Commentarii ad Homeri Odysseam i
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
11.1.1
) Ὅρα δὲ καὶ ὡς εἰ καὶ μὴ ἐφαίνετο τῇ Ἑλένῃ γόνος ἐπεὶ ἐγείνατο τὴν Ἑρμιόνην, ἀλλ' ἐκ τῆςδούλης ἀνεπληρώθη τὸ ἐκ τῆς Ἑλένης ἐλλεῖπον τῷ Μενελάῳ. ἔσχε γὰρ ἐξ ἐκείνης υἱὸν τὸν Μεγαπένθην. ὃς ἔοικεν ἁρπαγείσης τεκνωθῆναι τῆς Ἑλένης. διὸ καὶ φερωνύμως ὠνομάσθαι διὰ τὸ μέγα πένθος εἶναιτότε τῷ τοῦ Μενελάου οἴκῳ. Ἔτι ὅρα καὶ ὡς ἦν μὲν διὰ πλεῖον κάλλος, ἄπαιδα μεῖναι τὴν Ἑλένην. ἐπεὶ δέ φασι δύσδαιμον ἡ ἀτεκνία, γεννᾷ εἰσάπαξ, καὶ οὐκ εἰς δεύτερον, ἵνα τὸ κάλλος αὐτῇ ὡς ἐῤῥέθη φυλάττηται. θηλυγονεῖ δὲ, ὡς ἂν ἔχῃ χαίρειν αὐτὴ τῷ ὁμοίῳ. Ἰστέον δὲ ὅτι κατὰ Πορφύριον, καὶ ἕτερος Μεγαπένθης ἦν παλαιὸς, ἀπόγονός φησιν Αἰγύπτου ἀδελφοῦ Δαναοῦ. κληθεὶς οὕτω, διὰ τὸ πενθῆσαι τὸν Προῖτον ἐπὶ τῇ μανίᾳ τῶν θυγατέρων. ἃς ὁ Μελάμπους καθῄρας, ἔλαβε τὰ δύο μέρη τῆς ἐκείνου βασιλείας, καὶ τῷ ἀδελφῷ Βίαντι ἔδωκεν. ἔσται δέ τις μνήμη τῆς τοιαύτης ἱστορίας, καὶ ἐν τοῖς ἑξῆς. (ῃερς. 16.) Ὅτι ἐν τῷ, δαίνυντο γείτονες ἠδὲ ἔται Μενελάου τερπόμενοι, διαφορὰ δηλοῦται τῶν λέξεων. γείτονες μὲν γὰρ, οἱ πλησιασταὶ μόνοι. ἔται δὲ, οἱ καὶ ἄλλως συνήθεις. δῆλον δὲ ὅτι καὶ ὁ γείτων ὡς ἐθὰς, ἔτης ἂν εἴη καὶ αὐτός. διὸ πρὸ βραχέων ἐν τῷ, δαινύντα γάμον πολλοῖσιν ἔτῃσιν, οἱ ἔται, καὶ τοὺς γείτονας περιεῖχον εἰ καὶ ἐνταῦθα διωρίσθησαν. ψιλοῦται δὲ τὸ ἔτης κατὰ τοὺς παλαιοὺς, εἴτε ἐπὶ πολίτου εἴτε ἐπὶ ἑταίρου λέγεται. δῆλον δὲ καὶ ὅτι ἀπὸ τοῦ ἔθους, οὐ μόνον ὁ ἑταῖρος καὶ ὁ ἔτης, ἀλλὰ φανερῶς καὶ ὁ ἐθάς. ὃν τινὲς, καὶ ἠθάδα λέγουσιν ὥς φησιν Αἴλιος Διονύσιος. ὅτι δὲ ψιλοῦται τὸ ἔτης, κάλλιον ἐν τῇ Ἰλιάδι γέγραπται. (ῃερς.