Commentarii ad Homeri Odysseam i
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
131.1.1
) πετρῶν ἐπηρεφὲς πιθανῶς ἀπολλυμένους τοὺς προσορμισθέντας ποιεῖ, βαλλομένους ἐκ μετεώρων, καὶ διατοῦτο ἐκπίπτοντας μὲν τῶν πλοίων εἶτα θνήσκοντας οἴκτιστα. Ἐν δὲ τῷ, κῦμα ἄξετο, ἀστείως ἔθετο τὴν αὔξησιν ἐπὶ ἐγέρσεως κύματος, ὡςεἶναι λοιπὸν μείωσιν τὸ ἀνάπαλιν. (ῃερς. 93.) Τὸ δὲ ὀλίγον, καὶ νῦν ὡς καὶ πρὸ τούτων, ἀντὶ τοῦ μικρὸν κεῖται. (ῃερς. 94.) Τὸ δὲ λευκὴ γαλήνη, ἄριστα ἐῤῥέθη. ἐπεὶ παρὰ τὸ γάλα ἡ γαλήνη. λευκὸν δὲ τὸ γάλα φησὶ κατεξαίρετον Ὅμηρος. εἴη δὲ ἂν καὶ μαρμαρέη θάλασσα ἡ τοιαύτην γαλήνην ἔχουσα. (ῃερς. 91.) Ὅτι ἐλλιμενισμὸν φράζει τὸ, ἔνθα ἔχον νέας ἀμφιελίσσας. αἱ μὲν ἄρ' ἔντοσθεν λιμένος κοίλοιο δέδεντο πλησίαι. διὰ τὸ ὡς ἐῤῥέθη ἀκύμαντον τοῦ λιμένος. (ῃερς. 93.) Τοῦ δὲ πλησίαι, δῆλον ὡς εὐθεῖα ἐστὶν ἡ πλησία, ἧς ἡ γενικὴ παρὰ Σοφοκλεῖ ἐν τῷ, παρούσης τῆσδε πλησίας ἐμοί. (ῃερς. 95.) Ὅτι εὐτυχῶς ὁ Ὀδυσσεὺς ἔξω τοῦ ῥηθέντος λιμένος ἔσχε τὴν ἑαυτοῦ νῆα, ἐπ' ἐσχατιᾶς δηλαδή. μὴ κατασχὼν εἴς τι κοῖλον ἀλλὰ πέτρης ἐκ πείσματα δήσας. ὡς εἰ μὴ τοῦτο ἐποίησεν, οὐκ ἂν οὐδ' αὐτὸς διέδρα τὸν κίνδυνον. (ῃερς. 96.) Ὅρα δὲ καὶ νῦν ὡς οὐ μόνον ἐπ' ἀγροῦ ἡ ἐσχατιὰ ἢ ἐπ' ἐρημίας. ἰδοὺ γὰρ νῦν ἐσχατιὰ τὸ τοῦ λιμένος ἔσχατον. Ὅτι ἀνελθόντι τῷ Ὀδυσσεῖ καὶ στάντι σκοπιὴν ἐς παιπαλόεσσαν οὔτε βοῶν οὔτ' ἀνδρῶν φαίνετο ἔργα, (ῃερς. 99.) καπνὸς δὲ μόνος ὁρᾶτο ἀπὸ χθονὸς ἀΐσσων, δηλῶν εἶναι τὸν τόπον οἰκούμενον. (ῃερς. 98.) Ἔργα δὲ βοῶν, τὰ κατὰ γεωργίαν λέγει, καθὰ καὶ Ἡσίοδος, ἔργα βοῶν δ' ἀπόλοιτο. εἰ καὶ ἄλλως ὑπούργουν βόες τοῖς ἐκεῖ. (ῃερς. 104.) ἅμαξαι γὰρ ἄστυ δ' ἀφ' ὑψηλῶν ὀρέων καταγίνεον ὕλην. Ἔστι δὲ ἀγινεῖν κυρίως μὲν τὸ ἄγειν, ἐκ τῆς τοῦ ἄγω παραγωγῆς. νῦν δὲ τὸ καταφέρειν. οὐ μακρὰν δὲ τῆς περὶ τὴν γῆν τῶν Κυκλώπων διαγωγῆς καὶ τὰ τῶν Λαιστρυγόνων, εἴγε καὶ τούτοις ἀπραγμάτευτος ἡ ζωή, πλὴν ὅσον οὐ προσμαρτύρεται καὶ αὐτοῖς τὸ καὶ ἀρότου δίχα καὶ σπορᾶς εὔφορον εἶναι τὴν κατ' αὐτοὺς γῆν. Ὅτι δὲ καὶ ἀγριώτεροι Κυκλώπων οἱ Λαιστρυγόνες, ἔστι ἐνταῦθα ἐκ τῶν τοῦ ποιητοῦ συναγαγεῖν. βασιλεύονται μὲν γὰρ, ἀλλ' οὐ θεμιστεύονται, οὔτε κοινῶς κατὰ τοὺς ἡμετέρους ἀνθρώπους, ἀνθρωποφαγοῦσι γάρ· οὔτε μὴν ἰδίᾳ κατὰ τοὺς Κύκλωπας. οὐ γὰρ ἱστόρησεν ὡς ἐκεῖ, οὕτω καὶ ἐπὶ τούτων ὁ ποιητὴς, ὡς ἕκαστος θεμιστεύει παίδων ἠδὲ γυναικῶν. ἔτι Λαιστρυγόνες μὲν ἐνταῦθα τοὺς περὶ τὸν Ὀδυσσέα ὀλλύντες δαῖτα πένοντο. περὶ δὲ Κυκλώπων ὡς ἀνθρωποφαγούντων οὐδὲν ἐξέφῃνεν ὁ ποιητὴς, μόνον δὲ τὸν Πολύφημον τοιοῦτον ἱστόρησε. πολύθηρος δὲ καὶ ἄλλως πολύζωος καὶ ἡ τῶν Λαιστρυγόνων, εἴγε μὴ γεωργοῦντες ἐκ τοιούτων ἔζων ὡς εἰκὸς καὶ αὐτοὶ σκυθικώτερον. καὶ μᾶλλον ἤπερ οἱ Κύκλωπες. ἐκείνοις γὰρ αὐτοφυῆ τὰ ἐκ γῆς ἥμερα κάρπιμα. Ἡ δὲ θηριώδης ἀγριότης τῶν Λαιστρυγόνων ἔπεισε τοὺς ἀλληγοροῦντας, εἰς ἤθη μεταλαβεῖν αὐτοὺς θηριώδη μικρόν τι ἀπεοικότα τοῦ θυμοῦ Κύκλωπος. ὑφ' ὧν Λαιστρυγόνων ἄλλοι μὲν ἂν παραπόλοιντο ἐν αὐτῷ τῷ λιμένι παθόντες ναυάγιον οἴκτιστον, ὥσπερ καὶ ὑπὸ Κύκλωπος τοῦ θυμοῦ οἱ αὐτῷ περιπεπτωκότες. Ὀδυσσεὺς μέντοι ἀπαθὴς ἂν διεκφύγῃ καὶ τὰ τοιαῦτα κακά. (ῃερς.