Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam i
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
154.1.1
) Δεξιοὶ δὲ ἤϊξαν, ἀντὶ τοῦ ἀνατολικοὶ, ὡς αἴσιοι. δηλοῦντες ὅτι Ὀδυσσεὺς μὲν καὶ Τηλέμαχος νικήσαντες, ὑπὸ φωτὶ ἔσονται. μνηστῆρες δὲ ὑπὸ ζόφῳ γενήσονται. ὅτι δὲ δεξιὰ τὰ ἀνατολικὰ, δηλοῖ ὁ ποιητὴς ἐν οἷς φησὶν, εἴτ' ἐπὶ δεξιὰ ἴωσι πρὸς ἠῶ τ' ἠέλιόν τε, εἴτ' ἐπ' ἀριστερὰ ποτὶ ζόφον ἠερόεντα. Οἰκία δὲ καὶ πόλιν, καλὸν μὲν ἐπὶ τῶν Ἰθακησίων νοεῖν ὡς διὰ μέσης τῆς πόλεως ὑποχωρισάντων τῶν οἰωνιστικῶν ἀετῶν. ἕτεροι δὲ, τὴν τῶν ἀετῶν κατάπαυσιν, διὰ τιμὴν τοῦ βασιλικοῦ τούτου ζῴου, οἰκία καὶ πόλιν ἐνόησαν. καθ' ὁμοιότητα τοῦ, ὁ κύμα τ' οἰκῶν ὄρνις. καὶ τῶν ὁμοίων. ὡς τῶν ἀετῶν ἐπαναστραφέντων ἔνθα ᾤκουν ὃ καὶ ἐδήλου, ὡς καὶ Ὀδυσσεὺς καὶ Τηλέμαχος ἀνελόντες τοὺς μνηστῆρας αὖθις εἰς ἀγροὺς ἀπελεύσονται ὡς ἱστορήσει ὁ ποιητὴς ἐν τῷ τοῦ βιβλίου τέλει. καὶ ἔστι καὶ ὁ τοιοῦτος νοῦς ἀγαθός. ἐπεὶ καὶ ἐν Ἰλιάδι οἰκία καὶ δόμος ἐπὶ σφηκῶν καὶ μελισσῶν λέγεται. καὶ φίλα οἰκία, ἐπὶ ἀετοῦ. (ῃερς. 155.) Ὄρνιθας δὲ καὶ νῦν λέγει, οὐχ' ἁπλῶς τὰ πτηνὰ κατὰ κοινὴν γλῶσσαν ἀλλὰ τοὺς μηνύοντάς τι μέλλον. οὓς καὶ ἐναισίμους ἐρεῖ ὁ ποιητής. ἤγουν αἶσαν τινὰ δηλοῦντας. ἀφ' ἧς, τινὲς μὲν, αἴσιοι. ἕτεροι δὲ, ἀπαίσιοι λέγονται. ἐξ ὧν ὀρνίθων, καὶ εὐορνιθία κατὰ τοὺς παλαιοὺς παρὰ Σοφοκλεῖ, τὸ ἀγαθὸν οἰώνισμα. καθὰ καὶ εὐερμία, τὸ διὰ τὸν Ἑρμῆν ἀγαθὸν ἕρμαιον ὅ ἐστιν εὕρημα. οὗ καὶ ῥῆμά ἐστι τὸ εὐερμεῖν. 1. 90 ὅτι δὲ Ἀττικὸν μὲν τὸ ὄρνις Δωρικὸν δὲ τὸ ὄρνιξ, δηλοῦσιν οἱ παλαιοί. Τὸ δὲ ἐπεὶ ἴδον ὀφθαλμοῖσιν, ἐτυμολογίαν παρεμφαίνει τοῦ θαμβεῖν, ὃ παρὰ τὴν θέαν ὡς προεῤῥέθη γίνεται καθὰ καὶ τὸ θηεῖσθαι καὶ τὸ ἐξ αὐτοῦ θηητόν. (ῃερς. 157.) Ὅτι νησιώτῃ ἁλιευτικῷ ἀνδρὶ πρέπον ὄνομα τὸ Ἁλιθέρσης, οἱονεὶ ὁ ἐν τῇ ἁλὶ θερόμενος ὑπὸ ἡλίου. παρὰ μέντοι τοῖς ναυτικωτάτοις νησιώταις Φαίαξιν, ἐκφανέστατα πλεονάζει τὰ ἁλιευτικὰ ὀνόματα. ὁ Ἀκρόνεως. ὁ Ὠκύαλος. ὁ Ναυτεύς. ὁ Ἀμφίαλος. ὁ Εὐρύαλος καὶ οἱ λοιποί. καὶ τοιοῦτος μὲν ὁ Ἀλιθέρσης. (ῃερς. 158.) Ὁ δὲ Μάστωρ, ζητητικοῦ ἀνδρὸς ὄνομα, παρὰ τὸ μῶ ἢ μαίω τὸ ζητῶ. ἀφ' οὗ καὶ ἡ μαῖα. μαστορίδην γοῦν τινὰ ὁ ποιητὴς Ἁλιθέρσην, πλάττει δεξιὸν ἐκζητήσεως πάντως καὶ μαθήσεως, ὄρνιθας γνῶναι καὶ ἐναίσιμα μυθήσασθαι. ὃς καὶ λύων κεφαλαιωδῶς τὸ κατὰ τοὺς ῥηθέντας ἀετοὺς ἑρμήνευμα οἰωνοσκοπητικῷ τρόπῳ, λέγει τοῖς μνηστῆρσιν, ὅτι τι μέγα πῆμα ὡς ἐῤῥέθη κυλίνδεται αὐτοῖς, καὶ ὅτι Ὀδυσσεὺς οὐκ ἐπὶ πολὺ ἀπάνευθε τῶν αὐτῷ φίλων ἔσεται. ἀλλά που ἤδη ἐγγὺς ὢν, ὡς ἐδήλου τὸ πλησίον ἀλλήλων τοὺς ἀετοὺς πέτεσθαι, φόνον τούτοις καὶ κῆρα ὡς καὶ προεγράφη φυτεύει πάντεσσι. πολέσι δὲ καὶ ἄλλοισι κακὸν ἔσται οἳ νεμόμεθ' Ἰθάκην εὐδείελον, ἤγουν εὐπεριόριστον, ἢ εὖ πρὸς δείλην κειμένην ὡς ἐν τοῖς ἑξῆς που ῥηθήσεται σαφέστερον. (ῃερς. 157.) Ἰστέον δὲ ὅτι τὸν διειλημένον Ἁλιθέρσην, γέροντα οἶδεν ὁ ποιητὴς, τοιούτων γὰρ ἀνδρῶν ἡ πολυπειρία. καλεῖ δὲ αὐτὸν καὶ ἥρωα, τῆς παῤῥησίας καὶ μαθήσεως ἀποδεξάμενος. (ῃερς. 158.) Ὄρνιθας δὲ καὶ νῦν ἔφη, τοὺς οἰωνοὺς, ἐξ ὧν οἱ κατὰ τέχνην οἰωνοπόλοι καὶ ὀρνιθοσκόποι λέγονται. καὶ ἐναίσιμα δὲ, τὰ τῆς κατὰ τὸ μοιρίδιον αἴσης δηλωτικά. δῆλον δὲ ὅτι λέγεται καὶ ἐπὶ δικαίου καὶ πρέποντος πράγματος τὸ ἐναίσιμον, ὡς δηλοῖ τὸ, ἀτὰρ τοῦτό γ' ἐναίσιμον οὐκ ἐνόησε, πρὸ ὀλίγου διὰ τὴν Πηνελόπην ῥηθέν. (ῃερς. 165.) Τὸ δὲ φυτεύει, ἀντὶ τοῦ, ἐπιμελῶς κατηργάζεται. ὅθεν οἱ ὕστερον λαβόντες ἀρχὴν, ὑπορύττειν φασὶ τὸ δολιεύεσθαι. ὃ καὶ αὐτὸ, τοῖς φυτεύουσι παρέπεται. Ἰστέον δὲ ὡς εἴ τις τῷ φυτεύοντι κῆρα, συντάξει καὶ τὸν συκοφάντην, γλυκερῷ μὲν φυτῷ παρωνυμούμενον κατὰ τὸ συκαῖ τε γλυκεραὶ κηραίνοντα δὲ τὰ εἰς τέλος οὐ γλυκύπικρον ἀλλὰ πευκεδανὸν, οὐκ ἀφυῶς ἂν ἐπιβαλεῖ. (ῃερς. 167.) Ἐν δὲ τῷ, νεμόμεθα, καὶ ἑαυτὸν ὁ Ἁλιθέρσης διὰ τὸ φιλάληθες καὶ ἀνεπαχθὲς συνεισάγει τοῖς κακωθῆναι μέλλουσι. καὶ ταῦτα, εἰδὼς αὐτὸς πταῖσαι μηδέν. Ὅρα δὲ τὰ ἐν τῷ τραχεῖ λόγῳ τοῦ Ἁλιθέρσου ἱλαρὰ ποιητικὰ πάρισα ἐν δυσὶ κείμενα στίχοις. τὸ, τοῖσδεσι. πάντεσσι. πολέσιν. ἄλλοισιν. ἔνθα καὶ πρὸς ὀρνιθοθήραν τεχνικὸν, ἀστείως ἂν ῥηθείη τὸ, ὃ γὰρ οἶος ὁμηλικίην ἐκέκαστο ὄρνιθας γνῶναι. ὅπερ δύο ἐλλείψεις ἔχει. μίαν μὲν, προθέσεως. ἑτέραν δὲ, ἄρθρου. λέγει γὰρ ὅτι μόνος κατὰ τοὺς ὁμήλικας ἐκέκαστο τῷ εἰδέναι ὄρνιθας. Ὅτι ὁ διὰ κοινὸν φόβον ἐθέλων παῦσαί τι κακὸν, καλῶς ἂν εἴποι τὸ, ἀλλὰ πολὺ πρὶν φραζώμεσθ' ὥς κεν καταπαύσομεν. οἱ δὲ καὶ αὐτοὶ, ἤγουν οἱ ἄτακτοι, παυέσθων. καὶ γάρ σφιν ἄφαρ τόδε λώϊόν ἐστιν ὑπερβατῶς δὲ ἐφράσθη. τὸ γὰρ ὀρθὸν, οἱ δὲ, καὶ αὐτοὶ παυέσθων ἄφαρ ἤγουν εὐθέως καὶ ὡς εἰπεῖν. συναπτῶς, ὡς ἀπὸ τοῦ ἅπτω. οὗ παρακείμενος, ἦφα. ἐξ οὗ ἄφαρ ἐπίῤῥημα ψιλούμενον Αἰολικῶς. (ῃερς. 170.) Ὅτι ὁ πεποιθότως προλέγων, ἐρεῖ τὸ, οὐ γὰρ ἀπείρητος μαντεύσομαι ἀλλ' εὖ εἰδώς. (ῃερς.

Intertext edge

Open linked passage

Note