Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam i
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
134.1.1
) Ποῖα δὲ πολλὰ ἀποτίσει; ἐκ τοῦ πατρὸς κακά φησι πείσομαι, ὅ ἐστιν ἐκ τοῦ Ὀδυσσέως εἰ τυχὸν ἐπανέλθοι. οὕτω γάρ τινες καὶ οὐκ ἐπὶ τοῦ Ἰκαρίου νοοῦσι τὸ πατρός. ἄλλα δὲ δαίμων καὶ ἐριννύες δώσουσι. περὶ ὧν ἐν τοῖς εἰς τὴν Ἰλιάδα διείληπται, διατί τὲ ἐριννῦς καλοῦνται, καὶ διατί στυγεραί. Ἔνθα, σημείωσαι καὶ ὅτι τὸ ἐριννῦς ἀρήσεται, ἢ ὅλως θεόν τινα, ἐπιθεάζειν ἔλεγον οἱ παλαιοί, ἀντὶ τοῦ, καταρᾶσθαι. προφέροντες καὶ χρῆσιν Φερεκράτους ταύτην. ὕστερον ἀρᾶται καὶ ἐπιθεάζει τῷ πατρί. (ῃερς. 136.) Ὅρα δὲ καὶ ὅτι ὥσπερ ἡ μήτηρ εὐλαβεῖται τὴν ἐξ Ἀχαιΐδων νέμεσιν, οὕτω καὶ ὁ υἱὸς Τηλέμαχος τὴν ἁπλῶς ἐξ ἀνθρώπων, πλατυτέραν οὗτος ἔχων εὐλάβειαν. Τὸ δὲ ἐνίψω, οὐχ' ἁπλῶς ἀντὶ τοῦ εἴπω, ἀλλὰ μετὰ σφοδρότητος καὶ ἀπειλῆς, ὡς καὶ ἡ ἐνιπὴ δηλοῖ. Ὥσπερ δὲ ἀπὸ τοῦ ῥέπω γίνεται τὸ ῥίπτω, καὶ ἀπὸ τοῦ πέτω τὸ πίπτω, οὕτω καὶ ἐνέπω ἐνίπτω. (ῃερς. 146.) Ὅτι μέλλοντι μὲν δημηγορῆσαι τῷ Τηλεμάχῳ, φήμη ἐλαλήθη ὡς προεῤῥέθη θαῤῥύνουσα. παυσαμένου δὲ τῆς δημηγορίας, αἰετοὺς δύο Ζεὺς ὑψόθεν ἐκ κορυφῆς ὄρεος προέηκε πέτεσθαι. δηλοῦντας καὶ αὐτοὺς τὸ μέλλον ὡς ῥηθήσεται. (ῃερς. 148.) Οἳ ἕως μὲν, ἀντὶ τοῦ τέως καὶ μέχρι τινὸς, ἐπέτοντο μετὰ πνοιῇς ἀνέμοιο, Πλησίω ἀλλήλοισι τιταινομένω πτερύγεσσιν, Ἀλλ' ὅτε δὴ μέσσην ἀγορὴν πολύφημον ἱκέσθην, Ἔνθ' ἐπιδινηθέντε, τιναξάσθην πτερὰ πολλά. Ἐς δ' ἰδέτην πάντων κεφαλάς. ὄσσοντο δ' ὄλεθρον δρυψαμένω δ' ὀνύχεσσι παρειὰς ἀμφί τε δειρὰς, Δεξιὼ ἤϊξαν διά τ' οἰκία καὶ πόλιν αὐτῶν. Θάμβησαν δ' ὄρνιθας ἐπεὶ ἴδον ὀφθαλμοῖσιν. (ῃερς. 156.) Ὥρμηναν δ' ἀνὰ θυμὸν, ἅπερ τελέεσθαι ἔμελλον. ὃ δὴ οἰκεῖον εἰπεῖν τῶν ἐπὶ στοχαζομένων τοῦ μέλλοντος, καὶ ταῦτα μὲν τὰ τοῦ Ὁμήρου. εἰωθότος καὶ τοιούτοις ἐνασχολεῖν ἐνιαχοῦ τοὺς λόγους διὰ ποικιλίαν φράσεως καὶ πολυμάθειαν. (ῃερς. 146.) Εἰσὶ δὲ ἀετοὶ, Ὀδυσσεὺς καὶ Τηλέμαχος. διόθεν μὲν ἥκοντες, ἐπεὶ ὡς καὶ ἐν Ἰλιάδι ἐφάνη, τῷ Διῒ ἀνάκεινται τὰ τοιαῦτα. ἐκ κορυφῆς δὲ ὄρεος πετόμενοι, ἐπειδὴ ἀγρόθεν ἥξουσι τὰ κατὰ τῶν μνηστήρων ἀρτύσαντες. καὶ τέως μὲν, πρὸς ἄνεμον ἁπλῶς πέτονται, ὡς ἡσυχῇ τὰ πρῶτα τὸ ἔργον διαχειριζόμενοι. καὶ πλησίοι ἀλλήλοις, ἐπεὶ οὐκ ἀποστατοῦσιν ἀλλήλων ταῖς βουλαῖς. ὅτε μέντοι πρὸς τοῖς μνηστῆρσι γένωνται οὓς νῦν ἡ ἀγορὰ ἔχει, τότε δὴ ἐπιδινηθέντες, τινάσσονται οἰκεῖα πτερὰ πολλά. ἢ διότι ἐπανελθόντες πολλοὺς ἀποβαλοῦνται καὶ τῶν ὑπηκόων μνηστῆρας δηλαδὴ 1. 89 καὶ κήρυκας καί τινας τῶν τοῦ οἴκου, θανατώσαντες καὶ αὐτόν. ἢ καὶ διότι θανατώσουσι τοὺς ὅλους μνηστῆρας, ὀϊστοὺς ἐπαφιέντες πτερόεντας. εἰσιδόντες δὲ πάντων κεφαλὰς καὶ δρυψάμενοι ἑαυτοὺς ὄνυξιν, ἀπελεύσονται. ἐπειδὴ οὐ μόνον μνηστῆρσιν, ἀλλὰ καὶ πολλοῖς ἄλλοις τῶν Ἰθακησίων ἔσται κακόν. καὶ πολλοὶ τὰς παρειὰς ἐπ' αὐτῷ δρύψονται. τὰ γὰρ κεφαλικὰ τῶν Ἰθακησίων κακὰ, ἐν ἑαυτοῖς ἐνδείκνυνται οἱ ἀετοί. καὶ τοιαῦτα μὲν δηλοῦσιν οἱ οἰωνοί. πόθεν δὲ γίνεται ἀετὸς καὶ ὅτι τῷ Διῒ ἀνάκειται ἐκ γενετῆς, ἐν τῇ Ἰλιάδι δηλοῦται. (ῃερς. 154.) Τὸ δὲ πλησίω, ἀπὸ εὐθείας κέκλιται τῆς ὁ πλησίος ὡς καὶ ἀλλαχοῦ πολλαχοῦ φαίνεται, οὗ καὶ θηλυκὸν εὕρηται ἡ πλησία. ἧς χρῆσις καὶ παρὰ Σοφοκλεῖ ἐν τῷ, παρούσης τῆσδε πλησίας ἐμοί. Τὸ δὲ τιταινόμενοι πτερύγεσσι, γραφικῶς ἐῤῥέθη, ὡς οὕτω τοῦ πέτεσθαι γινομένου. Ἔνθα καὶ ὅρα ὅτι πτέρυγες ἢ πτερύγες κατὰ Ἀρίσταρχον, μέρος ἐστὶ σώματος περὶ ὃ τὰ πτερὰ τὰ τινασσόμενα κατὰ τῶν ἐν τῇ ἀγορᾷ. οὐ γὰρ πτέρυγες ἐκ τῶν ἀετῶν ἀλλὰ πτερὰ ῥίπτονται κάτω. Πολύφημον δὲ ἀγορὰν λέγει, ἐν ᾗ πολλαὶ ἐνίοτε φῆμαι λαλοῦνται, ἤγουν μαντικοί τινες λόγοι, ὁποία τις φήμη καὶ ἐν τῇ σήμερον δημηγορίᾳ παρά τε τοῦ Ἀντινόου προσεχῶς ἐλαλήθη καὶ παρὰ τοῦ Αἰγυπτίου ὡς εἴρηται. φήμην δὲ εἰπεῖν τὸν ἁπλῶς λόγον, οὐκ ἔστιν Ὁμηρικόν. (ῃερς.

Intertext edge

Open linked passage

Note