Commentarii ad Homeri Odysseam i
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
115.1.1
) Τὸ δὲ ὄγχναι καὶ ῥοαὶ καὶ μηλέαι καὶ τὰ ἑξῆς, κατὰ σχῆμα κάλλους ἐξήνεκται ὁμοιοκατάληκτον. συνεξωραϊζομένης τῆς ἀπαγγελίας τῷ κάλλει τῶν φραζομένων. καλὰ δὲ καὶ τὰ ἐπίθετα. παρατετηρημένως γὰρ ὁ ποιητὴς ἑκάστου δένδρου ἐπίθετον ἐκτίθεται κατὰ φυσικὴν ἰδιότητα. καλὸν μὲν γὰρ, τὸ μῆλον. καὶ ὡς αὐτός φησι, καρπὸς ἀγλαός. διὸ καὶ ἀγλαόκαρπος ἡ μηλέα ὡς αὐτίκα εἰρήσεται. γλυκὺ δὲ ὑπερβαλλόντως τὸ σῦκον ἐν ὀπώραις. ἀειθαλὴς δὲ ἡ ἐλαία. Ὄγχνη δὲ κυρίως κατὰ τοὺς παλαιοὺς, ἡ ἀγρία ἄπιος, ἤτοι ἡ ἀχράς. διὰ τὸ ἄγχειν τὸν προσιέμενον. διὸ καὶ ἄπιος λέγεται ὡς μὴ ἔχουσα πιότητα. καταχρώμεθα δὲ ὅμως τῇ λέξει, καὶ ἐπὶ τῶν ἡμέρων. καθ' ὁμοιότητα δὲ τοῦ, ἄρχαμος, ὄρχαμος, γίνεται καὶ ἀπὸ τοῦ ἄγχειν ἡ ὄγχνη. Ῥοιὰ δὲ, νῦν μὲν τὸ δένδρον. λέγεται δὲ ὁμωνύμως αὐτῇ ῥοιὰ, καὶ τὸ αὐτῆς καρποφόρημα. ὥσπερ καὶ ἐλαία, αὐτό τε τὸ φυτὸν καὶ ὁ καρπός. αὐτὸς δὲ, μάλιστα δίχα τοῦ ˉι. ἐλάα γὰρ Ἀττικῶς, ὁ τῆς ἐλαίας καρπός. ὅθεν ἀστεΐζεται τὸ, μάστιξε δ' ἐλάαν. καὶ, τίς τῆς ἐλάας παρέτραγε; δῆλον δὲ ὅτι καὶ ῥόα λέγεται ὁμοίως τῷ, χροιὰ χρόα. ὅτι δὲ ῥοιαὶ ὁμωνύμως τῷ δένδρῳ καὶ αἱ περὶ αὐτὰς μυθικαὶ νύμφαι, δηλοῦται καὶ ἀλλαχοῦ. Καρπὸς δὲ παρὰ τὸ κάρφω γίνεται Ἰωνικῇ τροπῇ τοῦ δασέος εἰς ψιλόν. ὃς δηλαδὴ πεπανθεὶς ἤδη κάρφεται μηκέτι αὐξόμενος ὑγροῦ ἐπεισροῇ. ὁμώνυμος δὲ ἡ λέξις. καρπὸς γὰρ, καὶ μέρος ἤτοι ἄρθρον χειρὸς μεταξὺ βραχίονος καὶ θέναρος, ἀφ' οὗ παράγεται τὸ μετακάρπιον. καὶ ὁ κοινῶς λεγόμενος καρπόχειρ. καὶ ἡ παρὰ τοῖς ἰδιώταις ἐξώκαρπος πάλη. Ἰστέον δὲ ὅτι μῆλον οὐ μόνον τὸ συνήθως οὕτω λεγόμενον τὸ καὶ ἀληθῶς ἀγλαὸν οἷς ἐρεύθεται ὡς εἰς ἄγαλμα φύσεως, ἀλλὰ καὶ τὸ τῆς περσέας παρὰ τοῖς ὕστερον. ἔτι γε μὴν, καὶ τὸ κιτρίον. ὃ δὴ κίτρον Ῥωμαῖοι καλοῦσιν ὥς φησι Πάμφιλος ἐν τῷ περὶ γλωσσῶν. λέγων ὅτι τὸ δένδρον αὐτοῦ φέρει τὰ μῆλα πᾶσαν ὥραν. τὰ μὲν γὰρ, ἀφῄρηται, τά δ' ἀνθεῖ. τά δ' ἐκπέττει. καλεῖται δέ φασι τὸ κιτρίον παρὰ Λίβυσι, μῆλον ἑσπερικόν. ἀφ' ὧν Ἡρακλῆς ἐκόμισεν εἰς τὴν Ἑλλάδα σταλεὶς ὑπὸ Εὐρυσθέως τὰ διὰ τὴν ἰδέαν χρύσεα λεγόμενα μῆλα τὰ τῶν Ἑσπερίδων. ἅπερ εἰς ἀστέρας ἀλληγοροῦνται ὅτε ὁ Ἡρακλῆς εἰς ἥλιον μεταλαμβάνεται. παραθετέον δ' ἐνταῦθα καὶ μῆλα Φιλίππου, ὡς λεγομένου φιλίως περὶ αὐτὰ διακεῖσθαι. ἔτι δὲ καὶ τὰ τοῦ φιλομήρου υἱοῦ αὐτοῦ Ἀλεξάνδρου. ὃς καὶ φιλόμηλος ὡς ἔοικεν ὢν, κάλλιστα μῆλα εὑρὼν περὶ τὴν Βαβυλωνίαν χώραν τούτων τε πληρώσας τὰ σκάφη, μηλομαχίαν ἀπὸ τῶν νεῶν ἐποιήσατο, ὡς τὴν θέαν ἡδίστην γενέσθαι. ὡς δὲ καὶ ἐρωτικὰ τὰ μῆλα, δηλοῖ καὶ ὁ γράψας τὸ, μῆλα ἔρωτες ἰδοὺ τρυγῶσι. καὶ ὁ εἰπὼν τὸ, μήλῳ ὑπὸ πορνιδίου βληθείς. γνωστέον δ' ἐνταῦθα, καὶ τροπικὰ χρυσᾶ μῆλα. ἐξ ὧν ἡ τῶν μηλοφόρων αὐλὴ παρὰ τῷ δειπνοσοφιστῇ. δορυφόροι δὲ ἦσαν οὗτοι Πέρσαι, πάντες ἔχοντές φασιν ἐπὶ τῶν στυράκων μῆλα χρυσᾶ. (ῃερς. 116.) Ἡ δὲ συκῆ, περισπᾶται διὰ συναίρεσιν ὡς καὶ τὸ, ἀμυγδαλέα ἀμυγδαλῆ. καὶ ὡς τὸ, φακέα φακῆ τὸ κατά τινα παλαιὸν, ἥδιστον ὄψον. ἧς κτητικὸν, φάκινος. ὡς τὸ, μέγαν κολοσσὸν φάκινον. Ὅτι δὲ καὶ κύριον ὄνομα ἦν Φακῆ, δηλοῖ ὁ γράψας ὅτι ἀδελφὴ Ὀδυσσέως. Καλλιστώ. κατὰ δὲ ἑτέρους, Φακῆ. ὁμώνυμός φησι τῷ ὀσπρίῳ. εἰς ὃ γράψαι λέγεται Ὅμηρος. ἐκθέμενος λεκίθου καὶ φακῆς σύγκρισιν. λεκίθου δὲ, δηλονότι οὐ τοῦ ἐν τοῖς ὠοῖς, ἀλλὰ ὀσπρίου κροκοειδοῦς. ὅπερ ἀρσενικῶς λέγεται ὁ λέκιθος. ὡς δὲ καί τις ὕστερόν ποτε φιληδῶν τῷ ὀσπρίῳ ἐπεκαλεῖτο σκωπτικῶς δι' αὐτὸ φακῆ, καθωμίληται. ἐκ δὲ τοῦ σύκου, καὶ συκάζειν λέγεται τὸ τρυγᾶν σῦκα. καὶ ἀποσεσυκάσθαι μεταφορικῶς, τὸ ἀποτετρυγῆσθαι. λέγεται δὲ καὶ συκάσιος Ζεὺς παρὰ τοῖς παλαιοῖς, ὁ καθάρσιος. τῇ γὰρ συκῇ ἐχρῶντο φασὶν ἐν καθαρμοῖς. φέρεται δὲ καὶ παροιμία, σῦκον ἐφ' Ἑρμῇ ἤγουν ἕρμαιον καὶ εὕρημα ἐκκείμενον ἐπ' ὠφελείᾳ τοῦ ἐντυχόντος. καὶ τὸ μὲν παροιμιακὸν τοῦτο σῦκον, οὕτω καλόν. τὸ δὲ παρονομάζον τὸν συκοφάντην, οὐκ ἂν εἴη καλόν. Ὅτι δὲ τὸ τῆς συκοφαντίας φαυλοτάτου πράγματος ὄνομα χρηστὴ ἐξαρτύει ὀπώρα τὸ σῦκον, οὐδεὶς τῶν περὶ λόγους ἀγνοεῖ. ἐκ δὲ τοῦ σύκου, καὶ ἑτέρα παροιμία τὸ, συκίνη ἐπικουρία, ἐπὶ ἀφαυρῶν βοηθῶν. ἐκτείνει δὲ τὴν ἄρχουσαν καὶ ἡ συκῆ καὶ τὸ σῦκον. διὸ καὶ προπερισπᾷ τὸ σῦκον ὁ ποιητής. ὡς δὲ καὶ ἰσχνανθὲν τὸ σῦκον σπουδαζόμενον ἦν, δηλοῖ ὁ τοῖς τραγήμασιν ἐντάξας καὶ τὴν ἰσχάδα. καὶ εἰπών. τό, τε θειοπαγὲς μητρῷον ἐμοὶ μελέδημ' ἰσχὰς Φρυγίας εὕρημα συκῆς. (ῃερς. 118.) Ἐπετήσιος δὲ, ὁ καὶ αὐτὸς ἐπηετανὸς καὶ διηνεκὴς καὶ ἐξαρκῶν εἰς ὅλον ἔτος. καὶ ὡς ὁ ποιητὴς ἡρμήνευσεν, (ῃερς. 117.) ὃς οὔ ποτε ἀπόλλυται οὐδ' ἀπολείπει. τουτέστιν οὔθ' ὑπό τινος πάθους φθείρεται, οὐδὲ μὴν δαπανώμενος ἀπολείπει, ἀλλὰ παραμένει ἐξ ἔτους εἰς ἔτος. (ῃερς. 114.) διὸ καὶ δένδρεα ἔφη τηλεθόωντα. ὃν τρόπον καὶ ἐλαίας ἔφη (ῃερς. 116.) τηλεθοώσας. ἄλλως γὰρ, οὐ τηλεθόωσιν ὄγχναι καὶ ῥοιαὶ καὶ μηλέαι καὶ συκαῖ. καὶ τοιοῦτος μὲν ὁ ἐπετήσιος. ὁ μέντοι ἐπέτειος ὅτε ἂν λεχθείη ἐπὶ ἀνθρώπου, ψόγον ἔχει. δηλοῖ γὰρ τὸν εὐμετάβολον καὶ οὐ διηνεκῆ τὰ εἰς φιλίαν. ἀλλ' ὡς εἰπεῖν, κατ' ἔτος ἢ ἐξ ἔτους εἰς ἔτος μεταβαλλόμενον. οὗ χείρων πάνυ ὁ ἐφημέριος. (ῃερς. 118.) Τὸ δὲ οὔ ποτε ἑρμηνεύων, ἔφη. οὐ χείματος οὐ θέρους. ὥστε, ἀεὶ εἰσὶν οἱ καρποὶ διατοῦτο. Ἰστέον δὲ ὅτι ψεῦδος μὲν ἐπὶ τῶν ἀληθινῶν Φαιάκων, τὸ οὕτω παράμονον τῶν καρπῶν. ἄλλως μέντοι ἐπὶ πολὺ τοῦ ἔτους διαρκοῦσι καὶ ἐκεῖ οἱ καρποὶ ὡς οἴδασιν οἱ πείρᾳ μαθόντες. Ὅμηρος δὲ ἐκτοπίζων τὴν Φαιακίαν κατά τινα ὡς καὶ προεδηλώθη ποιητικὴν τερατείαν καὶ ποῤῥωτάτω μετάγων, ὑπερβάλλει τοιαῦτα πλάττων περὶ αὐτῆς, ὡς εἴπερ νῆσος ἦν τις μακάρων τοῖς ἀκούουσιν ἀνεξέλεγκτος. (ῃερς. 119.) Ἐν δὲ τῷ, Ζεφυρίη πνείουσα, σημείωσαι ὅτι ἀπὸ κοινοῦ εἴληφε τὸ πνοὴ ἐκ τοῦ πνείουσα. καὶ ἔστιν ὅμοιον τῷ, δικάσω, ἰθεῖα δὲ ἔσται. ἡ δίκη δηλαδή. Τὸ δὲ τὰ μὲν, φύει ἄλλα δὲ πέσσει ὅ ἐστι πεπαίνει καὶ πέπειρα ποιεῖ, τὸν τρόπον δηλοῖ καθ' ὃν ἐπετήσιος τοῖς ἐκεῖ δένδροις ὁ καρπός. ὡς τοῖς προγενομένοις καρποῖς ἑτέρων ἐπιγινομένων. διὸ καὶ ἐπάγει πρὸς τὸ σαφέστερον, (ῃερς. 1.) ὄγχνη ἐπ' ὄγχνῃ γηράσκει. τουτέστι, πέπειρα ὄγχνη, καὶ οἱονεὶ γραῦς, ᾐώρηται τοῦ δένδρου ἐπὶ νεοφυεῖ ἑτέρᾳ ὄγχνῃ. οὕτω δὲ καὶ μῆλον ἐπὶ μήλῳ. καὶ ἐπὶ σταφυλῇ σταφυλή. ἐν οἷς καλὸν σχῆμα τὸ κατ' ἐπιμονὴν ὁμοιόσχημον. Τὸ δὲ σῦκον δ' ἐπὶ σύκῳ, ἀπέχρησέ ποτε τῷ σταγειρόθεν σοφῷ εἰς σκῶμμα τῶν Ἀθηναίων ὡς χαιρόντων συκοφαντείᾳ ὅτε Σωκράτην ὑπεξήγαγον κωνείῳ, τοῦ βίου. μελετήσας γὰρ ὑποχωρῆσαι τότε ὁ Σταγειρίτης, εἶπεν ἐξ Ὁμήρου τρυγήσας τὴν ὀπώραν τῆς ἐν λόγῳ χάριτος ὡς οὐκ ἂν μείνῃ παρὰ τοιαύτῃ πόλει ἐν ᾗ γηράσκει σῦκον ἐπὶ σύκῳ. τουτέστιν ὅπου τὰ τῆς συκοφαντίας διηνεκῆ καὶ ἀδιάδοχα καὶ τῷ μακρῷ τοῦ χρόνου συμπαρεκτεινόμενα. οὗ δηλωτικὸν τὸ γηράσκει, τιθέμενον καὶ ἐπὶ ἀψύχων, ὡς δῆλον ἔκ τε τοῦ γερανδρύου καὶ ἐκ τοῦ, γέρον σάκος. Ἰστέον δὲ ὅτι κατὰ τὴν ἱστορικὴν παράδοσιν καθάπερ ἡ Φαιακία, οὕτω καὶ ἡ Αἴγυπτος διὰ τὴν τοῦ περιέχοντος ἀέρος εὐκρασίαν καὶ διὰ τοὺς κηπεύοντας τὰ σπανίως καὶ καθ' ὥραν ἐνεστηκυῖαν ἐν ἄλλοις φυόμενα τόποις, ἄφθονα γεννᾷ καὶ διαπαντός. καὶ οὔτε ῥόδον οὔτε λευκόϊον οὔτ' ἄλλῳ ῥᾳδίως ἄνθος ἐκλείπειν οὐδὲν οὐδέ ποτ' εἴωθεν. Ἀριστοφάνης δὲ ἐν Εἰρήνῃ σεμνύνων καὶ αὐτὸς τὰς Ἀθήνας, μαρτυρεῖ, ὡς διηνεκεῖς ἐκεῖ αἱ ὀπῶραι. Ἀέθλιος δὲ ὁ Σάμιος, ἔφη ὡς ἐν Σάμῳ, σῦκον σταφυλὴ ὁμομηλὶς ἢ ἀμαμηλὶς καὶ μῆλα καὶ ῥόδα, δὶς τοῦ ἐνιαυτοῦ ἐγένετό ποτε. παραμονὴ δὲ σταφυλῶν ἠστεΐσθη κατὰ τὸν Ἀθήναιον ὑπὸ Λυγκέως, οὕτω. βότρυς, ὃς οἷα περ ἀγαθὸς οἰκέτης διαμένει τὴν αὐτὴν ἔχων εὔνοιαν. (ῃερς. 122.) Ἀλωὴ δὲ φανερῶς ἐνταῦθα, μόνη ἡ ἀμπελόφυτος, ᾗ καὶ αὐτῇ ἐμπρέπουσα ἡ τῶν Φαιάκων φαίνεται γῇ. ὡς δηλοῖ καὶ ὁ εἰπὼν ὅτι χαριέστατος οἶνος εἰς παλαίωσιν, ὁ Κερκυραῖος. ἤγουν ὁ κατὰ τὴν Φαιακίαν. ὁ δὲ Ζακύνθιος καὶ ὁ Λευκάδιος, διὰ τὸ γύψον λαμβάνειν, ἀδικοῦσι κεφαλήν. δῆλον δὲ ὡς ἡ εἰρημένη ἀλωὴ, καὶ ἀμπελὼν τρισυλλάβως κοινότερον λέγοιτ' ἂν τύπῳ περιεκτικῷ, καὶ τετρασυλλάβως δὲ, ἀμπελεὼν κατὰ Ἀττικοὺς, ἀναλόγως τῷ ἀκανθεών. οὗ τύπου ἐστὶ καὶ τὸ, χαραδρεών. κυκεών. ἀνθερεών. ἤδη δὲ καὶ ἀπατεών. καὶ τὰ τοιαῦτα. καὶ ἔστι σαφὴς χρῆσις ἀμπελεῶνος. οὗ πρὸς ὁμοιότητα καὶ ὁ κοινὸς λεγόμενος ἀνδρὼν, ἀνδρεὼν κεῖται παρ' Ἡροδότῳ. οἶκος καὶ αὐτὸς μέγας. ὁ παρ' ἄλλοις ἀνδρόδομος ἢ τρίκλινος. (ῃερς. 123.) Θειλόπεδον δὲ, εἵλης βοτρύων τόπος. ψυκτὴρ σταφυλῶν. ὕπαιθρος ἡλίῳ ἐκκείμενος. καὶ ὡς εἰπεῖν, πέδον εἵλης ὅ ἐστι θερμότητος Ἡλίου. ὡς καὶ ὁ ποιητὴς παρετυμολογεῖ ἐν τῷ, τέρσεται ἠελίῳ. ἢ καὶ ἄλλωςεἰπεῖν καθ' Ὅμηρον, λευρὸς ὅ ἐστιν ὁμαλὸς τόπος τερσόμενος ἡλίῳ. σύγκειται δὲ ἡ λέξις κατά τινας καθ' ὁμοιότητά τινα τοῦ στρατοπέδου, παρὰ τὸ τˉο ἄρθρον οὐδέτερον καὶ τὴν εἵλην καὶ τὸ πέδον. οἷς καὶ ἀρέσκει, θειλόπεδον ἀεὶ ἄνευ ἄρθρου προφέρειν, ὡς ἐγκειμένου τοῦ ἄρθρου συνθέτως τῇ λέξει. διὸ καὶ μὴ δεῖν φασι λέγειν τὸ θειλόπεδον. ἵνα μή τις λέγῃ τρόπον τινὰ, τὸ τὸ εἱλόπεδον διπλάζων τὸ ἄρθρον καὶ οὕτω βαρβαρικῶς ἀδολεσχῶν. ὥσπερ φασὶν, οὐδὲ ὁ θάτερος εἴποι τις ἂν, ἵνα μὴ ἀδολεσχοίη. καὶ ἐκεῖ γὰρ, Δωρικὸν ἄρθρον ἀρσενικὸν τὸ τˉο, σύγκειται μετὰ τοῦ ἅτερος. ἐξ ὧν θάτερος. καθ' ὁμοιότητα τοῦ οὐδετέρου καὶ τοῦ θηλυκοῦ. ἤγουν τοῦ, τὸ ἅτερον θάτερον. καὶ τὴν ἁτέρα θατέρα. καὶ λέγουσι μὲν οἱ τοιοῦτοι, πιθανῶς. τί γὰρ ἂν καὶ βούλοιτο τὸ θῆτα στοιχεῖον προκατάρχειν ἐν τῷ θειλόπεδον, εἰ μὴ ἐξ ἄρθρου ἦν; ἀντιλέγονται δὲ αὐτοὶ διὰ τὸ θειλοπεδεύω. οὐ γὰρ δή που καὶ ἐν τῷ τοιούτῳ ῥήματι, τὸ τˉο ἄρθρον σύγκειται. εἴποιεν δ' ἂν ἴσως πρὸς τούτοις ἐκεῖνοι, μηδὲν μὴ δὲ τοῦτο αὐτοῖς προσίστασθαι. καθάπαξ γὰρ τὸ τˉο ἄρθρον καθ' ἕξιν τινὰ συντεθὲν ἐν τῷ θειλόπεδον καὶ κραθέν, ἔμεινεν ἀχώριστον τῆς λέξεως καὶ ἐν τῷ ῥήματι. ὁποῖόν τι γέγονε καὶ ἐν τῷ ταυτόν. κἀνταῦθα γὰρ τὸ τˉο ἄρθρον ἑκτικῶς τῇ αὐτὸς ἀντωνυμίᾳ συντακὲν κατὰ σύνθεσιν, διέβη καὶ εἰς τὸ ταυτίζω ῥῆμα καὶ εἰς τὸ θηλυκὸν τὴν ταυτότητα. εἰσὶ δὲ οἱ ἄλλως λύοντες τὴν ἀπορίαν τῆς τοῦ θῆτα στοιχείου προκατάρξεως ἐν τῷ θειλόπεδον, συνέθεντο τὴν λέξιν ἀπὸ τοῦ θεῖναι καὶ τῆς ἕλης καὶ τοῦ πέδον. Ὅτι δὲ τὴν εἵλην οἱ παλαιοὶ καὶ ἕλην φασὶν, ἐν ῥητορικοῖς δηλοῦται λεξικοῖς. ἔνθα κεῖται καὶ ὅτι εἵλη καὶ ἕλη, ἡ τοῦ ἡλίου αὐγή. καὶ εἱληθερεῖν, τὸ ἡλιάζεσθαι, καὶ εἱλεῖν, τὸ ἐν ἡλίῳ ξηραίνειν. καὶ εὔειλον χωρίον, τὸ εὐήλιον. καὶ πρόσειλον, τὸ πρὸς μεσημβρίαν τετραμμένον. (ῃερς. 124.) καὶ εἱληθερὲς ὕδωρ, τὸ ὑπὸ ἡλίου τεθερμασμένον. Ἐν δὲ τῷ ἕτερον μὲν θειλόπεδον, ἑτέρας δὲ τρυγῶσιν, ἄλλας δὲ τραπέουσιν, ἕτεραι δ' ὑποπερκάζουσιν, ἐφ' ὧν ἐν τρισὶ τόποις κεῖται τὸ ἕτερον εἰωθὸς ἐπὶ δύο λέγεσθαι καὶ δηλοῦν τὸ ἓν ἐξ αὐτῶν, γράφοντες οἱ παλαιοὶ περὶ τοῦ ἕτερος καὶ ἄλλος, λέγεσθαί φασι τὸ ἕτερος καὶ ἐπὶ πολλῶν. Δημοσθένης γοῦν ἐν τῷ
115.2.1
Ἀριστοκράτους φησί. τρίτον δ' ἕτερον δικαστήριον πρὸς τούτοις. οὕτω δὲ καὶ τὸ ἄλλος οὐ μόνον ἐπὶ πολλῶν, ἀλλὰ καὶ ἐπὶ δύο. καὶ ὅλως, ἀδιαφόρως Ἀττικοὶ χρῶνται ἀμφοῖν. ὥστε καὶ ἐκ παραλλήλου λέγουσιν ἀμφότερα. καὶ οὕτω μέν τινες. ἕτεροι δὲ, καὶ οὕτω φασίν. ἕτερον καὶ ἄλλο, ἀδιαφόρως. Πλάτων οὖν ἐν πολιτείαις, φησίν. ἄλλη μὲν ἡ ἀπωθοῦσα χεὶρ, ἑτέρα δὲ ἡ προσαγομένη. καὶ οὕτω μὲν αὐτοί. ἀφανίζοντες τὴν περὶ τοῦ ἕτερος παλαιὰν παρατήρησιν. ἥτις ἐπὶ δύο τίθεσθαι τὸ ἕτερον παραδιδοῦσα, τὸ ἓν ἐκ τῶν δύο λέγει δηλοῦν. εἰ δέ τις ἀκριβῶς τῇ Ὁμηρικῇ φράσει προσχοίη, εὑρήσει κἀνταῦθα φυλαττόμενον τὸ κοινῶς πάλαι παραδοθέν. εἰ γὰρ καὶ οἱ μεθ' Ὅμηρον Ἀττικοὶ τὸ ἕτερον καὶ ἐπὶ τρίτου τινὸς καὶ τετάρτου τιθέασιν, ἀλλ' Ὅμηρος ἐπὶ δύομόνων τάττει αὐτό. τὸ γοῦν ἕτεραι δ' ὑποπερκάζουσι, πρὸς μόνας τὰς ἀνωτέρω ῥηθείσας ὄμφακας διέστειλεν. ὥσπερ αὖ πάλιν διαστέλλονται πρὸς τὰς ἐν θειλοπέδῳ, αἱ τρυγώμεναι. ἔφη γάρ. ἧς ἕτερον μὲν, θειλόπεδον. ἑτέρας δὲ, τρυγῶσιν. ὅθεν τρίτας μέλλων εἰπεῖν τὰς πατουμένας, οὐ λέγει ἑτέρας δὲ τραπέουσιν, ἵνα μὴ ἐπὶ τρίτου πράγματος θήσῃ τὸ ἕτερον. ἀλλὰ εἰπὼν ὡς ἕτεραι μὲν θειλοπεδεύονται ἕτεραι δὲ τρυγῶνται, ἐπάγει. ἄλλας δὲ τραπέουσι. τὸ μὲν γὰρ ἕτερος, ἐπὶ δύο μόνων λέγεται. τὸ δὲ ἄλλος, ἐπὶ πλειόνων. Ἰστέον δὲ ὡς κατὰ τοὺς παλαιοὺς, οὐ μόνον ἕτερον καὶ ἕτερα, ἀλλὰ καὶ μετὰ τοῦ θῆτα θάτερον καὶ θάτερα λέγεται τὸ τῶν οὐδετέρων πληθυντικὸν ἑνικόν. Χρύσιππος δὲ λέγων τὸν θάτερον τῶν Διοσκούρων, ἐσχάτως βαρβαρίζει ὥς φησι Παυσανίας. τὸ γὰρ ἀρσενικὸν, κατὰ τὴν ὀρθὴν, ἅτερος λέγεται. κραθὲν ἀπὸ τοῦ, ὁ ἕτερος. ἢ καὶ Δωρικῶς φασι τραπὲν κατὰ τὸ, Ἄρτεμις Ἄρταμις. τρέπω τράπω. τρέχω τράχω. αἴκε αἴκα. πιέζω πιάζω. ἔστι δὲ καὶ θατέρου γενικὴ ἑνική. καὶ θατέρῳ δοτικὴ τῶν ἑνικῶν οὐ θατέροις. σολοικισμὸς γὰρ τοῦτο κατὰ Παυσανίαν. ἐπὶ δὲ αἰτιατικῆς, οὐ κιρνᾶται. τὰ δὲ θηλυκὰ, οὕτω συναλείφεται./ ἠτέρα. καὶ θητέρα, οὔτε δὲ κατὰ γενικὴν οὐδ' αὐτὰ, οὔτε κατὰ αἰτιατικὴν κιρνᾶται. καὶ οὕτω μὲν ταῦτα. (ῃερς. 125.) Τὸ δὲ τραπέουσιν, ἀντὶ τοῦ πατοῦσιν. ὅθεν φασὶ καὶ τραπηταὶ, οἱ πατοῦντες τὰς σταφυλάς. γίνεται δὲ παρὰ τὸ τρέπειν ἡ λέξις, ἐπεὶ πατουμένη τρέπεται εἰς ἄλλό τι ἡ σταφυλή, εἰς οἶνον γάρ. τρεπομένη ἀπὸ πηκτοῦ εἰς ῥυτόν. Ἰστέον δὲ ὅτι τὸ τραπεῖν μὲν σταφυλὰς, ποιητικὴ τραχεῖα λέξις. τὸ δὲ πατεῖν, ἀνάπαλιν. κοινή τε γάρ ἐστι καὶ λεία. καὶ εὕρηται καὶ αὐτοῦ χρῆσις παρὰ τοῖς παλαιοῖς, ἔν τε πεζολογίᾳ. οἷον. ἐπάτουν ἑξήκοντα σάτυροι πρὸς αὐλὸν ᾄδοντες μέλος ἐπιλήνιον. ἔτι δὲ καὶ ἐν σκολίῳ. Ὑβρίας γοῦν ὁ Κρὴς κατὰ τὴν τοῦ δειπνοσοφιστοῦ ἱστορίαν, γράφει οὕτως. ἔστι μοι πλοῦτος, μέγα δόρυ. καὶ ξίφος. καὶ τὸ καλὸν λαισήϊον πρόβλημα χρωτός. τούτῳ γὰρ ἀρῶ. τούτῳ θερίζω. τούτῳ πατέω τὸν ἁδὺν οἶνον ἀπ' ἀμπέλου. καὶ ἰδοὺ χρῆσις αὕτη τοῦ πατεῖν ληνοβατικῶς. τὸ δὲ σκόλιον, ἔχει καὶ ταῦτα. τούτῳ δεσπότας κέκλημαι. τοιδὲ μὴ τολμῶντες ἔχειν δόρυ καὶ τὸ καλὸν λαισήϊον, πάντες γόνυ πεπτηῶτες ἐμὸν, κυνέοντι δεσπόταν. καὶ μέγαν βασιλέα φωνέοντι. ἤγουν προσκυνοῦσί με ὡς δεσπότην καὶ προφωνοῦσι μέγαν βασιλέα. σκόλια δὲ τοῦτο τὲ καὶ τὰ κατ' αὐτὸ λέγεται, τῷ μὲν τόνῳ, πρὸς διαστολὴν τοῦ κοινῶς σκολιοῦ ἢ πράγματος ἢ λόγου. τῇ δὲ ἐννοίᾳ, οὐχ' ὅτι σκολιά εἰσι λόγῳ ψόγου, ἀλλὰ κατά τινα μελοποιΐας νόμον. ὃς οἷα εἰκὸς, οὐ πρὸς εὐθὺ ἐμέλπετο ἁπλοϊκώτερον, ἀλλὰ ποικίλως ἐσκολιοῦτο. μυρία δὲ τοιαῦτα περιφέρονται. τὰ μὲν, σκωπτικά. τὰ δὲ, πρὸς ἔρωτα. πολλὰ δὲ, καὶ σπουδαῖα. ἐν οἷς καὶ τὸ παιδεῦον ὀρθότητα φιλικὴν, ἔχον οὕτως. ὅ δὲ καρκίνος ὧδ' ἔφη χαλᾷ τὸν ὄφιν λαβών. εὐθέα χρὴ τὸν ἑταῖρον ἔμεν καὶ μὴ σκολιὰ φρονεῖν. ἤγουν καρκίνος χηλῇ τὸν ὄφιν συσχὼν, εἶπεν ὡς ὀρθὸν χρὴ τὸν φίλον εἶναι καὶ μὴ σκολιόφρονα. παίδευσιν δὲ κἀκεῖνο τὸ σκόλιον ἔχει. εἴθ' ἐξῆν ὁποῖός τις ἦν ἕκαστος τὸ στῆθος διελόντα ἔπειτα τὸν νοῦν ἰδόντα, κλείσαντα πάλιν, ἄνδρα φίλον νομίζειν ἀδόλῳ φρενί. αὐτὸ δὲ χρηστὸν μέν ἐστιν εἰς τὴν Ἀχιλλέως γνώμην ὃς ὁμῶς ἀΐδω πύλῃσιν ἄνδρα ἐχθαίρει ἕτερα μὲν κεύθοντα ἐν φρεσὶν ἄλλα δὲ βάζοντα. ὥρμηται δὲ ἀπὸ Αἰσωπείου μύθου. ἐν ᾧ μέμφεται ὁ Μῶμος τὸν Προμηθέα, ὅτι πλάσας ἄνθρωπον, μὴ προσέπλασε τῷ στήθει καὶ πύλας, ὥστε ἀνοιγομένων αὐτῶν, βλέπεσθαι τὰς φρένας αὐτοῦ. ἀλλ' ἀφῆκε κρυψίφρονα εἶναι. ἔτι παιδεύει κἀκεῖνο εἰς φιλίαν τὸ, σύν μοι πῖνε. συνήβα. συνέρα. συγκανηφόρει. σύν μοι μαινομένῳ μαίνεο. συσσωφρόνει σώφρονι. οὗ περ ἀρχὴ, ἐξ Ὁμήρου. εἰπόντες ἐν ταῖς λιταῖς, ὡς καλόν τοι σὺν ἐμοὶ τὸν, κήδειν. καὶ ἑξῆς. Τὸ δὲ πάροιθεν ὄμφακες, ἀντὶ τοῦ, πρὸ ὀφθαλμῶν. οἷα βλεπόμεναι καὶ μὴ εἰς τὸ ἐπιὸν ἔτος ἐλπιζόμεναι. (ῃερς.