Commentarii ad Homeri Odysseam i
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
143.1.1
) πάλιν χύτο θέσφατος ἀήρ. ὅ ἐστιν, ἡ ἀορασία. θηλυκὸν δὲ καὶ τοῦτο καθὰ καὶ τὸ, πολλὴν ἠέρα. Ὅτι δὲ διὰ τοῦ ἦτα μὲν αἱ τοῦ ἀέρος πλάγιοι διὰ τοῦ ˉα δὲ ἡ εὐθεῖα μόνη, καὶ ἀλλαχοῦ ἐῤῥέθη. αἰτία δὲ, τὸ μὴ χρῆναι καὶ τὴν εὐθεῖαν διὰ τοῦ ˉη ἔχειν τὴν ἄρχουσαν διὰ τὸ ἐκεῖθεν κακόφωνον ἐκ τοῦ σεσηρέναι τὰ χείλη. διὸ καὶ τοῦ ἀηδίζω καὶ ἀηθέσσω, ἀήδιζον καὶ ἀήθεσσον οἱ παρατατικοὶ ἀεὶ κατὰ τοὺς παλαιούς. Τὸ δὲ πάλιν χύτο, ἀντὶ τοῦ, ὀπίσω τοῦ ἐλθόντος καὶ φανέντος. οἰκεῖον δὲ ἐπὶ ἀέρος τὸ χύειν ὥσπερ καὶ τὸ χέειν διὸ ἔφη. πολλὴν ἠέρα ἣν περίχευεν Ἀθήνη. τουτέστι φρόνησις ἡ προβουλευσαμένη τὸν τοιοῦτον καιρόν. ἢ καὶ ἄλλως, τῶν ἐναντίων ἔχουσα δύναμιν, τοῦ τε φωσφορεῖν, καὶ τοῦ ἠέρα χέειν. (ῃερς. 142.) Ὅτι τὸ γουνάζεσθαι περιφράζων, ἀμφὶ γούνασι βάλλειν χεῖρας. φησίν. ὅ ἐστι ῥίπτειν ἢ τιθέναι. ὡς καὶ ἐν τῇ πρὸ ταύτης ῥαψῳδίᾳ ἔφη. προϊὼν δὲ, καὶ (ῃερς. 145.) λιτανεύειν τὸ γουνάζεσθαι λέγει ἐν τῷ, θαύμαζον δ' ὁρόωντες, ὁ δὲ λιτάνευε. τὸ δ' αὐτὸ, καὶ γούνατα ἱκάνειν φησὶν, εἰπών. σά τε γούναθ' ἱκάνω πολλὰ μογήσας. (ῃερς.