Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam i
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
126.1.1
) Τὸ δὲ ἄνθος ἀφιεῖσαι, ἐφερμηνευτικόν ἐστι τοῦ ὄμφακες. ὄμφακες γάρ εἰσι κατὰ τοὺς παλαιοὺς, αἱ τὸ ἄνθος καὶ τὴν κύπριν μεταβάλλουσαι εἰς σταφυλάς. ἐπετήσιον δέ πως καὶ τὴν σταφυλὴν ἐκεῖ βούλεται εἶναι ὁ ποιητής. εἴπερ τομὲν αὐτῆς, εἱληθερεῖται. τοδὲ, τρυγᾶται. τοδὲ, πατεῖται. ἄλλο δὲ, ἄνθος ἀφίησι. τοδὲ, περκάζει ὅ ἐστι μελαίνεται. δηλοῖ δὲ τὴν τοῦ περκάζειν σημασίαν, καὶ ὁ περκνὸς εἴτε ἀετὸς εἴτε ἄλλό τι. (ῃερς. 127.) Πρασιαὶ δὲ, τόποι λαχανηφόροι, ἀπὸ μέρους τῶν πράσων κληθέντες. ἀφ' ὧν καὶ χρῶμα τὸ πράσιον, περιεκτικὴ δὲ ἡ λέξις ὡς καὶ ἡ ἀχυρμιά. (ῃερς. 128.) Τὸ δὲ γανόωσαι, ἀντὶ τοῦ, γάνος ἐμποιοῦσαι. ὥσπέρ που καὶ χθὼν γελᾶν ἐλέχθη παρὰ τῷ ποιητῇ. καὶ ἐπὶ θαλάσσης δὲ γαληνὰ κλυζούσης τὴν χέρσον, γέλως παρά τισι λέγεται. οὐχ' ὅτι κῦμα γελᾷ, ἀλλ' ὅτι διαχέονται οἱ αὐτὰ ὁρῶντες. μεταγομένου τοῦ πάθους, ἀπὸ τῶν πασχόντων ἐπὶ τὰ ποιοῦντα. οὕτω δὲ καὶ θώρηκες ἐν Ἰλιάδι γανόωντες λέγονται. (ῃερς. 129.) Αἱ δὲ κρῆναι, χρήσιμοι τῇ τε πόλει, καὶ τοῖς περὶ τὸν κῆπον. διὸ καὶ αὐτὰς προσιστόρησεν ὁ ποιητὴς διὰ τὸ ἀναγκαῖον τῆς χρήσεως. Ὅρα δὲ ὅτι τὸν ῥηθέντα τετράγυον κῆπον, εἰς τρία διεῖλεν. εἰς δενδροφόρον. καὶ εἰς ἀμπελόφυτον ἣν ἁλωὴν εἶπε κατ' ἐξοχήν. καὶ εἰς λαχανηφόρον. (ῃερς. 132.) Τὸ δὲ ἐν Ἀλκινόου, Ἀττικῶς συντέτακται ὡς καὶ τὸ ἐν ᾅδου καὶ τὸ ἐν Κίρκης καὶ ὅσα τοιαῦτα. (ῃερς. 137.) Ὅτι καὶ οἱ Φαίακες ὑπνῶσαι μέλλοντες, Ἑρμῇ ἔσπενδον. φησὶ γοῦν περὶ Ὀδυσσέως, ὡς εὗρε τοὺς τῶν Φαιάκων ἡγήτορας, σπένδοντας δεπάεσσιν ἐϋσκόπῳ ἀργειφόντῃ. ᾧ πυμάτῳ σπένδεσκον (ῃερς. 138.) ὅτε μνησαίατο κοίτου. καὶ ὡς ὀνειροπομπῷ δὲ καὶ ὑπνοδότῃ ἐκείνῳ ἔσπενδον τηνικαῦτα καιροῦ. πλάττει δὲ ὁ ποιητὴς ἐν τοιαύτῃ ὥρᾳ τὸν Ὀδυσσέα ἱκέτην ἐλθεῖν ἐς Ἀλκινόου, καθὰ καὶ τὸν Πρίαμον ἐν Ἰλιάδι μετὰ δόρπον ἤγαγεν ἱκετεύσοντα εἰς Ἀχιλλέα. ἱλαρώτεροι γὰρ ἐν τοιούτῳ καιρῷ μάλιστα οἱ ἱκετευόμενοι. εἰ μὴ ἄρα κατὰ τὸν Πολύφημον ἐξηγρίωνται. οὕτω δὲ καὶ ἐν Πύλῳ θυσίαν εὗρεν εὐτυχῶς ὁ Τηλέμαχος, καὶ γάμον ἐν Λακεδαίμονι. (ῃερς. 136.) Τὸ δὲ ἡγήτορας, καὶ μέδοντας εἶπε κατὰ παράλληλον νόημα. ἔφη γάρ. Φαιήκων ἡγήτορας ἠδὲ μέδοντας. (ῃερς. 138.) Τὸ δὲ ὅτε μνησαίατο κοίτου, ἑρμηνεία ἐστὶ τοῦ, ᾧ πυμάτῳ σπένδεσκον. ἔσπενδον δὲ τῷ Ἑρμῇ πυμάτῳ, ἁπλῶς. εἰ μή τι παρενέπεσε κωλυτικόν. Ὥσπερ ἐνταῦθα μετ' ὀλίγα καὶ Διῒ ξενίῳ σπείσουσι διὰ τὸν ἐλθόντα ξένον οἱ Φαίακες. (ῃερς. 139.) Ὅτι ἀσύνηθες τοῖς μεθ' Ὅμηρον τὸ, ἔβη διὰ δῶμα ἤτοι κατὰ δῶμα. ἐκεῖνοι γὰρ διὰ δώματος φασὶν ὡς καὶ ἔβη δι' ἀγορᾶς ἢ διὰ μέσης τῆςπόλεως. (ῃερς. 140.) Ὅτι ἐπέλευσιν δηλοῖ ἀπροόρατον τὸ, ἔβη πολλὴν ἠέρα ἔχων. ὅτε δὲ ὁ ἐλθὼν ἢ ἐπελθὼν ὁραθείη, οἰκεῖον εἰπεῖν τὸ, καὶ τότε δή ῥ' αὐτοῖο (ῃερς.
126.1.2
) συμβλήμενος ἤγουν συναντήσας ἄλλος ὁδίτης, φήῃ ἀθηρηλοιγὸν ἔχειν ἀνὰ φαιδίμῳ ὤμῳ, καὶ τότε δὴ γαίῃ πήξας εὐῆρες ἐρετμὸν, ἔρξας ἢ μάλιστα ῥέξας ἱερὰ καλὰ Ποσειδάωνι ἄνακτι, ἀρνειὸν ταῦρόν τε, συῶν τ' ἐπιβήτορα κάπρον, οἴκαδ' ἀποστείχειν. (ῃερς. 131.) ἕρδειν θ' ἱερὰς ἑκατόμβας ἐκεῖσε κοινῇ τοῖς οὐρανίοις. (ῃερς. 133.) εἶτα καὶ οἷος ἔσται θάνατος τῷ Ὀδυσσεῖ λέγων ἐκ περιττοῦ διὰ τὸ τῆς ἱστορίας ἐντελὲς, φησί· θάνατος δέ τοι ἐξ ἁλὸς ἢ ἔξαλος αὐτῷ ἀβληχρὸς μάλα τοῖος ἐλεύσεται, ὃς κέ σε πέφνῃ γήρᾳ ὑπὸ λιπαρῷ ἀρημένον. ἀμφὶ δ' ἑταῖροι ἢ μᾶλλον ἀμφὶ δὲ λαοὶ ὄλβιοι ἔσονται. (ῃερς. 136.) ἐφ' οἷς τὸν λόγον περαίνων κομματικῶς φησί· τάδε τοι νημερτέα εἴρω. καὶ ἔστιν ὁ λόγος οἰκεῖος μάντεϊ ὃς θαῤῥεῖ μηδὲν ψεύδεσθαι. (ῃερς. 125.) Ἰστέον δὲ ὅτι σήματος ὅ πέρ ἐστι σημείου ὑποκοριστικὸν κοινότερον εὕρηται σημάτιον, κατὰ τὸ γράμμα γράμματος γραμμάτιον. σημάδιον δὲ εἰπεῖν ἀκολουθεῖ μὲν ἀναλογίᾳ τῇ, χεῖμα χειμάδιον, κατὰ τὸ βασιλέων χειμάδιον. δοκεῖ δὲ ὅμως ἰδιωτικώτερον εἶναι. (ῃερς. 127.) Τὸ δὲ ῥηθὲν ὑπὸ τοῦ Τειρεσίου σῆμα τοιοῦτόν ἐστιν. ὡς ἐπεὶ ἀπορεῖν σε εἰκὸς ὦ Ὀδυσσεῦ ποῖ δή ποτε τοιούτους ἄνδρας εὑρήσεις, μὴ εἰδότας δηλαδὴ θάλασσαν καὶ νῆας, ἔστω σοι τῶν τοιούτων σημεῖον καὶ γνώρισμα, τόδε, εἴ τις ὁδίτης ἀντώμενος καὶ ἰδὼν φέροντά σε ἐπὶ ὤμου τὸ ἐρετμὸν ἤτοι τὴν κώπην εἴποι φέρειν σε ἀθηρηλοιγὸν, ὅ ἐστι πτύον, λικμητήριον, τὸ τῶν ἀθέρων ὀλοθρευτικόν. ἐξ ὧν καὶ τὸ ἀθερίζειν ἐν Ἰλιάδι. ἐν γὰρ τῷ λικμᾶσθαι σῖτος μὲν ἀποτίθεται καὶ ἄχυρον δὲ τημελεῖται, ἀθέρες δὲ οὐδαμοῦ εἰσὶν, ἅτελεπτυνθέντες καὶ ῥιπισθέντες ἀνέμοις. ἔχει δὲ λόγον ἡ τοιαύτη ἑρμηνεία καὶ διὰ τὸ πλάτην καλεῖσθαι ἄμφω. πλάτη γὰρ θαλασσία τὸ ἐρετμόν. καὶ πλάτη χερσαία τὸ πτύον. Σοφοκλῆς δὲ, φασὶ, παραφράζων τὸ Ὁμηρικὸν φησίν· ὤμοις ἀθηρόβρωτον ὄργανον φέρων. καὶ ὤφειλε μὲν ἀθερόβρωτον εἶναι, ἀθὴρ γὰρ ἀθέρος ὡς αἰθὴρ αἰθέρος, ἠκολούθησε δὲ τῷ ἀθηρολοιγός. ὃ καὶ αὐτὸ ἀθερηλοιγὸς ὀφεῖλον εἶναι, ὅμως δι' ἐκτάσεως ἐγράφη διὰ τοῦ ˉη ὁμοίως τῷ, Μεθώνη Μηθώνη. Φέρης Φέρητος Φηρητιάδης, καὶ τοῖς τοιούτοις. πρὸς ὁμοιότητα δὲ τοῦ βροτολοιγὸς, σύγκειται ὁ ἀθηρηλοιγός. τοῦτο δὲ ἰσοδύναμον τῷ ἀθηρόβρωτος. καὶ οἱ μὲν παλαιότεροι οὕτως. οἱ δὲ νεώτεροι ἀθηρηλοιγὸν νοοῦσι τὴν κώταλιν, ἤγουν τὸ τῆς ἀθήρης κίνητρον, ἵνα ἀστείως ὁ ἠπειρώτης ἐκεῖνος ἐκφλυαρίζῃ τὴν κώπην τῇ πρὸς τορύνην ὅ ἐστι δοίδυκα ὁμοιότητι, καὶ ἔχει ἀκριβέστερον ἡ τοιαύτη ἑρμηνεία τοῦ ἀθηρηλοιγοῦ. ἀθὴρ γὰρ οὐκ ἀμφιλέκτως τὸ τοῦ στάχυος λεπτότατον ἄκρον ὃ δίκην αἰχμῆς προβέβληται κατὰ τῶν ἀφανίζειν ἐθελόντων σπερμολόγων ὀρνέων, ἀλλὰ μάλιστα, ὡς ἐν τοῖς εἰς τὴν Ἰλιάδα ἐγράφη, ἀθέρες ἐλέγοντο, οἱ ἀγενεῖς ἀστάχυες, οὓς δηλαδὴ οὐκ ἔστι θερίζειν. ἀθήρη δὲ, ἡ ἑψημένη σεμίδαλις. ἣν καὶ ἀθάραν φησὶν ὁ κωμικός. Ἰστέον δὲ ὅτι τὴν ῥηθεῖσαν εἰκασίαν τῆς κώπης πρὸς ἀθηρηλοιγὸν οὐ τοσοῦτον παίζων ὁ ἀθάλαττος ὁδίτης ἐκεῖνος δόξει ποιήσασθαι, ὅσον ἀγνοῶν ἀγροικώτερον διὰ τὸ πάντῃ ἀσύνηθες. οὕτω καὶ ὁ Προυσαεὺς Δίων ἀγρότην τινὰ γράφει τὸν τῆς Εὐβοϊκῆς ἀγορᾶς κύκλον εἰκάζοντα φάραγγι, ὁποίων πολλῶν οἱ κυνηγετοῦντες πειρῶνται. καὶ βρέφος δὲ τριετὲς μὴ πειραθέν πω χειμῶνος ἔγνωσται περὶ τὸ τρίτον ἔτος χιόνα κατενεχθεῖσαν ἣν οὔπω εἶδεν, εἰς ἄλευρον εἰκάζων καὶ εἰς τίτανον καὶ εἰς τυρὸν, ὧν πεπείρατο. εἰκὸς δὲ καὶ περιεργότερον τὸν ὁδίτην οὕτως εἰκάσαι ὡς ἐν ἀστεϊσμῷ, καθὰ καὶ νῦν τῶν τινες εὐτραπέλων τοὺς ξίφη περιεζωσμένους τῶν στρατιωτῶν οἰακίζεσθαι τῇ σπάθῃ φασὶ κατὰ ναυτικόν τινα εἰκασμόν. Τὸ δὲ ἀνὰ φαιδίμῳ ὤμῳ, δύναται μὲν καὶ δυϊκῶς νοηθῆναι ἀντὶ τοῦ, ἀνὰ τοὺς ὤμους, Ὁμηρικώτερον δὲ εἰπεῖν αὐτὸ εἰρῆσθαι κατὰ δοτικὴν ἑνικὴν πτῶσιν. καὶ εἰσὶ τοιαύτης παραδείγματα συντάξεως καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα. συντελεῖ δ' ἐνταῦθα καὶ τὸ, ἀνὰ σοὶ τάδε πάντα λέπαργε, ταυτὸν ὂν τῷ, ἀνὰ τοῖς σοῖς ὤμοις ἢ ἀνὰ τῷ σῷ ὤμῳ. βοὸς δὲ ἐπίθετον τὸ λέπαργε, λευκοῦ ἴσως κατὰ τὸ λεπτιζόμενον ἐξ αὐτοῦ, ἤγουν κατὰ τὸ δέρμα. παροιμία δέ ἐστι τὸ ῥηθὲν ἐπὶ τῶν οὐδὲ μετὰ κάματον ἀνιεμένων. καὶ γάρ φασι βοῒ λυθέντι ἔργον ἐπιτίθεται ὁ ζυγὸς καὶ τὰ σκεύη τῷ δυνατωτάτῳ. Ὅρα δ' ἐν τούτοις τὸ, βοῒ λυθέντι ἔργου. ὅθεν σύγκειται ὁ δειλινὸς βουλυτός. Ἐνταῦθα δὲ σημειωτέον καὶ ὅτι ὁ γράψας τὴν ἀνˉα πρόθεσιν εἰλῆφθαι ἀντὶ τῆς ἐπˉι ἐν τῷ, ἀνὰ Γαργάρῳ ἄκρῳ ἤδη δὲ καὶ ἐν τοῖς ἄλλοις τοῖς ὁμοίοις οὐκ ἠλλοίωσε τὸ τὴν ἀνˉα πρόθεσιν ἐν τοῖς τοιούτοις τὴν ἄνω σχέσιν δηλοῦν. καὶ γὰρ καὶ ἡ ἐπˉι πρόθεσις ἐπὶ τοιούτου ἔστιν ὅτε σημαινομένου τίθεται. εὖ δὲ πάντως λέγει ἐκεῖνος καὶ ὅτι ἡ ἀνˉα πρόθεσις ἐν μὲν τῷ ἀνάθορε τὴν ἄνω σχέσιν δηλοῖ, ἐν δὲ τῷ ἀνέλαβε τὸ ἐξ ὑστέρου, ἐν δὲ τῷ χρυσέῳ ἀνὰ σκήπτρῳ ἀντὶ τῆς σˉυν εἴληπται, ἐν δὲ τῷ ὤχθησαν δ' ἀνὰ δῶμα Διὸς τῇ κατˉα ἰσοδυναμεῖ, ἐν δὲ τῷ κτείνονται δ' ἀν' αὐτὰς ἶσον δύναται τῇ παρˉα, βαρυνομένη δὲ ὡς ἐν τῷ, ἀλλ' ἄνα εἰ μέμονάς γε, τὸ ἀνάστηθι σημαίνει. Ἰστέον δὲ ὅτι ὁ ἐπικρίνας τραχὺν εἶναι τῷ ῥυθμῷ στίχον τὸ, τριχθά τε καὶ τετραχθὰ διατρυφὲν ἔκπεσε χειρὸς, ἐκεῖνος λέγει κακοφώνου μὲν ῥυθμοῦ εἶναι τὸ, φήῃ ἀθηρηλοιγὸν ἔχειν ἀνὰ φαιδίμῳ ὤμῳ. μαλακοειδῆ δὲ τὸν ὁμαλῶς ἀκοῇ προσπίπτοντα, οἷον, αἵματί οἱ δεύοντο κόμαι χαρίτεσσιν ὁμοῖαι. λογοειδῆ δὲ τὸν καὶ πολιτικὸν, ὃς ἄνευ πάθους φησὶν ἢ τρόπου λέγεται, οἷον, ἵππους δὲ ξανθὰς ἑκατὸν καὶ πεντήκοντα. καὶ τοιάδε μὲν ταῦτα. (ῃερς. 123.) Εὐῆρες δὲ ὅτι οὐ μόνον ἐπὶ ἐρετμοῦ οὐδὲ μόνον ἐπὶ πλοίου ἀλλὰ καὶ τὸ ἁπλῶς ἐπιεικὲς καὶ πρᾷον ἡ λέξις δηλοῖ καὶ εὐάγωγον, καὶ ἀλλαχοῦ ἐδηλώθη. καιρία δὲ ὡς ἐν ποιήσει λέξις τὸ, εὐῆρες ἐρετμόν. διὸ καὶ τρὶς ἐνταῦθα χρῆται Ὅμηρος ταύτῃ κατὰ σχῆμα ἐπιμονῆς. (ῃερς. 121.) Τὸ δὲ εἰσόκε τοὺς ἀφίκηαι οἳ οὐκ ἴσασι θάλασσαν γέγονέ ποτε χρήσιμον κατὰ παρῳδίαν Ἀμαρδίωνι τῷ Ἀχαιῷ, ὃς φεύγων Φίλιππον καὶ εὑρεθεὶς καὶ ἐρωτηθεὶς ἕως πότε οὕτω ποιήσει, ἔφη, εἰσόκε τοὺς ἀφίκωμαι οἳ οὐκ ἴσασι Φίλιππον. (ῃερς. 122.) Ἐν δὲ τῷ, οὐδέθ' ἅλεσσι μεμιγμένον εἶδαρ ἔδουσιν, ὀκνοῦσι τινὲς τοὺς ἅλας νοῆσαι, λέγοντες ὡς καὶ παρὰ ἠπειρώταις, οἳ οὐκ ἴσασι θάλασσαν, ἅλες εὑρίσκονται, οἷον ὀρυκτοὶ, ἢ καὶ ἄλλως, ἐκ τοῦ ἀναβράττειν ἁλμυρὰ φρεατιαῖα ὕδατα. ὃ δή που καὶ περὶ τὰ ἀρκτῷα γίνεται. ἤδη δὲ καὶ ἀπὸ ῥιζῶν τινῶν ὑφαλμύρων καύσεως. ἑρμηνεύουσιν οὖν τὸ ἅλεσσι μεμιγμένον εἶδαρ, ἀντὶ τοῦ τοῖς ἐκ θαλάττης βρώμασι. τὸ μέντοι εἰπεῖν ἅλεσσι ταῖς θαλάσσαις οὐδόλως προσδέδεκται, διὰ τὸ τὴν κλῆσιν τῆς ἁλὸς μὴ διαβαίνειν. ἐπέκεινα τῶν ἑνικῶν, ὁμοίως τῇ γαίᾳ. ἐκείνη γὰρ καὶ εἰς πληθυντικὰ μεταβαίνει ὡς πολλαχοῦ φαίνεται. κρεῖττον μέντοι νοεῖν τοὺς κοινῶς λεγομένους ἅλας, ἵνα δηλοῖ ἄκραν ἀγροικίαν ἀνθρώπων ἐκείνων οἳ οὐδαμῶς ἅλας οἴδασιν, οὔτε θαλασσίους οὔτε ὀρυκτοὺς οὔτε τοὺς ἄλλοθεν. (ῃερς.

Intertext edge

Open linked passage

Note