Commentarii ad Homeri Odysseam i
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
148.1.1
) Ὅτι εὐχὴ πρέπουσα εἰς ἄρχοντας τὸ οἷς θεὸς ὄλβια δοίη ζωέμεναι. καὶ παισὶν ἐπιτρέψειεν ἕκαστος κτήματ' ἐν μεγάροισι. γέρας θ' ὅ, τι δῆμος ἔδωκε. (ῃερς. 150.) Καὶ ὅρα τὸ δῆμος, ὡς ἐπὶ δημοκρατίας ῥηθέν. ἵνα καὶ δημοκρατεῖσθαι δοκοῖεν οἱ Φαίακες σὺν τῷ βασιλικῶς καὶ ἀριστοκρατικῶς διοικεῖσθαι. (ῃερς. 149.) Ὅρα δὲ καὶ ὅτι τὸ τῶν ἐπιτρόπων ὄνομα, ἐξ Ὁμήρου ἔχει τὴν ἀρχήν. τοιαύτης γὰρ ἐννοίας τὸ, παισὶν ἐπιτρέπειν κτήματα καὶ ὅτι ἔθος παλαιὸν, καὶ ἀξιωμάτων τοὺς παῖδας κληρονομεῖν. ἀξιωματικὸν γὰρ πάντως τὸ γέρας. (ῃερς. 151.) Ὅτι τὸ, αὐτὰρ ἐμοὶ πομπὴν ὀτρύνετε θᾶσσον, ἐπειδὴ δηθὰ φίλων ἄπο πήματα πάσχω. εἴποι ἂν ὁ προπεμπτικῆς που ἐπικουρίας δεόμενος. Ὀδυσσεὺς δὲ νῦν τοῦτο φησὶν οὐ θέλων ὀψέ ποτε χρόνου πεμφθῆναι ὡς ἡ Κίρκη αὐτὸν ἐξέπεμψε καὶ ἡ Καλυψὼ, ἀλλὰ ὀτρυνθῆναι τὴν πομπὴν, διά τε τὸ ἐπὶ μακρὸν ἐκ τῆς πατρίδος ἀπόδημον αὐτοῦ, καὶ μάλιστα ὅτι ἐθέλει ὁ ποιητὴς ταχὺ τῶν παρέργων ἀπαλλαγεὶς γενέσθαι τῶν ἐφεξῆς. (ῃερς. 153.) Ὅτι ἄλλως μὲν ἐπ' ἐσχάρῃ προελέχθη καθῆσθαι ἡ δέσποινα Ἀρήτη, ἄλλως δ' ἐνταῦθα ὁ ξένος Ὀδυσσεύς. ἡ μὲν γὰρ, ὡς εἰκὸς, τρυφερῶς εἶχε τοῦ καθῆσθαι. ὁ δὲ ἕζετο ἐπ' ἐσχάρῃ ἐν κονίῃσι πὰρ πυρί. ὃ φθάσας ἔφη ἐν πυρὸς αὐγῇ. μετ' ὀλίγα δὲ, φησὶν ὅτι χαμαὶ ἧστο ἐπ' ἐσχάρῃ ἐν κονίῃσι, διασαφῶν εἰς πλέον οὕτω τὸ πρᾶγμα διὰ τοῦ χαμαὶ, ὃ δηλοῖ τὸ, χοῒ ἅμα. ἤτοι ὁμοῦ ταῖς κόνεσιν. ὅπερ οὐκ ἦν καὶ τῇ Ἀρήτῃ, διὰ τὸ ὡς εἰκὸς ἐπὶ θρόνου καθῆσθαι. καὶ αὐτοῦ, ἀργυροήλου. ἐφ' οἵου καὶ Ὀδυσσεὺς καθεσθήσεται ἐν τοῖς ἑξῆς. ἀρχαϊσμοῦ δὲ, τὸ τοὺς ἐπήλυδας ἅμα εἰσόδῳ χαμαὶ καθῆσθαι. ὃ καὶ αὐτὸ παρὰ Λατίνοις φυλάσσεται. γίνοιτο δ' ἂν ἐσχάρα ἡ κυρίως, παρὰ τὸ ἔχειν ἀρὰς ὅπέρ ἐστιν εὐχὰς τὰς καθημέραν. ἵνα ᾖ ἐχάρα, καὶ πλεονασμῷ τοῦ σίγμα ἐσχάρα. ἢ παρὰ τὸ σχεῖν ἀρὰς, σχάρα καὶ πλεονασμῷ τοῦ ˉε, ἐσχάρα. κατὰ τὸ, χθὲς ἐχθές. δοκεῖ γὰρ ταυτὰ εἶναι ἑστία καὶ ἱστία καὶ ἐσχάρα. ἐφ' ὧν ἀραί τε καὶ θυσίαι Διῒ ἑρκείῳ καὶ ἱστιούχῳ ἐγίνοντο. βωμοῦ δὲ διαφέρει ἐσχάρα, καθότι ὁ μὲν, ὑπερέστηκε καὶ ὡς εἰπεῖν ἀναβέβηκεν. ἡ δὲ, πρόσγειός ἐστι. βαῦνος λεγομένη ἕως καὶ νῦν παρὰ τοῖς ἐν Πελοποννήσῳ δωρίζουσιν. Ὅτι δὲ οὐ μόνον κατὰ γῆς ἐσχάραι πυρὸς ἦσαν ἀλλὰ καὶ περιφορηταὶ, δῆλον ἐκ τοῦ, ἐπόμπευσαν καὶ θυμιατήρια χρυσᾶ καὶ ἐσχάραι ἐπίχρυσοι. λέγονται δὲ καὶ τραυμάτων ἐσχάραι. ὅθεν καὶ ἀπεσχαροῦσθαι, τὸ αὐτὰς ἐξαιρεῖν. Ἀθήναιος δὲ, καὶ ἐσχάριον παραγώγως οἶδε δι' οὗ καθέλκονται νῆες εἰς θάλασσαν ὅθεν ἡ ἀπερίεργος γλῶσσα παραφθείρουσα, τὸ καινὸν πλοῖον ἀπὸ σκαρίου εἶναί φησι. βουλομένη πάντως, ἀπὸ ἐσχαρίου εἰπεῖν. πρὸς ὁμοιότητα δὲ ἴσως ἐσχαρίου τοιούτου, καὶ ἡ κοινότερον λεγομένη μαγειρικὴ ἐσχάρα, καὶ ἐσκεύασται καὶ ὠνόμασται. Ἰστέον δὲ ὅτι τὸ ἐπ' ἐσχάρῃ, ταυτόν ἐστι τῷ, παρ' αὐτῇ τῇ ἐσχάρα. διὸ καὶ ὁ ποιητὴς ἐπήγαγε διασαφητικῶς τὸ, πὰρ πυρί. ἡ γὰρ ἐπˉι πρόθεσις κατὰ τοὺς παλαιοὺς, ποτὲ μὲν, οὕτω δηλοῖ τὴν παρˉα πρόθεσιν. λαμβάνεται δέ ποτε καὶ ἀντὶ τῆς πρˉος οἷον. τὴν μὲν, ἔπειτ' ἐπὶ βωμὸν ἄγων. καὶ ἀντὶ τῆς ˉεν. ὡς ἐν τῷ, ἐπουράνιος ὁ ἐν οὐρανῷ καὶ ἀντὶ τοῦ, ἔπεστιν. οἷον. οὔτοι ἔπι δέος, καὶ ἐκ περισσοῦ. ὅθεν ἐπίουρος καὶ ἐπιβουκόλος. βούλεται δὲ καὶ τὴν κατὰ δηλοῦν ἐν τῷ, ἐπίσκοπος ὁ κατάσκοπος. σημαίνει δὲ πάντως καὶ ὑστεροχρονίαν ἐν τῷ, ἐπίλογος. καί τινα δὲ προσθήκην ἐν τῷ, ἐπίκουρος καὶ ἐπιβολή. (ῃερς. 160.) Ὅρα δ' ἐν τοῖς ῥηθεῖσι, τὸ χαμαὶ ἧσθαιπάνυ διαφέρον τοῦ χαμαὶ εὐνάζεσθαι. ἐξ οὗ χαμαιευνάδες σύες. Σημείωσαι δὲ ὅτι πρωτότυπον τῆς κονίας ἡ κόνις. αὐτὴ δὲ γίνεται ἀπὸ τοῦ κνῶ κατὰ Ἡρῳδιανόν. ἵνα ᾖ κνίς. καὶ ἐπεὶ οὐδέ ποτε λέξις Ἑλληνικὴ μονοσύλλαβος βραχύνεται δίχα τοῦ τίς, πλεονάζει τὸ ˉο καὶ γίνεται κόνις, ἀφ' ἧς ἡ κονία. ὥσπερ δηλαδὴ καὶ ἀπὸ τοῦ θῶ, γίνεται θός, καὶ πλεονασμῷ τοῦ ˉε διὰ τὴν αὐτὴν αἰτίαν, θεός. οὕτω δὲ καὶ ἐκ τοῦ τλῶ, τλός. καὶ ὄτλος, ἤτοι πόνος. μόχθος. ἡ δὲ χρῆσις τοῦ κνῶ καὶ ἐν Ἰλιάδι ἐν τῷ, κνῆ τυρόν. ὅ ἐστιν ἔκοψεν. ἀφ' οὗ ὡς ἐῤῥέθη, καὶ ἡ κόνις, ὡς ἐκ παχυτέρου σώματος κνησθεῖσα. καὶ κατὰ Ἡρῳδιανὸν εἰπεῖν, εἰς λεπτομερῆ οὐσίαν χωρήσασα. Ἐνταῦθα δὲ ἐκ βαλβίδων ὅ φασι τὴν ἐπὶ φιλοξενίᾳ σπουδὴν τῶν Φαιάκων δεικνὺς ὁ ποιητὴς, πλάττει τινὰ λέγοντα ὡς οὔτοι τόδε κάλλιον, οὐδὲ ἔοικε, τὸν ξένον οὕτω καθῆσθαι. ἦν δὲ ὁ εἰπὼν, οὐχ' ὁ τυχών. ἀλλά τις γέρων ἥρως Ἐχένηος. ὃς δὴ Φαιήκων ἀνδρῶν προγενέστερος ἧεν. (ῃερς. 157.) καὶ μύθοις ἐκέκαστο, παλαιά τε πολλά τε εἰδώς. χρήσιμον δὲ τοῦτο, εἰς ἔπαινον σοφοῦ γέροντος. σεμνότερον φρασθὲν ἤπερ τὸ, ὃς δὴ γήραϊ κυφὸς ἔην καὶ μυρία ᾔδη. (ῃερς.