Commentarii ad Homeri Odysseam i
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
158.1.1
) Ὅτι μυστηριαζομένῳ οἰκεῖον τὸ, ἄγχι σχὼν κεφαλὴν ἵνα μὴ πευθοίαθ' οἱ ἄλλοι. τὸ δὲ πευθοίατο μετὰ τῶν ἐφεξῆς τοῦ ἰδοίατο καὶ ἀρησαίατο, ποιητικὸν κάλλος ἐν παρισώσει ποιεῖ. (ῃερς. 159.) Ὅτι ὁ εὐλαβῶς σκώπτων, προοιμιάσαιτο ἄν ποτε πρὸς τὸν ἀκροατὴν, οὕτω. ξεῖνε φίλε, εἰ καί μοι νεμεσήσεαι ὅττικεν εἴπω; λέγει δὲ τοῦτο Τηλέμαχος πρὸς τὸν Μέντην, ὅτε πρινὴ ἐρωτηθῆναι ὑπὸ τῆς Ἀθηνᾶς, σκώπτει τοὺς μνηστῆρας. ἐμφαίνοντος τοῦ ποιητοῦ, φορτικὸν εἶναι τὸ ἁπλῶς κωμῳδεῖν. (ῃερς. 162.) Ὅτι τὸ, βίον ἀνέρος οὗ δήπου λευκὰ ὀστέα πύθεται ὄμβρῳ κείμενα 1. 44 ἐπ' ἠπείρου ἢ εἰν ἁλὶ κῦμα κυλίνδει, σχῆμά ἐστι περιφράσεως. βούλεται γὰρ εἰπεῖν, βίον ἀνδρὸς ὃς ἐν πλάνῃ θανὼν, οὐκ ἐτάφη. τοῦ γὰρ τοιούτου ἀνδρὸς, ἢ ἐν χέρσῳ ἢ ἐν θαλάσσῃ τὰ ὀστᾶ. Ἐνταῦθα δὲ τὸ ἀνέρος, ἐκτείνει τὴν ἄρχουσαν ὡς καὶ ἀλλαχοῦ. ἐν δὲ ἑτέροις τόποις, τὸ αὐτὸ καὶ συστέλλεται, Τὸ δὲ δή που νῦν μὲν τοπικῶς κεῖται. ἄλλως δὲ παρὰ τοῖς ὕστερον Ἀττικοῖς, καὶ αὐτὸ καὶ τὸ δήπουθεν, βεβαιωτικά εἰσιν. ὥσπερ τὸ δηλαδή. καὶ τὸ πάντως. καὶ τὸ ἀμέλει. καὶ αὐτὸ γὰρ ὡς τὰ πολλὰ καθάπερ ἐν ῥητορικῷ εὕρηται λεξικῷ, ἀντὶ τοῦ πάντως λαμβάνεται, συγκατάθεσιν δηλοῦν. τὸ μέντοι δῆθεν, ἀλλ' αὐτὸ δισταγμοῦ ἐστιν ἐπίῤῥημα. Λευκὰ δὲ ὀστέα λέγει ὡς καὶ ἐν Ἰλιάδι λευκὸν ὀδόντα συὸς, κατὰ κοινὸν ἐπίθετον. καί τοι τινὲς ὑπώπτευσαν, πρὸς ἀντιδιαστολὴν λέγεσθαι, διὰ τὸ καὶ μέλανα ὀστᾶ φαίνεσθαι εἶναι καθά τινες ἐν Ἰλιάδι ἀνέγνων, ἀετοῦ μελανόστου θηρητῆρος, τουτέστιν ὀστᾶ μέλανα ἔχοντος. ὅπερ ἀντιλέγεται. οὕτω καὶ κρῖ λευκὸν εἰπόντος τοῦ ποιητοῦ, δοκεῖ τισι, πρὸς διαστολὴν κρίμνου μέλανος οὕτω ῥηθῆναι. ὡς ὄντος καὶ τοιούτου ἀληθῶς ἔν τισι τόποις, οἷον καὶ τοῖς περὶ Λυκαονίαν. ὁ δὲ ποιητὴς, ἔοικεν ἁπλοϊκῶς καὶ τοῦτο εἰπεῖν, ἐπειδὴ τὸ κρῖμνον οὗ παράγωγον ὁ κριμνίτης πλακοῦς καθὰ καὶ σταιτίτης ὁ ἀπὸ σταιτὸς καὶ μέλιτος, σίτου λευκότερον. (ῃερς. 163.) Τὸ δὲ κυλίνδω, ἀεὶ παρὰ τῷ ποιητῇ βαρύνεται. εἰ καὶ παρὰ τοῖς ὕστερον περισπᾶται. οἳ κυλινδεῖσθαί φασι καὶ τὰ ὅμοια. Τὸ δὲ ἐν ἁλὶ, εἰν ἁλὶ ὁ ποιητὴς λέγει κατὰ συνήθη ἐπένθεσιν τοῦ ἰῶτα. Ἰστέον γὰρ ὅτι ἡ ˉεˉν πρόθεσις ταῖς μὲν δισυλλάβοις ἐξομοιοῦται προθέσεσι, τῇ ἐπεκτάσει. οἷον, ἐνὶ προθύροις Ὀδυσῆος. ταῖς δὲ μακραῖς μονοσυλλάβοις, τῇ ῥηθείσῃ τοῦ ˉι ἐπενθέσει. ταῖς δὲ λοιπαῖς, καθ' ἑαυτὴν οὖσα. (ῃερς. 164.) Ὅτι προϊὼν μὲν ὁ ποιητὴς, ἐρεῖ. ὡς ἐὰν Ὀδυσσεὺς εἰς τὰ ἑαυτοῦ ἔλθῃ, τὰ τοῦ οἴκου θύρετρα καὶ μάλα εἰς εὖρος ἀναπεπταμένα, στενοχοροῖντο ἂν τοῖς μνηστῆρσι τεθορυβημένως φεύγουσιν. Ὀδυσσεὺς δὲ πρός τινα λαλῶν λέγει. μὴ σύγε τύχης ἐνταῦθα ὅτε Ὀδυσσεὺς ἔλθοι. νῦν δὲ ἄλλως φράζων τὴν ἐσομένην τῶν μνηστήρων ἀγωνίαν, φησίν. (ῃερς. 164.) ἐὰν ἐκεῖνον ἴδοιεν νοστήσαντα, εὔξαιντο ἂν ἐλαφρότεροι πόδας εἶναι ἤπερ ἀφνειότεροι χρυσοῦ τε ἐσθῆτός τε, καὶ ἔστιν ἀστεῖος πάνυ ὁ λόγος οὗτος. θέλουσι μὲν γὰρ αὐτοὶ, βαρεῖσθαι πολλῷ χρυσῷ καὶ ἐσθῆτι. ἴσως μὲν, κειμηλίοις. ἴσως δὲ καὶ οἷς φοροῦσιν. ἀλλὰ τότε, οὐ μόνον αὐτὰ ἀποθήσονται, ἀλλὰ καὶ ἄλλως ἐλαφρότεροι γενέσθαι εὔξονται ὡς ἂν ῥᾷον ἔχοιεν φεύγειν. ὅπως δὲ καὶ βαροῦνται χρυσῷ καὶ χαίρουσι τοῦτο πάσχοντες οἱ τὸν ἀλλότριον πλοῦτον ἐπαχθιζόμενοι, ὁ τῆς ἱστορίας Ἀλκμαίων δηλοῖ. ὃς τὸν Λυδῶν βασιλέα, γέλωτος ἔπλησεν, ἰδόντα τὸ αὐτοῦ εἰδεχθὲς καὶ κατάπονον ὅτε τοῦ βασιλικοῦ θησαυροῦ ἐξήει γέμων χρυσοῦ. Σημείωσαι δ' ἐνταῦθα ὅτι τὲ βάρος τι ὁ ποιητὴς εἶναι ὑπολαλεῖ ἐν τῷ ἄγαν ἀφνειόν τινα εἶναι, καὶ τὸ ἐλαφρότεροι πόδας ὅ ἐστιν ἐλαφηροὶ καὶ ταχεῖς δίκην ἐλάφου, κυριολεκτεῖται μᾶλλον μεταφορικῶς, ἤπερ τὸ πλέειν ἐλαφρῶς. ὡς τὸ, τά οἱ πλώοιεν ἐλαφρῶς. καὶ μὴν ἐκεῖνο οἰκειοῦται τῇ ἐλάφῳ, οὐχ ὡς ταχυδρόμῳ μέντοι ἀλλ' ὡς κούφῃ νήχεσθαι. (ῃερς. 167.) Ὅτι τὸ ἡμῖν καὶ ἡμῶν καὶ καὶ ἡμᾶς, ἐγκλίνονται μὲν παρὰ τοῖς παλαιοῖς. οὐκ ἀνακλίνουσι δὲ ἑτέρᾳ λέξει τὸν τόνον, ἀλλ' ἀναπέμπουσιν εἰς τὴν οἰκείαν παραλήγουσαν. οἷον, ἧμιν, ἥμων, ἥμας. ὥσπερ καὶ ἐνταῦθα πολλὰ τῶν ἀντιγράφων ἔχουσιν. οὐδέ τις ἧμιν θαλπωρή. μονόχρονος μὲν οὖν ποτε λέξις, ἐγκλιθήσεται. οἷον τὸ τίς. καὶ δίχρονος, οἷον τὸ τινές. καὶ τρίχρονος, οἷον τὸ φημί. καὶ τὸ τινῶν. τετράχρονος δὲ λέξις, οὖκ ἂν ἀπαλλαγείη παντελῶς τοῦ οἰκείου τόνου. ὡς διὰ τὸ βριθὺ τῆς τετραχρονίας, κωλουμένης τῆς προπαροξυτονήσεως. Ὅτι τὸ ἐν πλάνῃ τινὰ θανεῖν, οὕτω φράζει, νῦν δ' ὁ μὲν, ἀπόλωλε κακὸν μόρον. καὶ, τοῦ δ' ὤλετο νόστιμον ἦμαρ. Ὅτι ὁ ἀπελπίσας, εἴποι ἂν, οὐδέ τις ἡμῖν θαλπωρή, ὃ γράφεται καὶ ἐλπωρή. (ῃερς. 168.) Ἰστέον δὲ ὅτι τὴν χαροποιὸν ἐλπίδα θαλπωρὴν λέγει, ἐπεὶ θάλπει τοὺς πολλοὺς ἡ τῶν ἀγαθῶν ἐλπίς. ὥσπερ αὖ πάλιν ἡ τῶν ἐναντίων, οὐ μόνον ψύχει ἁπλῶς, ἀλλὰ πολλοὺς καὶ ἀπονεκροῖ. καὶ ἡ τραγῳδία δὲ τὸν κενὴν θαλπωρὴν ἔχοντα, κεναῖς ἐλπίσι λέγει θερμαίνεσθαι. καὶ θερμὴν ἐπὶ ψυχροῖσι καρδίαν ἔχειν. (ῃερς. 171.) Ὅτι πρὸς τὸν ἐξ ἀλλοδαπῆς νέον ἐλθόντα καὶ ἀγνοούμενον, οἰκεῖον τὸ, τίς πόθεν εἶς ἀνδρῶν πόθι τοι πόλις ἠδὲ τοκῆες. καὶ τὸ, καί μοι τοῦτ' ἀγόρευσον ἐτήτυμον ὄφρ' εὖ εἰδῶ, ἠὲ νέον μεθέπεις ἤγουν εἰς ἡμᾶς ἥκεις, ἢ καὶ πατρώϊος ἐσσὶ ξεῖνος. (ῃερς. 173.) Ἰστέον δὲ ὅτι ἐν τῷ, πόθεν εἶς ἀνδρῶν, εἰ μὲν περισπᾶται τὸ εἶς, δηλοῖ ἂν τὸ ἥκεις, ἀπὸ τοῦ εἶμι ῥήματος ὃ δηλοῖ τὸ ἔρχομαι. εἰ δὲ δίχα τόνου ἐστὶν ὅπερ ἀρέσκει τοῖς ἀκριβεστέροις 1. 45 τῶν παλαιῶν, ῥῆμά ἐστιν ἐγκλιτικὸν ὑπαρκτικὸν ἀπὸ τοῦ εἰμὶ ῥήματος τοῦ τὸ ὑπάρχειν δηλοῦντος. Ψιλοῦται δὲ τὸ εἶμι καὶ τὸ εἶς ἀντὶ τοῦ πορεύῃ, ἔρχῃ, διὰ τὴν ἐπένθεσιν τοῦ ἰῶτα. ἄλλως γὰρ, δασύνεσθαι ὤφειλεν ἀπὸ τοῦ ἕω τὸ πορεύομαι ἀφ' οὗ καὶ ἡ ὁδός. (ῃερς. 173.) Ὅτι ὡς ἐν Ἰλιάδι, οὕτω καὶ ἐν Ὀδυσσείᾳ, εὔχεσθαι οὐ μόνον τὸ θεοκλυτεῖν, ἀλλὰ καὶ τὸ καυχᾶσθαι. ὅθεν καὶ τὸ καύχημα, εὐχωλή. καὶ τὸ λέγεσθαι δὲ καὶ φημίζεσθαι, εὔχεσθαι λέγεται. ἀφ' οὗ καὶ τὸ, τίνες ἔμμεναι εὐχετόωνται ἤτοι ᾄδονται, λέγονται. καὶ κατωτέρω δὲ ἐρεῖ, Ἀγχιάλοιο εὔχομαι εἶναι υἱός. ἤτοι λέγομαι. καὶ ξένοι ἀλλήλων πατρώϊοι εὐχόμεθα εἶναι. Ἰστέον δὲ ὅτι τὸ ἔμμεναι, ὁ Ἡρακλείδης, οὐ κατὰ τὴν δοκοῦσαν τοῖς πλείοσιν ἀκολουθίαν παράγει, ἀλλὰ τὴν προπαραλήγουσαν αὐτοῦ ἤγουν τὴν ˉεˉμ συλλαβὴν, ἀπὸ παραλήγοντος ˉη γένεσθαι βούλεται συστολῇ καὶ διπλασιασμῷ, ἄλλως παρὰ τὸ ἐν τοῖς εἰς τὴν Ἰλιάδα γραφέν. φησὶ γὰρ οὕτως. μέγιστον τεκμήριον ἐν ἀμφισβητήσει τόνων θεματικῶν, τὸ τηνικαῦτα περισπᾶται τὰ ῥήματα, ὅτε τὸ ἀπαρέμφατον διὰ προπαραλήγοντος τοῦ ˉη λέγεται. τὸ γὰρ κυῶ περισπᾶται, ὅτι κυήμεναι τὸ ἀπαρέμφατον. εἰ δὲ ἦν κύω βαρυτόνως, κυέμεναι ἂν ἦν κατὰ τὸ εὑρέμεναι. οὕτω καὶ φιλῶ φιλεῖν φιλήμεναι. καὶ νοήμεναι. καὶ φρονήμεναι, καὶ τὸ ἀήμεναι δὲ, μαρτυρεῖ τῷ ἀῶ περισπωμένῳ. δῆλον οὖν φησιν ὡς καὶ τὸ ἔμμεναι, ἀπὸ τοῦ ὦ περισπωμένου τῆς πρώτης συζυγίας οὗ καὶ μετοχὴ περισπᾶται, Αἰολιστί φαμεν ἔμμεναι. καθότι Αἰολεῖς καὶ ἐν θέμασι τὸ προηγούμενον ˉη τοῦ ˉμ εἰς ˉε μετατιθέντες, διπλοῦσι τὸ ˉμ. οἷον. πόθημι πόθεμμι. φίλημι φίλεμμι. οὐκοῦν ὁ Ἡρακλείδης φαίνεται εἰδὼς καὶ τὸ ἔμμεναι ἀπὸ τοῦ ἦναι γενέσθαι τοῦ παραληγομένου τῷ ˉη. οὗ θέμα μὲν, τὸ ὦ ἤγουν ὑπάρχω περισπωμένως. παρατατικὸς δὲ, ἦν. κατὰ τὸ, φιλῶ ἐφίλην. νοῶ ἐνόην. καὶ τὰ ὅμοια Αἰολικά. καὶ τοῦτο μὲν, τοιοῦτον καθ' Ἡρακλείδην. Τὸ δὲ πατρώϊος ὅτι ἐκ τοῦ πατρὸς γίνεται, μετ' ὀλίγα ῥηθήσεται. (ῃερς. 174.) Ὅτι πεζὸς, ἐκ τοῦ πέδον γίνεται κατὰ συγγένειαν τῶν συμφώνων ὡς ἀλλαχοῦ ἐῤῥέθη πλατύτερον. ἔστι γὰρ πεζὸς, ὁ ἐν τῷ πέδῳ βαίνων. διὸ οὐ πεζὸς ὁ ἔφιππος, ἀλλ' οὐδὲ ὁ πλέων. καὶ γὰρ καὶ αἱ νῆες, ἵπποι ἁλὸς κατὰ τὸν ποιητήν. Ἰστέον δὲ ὅτι ἀφελὴς ἐνταῦθα καὶ ἀστεῖος ὁ τοῦ Τηλεμάχου λόγος ἐν τῷ, οὐ γάρ τί σε πεζὸν ὀΐομαι ἐνθάδε ἱκέσθαι. ἤγουν ἐν τῇ καθ' ἡμᾶς νήσῳ. σπουδαῖον δὲ ὁ λόγος ἔχει οὐδὲν, ὁποῖα τὰ τοῦ σχεδιασμοῦ. καὶ μάλιστα, ἐν τοῖς νέοις καὶ μήπω πεπαιδευμένοις λέγειν. (ῃερς. 175.) Ὅτι τὸ ἐτήτυμον ὤφειλε μὲν ὡς ἀναδιπλασιασμὸς τοῦ ἔτυμος, συστέλλειν τὴν προπαραλήγουσαν. ἀλλὰ διὰ τὸ ἐπάλληλον τῶν βραχειῶν, οὐ γέγονε τοῦτο. καθάπερ καὶ ἐν τῷ κηκάζω. καὶ ἐν τῷ ἐκήκιεν. οἷον. μέλαν δ' ἀνεκήκιεν αἷμα. καὶ ἐν τῷ, σῖτον παρενήνεον ἤτοι ἐσώρευον. καὶ ἐν ἄλλοις. Τοῦ δὲ ἔτυμος ἡ παραγωγὸς γραμματικὴ σκευωρία, τοιαύτη ἐστίν. ὡς δίδωμι δοτὸς, τίθημι θετός, οὕτω φασὶν εἰμὶ ἐτός. καὶ ὡς ἔλος ἔλυμος εἶδος σπέρματος ἕλεσι χαίροντος, οὕτως ἐτὸς ἔτυμος ὁ ὢν εἴτουν ἀληθής. ὅθεν καὶ ἐτυμολογία, λόγος ἐπαληθιζομένην δεικνύς φασι τὴν λέξιν τῇ φύσει τοῦ πράγματος. εἶτα ὥσπερ ἀητρὸς ἀταρτηρὸς ἐπενθέσει πλεοναστικῇ, οὕτω καὶ ἔτυμος ἐτήτυμος. Ὅτι τὸ ἐσσὶ ἀντὶ τοῦ ὑπάρχεις, πλεονασμὸν ἔχει τοῦ ˉι, καὶ ἀλλόκοτόν ἐστι ῥῆμα. οὐδὲν γὰρ εὕρηται λῆγον εἰς ˉσˉι ῥῆμα δευτέρου προσώπου, δίχα τούτου. διὸ οὐδὲ ἐφελκυστικόν ποτε γίνεται τοῦ νῦ. περὶ δὲ τῆς γενέσεως αὐτοῦ, ἐν τῇ Ἰλιάδι εἴρηται. (ῃερς. 176.) Ὅτι φιλόξενος ἀνὴρ, εἴποι ἂν τὸ, ἐπεὶ πολλοὶ ἴσαν ἀνέρες ἡμέτερον δῶ. ἤτοι πολλοὶ ἔγνων. ἔμαθον. (ῃερς. 178.) Τὸ δὲ ἐπεὶ καὶ κεῖνος ἐπίστροφος ἦν ἀνθρώπων, ἁρμόττει ἀνθρώπῳ φιλοξένῳ ἢ ἄλλως ἐνδόξῳ. ἔστι δὲ τὸ ἐπίστροφος, μέση λέξις. πάθος τὲ γὰρ δηλοῖ καὶ ἐνέργειαν. τὸ γοῦν ἐπεὶ καὶ ἐκεῖνος ἐπίστροφος ἦν ἀνθρώπων, ἢ δράσιν δηλοῖ. ὡς ἂν εἴη ἐπίστροφος ἀνθρώπων, ὁ ἐνεργῶν καὶ ποιούμενος τὴν εἰς ἄλλους ἐπιστροφήν. ὅ ἐστι φιλόξενος καὶ πολλοὺς ξενοδοχῶν. ἢ παθητικὴν ἔννοιαν ἔχει ὡς πάσχων ἐκ τῶν ἄλλων ἐπιστροφὴν καὶ ἀγαπώμενος. ὅπερ καὶ κρεῖττον. ἐν ἄλλοις γοῦν ἐρεῖ ὅτι πολλοῖς ἔσκε φίλος. παῦροι γὰρ Ἀχαιῶν ἦσαν ὁμοῖοι. καὶ Ὀδυσσεὺς δέ που λέγει ὅτι εἰμὶ Ὀδυσσεὺς ὃς πᾶσιν ἀνθρώποις μέλομαι. ὅ ἐστιν ἐν ἐπιστροφῇ καὶ μελήσει γίνομαι ἀγαπώμενος. οὕτω καί τις ποιητὴς λιμένα ἐπίστροφον λέγει, οὐ μόνον τὸν στρογγύλον καὶ περιφερῆ κατά τινας, ἀλλὰ καὶ τὸν ὑπὸ τῶν καταίρειν θελόντων, ζητούμενον. Ὅρα δὲ ὅτι δὶς ἐν τῷ τόπῳ κεῖται τὸ ἐπεˉι συναπτῶς ἐν δυσὶ στίχοις. ἐπεὶ πολλοὶ ἴσαν ἡμέτερον δῶ. ἐπεὶ καὶ κεῖνος ἐπίστροφος ἦν. (ῃερς. 177.) Τὸ δὲ δῶ, ἀποκέκοπται ἐκ τοῦ δῶμα καθὰ καὶ ἐκ τοῦ ἧλος τὸ ἧλ κατὰ τὸν γεωγράφον. καὶ ἄλλα ὅμοια. καὶ ὡς τὸ παῦσαι, παῦ ἔλεγον μονοσυλλάβως κατὰ Αἴλιον Διονύσιον. 1. 46 (ῃερς. 183.) Ὅτι κατελθεῖν, οὐ μόνον τὸ ἁπλῶς κάτω που ἐλθεῖν, ἀλλὰ καὶ τὸ εἰς λιμένα ἐλθεῖν. ὥσπερ καὶ καταβῆναι καὶ καταπλεῦσαι καὶ καταχθῆναι καὶ κατᾶραι, τὸ ἐλλιμενίσαι λέγεται. τὸ μέντοι ἀπᾶραι τοῦ λιμένος ἀνελθεῖν καὶ ἀναβῆναι καὶ ἀναπλεῦσαι καὶ ἀναχθῆναι λέγεται. κατάπλους μὲν γὰρ, ἡ εἰς τὸν λιμένα ἔλευσις. ἀνάπλους δὲ, τὸ ἀνάπαλιν, ὡς τοῦ θαλαττίου ὕδατος ὑπερκειμένου γῆς. διὸ καὶ ὁ ποιητὴς μετ' ὀλίγα φησί. πρὶν ἐς Τροίαν ἀναβήμεναι, ἤγουν διὰ θαλάσσης ἐκεῖ ἀνελθεῖν. ὅτι δὲ καὶ τὸ τὸν φυγάδα εἰς τὴν πατρίδα ἐλθεῖν, κατελθεῖν λέγεται, δῆλον παρὰ τοῖς μεθ' Ὅμηρον ἀττικίζουσι. λέγεται δὲ καὶ αὐτὸ, κατά τινα κυριολεξίαν. ἐπεί περ οἷα λιμὴν καὶ ἐκείνοις ἡ πατρὶς ὑπόκειται κινδυνεῦσαι φθάσασιν. ἔχει δὲ παρ' Ὁμήρῳ ἡ λέξις οὕτω. νῦν δ' ὧδε ξὺν νηῒ κατήλυθον ἤγουν κατέπλευσα. ἔστι δὲ τὸ ὧδε, ἀντὶ τοῦ οὕτως. ἁπλῶς δηλαδή. καὶ ὡς εἰπεῖν, αὕτως. οὐδέποτε γάρ φασιν ὁ ποιητὴς τοπικὸν οἶδε τὸ ὧδε. καθὰ καὶ ἐν Ἰλιάδι σεσημείωται. Ἰστέον δὲ ὅτι κατὰ τὴν ὕστερον παρατήρησιν, ἡ τοῦ Μέντου πλαστὴ ναῦς, πλοῖον οὐκ ἂν λέγοιτο καθά τις οἰήσεται. Δίδυμος γάρ φασι διαφορὰν οἶδε πλοίου καὶ νηός. παραγαγὼν χρῆσιν ταύτην. Ἀλέξανδρος ὁ Μολοττὸς μεταπεμψαμένων Ταραντίνων ἐπὶ τὸν πρὸς τοὺς βαρβάρους πόλεμον, ἐξέπλευσε ναυσὶ μὲν, πεντεκαίδεκα. πλοίοις δὲ συχνοῖς ἱππαγωγοῖς καὶ στρατιωτικοῖς. γενικῶς δὲ, νῆες αἱ μέν εἰσι στρογγύλαι αἱ δέ φησι στρατιώτιδες. (ῃερς. 184.) Ὅτι ὁ εἰς ἀλλοδαπὴν πλέων, εἴποι ἂν πλέειν ἐπὶ οἴνοπα πόντον, ἐπ' ἀλλοθρόους ἀνθρώπους. Λέγει δὲ οἴνοπα πόντον, τὸν μέλανα. ὡς ἔχοντα οἴνου ὄψιν μέλανος, περὶ οὗ ἀλλαχοῦ πλατύτερον εἴρηται. Ἀλλόθροοι δὲ ἄνθρωποι, οἱ ἀλλόγλωσσοι. καὶ ἄλλα θροοῦντες ἤγουν λέγοντες παρὰ τὰ Ἑλληνικά. ἢ ἀγνώριστοι καὶ ὑπὸ ἄλλων θροούμενοι ἤτοι λαλούμενοι. οὗτοι δὲ καὶ ἀλλόγνωτοι λεχθήσονται. (ῃερς. 185.) Ὅτι ἐν οἷς ὁ μυθικὸς Μέντης λέγει ὡς πλέω ἐς Τεμέσην μετὰ χαλκὸν ἤγουν εἰς χαλκὸν ἢ διὰ χαλκὸν, ἄγω δ' αἴθωνα σίδηρον, Τεμέσην ὁ ποιητὴς λέγει, τὴν Ἰταλικήν. τὸ νῦν ὥς τινές φασι Βρεντέσιον. ὁ γὰρ εἰς ταύτην ἐκ τῆς Τάφου πλέων, διέρχοιτο ἂν ἐκ παρόδου καὶ τὴν Ἰθάκην. ἐπανιὼν δὲ ἐκεῖθεν, διὰ τῆς Ἰθάκης ἔρχοιτο ἂν. καθάπερ ὁ Μέντης ὑπισχνεῖται ἐν τοῖς ἑξῆς. Ἐν δὲ τῇ τοιαύτῃ Τεμέσῃ, καὶ μέταλλα ἦσαν χαλκᾶ. ὡς δηλοῖ τὸ, ἐς Τεμέσην μετὰ χαλκόν. ἄγω δ' αἴθωνα σίδηρον. ὡς τῶν ἐκεῖ, σπανιζόντων ἴσως σιδήρου. ἔστι δὲ καὶ Κύπρου πόλις Τεμέση κατά τινας, χαλκοφόρος καὶ αὐτή. ὁ μέντοι γεωγράφος, οὐ συνάγει εἰς ταυτὸν τὴν Ὁμηρικὴν Τεμέσην καὶ τὸ Βρεντέσιον, ἀλλ' ἰδίᾳ μὲν περὶ Τεμέσης γράφει. ἰδίᾳ δὲ περὶ Βρεντεσίου. καὶ τὸ μὲν Βρεντέσιον, εὐλίμενον εἶναι λέγει. καὶ κέρασιν ἐλάφου ἐοικέναι φησὶ κατὰ τὸ σχῆμα, διὰ τὸ εἰς πολλοὺς κόλπους ἐκείνου πολυσχιδές. καθ' ὁμοιότητά τινα ὡς εἰκὸς, τοῦ βιζαντίου κέρως. γλῶσσα γάρ φησι Μεσαππίων, Βρεντέσιον τὴν τῆς ἐλάφου καλεῖ κεφαλήν. περὶ δὲ τῆς Τεμέσης, ἐκεῖνος γράφει. ὅτι πόλις πρώτη Βρεττίας ἡ Τεμέση, ἡ ὕστερον Τέμψα κληθεῖσα. Αὐσόνων κτίσμα. ὕστερον δὲ, καὶ Αἰτωλῶν, ἐν ᾗ καὶ ἡρῶον Πολίτου Ὀδυσσέως ἑταίρου, ἀγριελαίαις συνηρεφές. ὃς δολοφονηθεὶς καὶ βαρύμηνις γενόμενος, ἐδασμολόγει τοὺς περιοίκους. ὅθεν ἐπὶ τῶν ἀγριαινόντων ἔξω καιροῦ παροιμία κεῖται, ὁ ἐν Τεμέσῃ ἥρως. ἤγουν ὁ ἐν οἷς οὐ δεῖ ἀγριώτατος. τὴν μέντοι ἐν Κύπρῳ Τεμέσην, Τάμασον ἀξιοῦσι διὰ τοῦ ˉα οἱ παλαιοὶ λέγεσθαι, ἀφ' ἧς καὶ παρὰ Λυκόφρονι ὁ Ταμάσιος κρατήρ. ἔνθα κατὰ τὸν γεωγράφον, καὶ ὁ ἰὸς τοῦ χαλκοῦ πρὸς ἰατρικὴν δύναμιν χρήσιμος, καὶ τὸ χαλκανθὲς δι' οὗ τὸ γραφικὸν μέλαν σκευάζεται. Ἰστέον δὲ ὅτι ἐκ τοῦ χαλκοῦ, κυβευτική τις παιδιὰ, ἐλέγετο χαλκισμός. ἦν δέ φασιν αὕτη, ὀρθοῦ νομίσματος περιστροφὴ σύντονος. μεθ' ἣν, ἔδει τὸν παίζοντα ἐπέχειν τῷ δακτύλῳ τὸ νόμισμα ὀρθόν. καὶ ἐνίκα ὁ τοῦτο κατορθώσας. Αἴθωνα δὲ σίδηρον λέγει, τὸν ἀκατέργαστον καὶ ἐπιτήδειον εἰς καῦσιν καὶ ἐργασίαν, ἐκ τοῦ αἴθω τὸ καίω. ἢ τὸν κατειργασμένον καὶ λαμπρὸν, ἐκ τοῦ αἴθω τὸ λάμπω. ἢ καὶ τὸν ἁπλῶς μέλανα, ὅθεν καὶ χροιὰ αἶθοψ ἡ μέλαινα. πάντα δὲ τὰ εἰς θῶν, φυλάττουσι τὸ ˉω ἐπὶ γενικῆς. οἷον. αἴθωνος. γρόνθωνος. κώθωνος. μόθωνος. ῥώθωνος. (ῃερς. 186.) Ὅτι τὸ ἧδε ἀντὶ τοῦ αὕτη, δεικτικὸν μὲν ὂν, παροξύνεται. ἀναφορικὸν δὲ, προπερισπᾶται ὥς φασιν οἱ παλαιοὶ, ὥσπερ ἐνταῦθα, ναῦς δέ μοι ἧ δ' ἕστηκεν ἐπ' ἀγροῦ. ἀναφορικὸν γὰρ τὸ ἧδε, οὐ μὲν δεικτικόν. οὐ γὰρ δείκνυται νῦν ἡ ναῦς ἀλλὰ ἡ διάνοια τοῦ Τηλεμάχου εἰς ἐκείνην ἀναφέρεται. Ἰστέον δὲ ὅτι τὲ τὸ ναῦς κοινὸν ὂν, Ὅμηρος διαλύσας καὶ τὴν παραλήγουσαν ἐκτείνας, νηῢς ἔφη κατὰ τὸ, γραῦς γρηΰς. καὶ ὅτι παρὰ τοῖς ὕστερον ὥσπερ ἐκ τοῦ ναύτης κοινότερον τὸ ναυτιᾶν, οὕτω και 1. 47 νότερον ἀπὸ τοῦ ναῦς τὸ ναυσιᾶν. ἔτι δὲ ξενίζον εἰς πλέον κατὰ τὴν τῶν παλαιῶν παράδοσιν, ἡ ἀναυσία. ὅπερ ἐστι στέρησις τοῦ μὴ ναυσιᾶν ἤγουν ναυτιᾶν. καὶ ὅτι ὥσπερ τὸ ἥδε, πῇ μὲν δεικτικόν ἐστιν ὡς εἴρηται, πῇ δὲ ἀναφορικὸν, οὕτω καὶ τὸ οὗτος, ἀναφορὰν μὲν δηλοῖ παρ' Ἡσιόδῳ ἐν τῷ, οὗτος μὲν πανάριστος καὶ ἑξῆς. δεῖξιν δὲ, παρ' Ὁμήρῳ ἐν τῷ, οὗτός τοι Διόμηδες ἀπὸ στρατοῦ. τὸ μέν τοι οὑτοσὶ, παραδέδοται ὑπὸ τῶν ὕστερον, δεικτικὸν εἶναι οὐ μὴν καὶ ἀναφορικόν. Τὸ δὲ ἐπ' ἀγροῦ νόσφι πόληος, ὅμοιόν ἐστι τῷ, ἐν ἐσχατιᾷ τινι τῆς νήσου. (ῃερς. 187.) Ὅτι Ὁμήρου εἰπόντος ἵστασθαι νῆα ἐν λιμένι Ῥείθρῳ ὑπὸ Νηΐῳ ὑλήεντι, φασὶν οἱ παλαιοὶ ῥεῖθρον κατὰ κύριόν τι ὄνομα, καλεῖσθαι τὸν ἐν Ἰθάκῃ λιμένα, διὰ τὸν εἰς αὐτὸν ἐκ τοῦ νηΐου καταῤῥέοντα χείμαῤῥον. Τὸ δὲ νήϊον, ὄρος Ἰθάκης νηῶν δεκτικόν. ὅθεν καὶ τὴν Ἰθάκην ὑπονήιον ἐρεῖ ἐν τοῖς ἑξῆς. τῷ δὲ Νηΐῳ τούτῳ, ὑποκεῖσθαι τὸν λιμένα λέγουσιν. ἔχει γὰρ ἡ ἱστορία οὕτως, Νήϊον, ὄρος Ἰθάκης κάθυγρον. ὅπερ εἰς τὸν ὑποκείμενον ἀποῤῥέον λιμένα, ἐκ τοῦ συμβαίνοντος τῷ λιμένι, ῥεῖθρον προσαγορεύεται. Καὶ σημείωσαι ὅτι κατὰ ταύτην τὴν ἱστορίαν, καὶ τὸ ὑπερκείμενον τοῦ λιμένος, ῥεῖθρον λέγεται καὶ οὐ μόνος αὐτὸς λιμήν. ἄλλοι δὲ, οὕτω φασί. Νήριτον, ὄρος Ἰθάκης ὡς ἐν τοῖς ἑξῆς φανήσεται. ᾧ τινι παράκειται Νήϊον ὄρος, οὗ τὰ τῶν νηῶν ἐξέδεον πείσματα. ὡς εἶναι κατὰ τοῦτον τὸν λόγον, μέρος τοῦ Νηρίτου τὸ Νήϊον. Ἰστέον δὲ ὅτι εἰς τὸ, λιμένι Ῥείθρῳ, εἴπερ οὐδετέρου γένους ἐστι τὸ, Ῥείθρῳ, συμβάλλεταί τι οὐ μικρὸν καὶ Σοφοκλέους τὸ, ὁρᾷς παρὰ ῥείθροισι χειμάῤῥοις, καὶ τὰ ἑξῆς. Τὸ δὲ ὑπὸ νηΐω, οἱ μὲν, ὑφ' ἓν ἀναγινώσκουσι, λέγοντες ὑπονήϊον τὸν λιμένα. οἱ δὲ, ἐν δυσὶ μέρεσιν. ὑπὸ τῷ Νηΐῳ ὄρει τῷ ὑλήεντι, ἤγουν τῷ δασεῖ. ὅπερ καὶ κρεῖττον. εἰ μὲν γὰρ ἓν μέρος λόγου τὸ ὑπονήϊον ὡς ἐπίθετον τοῦ λιμένος, εἴη ἂν καὶ τὸ ὑλήεντι, ἐπίθετον τοῦ λιμένος. ὅπερ ἐστι φορτικὸν, οὐδεὶς γὰρ ἂν ὑλήεντα εἴπῃ λιμένα. ἐὰν δὲ δύο μέρη λόγου εἶεν τὸ, ὑπὸ νηΐῳ, πολλῷ ἀκριβεστέρα ἡ γραφή. ἵνα λέγῃ τὸν λιμένα κεῖσθαι ὑπὸ τῷ Νηΐῳ, ὄρει ὑλήεντι. τινὲς μέντοι, ἐν λιμένι Ῥείθρῳ ὑπὸ Νηρίτῳ ἔγραφον. διὰ τὸ καὶ τὸ Νήϊον, τοῦ Νηρίτου μέρος εἶναι ὡς γέγραπται. ὁ δὲ γεωγράφος λέγει καὶ ὅτι Νήϊον, ἄδηλον εἴτε τὸ αὐτό ἐστι τῷ Νηρίτῳ, εἴτε καὶ ἕτερον ὄρος ἢ χωρίον. (ῃερς. 188.) Ὅτι φιλίαν ἀρχαίαν φράζει τὸ ξεῖνοι δ' ἀλλήλων πατρώϊοι εὐχόμεθ' εἶναι ἐξ ἀρχῆς εἴπερ τὸν δεῖναι εἴρηαι τουτέστιν ἐρωτήσεις ἐπελθών. Ἰστέον δὲ ὅτι τὸ πατρῷος, κτητικὸν μέν ἐστι. γίνεται δὲ ἐκ τῆς πατρὸς γενικῆς, πατροῖος ὁ τοῦ πατρός. ὡς παντὸς παντοῖος. καὶ ἐκτάσει τοῦ ˉο εἰς ˉω, πατρῷος, μένοντος τοῦ ἰῶτα ἐν προσγραφῇ. οὕτω δὲ καὶ τὸ μητρῷος γίνεται. καὶ τὸ παππῷος. στιχθέντος δὲ τοῦ προσγεγραμμένου ἰῶτα καὶ εὐθὺς ἐκφωνηθέντος. γίνεται πατρῴϊος. μητρῴϊος. παππώϊος. οὕτω καὶ ὁ μινῷος, μινώϊος ἐκφονεῖται. καὶ τὸ λῷον, λώϊον. καὶ τὸ ὑπερῷον ὑπερώϊον. ὅθεν τὸ ὑπερωΐοθεν παρὰ τῷ ποιητῇ. (ῃερς. 190.) Ὅτι ἐρημάζοντος δηλωτικὸν τὸ, ὃν οὐκέτι φασὶ πόλινδε ἔρχεσθαι ὅπέρ ἐστιν ἀστυπολεῖν, ἀλλ' ἀπάνευθεν ἐπ' ἀγροῦ πήματα πάσχειν. οἱ δὲ τοιοῦτοι ὁποῖος καὶ ὁ γέρων Λαέρτης καὶ οἱ ἄλλως δὲ κατὰ τοὺς ἀμφὶ τὸν Εὔμαιον ἐν ἐσχατιαῖς οἰκοῦντες, ἄγροικοι προπαροξυτόνως λέγονται, καὶ ἡ αὐτῶν οἴκησις, ἀγροικία κατὰ ἰδέαν δριμύτητος ἤγουν γλυκύτητος ὡς δηλοῖ Ἀθήναιος ἐν τῷ, εἰς τὸ ὄρος ὁρμώμενοι, τὰς ἀγροικίας κακοποιοῦσι πολλοὶ συναθροισθέντες. ἄλλως δέ γε, ἀγροῖκος μὲν προπερισπωμένως, ὁ ἀπαίδευτος. ἀγροικία δὲ κοινότερον σκωπτικῶς, ἡ τοῦ τοιούτου ἀγροίκου φαύλη ἕξις. ἴσως δὲ, ὁ ἐν παροξυνήσει ἀγρότης, ὁ αὐτός ἐστι τῷ ἀγρεῖος. ὃ διὰ διφθόγγου γράφεται κατὰ τὸ ἀργεῖος. (ῃερς. 194.) Ὅτι ὁ γέρων Λαέρτης εἰς τὴν πόλιν οὐκέτι ἤρχετο, ἀλλ' ἀπάνευθεν ἐπ' ἀγροῦ πήματα ἔπασχε γρηῒ σὺν ἀμφιπόλῳ. ἥτις αὐτῷ βρῶσιν τε πόσιν τε παρετίθει ὅτε ἂν αὐτὸν κάματος κατὰ γυῖα λάβῃ, ἑρπύζοντα ἀνὰ γουνὸν ἀλωῆς οἰνοπέδοιο. οὗ ἡ σύνθεσις, κατὰ τὸ στρατόπεδον. πλὴν, οὐχ' ὥσπερ στρατὸς στρατόπεδον, οὕτω καὶ οἶνος οἰνόπεδον, ἀλλὰ ὥσπερ τιμὴ Τιμόθεος, οὕτως ἂν εἴη καὶ οἴνη οἰνόπεδος. (ῃερς. 193.) Σημείωσαι δὲ ὅπως οὐκ ἄλλως οὐδὲ τῷ γέροντι τροφὴ δίδοται εἰ μὴ κάματος αὐτὸν λάβῃ. (ῃερς.