Commentarii ad Homeri Odysseam i
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
112.1.1
) Ὄρχατος δὲ, δένδρα ἐπίστιχα κατὰ φυτείαν ἀμπέλου. διὸ ἐπάγει. ἔνθα δὲ δένδρεα μακρά. ὁ δ' αὐτὸς, (ῃερς. 129.) καὶ κῆπος ἐν τῷ τέλει τῆς ἐκφράσεως. καὶ ἐν τοῖς μετὰ ταῦτα δὲ κατὰ Ἰθάκην, κῆπον ἐρεῖ πολυδένδρεον. ὃς δὴ κῆπος μεταληφθεὶς ὑπὸ κωμικοῦ σκῶμμα ἐποίησε. γυναῖκα γάρ τις μανιόκηπον εἶπε, τὴν μεμηνυῖαν περὶ μίξεις. κῆπον ἐκεῖνος ὑποθέμενος εἶναι, τὸ παρὰ Λυκόφρονι ἐπείσιον. τῇ δὲ τοιαύτῃ γυναικὶ φίλα φρονεῖν εἶδεν, ὁ εἰς κιναιδίαν σκωπτόμενος. γίνεται δὲ ὄρχατος, ἢ παρὰ τὸ ἔρχω, ὁ εὔτακτος καὶ οἷον ἐρχόμενος ἤτοι στείχων, ἐντεῦθεν γὰρ καὶ ἐπίστιχος φυτεία λέγεται τὰ τοιαῦτα. ἢ παρὰ τὴν ὀρυχὴν τὴν ἐν τῇ φυτείᾳ. ἵνα ᾖ ὀρύχατος καὶ ἐν συγκοπῇ ὄρχατος. ἢ παρὰ τὸν ὤρεχα παρακείμενον, ὁ ἐπὶ πολὺ ὀρεγμένος ὅ ἐστιν ἐκτεινόμενος. ἔστι δὲ ἡ λέξις παράγωγος ἐκ τοῦ ὄρχος. ὁμοίως τῷ, τρίτος τρίτατος καὶ τοῖς τοιούτοις. (ῃερς. 113.) Τετράγυος δὲ, οὗ ἑκάστη τῶν τεσσάρων πλευρῶν γύην εἶχεν. ἵνα ᾖ, τετράπλεθρός φασι. τετράγωνος. ἰσόπλευρος. γύη δὲ ἢ γύης ἀρσενικὸν, μέτρον γῆς. οἱ δὲ παλαιοὶ, φασὶκαὶ ὅτι γύης, καὶ μέτρον γῆς καὶ μέρος ἀρότρου. ὥστε ἀρσενικὸν ὁ γύης. Ἕρκος δὲ καὶ νῦν ὁ φραγμὸς, ὡς καὶ ἐν τῷ, ἕρκος ὀδόντων. ἀλλαχοῦ δὲ ἐγράφη ἕρκη λέγεσθαι παρὰ τοῖς κωμικοῖς, καὶ πλεκτά τινα ἐκ τριχῶν. ὅθεν καὶ ἑρκάνη φασὶν ὁ φραγμός. Τὸ δὲ ἐλήλαται ἀμφοτέρωθεν, ἀντὶ τοῦ πάντοθεν. λαμβάνει γὰρ Ὅμηρος ὡς ἓν μὲν, τὰς δύο παραλλήλους τοῦ τετραγώνου πλευράς. ὡς ἓν δὲ, τὰς λοιπὰς δύο. καὶ οὕτω τὸ ἀμφοτέρωθεν, τετραχόθεν γίνεται. δὶς γὰρ αἱ συζυγίαι τῶν πλευρῶν τοῦ τετραγώνου, τέσσαρές εἰσι πλευραί. καὶ τὸ διχῶς, τετραμερῶς ἐνταῦθα ἐστί. κἀντεῦθεν τό τε τετραχόθεν, οὐδὲν ἄλλο ἐστὶ ἢ τὸ πάντοθεν. τοιούτῳ δὲ λόγῳ καὶ ἀμφίαλος νῆσος, ἡ πανταχόθεν ἅλα ἔχουσα, ὅ ἐστιν ἀμφοτέρωθεν. κατὰ δεξιὸν δηλαδὴ καὶ ἀριστερὸν μέρος καὶ ἔμπροσθεν καὶ ὄπισθεν. ἅπέρ ἐστι, πάντοθεν. (ῃερς.