Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam i
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
157.1.1
) θεῶν ὀλοφύρατο τουτέστι κατελεήσατο, καὶ ἐν τῷ, εἰς ὁδὸν αὐτήν. μεγεθύνων δὲ τὸν ἔλαφον ὑψίκερών τε λέγει καὶ μέγαν. (ῃερς. 168.) τὸν δ' αὐτὸν προσεπαύξων καὶ δεινὸν πέλωρον ἔφη, καὶ μάλα μέγα θηρίον. τοιοῦτος γὰρ ὢν ἀρκέσει τε τοῖς ἐν τῇ νηῒ τοῦ Ὀδυσσέως ὁ ἔλαφος καὶ ἀξία θήρα ἔσται τοῦ ἥρωος καὶ θεοῦ δόσις. Ὅρα δὲ καὶ ἐνταῦθα Ὁμηρικὴν ποικιλίαν. ἐν μὲν γὰρ τῇ λαχείᾳ νήσῳ ἄγρα πολλῶν ἀγρίωναἰγῶν, ἐν δὲ τῇ τῶν Κυκλώπων ἀπαγωγὴ θρεμμάτων ἡμέρων. ἐνταῦθα δὲ θήρα ἐλάφου αὐτόματος. οὕτω δὲ καὶ τὰ κατὰ τοὺς ἑταίρους ποικίλα τῷ Ὀδυσσεῖ. ἡ μὲν γὰρ λάχεια οὐδένα ἔβλαψεν, ὁ δὲ Κύκλωψ ἓξ κατέσπασεν. οἱ δὲ Λαιστρυγόνες μικροῦ δεῖν πάντας ἀπήγαγον. ἡ δὲ τῆς Κίρκης νῆσος ἕνα μέν τινα ἐξολέσει, ἄλλους δὲ ἐξανθρωπίσει. Ποικίλλεται δὲ καὶ ἄλλως τὰ κατὰ τὸν Ὀδυσσέα καὶ ἐν τοῖς ἡδέσι καὶ τοῖς λυπηροῖς. εὔφρανε μὲν γὰρ αὐτὸν ἡ λάχεια. ἐξεπτόησε δὲ καὶ φίλοις ὀλίγοις ἐζημίωσεν ἡ τῶν Κυκλώπων. μεγάλα δὲ ἐλύπησεν ἡ τῶν Λαιστρυγόνων. ἡ δὲ τῆς Κίρκης εὐφρανεῖ ὡς ἐν τοῖς ἑξῆς φανήσεται, ἄλλης ἡδονῆς οὖσα πρόξενος ἤπερ ἡ τῶν Λωτοφάγων. ἐκείνη γὰρ ἀπρόσιτος ἦν τῷ Ὀδυσσεῖ ὡς ἐκλανθάνουσα τῆς πατρίδος διὰ τὴν ἰδιότητα τοῦ λωτοῦ. (ῃερς. 157.) Ἰστέον δὲ καὶ ὅτι Ὁμήρου συμπαθείας καὶ ἐλέου θεμένου ἐνταῦθα τὸν ὀλοφυρμὸν ἐπὶ κλαυθμοῦ τὴν λέξιν οἱ
157.2.1
Ὅμηρον ἔθεντο. (ῃερς. 158.) Ὅρα δὲ ὡς καὶ εἰ καὶ Ἰωνικῶς τὰ πολλὰ κατὰ θῆλυ γένος ἡ ἔλαφος προφέρεται, ἀλλ' ἐνταῦθα ἀρσενικῶς προήνεκται διὰ τὸ μὴ κατ' εἶδος λελέχθαι. ὅτι δὲ καί τις πλακοῦς ἀνεπλάσσετο ἐν ἐλαφηβολίοις διὰ σταιτὸς καὶ μέλιτος καὶ σησάμου ἔλαφος καλούμενος ὁ δειπνοσοφιστὴς ἱστορεῖ. ἑορτῆς δὲ ὄνομα τὰ ἐλαφηβόλια. (ῃερς. 160.) Τὸ δὲ πιόμενος ἐκτείνει τὴν ἄρχουσαν οὐχ' ὡς μέσος δεύτερος ἀόριστος, ἀλλ' ὡς ἐνεστὼς, καθὰ καὶ τὸ πιόμεν' ἐκ βοτάνης. (ῃερς. 161.) Τὸ δὲ εἶχεν αὐτὸν μένος Ἡλίου, περιφρασίς ἐστι τοῦ ἐδίψα, ἢ καὶ ἄλλως συμβολικᾶς ἐῤῥέθη καὶ ὡς αἴνιγμα, ὡς τοῦ κατόχου Ἡλίῳ διψῶντος διὰ τὴν ἐκεῖθεν ζέσιν. Ἄκνηστις δὲ, τὰ μέσα νῶτα ἐπὶ τετραπόδων ὡς ὁ ποιητὴς ἐξηγεῖται, ἣν δηλαδὴ οὐκ ἔστι κνήσασθαι, ὡς καὶ πρὸ τούτων ἐῤῥέθη ἔνθα περὶ ἰξύος ἐγράφη. (ῃερς. 163.) Μακὼν δὲ κἀνταῦθα ἢ ἀντὶ τοῦ ἄσημον ἦχον ἀποτελέσας, ἵνα ᾖ ὀνοματοποιΐα ὁ τρόπος, ἢ ἀντὶ τοῦ εἰς μῆκος ἐκταθείς. (ῃερς. 164.) Τὸ δὲ ἀπὸ δ' ἔπτατο θυμὸς, περίφρασίς ἐστι τοῦ θανεῖν. Ἐμβαίνειν δὲ, τὸ στερεῶς ἐρείδειν τῷ κειμένῳ τὸν πόδα. καὶ ἔστιν ὅμοιον τῷ ἐνάλλεσθαι. (ῃερς. 166.) Ῥῶπες δὲ καὶ λύγοι, ὡς καὶ ἀλλαχοῦ ἐγράφη, φυτὰ ἱμαντώδη καὶ οὕτως εὐλύγιστα, ὡς καὶ πεῖσμα ὅ ἐστι σχοινίον ἐξ αὐτῶν στρέφεσθαι ἤγουν κλώθεσθαι. Ἔνθα ὅρα καὶ ὡς οὐκ ἐπὶ μόνων (ῃερς. 167.) σχοινίων νεὼς τὸ πεῖσμα λέγεται. Δῆλον δὲ ὅτι καὶ ἐπιμήκεις κατὰ τοὺς παλαιοὺς καὶ εὔκαμπτοι αἱ τῶν λύγων ῥάβδοι. (ῃερς. 169.) Ἡ δὲ ὄργυια καὶ ἐνταῦθα συνήθως προπαροξύνεται ὁμοίως τῷ ἅρπυια εἰλείθυια καὶ τοῖς τοιούτοις. Καταλοφάδια δὲ ἀντὶ τοῦ κατὰ λόφου, κατὰ αὐχένος, κατὰ τραχήλου. λόφος δὲ κυρίως ἐπὶ ἀλόγων ζῴων τὸ μετὰ τὴν κεφαλὴν, ἔνθα τοῖς ζευγνυμένοις ἐπιτίθεται ὁ ζυγός. ὅθεν ὁ τραγικὸς Οἰδίπους φησὶ τῶν τινὰς πολιτῶν μὴ ἐθέλειν ὑπὸ ζυγῷ νῶτον εὐλόφως φέρειν, ἤγουν εὐπειθῶς. ἀπὸ δὲ τοῦ τοιούτου λόφου καὶ ἡ τοῦ κάπρου εἴρηται λοφιά. εἰ δὲ καὶ ὥσπερ ἐκ τῆς ζωϊκῆς κορυφῆς ὀρεινὴ λέγεται κορυφὴ, οὕτω καὶ ἐκ τοῦ τοιούτου λόφου οἱ τοῦ ὄρους λόφοι, ὅθεν καὶ λοφνίδες αἱ ἐκ τῶν ἐκεῖθεν τόπων λαμπάδες, οὐκ ἔστι βεβαιώσασθαι. ἴσως γὰρ μᾶλλον ἐκ τοῦ ὀρεινοῦ λόφου ὁμωνύμως καλεῖται καὶ ὁ ζωϊκὸς λόφος. τὸ δὲ εἰπεῖν ὡς ταυτόν ἐστι καταλοφάδια καὶ κατωμαδὸν, ἀσφαλῶς ἔχει. εἰ γὰρ καθ' Ὅμηρον οὐκ ἦν ἐπ' ὤμου ἑνὸς φέρειν τὸ τοιοῦτον ζῷον χειρὶ ἑτέρῃ ἤγουν μιᾷ, ἀλλὰ δηλαδὴ ἀμφοτέραις καὶ ἐπ' ἀμφοτέρων ὤμων, ἑρμηνεία γάρ ἐστι τοῦτο τοῦ καταλοφάδια, πάντως καὶ ὁ οὕτω φέρων κατ' ἀμφοτέρους φέρει ὤμους. καὶ ἔστι λοιπὸν καταλοφάδια φέρειν τὸ κατωμαδὸν βαστάζειν. τὸ δὲ καταλοφάδια κοινότερον μὲν διὰ τοῦ ἰῶτα ὀφείλει ἔχειν τὴν παραλήγουσαν. τὰ δὲ πλείω τῶν παλαιῶν ἀντιγράφων διὰ διφθόγγου ἔχει αὐτήν. Ἰστέον δὲ ὅτι πρὸς ἀκρίβειαν προϋπάρχει ὥσπερ τοῦ κατὰ τὴν περικεφαλαίαν λόφου οὕτω καὶ τοῦ ὀρεινοῦ ὁ ζωϊκός. καὶ γένοιτ' ἂν ἐκ τοῦ λέπω λέψω λέλεφα ὁ τοιοῦτος λόφος. σπουδῆς γὰρ ἄξιον ἀποδαρὲν ἤγουν ἐκλεπισθὲν τὸ τοιοῦτον μέρος τοῦ ζῴου. Ἔτι ἰστέον καὶ ὅτι τῶν εἰρημένων ὑποκοριστικῶς ἢ ἄλλως κατὰ παραγωγὴν λοφνίδων, ὧν χρῆσις καὶ παρὰ Λυκόφρονι, πρωτότυπον ἡ λοφνία ὡς δηλοῖ Ἀθήναιος εἰπὼν ὅτι λοφνία ἡ ἐκ φλοιοῦ λαμπάς. (ῃερς. 171.) Θηρία δὲ κοινῶς πάντα τὰ ἄλογα. διὸ καὶ τὸν ἀράχνην θηρίον φησὶν ὁ Αἰλιανός. σημειοῦνται δὲ οἱ παλαιοὶ μὴ εἶναι παρὰ τῷ ποιητῇ μηδὲ τὸ θηρίον τύπου ὑποκοριστικοῦ, παρωνυμεῖσθαι δὲ τῷ θηρί. μηδὲ γὰρ κεῖσθαι τὸ τοῦ ὑποκορισμοῦ ταπεινὸν παρ' Ὁμήρῳ διὰ τὸ ὑψηλόφωνον καὶ ἡρωϊκὸν τῆς αὐτοῦ ποιήσεως. εἰ δέ τις φασὶ καὶ θείη μὴ παρώνυμον εἶναι τοῦ θηρὸς τὸ θηρίον ὡς τοῦ ἴχνους τὸ ἴχνιον ἀλλ' ὑποκοριστικὸν, ἐξεγήγερταί φασιν ἄλλως τῆς ταπεινότητος, διά τε τοῦ, μέγαν ἔλαφον, καὶ τοῦ, δεινοῦ πελώρου, καὶ τοῦ, μάλα μέγα. διὸ καὶμετὰ στίχους ὀκτὼ, πάλιν ἐρεῖ τὸ, μάλα μέγα θηρίον εἶναι τὸ πεσόν. οὕτω καὶ ἀλλαχοῦ τειχίον εἰπὼν ὑποκοριστικώτερον ὕψωσεν εἰπὼν ἐκεῖνο μέγα. οἷον. παρὲκ μέγα τειχίον αὐλῆς. καὶ τὸ οἰκίον δὲ, οὐδ' αὐτὸ σμικρόν τι δηλοῖ ἐν τῷ, οἰκία δ' αὔτε μητέρι δοῖμεν. πῶς γὰρ ἂν σμικρὰ εἴη τὰ μέγαρα τοῦ Ὀδυσσέως ἅπερ ἐξ ἑτέρων ἕτερα ἐστίν; οὐ μὴν οὐδὲ ὅτε οἰκία λέγει Ἅιδου ἐν Ἰλιάδι, ὑποκοριστικῶς ἂνἐκεῖνα οὕτω λέγοι, ἀλλὰ μάλιστα παρωνύμως. ἵνα μὴ καὶ αὐτὸ σκῶμμα εὕροι καθὰ καὶ τὸ, αἰθέρα Διὸς δωμάτιον, καθ' οὗ Ἀριστοφάνης ἔπαιξε, συγκαταπαίξας ἅμα καὶ τὸ, χρόνου πόδα, ὅπερ δοκεῖ παραξεσθῆναι ἀπὸ τοῦ, περιπλομένων ἐνιαυτῶν. Ἰστέον δὲ καὶ ὅτι ἐξ Ὁμήρου λαβὼν Εὐριπίδης μέθοδον τὴν βασιλικὴν παῖδα Πολυξένην μόσχον μὲν εἰπὼν εὐτελῶς ἔφρασε. σκύμνον δὲ προσειπὼν ἐπηύξησεν. ἐπὶ λεόντων γὰρ κυρίως τὸ σκύμνος. εἰ καὶ οἱ παλαιοὶ ἐξαιροῦσι τῆς Ὁμηρικῆς ποιήσεως οἷα σμικροπρεπὲς τὸ ὑποκορίζεσθαι, ἀλλ' ὅμως ἔστιν οὗ κεῖσθαι καὶ τοιαῦταί τινες λέξεις δοκοῦσι προσφυῶς τοῖς ὑποκειμένοις πράγμασιν. ἐν αἷς καὶ ἀγκαλὶς ἡ ἀγκάλη ἐν Ἰλιάδι. οἷον. ἐν ἀγκαλίδεσσι τιθήνης. καὶ, παῖδες ἐν ἀγκαλίδεσσι φέρον. ὅτι δὲ ὑποκοριστικῶν τύποι διάφοροι, δῆλον ἐκ τῶν παλαιῶν. παρ' οἷς κεῖται καὶ ἀρσενικῶν τύπος ὁ μὲν κατὰ τὸ πλεονάζον. οἷον. Ἡφαιστίων Ἡφαιστίωνος ὁ Ἥφαιστος. ὁ δὲ, κατὰ τὸ ἐλλεῖπον. οἷον. Βάκχων Βάκχωνος καὶ Σίμων Σίμωνος, ὁ Βακχυλίδης δηλαδὴ καὶ ὁ Σιμωνίδης. ὧν καὶ φυλάσσεται τὸ ˉω τῆς εὐθείας ἐν τῇ γενικῇ. (ῃερς. 172.) Τὸ δὲ ἀνέγειρα μειλιχίοις ἐπέεσσι παρασταδὸν ἄνδρα ἕκαστον ἀνθρώπου ἦθος δηλοῖ πρᾴως ὀτρύνοντος. (ῃερς. 174.) Ὅτι παρηγόρημα τῶν ὡς ἐπὶ κινδύνῳ λυπουμένων τὸ, ὦ φίλοι, οὐ γάρ που καταδυσόμεθ' ἀχνύμενοί περ εἰς Ἀΐδαο δόμους πρὶν (ῃερς. 175.) μόρσιμον, ἢ καὶ ἄλλως εἰπεῖν, θεόθεν ἦμαρ ἐπελθεῖν. ἀλλ' ἄγετε μνησόμεθα βρώμης, (ῃερς. 177.) μηδὲ τρυχώμεθα λιμῷ. ἃ δὴ περίφρασίς ἐστι τοῦ φάγωμεν. ἢ καὶ ἄλλως δηλωτικὰ τοῦ φαγεῖν, ἐκ τῶν πρὸ αὐτοῦ καὶ μετ' αὐτό. πρῶτον γάρ τις μνησάμενος βρώμης, εἶτα φαγὼν οὐκέτι τρύχεται λιμῷ. καὶ ἔστι τοιαύτη μέθοδος καὶ ἀλλαχοῦ παρ' Ὁμήρῳ, ἣν καὶ ὁ Ἑρμογένης ἐπισημαίνεται, διδάσκων εἶναί ποτε καὶ μάλιστα ἐπὶ τῶν μὴ σεμνῶν σιγᾶσθαι μὲν τὸ πρᾶγμα, δηλοῦσθαι δὲ ὅμως ἐκ τῶν πρὸ αὐτοῦ καὶ τῶν μετ' αὐτό. (ῃερς. 174.) Τὸ δὲ καταδυσόμεθα, σεμνοτάτη λέξις ἐπὶ ἀνθρώπου, ὡς δύνοντος καὶ αὐτοῦ ἡλίου δίκην ὅτε ὑπὸ γῆν γένηται. (ῃερς. 176.) Ἐκ δὲ τοῦ βέβρωμαι ἡ βρώμη, ὡς ἐκ τοῦ τέτρωμαι ἡ τρώμη Ἰωνικῶς ἤγουν ἡ τρῶσις, καὶ ἐκ τοῦ ἔῤῥωμαι, ἡ ῥώμη. τὸ δὲ ὅλον εἰπεῖν τριῶν τούτων τοῦ, βέβρωμαι βέβρωσαι βέβρωται, ἐκ τοῦ πρώτου μὲν ἡ βρώμη καὶ τὸ βρῶμα, ἐκ τοῦ δευτέρου δὲ ἡ βρῶσις. οἷον. δότ' ἀμφίπολοι βρῶσίν τε πόσιν τε. καὶ ἐνταῦθα δὲ, ὄφρα ἐν νηὶ βρῶσίς τε πόσις τε. ἔκ τε τοῦ τρίτου τὸ βρωτὸν καὶ ἡ βρωτύς. (ῃερς. 174.) Σημείωσαι δὲ τὸ, ὦ φίλοι, οὐ γάρ που καταδυσόμεθα εἰς Ἅιδην, ἀλλὰ μνησόμεθα βρώμης, ἐν πολλοῖς γὰρ ὁ ποιητὴς ἀρχόμενος ἀπὸ τοῦ γˉαρ, εἶτα ἐπάγει τὸν ἀλλˉα σύνδεσμον ταυτοδυναμοῦντα τῷ δὴ, οὕτω γοῦν καὶ μετ' ὀλίγα φησίν· (ῃερς. 190.) ὦ φίλοι, οὐ γάρ τ' ἴδμεν ὅπῃ ζόφος, οὐδ' ὅπῃ Ἠὼς, οὐδ' ὅπῃ Ἠέλιος φαεσίμβροτος εἶσιν ὑπὸ γῆν, οὐδ' ὅπῃ ἀννεῖται, ἀλλὰ φραζώμεθα θᾶσσον. ἔνθα ζόφον μὲν τὴν δύσιν εἰπὼν Ἠῶ δὲ τὴν ἀνατολὴν ἡρμήνευσε τὰς λέξεις εὐθὺς πλατύτερον. πρῶτα μὲν τὸν ζόφον διὰ τοῦ, ὅπῃ Ἥλιος ὑπὸ γῆν εἶσιν. εἶτα τὴν Ἠῶ διὰ τοῦ, ὅπῃ ἀνίσχει. τοῦτο γάρ ἐστι τὸ ἀννεῖται, ἀντὶ τοῦ ἀναστείχει, ἀνανέεται, ἀνέρχεται, ἀνατέλλει. ἐν οἷς Ὀδυσσεὺς λέγει μὴ εἰδέναι ὅπῃ κοσμικοῦ κλίματός εἰσιν. οὐ γὰρ ἔχομέν φησι συγκρῖναι εἴπερ ἀνατολικοὶ πρὸς ἑτέραν χώραν ἐσμὲν, ἢ δυτικοί. καὶ τοῦτο μὲν τοιοῦτον. κεῖται δὲ καὶ μετὰ βραχέα ἐν τοῖς περὶ Κίρκης σχῆμα ὅμοιον. οἷον, ὦ φίλοι, ἔνδον γάρ τις καλὸν ἀοιδιάει, ἀλλὰ φθεγγώμεθα θᾶσσον. Σημείωσαι δὲ ὅτι ὁ γεωγράφος εἰς τὸ, οὐ γάρ τ' ἴδμεν ὅπῃ ζόφος καὶ ἑξῆς ὡς προγέγραπται, λέγει ὅτι ἐν τόπῳ τινὶ Ὀδυσσεὺς ἐγένετο, ἔνθα ἐνήλλακτο τὰ τοῖς πολλοῖς φαινόμενα ἐν οὐρανῷ, διὸ καὶ ταράσσεται. τῶν τινὲς δὲ παλαιῶν οὐκ ἀποροῦντα δεινοπαθοῦντα δὲ τὸν Ὀδυσσέα ταῦτα λέγειν φασί. Περὶ δὲ τοῦ φράζεσθαι εἰ καὶ προγέγραπται, ὅμως οὐ πάρεργον καὶ ἐκ τῶν Ἡρακλείδου παρασημειώσασθαι ταῦτα. ἀνέκαθέν φησιν ἤγουν ἐξ ἀρχῆς θεματικῆς, ἔστι φῶ τὸ λέγω, οὗ μετοχὴ ἀόριστος, φάσας. ὡς κλῶ κλάσας. καὶ συγκοπῇ, φάς. οἷον. φὰς ἔμεν ἀπτόλεμον. ὥσπερ καὶ κλάς φησι παρὰ Ἀνακρέοντι. τὸ δὲ φῶ παραχθὲν εἰς τὸ φάζω ἐξ οὗ ἡ φάσις, προσλήψει τοῦ ˉρ γίνεται φράζω ὅθεν ἡ φράσις. ἄλλως δὲ μεταληφθὲν Μακεδόνων φησὶ διαλέκτῳ καὶ ἐξενεχθὲν διὰ τοῦ ˉβ, ποιεῖ τὸ βῶ βάζω Σικελικῶς κατὰτὸ σιγῶ σιγάζω. ἀνιῶ ἀνιάζω. ἀτιμάζω. πελάζω. ἐκ δὲ τοῦ βάζω, καὶ ἡ βάξις Δωρικώτερον. καὶ οὕτω μὲν ἐκ τοῦ φῶ Μακεδονικῶς γέγονε τὸ βῶ. οὐδέ ποτε γάρ φησι κατ' ἀρχὰς λέξεων ἐκεῖνοι τῷ ˉφ χρῶνται, ἀλλ' ἀντ' αὐτοῦ δηλαδὴ τῷ ˉβ. ὡς καὶ ὁ Βίλιππος δηλοῖ καὶ ἄλλα εἰρημένα ἑτέρωθι. ἐν δὲ ἑτέρῳ τόπῳ λέγει ὁ αὐτὸς Ἡρακλείδης τοὺς Παμφυλίους ἄλλως χαίρειν τῷ ˉβ, προτιθέντας αὐτὸ παντὸς φωνήεντος. τὸ γοῦν φάος φάβος φασί. καὶ τὸ ἀέλιος βαβέλιος. οὕτω δέ φησι καὶ τὸ ὀρούω ὀρούβω λέγουσι, καὶ περισπωμένως δὲ ὀρουβῶ. ὡς δὲ οἱ Αἰολεῖς ἄλλως τῷ ˉβ χαίρουσι προτιθέντες τοῦ ˉρ ἐν τῷ ῥάκος βράκος ῥοτὸς βροτὸς ῥυτὴρ βρυτὴρ, ἐν ἄλλοις δηλοῦται. λέγει δὲ Ἡρακλείδης καὶ ὅτι Ταραντίνων τὰ εἰς ζˉω λήγοντα βαρύτονα ῥήματα, ὧν ὁ παρακείμενος καὶ ὑπερσυντέλικος διὰ τοῦ κάππα ἐκφέρονται, φραζόντων ἐν δυσὶ σίγμα. οἷον. σαλπίζω σαλπίσσω. λακτίζω λακτίσσω. οὕτω δὲ καὶ φράζω φράσσω τὸ λέγω. ἐκεῖθεν Κόριννα ἡ μελοποιὸς φράττω ἔφη ἐν δυσὶ ˉτ Βοιωτικῶς. ἔτι λέγει ὁ αὐτὸς, καὶ ὡς οἱ εἰρημένοι Ταραντῖνοι τὰ παρ' ἡμῖν διὰ δύο σίγμα ἔμπαλιν διὰ τοῦ ˉζ προφέρουσι. τὸ γὰρ πλάσσω, πλάζω φασὶ, καὶ τὸ ἀνάσσω, ἀνάζω. ἔτι λέγει καὶ ὅτι Αἰολεῖς τῷ ˉα προστιθέντες τὸ ˉυ ὥς φησιν Ἀρίσταρχος παρατιθεὶς τὸ, ἀτὰρ αὐτὰρ δαλὸς δαυλὸς ἴαχεν ἴαυχεν, λέγουσιν οὕτω καὶ φάσκω φαύσκω, καὶ μετὰ τοῦ ˉρ, φραύσκω. δῆλον δ' ὅτι ἐκ τοῦ εἰρημένου φαύσκω καὶ τὸ πιφάσκω γίνεται κατὰ ἀναδιπλασμὸν συνήθη τοῖς Ἴωσιν. οἳ τὰ ἀπὸ συμφώνου ἀρχόμενα ῥήματα διπλάζοντες τὸ πρῶτον σύμφωνον ἐκφέρουσι μιᾷ πλεονάζον συλλαβῇ. οἷον δέξεται δεδέξεται. λάβῃ λελάβῃσι. κάμωσι κεκάμωσι. δάπτω δαδάπτω καὶ πλεονασμῷ τοῦ ˉρ δαρδάπτω. μύρω μορμύρω. οὕτω καὶ ἀπὸ τοῦ δάσκω διδάσκω. καὶ τιτρώσκω ἀπὸ τοῦ τρῶσαι. καὶ ἀπὸ τοῦ πρήσω καὶ πλήσω, τὸ πίμπρησι καὶ πίμπλησι. καὶ ἐκ τοῦ φόνος τὸ, ὦ πέπονες μεταπεσόντος τοῦ ˉφ εἰς ˉπ. Δωριεῖς γάρ φασι τοὺς ἐπονειδίστους φόνους λέγουσιν ὡς οἱονεὶ ἄξια φόνου δεδρακότες, καὶ μετὰ προθέσεως, καταφόνους ὡς καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα γέγραπται. (ῃερς. 179.) Ὅτι διὰ τὸ πολὺ τοῦ πένθους καὶ πρηνεῖς ἢ ἄλλως ἐγκεκαλυμμένοι ἔκειντο οἱ τοῦ Ὀδυσσέως, ὡς δηλοῖ τὸ, ἐκ δὲ καλυψάμενοι θηήσαντο ἔλαφον. (ῃερς. 181.) Ὅτι δηλωτικὸν θαυμασμοῦ τὸ, αὐτὰρ ἐπεὶ τάρπησαν ὁρώμενοι ὀφθαλμοῖσι. (ῃερς. 211.) δυσελπίστων δέ τις εἴποι ἂν, ἀλλὰ φραζώμεθα θᾶσσον εἴτις ἔτι ἔσται μῆτις, ἐγὼ δ' οὐκ οἴομαι εἶναι. (ῃερς. 193.) Ὅτι τὴν τῶν Φαιάκων νῆσον πλείονος ἀξιώσας λόγου (ῃερς. 211.) καὶ τὴν πρὸ τῶν Κυκλώπων, καὶ αὐτὴν δὲ τὴν τῶν Κυκλώπων, καὶ περὶ τῆς τῶν Λαιστρυγόνων δὲ εἰπὼν θαυμαστήν τινα ἰδιότητα ἐλάττου λόγου ἀξίαν τὴν τῆς Κίρκης νῆσον κρίνει, τοσοῦτον μόνον εἰπὼν, ὡς τὰ μὲν αὐτῆς δώματα ξεστοῖς λίθοις τετυγμένα ἦν ἐφ' ὑψηλοῦ. τὴν δὲ κατ' αὐτὴν νῆσον περὶ πόντος (ῃερς. 195.) ἀπείριτος ἐστεφάνωται, ἤγουν κύκλῳ περιέχει ὡς ἀμφίαλον. (ῃερς. 196.) αὐτὴ δὲ χθαμαλὴ κεῖται οὐ μὴν καὶ πανυπερτάτη ὡς ἡ Ἰθάκη ἀλλαχοῦ. καλὸν δὲ τοῖς δώμασι τῆς Κίρκης, καὶ τὸ κεῖσθαι αὐτὰ κατὰ (ῃερς. 197.) δρυμὰ πυκνὰ καὶ ὕλην τουτέστιν ἐν βήσσαις ὡς μετ' ὀλίγα φησίν. ἔτι δὲ καὶ τὸ περισκέπτῳ ἐνὶ χώρῳ εἶναι αὐτά. ὃ ταυτόν ἐστι τῷ, ἐν σκοπιᾷ καὶ περιωπῇ. (ῃερς. 198.) Ἐν τούτοις δὲ κεῖται καὶ τὸ, κατεκλάσθη φίλον ἦτορ, ἀντὶ τοῦ κατεκάμφθη καὶ κατεάγη τῇ λύπῃ ἐκ μεταφορᾶς τῶν κλωμένων ξύλων. οἷον. πτόρτον κλάσε χειρὶ παχείῃ. λέγει δ' ἐνταῦθα καὶ (ῃερς. 0.) τὸν Κύκλωπα, μεγαλήτορα καὶ ἀνδροφόνον ἢ ἀνδροφάγον. (ῃερς. 1.) Ὅτι ἐπὶ τῶν ἀπράκτως κλαιόντων ῥηθήσεται τὸ, κλαῖον δὲ λιγέως, θαλερὸν κατὰ δάκρυ χέοντες. ἀλλ' οὐ γάρ τις πρῆξις ἐγίνετο μυρομένοισιν ὅ ἐστι κλαίουσι, περὶ οὗ πολλαχοῦ δεδήλωται. (ῃερς. 3.) Ὅτι ποικίλος ὢν ὁ ποιητὴς, καὶ ὅτε δι' Ὀδυσσέως ἀποπειρᾶσθαι τῶν τόπων ἐθέλει, ποιεῖ ὡς ἐν μὲν τῇ γῇ τῶν Κικόνων, σὺν ἅπασι τοῖς φίλοις πολεμήσας ἐκεῖνος, ἀνδραγαθεῖ. ἐν δὲ τῇ τῶν Λωτοφάγων ἄνδρας δύο κρίνας καὶ τρίτατον κήρυκα προΐησι πυθέσθαι. τὸ δὲ τοῦ Κύκλωπος σπήλαιον ἐκεῖνον αὐτὸν ἔσχεν ἔνδον καὶ δυώδεκα ἑταίρους. ὁ μέντοι Αἴολος οὐχ' ἕνα τινὰ, ἐκεῖνον δὲ καὶ τοὺς ἅπαντας ἑταίρους ἰδὼν ἐφιλοξένησε. παρὰ δὲ τοῖς Λαιστρυγόσι βραχύ τι ἐνέλιπε τοῦ πάντας ἀπολωλέναι δύο καὶ ἐκεῖ ἀνδρῶν σταλέντων καὶ τρίτου κήρυκος. εἰς δὲ τὴν Κίρκην οἱ λαχόντες στέλλονται, ἄλλος τρόπος οὗτος τοῦ γνῶναι τὴν νῆσον. φησὶ γοῦν ὁ Ὁμηρικὸς Ὀδυσσεύς· αὐτὰρ ἐγὼ δίχα πάντας ἑταίρους ἠρίθμεον, (ῃερς. 4.) ἀρχὸν δὲ μετ' ἀμφοτέροισιν ὄπασσα, τουτέστιν ἀμφοῖν τοῖν μεροῖν δέδωκα. τῶν μὲν ἐγὼν ἦρχον, τῶν δ' Εὐρύλοχος θεοειδής. γαμβρὸς δὲ Ὀδυσσέως οὗτος ἐπὶ ἀδελφῇ. (ῃερς.

Intertext edge

Open linked passage

Note