Commentarii ad Homeri Odysseam i
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
107.1.1
) Τὸ δὲ καιροσέων ὀθονέων, ἀντὶ τοῦ, εὐυφῶν. εὖ κεκαιρωμένων. ἤτοι ἀγαθὸν ἐχουσῶν καίρωμα, ὅ ἐστι μίτωμα. καῖρος δέ φασι καὶ καίρωμα, τὸ διάπλεγμα ὃ οὐκ ἐᾷ τοὺς στήμονας συγχέεσθαι. ἐξ οὗ καὶ καιρωστρίδες ἢ καιρωστίδες γυναῖκες παρὰ Καλλιμάχῳ, ἀντὶ τοῦ ὑφάντριαι. οὗ δὴ Καλλιμάχου καὶ τὸ, ὑδάτινον καίρωμα ὑμένεσσιν ὁμοῖον. ὁ δὲ εἰπὼν τὸ καιροσέων ἀντὶ τοῦ, κροσσωτῶν θυσανωτῶν, λέγει καὶ ὅτι καῖρος, σειρὰ δι' ἧς οἱ στήμονες καθίενται. Καὶ ὅρα ἐν τούτοις τὸ καῖρος βαρυνθὲν πρὸς διαστολὴν χρονικοῦ τοῦ καιρός. ἔτι δὲ κατὰ ἄλλους καὶ ἑτέρως καίρωμα ἡ διαπλοκὴ τοῦ διάσματος ἐν ᾗ οἱ στήμονες καθίενται. καὶ ἄλλως δὲ, τὸ διαπλεκόμενον παρὰ τὸν μίτον ὡς ἂν οἱ στήμονες μὴ συγχέωνται. μίτος δὲ, δι' οὗ τοὺς στήμονας ἐναλλάσσουσιν εἰς πλοκὴν τῆς κρόκης. οἱ δὲ φασὶν ὅτι καῖρος αὐτὸς ὁ μίτος ἐστὶν ἐξ οὗ παράγωγον, ὁ καιρόεις. οὗ θηλυκὸν, καιρόεσσα. γενικὴ πληθυντικὴ, καιροεσσῶν. καὶ συγκοπῇ, καιροσσῶν. καὶ Ἰωνικῶς καιροσέων. ἢ καὶ ἄλλως, καιροεσσῶν, ὡς εἴρηται, καὶ μεταθέσει, καιροσέων. ὅ ἐστιν εὐμίτων. ἄλλοι δὲ, εὐθεῖαν εἶπον ἡ καίροσα μονήρη λέξιν ὡς ἄτοσσα. ὅθεν γενικὴ πληθυντικὴ, καιροσῶν, καὶ καιροσέων Ἰωνικῶς, ἐπεὶ δὲ φέρεται ἐν ῥητορικῷ λεξικῷ καὶ ὅτι μεσάκμων, τὸ τῷ κανόνι ὑποδεδεμένον ὃ καλεῖται καῖρος, σκοπητέον εἴτι καὶ αὐτὸ εἰς τὸ, καιροσέων ὀθονέων συμβάλλεται. ποιητικὴ δὲ παρίσωσις τὸ, καιροσέων ὀθονέων. Τὸ δὲ ἀπολείβεται ὑγρὸν ἔλαιον, ἢ τὸ τῶν ὑφασμάτων τρυφερὸν κατὰ τοὺς παλαιοὺς δηλοῖ ὡς δοκεῖν ἔλαιον ἀποῤῥεῖν. ἢ τὸ πυκνὸν, ὡς μὴ δὲ ἔλαιον εἶναι δι' αὐτῶν ἐλθεῖν. ἢ καὶ τὸ στίλβον διὰ λευκότητα. ἴσως δὲ, καὶ ἄλλως στίλβειν αἱ τοιαῦται λέγοιντο ἂν ὀθόναι, ὡς εἴπερ ἔλαιον αὐτῶν ἀπελείβετο διὰ τὸ στιλπνὸν χρῶμα τῶν νεοϋφάντων καὶ ἔτι ἀπλύτων ὑφασμάτων. Ὅτι δὲ καὶ θρόνοι λίθινοι οὕτω στίλβουσιν ἐκ τῆς κατὰ συχνὴν παράτριψιν λειάνσεως, οἱ κατὰ Πύλον μαρμάρεοι θρόνοι ἐδήλωσαν. (ῃερς. 108.) Πάνυ δὲ ἐπιστήμονας τὰ εἰς ἱστουργίαν ἡ Ὁμηρικὴ σύγκρισις τὰς Φαιακίδας δηλοῖ εἴπερ ὅσον οἱ Φαίακες ναυτικοὶ, τοσοῦτον αἱ γυναῖκες τεχνικαὶ ὑφαίνειν. ἴδριες δὲ ἐκεῖνοι περὶ πάντων ἀνδρῶν, οὕτω δὲ καὶ αὗται πασῶν γυναικῶν. ὡς εἶναι αὐταῖς τρία ταῦτα καλά. ἐπιστήμην περὶ ἔργα. καὶ κάλλος. καὶ φρένας ἐσθλάς. ἅπερ ἐξ Ἀθηνᾶς ἔχειν λέγονται, ὡς ἐφόρου τῶν τοιούτων πρός τε ἀλληγορίαν καὶ μυθικῶς. (ῃερς. 110.) Τὸ δὲ τεχνῆσαι, ἀλλαχοῦ παθητικῶς κεῖται. ὡς καὶ ἐν τῷ, μὴ τεχνησάμενος μὴ δ' ἄλλό τι τεχνήσαιτο. (ῃερς.