105.) Τὸ δὲ ἐχθαίρει, οὐ δηλοῖ ἄρτι τὸ μισεῖ, ἀλλὰ τὸ, μισητὸν ποιεῖ. ὅπερ, ἐχθραίνειν φασὶν οἱ μεθ' Ὅμηρον. Τὸ δὲ ἐμόγησε, δὶς ἔφη συναπτῶς διὰ τὸ τῆς λέξεως καίριον. (ῃερς. 107.) Τὸ δὲ ᾔρατο, οὐ μόνον ἀντὶ τοῦ ὑπέμεινε καὶ ἐβάστασεν οἱ παλαιοὶ νοοῦσιν, ἀλλὰ καὶ ἀντὶ τοῦ ἐπολέμησε, περὶ τὸν Ἄρην φασίν. εἰ δὲ εἶχε καὶ τὴν ˉεˉν πρόθεσιν, ἦν ἂν σαφέστερον. δοκοῦν τότε ἀπὸ τοῦ ἐναίρειν γενέσθαι ἀφ' οὗ καὶ ἔναρα τὰ λάφυρα. Ἐν δὲ τῷ, ζῴει ὅγ' ἢ τέθνηκε, λείπει σύνδεσμος. ἵνα λέγῃ ἐνδοιαστικῶς ὅτι οὐκ ἴδμεν εἴπερ ζῇ ἢ τέθνηκεν. ἢ καὶ ἄλλως, οὐκ ἴδμεν ἢ ζῇ ἢ τέθνηκεν. ὥσπερ κατωτέρω ἐρεῖ. ἢ πατρὸς ἐάσει μνησθῆναι, ἢ πρῶτα ἐξερέοιτο. Τὸ δὲ ὀδύρονται ὁ δεῖνα καὶ ὁ Τηλέμαχος, ἐπιτυχῶς εἶπεν ὁ Μενέλαος. πίστις γὰρ αὐτῷ τοῦ λόγου, τὰ εὐθὺς προλεχθέντα τῷ Τηλεμάχῳ δάκρυα. (ῃερς. 114.) Ὅτι δαψιλῆ δηλοῖ κλαυθμὸν τὸ, δάκρυ δ' ἀπὸ βλεφάρων χαμάδις βάλε πατρὸς ἀκούων. μετ' ὀλίγα δὲ τὸ αὐτὸ ἄλλως ἐρεῖ. αὐτὰρ ὃ, πυκνὸν ὑπ' ὀφρύσι δάκρυον εἶβεν. Ὅτι δὲ πολυπενθὴς ὁ χαμαὶ βάλλων ὅ ἐστι ῥίπτων δάκρυα, καὶ ἡ Ἰλιὰς ἔδειξεν. (ῃερς. 117.) Ὅτι προσεκτικὸν ἡ μακρὰ ἐκ πλάνης πολυπειρία τὸν Μενέλαον ἔθετο. διὸ οὐ μόνον ἡσυχῆ λαλῶν πρὸ βραχέων ὁ Τηλέμαχος οὐ διέλαθεν αὐτὸν, ἀλλὰ καὶ νῦν ἐκεῖνος μὲν, ἐδάκρυε, χλαῖναν πορφυρέην ἄντ' ὀφθαλμοῖσιν ἀνασχὼν ἀμφοτέραις χερσί. Μενέλαος δὲ νοήσας αὐτὸν, ἐβουλεύετο ἢ ἐάσει τὸν παῖδα μνησθῆναι τοῦ πατρὸς, ἢ πρῶτα ἐρωτήσει. ἐν τοσούτῳ δὲ τῆς Ἑλένης ἐξελθούσης ὡς εὐθὺς εἰρήσεται, γίνεται ὁ ἀναγνωρισμὸς δεξιώτερον. πορφυρὰν δὲ χλαῖναν ὁ ποιητὴς πλάττει τῷ Τηλεμάχῳ, οἷα βασιλέως υἱῷ. ἀνέχει δὲ αὐτὴν πρὸ ὀφθαλμῶν, αἰδούμενος εἰ δακρύων φαίνοιτο ἀνὴρ ὤν. (ῃερς. 121.) Ὅτι τὴν τῆς Ἑλένης ἔξοδον φράζων ἐνδιασκεύως, φησίν. ἐκ δ' Ἑλένη θαλάμοιο θυώδεος ὑψορόφοιο ἤλυθεν Ἀρτέμιδι χρυσηλακάτῳ εἰκυῖα. τῇ δ' ἂρ Ἀδρήστηκλισίην ἐΰτυκτον ἔθηκεν. Ἀλκίππη δὲ, τάπητα φέρεν μαλακοῦ ἐρίοιο. Φυλὼ δ' ἀργύρεον τάλαρον φέρε, τόν οἱ ἔδωκεν Ἀλκάνδρη Πολύβοιο δάμαρ. ὃς ἔναιεν ἐνὶ Θήβῃς Αἰγυπτίῃς. ὅθι πλείστα δόμοις ἐνὶ κτήματα κεῖται. ὃς Μενελάῳ δῶκε δύ' ἀργυρέας ἀσαμίνθους. δοιοὺς δὲ τρίποδας, δέκα δὲ χρυσοῖο τάλαντα. χωρίς δ' αὖθ' Ἑλένῃ, ἄλοχος πόρε κάλλιμα δῶρα. χρυσῆν τ' ἠλακάτην, τάλαρόν θ' ὑπόκυκλον ὄπασσεν ἀργύρεον, χρυσῷ δ' ἐπὶ χείλεα κεκράαντο. ἤγουν ἐπὶ χρυσῷ τὰ χείλη ἀπήρπιστο καὶ τετελείωτο. ἐκ τοῦ κραιαίνω. ἢ τὰ χείλη χρυσῷ ἐκέκρατο. τοῦτον ἡ Φυλὼ τὸν τάλαρον παρέθηκε φέρουσα, νήματος ἀσκητοῖο βεβυσμένον αὐτὰρ ἐν αὐτῷ, ἠλακάτη τετάνυστο ἰοδνεφὲς εἶρος ἔχουσα. Καὶ ὅρα ἐν τούτοις περιουσισμὸν Θηβαϊκῆς ὕλης τιμίας. ἧς βραχύ τι ἀποῤῥυὲν εἰς τὸν Μενέλαον, ἔπεισεν εἰπεῖν, πολλά τε ἀγαγέσθαι καὶ ἀμφήριστον ἐν ἀνθρώποις ἐπὶ κτήμασιν εἶναι. ὅτι δὲ πολὺς ἐν ταῖς Αἰγυπτίαις Θήβαις ὁ πλοῦτος, καὶ ἡ Ἰλιὰς ἐδήλωσεν. (ῃερς. 123.) Ἐν δὲ τῷ περὶ τῶν δουλίδων ἐνταῦθα λόγῳ, φασὶν οἱ παλαιοὶ ὡς ἄλλαι μὲν ἐν Ἰλιάδι θεράπαιναι τῇ Ἑλένῃ. ἄλλαι δὲ νῦν. οὐ γὰρ ἔδει φασὶ τὰς μετασχούσας τοῦ ἁμαρτήματος, ἐᾶν συνεῖναι τῇ γυναικί. (ῃερς. 121.) Θυώδης δὲ θάλαμος, ὁ εὐώδης. καθ' ὁμοιότητα τοῦ ἐν Ἰλιάδι θυόεντος νέφους. καὶ ἔστι τοῦτο σαφέστερον τοῦ, κηώεις. Ἰστέον δὲ ὅτι ἐκ τοῦ, τὸ θύος ἢ τὸ θύον, οὐ μόνον τὸ θυώδης καὶ τὸ θυόεν γίνεται, ἀλλὰ καὶ ῥῆμα θυῶ θυσώσω, συγγενές τι δοκοῦν εἶναι τῷ θειῶ θειώσω. ἐξ οὗ τό. θειώσωμεν μέγαρον ἐν τοῖς ἑξῆς. ἐκ δὲ τοῦ προῤῥηθέντος θυῶ τοῦ διὰ μόνου διχρόνου, καὶ θυώματα παρὰ Ἡροδότῳ, τὰ εὐώδη θυμιάματα. φησὶ γάρ. σμύρνης ἀκηράτου καὶ κασίης καὶ τῶν ἄλλων θυωμάτων. (ῃερς. 121.) Ἀρτέμιδι δὲ χρυσηλακάτῳ τὴν Ἑλένην ὁ ποιητὴς εἰκάζει, διὰ τὴν κατὰ σῶμα φυήν. ἐντεῦθεν δὲ λαβόντες ἀρχὴν, οἱ μεθ' Ὅμηρον διὰ τὸ εἰς σελήνην ἀλληγορεῖσθαι τὴν Ἄρτεμιν, σεληναίαν ἄνθρωπον τὴν Ἑλένην ἐπλάσαντο. ὡς ἐκ τοῦ κατὰ σελήνην κόσμου πεσοῦσαν. καὶ αὖθις δὲ ἄνω ἁρπαγῆναι αὐτὴν ἐμυθεύσαντο, ἐπειδὰν δι' ἐκείνης αἱ τοῦ Διὸς ἠνύσθησαν βουλαί. καὶ τὴν Πηνελόπην δὲ Ἀρτέμιδι ἐν τοῖς ἑξῆς που εἰκάζει. ἔτι δὲ καὶ Ἀφροδίτῃ. τὸ μὲν, διὰ σωφροσύνην. τὸ δ' ὅτι οὐκ ἀδμὴς ἀλλ' ὑπὸ ἄνδρα ἦν. ὅλως δὲ, φιλεῖ καὶ τὴν Ἑλένην ὁ ποιητής. ἧς καὶ ἐν πολλοῖς ὑπεραπολογεῖται. φιλεῖ δὲ καὶ τὴν Πηνελόπην οὐχ' ἥκιστα. ἐξ ὧν αὐτῷ ἡ τῶν ἀξιολόγων ποιήσεων ἀφορμή. διὸ καὶ τοιούτοις αὐτὰς ἐπιθέτοις κοσμεῖ. (ῃερς. 131.) Σημείωσαι δὲ καὶ ὡς εἰ καὶ διαλελυμένως χρυσῆν ἠλακάτην τὴν ἐκ τῆς εἰρημένης Ἀλκάνδρης ἡ Ἑλένη μεταχειρίζεται, ἀλλ' οὐκ ἂν ὁ ποιητὴς τολμήσῃ καὶ χρυσηλάκατον συνθέτως εἰπεῖν. τοῦτο γὰρ, ἀποκεκλήρωται τῇ Ἀρτέμιδι ὡς ἐργατικῇ καὶ τοξικῇ κατὰ τοὺς παλαιούς. Πίνδαρος δὲ, ἐθάῤῥησε συνθέτως ἐντεῦθεν χρυσηλάκατον Ἀμφιτρίτην εἰπεῖν, οὐ κατὰ τὴν Ἄρτεμιν. αὐτὴ μὲν γὰρ χρυσᾶ ἠλάκατα ἔχει ὅ ἐστι τόξα. Ἀμφιτρίτη δὲ, χρυσῆν ἠλακάτην ὁμοίως τῇ Ἑλένῃ. Ἐνταῦθα δὲ μνηστέον ζητήσεως λόγῳ, εἴπερ ἀπὸ τῆς ἠλακάτης εἴτε τῶν ἠλακάτων οἱ παρὰ τῷ δειπνοσοφιστῇ ἠλακατῆνες ἰχθύες ἐῤῥέθησαν. περὶ ὧν μυθικὸς λόγος, ὅτι Ἰχθύος καὶ Ἡσυχίας τῆς ἀδελφῆς, Γαλήνη καὶ Μύραινα καὶ Ἠλακατήν. ὧν ὁμώνυμα τὰ κατὰ θάλασσαν. Ὅρα δὲ καὶ ὅτι οὐ μόνον ὡς εἴρηται ὁ τοῦ Μενελάου οἶκος περιττῶς ἐσκεύασται ὡς οὐδεὶς ἕτερος τῶν Ἑλληνικῶν, ἀλλὰ καὶ ἡ Ἑλένη πολλὴν ἐξήρτηται πολυτέλειαν, τρυφὰς τραγικῶς εἰπεῖν ἔχουσα τρωϊκάς. ᾗ καὶ ὁ ἀργύρεος τάλαρος καὶ ἡ χρυσῆἠλακάτη καὶ τὸ ἀσκητὸν νῆμα, πομπικῶς ἐκφέρονται πρὸς φαντασίαν ταλασιουργίας καὶ πλούτου ἐπίδειξιν. οὐ γὰρ παραδέδοται νήθουσα τῷ τέως, εἰ μὴ ἄρα κατὰ τὸ σιωπώμενον ὡς ἔθος τῷ ποιητῇ. (ῃερς. 123.) Κλισίαν δὲ εὔτυκτον καὶ ἐνταῦθα, τὸν προλεχθέντα κλισμὸν λέγει. ἤγουν θρόνον ἔχοντά τι ἀνάκλιντρον. ᾧ καὶ τάπης ἐξ ἐρίου ἐπίκειται, προσκεφάλαιον δηλαδή. λέγει γοῦν ὑποκατιὼν ἕζετο δ' ἐν κλισμῷ ᾧ καὶ θρῆνυς ὑπέκειτο. περὶ δὲ κλισίας ὅτι τὲ ἐδιφορεῖτο κατὰ τὴν ἄρχουσαν καὶ ὅτι ὡς ἐπὶ πολὺ σκηνὴν δηλοῖ, ἐν τῇ Ἰλιάδι ἐῤῥέθη. ῥηθήσεται δέ τι καὶ ἐν τοῖς ἑξῆς περὶ αὐτῆς. ἔχει δὲ ἡ Ἰλιὰς καὶ περὶ ταπήτων καὶ δαπίδων, τὸ ἀρκοῦν. (ῃερς. 124.) Τὸ δὲ φέρειν, καιρία λέξις ἐπὶ βαστάγματος οὖσα, τρὶς ἐνταῦθα κατ' ἐπιμονὴν εἴρηται. ἀπ' αὐτοῦ δὲ σὺν ἄλλοις τοῖς ἀλλαχοῦ δηλουμένοις, καὶ φερέπονος. οὕτω δὲ καὶ φερέκακος ὁ καρτερικός. καὶ φερνὴ ἡ προῖξ. ἣν καὶ φέρνην τινές φασι βαρυτόνως. καὶ φέρτρον, κλίνη νεκρικὴ ἐν Ἰλιάδι. καὶ φορεῖον. ὃ καὶ φέρεθρον φασί τινες λέγεσθαι, ὡς ῥέεθρον καὶ πύρεθρον. οἷον φέρεθρα ἔχοντα εἰκόνας βασιλέων. ἔν τινι δηλαδὴ πομπῇ βασιλικῇ. (ῃερς. 126.) Ὅρα δὲ καὶ ὅτι Πόλυβος οὐ μόνον ὄνομα Ἑλληνικὸν, ἀλλ' ἰδοὺ καὶ Αἰγύπτιον. Καὶ ὅτι ἐν μὲν Ἰλιάδι, ἔφη τι πλατύτερον περὶ τοῦ Θηβαϊκοῦ πλούτου. καὶ ὅλως, περὶ Αἰγυπτίων Θηβῶν. (ῃερς. 127.) Ἐνταῦθα δὲ, ἠρκέσθη ἐν ὀλιγίστῳ εἰπεῖν, ὡς πλεῖστα ἐκεῖ δόμοις ἐν κτήματα κεῖται. ἅπερ ἂν εἴη κειμήλια. πολὺν πλοῦτον οὕτω δηλώσας τῆς πόλεως. οὐ μὴν καὶ δύναμιν ὡς ἐκεῖ ἐποίησεν. Ὅρα δὲ καὶ ὅτι τὸ Αἰγυπτίαις, συστέλλει τὴν προπαραλήγουσαν διὰ μέτρον ὡς καὶ ἐν τοῖς ἑξῆς. καθὰ καὶ πρὸ βραχέων ἐν τῷ παράκοιτις Θῶνος Αἰγυπτίη. καὶ Αἰγυπτίους ἐπαληθείς. αἰτία δὲ τῆς τοιαύτης συστολῆς τοῦ ˉυ, οὐ μόνον ἡ ἀσθένεια τῶν μετ' αὐτὸ κειμένων δύο ψιλῶν συμφώνων κατὰ τοὺς παλαιοὺς, ἀλλὰ μάλιστα ἡ ἀνάγκη τοῦ μέτρου. οὐ γὰρ ἦν ἄλλως ποδίζεσθαι τὰ ἐξ Αἰγύπτου ταῦτα παράγωγα, εἰ μὴ ἐν συστολῇ τοῦ ῥηθέντος διχρόνου. αὐτοῦ δὲ συσταλέντος, γίνεται δάκτυλος. ἡ τοιαύτη δὲ ἀνάγκη, καὶ τοῦ Σκαμάνδρου καὶ τῆς Ζελείας, ἀφείλετο τὸ δύνασθαι ἐκτείνειν τὰ πρὸ αὐτῶν βραχέα ὡς ἐν Ἰλιάδι ἐφάνη. (ῃερς. 128.) Αἱ δὲ ἀργύρεαι ἀσάμινθοι καὶ τὰ ἐφεξῆς, τῶν κειμένων ἐν Θήβαις κτημάτων δείγματα, οἷα ἐκεῖθεν εἰς Σπάρτην ἐλθόντα. (ῃερς. 129.) Περὶ δὲ ταλάντων, πολλαχοῦ διείληπται. (ῃερς. 130.) Τὸ δὲ χωρὶς, ἀντὶ τοῦ, ἰδίᾳ καὶ ἐν μέρει. ἀγαθὸν δὲ πάντως τοιαύτη ἔρις γυναικὸς πρὸς ἄνδρα, δωρεῖσθαι καὶ αὐτὴν ὁμοίως τῷ ἀνδρὶ, ὡς εὐεργετικοὺς ἀμφοτέρους εἶναι καὶ οὕτω τὴν κατὰ βίον ἐξισάζεσθαι πορείαν αὐτοῖς. (ῃερς. 131.) Τάλαρος δὲ, ὡς μὲν γίνεται ἀπὸ τοῦ τάλας καὶ τοῦ αἴρειν οἱονεὶ ὁ τλήμων φέρειν τὰ ἐν αὐτῷ, δῆλον. ἴσως δὲ λεχθείη ἄν ποτε καὶ κάλαθος. εἰ καὶ ἄλλως, δημητρειακοῦ καρποῦ συγκομιστὴς ὁ κάλαθος ὡς καὶ ὁ παρὰ τῷ Καλλιμάχῳ δηλοῖ. ἦν δέ τις φασὶ τάλαρος, καὶ τυροκομεῖον λεγόμενος. ἐν δὲ τοῖς τοῦ δειπνοσοφιστοῦ, φέρεται ὅτι Τίμων ὁ σιλλογράφος καὶ τὸ μουσεῖον τάλαρόν που φησίν, ἐπισκώπτων τοὺς ἐν αὐτῷ τρεφομένους φιλοσόφους ὅτι ὡς ἐν πανάγρῳ τινὶ σιτοῦνται. καθά περ οἱ πολυτιμότατοι ὄρνιθες πολλοὶ μὲν βόσκονται ἐν Αἰγύπτῳ πολυφύλλῳ βυβλιακῇ χαρακίται ἀπείριτα δηριόωντες μουσάων ἐν ταλάρῳ. τοῦτο δὲ χρήσιμον καὶ εἰς τὸ ἀποφώλιος, ὅπερ ἐν τοῖς ἑξῆς που ἐρεῖ ὁ Ὅμηρος· οἱ γὰρ ἐν τοιούτῳ ταλάρῳ τοιοίδε ὄρνιθες, προσφυῶς ἂν καὶ ἐν φωλεῷ μουσῶν εἶναι λεγόμενοι, ἀποφώλιοι ἂν εἶεν εἴπερ ἀποῤῥιψεῖεν ὡς ἀπῳδοί τινες καὶ παράμουσοι. ὑπόκυκλος δὲ τάλαρος, ὁ περίτροχος καὶ περιφόρητος τοῖς ὑποκάτω τροχίλοις, ἢ κυκλοτερής. (ῃερς. 134.) Νῆμα δὲ ἀσκητὸν, τὸ πεφιλοκαλημένον καὶ ἐπιμεμελημένον. ἔστι δὲ καὶ ἔριον εἰπεῖν ἀσκητὸν, ὡς ἐκ τοῦ ἤσκειν εἴρια καλά. καὶ χιτῶνα δὲ, διὰ τὸ, πτύξασα καὶ ἀσκήσασα χιτῶνα. καὶ λέχος δέ που ἀσκητὸν ἐρεῖ Ὅμηρος ἐν τοῖς μετὰ ταῦτα. κυριολεκτεῖται δὲ μάλιστα τὸ ἀσκεῖν, ἐπὶ ἀνδρῶν ἀθλητῶν ὡς καὶ ἐν ἄλλοις δεδήλωται. Βεβυσμένος δὲ, ὁ γέμων καὶ μετὰ ὠθισμοῦ τινος μεστὸς, παρὰ τὸ βύω. ὅθεν καὶ ὁ κωμικός φησιν, τὸ στόμ' ἐπιβύσας κέρμασι, τῶν ῥητόρων. καὶ ξύλα δὲ οὕτω παραβύει τις ὑποκαιόμενα, τρίποδι. ἐντεῦθεν καὶ παράβυστος ὃς ἑαυτὸν παρέβυσε τόπῳ τινὶ ἐπικρύψας. καὶ τὸ ἐν παραβύστῳ, ἀντὶ τοῦ ἐν τόπῳ καὶ γονίᾳ ᾧ τις οὕτω πως παραβέβυσται. καὶ ὠτίον δὲ βλαβὲν τοὺς πόρους, βεβύσθαι λέγεται μέχρι καὶ νῦν παρά τισι τῶν ὑπὲρ Σινώπην Λευκοσύρων. ἐκεῖθεν δὲ καὶ ἡ ἀκροβυστία καὶ ὁ ἀκρόβυστος. Τὸ δὲ τετάνυστο, δηλοῖ μὴ ὀρθὴν ἵστασθαι τὴν ἠλακάτην, ἀλλὰ περὶ τὸν τάλαρον κεῖσθαι ἀπὸ χείλους εἰς χεῖλος διήκουσαν. ἴσως δὲκαὶ μῆκος αὐτῆς ἡ λέξις δηλοῖ. (ῃερς. 135.) Ἰοδνεφὲς δὲ, τὸ μέλαν φασίν. ἢ πορφυροῦν. ἢ τὸ λεγόμενον κατὰ παλαιοὺς, ἰάνθινον. σύγκειται δὲ κατὰ πλεονασμὸν τοῦ ˉδ ἀπὸ ἴου καὶ νέφους. ἀμφοτέρων μελάνων σωμάτων. Τὸ δὲ εἶρος, πρωτότυπόν ἐστι τοῦ εἰρίον ὡς τειχίον. ὅθεν ἔριον ὡς ἴχνιον. παραβλητέον δὲ τὴν ἐνταῦθα τῆς ἡρωΐδος Ἑλένης ταλασιουργίαν, τῇ τοῦ ἐπιτρίπτου βασιλέως Σαρδαναπάλου. ἡ μὲν γὰρ εὐγενῶς προῆλθε ἐπιδεικνυμένη τὰ γυναιξὶ προσήκοντα, καὶ λαλεῖ σπουδαῖα καὶ θαυμάζεται. ὁ δὲ, ἐψιμυθιώμενος φασὶ καὶ κεκοσμημένος γυναικιστὶ, μετὰ τῶν παλλακίδων ἔξαινε πορφύραν, γυναικείαν στολὴν ἔχων, καὶ κατεξυρημένον πώγωνα, καὶ κατακεκισσηρισμένον. ἦν δέ φασι καὶ γάλατος λευκότερος, καὶ ὑπογέγραπτο τοὺς ὀφθαλμούς. (ῃερς. 141.) Ὅτι οὕτω πρὸς θέαν προσώπου περίεργος ἡ Ἑλένη καὶ μνήμων ὄψεως, ὥστε πολλῶν εἰκασμοὺς ἐναποκειμένους φέρειν τῇ ψυχῇ. φησὶ γοῦν, ὡς οὔπω τινά φημι ἐοικότα ὧδε ἰδέσθαι οὔτ' ἄνδρ' οὔτε γυναῖκα, σέβας μ' ἔχει εἰσορόωσαν, ὡς ὅγ' Ὀδυσσῆος υἱῷ ἔοικε Τηλεμάχῳ. τοῦτο δὲ, ἀφελῶς ἐῤῥέθη καὶ ἐνδιαθέτως. ἢ καὶ ὡς εἰπεῖν, ἐκ περισσοῦ. ἤρκει γὰρ εἰπεῖν μόνον τὸ, Ὀδυσσέως υἱῷ ἔοικεν. ἐπεὶ οὐχ' ἁπλῶς Τηλεμάχου σημεῖα τὰ ῥηθέντα. υἱοῦ δὲ Ὀδυσσέως. εἰκὸς δὲ πάντως, τὴν οὕτως ἐρωτικὴν Ἑλένην πολλὰς μορφὰς ἐναπομάξεσθαι τῇ ψυχῇ. Ἀθήναιος δὲ ἄλλως τὸ τοιοῦτον πιθανευόμενος ἤγουν τὸ τὴν Ἑλένην ἐκ τῆς ὁμοιότητος τεκμαίρεσθαι, λέγει ὅτι πάνυ αἱ γυναῖκες διὰ τὸ παρατηρεῖσθαι τὴν ἀλλήλων σωφροσύνην, δειναί εἰσι τὰς ὁμοιότητας τῶν παίδων πρὸς τοὺς γονέας ἐλέγξαι. ἐν τούτοις δὲ καθὰ καὶ ἐν Ἰλιάδι, καταλέγει ἑαυτῆς. (ῃερς. 145.) εἰποῦσα, ὡς ἐμεῖο κυνώπιδος εἵνεκ' Ἀχαιοὶ ἤλθεθ' ὑπὸ Τροίην, πόλεμον θρασὺν ὁρμαίνοντες. παραμυθουμένη οὕτω τὸν ἄνδρα τῆς εἰς Τροίαν ἑκουσίου ἀπελεύσεως. ὅτι δὲ ἑκοῦσα ἡρπάγη, αὐτὴ ἐρεῖ σαφῶς ἐν τοῖς ἑξῆς. ἡ δὲ εἰσβολὴ τοῦ λόγου τῇ Ἑλένῃ, κατ' ἐρώτησιν. (ῃερς. 139.) ἴδμεν δὴ οἵ τινες οἵ δε ἀνδρῶν εὐχετόωνται ἱκανέμεν ἡμέτερον δῶ; τοῦτο δὲ δύναται λέγεσθαι ὅτέ τινες ἀγνοούμενοι ἐνδημήσουσί που. ὥσπερ αὖ πάλιν στοχαζόμενός τις ἐρεῖ τὸ, ψεύσομαι, ἢ ἔτυμον ἐρέω. κέλεται δέ με θυμός. (ῃερς. 146.) Τὸ δὲ ὑπὸ Τροίην, τὸ ταπεινὸν τοῦ ναυστάθμου ἐμφαίνει, κειμένου ὑπὸ τὴν ἠνεμόεσσαν Τροίαν. Πόλεμον δὲ θρασὺν, τὸν ἀναιδῆ λέγει. ἐκ τῶν θρασυνομένων στρατιωτῶν ὀνομάσας τὸ ἔργον αὐτῶν. (ῃερς. 148.) Σημείωσαι δὲ καὶ ὅτι τῆς Ἑλένης ἀρχὴν ἐνδούσης ἀναγωρισμοῦ, ἀνακινήσας τὸ φανταστικὸν τῆς ψυχῆς ὁ Μενέλαος καὶ πορισάμενος ἐπὶ τῷ Τηλεμάχῳ πλείω τεκμήρια, φησίν. οὕτω νῦν καὶ ἐγὼ νοέω γύναι ὡς σὺ ἐΐσκεις. κείνου γὰρ, τοιοίδε πόδες. τοιαί δέ τε χεῖρες. ὀφθαλμῶν τε βολαί. κεφαλή τ', ἐφύπερθέ τε χαῖται. ὧν μηδὲν ὁ ῥήτωρ Νέστωρ ἐν τοῖς πρὸ τούτων παρασημηνάμενος, ἐκ τῆς ἐν λόγοις μάλιστα ὁμοιότητος πατρῴζειν ἔγνω τὸν Τηλέμαχον, ἐμφήνας ἠρέμα καὶ αὐτὸς τὸν ἐκ μορφῆς γνωρισμὸν ἐν τῷ, σέβας μ' ἔχει εἰσορόωντα. ὁ δέ γε Μενέλαος, τοῖς ῥηθεῖσι προσεπιτίθησιν εἰς σημεῖον, καὶ τὸ πρὸ βραχέων δάκρυον τοῦ Τηλεμάχου, ὅτε μνήμη τοῦ Ὀδυσσέως ἐγένετο. Ἔνθα σημείωσαι ὅτι δίκην ἀγαθοῦ ζωγράφου, πάντῃ ἐξομοιῶν Ὅμηρος τῷ πατρὶ τὸν υἱὸν Τηλέμαχον, πεποίηκεν ἀμφοτέρους τὸν μὲν, ἐνταῦθα τῷ Μενελάῳ, ἐκεῖνον δὲ παρὰ Φαίαξι τῷ Ἀλκινόῳ, διὰ δακρύων γνωριζομένους. ὅτι δὲ καὶ τὸν Ὀδυσσέαμόνη ἀνέγνω ἡ Ἑλένη περὶ Τροίαν, ἐν τοῖς μετὰ ταῦτα φανεῖται. (ῃερς.

Intertext edge

Open linked passage

Note