Commentarii ad Homeri Odysseam i
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
162.1.1
Ὅρα δὲ καὶ ἐν τῷ καὶ μέθυ ἡδὺ, λεῖπον συνεκδοχικῶς τὸ ἐπίνομεν. ἐλλέλειπται δὲ διὰ τὸ πάντῃ γνώριμον. οὕτω καὶ ὑποκαταβὰς ἐρεῖ τὸ, Κυκλώπων δ' ἐς γαῖαν ἐλεύσσομεν ἐγγὺς ἐόντων. καπνόν τ' αὐτῶν τε φθογγὴν οἰῶν τε καὶ αἰγῶν. κἀνταῦθα γὰρ ἐν τῷ, (ῃερς. 167.) φθογγὴν αὐτῶν καὶ οἰῶν καὶ αἰγῶν ἐξαναλόγου ληπτέον τὸ ἠκούομεν. ἴσως δὲ εἴποι τις ἂν τὸ, δαινύμενοι κρέα καὶ μέθυ, μὴ συνεκδοχὴν εἶναι. οὐ γὰρ ἔφη ἔδοντες κρέα καὶ μέθυ, ἀλλὰ δαινύμενοι, τουτέστιν ἐν δαιτὶ δαπανῶντες. (ῃερς. 163.) Ὅρα δὲ καὶ τὸ, ἐξέφθιτο οἶνος ῥηθὲν ἀντὶ τοῦ, ἐδαπανήθη. καὶ τὸ, (ῃερς. 167.) φθογγὴν, ῥηθὲν ἐπί τε ἀνθρώπων καὶ ἐπὶ ζῴων ἀλόγων. (ῃερς. 174) Ὅτι πορισάμενος ἤδη ἐννοίας φράσιν Ὀδυσσεὺς ἐξ ὧν ἠρωτήθη παρὰ τοῦ βασιλέως Ἀλκινόου λέγει πειράσασθαι πλεύσας εἰς τὴν ἀντιπέραν γῆν τῶν Κυκλώπων δηλαδὴ, οἵ τινές εἰσιν (ῃερς. 175.) ἢ ὑβρισταί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι. ἠὲ φιλόξενοι καί σφιν νόος ἐστὶ θεουδής. τοὺς γὰρ δύο στίχους τούτους οὐ μόνον ἐν τῇ ζῆτα ῥαψῳδίᾳ ἔφη ὁ ποιητὴς ἀπαραλλάκτως, ἀλλὰ πρὸ ὀλίγων καὶ Ἀλκίνοος αὐτοῦ φράσας ἔφη πρὸς Ὀδυσσέα, ὑπηλλαγμένου ἐκεῖ τοῦ χαλεποὶ ἀντὶ τοῦ ὑβρισταὶ, ὅπερ ἐνταῦθα κεῖται. (ῃερς. 174.) Σημείωσαι δ' ἐνταῦθα ὅτι πειράσασθαι τῶν ἐν τῇ περαίᾳ ὁ ἥρως ἐθέλει αὐτὸς ἐκεῖνος μετὰ καὶ τῶν αὐτοῦ, ἐπεὶ μηκέτι τοῖς ἑταίροις πιστεύει διά τε τὸ κατὰ τοὺς Λωτοφάγους σύμβαμα καὶ τὴν ἐν τῇ γῇ τῶν Κικόνων ἀπείθειαν. καὶ τοῦτο μὲν κατὰ τὸ φαινόμενον. ἄλλως δὲ ἀληθῶς, διότι οὕτως εὔοδος ἡ τῆς τυφλώσεως τοῦ Κύκλωπος ἱστορία γίνεται, αὐτοῦ τοῦ Ὀδυσσέως πλεύσαντος εἰς αὐτὸν οὐ μὴν στείλαντος. (ῃερς. 176.) Ὅρα δὲ τὸ, καί σφιν νόος ἐστὶ θεοειδής. ὑπαλλάσσει γὰρ τοῦτο τὴν κοινὴν φράσιν, ἧς τὸ ὀρθὸν τοιοῦτον. ἠὲ φιλόξενοι καὶ θεοειδεῖς. Ὅμηρος δὲ περιφράσας ἐξαλλαγὴν ἐποίησε σχήματος. (ῃερς.