Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam i
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
123.1.1
) Τὸ δὲ ἔκγονος, τινὰ τῶν ἀντιγράφων ἔχουσιν ἔγγονος. καὶ τοῦτό ἐστι τὸ τὴν ἀμφιβολίαν εἰσαγαγὸν τοῖς ὕστερον, τινῶν μὲν λεγόντων, ἔγγονον τὸν υἱὸν, ὡς ἐγγὺς γόνον. ἔκγονον δὲ τὸν υἱωνὸν, ὡς ἐκ γόνου ὄντα. ἑτέρων δὲ, τὸ ἀνάπαλιν. ἔκγονον μὲν, τὸν υἱόν. ἔγγονον δὲ, τὸν ἐκ παιδός. ὃ καὶ κρατεῖ μάλιστα. (ῃερς. 126.) Ἐν τούτοις δὲ, κεῖται καὶ τὸ ἕως ἀντὶ τοῦ τέως, καθὰ καὶ ἀλλαχοῦ. φησὶ γάρ. ἔνθ' ἤτοι εἵως μὲν, ἐγὼ καὶ Ὀδυσσεὺς ταῦτα ἐποιοῦμεν. (ῃερς. 128.) Τὸ δὲ ἕνα θυμὸν ἔχοντες, ἀντίθετόν ἐστι πρὸς τὸ δίχα βάζειν δῆλον γὰρ ὡς οἱ δίχα βάζοντες, οὐκ εἰσὶν ὁμόψυχοι. ἡ δὲ Ἰλιὰς καὶ ἐπὶ ἀνδρείων δύο ἑταίρων τὸ, ἕνα θυμὸν ἔχειν, ἔφρασε. μεταποιήσασα τὸ ἕνα εἰς ἶσον πρὸς πλείω ἔμφασιν ὁμοιότητος ἀνδρικῆς. τοιοῦτον γὰρ τὸ ἔχειν ἶσον θυμόν. (ῃερς. 127.) Τὸ δὲ νόῳ καὶ ἐπίφρονι βουλῇ, διαστολή ἐστι πρὸς τοὺς ἀφρόνως καὶ ἀβούλως ὁμοψυχοῦντας. Ὅρα δὲ καὶ ὡς διέστειλεν ἀγορὰν καὶ βουλήν. ἀγορὰ μὲν γὰρ ὡς πολλαχοῦ ἐφάνη, σύναξις κοινή. βουλὴ δὲ, ἡ κατὰ σύγκλητον. (ῃερς. 132.) Ὅτι λυγρὸς Ἀργείοις ἐγένετο νόστος κατὰ μῆνιν Ἀθηνᾶς, ἐπεὶ οὔτι νοήμονές φησι οὐδὲ δίκαιοι πάντεςἔσαν. (ῃερς. 135.) Ἦν δὲ μῆνις τῆς Ἀθηνᾶς, ὅτι μὴ ἐκολάσθη κοινῶς ὁ Λοκρὸς Αἴας, ἐνυβρίσας τῇ Κασάνδρᾳ κατὰ πρόσωπον τῆς Ἀθηνᾶς. Καὶ ὅρα ὡς ὁ γέρων οὐκ ἐνύβρισε δι' αἰσχροῤῥημοσύνης τεθνεῶτι τῷ Λοκρῷ ἥρωϊ, ἀλλ' ἐν τῷ καθόλου διέβαλεν. εἰπών. ἐπεὶ οὐ πάντες νοήμονες. οὐ μὴν, ἐπεὶ οὐ νοήμων ὁ Λοκρός. ἴσως δὲ μὴ νοήμονας εἶναι φησὶ, καὶ τοὺς μὴ κολάσαντας τὸν Λοκρόν. (ῃερς. 136.) Ὅτι δεικνύων ὁ ποιητὴς κἀνταῦθα ὡς ἡ μὲν ὁμόνοια τῶν ἀρχόντων μέγα τι ἀνύει, φθορᾶς δὲ αἴτιον ἡ διχόνοια, καὶ μάλιστα εἰ κατὰ θεομηνίαν γίνοιτο, ἱστορεῖ ὡς ἡ τῆς Ἀθηνᾶς μῆνις ὀλοὴ, ἔριν ἀμφοτέροις Ἀτρείδαις ἔθηκεν ἐν Τροίᾳ μετὰ τὴν ἅλωσιν. (ῃερς. 137.) Οἱ δὲ, καλεσσάμενοι ἐς ἀγορὴν τὸν λαὸν μὰψ, ἀτὰρ οὐ κατὰ κόσμον ἐς ἠέλιον καταδύντα. οἵ δ' ἦλθον οἴνῳ βεβαρηότες, υἷες Ἀχαιῶν. μῦθον μυθείσθην, τοῦ εἵνεκα λαὸν ἄγειραν. ἔνθα Μενέλαος μὲν, ἀνώγει νόστου μιμνήσκεσθαι (ῃερς. 142.) ἐπ' εὐρέα νῶτα θαλάσσης. κακόν τι ὡς εἰκὸς προορώμενος, θεομηνίαν τυχὸν ἢ καὶ στρατοῦ ἐπέλευσιν. (ῃερς. 143.) Οὐδ' Ἀγαμέμνονι πάμπαν ἑήνδανε. ἐβούλετο γάρ φησιν ἐπισχεῖν τὸν λαὸν ῥέξαι τε τὰς ἱερὰς ἑκατόμβας, ὡς τὸν Ἀθηναίης δεινὸν χόλον ἐξακέσαιτο. νήπιος. οὐδὲ τὸ, ᾔδη ὃ οὐ πείσεσθαι ἔμελλεν. (ῃερς. 147.) Οὐ γάρ τ' αἶψα θεῶν τρέπεται νόος αἰὲν ἐόντων, οὐχ' ὅτι ἀκαμπὴς τὸ θεῖον, στρεπτοὶ γὰρ καὶ θεοὶ αὐτοὶ ὡς ἐν Ἰλιάδι ἐῤῥέθη, ἀλλ' ὅτι οὐ ταχὺ μετατρέπονται. ὃ δὴ καὶ ἀνθρώπων μεγαλοψύχων ἴδιον. εἶτα ἱστορεῖ ὁ ποιητὴς καὶ ὡς ἐπεὶ χαλεποῖσιν ἠμείψαντο ἐπέεσιν ἀλλήλους οἱ ἀδελφοὶ βασιλεῖς ἑστῶτες ἀγορᾶς νόμῳ, ἀνορούσαντες μετὰ ἤχου οἱ Ἀχαιοὶ, ἐμερίσθησαν, καὶ οἱ μὲν, παρὰ τῷ Ἀγαμέμνονι ἔμειναν. οἱ δὲ λοιποὶ, ἀπέπλευσαν. οἳ καὶ ἐλθόντες εἰς Τένεδον, ἔθυσαν. οἴκαδε ἱέμενοι. θέος δ' οὔπω μήδετο νόστον, ὃς ἔριν ὦρσε κακὴν ἐπὶ δεύτερον αὖτις. καθ' ἣν οἱ μὲν ἀμφὶ τὸν Ὀδυσσέα, ἔβησαν ἀποστρέψαντες ἐπ' Ἀτρείδῃ Ἀγαμέμνονι ἦρα φέροντες. Νέστωρ δὲ καὶ οὓς αὐτὸς ἀπαριθμεῖται, ἔφευγον. (ῃερς. 146.) Ἐπεί φησι γίνωσκον ἃ δὴ κακὰ μήδετο δαίμων. πόθεν δὲ καὶ πῶς ἐγίνωσκεν, οὐκ ἀφηγεῖται. οἷα μὴ θέλοντος τοῦ ποιητοῦ λαλῆσαί τι ἐνταῦθα σημεῖον ἢ τέρας. τέως γε μὴν δηλοῖ ὁ γέρων, εἰδέναι τεκμαίρεσθαι τὰ μέλλοντα. (ῃερς. 136.) Ἰστέον δὲ ὅτι τὸ, ἔριν Ἀτρείδαις ἔθηκεν, οὐ φύσει ἀλλὰ θέσει δηλοῖ τὴν κακὴν ἔριν εἶναι. (ῃερς. 138.) Τὸ δὲ ἐς ἠέλιον καταδύντα, ἀντὶ τοῦ περὶ δύσιν ἡλίου. ἐν μέντοι τῇ Ἰλιάδι, τὸ ἕως ἡλίου δύσεως δηλοῖ. φησὶ γάρ. πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα. Ἰστέον δὲ ὡς οὐ ψέγει ἁπλῶς ὁ ποιητὴς τὸ ἐς ἥλιον δύντα ἐπ' ἀγορὰν ἐλθεῖν τοὺς Ἀχαιούς. τοῦτο γὰρ καλῶς ἄν ποτε γένοιτο, καθὰ καὶ τὸ ἐν νυκτὶ, ὡς ἐν πολλαῖς τῶν ἱστοριῶν καὶ ἐν ταῖς Ὁμηρικαῖς δὲ νυκτεγερσίαις εὕρηται. οὔκουν ὡς ἐῤῥέθη, ἐς τὸ πᾶν ἀπαρέσκεται ὁ ποιητὴς τῇ πρὸς ἑσπέραν ἀγορᾷ, ἀλλ' ὅτι οὐ κατὰ κόσμον ἦλθον, οἴνῳ βεβαρημένοι. διὸ καὶ ἀκόσμως στασιάσαντες, ἐμερίσθησαν. ἴσως δὲ καὶ ἄλλως, νὺξ μὲν ἀγαθὴ ἐν τοῖς τοιούτοις, εἴ γε καὶ ἐν νυκτὶ βουλὴ κατὰ τὴν παροιμίαν. καὶ εὐφρόνη δὲ διὰτοῦτο ἡ νύξ. ἥλιος δὲ δύνων, οὐκ εὔθετος εἰς βουλὴν τοῖς ἀπομάχοις, οἳ μάχης μὴ ἐπικειμένης εἰς κόρον ἐμβρωματίζονται. ἔτι δὲ καὶ ἐντεύξεσι μὲν, πρέπων ἂν εἴη ὁ τοιοῦτος καιρὸς ἐπὶ τῶν ὑποπινόντων, οὐ μέντοι καὶ ἀγορᾷ. ἐπεὶ καὶ Σκύθαι κατὰ τὴν ἱστορίαν, ὅσα κατὰ πότον βουλεύονται, κυροῦσιν ἕωθεν νήφοντες. (ῃερς. 139.) Τὸ δὲ οἴνῳ βεβαρῆσθαι, καὶ καρηβαρεῖν εἴη ἄν, ὅπερ καὶ καραιβαρᾶν λέγει Φερεκράτης, ὥς φησιν Αἴλιος Διονύσιος. ὃς λέγει καὶ ὅτι καρηβοᾶν τὸ ἰλιγγιᾶν καὶ πεπληρῶσθαι τὴν κεφαλὴν ὑπὸ κραυγῶν. (ῃερς. 140.) Τὸ δὲ οἴνῳ βαρεῖσθαι, καὶ οἰνοβαρείειν ἀλλαχοῦ συνθέτως λέγεται. Τὸ δὲ μῦθον μυθείσθην, σύνηθες καὶ αὐτὸ Ἀττικοῖς ὡς καὶ ἄλλα μυρία ὅμοια. ἐν οἷς καὶ τὸ, δαίτην δαινύμενοι. καὶ παρὰ Σοφοκλεῖ τὸ πῶς δῆτα λέγω λόγον ἄῤῥητον. καὶ ἕτερα. (ῃερς. 148.) Τὸ δὲ ἐκ τῆς ῥηθείσης μέθης κακόν τε καὶ ἄκοσμον δηλοῖ ὁ ποιητὴς, ἔνθα φησὶν ὡς ἔτι τῶν βασιλέων ἱσταμένων καὶ λογομαχούντων, ἀνορούσαντες μετὰ ἠχῆς ὁ λαὸς ἀσυντάκτως, ἔλυσαν αὐτοὶ τὴν ἀγορὰν ἣν οὐκ ἐκάθισαν. (ῃερς. 142.) Νῶτα δὲ θαλάσσης ὥσπερ καὶ πεδιάδος, ἡ ἐπιφάνεια. ἐκ μεταφορᾶς τῶν ἐπὶ νῶτα κειμένων ζῴων καὶ πατουμένων ἐν τῷ κεῖσθαι πρηνῆ. ὑπτία μέντοι θάλασσα ἡ γαληνιῶσα, ἐκ τῶν ἄλλως ἐπὶ ἀναπαύσει κατακεκλιμένων ὑπτίων. καὶ πεδίον δὲ ὕπτιον ἐντεῦθεν λέγεται. καὶ λειμὼν ὕπτιος. (ῃερς. 145.) Τὸ δὲ δεινὸν χόλον Ἀθηναίης, πιθανολογεῖ τὸ βαρύμηνι καὶ δυσμετάτρεπτον αὐτῆς εἰς τὸ ἄχολον. (ῃερς. 146.) Τὸ δὲ ἐξακέσαιτο, νόσον δηλοῖ καὶ τὸν δεινὸν χόλον ἀκέσεως δαιόμενον. Τὸ δὲ νήπιος, συνήθως καὶ νῦν ἀναφθέγγεται. ὡς τοῦ βασιλέως μικρόθυμον τὸ θεῖον ἡγησαμένου καὶ ῥᾳδίως παλίντροπον. ὅπερ οὐδὲ Ἰάμβλιχος παραδέχεται ὅπου περὶ εὐχῆς φιλοσοφεῖ. Τὸ δὲ πείσεσθαι, μέσως ἔχει. δηλοῖ γὰρ καὶ τὸ πείσειν τὴν Ἀθηνᾶν καὶ τὸ πεισθῆναι τὴν Ἀθηνᾶν. (ῃερς. 148.) Τὸ δὲ χαλεποῖς ἔπεσιν, οὐχ' ἡρμήνευσεν ὁ ποιητὴς, ἵνα μήδ' ἐνταῦθα ὁ Νέστωρ κακολογήσῃ, ὁ μὴ δὲ τὴν τοῦ Λοκροῦ Αἴαντος φράσας κακίαν ὡς πρὸ ὀλίγων ἐῤῥέθη. (ῃερς. 160.) Τὸ δὲ τρέπεται νόος, ταυτόν ἐστι τῷ πείθεται. Τὸ δὲ οἴκαδε ἵεσθαι, ὅμοιον τῷ νοστῆσαι. διὸ εἰπὼν οἴκαδε ἱέμενοι, ἐπάγει. Ζεὺς δ' οὔπω μήδετο νόστον. Ὅρα δὲ καὶ ὅτι ὁ μὲν ἐν Ἰλιάδι φιλοβασιλεὺς Νέστωρ, τοῦ συμφέροντος στοχασάμενος, ᾤχετο φεύγων, μὴ καὶ πειραθείη τῶν ἐκ δαίμονος κακῶν, καὶ ἅμα δόξῃ καὶ αὐτὸς νήπιος κατὰ τὸν Ἀτρείδην. ὃς πολλαχοῦ τῆς Ἰλιάδος εἰπὼν τὸ φεύγωμεν, ἐνταῦθα μένειν ἔκρινεν. οὔτε ἐκεῖ φθεγγόμενος εὐγενῶς, καὶ νῦν δὲ, κρίνας κακῶς. Ὀδυσσεὺς δὲ τῷ βασιλεῖ ἐπὶ κακῷ οἰκείῳ χαρίζεται. τοῦτο γὰρ δηλοῖ τὸ, ἦρα φέρειν ὅ ἐστι χάριν. ὅπερ ἐπίηρα φασὶν οἱ ὕστερον. γίνεται δὲ τὸ ἦρα κατὰ τοὺς παλαιοὺς, ἀπὸ τοῦ ἐρῶ ἤρανον τὸ ἐπιθυμητόν, ὡς κόπτω κόπανον. πληθυντικὸν, ἤρανα. καὶ ἀποκοπῇ, ἦρα. (ῃερς. 167.) Τὸ δὲ φεῦγον, σπουδαῖον δηλοῖ πλοῦν τὸν εἰς ἀποφυγὴν κακοῦ. διὸ καὶ τὸν Διομήδην φεύγειν ἐκ Τροίας τότε φησὶν, ἐπιμείνας τῇ λέξει. Τὸ δὲ, φεῦγον ἐπεὶ γίνωσκον ὃ δὴ κακὰ μήδετο δαίμων, ἐρεῖ ἂν ἅπας προμηθευσάμενος φυγεῖν ἐκ δαιμονίου κακοῦ. ὥσπερ στάσεως ἐριστικῆς δηλωτικὸν τὸ, ὣς οἱ μὲν χαλεποῖσιν ἀμειβόμενοι ἐπέεσσιν, ἔστασαν. οἱ δ' ἀνόρουσαν ἠχῇ θεσπεσίῃ. δίχα δέ σφισιν ἥνδανε βουλή. (ῃερς. 150.) Καὶ ὅρα τὸ ἥνδανε κοινότερον ἐνταῦθα λεχθέν. πρὸ βραχέων γὰρ, ἑήνδανε Ἀττικῶς ἐφράσθη. (ῃερς. 151.) Ὅτι ἀέσαμεν, ποιητικὴ ἐνταῦθα λέξις ἀντὶ τοῦ, ἀνεπνεύσαμεν. ἐκοιμήθημεν. ὅθεν οὐ μόνον ὑγρὸν ἀέντες ἤγουν πνέοντες ἄνεμοι, ἀλλὰ καὶ ἀεσίφρων ὁ οἱονεὶ κατὰ φρένας κοιμώμενος καὶ ἐναντίος τῷ νηφαλίῳ καὶ ἐγρηγορότι. (ῃερς. 152.) Ὅτι Ὁμήρου εἰπόντος πῆμα κακοῦ ἐν τῷ, ἐπὶ γὰρ Ζεὺς ἤρτυε πῆμα κακοῖο, λαβὼν ἐντεῦθεν ὁ ζηλωτὴς αὐτοῦ Σοφοκλῆς, πῆμα ἄτης φησίν. ὅ ἐστιν ἄτη περιφραστικῶς. Ἀρτύει δὲ πῆμα κακοῦ ὁ Ζεὺς, καθὰ καί τις ἀρτύει πῶμα χηλοῦ, ἤγουν ἀραρότως ἐπιτίθησιν. ἢ καὶ ἄλλως, ἀπαρτίζει. καθά που καὶ Εὔμαιος ἀράρισκε πέδιλα. (ῃερς. 154.) Ὅτι βαθυζώνους γυναῖκας τὰς Τρώας φησὶν, ἀντὶ τοῦ εὐστόλους. αἱ βάρβαροι γὰρ, τοὺς ὑποδύτας φασὶν, εἰς βάθος ἐπισύρουσιν. εἶεν δ' ἂν ὑποδύται, οἱ τοῖς ἐπενδύταις ὑποκείμενοι. (ῃερς. 155.) Ὅτι σχῆμα ἐπαναφορᾶς τὸ, ἡμίσεες λαοὶ ἐρητύοντο μένοντες παρ' Ἀτρείδῃ Ἀγαμέμνονι. ἡμίσεες δ' ἀναβάντες, ἐλαύνομεν. τὸ μέντοι ἀναβάντες ἐλαύνομεν, αἱ δὲ μάλ' ὦκα ἔπλεον, ἐστόρεσεν δὲ θεὸς μεγακήτεα πόντον, εὐδίας δηλωτικόν. (ῃερς. 156.) Ἔνθα ὅρα τὸ, μένοντες παρὰ Ἀγαμέμνονι. ἐτυμολογικὸς γάρ τις τρόπος ἐστὶν, ὡς τοῦ Ἀγαμέμνονος παρὰ τὸ μένειν ἐτυμολογουμένου. (ῃερς. 157.) Ἀναβῆναι δὲ καὶ νῦν, τὸ ἀναπλεῦσαι ἐκ τοῦ λιμένος. (ῃερς. 158.) Τὸ δὲ στορέσαι, πρωτότυπόν ἐστι τοῦ στρῶσαι καὶ καταστρῶσαι, ἀφ' οὗ τὰ στρώματα. εἰ γὰρ κοιμίζεται θεόθεν πόντος, εἰκότως καὶ καταστορεσθῆναι λεχθείη ἄν. διὸ καὶ Ἡρόδοτος εὐδίαν φράζων, φησίν. ἐπαύσατο ἄνεμος καὶ τὸ κῦμα ἔστρωτο. διὸ εὔλογον καὶ εὐνὰς ἐντεῦθεν τὰς ἀγκύρας λέγεσθαι. καὶ εὐνάζεσθαι κλύδωνα. λέγει δὲ ὁ ποιητὴς στορεσθῆναι τὸν πόντον, πρὸς πιθανότητα τοῦ ἐλαύνομεν. πεσόντος γὰρ ἀνέμου καὶ στορεσθέντος τοῦ πόντου, ἀναγκαῖον ἐλαύνειν. ὅ πέρ ἐστι δεύτερος πλοῦς. ὁ μέντοι πρῶτος πλοῦς, μετ' ὀλίγα ἔσται ὅτε λιγὺς οὖρος ὦρται καὶ αἱ νῆες μάλ' ὦκα διαδραμοῦνται. Ἰστέον δὲ καὶ ὅτι τῶν περὶ θάλασσαν ζῴων εἰς ἰχθύας διαιρουμένων καὶ εἰς κήτη, Ὅμηρος δι' αὐτὰ, ποτὲ μὲν ἰχθυόεντα πόντον φησὶν, ἢ ἰχθυόεντα κέλευθα ὡς μετ' ὀλίγα ἐρεῖ. ποτὲ δὲ, μεγακήτεα πόντον ὡς ἐνταῦθα. (ῃερς. 161.) Ὅτι ὥσπερ ἐν τοῖς ἑξῆς σχέτλιον ὕπνον φησὶ κατὰ λόγον βαρύτητος, τὸν βλάψαντα, οὕτω καὶ ἐνταῦθα Δία σχέτλιον. τοῦτο δὲ καὶ ἐν Ἰλιάδι εἶπε. καὶ ἡ αἰτία ἐγράφη ἐκεῖ. (ῃερς. 163.) Ὅτι τὸν Ὀδυσσέα, ἄνακτα δαΐφρονα ποικιλομήτην ὁ Νέστωρ καλεῖ, θεραπεύων τὸν ἀκροατὴν Ὀδυσσείδην Τηλέμαχον. ποιεῖ δὲ τοῦτο, ἵνα μὴ δόξῃ καὶ αὐτὸν, καθὰ καὶ τὸν βασιλέα, νήπιον ἔχειν ὡς εἰς ἐκεῖνον ἐπαναστραφέντα. διὸ οὐδὲ ῥητῶς εἶπεν ὅτι ἀπέστρεψε τὰς νῆας ὁ Ὀδυσσεὺς αὐτὸς ἐκεῖνος, ἀλλ' οἱ ἀμφ' Ὀδυσσῆα. Ὅρα δὲ ὅτι δυνάμενος ὁ ποιητὴς ποικιλομήτηνὈδυσσέα εἰπεῖν ὁμοίως τῷ, εὔμητιν καὶ πολύμητιν, ὅμως οὐκ ἔγραψεν οὕτως. ἐνδεικνύμενος, ἐξεῖναι καὶ οὕτω φράζειν καὶ οὕτως. τὸ μὲν δηλαδὴ, ἐκ τοῦ μῆτις ἡ βουλή. τὸ δὲ, ἀπὸ κινήσεως τοῦ μήδω ῥήματος ἐξ οὗ καὶ ὁ ἀγκυλομήτης. (ῃερς. 168.) Ὅτι τῷ Νέστορι ἐκ Τροίας οἴκαδε ὁ πλοῦς διὰ Λέσβου ἐγένετο καὶ τῶν ἐφεξῆς νήσων. φησὶ γὰρ ὁ Νέστωρ ὅτι ὀψὲ εἰς ἡμᾶς ἐλθὼν Μενέλαος, ἐν Λέσβῳ ἔκιχε δολιχὸν πλόον ὁρμαίνοντας, ὅ ἐστιν ὁρμῶντας. ἢ διαλογιζομένους. ὡς τὸ, ὥρμηνε δ' ἀνὰ θυμόν· εἶτα ἑρμηνεύων τί ὥρμαινον, φησίν. (ῃερς. 170.) ἢ καθύπερθε Χίοιο νεοίμεθα παιπαλοέσσης, νήσου ἐπὶ Ψυρίης, αὐτὴν ἤγουν τὴν Χίον ἐπ' ἀριστέρ' ἔχοντες. ἢ ὑπένερθε Χίοιο παρ' ἠνεμόεντα Μίμαντα. τοῦτο δὲ, ἐμπειρικῶς λέγει. ὡς δυνατὸν ὂν καὶ οὕτως, καὶ οὕτω πλεῦσαι. δῆλον δὲ ὡς ὕπερθε μὲν Χίου πλέει, ὁ ἐπ' ἀριστερὰ ἐκείνην ἀφείς. ὑπένερθε δὲ, ὁ παρὰ τὸν Μίμαντα. Ἰστέον δὲ ὅτι ἡ μὲν Λέσβος, νῆσος πεντάπολις. ἔχουσα πόλεις, Λέσβον ἀφ' ἧς καὶ ὠνόμασται. Ἄντισσαν ἢ Ἴσσαν. Πύῤῥαν. Μήθυμναν. καὶ Μιτυλήνην ἐξ ἧς ἡ νῆσος ἔχει ἄρτι τὸ ὄνομα ὥσπερ πάλαι ποτὲ ἐκ τῆς Λέσβου. περὶ ἧς καὶ ἐν Ἰλιάδι τὰ δέοντα εἴρηται. ταύτης παρώνυμον καὶ τὸ Λέσβιον ποτήριόν τε καί τι λουτρόν. μνεία δέ τις Λέσβου ἀρκοῦσα κεῖται καὶ ἐν ταῖς κατὰ τὴν Ἰλιάδα λιταῖς. (ῃερς. 169.) Τὸ δὲ πλόον εἰ καὶ συναιροῦσιν ἄλλοι ὡς ἂν μὴ παράλληλα τὰ αὐτὰ σύμφωνα εἴη καθ' Ἡρωδιανὸν εἰπεῖν, ὃ δὴ γίνεται καὶ ἐν τῷ Σαπφόος καὶ ἄλλοις μυρίοις ἃ συναλείφονται εἰς τὴν οˉυ δίφθογγον, ἀλλ' Ὅμηρος ἀναλόγως φράζει καὶ οὐδὲ πόῤῥω σεμνότητος. καθὰ καὶ τὸ νόον καὶ ῥόον. ἀφιεὶς, ἄλλα παρ' ἄλλοις εἶναι καλά. Χίος δὲ κατὰ τὸν γεωγράφον περὶ ἧς καὶ ἐν τοῖς τοῦ περιηγητοῦ ἐγράφη, περίπλουν ἔχει σταδίων ἐνακοσίων. ναύσταθμος δὲ αὐτῇ, νηῶν ὀγδοήκοντα. εἶχε δέ φησι καὶ ἄλσος φοινίκων. ὅτι δὲ ἀμφισβητοῦσιν Ὁμήρου Χῖοι, ἐν τῇ Ἰλιάδι γέγραπται. ἀπὸ ταύτης δὲ καὶ παροιμία τὸ, Χιαστὶ τίλλειν. ὡς τῶν Χίων παρατιλλομένων κατὰ τοὺς παλαιούς. καὶ ἑτέρα παροιμία κειμένη παρ' Εὐπόλιδι τὸ, Χίος δεσπότην ὠνήσατο, ἐπὶ τῶν βλαπτομένων ἔκποθεν προσώπων μεμισθωμένων ἐπ' ὠφελείᾳ. Χίοις γάρ φασι πρώτοις χρησαμένοις ὠνητοῖς ἀνδραπόδοις, ἐμήνισε τὸ δαιμόνιον. διὸ καὶ ἐβλάβησαν πολλὰ ὑπὸ δούλων ἀποστάντων καὶ ἐπαναστάντων αὐτοῖς. ὅθεν δὲ αἱ ῥηθεῖσαι παροιμίαι δύο, ἐκεῖθεν καὶ Χῖος λόφος, τὸ ἀποτιλθῆναι φασὶ τὴν κεφαλὴν τὸ μέσον. ὡς οἷον, λόφον ἀπολιπόντων. ὅτι δὲ καὶ τὸ κίβδηλον ἀπὸ Χίας ἱστορίας εἴληπται ὡς οἱονεὶ χίβδηλον, οἱ ἐτυμολόγοι δηλοῦσιν. ἦν μὲν γὰρ καιρὸς ὅτε Ἀθηναῖοι προσεῖχον τοῖς Χίοις. ὥστε καὶ θύοντες, ηὔχοντο ἀγαθὰ γενέσθαι αὐτοῖς καὶ τοῖς Χίοις. ἔπεσε δέ ποτε αὐτοῖς καὶ ἄλλως τὰ τῆς τύχης, καὶ ἐμισοῦντο ὑπὸ Ἀθηναίων οἱ Χῖοι. ὅτε καὶ τοῦ χαράγματος ὅσον ἀχρεῖον ἦν ἐν Ἀθήναις, χιάζοντες οἱ πολῖται τουτέστι τὸ ˉχ στοιχεῖον ἐντυπούμενοι, ἐσημειοῦντο οὕτως τὴν τοῦ κέρματος φαυλότητα. αἰνιττόμενοι ὡς οὕτως ἀποβάλλονται καὶ τοὺς Χίους ὧν κατάρχει τὸ ˉχ. καὶ ὠνομάζετο τὸ τοιοῦτον νόμισμα, κίβδηλον Ἰωνικώτερον, ὡς οἱονεὶ χίδηλον. ὅ ἐστι δηλούμενον διὰ τοῦ ˉχ. πλεονάσαντος τοῦ βῆτα, διὰ φωνῆς ὄγκον. ὡς καὶ ἐν τῷ ἁλυβδήσασα παρὰ Λυκόφρονι καὶ ἐν ἑτέροις πολλοῖς. Ὅτι δὲ τῇ Χίῳ νήσῳ παρωνόμασται καί τις 1. 1 βόλος πεττευτικὸς οὗ μέμνηται καὶ Ἀριστοφάνης ἐν τῷ, πέπτωκεν ἔξω τῶν κακῶν οὐ Χῖος ἀλλὰ Κῷος ἢ κατά τινας Κεῖος, ἐν τῇ ˉα ῥαψῳδίᾳ προγέγραπται. Ψυρία δὲ, νησίδιον, Χίου φασὶν ἀπέχον σταδίους ὀγδοήκοντα. λιμένα ἔχον νεῶν εἴκοσι. λέγεται δὲ καὶ οὐδετέρως τὰ Ψύρα. ὡς Ἀλκμάν. παρά τε ἱερὸν σκόπελον παρά τε Ψύρα τὸν Διόνυσον ἄγοντες. ἤγουν ὡς οἷον ἐν οὐδενὶ τιθέμενοι τὸν Διόνυσον. καὶ ἔστι παροιμία τὸ, Ψύρα τὸν Διόνυσον. διὰ τὴν τῆς νήσου λυπρότητα. ὁ δὲ γεωγράφος λέγει καὶ ὅτι τὰ Ψύρα κύκλος σταδίων τεσσαράκοντα καὶ πόλις ἐν αὐτῇ ὁμώνυμος. Μίμας δὲ, ὄρος φασὶ κατέναντι Χίου, μεταξὺ Ἐρυθρῶν καὶ τοῦ ὑποκρήμνου. ἀπὸ Μίμαντος γίγαντος ἐν αὐτῷ κειμένου. ἔστι δὲ εὔθηρον καὶ πολύδενδρον καὶ ἠνεμόεν ἤγουν ὑψηλόν. μέση δέ φασι Ψύρων καὶ Μίμαντος ἡ Χῖος κεῖται. ὅτι δὲ οὐ λιπαρὰ ἡ Χῖος, δηλοῖ ὁ ποιητὴς εἰπὼν αὐτὴν παιπαλόεσσαν. παροξύνεται δὲ τὸ Χίος ἐπὶ τῆς νήσου. καθὰ καὶ Ἴος ἡ νῆσος. ὁ μέντοι Χῖος ἀνὴρ ἢ οἶνος ἤ τι τοιοῦτον, προπερισπᾶται διὰ τὴν συναίρεσιν τὴν ἐκ τοῦ Χίϊος. (ῃερς. 176.) Ὅτι λιγὺς οὖρος ἐνταῦθα, ὁ ὀξὺς διὰ τὸν ἦχον. ὅπερ ταυτόν ἐστι τῷ, Ζέφυρον κελάδοντα. Σοφοκλῆς δὲ, εἰς ἓν ἄγει ἄμφω ἐν τῷ, ὀξὺν κέλαδον ἐνσείσας δι' ὤτων. (ῃερς. 177.) Ὅτι Γαιρεστὸς, λιμὴν Εὐβοίας. περὶ ἧς καὶ αὐτῆς ἐγράφη ἀλλαχοῦ. ἐς ταύτην ἐννύχιαι κατήγοντο αἱ τοῦ Νέστορος νῆες. ἤγουν· διὰ μιᾶς νυκτὸς κατέστησαν εἰς τὸν ἐκεῖ λιμένα. ὡς δηλοῖ ὁ μεταβαλὼν οὕτω. εὐπλοίᾳ θαυμαστῇ χρησάμενοι καὶ πλοῦν ἀμύθητον κατανύσαντες καὶ διὰ νυκτὸς Γαιρεστῷ προσσχόντες. κεῖται δὲ κατὰ τὸν γεωγράφον ἐπικαιρίως τὸ χωρίον τοῖς διαίρουσιν ἐξ Ἀσίας εἰς τὴν Ἀττικὴν, πλησιάζον τῷ Σουνίῳ. ἔχει δέ φησιν ἱερὸν Ποσειδῶνος ἐπισημότατον. ἔνθα καὶ θύσαι περὶ τὸν βωμὸν δοκεῖ ταύρων πολλὰ μηρία τῷ Ποσειδῶνι ὁ Νέστωρ. ἔστι δὲ καὶ κατοικία φησὶν ἀξιόλογος. μετὰ δὲ Γραιστὸν, Ἐρέτρια πόλις μεγίστη φησὶ τῆς Βοιωτίας μετὰ Χαλκίδα. (ῃερς. 179.) Ὅτι τὸ, πέλαγος μέγα μετρήσαντες, ἀντὶ τοῦ διαπεραιωσάμενοι. ὅθεν λέγεται καὶ ἐν τοῖς ἑξῆς τὸ τὴν χάρυβδιν ἀναμετρῆσαι. εἴληπται δὲ ἡ λέξις ἐκ τοῦ παρακολουθοῦντος. δῆλον γὰρ, ὡς ὁ ὁδεύων μετρεῖ ὅσον ὥδευσεν. ἴσως δὲ καὶ ἀπὸ τοῦ μεταίρειν ἡ λέξις παρῆκται. μεταίρει γάρ ποθέν ποι ὥσπερ ὁ ὁδεύων, οὕτω καὶ ὁ πλέων. (ῃερς. 180.) Ὅτι τριῶν ἡμερῶν πλοῦν δοκεῖ μετρεῖν ὁ ποιητὴς τὸν ἀπὸ Τροίας εἰς Ἄργος. λέγων ὅτι τέτρατον ἦμαρ ἔην ὅτε ἐν Ἄργεϊ αἱ τοῦ Διομήδους νῆες κατέστησαν. οὕτω καὶ ἀλλαχοῦ μετρεῖ ὁδὸν ἐν τῷ, ἔνδιοι ἱκόμεσθ' ἱερὸν ῥόον Ἀλφειοῖο. οἱ γὰρ ἐξ Ἀρήνης νυκτερεύσαντες, ἔνδιοι ὅ ἐστι μεσημβρινοὶ κατὰ τὸν γεωγράφον, ἀφικνοῦνται εἰς Ἀλφειόν. (ῃερς. 182.) Ὅτι ἐν τῷ, αὐτὰρ ἔγωγε Πύλονδ' ἔχον, τὸ ἔχειν, ἀντὶ τοῦ ἐλαύνειν, πλὴν οὐχ' ἁπλῶς, ἀλλὰ ναυτικῶς. κατὰ τὸ, ἡμίσεες δ' ἀναβάντες ἐλαύνομεν. ἄλλως δὲ, τὸ ἔχειν καὶ ἐπέχειν, καὶ ἐπὶ σκοποῦ κεῖται. ὅθεν καὶ παρὰ Πινδάρῳ τὸ, ἔπεχε σκοπῷ τόξον. διὸ καὶ οὕτως οἰκεῖον ἐπὶ νηὸς τὸ ἔχειν καὶ τὸ ἐπέχειν, καθὰ καὶ τὸ βάλλειν. ὡς τὸ, ἐς Φηρὰς ἐπέβαλλεν, ἡ ναῦς δηλαδή. τουτέστιν ἐπιτυχῶς καὶ εὐστόχως ἔθεεν. Ὅτι ἐν τῷ, οὐδέ ποτ' ἔσβη οὖρος, οὐ κακοζήλως οὕτω καὶ ψυχρῶς ἐῤῥέθη τὸ ἔσβη. ἀλλ' ἐπειδήπερ ἡ τῶν ἀνέμων ὕλη ἀτμίς ἐστιν οὐ μόνον ὑγρὰ ἀλλὰ καὶ ξηρὰ μάλιστα, ταυτὸν δὲ εἰπεῖν καπνώδης καὶ θερμὴ, διὸ τὸ μὲν ὑγρὸν ὁ ποιητὴς δηλοῖ ἐν τῷ, ἴκμενος οὖρος. καὶ ἀνέμων μένος ὑγρὸν ἀέντων. τὸ δὲ καπνῶδες καὶ οὕτω θερμὸν, ἐν τῷ, οὐδέ ποτ' ἔσβη οὖρος. διαρκῆ δὲ ἄνεμον οὔριον δηλοῖ τὸ οὐδέ ποτ' ἔσβη οὖρος, ἐπειδὴ πρῶτα θεὸς προέηκεν ἀῆναι. Τὸ δὲ ποτὲ, τὸ οὐ διηνεκὲς καὶ ἐνταῦθα δηλοῖ ἀλλὰ πρὸς καιρόν. (ῃερς. 183.) Τοῦ δὲ ἀῆναι τὸ θέμα οὐκ εὔχρηστον. ἀαίνω γὰρ ὡς τὸ φοραίνω ὑδραίνω καὶ τὰ τοιαῦτα. τοῦτο δὲ, ἀήμεναι ἀνωτέρω ἔφη ὁ ποιητής. (ῃερς. 184.) Ὅτι ὥσπερ ἡ Εὐρύκλεια πρὸ τούτων, οὕτω καὶ ἐνταῦθα φίλε τέκνον Ἀττικῶς ὁ ῥήτωρ Νέστωρ τὸν Τηλέμαχον προσφωνεῖ. εἰπών. ὣς ἦλθον φίλε τέκνον ἀπευθής. ἐπεὶ δὲ πρὸ μικροῦ ἀπευθὴς ὄλεθρος ἐῤῥέθη ὁ ἀνήκουστος καὶ περὶ οὗ οὐδεὶς οἶδε πυθόμενος, ἐνταῦθα δὲ ἄλλως κεῖται τὸ ἀπευθὴς, ἑρμηνεύων ὁ ποιητὴς τοῦτο, φησίν. οὐδέ τι οἶδα. καὶ τὰ ἑξῆς. ἵνα ᾖ νῦν ἀπευθὴς, ὃς οὐδὲν οἶδεν. ἤγουν ὃς οὐδὲν ἐπύθετο. (ῃερς. 187.) Διὸ ἐπάγει. ὅσσα δ' ἐνὶ μεγάροισι καθήμενος πεύθομαι, ᾗ θέμις ἐστὶ δαήσεαι. οἱονεὶ λέγων, ὅτι τῶν ἄλλων μὲν, ἀπευθής εἰμι. τὰ δὲ ἐφεξῆς πεύθομαι οἴκοι καθήμενος. Τὸ δὲ ᾗ θέμις ἐστὶν, ἀντὶ τοῦ καθά ἐστι δίκαιον. χρὴ γὰρ μὴ μαψιδίως οὕτω ψεύδεσθαι εἰς οὐδὲν δέον. Σημείωσαι δὲ ὅτι ἐπίτηδες ἀναρτᾷκατὰ τοὺς παλαιοὺς τὸν λόγον ὁ ποιητὴς ἐπὶ Νέστορος, ἵνα τὰ λοιπὰ δι' ἄλλου χωρίου δηλώσῃ. τὸ γὰρ ἑνὶ ἀνθρώπῳ πάντων φησὶ τῶν περὶ τὸν νόστον τὴν ἐμπειρίαν περιθεῖναι, οὐ πιθανόν. ἐν μέρει δὲ δηλουμένων, ἀξιόπιστον γίνεται τὸ πᾶν. οὐκ ἄλογος οὖν φασὶν οὐδὲ ἡ πρὸς Μενέλαον ἐκπομπή. ἵνα σὺν ἄλλοις, καὶ τὰ περὶ Ἑλένης ἐνταῦθα διατυπωθῇ. (ῃερς. 188.) Ὅτι προσιστορῶν ὁ Νέστωρ καὶ ἕτερα τῶν μετὰ τὴν ἅλωσιν τῆς Τροίας, φησίν. εὖ μὲν Μυρμιδόνας φασὶν ἐλθεῖν ἐγχεσιμώρους, οὓς ἄγ' Ἀχιλλῆος μεγαθύμου φαίδιμος υἱός. ὃν οἱ νεώτεροί φασιν ἐλθεῖν εἰς τὴν οὕτω καλουμένην ἤπειρον, ὡς καὶ κατωτέρω ῥηθήσεται. εὖ δὲ Φιλοκτήτην Ποιάντιον ἀγλαὸν υἱόν. πάντας δ' Ἰδομενεὺς Κρήτην εἰσήγαγ' ἑταίρους, οἳ φύγον ἐκ πολέμου. Ἀτρείδην δὲ, καὶ αὐτοὶ ἀκούετε. ὥστε ἦλθεν, ὥστ' Αἴγισθος ἐμήσατο κακὸν ὄλεθρον. Καὶ ὅρα τὴν ἐν τῷ χωρίῳ τούτῳ γοργότητα, καὶ τὸ τῆς ἱστορίας ἐπίτροχον. ἔτι δὲ καὶ τὸ πολύσχημον τὸ, εὖ μέν φασιν ἐλθεῖν τοὺς δεῖνα πληθυντικῶς. εὖ δὲ τὸν δεῖνα. πάντας δὲ ὁ δεῖνα τοὺς μετ' αὐτοῦ περιεποιήσατο. τὸν δὲ δεῖνα, καὶ αὐτοὶ ἀκούετε τί πέπονθε. συμβάλλεται δέ τι πρὸς πολυσχημοσύνην, καὶ τὸ τοὺς μὲν ἄλλους ὀνομάσαι, τὸν δὲ Νεοπτόλεμον καὶ τὸν Ἀγαμέμνονα, πατρόθεν δηλῶσαι διὰ τὸ ἄγαν ἄλλως ἐπισήμους εἶναι. ἀναφέρεται δὲ τὸ μὲν τῶν Μυρμιδόνων καὶ τὸ τοῦ Φιλοκτήτου, εἰς ἀόριστον ἱστορίαν, ὡς δηλοῖ τὸ φασί. τὸ δὲ τοῦ Ἰδομενέως, εἰς εἴδησιν ἀκριβῆ. ἀποφαίνεται γὰρ ὁ Νέστωρ, ἐπανελθεῖν οἴκοι αὐτόν τε καὶ πάντας οὐ τοὺς ἐξ ἀρχῆς αὐτῷ συμπλεύσαντας, ἀλλ' ὅσοι οὐκ ἔπεσον ἐν μάχῃ. τὸ δὲ τοῦ Ἀτρείδου, εἰς ἀκουὴν ὡρισμένην τε καὶ ἀόριστον ὡς δηλοῦται διὰ τοῦ καὶ αὐτοὶ ἀκούετε, ἤγουν καὶ ὑμεῖς καὶ ἕτεροι. Ἐγχεσίμωροι δὲ ὡς καὶ ἐν Ἰλιάδι, οἱ αἰχμηταί. οἱ περὶ ἔγχη μεμορημένοι ὅ ἐστι κακοπαθοῦντες, κατὰ ἔκτασιν τοῦ ˉο. ἢ ἐγχεσίωροι, ὡς ὥραν ἔχοντες τῶν ἐγχέων, πλεονασμῷ τοῦ ˉμ (ῃερς. 189.) Υἱὸν δὲ Ἀχιλλέως, τὸν Νεοπτόλεμον λέγει ὃν καὶ Πύῤῥον φασὶ κληθῆναι. ὡς καὶ Σοφοκλῆς διὰ τοῦ Φιλοκτήτου αἰνίττεται ἐν τῷ, ὦ πῦρ σύ. περὶ οὗ φασί τινες, καὶ ὅτι Νεοπτόλεμος ἐπειδὰν τὸ μέχρι Θετταλίας διεμέτρησε πέλαγος, ἐνέπρησεν ἃ εἶχε σκάφη, συμβουλῇ Θέτιδος. καὶ χρησθεὶς ὑπὸ Ἑλένου, μένειν ὅπου ἂν οἴκῳ ἐντύχῃ θεμελίους μὲν ἔχοντι σιδηροῦς τοίχους δὲ ξυλίνους καὶ ὄροφον ἐρεοῦν, καὶ πεζὸς ἐλθὼν εἰς τὴν παμβῶτιν λίμνην ἠπείρου, εὗρέ τινας ἐκεῖ δόρατα πήξαντας καὶ χλαίνας καταπετάσαντας ἄνω, καὶ οὕτω σκηνοῦντας καὶ συμβάλλει τὸν χρησμόν. καὶ οἰκεῖ ἐκεῖ. καὶ ἴσχει υἱὸν τὸν Μολοσσὸν ἐξ Ἀνδρομάχης τῆς γυναικὸς Ἕκτορος, ἀφ' οὗ Μολοσσία ἡ χώρα. (ῃερς. 190.) Τὸ δὲ Ποιάντιον διὰ διφθόγγου ὀφεῖλον γραφῆναι ὡς κτητικὸν, ἀποβολὴν ἔπαθε τοῦ ˉε διὰ μέτρον. ὡς καὶ τὸ, αἰπύτιον παρὰ τύμβον ἐν Ἰλιάδι. καὶ τὸ, Αἰολίη νῆσος ἐν τοῖς ἑξῆς. καὶ ἄλλα δὲ διάφορα. Ὅρα δὲ καὶ νῦν τὴν Ὁμηρικὴν εὐλογίαν ἐν τοῖς ἐπιθέτοις. τούς τε γὰρ Μυρμιδόνας ἐπῄνεσεν ὡς ἐῤῥέθη, καὶ τὸν καλὸν τοξότην Φιλοκτήτην. καὶ τὸν Ἀχιλλέα. καὶ τὸν αὐτοῦ υἱόν. τὸν δέ γε Ἰδομενέα, οὕτως ἁπλῶς ἐξεφώνησε, διὰ ποικιλίαν καὶ τοῦτο γραφῆς. ἐποίησε δὲ καὶ κάλλος κομματικὸν ἐν τῷ, ὥστ' ἦλθεν ὥστ' Αἴγισθος. (ῃερς. 195.) Ὅτι ἀμύνης δηλωτικὸν τὸ, ἀλλ' ἤτοι κεῖνος μὲν ἐπισμυγερῶς ἀπέτισε. περὶ Αἰγίσθου δὲ ὁ λόγος, παθόντος οἷα ἔπαθεν ἐφ' οἷς τὸν Ἀτρείδην ἀνεῖλε. Ἔστι δὲ σμυγερῶς, τὸ ἐπιπόνως. ὀδυνηρῶς. καὶ ὡς εἰπεῖν, καυστικῶς. ἀπὸ τοῦ σμύχω τὸ καίω. ὅθεν τὸ, σμύξαι πυρὶ νῆας. τοῦ δὲ σμύχω, δεύτερος ἀόριστος, ἔσμυγον. ὅθεν τὸ σμυγερόν. Τί δὲ ἀπέτισεν Αἴγισθος; ἢ πάντως ὅπερ ὤφειλε. τόδε ἦν, τὸ μὴ θανεῖν ἁπλῶς ἀλλὰ σμυγερῶς. (ῃερς. 190.) ὅτι γνωμικὸν τὸ, ὡς ἀγαθὸν καὶ παῖδα καταφθιμένοιο λιπέσθαι ἀνδρός. ἐν ᾧ ἀπὸ κοινοῦ νοητέον τὸ, ἀγαθὸν παῖδα. τί γὰρ ἄλλως ἀγαθὸν ἐὰν ἐξώλης υἱὸς πατέρα ἀγαθὸν διαδέχοιτο. οὕτω καὶ ἐν τῷ, ἀγαθὴ παραίφασις ἑταίρου, τὸ ἀγαθοῦ ἀπὸ κοινοῦ συνεπινοεῖται. ἵνα λέγῃ ἀγαθὴν παραίφασιν, τὴν τοῦ ἀγαθοῦ ἑταίρου. (ῃερς. 199.) Ὅτι χρήσιμον εἰς προτροπὴν εὐγενοῦς τὸ, καὶ σὺ φίλος, μάλα γάρ σ' ὁρέω καλόν τε μέγαν τε. καὶ ἑξῆς, ὡς ἐν τῇ ˉα ῥαψῳδίᾳ ἡ Ἀθηνᾶ ἔφη. ταυτὰ εἰποῦσα οἷς ἐνταῦθα ὁ γέμων Ἀθηνᾶς Νέστωρ, φησίν. ὡς καὶ ἀλλαχοῦ πεποίηταί τι ὅμοιον. (ῃερς. 2.) Ὅτι χρηστολογηθεὶς ὁ Τηλέμαχος ἐν οἷς πρὸ μικροῦ πατρῴζειν ἐν λόγοις ἤκουσε πρὸς τοῦ Νέστορος, καὶ θαῤῥήσας, καὶ ἐν φρεσὶν ἤδη νοῶν ὡς ἡ Ἀθηνᾶ εἶπε, κατά τινα δαιμονίαν ὑποθήκην λαλεῖ πρὸς τὸν ῥήτορα Νέστορα, ὅσα ὁ ποιητὴς δηλοῖ. προθεὶς ἔπαινον τοῦ γέροντος τὸ, ὦ Νέστορ Νηλαιάδη μέγα κῦδος Ἀχαιῶν. εἶτα μακαρίζει τὸν Ἀγαμεμνονίδην Ὀρέστην, εἰπών. καὶ λίην κεῖνος μὲν ἐτίσατο, καὶ οἱ Ἀχαιοὶ οἴσουσι κλέος εὐρύ. καὶ ἑρμηνεύων τί τὸ εὐρὺ, ἐπάγει. (ῃερς. 4.) καὶ ἐσσομένοισι πυθέσθαι. ἢ κατὰ ἑτεροίαν γραφὴν, καὶ ἐσσομένοισιν ἀοιδήν. ὡς εἶναι κλέος εὐρὺ, τὸ πλατυνόμενον καὶ εἰς τὰς ἔπειτα γενεάς. (ῃερς. 3.) Τὸ δὲ κεῖνος, ἔοικε κατ' ἐξοχὴν εἰρῆσθαι. οὐ γὰρ ἔφθη μνησθῆναι πρὸς ὄνομα τοῦ Ὀρέστου. ὥσπερ οὐδὲ πρὸ ὀλίγων ἐν τῷ, ἐπεὶ καὶ κεῖνος ἐτίσατο πατροφονῆα. τοιοῦτον καὶ παρὰ τῷ κωμικῷ τὸ αὐτὸ ἐπὶ Σωκράτους ῥηθέν. καὶ τὸ, αὐτὸς ἔφα τὸ ὑπὸ τῶν Πυθαγορικῶν ἐπὶ τῷ διδασκάλῳ λεγόμενον. (ῃερς. 5.) Ὅτι εὐχὴ ἐπὶ ἀμύνῃ τὸ, αἲ γὰρ ἐμοὶ τοσσήν δε θεὸς δύναμιν παραθείη τίσασθαι τοὺς δεῖνα ὑπερβασίης ἀλεγεινῆς. οἳ τέ μοι ὑβρίζοντες ἀτάσθαλα μηχανόωνται. (ῃερς. 8.) Δυστυχίαν δὲ μετὰ καὶ παραμυθίας φράζει τὸ, ἀλλ' οὔ μοι τοιοῦτον ἐπέκλωσαν θεοὶ ὄλβον πατρί τ' ἐμῷ καὶ ἐμοί. νῦν δὲ, χρὴ τετλάμεν ἔμπης. (ῃερς. 6.) Ἡ δὲ ὑπερβασία, καὶ παραιβασία καλεῖται. εἴληπται δὲ τὸ μὲν, ἀπὸ τῶν ὑπερβαινόντων ὁροθέσια τυχὸν ἢ τοιαῦτά τινα. τὸ δὲ, ἀπὸ τῶν παρὰ τὴν εὐθεῖαν βαινόντων. Τὸ δὲ ὑπερβασίας ἀλεγεινῆς, ἀντίπτωσίς ἐστι. τὸ γὰρ ὀρθὸν ἦν, τίσασθαι μνηστήρων ὑπερβασίαν. ἔχει οὖν τὸ ἕνεκεν προσυπακουόμενον, καὶ ἔστιν ὅμοιον τῷ, ὁ τὸ ῥόδον θαυμάζων τοῦ κάλλους. καὶ τοῖς τοιούτοις. (ῃερς. 211.) Ὅτι τοῦ ἀνέμνησας, αἰτιατικῇ ἐνταῦθα συντάσσει, εἰπών. ὦ φίλ' ἐπειδὴ ταῦτα μ' ἀνέμνησας. πρὸ μέντοι βραχέων, ἄλλως ἔφη ἐν τῷ, τῶν μνῆσαι καί μοι νημερτὲς ἔνισπε, γενικῇ συντάξας κοινότερον τὸ μνῆσαι. ἐν δὲ τῇ Ἰλιάδι, καὶ αὐτὸ μετὰ αἰτιατικῆς ἔταξεν. εἰπών. μέμνημαι τόδε ἔργον, καὶ ἑξῆς. ἔνθα δοκεῖ μνημονικὸς εἶναι ὁ Νέστωρ, εἰ καὶ μὴ κατὰ Σιμωνίδην ἴσως τὸν ἱστορούμενον ἐν τοῖς ὕστερον, ἢ κατὰ τὸν δαιμόνιον Τυανέα. ὃς οὕτω φασὶ διαμνημονικὸς ἦν, ὡς ἑκατοντούτης γενόμενος, ἐῤῥῶσθαι τὸ μνημονικὸν ὑπὲρ τὸν Σιμωνίδην. (ῃερς. 214.) Ὅτι θαυμαστὸν ἡγησάμενος ὁ Νέστωρ εἴπερ οἱ τῆς Πηνελόπης μνηστῆρες ἄκοντος Τηλεμάχου κακὰ μηχανῶνται, ἐρωτᾷ οὕτως. εἰπέ μοι ἢ ἑκὼν ὑποδάμνασαι, ἢ σέ γε λαοὶ ἐχθαίρουσ' ἀνὰ δῆμον ἐπισόμενοι θεοῦ ὀμφῇ, τουτέστι χρησμῷ. πολλάκις γάρ φασι μεθίστασαν τοὺς βασιλεῖς, μαντείας ἐπιγινομένης. διὸ καὶ ἐν τοῖς ἑξῆς που εἰπών τις δεινὸν εἶναι γένος βασιλήϊον κτείνειν, ἐθέλει, πρῶτον θεῶν εἴρεσθαι βουλάς. (ῃερς. 216.) Ὅτι θαῤῥύνων τὸν Τηλέμαχον ὁ Νέστωρ ἐπὶ τῷ πατρὶ, καὶ συνιστῶν αὐτῷ ἐκεῖνον ὡς ἀνδρεῖόν τε ἅμα καὶ ἀνθρώπων ἐπίστροφον εἴτουν πολύφιλον, φησί. τίς δ' οἶδεν εἰ καί ποτε τοῖς μνηστῆρσι βίας ἀποτίσεται ἐλθών, ἢ ὅγε μοῦνος ἐὼν, ἢ καὶ σύμπαντες Ἀχαιοί. (ῃερς. 218.) Εἶτα κατασευάζων ὁ γέρων πῶς ἂν εἷς μόνος Ὀδυσσεὺς τῶν τοσούτων μνηστήρων περιγένοιτο, αἰτιᾶται τοῦ μεγάλου τούτου ἔργου, τὸ τοῦ ἥρωος θεοφιλές. φησὶ γὰρ εὐχόμενος εἰ γάρ σε ὣς ἐθέλοι φιλέειν ἡ Ἀθηνᾶ ὡς Ὀδυσσέως ἐκήδετο ἐν τῇ Τροίᾳ. ὅπερ διασαφῶν, ἐπάγει. οὐ γάρ πω ἴδον ὧδε θεοὺς ἀναφανδὰ φιλεῦντας, ὡς κείνῳ ἀναφανδὰ παρίστατο Παλλὰς Ἀθήνη. εἴ σ' οὕτως ἐθέλει φιλέειν κήδοιτό τε θυμῷ, τῷ κέν τις κείνων γε καὶ ἐκλελάθοιτο γάμοιο. Ἰστέον δὲ ὅτι τὸ, εἰ γάρ σε ὣς ἐθέλοι φιλέειν Ἀθηνᾶ, οὐκ εὐκτικῶς ἀλλ' ἐνδοιαστικῶς πρός τινος ληφθὲν καὶ ἐπεμβολὴν παθὸν τοῦ, οὐ γάρ πω ἴδον ὧδε θεοὺς καὶ ἑξῆς, εἶτα ἐπαναληφθὲν ἐν τῷ, εἴσ' οὕτως ἐθέλει φιλέειν, ἀποδέδοται ἐν τῷ, ἐκλελάθοιτο ἄν τις ἐκείνων τοῦ γάμου. (ῃερς. 217.) Ὅρα δὲ καὶ ὅτι ἐν τῷ, ἢ καὶ σύμπαντες Ἀχαιοὶ, παρεμφαίνει ὁ ποιητὴς ὡς εἴπερ ἐπανελθὼν Ὀδυσσεὺς ἱκέτευσε, σύμπαντες ἂν Ἀχαιοὶσὺν αὐτῷ τοὺς μνηστῆρας ἐτίσαντο. καὶ οὐ μόνον οἱ Πύλιοι καὶ οἱ Σπαρτιάται ὡς πρὸ τούτου οἱ μνηστῆρες ὑπώπτευσαν. καὶ ἦν μὲν εὐχερὲς Ὁμήρῳ ποιῆσαι τοῦτο πλασαμένῳ. ἐπιλέγεται μέντοι τὸ ἐναγωνιώτερον, τὸ, μόνον αὐτὸν θειότερον περιγενέσθαι τῶν μνηστήρων καὶ τερατωδέστερον. (ῃερς. 221.) Τὸ δὲ ἀναφανδὰ, δηλοῖ μὲν τὸ ἐναργῶς. ἐλέχθη δὲ δὶς διὰ τὸ καίριον. ἐσχημάτισται δὲ πληθυντικῶς ἐκ τοῦ ἀναφανδὸν ἐπιῤῥηματικοῦ ὀνόματος. (ῃερς. 224.) Τὸ δὲ ἐκλελάθοιτο γάμοιο, τὸ πολὺ τοῦ φόβου δηλοῖ εἰ δι' αὐτὸν τοῦ τοσούτου λάθοιτό τις ἔρωτος. Ἰστέον δὲ ὅτι τὸ τίς, πολλάκις οὐχ' ἕνα δηλοῖ ἁπλῶς ἀλλὰ πάντας, ληφθὲν ἀντὶ τοῦ, εἷς ἕκαστος. οὕτως παρὰ Σοφοκλεῖ λέγουσιν ὁ χορὸς οἱ Σαλαμίνιοι, ὡς νῦν καιρός τινι ποδοῖν κλοπᾶν ἀρέσθαι. ἤγουν ἄρτι καιρὸς ἡμῖν φυγεῖν λάθρα. οὕτω κἀνταῦθα ἐκλελάθοιτό τις γάμου. ὅ ἐστιν, ἕκαστος τῶν μνηστήρων. ἄλλως γὰρ, οὐδὲν λυσιτελὲς τῷ Ὀδυσσεῖ, εἴπερ τῶν τοσούτων εἷς τις δειλανδρήσειεν. (ῃερς.
123.1.2
) Νῆες δὲ φοινικοπάρῃοι αἱ ἀλλαχοῦ μιλτοπάρῃοι διὰ τὸ τῆς μίλτου φοινικοῦν. (ῃερς. 124.) Πτερὰ δὲ νηὸς, τὰς κώπας λέγει, κρεῖττον ἤπερ ὁ Λυκόφρων τὰ ἱστία. εἰ γὰρ καὶ τάχους αἴτια τῇ νηῒ καὶ τὰ ἱστία καθὰ καὶ αἱ κῶπαι, ἀλλὰ τὸ σχῆμα τῶν πτερῶν μᾶλλον αἱ κῶπαι σώζουσιν ἤπερ τὰ λαίφεα. καί πως κατὰ τὰ σχιζόπτερα πέτεται ἡ ναῦς ταῖς κώπαις ὅσα καὶ πτεροῖς. (ῃερς. 127.) Ἐν δὲ τῷ, ἀνὰ φαιδίμῳ ὤμῳ, δοτικῇ συντάσσεται ἡ ἀνˉα πρόθεσις ὡς καὶ ἐν τῇ Ἰλιάδι σεσημείωται. (ῃερς. 129.) Τὸ δὲ ἱερὰ καλὰ τὸ ὕστερον καλλιερεῖν καὶ τὸ καλλιέρημα συνέθηκεν. (ῃερς. 130.) Ἀρνειὸς δὲ, ὡς καὶ ἀλλαχοῦ ἐῤῥέθη, θύεται Ποσειδῶνι διὰ τὸ πρᾷον τῆς θαλάσσης ὅτε ἠρέμα πορφύρει γαλήνιον, ταῦρος δὲ διὰ τὸ κατὰ σφοδρότητα κινήσεως πληκτικὸν, ἔτι δὲ καὶ διὰ τὸ μυκητικὸν καὶ διὰ τὰς ἐν τῷ ὕδατι δὲ καμπτὰς δίκην κεράτων. κάπρος δὲ διὰ τὸ τοῦ ὑγροῦ γόνιμον. συνουσιαστικὸν γὰρ ὁ ἄῤῥην καπρός. ὅθεν καὶ καπρᾶν τὸ οὕτως ὀρέγεσθαι, καὶ καπρῶσα γυνὴ ἡ οὕτως ἐφιεμένη. Τὸ δὲ συῶν ἐπιβήτορα περίφρασίς ἐστι τοῦ κάπρου. Ἰστέον δὲ ὅτι ἡ τοιαύτη θυσία τριττύα λέγεται παρὰ τοῖς παλαιοῖς, οἳ τριττύαν ἔλεγον τὴν ἐκ τριῶν ζώων θυσίαν, οἷον, δύο μήλων καὶ βοὸς, ὡς Ἐπίχαρμος, ἢ βοὸς καὶ αἰγὸς καὶ προβάτου, ἢ κάπρου καὶ κριοῦ καὶ ταύρου. ἡ δὲ τοιαύτη καὶ βούπρωρος φασὶν ἐλέγετο διὰ τὸ προηγεῖσθαι αὐτῆς οἷα νηὸς πρώραν τὸν βοῦν. φράζει δέ τινα τριττύαν καὶ (ῃερς. 431.) ὁ κωμικὸς ἐν τῷ, βουθυτεῖ ὗν, καὶ τράγον καὶ κριόν. ἐλέγετο δὲ καὶ δωδεκαῒς θυσία ἡ ἐκ δώδεκα ζῴων. ἡ δ' αὐτὴ καὶ διὰ τοῦ ˉη δωδεκηΐς. ὡς δὲ καὶ ἑκατόμβη ἐλέγετο ἡ ἐξ ἑκατὸν, καὶ χιλόμβη ἡ ἀπὸ χιλίων, δῆλόν ἐστιν. οὕτω δὲ καὶ ὅτι ἀρνειὸς μὲν ὀξυτόνως ζῷον, ἀρνεῖος δὲ μὴν προπερισπωμένως. (ῃερς. 133.) Τὸ δὲ νοστῆσαι περιφράζων οἴκαδε ἀποστείχειν λέγει. Θάνατος δὲ ἔξαλος ὁ ἠπειρωτικὸς καὶ ἔξω θαλάσσης, ἵνα λέγῃ ὅτι εἰ καὶ δυστυχεῖς ὦ Ὀδυσσεῦ κατὰ θάλασσαν, ἀλλ' ὁ θάνατός σοι οὐκ ἐν αὐτῇ ἔσται ἀλλ' ἔξω αὐτῆς. τινὲς δὲ ἐξ ἁλὸς γράφουσι κατὰ παράθεσιν ἐν δισὶ μέρεσι λόγου, λέγοντες ὡς Τηλέγονος ὁ Κίρκης καὶ Ὀδυσσέως ἡφαιστότευκτον δόρυ ἔχων οὗ ἀδαμαντίνη μὲν ἡ ἐπιδορατὶς, αἰχμὴ δὲ κέντρον θαλαττίας τρυγόνος, χρυσοῦς δὲ ὁ στύραξ. καὶ ἐλθὼν ἐκ Τυρσηνίας εἰς ἀναψηλάφησιν τοῦ πατρὸς καὶ λεηλατῶν ἀγνοίᾳ τὰ ἠπειρωτικὰ τοῦ Ὀδυσσέως κτήματα καὶ εὑρὼν ἀντίπαλον τὸν πατέρα, ἀνεῖλεν οὐκ εἰδώς. καὶ οὕτω τῷ κατὰ θάλασσαν ἀεὶ κακῶς πράττοντι ἐκ θαλάττης αὖθις ὁ θάνατος, ὃς ἔπεφνεν αὐτὸν, καθὰ καὶ Ὀππιανὸς ἱστορεῖ, τῷ τῆς τρυγόνος κέντρῳ, ἣν Φόρκυς φασὶν ἀνεῖλεν φθείρουσαν τοὺς ἐν τῇ Φορκίδι λίμνῃ ἰχθῦς. Ἰστέον δὲ ὡς εἰ καὶ ἐγράφη προσεχῶς οἷά τι ἕτερον ἡ ἐπιδορατὶς καὶ ἡ αἰχμὴ, ἀλλ' οἱ πλείους ἰσοδύναμα ταῦτα κατὰ πολυωνυμίας οἴδασι. διὸ εἴη ἂν καὶ ἐνταῦθα ἐπιδορατὶς μὲν ἀδαμαντίνη, τὸ ἐπὶ τῷ δόρατι ἤγουν τὸ μετὰ τὸ δόρυ ἐξ ἀδάμαντος ὀξύ. αἰχμὴ δὲ τρυγόνος τὸ ἐπὶ τῷ ἀδάμαντι ὀξύτατον, εἰ μὴ ἄρα τυχὸν μεμέρισται ἄλλως πως ἡ ἱστορία, καὶ οἱ μὲν ἀδαμαντίνην τὴν ὅλην εἶπον ἐπιδορατίδα, οἱ δὲ πάλιν τὴν ὅλην ἀπὸ κέντρου τρυγόνος. Ἰστέον δὲ καὶ ὅτι εἴτε ἔξαλος γράφει τις εἴτε ἐξ ἁλὸς, λοξότητα χρησμοῦ μιμεῖται ὁ τοιοῦτος λόγος τοῦ Τειρεσίου διὰ τὸ ἀσαφὲς καὶ δυσεξήγητον. Ἰστέον δὲ ὅτι ὁ παρὰ τοῖς μεθ' Ὅμηρον ἐν δυσὶ ˉλ ἔξαλλος ἄλλο τι παντελῶς ἐστὶ παρὰ τὸν Ὁμηρικὸν ἔξαλον. καὶ δηλοῖ αὐτὸ καὶ ἡ ἔξαλλος στολὴ, ὅ πέρ ἐστιν ἡ ἐξέχουσα τῶν ἄλλων καὶ οὕτω παρεξηλλαγμένη. (ῃερς. 134.) Ἀβληχρὸς δὲ θάνατος ὁ ἀσθενὴς καὶ ἠρεμαῖος διὰ τὸ ἄνοσον, ὁποῖος ὁ ἐν γήρᾳ μάλιστα λιπαρῷ. καὶ τοῦτο μὲν κατὰ τὴν ἔννοιαν τοῦ ἔξαλος. εἰ δὲ πληγεὶς τέθνηκεν Ὀδυσσεὺς, εἴη ἂν ἀβληχρὸς θάνατος καθόλου ὁ ἀβληχροποιὸς, ὡς ἀσθενεῖς ποιῶν τοὺς θνήσκοντας. (ῃερς. 135.) Γῆρας δὲ λιπαρὸν τὸ δίχα νόσου καὶ τῆς ἐκεῖθεν τηκεδόνος, καὶ ἄλλως δὲ τὸ εὔδαιμον, ᾧ ἐναντίον μετ' ὀλίγα τὸ, χαλεπὸν δ' ἐπὶ γῆρας ἱκάνει. (ῃερς. 136.) Ὄλβιοι δὲ λαοὶ οἱ εὐδαίμονες. μέρος δὲ πάντως εὐτυχίας βασιλεῖ τομέγιστον, ὀλβίους ὑπ' αὐτῷ εἶναι τοὺς λαούς. διὸ καὶ ἀλλαχοῦ φησίν· ἀρετῶσι δὲ λαοὶ ὑπ' αὐτῷ. (ῃερς. 138.) Ὅτι ὁ ἐφ' οἷς ἂν μάθοι κακοῖς μὴ ἔχων τί ποιήσειν, εἴποι ἂν τὸ, τὰ μὲν ἄρ που ἐπέκλωσε θεὸς αὐτός. (ῃερς. 142.) Λύπης δὲ γονικῆς φραστικὸν τὸ, ἀκέουσα ἢ ἀκέων ἧσται οὐδ' ἑὸν υἱὸν ἔτλη ἐσάντα ἰδεῖν οὐδὲ προτιμυθήσασθαι. σαφοῦς δὲ καὶ συντόμου λόγου ἐνδεικτικὸν τὸ, ῥηΐδιόν τοι ἔπος ἐρέω καὶ ἐνὶ φρεσὶ θείω. (ῃερς. 145.) Πρὸς δὲ ἀνομίλητον εἰπεῖν ἁρμόττει τὸ, ὅν τινα μὲν ἂν ἐᾷς ᾆσσον ἴμεν, ὁ δέ τοι νημερτὲς ἐνίψει. ᾧ δ' ἂν ἐπιφθονέοις, ὁ δέ τοι πάλιν εἶσιν ὀπίσσω. τὸ δὲ τοιοῦτον καὶ ἐπὶ τῶν ἐπὶ μισθῷ βαρεῖ διδασκόντων παρῳδήσεταί ποτε. (ῃερς. 147.) Ὅρα δὲ τὸ, νημερτὲς ἐνίψει, ἀντὶ τοῦ ἁπλῶς εἴπῃ, οὐ μὴν μετά τινος κακολογίας, ὡς ἀλλαχοῦ λέγεται. (ῃερς. 143.) Ἐν τούτοις δὲ καὶ τὸ ἀναγνωρίσαι ἀναγνῶναι κεῖται, οἷον· πῶς κέν με ἀναγνοίη. μετ' ὀλίγα δὲ τὸ αὐτὸ καὶ δίχα προθέσεως. (ῃερς. 152.) ἐρεῖ γάρ· αὐτίκα δ' ἔγνω, ἤγουν ἀνεγνώρισεν, ἡ μήτηρ δηλαδὴ Ἀντίκλεια μετὰ τὸ πιεῖν αἷμα. ὃ δὴ καὶ ἐπὶ τῶν ἄλλων κοινῶς ψυχῶν γίνεται. κατὰ γὰρ τὸν Τειρεσίαν, ὃν μὲν ἐᾷ νεκύων ὁ Ὀδυσσεὺς αἵματος ἐγγὺς ἐλθεῖν, ἐκεῖνος νημερτές τι ἐρεῖ. ὁ δὲ φθονηθεὶς πάλιν εἶσιν ὀπίσσω. τοῦτο δὲ γραφῆναι χρήσιμον ἐπί τινος οὐκ ἂν ἄλλως ὠφελοῦντος, εἰ μὴ μετὰ βαρὺ κέρδος, καὶ οἷον πόσιν αἵματος τοῦ ἐκ τῶν ὠφελουμένων. Ὅτι δὲ τὸ οὕτω πιεῖν καὶ ἀναγνωρισμοῦ ἦν αἴτιον κατὰ τὸν ποιητικὸν λῆρον καὶ τοῦ μαντεύεσθαι, δηλοῖ καὶ Ἀντίκλεια πιοῦσα καὶ εὐθὺς γνωρίσασα, καὶ ὑπονοήσασα ὡς Τροίηθεν ἀλώμενος ὁ υἱὸς ἐνθάδ' ἱκάνει οὐδέπω ἐλθὼν εἰς Ἰθάκην οὐδὲ τὴν γυναῖκα ἰδών. (ῃερς. 154.) Ὅτι πρὸς τὸν παραβαλόντα δυσδαίμονι καὶ σκυθρωπῷ τινι τόπῳ λεχθείη ἂν τὸ, τέκνον ἐμὸν, πῶς ἦλθες ὑπὸ ζόφον ἠερόεντα ζωὸς ἐών; χαλεπὸν δὲ ταῦτα ζωοῖσιν ὁρᾶσθαι. (ῃερς. 156.) Ὅτι φανερῶς ἐνταῦθα ὁ ποιητὴς δηλοῖ τὴν Ὀδυσσέως μυθικὴν εἰς Ἅιδου κατέλευσιν ἐπὶ τὰ πέραν ἐκεῖθεν τέρματα γενέσθαι τοῦ Ὠκεανοῦ, ἔνθα καὶ τοὺς ἀστέρας δηλαδή φασιν δύνειν. λέγει γάρ· πῶς ἦλθες ὑπὸ ζόφον, καὶ ἑξῆς, ὡς προεγράφη. μέσσῳ γὰρ, ἤγουν διὰ μέσου, μεγάλοι ποταμοὶ καὶ δεινὰ ῥέεθρα. Ὠκεανὸς μὲν πρῶτα, τὸν οὔ πως ἔστι περῆσαι πεζὸν ἰόντα, ἢν μή τις ἔχῃ εὐεργέα νῆα. διὰ μέσου ἄρα τοῦ Ὠκεανοῦ μυθεύεται εἰς Ἅιδην Ὀδυσσεὺς ἐλθεῖν πλεύσας νηῒ πανημέριος, ὡς προδεδήλωται, οἷα τῆς κατὰ τὴν Κίρκην νήσου ἢ ἐν Ὠκεανῷ πεπλασμένης εἶναι ἢ πρὸς τῷ Ὠκεανῷ κατὰ τὴν ποιητικὴν τερατείαν. Τὰ δὲ δεινὰ ῥέεθρα αἰπὰ ἐν ἄλλοις φησί. (ῃερς. 157.) Τὸ δὲ Ὠκεανὸς μὲν πρῶτα ἀντὶ τοῦ, πρὸ τῶν ἄλλων, ἤγουν ὑπὲρ τοὺς ἄλλους ποταμούς. καὶ ἄλλως δὲ, πρῶτος τοῖς ἐκεῖθεν ἐπὶ τὴν οἰκουμένην πλεύσουσιν, ἵνα ὁ αὐτὸς Ὠκεανὸς ὕστατος μὲν εἴη τοῖς ἐρχομένοις ἐκεῖ, πρῶτος δὲ τοῖς ἐκεῖθεν ἀπαίρουσιν. (ῃερς. 165.) Ὅτι πλάνητος ἀνδρὸς λόγος τὸ, οὐ γάρ πω σχεδὸν ἦλθον πατρίδος, οὐδέ πω ἀμῆς γῆς ἐπέβην, ἀλλ' αἰὲν ἔχων ἀλάλημαι ὀϊζύν. Τὸ δὲ ἀμῆς γῆς καθ' ὁμοιότητα τοῦ ὑμῆς, ὅ πέρ ἐστιν ὑμετέρας κατὰ δεύτερον ἀντωνυμικὸν πρόσωπον. (ῃερς. 170.) Ὅτι εὑρὼν Ὀδυσσεὺς μέθοδον τοῦ πρὸς τὸν Φαίακα βασιλέα τὰ οἴκοι ἀφηγήσασθαι, μάλιστα μὲν οὖν μεθοδεύσας δεξιῶς ὁ ποιητὴς ἱστορῆσαι αὐτὰ ποιεῖται τοιαύτην ἐρώτησιν πρὸς Ἀντίκλειαν· τίς νύ σε κὴρ ἐδάμασε τανηλεγέος θανάτοιο, ἢ δολιχὴ νοῦσος, ἢ Ἄρτεμις ἰοχέαιρα οἷς ἀγανοῖς βελέεσσιν ἐποιχομένη κατέπεφνεν. (ῃερς. 173.) εἰπὲ δέ μοι πατρός τε καὶ υἱέος ἤγουν περὶ πατρὸς καὶ υἱοῦ, ἢ παρ' ἐκείνοις (ῃερς. 174.) ἐστὶν ἐμὸν γέρας, τὸ τῆς βασιλείας δηλαδὴ, ἠέ τις ἤδη ἀνδρῶν ἄλλος ἔχει. εἰπὲ δέ μοι μνηστῆς ἀλόχου βουλήν τε νόον τε, ἢ μένει παρὰ τῷ παιδὶ καὶ ἔμπεδα πάντα φυλάσσει, ἢ ἤδη αὐτὴν ἔγημεν Ἀχαιῶν, (ῃερς. 178.) ὅς τις ἄριστος, ὡς ἐπαξίαν οὖσαν τοιούτου ἀνδρός. καὶ τοιαῦτα μὲν τὰ τοῦ Ὀδυσσέως ὡς ἐν εἴδει προεκθέσεως. (ῃερς. 180.) ἡ δὲ ἐρωτηθεῖσα μήτηρ ἀμείβεται ὅτι καὶ λίην κείνη γε μένει τετληότι θυμῷ πενθοῦσα, καὶ (ῃερς.

Intertext edge

Open linked passage

Note