Commentarii ad Homeri Odysseam i
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
151.1.1
) Τὸ δὲ ἐπιδινηθέντες, πιθανότης ἐστὶ τῆς ἐκτινάξεως τῶν πτερῶν, ἄλλως γὰρ οὐκ ἦν γενέσθαι. (ῃερς. 152.) Τὸ δὲ πάντων κεφαλὰς, κοινὴν βλάβην δηλοῖ ὡς καὶ ἀνωτέρω γέγραπται, διὰ τὸ μηδὲ ἀναιτίους εἶναι μηδὲ τοὺς Ἰθακησίους, ὡς δηλώσει καὶ Τηλέμαχος ἐν οἷς ἐρεῖ ὡς τάδε διατρίβουσιν Ἀχαιοὶ μάλιστα δὲ μνηστῆρες. ὄλεθρον μὲν οὖν οὐ πάντων Ἰθακησίων ὄσσονται οἱ ἀετοὶ, ζημίαν δὲ καὶ λύπην εἰ καὶ μὴ πάντων, τῶν γοῦν πλειόνων. διὸ καὶ ἐν τοῖς ἑξῆς δηλωθήσεται ὅτι τοῖς μνηστῆρσι μέγα πῆμα κυλίνδεται πᾶσι. πολλοῖς δὲ καὶ ἄλλοις κακὸν ἔσται. Ἔνθα καὶ ὅρα τὸ κυλίνδεται, συντελοῦν εἰς γνῶσιν τοῦ, ἐκ κορυφῆς ὄρεος καταπτῆναι τοὺς ἀετοὺς, ὅπερ ἔοικε δηλοῦν τὸ ἄνωθεν κυλινδόμενον πῆμα. δῆλον δὲ ὅτι ὀφθαλμὸς Μούσης διακρίνει, τοὺς ἀετοὺς ἀπερεῖσαι τὸ ὀπτικὸν εἰς πάντων κεφαλάς. ἄλλως γὰρ οὐκ ἔστιν εὐδιάκριτον. ἴσως δὲ καὶ τοῦ δήμου πεπυκνωμένου, μόναι κεφαλαὶ τοῖς ἀετοῖς ἐβλέποντο. Ἰστέον δὲ καὶ ὅτι μνηστήρων μὲν κεφαλὰς ἐσίδον, ἐπ' ὀλέθρῳ. οἱ σὺν σφῇσι κεφαλαῖς ἀπέτισαν. ἃς παραθέμενοι κατὰ τὸν ποιητὴν, ἐδαπάνων τὰ τοῦ Ὀδυσσέως. τὰς δὲ τῶν λοιπῶν Ἰθακησίων, ἐπὶ μόνῃ ζημίᾳ καὶ χρημάτων ἢ κτημάτων ἐκτίσει. (ῃερς. 153.) Δρύπτεσθαι δὲ ὡς καὶ ἐν Ἰλιάδι ἐδηλώθη, τὸ ξέεσθαι. κατὰ μεταφορὰν τῶν ἐκδερομένων ξύλων. ὡς ἀπὸ τοῦ δόρυ δορύπτω καὶ δρύπτω. Τὸ δὲ παρειὰς, καταχρηστικῶς ἐῤῥέθη ἐπὶ ἀετῶν. ὡς καὶ τὸ χεῖλος ἐν τῷ, ἀγκυλοχείλης. ῥάμφος γὰρ ἐπὶ ὀρνέων τὸ χεῖλος ὥσπερ ἐπὶ συῶν τὸ ῥύγχος. τινὲς μέντοι βιαζόμενοι τὴν κυριολεξίαν ἀπιθάνως μὲν λέγουσι δ' οὖν, ὅτι παρειὰς καὶ δειρὰς, οὐ τὰς ἑαυτῶν, οἱ ἀετοὶ ἐδρύψαντο ἀλλὰ τὰς τῶν ἐν τῇ ἐκκλησίᾳ, ὡς βαθύναντες τὴν πτῆσιν καὶ κατ' αὐτῶν ὁρμήσαντες ὡς ἐνῆν. καὶ τοιούτῳ ἔργῳ θρασύτερον ἐπιτολμήσαντες. κρεῖττον δὲ τὸ πρῶτον. ἐπεὶ καὶ Ἰάμβλιχος οἶδε τοιούτους ὄρνιθας, οἳ ἀποῤῥήσσουσιν αὐτοὶ ἑαυτοὺς, καί που ἀναιροῦσιν ἐπὶ δηλώσει μέλλοντός τινος, ὅπερ οὐ κατὰ φύσιν εἶναι φησὶν, ἀλλ' ὑπερφυές. (ῃερς.
151.1.2
) Ὅτι δὲ τὰ πλείω τῶν Φαιακικῶν ὀνομάτων ναυτικὰ ἔκ τε νηῶν καὶ θαλάσσης εἰλημμένα, προϊὼν δείξει ὁ ποιητής. νῦν δὲ οἴδαμεν Ἐχένηον τοῦτον. καὶ μετ' ὀλίγα, κήρυκα Ποντόνοον. εἰ δὲ ἐκ τοῦ Ἐχενήου τούτου ὁ ναυκράτης ἰχθὺς ἐπενοήθη κληθῆναι ἐχενηῒς, οἴδασιν οἱ ὀνομάσαντες. (ῃερς. 159.) Τὸ δὲ οὔτοι κάλλιον, ἁπλῶς ἐῤῥέθη ἀντὶ τοῦ, οὐ καλόν. Εἰ δὲ μὴ ἀνέστησεν αὐτίκα τὸν Ὀδυσσέα ὁ βασιλεὺς Ἀλκίνοος, ἐπίτηδες αὐτὸ πεποίηκεν. ἵνα μὴ δόξῃ ποιεῖν οἴκοθέν τι εἰς τὸν ξένον. ἀλλ' ἄρτι ὀνειδισθεὶς προκαλέσηται ὕστερον τοὺς Φαίακας δώροις τοῖς δηλωθησομένοις τὸν φίλον ξένον δεξιώσασθαι. ἔστι δὲ ὄνειδος τοῦ δηλωθέντος Ἐχενήου πρὸς τὸν βασιλέα, τὸ τὸν ξένον μὲν, χαμαὶ ἧσθαι. τοὺς δὲ Φαίακας, τὸν τοῦ βασιλέως μῦθον προσδεδέχθαι. ὅπερ ἐκεῖνος μαθὼν ὦρσεν ἀπ' ἐσχαρόφι τὸν Ὀδυσσέα καὶ ἐπὶ θρόνου εἷσε φαεινοῦ, ὃν ἀργυρόηλον ἀνωτέρω εἶπεν, υἱὸν ἀναστήσας Λαοδάμαντα. ὃν ἐπιθετικῶς ἀγαπήνορα λέγει, ὅ ἐστιν ἀνδρεῖον. Καὶ ὅρα ὡς οὐ μόνον ἐν Σπάρτῃ καθ' Ἡρόδοτον γέρας βασιλεῦσι πρώτους ἵζειν ἐπὶ τῷ δείπνῳ, ἀλλ' ἰδοὺ καὶ ὁ βασιλεὺς Ἀλκίνοος τοῦτο εἰς τὸν Ὀδυσσέα ποιεῖ. σεμνότερον δὲ αὐτὸ τῶν παρὰ τῷ Νέστορι. ἐκεῖ μὲν γὰρ ὁ τοῦ Ὀδυσσέως Τηλέμαχος, παρὰ τῷ Νεστορίδῃ Θρασυμήδει κάθηται καὶ τῷ ἐκείνου πατρί. ἐνταῦθα δὲ, ὁ βασιλεὺς τὸν υἱὸν ἀναστήσας ὅς οἱ πλησίον ἷζε μάλιστα δέ μιν φιλέεσκεν, ἐκάθιζε τὸν ξένον. (ῃερς. 163.) Καιρία δὲ λέξις τὸ ἀναστῆναι, διὸ δὶς αὐτῇ ἐνταῦθα κέχρηται. Καὶ ὅρα ὅτι τὲ εὐξάμενος Ὀδυσσεὺς φίλος ἐλθεῖν τοῖς Φαίαξι καὶ ἐλεεινὸς, ἄρχεται ἤδη τυγχάνειν τούτου, καὶ ὅτι ἀπὸ τῶν ἄρτι, μαρτυρία καταβάλλεται τοῦ πρωτεύειν ἐν τοῖς τῶν Φαιάκων ἀρίστοις τὸν Ἀλκίνοον. (ῃερς. 164.) Ὅτι οἶνον ἐπικρῆσαι φησὶν ἐνταῦθα, ἀντὶ τοῦ ἐπὶ τῷ προκερασθέντι καὶ ἕτερον κεράσαι. ὅπερ καὶ ἀνακεράσαι ἐστὶν ὡς ἐδήλωσεν ὁ ποιητὴς ἐν τῷ, ἀνὰ κρητῆρα κέρασεν. (ῃερς. 165.) Ὅτι σεμνύνων κἀνταῦθα ὁ ποιητὴς γοργῶς τὴν ἱκεσίαν, ἤτοι τὰς λιτὰς, φησὶν ὅτι θεὸς ἱκέτῃσιν ἅμ' αἰδοίοισιν ὀπηδεῖ. τοῦτο δὲ καὶ ὑποκαταβὰς, ἀπαραλλάκτως οὕτω φησί. ταυτολογῶν συνήθως εἰς καίριον, ἵνα ὁ λόγος ἐμμείνῃ τῷ ἀκροατῇ. διὰ δὲ τὴν θεόθεν ἐφορείαν ταύτην τῶν ἱκετῶν, καὶ ὁ ἱκέσιος ἐῤῥέθη καὶ ὁ ξένιος θεός. Ἐκ δὲ τοῦ ὀπηδεῖ, γίνεται καὶ ὄνομα ὁ ὀπηδὸς παρ' Ἀττικοῖς. κοινῶς δέ γε, ὀπαδός. ὃ δηλοῖ τὸν ἀκόλουθον. (ῃερς. 166.) Ὅτι φιλόφρονες λόγοι τὸ, δόρπον δὲ ξείνῳ ταμίη δότω ἔνδον ἐόντων. ἃ καὶ παρεόντα λέγονται ὡς δηλοῖ τὸ, χαριζομένη παρεόντων. (ῃερς.