Commentarii ad Homeri Odysseam i
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
139.1.1
) συγχέαι ναυαγὸν ἄνδρα. τουτέστιν εἰς τὸ παραλῦσαι τοῖς κατὰ φύσιν ἁρμονίας καὶ συνθήκης. ὥς που καὶ οἶκος καταπεσὼν συγχέεται. (ῃερς. 134.) Ὅρα δὲ ὅτι τὴν φυὴν ἑρμηνεύων, εἶπε τὸ, οὐ κακός ἐστι μηρούς τε κνήμας τε καὶ χεῖρας καὶ αὐχένα, οὐδὲ ἥβης δεύεται. ταῦτα γάρ ἐστιν ἡ φυή. Ἐν δὲ τῷ, (ῃερς. 135.) ἄμφω χεῖρας ὕπερθεν, περιττεύειν δοκεῖ καὶ τὸ ἄμφω καὶ τὸ ὕπερθεν. (ῃερς. 136.) Αὐχένα δὲ στιβαρὸν λέγει, ὡς καὶ χεῖρας ἀλλαχοῦ στιβαράς. Τὸ δὲ μέγα σθένος, ὡς ἐκ τῶν φαινομένων ὁ ποιητικὸς Λαοδάμας συνάγει. ἵνα ᾖ ταυτὸν κατὰ τοὺς παλαιοὺς σθένος καὶ δύναμις. ἔοικε γὰρ ἐκ τοῦ εἴδους ὁ ξένος μεγάλα δύνασθαι κατὰ τὸ κυρίως παρὰ τοῖς φιλοσόφοις σημαινόμενον τῆς δυνάμεως. καὶ τὴν ἥβην δὲ κατὰ τὸ φαινόμενον λέγει. ἄλλως γὰρ οὐκ ἂν ὁ ὠμογέρων Ὀδυσσεὺς ἡβᾶν λέγοιτο, εἰ μὴ ἄρα ἴσως κατὰ τὸν παρὰ τῷ Ἡσιόδῳ τεσσαρακονταετῆ αἰζηόν. εἰ δὲ καὶ Ὀδυσσεὺς μετ' ὀλίγα τῇ ἥβῃ πεποιθέναι λέγει, ἐκ τοῦ Λαοδάμαντος τοῦτο λαβὼν λέγει, συντρέχων οἰκονομικῶς οἷς δοκοῦσιν οἱ Φαίακες. μάλιστα μὲν οὖν οὐδὲ λέγει νῦν ἔχειν ἥβην, ἀλλά ποτε χρόνου. ἐρεῖ γάρ. ὄφρ' (ῃερς. 181.) ἥβῃ πεποίθεα χερσί τ' ἐμῇσιν, ἤγουν ἐθάῤῥουν. Ἰωνικὸς γὰρ ὑπερσυντέλικος τὸ πεποίθεα, ὡς τὸ ᾔδεα καὶ ὅσα τοιαῦτα. (ῃερς. 137.) Τὸ δὲ συνέῤῥηκται, ῥῆμά ἐστιν ἐξ οὗ ὁ ῥηγμίν. ὡς γὰρ ὁ ῥηγμὶν κύμασιν, οὕτω κακοῖς ὁ Ὀδυσσεὺς συνέῤῥηκται. καὶ ἄλλως δὲ, ἐκ μεταφορᾶς τῶν ῥηγυμένων σωμάτων καὶ μὴ τὸ ἀκέραιον φυλασσόντων, δοκεῖ ῥηθῆναι τὸ συνέῤῥηκται. ᾧ λόγῳ καὶ δῶμα συνεῤῥῆχθαι λέγεται. ἐφ' οὗ προσφυὲς καὶ τὸ συγκεχύσθαι εἰπεῖν. (ῃερς.