Commentarii ad Homeri Odysseam i
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
136.1.1
) ἐν δὲ λιμήν φησιν εὔορμος, ἵν' οὐ χρεὼ πεισματός ἐστιν. οὔτ' εὐνὰς βαλέειν οὔτε πρυμνήσι' ἀνάψαι. ἀλλ' ἐπικέλσαντας, μεῖναι χρόνον, εἰσόκε ναυτέων θυμὸς ἐποτρύνῃ καὶ ἐπιπνεύσωσιν ἀῆται. αὐτὰρ ἐπὶ κρατὸς λιμένος ῥέει ἀγλαὸν ὕδωρ, (ῃερς. 141.) κρήνη ὑπὸ σπείους. περὶ δ' αἴγειροι πεφύκασιν. ὑδροχαρὲς καὶ ὑδατοτρεφὲς τοῦτό γε φυτόν. καὶ τοιαύτη μὲν ἡ τῆς νήσου ἔκφρασις τῆς θαυμαστῆς. ὡς δηλοῖ καὶ τὸ, νῆσον θαυμάζοντες ἐδινεόμεθα κατ' αὐτήν. ἧσπερ ὄνομα οὐκ εἰκὸς εἰδέναι τὸν Ὀδυσσέα διὰ τὴν αὐτῆς ἐρημίαν. (ῃερς. 116.) τινὲς μέντοι τὸ λάχεια ὄνομα τῆς νήσου ὑπώπτευσαν, ὡς γνωσθὲν διὰ Κίρκης τῷ Ὀδυσσεῖ ἐξ ἐρωτήσεως. ἕτεροι δὲ, λάχειαν, τὴν εὔγεων φασὶ καὶ ἐπιτηδείαν λαχαίνεσθαι ἤτοι σκάπτεσθαι, ὅθεν καὶ τὸ λάχανον. κεῖται δὲ καὶ μετὰ ταῦτα ἡ λέξις ἐν τῷ, ἀκτή τε λάχεια. εἰ δὲ γράφεται τετρασυλλάβως ἐλάχεια, εἴη ἂν, ὥσπερ λιγὺς λίγεια, οὕτω καὶ ἐλαχὺς ἐλάχεια ἡ ἐλαχίστη. (ῃερς. 116.) Τὸ δὲ παρὲκ λιμένος γαίης Κυκλώπων ἐγγὺς ἐόντων καὶ ὧν ὁ χῶρος ἐγγὺς κατὰ τὸν ποιητὴν, ἑρμηνεύει εὐθὺς ἐν τῷ, οὔτε σχεδὸν οὔτ' ἀποτηλοῦ. Τὸ μὲν γὰρ οὐ σχεδὸν, εἴρηται διὰ τὴν ˉεκ πρόθεσιν. τὸ δὲ οὐδ' ἀποτηλοῦ, διὰ τὴν πˉαρα. τὸ μὲν γὰρ οὐ σχεδὸν, ἔξω καὶ μακράν που ἐστί. τὸ δὲ οὐ τηλοῦ, ἐγγύς ἐστι, καὶ ὡς εἰπεῖν, πάρεστι. τοιαύτη δὲ ἡ σημασία τοῦ τε παρὲκ καὶ τοῦ παρέξ. (ῃερς.