Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam i
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
117.1.1
) ὅ δ' ἔγρετο δῖος Ὀδυσσεύς. οὐχ' οὕτω τῇ μολπῇ ὅσον τῇ μακρᾷ βοῇ, ἀφυπνισθείς. (ῃερς. 118.) ἑζόμενος δ' ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμὸν, τὰ αὐτῷ δοκοῦντα. (ῃερς. 116.) Καὶ σημείωσαι ὅτι διαβεβόηται τοῖς παλαιοῖς τὸ χωρίον τοῦτο ἐπὶ συντομίᾳ ὡς οὕτω τάχιστα καὶ οὐ διὰ περιττολογίας ἀφυπνίζει τὸν Ὀδυσσέα. ἐν οἷς ἐπαινεῖται καὶ τὸ, βαθείῃ δίνῃ. καὶ τὸ, μακρὸν ἄϋσαν ἵνα αἱ μὲν γυναῖκες, θορυβηθῶσι διὰ τὸ μὴ πρὸς ὄχθαις ἀλλ' εἰς βάθος τὴν σφαῖραν πεσεῖν, καὶ διὰ τοῦτο βοήσωσιν. Ὀδυσσεὺς δὲ, ἀνεγερθῇ διὰ τὸ μακρὸν τῆς βοῆς. (ῃερς. 115.) Ἐν τούτοις δὲ, πρῶτα μὲν ῥητέον ὡς καὶ πάλαι ποτὲ τὸ σφαιρίζειν διὰ σπουδῆς ἤγετο. οὐχ' ἁπλοῦν ὂν οὐδὲ αὐτὸ, ἀλλὰ διαφορὰς ἔχον ῥηθησομένας ἐν τοῖς ἑξῆς. μάλιστα δέ φασιν ἐπεμελήθησαν ὕστερον σφαιριστικῆς, πόλεων μὲν, κοινῇ Λακεδαιμόνιοι. βασιλέων δὲ, ὁ μέγας Ἀλέξανδρος. ἰδιωτῶν δὲ, Σοφοκλῆς ὁ τραγικός. ὃς καὶ, ὅτε φασὶ τὰς πλυντρίας ἐδίδασκε, τὸ τῆς Ναυσικάας πρόσωπον σφαίρᾳ παιζούσης ὑποκρινόμενος, ἰσχυρῶς εὐδοκίμησεν. εἶτα ἰστέον καὶ ὅτι παρὰ τὴν σφαῖραν ᾗ παρώνυμον ὁ Ἐμπεδόκλειος σφαῖρος, πέπαικταί τινι παλαιῷ εἰς ἄσωτον βραχυήλικα τὸ, Χαρίδης ὁ μικρὸς, ἐν πένθ' ἡμέραις σφαῖραν ἐποίησε τὴν πατρῴαν οὐσίαν. οὕτω συνεστρόγγυλεν ἰταμῶς καὶ ταχύ. Ἰστέον δὲ καὶ ὅτι σφαῖρα μὲν γίνεται, ἢ παρὰ τὸ σπῶ τροπῇ τοῦ ψιλοῦ εἰς δασὺ, ἡ συνεσπαμένη καὶ εἰς ἑαυτὴν συνεστραμμένη καὶ κυκλοτερῶς, ἢ παρὰ τὸ αἴρω κατὰ τοὶς παλαιοὺς, ἡ εἰς ὕψος ἀειρομένη. ἐξ αὐτῆς δὲ, τὸ σφαιρομαχεῖν καὶ σφαιρίζειν παρὰ Πλάτωνι. (ῃερς. 101.) Τὸ δὲ Ναυσικάα, σημειῶδες, ἐπεὶ τὸ μὲν ἁπλοῦν, νηυσὶ διὰ τοῦ ˉη παρὰ τῷ ποιητῇ. τὰ δὲ σύνθετα, διὰ τοῦ ˉα. Ναυσικάα. Ναυσίθοος. Ναυσίκλυτος. καὶ τὰ ὅμοια. (ῃερς. 102.) Τὸ δὲ εἶσι κατ' οὔρεος, Ἀττικὴν ἔχει σύνταξιν. ὡς καὶ τὸ, κατὰ σπλάγχνων ἔβαψε ξίφος. καὶ τὸ, ὁρᾶν κατὰ γῆς. καὶ τὸ, κατὰ δὲ κεφαλῆς οὔλας ἧκε κόμας. ὅτι δὲ καὶ μετὰ αἰτιατικῆς δύναται ἡ τοιαύτη συνταχθῆναι πρόθεσις, δηλοῖ ἐπαχθὲν εὐθὺς τὸ, (ῃερς. 103.) ἢ κατὰ Τηΰγετον ἢ Ἐρύμανθον. ὧν τὸ μὲν Τηΰγετον ἤγουν Ταύγετον περὶ οὗ πολλαχοῦ δηλοῦται, ὄρος ἐστὶ Λακωνικόν. περὶ οὗ φησὶν ὁ γεωγράφος, ὅτι τε ὄρος τὸ Ταύγετον, ὑψηλὸν καὶ ὄρθιον, μικρὸν ὑπὲρ τῆς Λακωνικῆς θαλάσσης, συνάπτει δὲ πρὸς ἄρκτον ταῖς Ἀρκαδικαῖς ὑπωρείαις. καὶ ὅτι ὄρος Ταύγετον, ᾧ ὑποπέπτωκε Σπάρτη ἐν μεσογαίῳ καὶ Ἀμύκλαι Ὁ δὲ Ἐρύμανθος, ὄρος τε καὶ ποταμὸς περὶ Ἀρκαδίαν, ἔνθα ὁ Ἐρυμάνθιος κάπρος κατὰ Ἡρακλέα. φαίνεται δ' ἐν τούτοις κάπρους μάλιστα τρέφεσθαι καὶ ἐλάφους. περιᾴδεται γοῦν καὶ ὁ Ἐρυμάνθιος κάπρος, ἐξ οὗ ληφθὲν εἴρηται τὸ, Ἐρυμάνθιοι τῷ ὄντι σύαγροι περιεφέροντο, σιβύναις ἀργυρέαις διαπεπερονημένοι. Καὶ ὅρα τὸ σύαγροι, ὅπερ Ἴων ἀνὴρ διαλύσας, σύες ἄγριοι ἐρεῖ. καὶ τὸ, σιβύναις οὐ μὴν ζιβύνες κοινότερον διὰ τοῦ ζῆτα. (ῃερς. 102.) Ἰοχέαιρα δὲ ὡς καὶ ἐν ἄλλοις δεδήλωται, ἢ ἡ χαίρουσα ἰοῖς, ἢ μᾶλλον ἡ χέουσα ἰούς. κατὰ τὸ, βέλεα στονόεντα χέοντο. τοῦτο δὲ, καὶ ἀσπίδος ἐπίθετον τῆς ἰοφόρου, παρὰ τοῖς ὕστερον. (ῃερς. 105.) Κοῦραι δὲ Διὸς τουτέστιν ἀέρος, νύμφαι αἱ κατ' ἀλληγορίαν τὴν πολλαχοῦ ῥηθεῖσαν, διὰ τὸ ἐξ ἀέρος ἐνδίδοσθαι τῇ γῇ τὸ θρεπτικὸν ἐν φυτοῖς καὶ γόνιμον, εἰς ὃ αἱ νύμφαι ἀλληγοροῦνται ὡς καὶ μετ' ὀλίγα ῥηθήσεται. (ῃερς. 106.) Ἀγρονόμοι δὲ παροξυτόνως μὲν, αἱ τὰ ἄγρια νέμουσαι ἢ ἐν ἀγρῷ νέμουσαι. εἰ δὲ καὶ παροξύνεται ἴσως ἡ λέξις, πάθος ἂν εἴη δηλοῦσα καθ' ὁμοιότητα τοῦ προτότοκοι καὶ τῶν ὁμοίων. δοκεῖ δὲ ἀπεμφαίνειν ἡ τοιαύτη σημασία. οὐ γὰρ ἂν αἱ νύμφαι νέμεσθαι λεχθεῖεν ἂν, εἰ μὴ ἄρα τὸ νέμεσθαι νοηθείη ἀντὶ τοῦ ἁπλῶς διάγειν καὶ οἰκεῖν. οὗ χρήσεις, ἐν τῇ Ὁμηρικῇ Βοιωτίᾳ ἱκαναί. Τὸ δὲ παίζειν, σεσημείωται ὡς μὴ ἀναλογοῦν. λέγεται γὰρ ὅτι τὰ εἰς ˉζˉω εἰ παραλήγονται τῇ ˉαˉι διφθόγγῳ, ἀνεκφώνητον ἔχουσι τὸ ˉι. οἷον. σφαδᾴζω. βορᾴζω τὸ ἐσθίω. ματᾴζω τὸ μάταια φρονῶ. τὸ παίζω φασὶν ἐκ τοῦ παῖς παιδὸς παιδίζω συγκέκοπται. (ῃερς. 107.) Τὸ δὲ γέγηθε δέ τε φρένα Λητὼ, παρῳδίαν ἔχει τοῦ, γέγηθε δέ τε φρένα ποιμήν. (ῃερς. 108.) Τὸ δὲ πασῶν ὑπερέχειν κάρη καὶ μέτωπα καὶ ἀριγνώτην εἶναι, γυναικὸς καλῆς ἔπαινος. ἰδίᾳ τῶν μετώπων ἐκφωνηθέντων ποιητικῷ τρόπῳ μετὰ τὸ κάρη. (ῃερς. 109.) Τὸ δὲ καλαὶ δέ τε πᾶσαι, οὐ περιττῶς κεῖται, ἀλλ' οἷον ἐπιφωνηματικῶς. ἵνα οὕτω σὺν τῇ δεσποίνῃ καὶ τὰς ἀμφιπόλους σεμνύνῃ. Ἀδμὴς δὲ, νῦν μὲν παρθένου ἐπίθετον. πρὸ δὲ τούτων, καὶ βοὸς ἀδαμάστου. ἣν δηλαδὴ οὔπω ταῦρος ἐδάμασε. ὥστε, καλῶς καὶ ἀταύρωτος γυνὴ λέγεται ἡ ἄζυξ καὶ παρθένος. ἣν καὶ ἀταυρώτην λέγει ὁ κωμικός. (ῃερς. 111.) Τὸ δὲ πτύσσειν εἵματα ὅ ἐστι διπλοῦν, συντελεῖ καὶ εἰς νόησιν τοῦ περιπτύσσεσθαι. καὶ τοῦ, μύθοις προσπτύσσεσθαι ὅπερ πρὸ τούτων ἔφη ὁ ποιητής. (ῃερς. 115.) Τὸ δὲ σφαῖραν ἔπειτ' ἔῤῥιψε βασίλεια, Διονυσόδωρος λέγεται γράψαι, πάλλαν ἔπειτ' ἔῤῥιψεν. ὡς ταυτὸν ὂν εἰπεῖν σφαῖραν καὶ πάλλαν ἀπὸ τοῦ πάλλεσθαι. Ῥωμαῖοι μέντοι, πίλαν τὴν σφαῖραν φασὶν, ὡς ἐν Λατινικῷ εὕρηται λεξικῷ, κατά τινα συγγένειαν τοῦ ˉι πρὸς τὸ ἄλφα. ἐπεί τοι καὶ πῖλος παρὰ τοῖς ἀρχαίοις ἐκαλεῖτο. Σουΐδας γοῦν ἐν τῷ ˉα, φησίν. ὡς ἡ Λάρισσα σφαιρίζουσα πίλῳ, ὤλισθεν εἰς τὸν Πηνειόν. σκοπητέον δὲ εἴπερ ἡ κατὰ σφαῖραν αὕτη παιδιὰ, ἡ λεγομένη ἐφετίνδα ἐστί. τοιαύτη δὲ λέγεται παρὰ τοῖς παλαιοῖς, ὅταν ἄλλῳ προσδείξαντες τὴν σφαῖραν, ἄλλῳ ἐφῶσιν. ἡ δ' αὐτὴ καὶ φεννὶς ἐλέγετο. ἔστι γάρ φασι φεννὶς, παιδιὰ διὰ σφαίρας. ὁπηνίκα ἑτέρῳ προδεικνύντες, εἶτα ἄλλῳ ἀφιᾶσι τὴν σφαῖραν, ὥσπερ φενακίζοντες. (ῃερς. 119.) Ὅτι ἀπορῶν τις ποῦ ἐστι καὶ δεδιὼς, ἐρεῖ ἂν κατὰ τὸν Ὀδυσσέα ᾤμοι ἐγώ. τέων αὖτε βροτῶν ἐς γαῖαν ἱκάνω; ἦ ῥ' οἵγε ὑβρισταί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι. ἠὲ φιλόξενοι καί σφιν νόος (ῃερς. 121.) ἐστὶ θεουδής. ὅ ἐστι θεοειδής. ἤτοι προσηνής, ἢ θεοῖς ἁδῶν ὅ ἐστιν ἀρέσκων, εἰ δὲ καὶ (ῃερς. 122.) λεπτῆς τινος ἐκεῖνος ἀκούσει φωνῆς, οἰκεῖον ἐπενεγκεῖν καὶ τὸ, ὥς τέ με κουράων ἀμφήλυθε θῆλυς ἀϋτή. Καὶ ὅρα ὡς ἐπὶ φωνῆς καινότερον τὸ θῆλυς ἔθετο καθὰ καὶ προεμνημονεύθη. (ῃερς. 125.) Ὅτι αἰνιττόμενος ὁ ποιητὴς νύμφας εἶναι ἀλληγορικῶς τὰς περὶ γῆν φυσικὰς δυνάμεις τὰς τῶν φυτῶν αὐξητικὰς ὡς καὶ ἐν ἄλλοις ἐῤῥέθη, φησί. κουράων νυμφάων αἳ ἔχουσ' ὀρέων αἰπεινὰ κάρηνα, καὶ πηγὰς ποταμῶν καὶ πίσεα ποιήεντα. Λέγει δὲ πίσεα ὡς καὶ ἐν ἄλλοις ἐδηλώθη, τοὺς ὑγροὺς τόπους καὶ δυναμένους πίσαι τουτέστι ποτίσαι. οὗ ἡ χρῆσις παρὰ Πινδάρῳ. οἱ δὲ παλαιοὶ, ἑρμηνεύουσιν οὕτω. πίσεα, ἕλη. πεδία. λειμῶνες. ποτίστραι. οἱ δ' αὐτοὶ λέγουσιν ὅτι καὶ Εὔπολις ἐν δήμοις, πίσει φησὶν ἀντὶ τοῦ ποτιεῖ. ἐξ οὗ καὶ πίστρα ἡ ποτίστρα. καὶ πιστὸν τὸ πινόμενον. οὗ χρῆσις παρ' Αἰσχύλῳ, εἰπόντι. φάρμακα, τὰ μὲν χριστὰ τὰ δὲ πιστά. (ῃερς. 122.) Κοῦραι δὲ κατὰ τὸν ποιητὴν αἱ ῥηθεῖσαι νύμφαι, διὰ τὸ ἀεὶ νεάζειν κατὰ φύσιν καὶ μὴ γηρᾶν. διὸ καὶ νύμφαι αἱ αὐταὶ καλοῦνται, διὰ τὸ ἀεὶ νέον. ἢ κατὰ τὸ νῦν φαίνεσθαι ὡς καὶ ἀλλαχοῦ ἐδηλώθη. ὃ καὶ συμβιβαστέον πρὸς τὸ, ἀεὶ νέον ἐρχομενάων, τὸ ἐν Ἰλιάδι κείμενον. (ῃερς. 125.) Ὅτι ὥσπερ ἀλφισταὶ ἄνθρωποι κατὰ ἐπίθετον ἰδικὸν, οὕτω καὶ αὐδήεντες ὡς πολλαχοῦ δεδήλωται. φησὶ γοῦν Ὀδυσσεὺς μετὰ κίνδυνον γνοὺς τὰς γυναικικὰς φωνάς. ἦ δήπου ἀνθρώπων εἰμὶ σχεδὸν αὐδηέντων. ὡς εἴπερ εἶπεν, ὅτι οὐκέτι πλανῶμαι, ἀλλ' οἰκου μένης ἐπέβην. (ῃερς. 126.) δύναται δὲ εἰπεῖν αὐτὸ καὶ ὁ ἐκ βαρβάρου γῆς εἰς μὴ τοιαύτην ἐλθών. Ὅτι ἐπιβολὴ πείρας ἀκριβοῦς τὸ, ἀλλ' ἄγ' ἐγὼν αὐτὸς πειρήσομαι καὶ ἴδωμαι. (ῃερς. 127.) Ὅτι κοινῶς μὲν, τὸ ὑποδύεσθαι, κρύψιν τινὰ δηλοῖ καὶ αἰτιατικῇ συντάσσεται. οἷον. τάφον ὑπέδυ. ἢ θάμνους ὑπέδυ. ὁ δὲ ποιητὴς ἐνταῦθα, θάμνων ὑπεδύσετο φησὶν Ὀδυσσεὺς, ἀντὶ τοῦ, ὑπεξῆλθεν ἐκ τῶν θάμνων. καινότερον τοῦτο φράσας καὶ ἀσυνήθως τοῖς ὕστερον. (ῃερς. 128.) Ὅτι ἐκ πυκινῆς ὕλης Ὀδυσσεὺς πτόρθον κλάσε χειρὶ παχείῃ, φύλλων ὡς ῥύσαιτο περὶ χροῒ μήδεα φωτός. αἰδεῖται γὰρ γυμνοῦσθαι κούρῃσιν ἐϋπλοκάμοισιν ἐπελθὼν, ὡς μετ' ὀλίγα ἐρεῖ. Πυκινὴν δὲ ὕλην λέγει, τὰς προσεχῶς εἰρημένας θάμνους. αἳπαρὰ τὸ θαμὰ ὅ ἐστι πυκνῶς, ἐτυμολογοῦνται. ὁ δὲ πτόρθος, ἔοικε κλάδος εἶναι πλατύς τε καὶ ἐπιμήκης. καὶ δοκεῖ οὕτω λεχθῆναι, παρὰ τὸ διαπετάσαι καὶ τὸ ὄρθιον. οἱονεὶ ὁ διαπετασμένος εἰς ὀρθόν. οὐ ψιλὸς δὲ οὗτος, ἀλλὰ πτόρθος φύλλων οἷος συγκρύψαι τὰ μὴ οἷά τε ὁρᾶσθαι. εἰκὸς δὲ καὶ ἐξ ἀειθαλοῦς φυτοῦ εἶναι τὸν πτόρθον. ἄλλως γὰρ, ὑπερβῆναι τὸν φυλλοχόον μῆνα φαίνεται ὁ καιρὸς, ὡς καὶ προεσημειώθη. δύναται δὲ καὶ ἐκ μὴ ἀειθαλῶν δένδρων εὑρεθῆναί τις πολύφυλλος πτόρθος ἐν ὕλῃ πυκνῇ. Τὸ δὲ κλᾶν, ὀνοματοποιεῖται. καθὰ καὶ τὸ θλᾶν καὶ τὸ θραύειν καὶ ὅσα τοιαῦτα. Τὸ δὲ χειρὶ παχείῃ, νῦν μὲν, καὶ ἐν ἄλλοις δὲ ὁμοίοις τόποις, καλῶς κεῖται. ἐπὶ δὲ Πηνελόπης ὅτε ῥηθείη, ἀκύρως τεθὲν παρέλκει. ὅτι δὲ καὶ ἄλλα τινὰ προστίθησιν ἀκύρως ὁ ποιητὴς, ἐν τοῖς εἰς τὴν Ἰλιάδα σεσημείωται. (ῃερς. 129.) Μήδεα δὲ τὰ αἰδοῖα, παρὰ τὸ μέδειν ὡς καὶ ἑτέρωθι ἐδηλώθη. ἀρχὴ γάρ τις ἐν τοῖς ζῴοις καὶ αὐτά. Ἡσίοδος δὲ καὶ ἄλλοι, μέζεα ταῦτα φασὶ, συστολῇ τῆς ἀρχούσης καὶ τροπῇ συνήθει τοῦ ˉδ εἰς ζῆτα. (ῃερς. 130.) Ὅτι τὸν Ὀδυσσέα γυμνὸν ὄντα, καὶ δυσπρόσιτον διατοῦτο φανῆναι μετὰ βλοσυρότητος μέλλοντα ταῖς κόραις, λέοντι παραβάλλει. εἰπών. βῆ δ' ἴμεν ὥστε λέων ὀρεσίτροφος ἀλκὶ πεποιθώς. ὅστ' εἶσ' ὑόμενος καὶ ἀήμενος. ἐν δέ οἱ ὄσσε δαίεται. αὐτὰρ ὁ βουσὶ μετέρχεται ἠὲ ὀΐεσσιν. ἠὲ μετ' ἀγροτέρας ἐλάφους. κέλεται δέ ἑ γαστὴρ μήλων πειρήσοντα, καὶ ἐς πυκινὸν δόμον ἐλθεῖν. ὣς Ὀδυσσεὺς κούρῃσιν ἔμελλε μίξεσθαι γυμνός περ ἐών. χρειὼ γὰρ ἵκανεν. (ῃερς. 137.) εἶτα δεικνὺς ὡς οὐ πρὸς τὴν Ὀδυσσέως ἀνδρίαν ἡ παραβολὴ ἀλλὰ πρὸς ἔκπληξιν ἣν ἐξ αὐτοῦ αἱ γυναῖκες ἔπαθον, ἐπάγει. σμερδαλέος δ' αὐτῇσι φάνη κεκακωμένος ἅλμῃ. εἰ γὰρ καὶ τὴν ἅλμην ἀποπλυνάμενος κάλλεϊ καὶ χάρισι στίλβει, ἀλλὰ νῦν διὰ τὴν πολυήμερον κάκωσιν, πολὺ τὸ σμερδαλέον ἔχει ἄλουτος ὤν. (ῃερς.

Intertext edge

Open linked passage

Note