Commentarii ad Homeri Odysseam i
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
166.1.1
) Ὅτι στέρησιν ἀγαθοῦ οἰκοδεσπότου δηλοῖ τὸ, ὁ μὲν, οἴχεται. οὐδὲ οἱ ἄλλοι εἰσὶν, οἳ κατὰ δῆμον ἀλάλκοιεν κακότητα. (ῃερς. 169.) Ὅτι πρὸς υἱὸν φίλου εὐεργέτου ἐνδημήσαντα, καλὸν εἰπεῖν τὸ, ἦ μάλα δὴ φίλου ἀνέρος υἱὸς, ἐμὸν δῶ ἵκεθ' ὃς εἵνεκ' ἐμοῖο πολεῖς ἐμόγησεν ἀέθλους. (ῃερς. 171.) ἐπὶ δὲ φίλῳ ἀγαθῷ ἀποδήμῳ ἐπὶ μακρὸν, ἔχοι ἄν τις εἰπεῖν κατὰ ὅρον φιλίας ἀληθοῦς τὸ, καί μιν ἔφην ἐλθόντα, φιλησέμεν ἤτοι φιλοφρονήσεσθαι, ἔξοχον ἄλλων. (ῃερς. 179.) Καί κεν θάμ' ἐνθάδ' ἐόντες ἐμισγόμεθα. ὅ ἐστι συνῆμεν. οὐδέ κεν ἡμέας ἄλλο διέκρινε φιλέοντέ τε τερπομένω τε, πρίν γ' ὅτε δὴ θανάτοιο μέλαν νέφος ἀμφεκάλυψεν. ἐνταῦθα δέ τινος παλαιοῦ γράψαντος ὅτι γηράναι ἤθελεν ὁ Μενέλαος μετὰ Ὀδυσσέως ἤγουν εἰς γῆρας ἐλθεῖν πρὸς ὁμοιότητα τοῦ δειπνάναι καὶ ἀριστάναι περὶ ὧν καὶ ἑτέρωθι δηλωθήσεται. προσενθυμητέον καὶ Ἡσιόδου τὸ, γηράντεσσι τοκεῦσιν. ὧν θέμα σεσιγημένον, τὸ γήρημι κατὰ τὸ αἴτημι. οὗ χρῆσις παρὰ Πινδάρῳ ἐν τῷ, τί ἔρδων, φίλος σοί τε καρτεροβρόντα Κρονίδα, φίλος δὲ Μοίσαις, εὐθυμία τε μελῶν εἴην; τοῦτ' αἴτημί σε. καὶ τοῦτο μὲν, τοιόνδε. (ῃερς. 181.) Ὅμηρος δὲ τοῖς προειρημένοις, ἐπάγει καὶ τὸ, ἀλλὰ τὰ μέν που ἔμελλεν ἀγάσσεσθαι θεὸς αὐτός. ὃς κεῖνον δύστηνον, ἀνόστιμον ἔθηκε. Καὶ ὅρα τὸ ἀνόστιμον, κατὰ στέρησιν ῥηθὲν τοῦ νοστίμου, οὐ τοῦ ἡδέος ἀλλὰ τοῦ νοστήσαντος ὃς ἐν ἄλλοις ὑπότροπος λέγεται. (ῃερς. 180.) Τὸ δὲ εἰρημένον ἦθος τοῦ Μενελάου ἐθέλοντος εἰς ἑαυτὸν μετοικίσαι τὸν φίλον Ὀδυσσέα, ἔχοι ἂν ὁμοιούμενον καὶ τὸ τοῦ Ἀττικοῦ Θεμιστοκλέους. ὃς τρίκλινόν φασιν οἰκοδομησάμενος περικαλλέστατον, ἀγαπᾶν ἔφησεν εἰ τοῦτον φίλων πληρώσειεν. οἱ δὲ ὕστερον ἄνθρωποι, τοιοῦτον μὲν οὐδὲν φιλήσουσιν. εὔξαιντο δ' ἂν μὴ δ' αὐτοὶ κατ' οἴκους εἶναι εἰ μόνον πλησθεῖεν ἀργύρου καὶ χρυσοῦ καὶ λοιπῆς φλυαρίας βιωτικῆς. Τὸ δὲ νέφος ἀμφεκάλυψεν, ὅτι καὶ ἐπὶ δικτύων λέγεται καλυπτόντων ὄρνιθας ἃ καὶ νεφέλας λέγει ὁ κωμικὸς, ἐν ἄλλοις δηλοῦται. (ῃερς. 181.) Τὸ δὲ ἀγάσεσθαι, ταυτόν ἐστι τῷ ἀγαίεσθαι καὶ μεγαίρειν καὶ φθονεῖν. Ἐν δὲ τῷ, διέκρινε φιλέοντε, ὅρα ὅτι καθ' ὁμοιότητα τοῦ εἴρειν ἐξ οὗ ποτὲ μὲν, ἡ φαύλη ἔρις ποτὲ δὲ ἡ ἀγαθὴ ἔρις καὶ ἡ εἰρήνη. οὕτω δὴ καὶ τὸ διακρίνειν, ἐσθ' ὅτε μὲν, φιλητῶς λαλεῖται, ὡς ὅτε διακρίνει τις μάχιμον συμπλοκὴν καὶ νείκεα. ποτὲ δὲ, ἀνάπαλιν. ὡς ὅτ' ἂν, φιλικήν τις ἕνωσιν ἀπαγαγὼν, διακρίνει τοὺς φιλοῦντας χωρίσας ἀπ' ἀλλήλων. ἡ γὰρ τοιαύτη διάκρισις, οὐκ ἂν φιλοῖτο. παρὰ δέ γε τοῖς ὕστερον, ἐπαινεταὶ λέξεις τὸ διακρίνειν καὶ ἡ διάκρισις. ἀντίκεινται γὰρ, πρὸς τὸ συγκρίνειν ἤγουν συγχέειν καὶ πρὸς τὴν σύγχυσιν. (ῃερς. 174.) Ὅτι φιλίαν πολλὴν πρὸς Ὀδυσσέα ὁ Μενέλαος ἐνδεικνύμενος, λέγει ὡς ἐβούλετο μετοικίσαι αὐτὸν τῆς Ἰθάκης καὶ εἰς τὴν κατ' αὐτὸν γῆν ἀγαγεῖν. φησὶ γὰρ καί κέν οἱ Ἄργεϊ νάσσα πόλιν καὶ δώματ' ἔτευξα ἐξ Ἰθάκης ἀγαγὼν σὺν κτήμασι καὶ τέκεϊ ᾧ καὶ πᾶσι λαοῖσι τοῖς οἰκειακοῖς δηλαδὴ ἢ ὅσοις ἤθελεν ὁ Ὀδυσσεὺς, μίαν πόλιν ἐξαλαπάξας αἳ περιναιετάουσιν, ἀνάσσονται δ' ἐμοὶ αὐτῷ. χρὴ δὲ νοεῖν ὡς ἡ τοιαύτη μετοίκησις ἐφύλαττε τῷ Ὀδυσσεῖ καὶ τὴν αὐτοῦ βασιλείαν. τὸ γὰρ ἄλλως μετοικῆσαι, ὅμοιον ἦν φασι φυγῇ. Ἰστέον δὲ ὅτι Ἄργος κἀνταῦθα φησὶν, ἢ τὴν Πελοπόννησον. ἢ καὶ τὴν ὑπὸ τῷ Μενελάῳ χώραν. ὅθεν καὶ Ἑλένη Ἀργεία ἔν τε Ἰλιάδι καὶ μετ' ὀλίγα δὲ, ἡ ἄλλως μὲν, Λάκαινα, κατὰ δὲ τὸ ὅλον, Πελοποννησία. Τὸ δὲ νάσσα, ἀντὶ τοῦ κατώκισα. οὐ γὰρ ναίω μόνον, ἀλλὰ καὶ νάω. ὅθεν καὶ ναέτης ὁ ἐγκάτοικος. καὶ τοιοῦτον μὲν, τὸ νάω νάσω. τὸ μέντοι νάξαι, ἄλλό τι ἐστίν. ὥς που ἐν τοῖς ἑξῆς φανήσεται. (ῃερς. 176.) Τὸ δὲ ἀλαπάξαι, ἀντὶ τοῦ ἁπλῶς ἐκκενῶσαι εἴληπται νῦν. οὐ γὰρ ἂν ὁ Μενέλαος ἐκπορθήσοι πόλιν ὑφ' ἑαυτῷ οὖσαν. ἐκκενώσει μέντοι εἰς μετοικίαν ὅτέ τι κατεπεῖγον εἴη. ὅτι δὲ τὸ ἀλαπάξαι πλεονασμὸν ἔχει τὸ ˉα, εὕρηται γὰρ καὶ λαπάζειν, εἴρηται καὶ ἐν ἄλλοις. ὥσπερ καὶ ὅτι παρὰ τὴν λάπαθον παρῆκται δι' ἧς κενοῦται γαστήρ. ἀμέλει φασὶ, Δημόκριτος τοὺς βόθρους οὓς οἱ κυνηγοὶ σκάπτοντες, φρύγανα καὶ κόνιν ἐπ' αὐτοῖς ἐπιβάλλουσιν ἵνα τὰ θηρία ἐμπίπτωσι, λαπάθους καλεῖ. διὰ τὸ κεκενῶσθαι ὀρυχθέντας. (ῃερς. 177.) Τὸ δὲ ἀνάσσονται δ' ἐμοὶ αὐτῷ, πρὸς ἀκρίβειαν κεῖται καὶ σαφήνειαν τοῦ ὡς ἐῤῥέθη ἀλαπάξαι. περίοικον μὲν γὰρ πόλιν ἐχθρὰν, ἀλαπάξοι τις ἂν ἐκπορθητικῶς, οὐ μὲν καὶ ἧς αὐτὸς ἀνάσσει. (ῃερς. 183.) Ὅτι περιπαθῶς εἰπόντος τοῦ Μενελάου τὰ κατὰ τὸν Ὀδυσσέα καὶ οἶκτον κινήσαντος, τοῦτο γὰρ δηλοῖ τὸ, πᾶσιν ὑφ' ἵμερον ὦρσε γόοιο, κλαῖε μὲν ἀργείη Ἑλένη. κλαῖε Τηλέμαχος καὶ Μενέλαος. οὐδ' ἄρα Νέστορος υἱὸς ἀδακρύτω ἔσχεν ὄσσε. μνήσατο γὰρ κατὰ θυμὸν, ἀμύμονος Ἀντιλόχοιο. ὃν δὴ Ἠοῦςἔκτεινε φαεινῆς ἀγλαὸς υἱός. ὁ Αἰθίοψ δηλαδὴ Μέμνων. περὶ οὗ λέγει τι καὶ ὁ περιηγητής. ὡραιότητα δὲ οὐ μόνον τοῦ Μέμνονος αἰνίττεται τὸ, Ἠοῦς αὐτὸν υἱὸν λέγεσθαι, ἀλλὰ καὶ τοῦ Τιθωνοῦ. ᾧ μιγεῖσα ἡ Ἠὼς, τεκεῖν τὸν Μέμνονα λέγεται. πολὺς δὲ ὁ περὶ Τιθωνοῦ λόγος τοῖς παλαιοῖς. Ὅρα δὲ ὅτι φαεινῆς μητρὸς, ἀγλαὸς ἦν οἰκείως οὗτος υἱὸς ὡς ἡλιώδης τὴν θέαν. (ῃερς. 184.) Ἰστέον δὲ ὅτι Ἑλένη μὲν πρῶτον κλαίει, ἐπειδὴ κάρτα φιλοίκτιστον γυνὴ κατὰ τὴν τραγῳδίαν. (ῃερς. 185.) Τηλέμαχος δὲ μετ' ἐκείνην, ὡς υἱὸς πατέρα, καὶ ὡς τοῦ πάθους πρωτοστατῶν. μεθ' οὓς Μενέλαος, ἐπειδὴ οὐδ' αὐτὸν ἐχρῆν εἶναι ἀδάκρυτον ἐπὶ τῷ πάνυ πεφιλημένῳ. (ῃερς. 186.) ὁ δὲ ὡς ἐν δορυφορήματός φασι τρόπῳ παρὼν Νεστορίδης εἰ καὶ μὴ κατ' ἐκείνους ἴσως ἔκλαιεν, ἀλλ' οὖν οὐκ ἦν ἀδάκρυτος. παρείλετο δὲ αὐτῷ τοῦ κλαυθμοῦ τὸ πολὺ, διότι τὲ οὐκ ἐξορθοῦ καὶ αὐτὸς ἀλλ' Ὀδυσσέα πρόφασιν ἔκλαιε, καὶ ὅτι οὐδὲ συνήθης ἦν τῷ ἀδελφῷ ἐν Τροίᾳ πεσόντι, αὐτὸς ἐν Πύλῳ τραφείς. καὶ διότι δὲ εὐκλεῶς ἐκεῖνος ἀπέθανεν. ἀπαθέστερον οὖν ὑποτίθεται τὸν Πεισίστρατον ὁ ποιητὴς, ὡς ἂν ἔχοι προκατάρξαι παραμυθίας. εὐθὺς γὰρ αὐτὸς παύει τὸν κλαυθμὸν εἰπὼν φίλα καὶ ἐπαινετὰ τῷ Μενελάῳ. Ὅρα δὲ καὶ τὴν ἐξαλλαγὴν τοῦ σχήματος. εἰπὼν γὰρ ἔκλαιε μὲν Ἑλένη. ἔκλαιε δὲ ὁ δεῖνα καὶ ὁ δεῖνα, ἐσχημάτισεν ἀποφαντικῶς, οὐδ' ἄρα Νέστορος υἱὸς ἀδάκρυτος ἔμενεν. οὐ διατρίβων δηλαδὴ ἐν τῷ κλαίειν ἀλλὰ πρὸς βραχὺ δακρύων. ὅτι δὲ ἀγνώριστος ἦν ὁ Νεστορίδης οὗτος τῷ ἀδελφῷ Ἀντιλόχῳ, δηλώσει ὑποκατιὼν, ἔνθα οὔτε ἀντῆσαι φησὶν ἐκείνῳ οὔτε ἰδεῖν. (ῃερς. 190.) Ὅτι χρήσιμόν ποτε εἰς φρονίμου ἔπαινον τὸ, περὶ μέν σε βροτῶν πεπνυμένον εἶναι ἔφασκεν ὁ δεῖνα ὅτ' ἐπιμνησαίμεθα σεῖο. τὸ δὲ καὶ νῦν εἴ τι που ἔστι πίθοιό μοι, καλὸν εἰς παραίνεσιν. (ῃερς. 194.) Ὅτι γνωμικῶς λέγεται τὸ, οὐ γὰρ ἔγωγε τέρπομαι ὀδυρόμενος μεταδόρπιος. ἤγουν ἐπ' αὐτῷ τῷ δόρπῳ ἐν ᾧ ἀνέσεως μάλιστα χρεία. ἀλλὰ καὶ ἠώς φησιν ἔσσεται. τὴν δὲ αἰτίαν, ἐν ἄλλοις ἐρεῖ ὁ ποιητής. ἵνα δηλαδὴ μήτις νεμεσήσηται καὶ εἴπῃ δακρυπλώειν βεβαρημένον τὰς φρένας οἴνῳ. (ῃερς. 195.) εἶτα ἵνα μὴ δόξῃ ἀποτρέπειν καθόλου τοῦ κλαίειν ἐπὶ νεκροῖς, φησίν. νεμεσσῶμαι γέ μιν οὐδὲν, κλαίειν ὅς κε θάνῃσι βροτῶν καὶ πότμον ἐπίσπῃ. τοῦτό νυ καὶ γέρας οἷον βροτοῖς. κείρασθαί τε κόμην βαλέειν τ' ἀπὸ δάκρυ παρειῶν. οὔκουν καθάπαξ ἀναιρεῖ ὁ Νεστορίδης τὸ ἐπὶ τεθνεῶσι κλαίειν. ἀλλὰ μεταληπτικῶς, συγχωρεῖ μὲν τὸ πρᾶγμα, μέμφεται δὲ τὸν καιρόν. ἤτοι τὸ ὀδύρεσθαι τινὰ ἐνδόρπιον. (ῃερς. 196.) Τὸ δὲ κλαίειν ὅς κε θάνῃσιν, ἔχει τι ἀμφιβολίας σχεδιαστικῆς. ὅμως δὲ οὐκ ἂν λέγοι ὡς χρὴ τὸν θανόντα κλαίειν ἤτοι κλαυθμὸν ποιεῖσθαι, ἀλλ' ὅτι ἡμᾶς κλαυστέον ἐπὶ τῷ θανόντι. Τὸ δὲ θανεῖν καὶ πότμον ἐπισπεῖν ὃ πολλαχοῦ λέγεται, τὴν αὐτὴν ἔννοιαν παλιλλογεῖ. (ῃερς. 197.) Τὸ δὲ γέρας οἷον, ἢ θαυμαστικῶς εἴρηται καὶ δασύνειν τὸ οἷον, ἢ ἴσως καὶ ἀντὶ τοῦ μόνον, ὅτε καὶ ψιλωθήσεται. (ῃερς. 199.) Ὅτι ὥσπερ ἐν Ἰλιάδι τὸ, οὐ γάρ μιν ἀφαυρότατος βάλεν Ἀχαιῶν, τῷ ἀποφατικῷ κατάφασιν δηλοῖ ἀνδρικὴν ἵνα λέγῃ οὐκ ἀφαυρότατον, τὸν πάνυ ἀνδρεῖον. οὕτω καὶ ἐνταῦθα τὸ, ἐμὸς τέθνηκεν ἀδελφεὸς οὔτι κάκιστος Ἀργείων, ἀντὶ τοῦ ἀνδρειότατος εἴληπται. Πεισίστρατος δὲ περὶ Ἀντιλόχου τοῦτο φησὶ τοῦ ἀδελφοῦ. λέγων καὶ ὅτι περὶ ἄλλων φασὶ γενέσθαι ἐκεῖνον. (ῃερς. 2.) Περὶ μὲν θείειν ταχὺν ἠδὲ μαχήτην. ὡς οἷον ἑρμηνεύων τὸ, οὔτι κάκιστος. εἰ δὲ ὁ Νέστωρ πρὸ τούτων ὡσαύτως ἐπαινέσας τὸν Ἀντίλοχον, εἶπεν ἐκεῖνον καὶ κρατερὸν καὶ ἀμύμονα, ἔχει καὶ ὁ υἱὸς Πεισίστρατος ἐνταῦθα εἰπὼν ἀντὶ τοῦ κρατερὸς, τὸ, οὔτι κάκιστος Ἀργείων. Ἀμύμονα δέ γε, αὐτὸς ὁ ποιητὴς πρὸ ὀλίγου εἶπε τὸν Ἀντίλοχον. (ῃερς. 4.) Ὅτι καθάπερ ἐν τῷ, ὦ φίλ' ἐπεί μ' ἔμνησας ὀϊζύος, μακροαπόδοτος ἡ σύνταξις καὶ ὑποδύσκολος, οὕτω καὶ νῦν ἐν τῷ, ὦ φίλ' ἐπεὶ τόσα εἶπες καὶ ἑξῆς. μετὰ ὀκτὼ γὰρ στίχους ἀποδέδοται τὸ ἀκόλουθον τῆς συντάξεως ἐν τῷ, ἡμεῖς δὲ κλαυθμὸν μὲν ἐάσομεν. νοουμένου τοῦ δˉε συνδέσμου, ἀντὶ τοῦ δή. Ἰστέον δὲ ὅτι κατὰ παλαιὰν παρατήρησιν, ἐν πολλοῖς εὑρίσκεται καὶ μάλιστα παρὰ τῷ ποιητῇ, ὁ ἐπεˉι σύνδεσμος δυσαπόδοτος κατὰ σύνταξιν, ὅτε καθὰ καὶ ἄλλαι λέξεις, οὕτω καὶ αὐτὸ κεῖσθαι δοκεῖ ἐκ περισσοῦ. (ῃερς.