Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam i
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
138.1.1
) οὗ δεῖγμα, ὁ τῶν ἀμφιπόλων φόβος. φησὶ γάρ. τρέσσαν δ' ἄλλυδις ἄλλη ἐπ' ἠϊόνας προυχούσας. πλάττει δὲ ταῦτα Ὅμηρος κατὰ τὸ εἰκός. καὶ πᾶσα μὲν γάρ φασι νεότης, διὰ ἀπειρίαν ἔμφοβος. ἡ δὲ θήλεια, μᾶλλον. μάλιστα δὲ, αἳ ἐν τρυφῇ διὰ τὸ ἄηθες καταπλήττονται. (ῃερς. 139.) ἡ μέντοι Ναυσικάα μόνη ἔμενεν οὐδέν τι ἀγεννὲς παθοῦσα, διὰ σύνεσιν. διὸ λέγει ὁ ποιητὴς ὡς ἡ Ἀθηνᾶ ταύτῃ θάρσος ἐνὶ φρεσὶ θῆκε, καὶ ἐκ δέος εἵλετο γύων. (ῃερς. 141.) στῆ δ' ἄντα σχομένη, ἤγουν κρατηθεῖσα ἡ ἐπισχοῦσα ἑαυτὴν τῆς φυγῆς. λογίζεται γὰρ φρονίμως, ὡς οὐδέν τι ἔχει φοβερὸν ἡ νῆσος καθάπερ αὐτὴ κατασκευάσει ἐν τοῖς ἑξῆς. ὥστε οὐδὲ φοβητέον τὸν βλεπόμενον. Ὁμήρου δὲ καὶ τοῦτο δεινότης διὰ τὸ εὐπλαστότερον. εἰ γὰρ ἡ τοῦ βασιλέως θυγάτηρ ἔφυγεν, εἰς κακόζηλον ἐνέπιπτεν ἡ Ὁμηρικὴ πλάσις καὶ οὐκ ἦν καλῶς πιθανεύσασθαι τὰ ἐφεξῆς. ὥστε καὶ τὸ Ὁμηρικὸν εὐμέθοδον εἴη ἂν, ἡ τὴν κόρην ποιοῦσα μένειν Ἀθηνᾶ. εἶχε μὲν γὰρ Ὀδυσσεὺς ἐν τῷ τὰς γυναῖκας φυγεῖν, αὐτὸς λαβὼν ἐνδύσασθαι καὶ γενέσθαι τῆς πόλεως. πολλαὶ δὲ ἂν οὕτω τῶν Ὁμηρικῶν Χαρίτων ἐπέλιπον ἐνταυθοῖ. διὸ κατά τινα Ἀθηνᾶν, τὸ εὐπλαστατότερον φρονίμως ἐπελέξατο. Ὅρα δὲ καὶ ὡς ἐν τῇ ῥηθείσῃ παραβολῇ στρέψας ὁ ποιητὴς τὸ νόημα, τὰς κόρας ἃς φθάσας νύμφαις εἴκασεν ἐρεσιβίοις, τὰς αὐτὰς κατὰ νοῦν ἄλλον, βουσὶ καὶ ἐλάφοις ἐνταῦθα καὶ μήλοις ἐξομοιοῖ αἷς ἐπέρχεται λέων. τοιαῦτα δὲ καὶ ἐν ἄλλοις ποιεῖ. ὡς καὶ ὅτε τὸν Ἀγαμέμνονα πῇ μὲν, τρισὶ θεοῖς εἰκάζει ἐν Ἰλιάδι. πῇ δὲ ταύρῳ ἀγέλης ἐξάρχοντι. κατὰ διαφόρους ἐννοίας τὰ τοιαῦτα ποιῶν. καὶ οὕτω μὲν ταῦτα. (ῃερς. 130.) Τὸ δὲ ἀλκὶ πεποιθὼς, πολλαχοῦ κεῖται καὶ ἐν Ἰλιάδι παρὰ τῷ ποιητῇ. καὶ δεδήλωται περὶ αὐτοῦ τὸ ἀρκοῦν. (ῃερς. 131.) Τὸ δὲ ὑόμενος καὶ ἀήμενος, δι' ὁμοιότητα ἐτέθη πλείω. ἵνα μὴ λέοντι ἁπλῶς ὁ τῇ ἅλμῃ κεκακωμένος εἰκάζηται, ἀλλὰ χειμαζομένῳ καὶ οὕτως ἐπὶ πλέον ἀγριουμένῳ. (ῃερς. 132.) Τὸ δὲ ὄσσε δαίεται τουτέστι πυρόεν βλέπει, συντομώτατα μὲν ἐῤῥέθη. ἀλλαχοῦ γὰρ, πυρὶ λαμπετόωντι ἐοίκασιν οἱ τοιοῦτοι ὀφθαλμοί. δοκεῖ δὲ καί τι ἀστειότητος ἔχειν ἀντιθετικῆς. ἵνα λέγῃ ὡς αὐτὸς μὲν, πρόεισιν ὑόμενος. οἱ δὲ ὀφθαλμοὶ αὐτῷ, καίονται. ὡς τοῦ πολλοῦ ὑετοῦ ἀνάπτοντος αὐτῷ τὸν θυμόν. Ὅτι δὲ οὐ μόνον λέων καὶ σῦς ἄγριος ὄσσε δαίεται καὶ πῦρ δέδορκεν ἀλλὰ καὶ δράκων, δηλοῖ ὁ γράψας τὸ, δράκοντες πῦρ ὁρῶντες οἷον ὀξύτατον. (ῃερς. 133.) Τὸ δὲ βουσὶ μετέρχεται, κρεῖττον γράφειν, ἐπέρχεται. Ἀγρότεραι δὲ καὶ ἐνταῦθα ἔλαφοι, οὐ μόνον αἱ ἄγριαι, ἀλλὰ καὶ αἱ ἀγηρότεραι, καὶ κατὰ τὴν ζωϊκὴν ἱστορίαν, πολυχρόνιοι. Τὸ δὲ κέλεται γαστὴρ, συντελεῖ καὶ αὐτὸ πάνυ εἰς τὴν παραβολὴν ὡς γὰρ τὸν λέοντα ἡ γαστὴρ πείθει καὶ ἐς πυκινὸν δόμον ἐλθεῖν κατὰ τὸν παρὰ τῷ Ἀράτῳ μονόλυκον, οὕτω καὶ Ὀδυσσεὺς φανεῖται ἀναγκαίως ταῖς κόραις. χρειὼ γὰρ ἵκανεν. Ἐκ δὲτοῦ, κέλεται γαστὴρ λαβόντες οἱ μεθ' Ὅμηρον, δέσποιναν ἐφίστασθαι τοῖς τὴν ζῴοις γαστέρα εἶπον. (ῃερς. 136.) Τὸ δὲ κούρῃσι μίξεσθαι, οὐ παιγνιῶδες κατὰ τὸ, μίγη φιλότητι καὶ εὐνῇ. καὶ, ἀνδράσι μίσγεται ἀμφαδίην πρὶν γάμον ἐλθεῖν ἀλλ' ὥσπερ καὶ Φαίαξιν ἐπιμίσγεται ἀντιθέοισιν ὁ Ὀδυσσεύς, οὕτω καὶ ἐνταῦθα ταῖς κόραις. (ῃερς. 138.) Τὸ δὲ ἔτρεσαν, ἐπὶ φυγῆς ἐνταῦθα. εἰ καὶ οἱ μεθ' Ὅμηρον ἄλλως χρῶνται τῇ λέξει. Ἠΐονες δὲ προὔχουσαι, αἱ προκείμεναι. ἵνα καθ' ὃν λόγον προβλῆτες πέτραι λέγονται, οὕτω καὶ αἰγιαλοὶ προὔχοντες. χρήσιμον δ' ἐνταῦθα καὶ τὸ, ἀσκοῦ προὔχοντα πόδα. ἐντεῦθεν δέ ποτε μεταφορικῶς καὶ προέχειν τὸ ἀξιωματικῶς ὑπερέχειν. (ῃερς. 139.) Τὸ δὲ μένειν καὶ θάρσος ἔχειν, οὐ μακράν ἐστι τοῦ μένος καὶ θάρσος σχεῖν. (ῃερς. 140.) Τὸ δὲ θάρσος ἐνὶ φρεσὶ θῆκε, καὶ τὸ, ἐκ δέος εἵλετο γυίων, ἐκ παραλλήλου δηλοῦσι τὸ αὐτό. ἡ γὰρ τοῦ θάρσους ἔνθεσις, δέους ἐστὶν ἐξαίρεσις. (ῃερς. 141.) Τὸ δὲ σχομένη, ἐνταῦθα μὲν, μέσως ἐῤῥέθη ὡς ἀνωτέρω ἡρμηνεύθη. ἐν δὲ τῷ, σχομένη λιπαρὰ κρήδεμνα, ἐνέργειαν δηλοῖ ὡς προδεδήλωται. (ῃερς. 143.) Ὅτι μερμηρίξας Ὀδυσσεὺς ἢ γούνων λίσσοιτο λαβὼν εὐώπιδα κούρην ἢ αὔτως ἤγουν οὕτως ὡς ἔχει ἐπέεσσιν ἀποσταδὰ μειλιχίοισι λίσσοιτο εἰ δείξειε πόλιν καὶ εἵματα δοίη, ἔκρινε κέρδιον εἶναι, λίσσεσθαι ἐπέεσσιν ἀποσταδὰ μειλιχίοισι. Καὶ ὅρα ὡς παρὰ τρεῖς λέξεις, δὶς τὸν αὐτὸν ἔφη στίχον, τὸ ἐπέεσσιν ἀποσταδὰ μελιχίοισι, διὰ τὸ τῶν λέξεων καίριον καὶ τὸ τῆς συνθήκης εὐάρμοστον. (ῃερς. 147.) αἰτία δὲ τῆς κερδίονος κρίσεως, αὕτη. μὴ οἱ φησὶ γοῦνα λαβόντι χολώσαιτο φρένα κούρη, διὰ τὸ ἐνταῦθα ἴσως μὴ τοιοῦτον ἔθος εἶναι. πῶς δὲ τὸ τοιοῦτον σκέμμα κέρδιον τῷ Ὀδυσσεῖ, αὐτίκα μετ' ὀλίγα δηλωθήσεται. Καὶ ὅρα ὅτι τὸ λαβεῖν καὶ γενικῇ συνέταξεν ἐν τῷ, γούνων λαβὼν, καὶ αἰτιατικῇ ἐν τῷ, γοῦνα λαβόντι. οἱ δὲ μεθ' Ὅμηρον, λαβέσθαι φασὶ μετὰ γενικῆς. ὅτι δὲ τὸ, γούνων λαβὼν ἀντὶ τοῦ ἁψάμενός ἐστι, δηλοῖ μετ' ὀλίγα τὸ, δείδια γούνων ἅψασθαι. (ῃερς. 143.) Τὸ δὲ ἀποσταδὰ ὅ ἐστι πόῤῥω καὶ ἐκ διαστήματος, κατὰ τὸ ἀναφανδὰ ἐσχημάτισται, ὡς γὰρ ἀναφανδὸν ἀναφανδὰ, οὕτως ἀποσταδὸν ἀποσταδά. Πρωτότυπον δὲ μειλιχίου λόγου, ὁ μείλιχος. ᾧ ἀνάλογον ἔχει, ὁ Φρύνιχος. ὁ τάριχος. ὁ κόψιχος ὅπερ ἐστὶ κόσσυφος, ὁ δόλιχος, ὀσπρίου εἶδος. ὁ Θευδέριχος. ὁ Ἰάμβλιχος. (ῃερς. 144.) Τὸ δὲ εἰ δείξειε πόλιν, ἀντὶ τοῦ εἴπως δείξει, αὐτὸ δὲ, ταυτόν ἐστι τῷ ὅπως, κατὰ μετάληψιν συνδέσμων ὥς φασιν οἱ ῥήτορες. (ῃερς. 149.) Ὅτι μερμηρίξας Ὀδυσσεὺς ὡς ἐῤῥέθη τὸ κέρδιον, αὐτίκα μειλίχιον καὶ κερδαλέον φάτο μῦθον. τὴν βασιλίδα παῖδα κολακεύων λόγοις ἐπαινετηρίοις. ὧν οἱ πλείους, χρήσιμοι ἐγκωμίοις παραπλέκεσθαι γυναικῶν. λέγει δὲ τοιαῦτα ὁ Ὁμηρικὸς πολύμητις ῥήτωρ. γουνοῦμαί σε ἄνασσα, θεὸς νύ τις, ἢ βροτός ἐσσι. εἰ μέν τις θεός ἐσσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν, Ἀρτέμιδί σε (ῃερς. 157.) ἔγωγε Διὸς κούρῃ μεγάλοιο εἶδός τε μέγεθός τε φυήν τ' ἄγχιστα ἐΐσκω, τοῦτο δὲ, ἢ διὰ τὸ εὑρεθῆναι ὀρειφοῖτιν καὶ ταύτην, ἢ καὶ ὡς εἰκὸς διὰ τὸ ἀπὸ ζωγραφικῶν ἐκτυπώσεων ἐμφερές. (ῃερς. 153.) εἰ δέ τις ἐσσὶ βροτῶν οἳ ἐπὶ χθονὶ ναιετάουσι, τρισμάκαρες μὲν σοίγε πατὴρ καὶ πότνια μήτηρ. τρισμάκαρες δὲ κασίγνητοι. μάλα που σφίσι θυμὸς αἰὲν εὐφροσύνῃσιν ἰαίνεται εἵνεκα σεῖο, λευσσόντων τοιόνδε θάλος χορὸν εἰσοιχνεῦσαν. (ῃερς. 158.) κεῖνος δ' αὖ περὶ κῆρι μακάρτατος ἔξοχον ἄλλων, ὃς κέ σ' ἑέδνοισι βρίσας, οἶκονδ' ἀγάγηται. εἰ δὲ τοῦθ' οὕτως ἔχει, τίς ἂν εἴει Ὀδυσσεὺς περιφρονήσας τοιαύτην γυναῖκα; οἵα δὲ καὶ ἡ Πηνελόπη ἣν τῆς τοιαύτης κόρης (ῃερς. 160.) προτίθησιν; εἶτα ὑψῶν τὸν ἔπαινον συγκριτικῶς, ἐπάγει. οὐ γάρ πω τοιοῦτον ἴδον βροτὸν ὀφθαλμοῖσιν οὔτ' ἄνδρα οὔτε γυναῖκα. σέβας μ' ἔχει εἰσορόωντα. (ῃερς. 162.) ὥς τε ἀσυγκρίτου τῆς κήρης οὔσης ὡς πρὸς τοὺς ὁμοειδεῖς ἀνθρώπους, ἐξ ἀνάγκης εἰς τὸν καθά περ Εὐριπίδης φησὶ, πρωτόγονον Δήλιον φοίνικα ἀφορᾷ, ᾧ οὐδὲν φυτὸν ὅμοιον εἰς κάλλος. καὶ ἄλλως δὲ εἰπεῖν, θείῳ μὲν ἤδη προσώπῳ εἰκάσας αὐτὴν, ἀνθρώπῳ δὲ παραβαλεῖν οὐκ ἔχων, ζῴῳ δὲ ἀλόγῳ σμικροπρεπὲς κρίνας ὁμοιῶσαι, παρατίθησιν αὐτὴν ἔρνει εὐγενεῖ. ὃ θάλος ἐνταῦθα εἶπεν ὁ ποιητής. καὶ συγκρίνας ἢ ἐκεῖνον τῇ κόρῃ ἢ ταύτην ἐκείνῳ διὰ τὸ εὐφυὲς καὶ κατὰ σῶμα εὐσταλὲς καὶ ὄρθιον καὶ εὔμηκες. μᾶλλον μὲν οὖν ἀντεξετάσας τὸ ἐπὶ τῷ φοίνικι θαῦμα καὶ τὸ ἐπὶ τῇ κόρῃ, ἄγει αὐτὰ πρὸς ἶσον. καὶ λέγει ἐπίσης ἄμφω θαυμάσαι, ἵνα πιθανῶς δόξῃ καὶ καλῶς ἣν ἀσύγκριτον ἀνθρώποις ἔφη, ἐξισάζειν οὕτω τῷ φοίνικι. θείῳ τινὶ καὶ αὐτῷ εἶναι δοκοῦντι ὡς αὐτίκα ῥηθήσεται ἐν τοῖς ἐφεξῆς. νῦν γοῦν τέως φησί. Δήλῳ δή ποτε τοῖον Ἀπόλλωνος παρὰ βωμῷ, φοίνικος νέον ἔρνος ἀνερχόμενον ἐνόησα, ἦλθον γὰρ κἀκεῖσε. πολὺς δέ μοιἕσπετο λαὸς τὴν ὁδὸν, ἣ δὴ ἔμελλεν ἐμοὶ κακὰ κήδε' ἔσεσθαι. ὡς δ' αὕτως κἀκεῖνο ἰδὼν, ἐτεθήπεα θυμῷ δήν. ἐπεὶ οὔπω. τοῖον ἀνήλυθεν ἐκ δόρυ γαίης. ὥς σε γύναι ἄγαμαί τε, τέθηπά τε. δείδια δ', αἰνῶς γούνων ἅψασθαι. χαλεπὸν δέ με πένθος ἱκάνει. εἶτα εἰπὼν ὡς χθιζὸς ἐεικοστῷ ἔκφυγον ἤματι τὸν πόντον. (ῃερς. 173.) καὶ εὐλαβεῖσθαι προσεπειπὼν μή που καὶ τῇδε πάθοι κακὸν, ἐπιφέρει τὰ εἰς ἱκετείαν, καὶ φησίν. ἀλλὰ ἄνασσ' ἐλέαιρε. σὲ γὰρ κακὰ πολλὰ μογήσας, ἐς πρώτην ἱκόμην. τῶν δ' ἄλλων οὔ τινα οἶδα ἀνθρώπων, οἳ τήνδε πόλιν καὶ γαῖαν ἔχουσιν, ἄστυ δέ μοι δεῖξον. δὸς δὲ ῥάκος ἀμφιβαλέσθαι εἴτι που εἴλυμα σπείρων ἔσχες ἐνθάδ' ἰοῦσα. (ῃερς. 180.) ἐφ' οἷς ἐπιτείνων Ὀδυσσεὺς τὸ τοῦ λόγου μειλίχιον, καὶ τὴν τοῖς ἀποροῦσιν εὐπόριστον ἀμοιβὴν τὴν εὐχὴν δηλαδὴ, προτείνων τῇ νεάνιδι, φησί. σοὶ δὲ θεὸς τόσα δοίη ὅσα φρεσὶ σῇσι μενοινᾷς. (ῃερς. 181.) εἶτα ὡς οἷον ὑπειπὼν αὐτὸς ἑαυτῷ τί δὲ ὦ Ὀδυσσεῦ εἴ σοι κακὰ μενοινᾷ ἡ κόρη αὕτη ὥς που καὶ ἡ τοῦ Ἀντιφάτου κορίσκη, περὶ ἧς ἐν τοῖς ἑξῆς δηλοῖ ὁ ποιητὴς ὡς ἐπὶ κακῷ τοῖς τοῦ Ὀδυσσέως ἐκείνη εἰς τὸν τοῦ πατρὸς οἶκον ἡγήσατο, ἐπιφέρει διὰ σαφήνειαν, διάρθρωσιν τῆς εὐχῆς. εἰπών. ἄνδρά τε καὶ οἶκον καὶ ὁμοφροσύνην ὀπάσειεν ἐσθλήν. (ῃερς. 182.) ὃ δὴ καὶ ἐξαίρων, γνωματεύει οὕτως. οὐ μὲν γὰρ τοῦ γε κρεῖσσον καὶ ἄρειον ἢ ὅθ' ὁμοφρονέοντε νοήμασιν, οἶκον ἔχητον ἀνὴρ ἠδὲ γυνή. πόλλ' ἄλγεα δυσμενέεσσι. χάρματα δ' εὐμενέτῃσι. (ῃερς. 185.) μάλιστα δ' ἔκλυον αὐτοί. τουτέστιν ἐξάκουστοι ἐγένοντο. καὶ ταῦτα μὲν ὁ Ὀδυσσεύς. ἡ δὲ κόρη, αὐτὸν εὔξεται ἄνδρα σχεῖν. οὐ τῷ Ὀδυσσεῖ ἔκφορον θεμένη τὸν λόγον, οὐδὲ γὰρ ἐχρῆν, ἀλλὰ ταῖς ἡλικιώτῃσιν ἀμφιπόλοις ἠρέμα καθ' ἑαυτάς. τοῦτο δὲ, ἐπαινεῖ φασιν Ἔφορος, λέγων εὐφυῶς πρὸς ἀρετὴν ψυχῆς εἶναι τὴν παῖδα. καὶ διατοῦτο τοῦ ὁμοίου καταστοχάσασθαι καὶ εὔξασθαι τυχεῖν αὐτοῦ. (ῃερς. 148.) Ἰστέον δὲ ὅτι μειλίχιοι μὲν οἱ τοῦ Ὀδυσσέως λόγοι, διὰ τὸ ἐγκωμιαστικὸν εἶδος. εἰώθαμεν γὰρ οἱ πολλοὶ, τοῖς εἰς ἡμᾶς αὐτοὺς ἐπαίνοις χαίροντες, μειλίσσεσθαι. κερδαλέοι δὲ, διότι μικρὰ αἰτήσας, δὸς γάρ φησι ῥάκος καὶ ἄστυ δεῖξον, κερδαίνει μεγάλα ἐκ τῆς βασιλικῆς παιδός, ὑπαχθείσης οἷς ἐπαινέθη καὶ διακρινάσης τὸ δέον. ἵνα μὴ δὲ ὁ Ὀδυσσεὺς μίλεον ἐνταῦθα αἶνον ἐρεῖ, ἔνθα διδάσκει ὁ ποιητὴς τοὺς αἰτουμένους, μὴ εἰς τοὺς λόγους τῶν αἰτούντων ἀλλ' εἰς τὴν χρείαν ἀφορᾶν. ἰδοὺ γὰρ ἡ Ναυσικάα μέτρια ζητηθεῖσα, μεγάλα καλὰ ποιεῖ πρὸς τὴν τοῦ αἰτησαμένου ποιότητα. ὁ τοιοῦτος λογισμὸς, τὸ τοῦ κυνικοῦ Διογένους ἐξέφῃνε σκῶμμα. ὃς δεξιωθεὶς πρὸς βασιλέως ὀστέοις ὡς κύων, κυνῶν μὲν ἔφη τὸ βρῶμα οὐ βασιλικὸν δὲ ὅμως τὸ δῶρον. ὡς χρεὼν ὂν, τοὺς μεγάλους καὶ μεγαλοδώρους εἶναι. ἐντεῦθεν περιᾴδεται βασιλεὺς ὃς ἀνδρὶ ταπεινῷ δούς τινα δωρεὰν καὶ ἀκούσας πολλὴν αὐτὴν εἶναι, εἶπε, τῷ λαβόντι τοιαύτην φανῆναι, αὐτῷ δὲ ὡς βασιλεῖ, μικρὰν εἶναι. ἱστορεῖ δέ που καὶ Πλούταρχος μεγάλην βασιλικὴν δωρεάν. ἣν κωλύοντος τοῦ βασιλικοῦ ταμιούχου, ὁ βασιλεὺς δυσανασχετήσας, ἐπλήθυνεν ἐπιβαλὼν πλέον ἀργύριον. ἐπαινεῖται δὲ καὶ ὁ ἐπὶ ἑρμαίῳ ἤτοι εὑρήματι θησαυροῦ προσενεχθέντι. παραχωρήσας τῷ εὑρηκότι, χρᾶσθαι τῷ τῆς τύχης καλῷ. ὡς δὲ ὁ εὑρὼν ἐπέμενε πλεῖον εἶναι τὸ εὑρημένον ἢ κατὰ τὴν αὐτοῦ ἀξίαν, ἐπιτάξας καὶ παραχρᾶσθαι οἷς εὕρηκεν. Ἔτι ἰστέον καὶ ὅτι ἐν τῷ, μειλίχιον καὶ κερδαλέον φάτο μῦθον, τὴν τοῦ κατὰ τὸν Ὀδυσσέα λόγου ἰδέαν θεωρητικῶς χαρακτηρίζει ὁ ποιητής. μονονουχὶ λέγων, ὡς ἐμβριθὲς οὐδὲν ἔχει κατὰ τὰς ἐν Ἰλιάδι ἐκείνου δημηγορίας. μόνα δὲ λαλεῖ ὅσα πρὸς κέδρους αὐτῷ ἔσται. διὸ καὶ τὸ ἐπὶ τῇ κόρῃ θάμβος, πολύ. καὶ ὁ ἔπαινος, οὐ μέτριος. καὶ ἡ εὐχὴ δὲ, πρὸς ἐπίτασιν. καὶ ἄλλως δὲ φράσαι, ῥητορικῶς θεωρεῖ ὁ ποιητής. ἑρμηνεύων ὡς οἱ ἐνταῦθα τοῦ Ὀδυσσέως λόγοι, δεινῶς μεθοδεύονται κατὰ λόγον γλυκύτητος. τοιοῦτος γὰρ ὁ μειλίχιος λόγος. διὸ καὶ αἱ συγκρίσεις αὐτῷ, ἡ μέν, τολμηρὰ, ἡ πρὸς τὴν Ἄρτεμιν. ἡ δὲ, γλυκέως ἀφελής. ἡ πρὸς τὸν Φοίνικα. ἔχει δὲ καὶ ἐπίδειξιν σοφίας τὸ περὶ ὁμοφροσύνης γνωμικόν. καὶ ὅλως, ἡ λαλιὰ πᾶσα πρὸς τὸ κερδαλέον διεσκεύασται, ἐπεὶ καὶ τοιούτου λόγου ἦν καιρός. Ἰστέον δὲ ὅτι τὸ δριμύτερον τῶν νοημάτων, ἐπίτηδες προέταξε, τὴν πρὸς τὸ θεῖον δηλαδὴ σύγκρισιν. κερδαλεώτατα καὶ τοῦτο ποιήσας. καὶ ἁρπάσας οὕτω τὴν τῆς κόρης γνώμην ὑπὲρ ἑαυτοῦ. καὶ ἔστι μὲν μειλίχιον τὸ, γουνοῦμαί σε ἄνασσα, εἰς πλέον δὲ τὸ, ἀλλ' ἄνασσ' ἐλέαιρε. (ῃερς. 149.) Τὸ δὲ γουνοῦμαι, δῆλον ὡς οὐκ ἐνεργείᾳ ἐνταῦθα, προαιρέσει δὲ μόνῃ. ἄλλως γὰρ ἐρεῖ δεδιέναι γούνων ἅψασθαι. Σημείωσαι δὲ καὶ ὅπως Ὅμηρος τὸν ῥήτορα Ὀδυσσέα, πλάττει ἐκεῖνο εἰπόντα, ὃ καὶ αὐτὸς ἔφη πρὸ μικροῦ. ἐκεῖνός τε γὰρ ἐν παραβολῇ, Ἀρτέμιδι τὴν κόρηνεἴκασε, καὶ Ὀδυσσεὺς δὲ ὁμοίως λέγει. (ῃερς. 152.) Φυὴν δὲ καὶ νῦν οἱ παλαιοὶ λέγουσι, τὴν ἐκ πάντων τῶν τῶν μελῶν ἀναλογίαν. ὃ δὴ κάλλους ἐστὶν ἴδιον. Τὸ δὲ ἄγχιστα ἐΐσκω, ἀντὶ τοῦ, σχεδὸν ἤτοι ἐγγὺς, οὐ μὴν αὐτόχρημα. οὐ γὰρ ἦν σύγκρισις. Θάλος δὲ, ὡς ἐπὶ φυτοῦ εἶπε. καὶ ἔστι τοῦτο ἀφορμὴ καὶ ἀρχὴ τῆς ἐφεξῆς πρὸς φοίνικος ἔρνος συγκρίσεως. ἐπεὶ καὶ ταυτὸν ἔρνος καὶ θάλος. ὁ δέ γε παρὰ τοῖς ὕστερον θαλλὸς ἐν δυσὶ λάμβδα καὶ ὀξυτόνως, δηλοῖ μὲν καὶ αὐτὸς πᾶν τὸ θάλλον καθὰ καὶ τὸ θάλος, ἐθέλει δὲ ἔχειν προσθήκην. διὸ κατὰ Αἴλιον Διονύσιον, προστιθέασιν, ἐλάας ἢ ἄλλου τινός. καὶ θαλλοφόροι δέ τινες ἦσαν ἐν Ἀθήναις. τοιοῦτοι δὲ ἔν τισιν ἑορταῖς οἱ γεραίτατοι. (ῃερς. 156.) Σημείωσαι δὲ καὶ τὸ, σφίσι θυμὸς ἰαίνεται λευσσόντων, δοκοῦν σολοίκως ἔχειν, λεύσσουσι γὰρ ὤφειλεν εἰπεῖν. ἔστι δὲ τοιοῦτον σχῆμα καὶ ἐν τοῖς κατὰ τὸν Κύκλωπα, ὅτε εἴπῃ, ἡμῖν δὲ κατεκλάσθη φίλον ἦτορ δεισάντων φθόγγον βαρύν. καινοπρεπὲς γὰρ καὶ αὐτό. σόλοικον δὲ, οὐκ ἄν. Ἰστέον γὰρ ὅτι δυσχερές ἐστι σολοικίσαι τὸν πλαγιάζοντα. χρηστέον δὲ τοιούτοις σχήμασιν, ὅτε τι συγχέει πάθος τὴν ψυχήν. ὡς ἐνταῦθα μὲν τὸν Ὀδυσσέα τὸ πολὺ σέβας ὡς αὐτὸς λέγει, τουτέστιν ἡ ἔκπληξις, ἐκεῖ δὲ, τὸ δέος, ὡς δηλοῖ τὸ, δεισάντων. οὐκ ἔχει γὰρ κρατεῖν τῆς κατ' ὀρθὸν φράσεως ὁ τε ταραγμένος τὴν ψυχήν. Τὸ δὲ εἰσοιχνεῦσαν, ἄδηλον εἴτε οὐδέτερόν ἐστιν εἴτε θηλυκὴ μετοχὴ ἀντὶ τοῦ, εἰσοιχνέουσαν. δύναται γὰρ καὶ οὕτω κατὰ σχῆμα Ἀττικόν. Ἀττικίζει γὰρ πάντως ὁ εἰπὼν ἐνταῦθα, τοιόνδε θάλος, χορὸν εἰσπορευομένην. ταυτὸν ὂν τῷ, τοιάνδε θαλερὰν κόρην χορεύουσαν. τοιοῦτον δέ τι καὶ τὸ, φίλε τέκνον, ἀντὶ τοῦ, φίλε υἱέ. Ἰστέον δὲ ὡς δυνατὸν ὂν εἰσοιχνοῦσαν εἰπεῖν κοινότερον, ὅμως ὁ ποιητὴς εἵλετο τὸ καινότερον ὡς φίλον αὐτῷ καθὰ καὶ ἄλλοι προαιροῦνται. οὕτω Δωριεῖς ἐν τῷ, λεξεῖται ποιησεῖται ἐσσεῖται, μεταθέντες τὴν παρατέλευτον ˉεˉι δίφθογγον εἰς τὴν ˉοˉυ, παρενθέσει τοῦ ˉν, ποιησοῦντι φασὶ καὶ τελεσοῦντι καὶ ἐσσοῦντι. πᾶς γὰρ μέλλων καθ' Ἡρακλείδην τοιοῦτος ἐπὶ τρίτου πληθυντικοῦ, Δωρικῶς εἰς τὸ τˉι λήγει τῆς οˉυ διφθόγγου παραληγούσης. οὕτω δὲ καὶ ἐπὶ τοῦ ποιοῦντι ἀντὶ τοῦ ποιοῦσι καὶ ὀρθοῦντι ἀντὶ τοῦ ὀρθοῦσι καὶ τῶν ὁμοίων θεμάτων τῆς πρώτης καὶ τρίτης τῶν περισπωμένων. ἔτι δὲ καὶ τῶν μελλόντων. ποιησοῦντι γὰρ καὶ ὀρθωσοῦντι καὶ τὰ ὅμοια. ἐπὶ μέντοι δευτέρας, διὰ τοῦ ˉα μηκυνομένου καὶ τοῦ ˉν. γελασοῦντι γὰρ καὶ γελᾶντι. καὶ βοασοῦντι βοᾶντι. ἐπὶ δὲ βαρυτόνων, ἡ ˉοˉν συλλαβὴ ἐν τούτοις παρατελευτᾷ. οἷον. λέγοντι ἀντὶ τοῦ λέγουσι. καὶ τὰ ὅμοια. τῶν δ' αὐτῶν Δωριέων, καὶ τὸ φρονοῦσι καὶ νοοῦσι, φρονεῦντι λέγειν καὶ νοεῦντι ἐπὶ περισπωμένων δηλαδή. ἅπερ ἐξάρσει τοῦ ˉν λεγόμενα, Αἰολικά ἐστιν. οἷον. φρονεῦτι. ἔτι δὲ καὶ εὖτι ἀντὶ τοῦ, εἰσίν. ὅπερ ἄλλως ἐντὶ λέγεται. Δώριον ὁμοῦ ὂν καὶ Αἰολικὸν. Δώριον μὲν φησὶ, διὰ τὸ ˉν καὶ τὸ ˉτ. Αἰολικὸν δὲ, διὰ τὴν παράληξιν τοῦ ˉε. τὰ γὰρ εἰς σˉι περαιούμενα τρίτα πληθυντικὰ θέματα τῇ ˉεˉι διφθόγγῳ παραληγόμενα, μετατιθέασι τὸ μὲν ἰῶτα εἰς ˉν Δωρικᾶς, τὸ δὲ σίγμα εἰς ˉτ. τιθεῖσι τιθέντι. ἱεῖσιν ἱέντι. οὕτω δὲ καὶ Αἰολικῶς, οἴκεντι φίλεντι, ἤγουν οἰκοῦσι φιλοῦσι. τοιοῦτον δὲ καὶ τὸ εἰσὶν ὅτε γένοιτο ἐντί. τοιαῦτα ὁ Ἡρακλείδης εἰπών. εἶτα καὶ ὅτι ἔνιοι ἀκέραιον τὸ εἰσὶ δωριζόμενον ἐντὶ γενέσθαι φασὶν, ἐπάγει ὡς αἰολικεύοντές τινες αὐτὸ παρατίθενται εἰς πίστιν τὸ, τιθεῖσι τιθέντι καὶ τὰ ὅμοια. Αἰολικὰ ὄντα ταῦτα δίχα μυρίων ἄλλων. παρὰ τὸ πολλοὺς χαίρειν ταῖς ξενιζούσαις τῶν λέξεων μᾶλλον ἤπερ ταῖς συνήθεσι. (ῃερς. 158.) Τὸ δὲ περὶ κῆρι μακάρτατος ἔξοχον ἄλλων, τρεῖς ἐπιτάσεις ἔχει, τὸ περˉι, τὸ μακάρτατος. καὶ τὸ ἔξοχον πρὸς ἔνδειξιν πάνυ πολλῆς μακαριότητος. ὁποία ἡ τοῦ τρισμάκαρος. (ῃερς. 159.) Τὸ δὲ βρίσας, ἀντὶ τοῦ, νικήσας ἕδνων πλήθει τοὺς ἄλλους μνηστῆρας διὰ τὸ τῆς κόρης δηλαδὴ περιμάχητον. (ῃερς. 162.) καὶ ἔστιν ἡ μεταφορὰ, ἐκ τῶν σταθμιζομένων ῥοπῶν. Εἰς δὲ τὴν Δῆλον ὅτι παρέβαλον οἱ Ἕλληνες εἰς Τροῖαν πλέοντες, καὶ ὁ Λυκόφρων ἱστορεῖ. ὡς δὲ ἱερὰ ἡ Δῆλος Ἀπόλλωνος ὅ ἐστιν Ἡλίου δι' οὗ δῆλα γίνεται τὰ περὶ γῆν, ἐν ἄλλοις ἐγράφη. ὡς δὲ καὶ πρῶτον ἐκεῖ φοῖνιξ ἐκ γῆς ἀνῆλθεν, ἐῤῥέθη παρ' Εὐριπίδῃ τε καὶ ἑτέροις. ὡς δὲ καὶ δάφνη πρωτογόνος ἔφυ ἐκεῖ διὰ τὴν Λητὼ καὶ ὡς ἀμφοτέρων ἁψαμένη δάφνης τε ταύτης καὶ φοίνικος τοῦ ῥηθέντος ὅτε ὤδινε, μαῖα γάρ φασιν οὐκ ἦν, ἐγέννησεν Ἄρτεμιν καὶ Ἀπόλλωνα, παλαιὸς καὶ τοῦτο μῦθος φησί. Τὸν δὲ ῥηθέντα βωμὸν, οὐκ ἐν ναῷ ἀλλ' αἴθριον ὑπονοητέον. οὐ γὰρ εἰκὸς περιῳκοδομῆσθαι τὸν λεχθέντα φοίνικα. τοιοῦτος δὲ ἦν καὶ ἐν Ἰλιάδι βωμὸς περὶ ὃν ἡ καλὴ πλατάνιστος καὶ τὸ ἀγλαὸν ὕδωρ. (ῃερς. 163.) Τὸ δὲ φοίνικος, βραχὺ ἐν τῇ εὐθείᾳ ἔχον τὸ δίχρονον ἢ γοῦν ἀλλὰθέσει μακρὸν, ἐνταῦθα φύσει μακρὸν αὐτὸ ἔχει. Ἐνταῦθα δὲ ἰστέον ὅτι τε καθὰ ἐλαία ἔτι δὲ καὶ λωτὸς, λέγεται αὐτὰ τὲ τὰ φυτὰ καὶ ὁ καρπὸς δὲ αὐτῶν, οὕτω καὶ φοῖνιξ, τὸ φυτὸν καὶ τὸ αὐτοῦ τρόφιμον. καὶ ὅτι σημασίαι φοίνικος, οὐ μόνον τὰ εἰρημένα δύο, καὶ κύριον ὄνομα, καὶ ὁ πυῤῥοῦ μετίσχων χρώματος ὡς ἐν Ἰλιάδι φοῖνιξ ἵππος δηλοῖ, ἀλλὰ καὶ ἕτερα ὡς μετ' ὀλίγα εἰρήσεται. Ἔρνος δὲ, οὐ μόνον τὸ εὐθαλὲς φυτὸν ὡς ἐῤῥέθη, ἀλλά ποτε καὶ τὸ ἄνθος κατὰ τοὺς παλαιούς. Τὸ δὲ ἀνερχόμενον, γλυκέως καὶ αὐτὸ ἐπὶ ἔρνους κεῖται καθὰ καὶ τὸ ἀναδέδρομεν ἐπὶ πέτρας, δηλοῖ δὲ, ταχεῖαν φυτοῦ αὔξησιν. Ἰστέον δὲ ὡς Ὅμηρος μὲν, ἠρέμα Ἡλίου ἀνῆκε τὴν εὐγενῆ βασιλικὴν κορίσκην διὰμέσου τοῦ κατὰ τὸν Δήλιον φοίνικα ἔρνους. ὅπερ Ἀπόλλωνι ἀνεῖται Ἡλίῳ κατὰ τὸν μῦθον, ὁ δὲ πανηγυρικὸς χορὸς ὃς ᾄδων ποιήματα εἰς τὸν Φαληρέα Δημήτρηον, ἡλιόμορφον ἐκεῖνον ἐξόχως τε εὐγενέταν προσηγόρευσε, θρασύτερον εἰς τὸν ἄνδρα ἐλάλησε τὸ ἡλιόμορφος. Ἰστέον δὲ ὅτι περὶ Ἀπόλλωνος Δηλίου ἤγουν γεννηθέντος ἐν Δήλῳ τῇ νήσῳ, αἴνιγμα φέρεται ἐοικὸς τοῖς τοῦ Θεοκρίτου σκληροῖς, τοιοῦτον. ἐν φανερᾷ γενόμην. πάτρην δέ μου, ἁλμυρὸν ὕδωρ ἀμφὶς ἔχει. μήτηρ δ' ἔστ' ἀριθμοῖο πάϊς. ἤγουν ἐν τῇ Δήλῳ ἐγεννήθην. μητέρα δ' ἔχω, Λητὼ τὴν παῖδα τοῦ Κοίου. ὃς ὁμώνυμός ἐστι τῷ παρὰ Μακεδόσι κοίῳ τουτέστι τῷ ἀριθμῷ. Ἔτι ἰστέον καὶ ὅτι Φοῖνιξ οὐ μόνον κύριον, καὶ ὀρνέου δὲ ὄνομα, καὶ δένδρου, καὶ καρποῦ τοῦ ἐξ αὐτοῦ πρὸς ὁμοιότητα ἐλαίας καὶ ῥοιᾶς, ἀλλὰ καί τις βαφὴ, καὶ ἵππου δὲ ὡς ἐῤῥέθη ἐπίθετον. πρὸς δὲ τούτοις, καὶ ἔθνος. καὶ μουσικόν τι ὄργανον. οἷον. φοίνικες. πηκτίδες. μαγαδίδες. σαμβύκαι. καὶ ἑξῆς παρὰ τῷ Ἀθηναίῳ. ἐν οἷς καὶ σκινδαψοί. Ὅτι δὲ (ῃερς. 162.) μία τῶν Κυκλάδων ἡ Δῆλος, ἡ ἱστορία διασαφεῖ. λέγουσα καὶ ὡς Ὀρτυγία ἐκλήθη κατά τινας ἐξ ὀρτύγων. ὧν τὰς ἀγέλας φερομένας, ἐκ τοῦ πελάγους, ἱζάνειν εἰς τὴν νῆσον διὰ τὸ αὐτῆς εὔορμον ὡς ἐν τοῖς τοῦ Ἀθηναίου κεῖται. ὁ δέ γε μῦθος, ἄλλα περί τε Δήλου καὶ Ὀρτυγίας, βούλεται. κείμενα καὶ ἐν τοῖς τοῦ Λυκόφρονος. (ῃερς. 164.) Τὸ δὲ πολὺς δέ μοι ἕσπετο λαὸς, τίμιον τὸν Ὀδυσσέα παριστᾷ. ἵνα μὴ φορτηγός τις εἶναι φασὶν ἢ κωπηλάτης δοκοίη. Ἐν δὲ τῷ, (ῃερς.
138.1.2
) Τὸ δὲ, οὐ γὰρ ἔγωγε φημὶ, σεμνῶς εἴρηται διὰ τὸ ἀποφαντικόν. οὗ τὸ ἀνάπαλιν, οὐ γὰρ ἔγωγε οἶμαι, ἐνδοιαστικόν. δῆλον δὲ (ῃερς. 139.) ὡς τὸ συγχέειν, ἐναντίον ἐστὶν οὐ μόνον πρὸς τὸ εὐκρινεῖν καὶ διευκρινεῖν, ἀλλὰ καὶ πρὸς τὸ κοσμεῖν καὶ τάσσειν. διὸ καὶ ἐν Ἰλιάδι κτίσμά τι παιδικὸν χαλασθὲν, συγχέεται ἄνω κάτω γεγονός. (ῃερς. 141.) Ὅτι ὥσπερ Ἀκάμας Ἀκάμαντος καὶ ἡ κλητικὴ ὦ Ἀκάμα δίχα τοῦ ˉν, οὕτω και Λαοδάμας Λαοδάμαντος ὦ Λαοδάμα. οἷον. Λαοδάμα μάλα τοῦτο ἔπος κατὰ μοῖραν ἔοιπας. (ῃερς. 147.) Ὅτι ἐπαινῶν ὁ ποιητὴς τοὺς ἀθλητικοὺς ἀγῶνας φησίν. ὡς οὐ μεῖζον κλέος ἀνέρος ὄφρα κεν ᾖσι, τουτέστιν ἕως ἂν ζῇ, ἢ ὅ, τε ποσσί τε ῥέξει καὶ (ῃερς. 148.) χερσὶν ἑῇσιν. ἤτοι ταῖς ἑαυτοῦ. πρὸς ὅπερ εἴποι ἄν τις. σοὶ δὲ ἀλλ' ὦ ποιητὰ ἐπὶ τίσι τὸ κλέος μέγα τῷ πηρῷ μὲν καὶ ἀχρείῳ τήν τε κατὰ χεῖρας ἀλκὴν καὶ τὴν κατὰ πόδας ἀρετὴν, ἐν λόγοις δὲ ἄλλως εὐκλεεστάτῳ. οὗπερ εἶδος μὲν, ἀκιδνότηρον, εἴποις ἂν αὐτός. μορφὴν δὲ θεὸς ἔπεσι στέφει. ἆρά γε ἀληθῶς ἐνταῦθα γνωματεύεις; οὔκουν φησίν, ἀλλὰ πρὸς τοὺς φιλάθλους ὁ λόγος, ὁποῖοι καὶ οἱ Φαίακες. καὶ κεῖται νόημά τι τοιοῦτον καὶ παρὰ τῷ Πινδάρῳ. Ὅρα δὲ τὴν τελικὴν τῶν στίχων παρίσωσιν τὸ, ὄφρα κεν ᾖσι. καὶ τὸ, χερσὶν ἑῇσιν. (ῃερς. 150.) Ὅτι προπεμπτικοῦ λόγου τὸ, σοὶ δ' ὁδὸς οὐκέτι δηρὸν ἀπέσσεται. ἀλλά τοι ἤδη νηῦς κατείρυσται. (ῃερς. 151.) καὶ ἐπαρτέες εἰσὶν ἑταῖροι, ὅ ἐστιν ἕτοιμοι. ὅπερ ὁμοιότητα ἔχει πρὸς τὸ, ἠρτύναντο ἐρετμά. (ῃερς. 156.) ἱκέτου δὲ ξένου λόγος τὸ, νῦν δὲ μεθ' ἡμετέρῃ ἀγορῇ νόστοιο χατίζων ἧμαι, λισσόμενος βασιλῆά τε, πάντα τε δῆμον. Ἔνθα ὅρα ὡς καὶ ἐβασιλεύετο καὶ ἐδημοκρατεῖτο ἡ τῶν Φαιάκων καθὰ καὶ προείρηται. (ῃερς. 159.) Ὅτι ἐρεθίζων Εὐρύαλος φιλονείκως τὸν Ὀδυσσέα ὀκνοῦντα τοὺς ἄθλους, φησίν. Οὐ γάρ σ' οὐδὲ ξεῖνε δαήμονι φωτὶ ἐΐσκω ἄθλων οἷά τε πολλὰ μετ' ἀνθρώποισι πέλονται. ἀλλὰ τῷ, ὅσθ' ἅμα νηῒ πολυκληῖδι θαμίζων ἀρχὸς ναυτάων οὐ πολεμιστῶν ἀλλὰ οἵ τε πρηκτῆρες ἔασι, φόρτου τε μνήμων καὶ ἐπίσκοπος ᾖσιν ὁ δαίων κερδέων θ' ἁπαλέων, οὐδ' ἀθλητῆρι ἔοικας. Καὶ ὅρα τὸ Ὁμηρικὸν δίγλωσσον. εἴγε Λαοδάμας μὲν ἔφη, ἐοικέναι εἰδέναι ἄθλους τὸν Ὀδυσσέα. Εὐρύαλος δὲ ἀνάπαλιν σκώπτων, οὐκ ἀθλητῆρι ἐοικέναι φησὶν οὐδὲ δαήμονι ἄθλων. ὁ δὲ οὐ δαήμων, ἀδαήμων ἐῤῥέθη ἀλλαχοῦ. δῆλον δὲ ὅτι τὸ, δαήμων ἄθλων, περίφρασίς ἐστι τοῦ, ἀθλητήρ. (ῃερς. 160.) Τὸ δὲ οἷα πολλὰ, ὡς πρὸς πρᾶγμα ἐσχημάτισται κατὰ γένος οὐδέτερον. ἄλλως γὰρ ἀρσενικὸν οἱ ἆθλοι. ὡς δηλοῖ πρὸ ὀλίγων ῥηθὲν καὶ τὸ, ἴδμεναι ἀέθλους. καὶ μετ' ὀλίγα, σὺ δὲ θάρσει τόνδε γ' ἄεθλον. καὶ, ὅσσοι ἄεθλοι. τοιοῦτον δὲ σχῆμα καὶ μετ' ὀλίγα ἐν τῷ, πάντα οὐ κακός εἰμι ὅσσοι ἄεθλοι. ὅμοιον δὲ ἦν πρὸ τούτων καὶ τὸ, πάντα μὲν οὐκ ἂν μυθήσομαι ὅσσοι Ὀδυσσέως ἄεθλοι. (ῃερς.

Intertext edge

Open linked passage

Note