Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam i
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
111.1.1
) εἰ δέ κε σίνηται τουτέστι βλάψῃ τὰ βοσκήματα, τότε τοι τεκμαίρομαι φησὶ ἤτοι σημειοῦμαι καὶ μαντεύομαι ὄλεθρον νηΐ τε καὶ ἑτάροις. αὐτὸς δ' εἴπερ ἀλύξῃς, ὀψὲ κακῶς νοστήσεις ὀλέσας ἄπο πάντας ἑταίρους, νηὸς ἐπ' ἀλλοτρίης. δήεις δ' ἐν πήματα οἴκῳ. ποῖα ἐκεῖνα; ἄνδρας ὑπερφιάλους οἵ τοι βίοτον κατέδουσι, μνώμενοι ἀντιθέηνἄλοχον καὶ ἕδνα διδόντες. (ῃερς. 117.) εἶτα λέγει καὶ ὡς ἐκείνων βίας ὁ Ὀδυσσεὺς ἀποτίσεται ἐλθὼν, τουτέστι κτενεῖ ἠὲ δόλῳ ἢ ἀμφαδὸν ὀξέϊ χαλκῷ. εἶτα χρὴ ποιῆσαι αὐτὸν τὰ ἐφεξῆς εἰρησόμενα. προεκθέσεις δὲ ταῦτα τῶν ἐφεξῆς, τοῦ εἰς Θρινακίαν δηλαδὴ πλόου, τοῦ μετὰ ταῦτα κινδύνου, τῆς ἐκ Φαιάκων εἰς Ἰθάκην πομπῆς, καὶ τῆς μνηστηροκτονίας, ἣν δυνατὸν ὂν καὶ δόλῳ καταπράξασθαι, Ὀδυσσεὺς ὅμως ἀμφαδὸν ποιεῖται, τὸ ἀνδρικώτερον ἐπιλεξάμενος. (ῃερς. 107.) Ἰστέον δὲ ὅτι ἴφια μὲν μῆλα ὡς καὶ ἀλλαχοῦ ἐῤῥέθη τὰ ἰσχυροποιὰ, ἢ καὶ ἄλλως, τὰ εὐτραφῆ. (ῃερς. 114.) Τὸ δὲ δήεις, πρωτότυπόν ἐστι τῆς μυθικῆς Δηοῦς ἤτοι Δήμητρος ἥ φασιν ἁρπαγείσης αὐτῇ τῆς θυγατρὸς Περσεφόνης περιώδευεν ἐρευνῶσα, καὶ ὡς ἤκουε συχνὰ ἐκ τῶν παραμυθουμένων τὸ, δήεις τουτέστιν εὑρήσεις, ἐκλήθη ἐντεῦθεν Δηώ. (ῃερς. 115.) Τὸ δὲ τῶν μνηστήρων δοκεῖ ἀστεῖον εἶναι, εἰ ἐκ μέρους μὲν βιάζονται κατέδοντες τὰ τοῦ Ὀδυσσέως, ἐκ μέρους δὲ καταβάλλονται ἕδνα, ὡς οἷον ἀντισηκοῦντες τὸ ἀδίκημα, καὶ τῇ βίᾳ καὶ ἀδικίᾳ παραμιγνύντες δικαιοπράγημα. ἔστι δὲ καὶ ἄλλως εἰπεῖν, ὅτι τὸν μὲν Ὀδυσσέα περιφρονοῦντες ὡς μηκέτι ὄντα κατέδουσι τὰ ἐκείνου, βίοτον τοῦτον ἀλλότριον, τὴν δὲ Πηνελόπην ἕκαστος ὡς γυναῖκα ἕξων θεραπεύει δώροις. (ῃερς. 116.) Ἀντιθέαν δὲ αὐτὴν Ὀδυσσεὺς λέγει κληθῆναι παρὰ τοῦ Τειρεσίου, ὑποδεικνὺς τῷ Ἀλκινόῳ ἀγαθῆς ἀντιποεῖσθαι γυναικὸς, δι' ἣν οὐκ ἂν ἐθέλοι μένειν παρὰ τοῖς Φαίαξιν, ἀλλὰ ταχὺ ἀπελθεῖν ἵνα νικήσας τοὺς μνηστῆρας ὁποῖά τι μέγα ἔπαθλον νίκης αὐτὴν λήψεται. (ῃερς. 119.) Σημείωσαι δὲ καὶ ὅτι τὸ, ἠὲ δόλῳ ἢ ἀμφαδὸν, ἀντὶ τοῦ καὶ δόλῳ καὶ ἀμφαδὸν νοοῦσιν οἱ παλαιοὶ, δόλῳ μὲν τὰ πρῶτα, δι' οὗ ἐπέκρυψεν ἑαυτὸν, ὕστερον δὲ ἀμφαδὸν ὀξέϊ χαλκῷ. ἄλλως γὰρ οὐκ ἐχρῆν λοξὰ τὸν Τειρεσίαν μαντεύσασθαι. (ῃερς. 1.) Ὅτι συμβουλεύει Τειρεσίας τῷ Ὀδυσσεῖ, ἐπειδὰν περιγένηται τῶν μνηστήρων, τότε δὴ ἔρχεσθαι λαβόντα εὐῆρες ἐρετμὸν, εἰσόκε τοὺς ἀφίκηται οἳ οὐκ ἴσασι θάλασσαν ἀνέρες, οὐδέθ' ἅλεσσι μεμιγμένον εἶδαρ ἔδουσιν. οὐδ' ἄρα τοί γ' ἴσασι νέας φοινικοπαρῄους, οὐδ' εὐήρε' ἐρετμὰ, τά τε πτερὰ νηυσὶ πέλονται. βούλεται δὲ ἡ τοῦ Τειρεσίου παραίνεσις λαβεῖν τὸν Ὀδυσσέα κώπην ἐπὶ τοῖς ὤμοις καὶ ὁδεύειν ἕως ἂν εἰς ἄνδρας ἔλθοι μὴ εἰδότας θάλασσαν ἢ ἐμβρωματιζομένους μετὰ ἁλῶν ἢ ἐπιστήμονας νηῶν, ἵνα δηλαδὴ τιμηθῇ Ποσειδῶν ἠπειρώτης ἐν τόποις οἷς οὐ φέρεται αὐτοῦ ὄνομα. φιλοτιμία γάρ τις καὶ τὸ τιμᾶσθαί τινας παρ' οἷς οὐ γνωρίζονται. διόπερ ὁ πρὸς εἰδότας λέγων ἐπαίνους τινῶν ἀκούσοι ἂν τὸ, εἰδόσιν Ἀχαιοῖς ταῦτ' ἀγορεύεις. τίνες δ' ἂν εἶεν οἱ μὴ εἰδότες Ποσειδῶνα; ὅσοι οὐκ ἴσασι τὰ ἀνωτέρω ῥηθέντα. οἱ δὲ παλαιοὶ καί τινων τοπικῶν ὀνομάτων βαρβαροφώνους δούπους ἱστοροῦσι, Βουνίμαν λέγοντές τινα ἢ Κελκέαν, ἐν οἷς Ὀδυσσεὺς τὸν Ποσειδῶνα ἐτίμησε. καὶ ταῦτα μὲν τοιαῦτα. (ῃερς. 125.) Ὁ δὲ Ὁμηρικὸς Τειρεσίας μὴ ὀνομάζων μὲν, ἄλλως δὲ σημαίνων σαφῶς ποῖος ἂν εἴη τοιοῦτος τόπος προσήκων εἰς τιμὴν τῷ Ποσειδῶνι, φησὶν οὕτως· Σῆμα δέ τοι ἐρέω μάλ' ἀριφραδὲς, ἤγουν εὔγνωστον. διὸ οὐδ' ἂν σελήσει. ὁππότε κεν δή τοι (ῃερς.

Intertext edge

Open linked passage

Note