Commentarii ad Homeri Odysseam i
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
141.1.1
) Σημείωσαι δὲ ὅτι κατὰ τὴν τοῦ Ἀριστοτέλους ἱστορίαν, ἔστι πλέον ἀνδρῶν εἰς μνήμην ταῖς γυναιξί. φησὶ γὰρ ὅτι γυνὴ, ἀνδρὸς ἐλεημονέστερον. καὶ ἀρίδακρυ μᾶλλον. ἀπατητικώτερόν τε καὶ μνημονικώτερον· εἰ δὴ τοιαύτη καὶ ἡ Ἑλένη, ἔστιν ἐν τῇ ῥαψῳδίᾳ ταύτῃ θεωρεῖν. (ῃερς. 149.) Ἰστέον δὲ ὡς ὁ μὲν κανὼν τῆς ἐκφράσεως ἐκ κεφαλῆς εἰς πόδας προάγει τὸν ῥήτορα. ἐνταῦθα δὲ, ἀνάπαλιν ἔφρασεν ὁ Μενέλαος, ἐπεὶ μὴ λαλεῖ πρὸς ἔκφρασιν. (ῃερς. 158.) Ὅτι πεπαιδευμένου ἀνδρὸς ἔπαινος καὶ σιωπηλοῦ ἐν τοῖς καιρίοις καὶ μάλιστα ὅτε σοφὸς παρείη τις ἄνθρωπος, τὸ, ἀλλὰ σαόφρων ἐστί. νεμεσσᾶται δ' ἐνὶ θυμῷ ὧδ' ἐλθὼν τοπρῶτον, ἐπεσβολίας ἀναφαίνειν ἄντα σέθεν. οὗ θεοῦ ὣς τερπόμεθ' αὐδῇ. (ῃερς. 159.) Ἐπεσβολίας δὲ λέγει φασὶν, ἢ τὰς τῶν ἐπῶν εἰσβολὰς καὶ ἀρχὰς, οἷον ὅτι διὰ σωφροσύνην οὐ βούλεται προκατάρχειν λόγου. ἢ τὰς κατὰ τῶν βιαίων μνηστήρων ὕβρεις, ἢ τὰς παρ' ἐκείνων εἰς τὸν οἶκον τοῦ Ὀδυσσέως καὶ εἰς τὸν αὐτοῦ υἱὸν γινομένας φλυαρίας. ἢ μᾶλλον καιριώτερον εἰπεῖν, λοιδορίας καὶ βλασφημίας. ἐπειδὴ ὥσπερ λοιδορία, λόγος ὡς δόρυ πλήττων. καὶ βλασφημία, βολή τις ἐν φήμαις, οὕτω καὶ ἐπεσβολία, τὸ ἔπεσι βάλλειν. καὶ ἔστιν εἰπεῖν, ὅτι καθάπερ τὸ ποταίνιον καὶ τὸ πρόσφατον ταυτά εἰσινἐν ἰσοδυναμίᾳ τῶν συντεθεισῶν λέξεων, οὕτω ταυτὰ καὶ ἡ ἐπεσβολία καὶ ἡ βλασφημία καὶ ἡ λοιδορία. ὡς γὰρ ἡ πˉοτι πρόθεσις ἡ αὐτὴ οὖσα τῇ πρˉος καὶ ὁ αἶνος ὅμοιος ὢν τῷ, φατὸς λόγος, ποιεῖ ποταίνιον, ὅπέρ ἐστι πρόσφατον. περὶ οὗ δηλαδὴ ἐγγὺς καὶ προσεχῶς ἐλέγετό τι, οὕτω ταυτὸν καὶ ἔπος καὶ φήμη καὶ λόγος. ἃ συντεθέντα μετὰ τοῦ δόρυ καὶ φήμη καὶ βολὴ, ἐποίησαν τὴν ἐπεσβολίαν καὶ τὴν βλασφημίαν καὶ τὴν λοιδορίαν. ἔστι γὰρ λοίδορος μὲν, ὁ λόγοις οἷον καταδορατίζων. ἐπεσβόλος δὲ καὶ βλάσφημος, ὁ ἔπεσι βάλλων καὶ φήμαις. ἔστι δὲ καὶ ἄλλως εἰπεῖν, ὅτι οὐχ' ὥσπερ τὸ ποταίνιον καὶ τὸ πρόσφατον, οὕτω κατ' εὐθὺ καὶ αἱ τοῦ ἐπεσβόλου καὶ τοῦ βλασφήμου ἰσοδύναμοι λέξεις κεῖνται, ἀλλὰ ἀναστρόφως. ἐν μὲν γὰρ τῷ ἐπεσβόλος, πρόκειται τὸ ἔπος. ἐν δὲ τῷ βλάσφημος, ἡ ἰσοδύναμος τῷ ἔπει λέξις, ὑστέρα κεῖται. τὸ δὲ ὅμοιον γίνεταί πως καὶ ἐν τῷ, βλάσφημος καὶ λοίδορος. τοιοῦτον καὶ τὸ ἀρχιερεὺς καὶ ἱεράρχης, καὶ ἄλλα τοιαῦτα. ἐν οἷς καὶ ὁ ἀλεξίκακος καὶ ὁ κηραμύνθης παρὰ Λυκόφρονι. ταυτὸν γὰρ τὸ ἀλεξῆσαι κακόν τι καὶ ἀναστρόφως εἰπεῖν, κῆρα ἀμῦναι. οὐκ ἀπέοικε δὲ τῶν τοιούτων, οὐδὲ τὸ θυμοραϊστὴς καὶ ῥαθυμία ἡ ῥαΐζουσα τὸν θυμόν. οὐδὲ τὸ ἀλεξάνεμος χλαῖνα καὶ χειμάμυνα. ἐπεὶ καὶ ὅμοια, ἀλέγειν ἄνεμον καὶ χειμῶνα ἀμύνεσθαι. οὕτω δέ πως καὶ ἐκ τοῦ πάλαι ἀρχαιρεσιάζειν, παραπεποίηται ὕστερον τὸ αἱρεσιαρχεῖν. ὅμοιον καὶ τὸ, ἀελλόπους καὶ ποδήνεμος. καὶ φερένικος καὶ νικηφόρος. καὶ Εἰδοθέα καὶ θεοειδείς. Ἰστέον δὲ καὶ ὡς ἡ λοίδορος ἐπεσβολία εἴτουν βλασφημία, καὶ αἰσχρὰ ἔπη λέγοιντ' ἂν Ὁμηρικῶς. ἐξ ὧν οἱ ὕστερον, τὴν αἰσχροῤῥημοσύνην καὶ τὴν αἰσχρολογίαν συνέθεντο. δῆλον δ' ὅτι κατὰ τὰς ἐκτεθειμένας προσεχῶς μεταθέσεις ἢ ἀναστροφὰς τῶν συνθέτων ἰσοδυνάμων λέξεων, καὶ τὴν ἐχενηίδα, ναυκράτην ἔγραψέ τις. τοιαύτη καὶ ἡ τοῦ γίγας καὶ γηγενὴς σκευωρία. γηγενὴς μὲν γὰρ, ὁ ἐκ γῆς γεγονὼς, ὅθεν καὶ διὰ τοῦ ˉη ἡ ἄρχουσα. γίγας δὲ, παρὰ τὸ γίνεσθαι καὶ τὴν γῆν, διὸ καὶ διὰ διχρόνου ἔχει τὴν παραλήγουσαν. ὁμοίου δὲ τρόπου καὶ τὸ γακίνας ὁ σεισμὸς καὶ σεισίχθων ὁ Ποσειδῶν. καὶ τὸ χρονοτριβεῖν καὶ τριψημερεῖν περὶ οὗ προεγράφη καὶ τὸ, πόδας ἀργοὶ καὶ ἀργίποδες. καὶ τὸ, γυναικάνδρεσσι ποθεινοί. καὶ τὸ, ἀνδρογύνοις. οἳ καὶ ἀῤῥενόπαιδες λέγονται ὡς καὶ αὐτὸ ἐδηλώθη ἀλλαχοῦ. τὰς δὲ ἐπεσβολίας, ἐπιστομίας ὁ Ζηνόδοτος γράφει, ὥς φασιν οἱ σχολιασταί. (ῃερς. 161.) Ὅτι Τηλέμαχος μὲν, ἐκ περινοίας ἐγνωρίσθη τοῖς βασιλεῦσιν. ὁ δὲ Νεστορίδης μήτε ἐρωτηθεὶς μήτε ἄλλως γνωρισθεὶς, ἑαυτὸν ἀναφαίνει, εἰπών. αὐτὰρ ἐμὲ προέηκε Νέστωρ. καὶ τὰ ἑξῆς. ἵνα κἀν τούτῳ ποικίλως γράψῃ ὁ ποιητής. (ῃερς. 164.) Ὅτι γνωμικῶς ἐῤῥέθη τὸ, πολλὰ γὰρ ἄλγε' ἔχει πατρὸς παῖς οἰχομένοιο, ἐν μεγάροις. ᾧ μὴ ἄλλοι ἀοσσητῆρες ἔωσιν, ὅ ἐστι βοηθοὶ σπουδαῖοι, μὴ ἀναμένοντες ὄσσαν εἰς τὸ βοηθῆσαι. ἦν γὰρ ἔθος, ἐρωτᾶν τὸ θεῖον. καὶ βοηθεῖν μὲν, εἰ προτραπείη τις. ἡσυχάζειν δὲ, εἰ κωλύεται. τοὺς δὲ σπουδαίους βοηθοὺς, ἄλλως μάλιστα ἐδήλωσεν Ἡσίοδος ἐν τῷ. ἄζωστοι κίον. σπουδαιότεροι γὰρ ἀοσσητήρων οἱ προϊόντες εἰς ἄμυναν ἄζωστοι. τοὺς δὲ ἀοσσητῆρας ἑρμηνεύων ὁ ποιητὴς, ἐπάγει. οἳ ἀλάλκοιεν κακότητα. (ῃερς.