Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam i
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
167.1.1
) οὔπω τοῖον ἀνήλυθεν ἐκ δόρυ γαίης, τὸ μὲν ἀνῆλθεν, ἀφελῆ γλυκύτητα ἔχει ἐκφύσεως λεχθὲν φυτοῦ. δόρυ δὲ, ἢ ξύλον ἁπλῶς λέγει, ἢ μάλιστα, ξυλῶδες φυτόν. δύναται δὲ τὸ ῥηθὲν, σκωπτικῶς προσαρμόσαι καὶ ἀνδρὶ ἀνοήτῳ καὶ ἀφυεῖ. Εἰς τοὺς δὲ ἐνταῦθα γυναικείους Ὁμηρικοὺς ἐπαίνους, σημείωσαι παλαιὸν ὕστερον οὐδέν τι ἐοικὸς τοῖς Ὁμήρου, τὸ κάλλει καλῆς. μεγέθει μεγάλης. τέχνῃ σοφῆς. καλὸν δὲ ὅμως καὶ αὐτό. ἔτι δὲ, καὶ Φιλοξένου τοῦ Κυθηρίου τὸ, ὦ καλλιπρόσωπε χρυσεοβόστρυχε χαριτόφωνε κάλλος ἐρώτων. ἅπερ ἐκεῖνος εἶπεν ἐπὶ Γαλατείᾳ τῇ Νηρηΐδι, ἐπαινῶν αὐτὴν ὡς ἐρωμένην. ἐφ' οἷς παίζων τις ὅτι μὴ καὶ ὀφθαλμοὺς ἐκείνης ἐπῄνησε, φησί. τυφλὸς ὁ ἔπαινος, καὶ κατ' οὐδὲν ὅμοιος Ἰβυκείῳ ἐκείνῳ τῷ, γλαυκέων χαρίτων θάλαμος καλλικόμων μελέδημα. σὲ μὲν, Κύπρις ἅτ' ἀγανοβλέφαρος Πειθὼ, ῥοδέοισιν ἄνθεσι θρέψαν. οὐ δὲ τῷ, λάμπεις ἐπὶ πορφυραῖς παρειῇσι φῶς ἔρωτος. Σημείωσαι δ' ἐν τούτοις καὶ ὅτι ὅμοια νοούντων ἀλλήλοις τοῦ ἀνελθεῖν τοῦ ἀνέρχεσθαι τοῦ ἀναδραμεῖν, ὧν χρήσεις τοῦ μὲν ἀνήλυθε καὶ τοῦ ἀνέρχεσθαι, ἐν τῷ προκειμένῳ χωρίῳ, τοῦ δὲ λοιποῦ, ἐν τῷ, ἀνέδραμεν ἔρνεϊ ἶσος, Ἡρόδοτος τὸ ἀναδραμεῖν φαίνεται φιλεῖν. (ῃερς. 168.) Ὅρα δὲ καὶ τὸ, σέβασμ' ἔχει, καὶ τὸ ἄγαμαι, καὶ τὸ τέθηπα, ἐπικεχυμένα ἀλλήλοις κατὰ σημασίαν ἰσοδύναμον. (ῃερς. 177.) Ἐν δὲ τῷ, οἳ τήνδε πόλιν ἔχουσιν, οὐ δεικτικὸν τὸ τήνδε ἀλλ' ἀναφορικόν. οὐ γὰρ ἔχει δεῖξαι Ὀδυσσεὺς δακτύλῳ τὴν τοιαύτην πόλιν. ὅτι δὲ ταυτὸν πόλιν εἰπεῖν καὶ ἄστυ, δηλοῖ ἐπαγαγὼν εὐθύς. ἄστυ δέ μοι δεῖξον. (ῃερς. 178.) καὶ ῥάκος δὲ καὶ σπεῖρον ἐνταῦθα εἰς ταυτὸν ἄγει. εἰπών. δὸς ῥάκος εἴτι που εἴλυμα σπείρων ἔχεις. ὅ ἐστι κάλυμμα ῥάκους. (ῃερς. 181.) Ὁμοφροσύνη δὲ, τὸ τὰ αὐτὰ βουλεύεσθαι. ὁ σπάνιον ἐν ταῖς κατ' ἀνθρώπους συζυγίαις. οἱ πλείους γὰρ ζυγομαχοῦσι κατὰ τὸν βίον. Τὸ δὲ ἄλγεα δυσμενέεσσι. τοὺς φθονεροὺς διαζωγραφεῖ. οἳ ἀλγοῦσιν ἐπὶ τοῖς ἑτέρων ἀγαθοῖς. ὥσπερ αὖ πάλιν οἱ εὐμενέται, χάρμα ἔχουσιν. (ῃερς. 184.) Ὅρα δὲ καὶ ὅτι δυνάμενος εἰπεῖν εὐμενέεσι καθ' ὁμοιότητα τοῦ δυσμενέεσιν, ὅμως οὐκ ἠθέλησεν ἐπιβούλως καλλωπίσαι. ἵνα μὴ ἀχρειώσῃ τὸ τοῦ λόγου πιθανὸν τῇ πρὸς κάλλος ἐπιβουλῇ. πάντως δὲ οὐκ ἐξ ὀνόματος τοῦ μένος, γίνεται ὥσπερ ὁ δυσμενὴς οὕτω καὶ ὁ εὐμενέτης, ἀλλὰ ἀπὸ ῥήματος περισπωμένου μὲν οὐκ ἐν χρήσει δὲ συνήθει κειμένου. ὡς ἔστι νοεῖν καὶ ἐκ τοῦ ὑπομενετέον. οὗ χρῆσις παρὰ τοῖς σοφοῖς. (ῃερς.

Intertext edge

Open linked passage

Note