Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam i
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
109.1.1
) Ὅτι πολλὴν ἐναγώνιον ὁμήγυριν φράζει, τὸ βάν δ' ἴμεν εἰς ἀγορήν. ἅμα δ' ἕσπετο πουλὺς ὅμιλος. μυρίοι. (ῃερς. 110.) ἂν δ' ἵσταντο νέοι πολλοί τε καὶ ἐσθλοὶ, ἀεθλεύσοντες δηλαδή. Καὶ ὅρα τὸ, πολὺς ὅμιλος. καὶ τὸ, μυρίοι. ἐφερμηνευτικὰ ὄντα ἀλλήλων. Τὸ δὲ ἀνίστασθαι, οὐ μακράν ἐστι τοῦ ὄρνυσθαι, καὶ τοῦ ὄρεσθαι. διὸ ἐπάγει. ὦρτο μὲν ὁ δεῖνα καὶ ὁ δεῖνα. (ῃερς. 111.) Ὅτι τὰ πλείω τῶν κατὰ τοὺς Φαίακας ὀνομάτων, ναυτικά. καὶ τὸ ὅλον εἰπεῖν, ἀπὸ θαλάσσης συναγηγερμένα. πίστις δὲ τοῦ λόγου, ὁ πρόγονος αὐτῶν Ναυσίθοος. οἱ βασιλικοὶ παῖδες Ἅλιος καὶ Κλυτόνηος. ἡ τούτων ἀδελφὴ Ναυσικάα, τῇ θαλαμηπόλῳ παραχωρήσασα τοῦ εὐγενεστέρου καὶ σεμνοτέρου ὀνόματος τοῦ, Εὐρυμέδουσα. ὃ, παρώνυμον Εὐρυμέδοντος τοῦ τῆς Ναυσικάας πάππου. καὶ οὗτοι μὲν, βασιλικὸν γένος. οἱ δὲ τοῦ δήμου, Ἀκρόνεως, Ὠκύαλος. Ἐλατρεὺς, παρὰ τὸ ἐλᾶνἐξ οὗ περ οὐ μόνον τὸ ἐλατρεῖν, ἀλλὰ καὶ τὸ ἐλαστρεῖν ὡς καὶ ἐν Ἰλιάδι φέρεται. Ναυτεύς τε Πρυμνεύς τε καὶ Ἀγχίαλος καὶ Ἐρετμεύς. Ποντεύς τε Πρωρεύς τε. Θόων. ὡς παρὰ τὸ ναῦς θοή. Ἀναβησίνεώςτε. Ἀμφίαλός τε υἱὸς Πολυνήου τεκτονίδαο. (ῃερς. 116.) Ναυβολίδης τε, ὃν καὶ ἐπαινῶν, φησίν. ὃς ἄριστος ἔην εἶδός τε δέμας τε μετ' ἀμύμονα Λαοδάμαντα. τοῦτο δὲ, διττὴν ἀστειότητα ἔχει. μίαν μὲν, ὅτι ἄριστον αἰνίττεται ἐν τοῖς κατὰ θάλασσαν ἔργοις τὸ τὰς νῆας εὐτυχῶς πλέειν. τοῦτο γὰρ δηλοῖ τὸ Ναυβολίδης παρὰ τὸ βάλλειν τὸ ἐπιτυγχάνειν. ὡς τὸ, ἡ δὲ φερὰς ἐπέβαλλεν. ἵνα ᾖ Ναυβολίδης, ὁ ναυτιλλόμενος εὐτυχῶς καὶ ὡς εἰπεῖν, εὔπλους. ἢ καὶ ἄλλως, ὅτι ἄριστος ἐν τοῖς περὶ θάλασσαν ὁ εἰς ναῦν βάλλειν ἔχων ἤτοι ἐντιθέναι φόρτον ἵνα λέγῃ Ναυβολίδην, τὸν φορτηγόν. ὃ δὴ καὶ σκοπός ἐστι τοῦ ἐπινοηθῆναι τὴν ναῦν. καὶ μία μὲν αὕτη ἀστειότης τοῦ ῥηθέντος λόγου. ἑτέρα δὲ, ὡς οὐχ' ἁπλῶς ὁ Ναυβολίδης πάντων κρατιστεύει, ἀλλ' ἐν τοῖς κατὰ θάλασσαν ἔργοις. κατὰ ἕτερον γὰρ λόγον κράτιστος ὁ Λαοδάμας, τουτέστι τὸ λαοῦ ἄρχειν καὶ βασιλεύειν. τούτῳ μὲν γὰρ, κατὰ τὸν ποιητὴν, αἶψα δῶ ἀφνειὸν πέλεται καὶ τιμηέστερος αὐτός. τῷ δὲ περὶ θάλασσαν πονουμένῳ, μόγις καὶ ὡς τὰ πολλὰ, κινδύνοις τὸ πλουτεῖν πορίζεται. (ῃερς. 115.) λέγει δὲ καὶ Εὐρύαλόν τινα βροτολοιγῷ ἶσον Ἄρηϊ, ἀστείως καὶ αὐτὸ διὰ τὸ βροτολοιγὸν τοῦ ἀνέτου πελάγους. τοῦτο γὰρ ὑπαινίττεται ὁ Εὐρύαλος. μάλιστα δὲ βροτολοιγῷ εἰκάζει τὸν Εὐρύαλον, διὰ τὸ ἦθος. μόνον γὰρ αὐτὸν πλάττει ἐν τοῖς ἐφεξῆς, καὶ ξιφοφοροῦντα καὶ ἀγριώτερον τῷ Ὀδυσσεῖ προσφερόμενον, εἰ καὶ ὕστερον κατήλλακται. ἔχει δὲ τὸ ῥηθὲν χωρίον, καὶ παρισώσεις ἀναγκαίως πρὸς ἀνέγερσιν τῆς ἀφηγηματικῆς ὑπτιότητος, οὐ μόνον ἐν τῷ Ὠκύαλος. Ἀγχίαλος. Ἀμφίαλος. Εὐρύαλος. ἀλλὰ καὶ ἐν τῷ, Ναυτεύς τε Πρυμνεύς τε καὶ τοῖς ὁμοίοις. καὶ μάλιστα ἐν τῷ, (ῃερς. 112.) Ἐλατρεὺς καὶ Ἐρετμεύς. ἅπερ ἐν τέλει στίχων κρουστικῶς παράκεινται τῶν δὲ παρισωτικῶν τὰ μὲν, ἐγγὺς ἀλλήλων ἐπιβούλως κεῖνται. ὡς τὸ, Ναυτεύς τε Πρυμνεύς τε καὶ τὰ μετ' αὐτὰ τρία ὅμοια ὀνόματα. τὰ δὲ διέσπαρται ὡς καὶ τὸ, Ἀκρόνεως καὶ Ἀναβησίνεως καὶ Πολύνηος καὶ Κλυτόνηος. δῆλον δὲ καὶ ὅτι τὸ, Ἀγχίαλος καὶ Ἀμφίαλος καὶ Εὐρύαλος, ἐκ τοπικῶν μετῆκται εἰς κύρια. Ἀγχίαλος μὲν γὰρ, τόπος ἅπας ἀγχοῦ ὢν θαλάσσης. ἀμφίαλος δὲ, νῆσος ἅπασα. εὐρύαλος δὲ χῶρος, εὕρηται πολλαχοῦ, δύο δὲ μόνα ἐν τῷ τόπῳ τούτῳ κεῖται ὀνόματα μὴ θαλάσσια, ὁ βασιλικὸς παῖς Λαοδάμας, καί τις τέκτων. τεκτονίδης γὰρ ὁ Πολύνηος εἴρηται. Σημείωσαι δὲ ὅτι (ῃερς. 119.) τὸ Ἅλιος κύριον ἐνταῦθα ὤφειλε μὲν παροξύνεσθαι ὡς τρίβραχυ ὁμοίως τῷ, Δολίος Ὁδίος καὶ τοῖς τοιούτοις. προπαροξύνει δὲ αὐτὸ κατὰ Ἡρῳδιανὸν, ἡ συνήθης ἀνάγνωσις. (ῃερς. 1.) Ὅτι τὸ δραμεῖν ἐν ἀγῶνι, πειρήσασθαι ποσὶ λέγει. ἐπεὶ καὶ ἀπόπειρα ἀνδρῶν πᾶς ἀγών. φησὶ γάρ. οἱ δὲ, πρῶτονμὲν ἐπειρήσαντο πόδεσσι. τελεῖται δὲ πρῶτος ὁ τῶν δρομέων ἄεθλος, ἐπεὶ ὡς ἐῤῥέθη οὐκ ἔχουσιν ἱππέας οἱ Φαίακες. τέταται δὲ καὶ τούτοις ἀπὸ νύσσης ὁ δρόμος, ὡς καὶ ἐν Ἰλιάδι τοῖς ἐκεῖ δραμοῦσι. καὶ ζήτει τὰ εἰς τὸν τοιοῦτον τόπον γεγραμμένα ἐκεῖ. (ῃερς. 121.) Ὅτι δρομέων συντομίαν φράζων, φησίν. οἵδ' ἅμα πάντες καρπαλίμως ἐπέτοντο κονιόντες πεδίοιο. (ῃερς. 123.) εἶτα ἐκτίθεται ὡς καὶ πρὸ ὀλίγων ἐγράφη, τίνες οἱ ἐν τοῖς Φαιακικοῖς ἀέθλοις νικήσαντες. ὅτι δηλαδὴ, δρόμον μὲν, Κλυτόνηος. πάλην δὲ, Εὐρύαλος. ἅλμα δὲ, Ἀμφίαλος. δίσκον δὲ, Ἐλατρεύς. πὺξ δὲ, Λαοδάμας ὁ τοῦ βασιλέως παῖς. ἐν οἷς μετὰ ἐπιθέτων μόνους προάγει τοὺς τοῦ βασιλέως υἱούς. ἀμύμονα μὲν εἰπὼν τὸν Κλυτόνηον. ἀγαθὸν δὲ τὸν Λαοδάμαντα. χρησάμενος καὶ ῥήμασι διαφόροις. οἷον ἐπὶ μὲν Κλυτονήου, τῷ, θέειν ὄχ' ἄριστος ἦν. ἐπὶ δὲ Εὐρυάλου, τῷ, (ῃερς. 127.) ἀπεκαίνυτο πάντας ὅ ἐστιν ἐνίκα ὡς καὶ προδεδήλωται. ἐπὶ δὲ Ἀμφιάλου τῷ, πάντων προφερέστατος ἦν, ὅπερ ἐναλλάξας ἐπὶ Ἐλατρέως, ἔφη. πολὺ φέρτατος. ταὐτὸν ὂν τῷ προφερέστατος. ὅ ἐστιν ὑπερφερέστατος. ἤγουν ὕπερθεν τῷ τῆς ἀρετῆς ὕψει φερόμενος. ἢ ἔμπροσθεν τῶν ἄλλων φερόμενος. μόνον (ῃερς. 130.) τὸν Λαοδάμαντα δίχα ῥήματος προαγαγών. καὶ ἀφεὶς ἐπ' αὐτοῦ νοεῖσθαι τὰ ἐπὶ τοῖς ἄλλοις ῥήματα. φησὶ γάρ. πὺξ δ' αὖ Λαοδάμας ἀγαθός. παῖς Ἀλκινόοιο. δύναται γὰρ αὐτῷ ἁρμόσαι τὰ ῥηθέντα πάντα. οἷον. πὺξ Λαοδάμας ὄχ' ἄριστος ἔην. ἢ πὺξ ἀπεκαίνυτο πάντας. ἢ πὺξ πάντων προφερέστατος ἦεν. ἢ πὺξ πάντων πολὺ φέρτατος ἦεν. (ῃερς. 123.) ἐν οἷς καὶ αὐτὸ τὸ ἦεν, ὑπήλλαξεν ἐν τῷ, ὄχ' ἄριστος ἔην. οἷα ποικίλος καὶ πολύφωνος ὤν. (ῃερς. 124.) ἐν τούτοις δὲ καὶ τὸ ταχύπουν τοῦ Κλυτονήου παραβολικῶς δηλῶν, ἐπάγει παραβολὴν ταύτην. ὅσσον τ' ἐν νειῷ οὖρον πέλει ἡμιόνοιϊν. τουτέστιν ὅσον ἀφορίζονται τῶν βοῶν ἀροτριῶσαι ἡμίονοι, ὡς προφερέστεραι βοῶν οὖσαι ἄροτρον ἐλαύνειν καθὰ καὶ ἐν Ἰλιάδι λέλεκται. χρᾶται γὰρ καὶ ἐκεῖ ὁ ποιητὴς τοιαύτῃ παραβολῇ, τόσου ὑπεκπροθέων, λαοὺς ἵκετο. εἶτα σαφέστερον λέγων, ἐπιφέρει. (ῃερς. 125.) οἵδ' ἐλίποντο. τουτέστιν οἱ δὲ συνθέοντες, ὀπίσω ἔμειναν. ὅθεν μέχρι καὶ νῦν ἐντεῦθεν τρέποντες, λειφθῆναι τὸ ἡττηθῆναι φαμέν. γεωργικῆς δὲ παρατηρήσεως τὸ, ἐν νειῷ προφερεστέρας βοῶν τὰς ἡμιόνους εἶναι. (ῃερς. 124.) Τὸ δὲ οὖρον, οὐδέτερόν ἐστιν ἐκ μεταπλασμοῦ. ὡς γὰρ ἡ κέλευθος τὸ κέλευθον ὁ ζυγὸς τὸ ζυγὸν, οὕτως ὁ οὖρος τὸ οὖρον. ὅμοιον δὲ καὶ ἡ ἐνέδρα τὸ ἔνεδρον. καὶ ἄλλα μυρία. (ῃερς. 126.) Ἀλεγεινὴν δὲ κἀνταῦθα ὡς καὶ ἀλλαχοῦ τὴν παλαισμοσύνην φησὶ, διὰ τὸ κατ' αὐτὴν βίαιον καὶ πάνυ κοπηρόν. Ὅτι δὲ καὶ τέλος τῶν ἀγώνων ἡ ἡδονὴ κἂν ἄλλως εἶεν ἆθλοι τινὲς ἀλγεινοὶ, δηλοῖ ὁ ποιητὴς ἐπαγαγὼν συμπληρωτικῶς τὸ, αὐτὰρ ἐπειδὴ πάντες, ἐτέρφθησαν φρέν' ἀέθλοις. καὶ ἔστιν οἰκεῖον πρὸς τὸν ἐπιπόνως ἀθλοῦντα εἰπεῖν τῶν τοῦ Ὁμήρου. ἐκεῖνο. τὸ, τέρπεαι ἄλγεα πάσχων. (ῃερς. 133.) Ὅτι ἀπόπειρα ἐμφανοῦς ἀνδρὸς ἐν καιρῷ ἀέθλων τὸ, δεῦτε φίλοι τὸν ξεῖνον ἐρώμεθα εἴ τιν' ἄεθλον οἶδέ τε καὶ δεδάηκε. φυήν γε μὲν οὐ κακός ἐστι. καὶ ἑξῆς ἃ μετ' ὀλίγα ῥηθήσεται. ὁμοίως δὲ πρὸς τοιοῦτον ἄνδρα ῥηθήσεται καὶ τὸ, (ῃερς. 145.) δεῦρ' ἄγε καὶ σὺ ξεῖνε πάτερ πείρησαι ἀέθλων, εἴ τινά που δεδάηκας. ἔοικε δέ σ' ἴδμεναι ἀέθλους, διὰ τὴν ῥηθεῖσαν δηλαδὴ φυὴν καὶ τὰ ἐφεξῆς. (ῃερς. 153.) ὁ δὲ τοιοῦτος ἀνὴρ εἴπερ ἐκ πόνων πολλῶν ἥκει, ἐρεῖ ἂν πρὸς τὸν ἐρεθίζοντα. τί με ταῦτα κελεύετε κερτομέοντες; κήδεά μοι καὶ μᾶλλον ἐνὶ φρεσὶν ἤπερ ἄεθλοι. ὃς μάλα πόλλ' ἔπαθον καὶ πόλλ' ἐμόγησα. καὶ ἔχομαι κακότητι καὶ ἄλγεσι. πολλὰ γὰρ ἔτλην. ἴσως δέ ποτε προσαρμόσει καὶ τὸ ἐφεξῆς, τὸ, ἀνδρῶν τε πολέμους ἀλεγεινά τε κύματα πείρων. (ῃερς. 124.) Τὸ δὲ οἶδε καὶ δεδάηκε, προθυστέρως ἔγραψε. χρὴ γὰρ πρῶτον δαῆναι εἶτα εἰδέναι. ἴσως δὲ, καὶ ἐκ περιττοῦ κεῖται τὸ οἶδε. διὸ καὶ εἰπὼν εἴ τινά που δεδάηκας, οὐ προσέθετο καὶ τὸ οἶδας, ὡς ἀρκοῦν ὂν οὕτως εἰπεῖν. Ὅτι ὁ Ὀδυσσεὺς τοῖς Φαίαξιν ἀνδρεῖος εἶναι ἀπὸ τῆς θέας ἐχαρακτηρίζετο. Λαοδάμας οὖν ὁ βασιλικὸς παῖς οὕτω φησί. φυήν γε μὲν οὐ κακός ἐστι, μηρούς τε κνήμας τε καὶ ἄμφω χεῖρας ὕπερθεν. αὐχένα τε στιβαρὸν μέγα τε σθένος, οὐδέ τι ἥβης δεύεται. εἶτα ὡς εἰκὸς καὶ ὑπερλαλῶν τοῦ ξένου, φησίν. (ῃερς.

Intertext edge

Open linked passage

Note