Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam i
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
171.1.1
) Ὅτι ὁ ῥηθεὶς Ἁλιθέρσης ἑαυτὸν συνιστῶν ἐπὶ μαντικῇ τέχνῃ, φησί. καὶ γὰρ ἐκείνῳ τουτέστι τῷ Ὀδυσσεῖ, φημὶ τελευθῆναι ἅπαντα. Ὣς οἱ ἐμυθεόμην ὅτε Ἴλιον εἰσανέβαινον Ἀργεῖοι, μεταδέ σφιν ἔβη πολύμητις Ὀδυσσεύς. Φῆν, κακὰ πολλὰ παθόντ' ὀλέσαντ' ἄπο πάντας ἑταίρους, Ἄγνωστον πάντεσσιν ἐεικοστῷ ἐνιαυτῷ οἴκαδ' ἐλεύσεσθαι. (ῃερς. 174.) Καὶ ὅρα σύνοψιν τῆς Ὀδυσσείας ἐνταῦθα ἐν οὐδὲ ὅλοις τρισὶ στίχοις. συνελόντα γὰρ φάναι, ἡ τῆς Ὀδυσσείας περιοχὴ οὐδὲν ἄλλο ἐν καιρίῳ ἱστορεῖ, ἀλλ' ἢ τὰ ἐπελευστικῶς ἐνταῦθα ῥηθέντα. Τί δὲ τὸ εἰς Ἴλιον ἀναβαίνειν, πολλαχοῦ δηλοῦται. Ὅρα δὲ τὸ, καὶ γὰρ ἐκείνῳ φημὶ, ὡς καιρίως λεχθέντες τοῦ φημί. ἀξιωματικῶς γὰρ εἴρηται τὸ φημί. κατὰ τὸ, αὐτὸς ἔφατο, τὸ Πυθαγορικόν. ἐπεὶ γὰρ οὐδὲν ὧν φησὶ προειπεῖν, δόξοι ἂν τελευτᾶσθαι ἤτοι τελεῖσθαι ὡς κατωτέρω φησὶ, διατοῦτο λέγει ὅτι φημί. μονονουχὶ λέγων, ὡς ἐγὼ προορῶν καὶ εὖ εἰδὼς, φημὶ ἐκεῖνα πάντα τελευτᾶσθαι. (ῃερς. 178.) Ὅτι ὁ καταλαζονευόμενος γέροντος προλέγοντός τι ὡς αὐτὸς κρεῖττον εἰδὼς, εἴποι ἂν, Ὦ γέρον. εἰ δ' ἄγε δὴ μαντεύεο σοῖσι τέκεσσιν Οἴκαδ' ἰὼν, μή που τι κακὸν πάσχωσιν ὀπίσσω. ταῦτα δ' ἐγὼ σέο πολλὸν ἀμείνων μαντεύεσθαι. ἔστι δὲ κἀν 1. 91 ταῦθα τὸ, εἰ δ' ἄγε δὴ, παρακελευσματικὸν ὡς πολλαχοῦ ἐφάνη. (ῃερς. 181.) Ὅτι τὴν οἰωνοσκοπητικὴν διαβαλεῖν ἐθελήσας ὁ τοῦ Ὁμήρου Εὐρύμαχος, ῥιζόθεν μὲν αὐτὴν οὐκ ἐκσπᾶ, ἐδόκει γὰρ ἐπιστήμη τις εἶναι ἀκριβὴς, ἐπί τι δὲ αὐτὴν διασείει. εἰπών. ὄρνιθες δέ τε πολλοὶ ὑπ' αὐγὰς ἠελίοιο φοιτῶσ'. οὐδέ τε πάντες ἐναίσιμοι. Καὶ ὅρα ὅπως ἣν ἐξαίρει πανταχοῦ οἰωνοσκοπίαν ὁ ποιητὴς, ὅμως νῦν διαλεκτικώτερον ἐπιχειρῶν, καταῤῥιπτεῖ. δηλῶν, ὡς παντὶ λόγῳ λόγος παλαίει. καὶ τὸ ἀμφοτερόγλωσσον ἐξασκῶν. λέγει δέ τι τοιοῦτον ἐν ἀλλοίῳ σχήματι καὶ ἐν Ἰλιάδι ὁ Ἕκτωρ. καὶ ὁ βουλόμενος ζητείτω ἐκεῖνο. κατεπιχειρεῖ δὲ καὶ ἡ παρὰ τῷ Σοφοκλεῖ Ἰοκάστη τῆς μαντικῆς, Ὁμηρικῷ ζήλῳ. καὶ ζητητέον τῷ ἐθέλοντι. Σημείωσαι δὲ καὶ ὡς ἀστείως ἐνταῦθα παρείληπται τὸ, ὄρνιθες πολλοὶ, ἵνα εἰ μὲν ὄρνιθας νοήσοι τις ἁπλῶς τὰ πτηνὰ, εἴη ἀληθὲς ὡς οὐ πάντες ἐναίσιμοι. εἰ δὲ ὄρνιθες νοηθεῖεν οἱ τοῦ μέλλοντος δηλωτικοὶ καθ' ὃ σημαινόμενον εἴρηται τὸ, θάμβησαν δ' ὄρνιθας ἐπεὶ ἴδον ὀφθαλμοῖς, ψεύδηται ὁ Εὐρύμαχος. πάντες γὰρ οἱ τοιοῦτοι ὄρνιθες, ἐναίσιμοι. Ἰστέον δὲ ὅτι παρὰ τοῖς παλαιοῖς ὄρνιθες κεῖνται καὶ αἱ ἰδικῶς οὕτω καλούμεναι. καὶ φέρεται εἰς τοῦτο χρῆσις ἐκ Μενάνδρου, εἰπόντος. ἀλεκτρυών τις ἐκεκράγει μέγα, οὐ σοβήσετ' ἔξω τὰς ὄρνιθας ἀφ' ἡμῶν; καὶ ὅτι οὐ μόνον ἀρσενικῶς οἱ ὄρνιθες ὡς ἐνταῦθα, ἀλλὰ καὶ θηλυκῶς. οἷον, ὄρνιθι λιγυρῇ. καὶ ὅτι οὐ μόνον ὄρνιθες, ἀλλὰ καὶ ὄρνις. καὶ αἰτιατικὴ ἐνικὴ οὐ μόνον ὄρνιν, ἀλλὰ καὶ ὄρνιθα. καὶ ὅτι Δωριεῖς τὸ ὄρνις ὄρνιξ λέγοντες, κλίνουσιν αὐτὸ διὰ τοῦ ˉχ ὄρνιχος. Τὸ δὲ ὑπ' αὐγὰς, συντίθησι τὸν παρὰ τοῖς μεθ' Ὅμηρον ὕπαυγον. αὐτὸ δὲ τὸ ὑπ' αὐγὰς ἠελίοιο, περίφρασίς ἐστι τοῦ, ὑφ' ἡελίῳ ἢ ὕφ' ἥλιον. (ῃερς. 182.) Τὸ δὲ ἐναίσιμοι, ἀντὶ τοῦ, πεπρωμένον τι δηλοῦντες. ἀλλαχοῦ δὲ ἡ λέξις, σεβασμιότητα ἐμφαίνει τὴν κατὰ τὸ καθῆκον. ὡς ἐν τῷ, γῆρας γὰρ, ἐναίσιμον ἄνδρα τίθησιν. Ὅρα δὲ τὴν ἀλαζονείαν τοῦ Εὐρυμάχου ἐν τούτοις, εἴγε τοῦ Ἁλιθέρσου ὃς εὖ οἶδε τὰ εἰς μαντικὴν, ἐπιστημονικώτερος εἶναι βρενθύεται. εἰπών. ἄγε δὴ μαντεύεο σοῖσι τέκεσι. καὶ τὰ ἑξῆς ὡς πρὸ βραχέων ἐγράφη. καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ἐπαρᾶται καταφθίσθαι σὺν τῷ Ὀδυσσεῖ τὸν Ἁλιθέρσην. (ῃερς. 185.) Ὀνειδίζει δὲ καὶ δώρων λῆψιντῷ γέροντι ἐκ τοῦ Τηλεμάχου. καὶ θῳὴν ἐπιθήσειν ἀπειλεῖται εἰ τὸν Τηλέμαχον ἀνήσει ὅ ἐστιν ἀναπείσει χαλεπαίνειν. θῳὴν εἰπὼν ἐτυμολογικῶς, τὴν ἐπιτεθειμένην τινὶ ζημίαν. ὅθεν καὶ ἀθῷος ὁ μὴ θῳὴν πάσχων. Ὅτι δωροδοκίαν φράζει τὸ, σῷ οἴκῳ δῶρον ποτιδέγμενος αἴκε πόρῃσιν ἤγουν παράσχῃ. οὗ μέλλων τὸ πόρσω. ἐξ οὗ τὸ πορσύνειν. (ῃερς. 188.) Ὅτι ὃ φθάσας εἶπεν ἐπὶ Αἰγυπτίου ὡς μυρία ᾔδη, σαφέστερον ἐνταῦθα ἐπὶ Ἁλιθέρσου φησί. παλαιά τε πολλά τε εἰδώς. Ὅτι ἀπειλὴ κατὰ τοῦ ἐρεθίζοντος νεώτερον τινὰ εἰς ὀργὴν αὕτη ἀπὸ ἐνδόξου τινός. Αἴκεν νεώτερον ἄνδρα παλαιά τε πολλά τε εἰδὼς, Παρφάμενος ἐπέεσσιν ἐποτρύνῃς χαλεπαίνειν, Αὐτῷ μέν οἱ πρῶτον ἀνιηρέστερον ἔσται. σοὶ δὲ γέρον, θῳὴν ἐπιθήσομεν, ὅ ἐστι ζημίαν ὡς ἐῤῥέθη. ἣν ἐνὶ θυμῷ τίνων, ἀσχάλλοις. χαλεπὸν δέ τοι ἔσσεται ἄλγος. ἔστι δὲ τὸ παρφάμενος, ἀντὶ τοῦ παραπείσας. ἐξ οὗ καὶ ἡ παραίφασις γίνεται. δηλοῖ δὲ νῦν ἡ λέξις, οὐ τὴν ἁπλῶς πειθὼ ἐκ παραινέσεως, ἀλλὰ τὸ παράγειν λόγοις, ὅ ἐστι παραλογίζεσθαι. Τὸ δὲ ἐποτρύνειν, καὶ ἀνιέναι εἶπεν ὁ ποιητὴς, ὅπερ ἐστί φασι λέξις κυνηγετικὴ, ὅτε τις κύνα τοῦ δεσμοῦ ἀνεὶς, ἀφήσει κατὰ θηρός. λέγει δὲ ἐποτρύνειν, τὸ ἐπὶ τῇ φυσικῇ ὀτρυντύϊ, ἐπιβάλλειν καὶ ἑτέραν ἐρεθιστικῶς. (ῃερς. 190.) Τὸ δὲ ἀνιηρέστερον, ὤφειλε μὲν εἶναι ἀνιηρότερον, μέτρου δὲ χάριν, οὕτω λαλεῖται. ὡς καὶ τὸ αἰδοιέστερον. καὶ λοιπὰ τοιαῦτα. ἐν οἷς καὶ τὸ ἀμορφέστατος γυνὴ παρ' Ἡροδότῳ ἐν ἀκριβεστέροις ἀντιγράφοις. καὶ τὸ ποδηγέστερον ἐκ τοῦ ποδηγὸς, ἀντὶ τοῦ, ὁδηγητικώτερον. ὅπερ ἐν τοῖς τοῦ Σουΐδα κεῖται. πλεονάζει δὲ τοιαύταις παραγωγαῖς καὶ ὁ Πίνδαρος. οἱ δὲ παλαιοὶ καὶ ταῦτα φασίν. εὕρηται καὶ δικαιέστερον. καὶ ἀκρατέστερον ἐκ τοῦ ἄκρατος. Ἐπίχαρμος δὲ καὶ ἀλλοιέστερον λέγει. καὶ ἐπιηρεστέραν. καὶ ἀναγκαιέστατον. καὶ ὡραιέστατον. Στησίχορος δέ, ὑπερθυμέστατον ἀνδρῶν. Ἑκαταῖος δὲ, οἱ Βιαντίδαι, ἄνδρες σπουδαιέστατοι ἐγένοντο. καὶ Ἡρόδοτος, τὰ σπουδαιέστερα τῶν πραγμάτων. Δημόκριτος δὲ, ἐπιτηδειέστατον φησί. καὶ Δεινόλοχος, γενναιέστατον. Ἀντίμαχος δὲ, ὅτι ἀφνειέστατος ἔσκεν. Εὔπολις δὲ, πόλιν θεοφιλεστάτην οἰκοῦσιν ἀφθονεστάτην τε χρήμασι. Πίνδαρος, ἀπονέστερον. Σέλευκος δὲ, παρ' Ὁμήρῳ φησὶ τὴν Ἀριστοφάνειον γραφὴν ἔχειν, Ἀτρείδη κύδιστε φιλοκτεανέστατε πάντων. εἰ δέ τῳ δοκεῖ χρῆναι τοιούτου τύπου θέσθαι καὶ Σοφοκλέους τὸ κακοπινέστατον ἄλημα στρατοῦ. ἵνα ᾖ ἐκ τοῦ πῖνος ὁ ῥύπος, κακοπινότατος καὶ ἐκεῖθεν 1. 92 κακοπινέστατος, ἴστω μὴ ἀκριβῶς λέγων. ἐκεῖνο γὰρ, οὐκ ἐξ ἁπλοῦ τοῦ πίνου γέγονεν, ἀλλ' ἀπὸ συνθέτου τοῦ κακοπινοῦς. ἵνα γίνοιτο καθὰ ἐκ μακροκαταλήκτου τοῦ εὐγενὴς, ὁ εὐγενέστερος, οὕτω καὶ κακοπινὴς κακοπινέστερος καὶ κακοπινέστατος. χρῆσις κακοπινοῦς, παρὰ τῷ δειπνοσοφιστῇ ἐν τῷ, συνεσπασμένοι καὶ κακοπινεῖς, οὐ μόνον τοῖς ἤθεσιν ἀλλὰ καὶ τῇ ἕξει. ὥσπερ δέ φασι διὰ τοῦ ˉεˉς σχηματίζουσιν Ἀττικοὶ, οὕτω καὶ διὰ τοῦ ˉις. ποτίστατον γάρ φασιν Ἀριστοφάνης. ὡς τὸ, ὦ θερμόταται γυναῖκες ὦ ποτίσταται, οὕτω καὶ λαγνίστατον. καὶ κλεπτίστατον. καὶ λαλίστερον εὕρηκά σε ὡς καὶ λαλίστατον. καὶ πολὺ πτωχίστερος. καὶ ψευδίστατος. καὶ ὅσα τοιαῦτα ἐξ ὑπερθετικῶν τῶν εἰς στˉος, ὑπερθετικὰ ἢ συγκριτικά. καὶ Πλάτων δὲ Κλεοφῶντι, ἵν' ἀπαλλαγῶμεν ἀνδρὸς ἁρπαγιστάτου. καὶ πληκτίστατος δὲ λέγουσιν. ἔστι δὲ Πλάτωνος καὶ τὸ, ἡδονὴ ἁπάντων ἀλαζονίστατον. τοῦ δὲ ἀκρατίστερος, οὐχ' εὕρηται ὑπερθετικόν. οἷον, οὔτ' ἀκρατίστερον οὔτε λιχνότερον οὔτε δοῦλον μᾶλλον, τῶν ἡδονῶν. εἰσὶ δέ φασι σχηματισμοὶ, καὶ διὰ τοῦ αˉι. ἰσαίτατον γάρ φασι καὶ προὐργιαίστερον. Πλάτων δ' ἐν πρώτῳ πολιτείας, ἀσμεναίτατα λέγει. καὶ ἰσαίτερον. καὶ ἐν Χαρμίδῃ, ἡσυχαίτατα. ἔστι δὲ καὶ πλησιαίτερον. Ξενοφῶν δὲ, καὶ φιλαίτατον ἐν ἑβδόμῃ φησί. τοῦτο δὲ καὶ φιλώτατον ἐν πολλοῖς τῶν ἀντιγράφων εὕρηται. τὸ μέντοι φίλτατος, ἐκ τούτων συγκοπὲν, περιεῖλε τὰς ἀμφιβόλους ἐκείνας γραφάς. ἐν δὲ τῷ, σοὶ δὲ γέρον θῳὴν ἐπιθήσομεν, τὸ μὲν γέρον, οὐκ ἔπαινον ἔχει. ὥσπερ οὐδὲ τὸ, ὦ γέρον μαντεύεο σοῖς τέκνοις. οὐδὲ τὸ, ἣν σὺ γηραιὲ μυθέαι ἀκράαντον. ταῦτα δὴ τὰ τοῦ Εὐρυμάχου. ἄλλως λέγοντος ἤπερ Ὅμηρος ἔφη τὸ, γέρων ἥρως Ἁλιθέρσης ὡς προεγράφη. καὶ ἐν τοῖςἑξῆς τὸ, πείθεσθαί τε γέροντι. (ῃερς. 186.) Τὸ δὲ θῳὴν ἐπιθήσομεν, τρόπος ἐτυμολογίας ἐστίν. ἀπὸ τοῦ θέσθαι γὰρ ἡ θῳή. Τὸ δὲ μυθέαι, παροξύτονον ὡς καὶ τὸ πωλέαι ὃ ἐν τῷ τέλει τῆς δέλτα ῥαψῳδίας κεῖται. Ὅτι τὸ περὶ Πηνελόπης, Ἀθηνᾶ μὲν ἐσχημάτισεν ὅτε εἶπεν ἐς μέγαρον ἴτω πατρὸς καὶ ἑξῆς. Ἀντίνοος δὲ πρὸς αὐτὸν τὸν Τηλέμαχον ἔφη, μητέρα σὴν ἀπόπεμψον. Εὐρύμαχος δ' ἐνταῦθα φησί. μητέρα ἣν ἐς πατρὸς ἀνωγέτω ἀπονέεσθαι. καὶ τὰ ἑξῆς ὡς καὶ ἡ Ἀθηνᾶ εἶπεν. οὕτω πολυσχήμων ὁ ποιητής. (ῃερς. 0.) Ὅτι Ἀντίνοος μὲν, ὑψαγόρην τὸν Τηλέμαχον προσεῖπεν, ἀπὸ ποιότητος λόγων σκώψας ὡς προεδηλώθη. Εὐρύμαχος δὲ, πολύμυθον αὐτὸν λέγει. ὃ ταυτόν πως ἐστὶ τῷ, ἀκριτόμυθον. εἰς ποσότητα γὰρ λόγου τὸ σκῶμμα. λέγει δὲ καὶ ἀργαλέαν τὴν τῆς Πηνελόπης μνηστείαν. εἰπών. οὐ γὰρ πρὶν παύσασθαι ὀΐομαι υἷας Ἀχαιῶν μνηστύος Ἀργαλέης, ἐπεὶ οὔ τινα δείδιμεν ἔμπης. καὶ ἔστιν εὐλαβέστερον τὸ οὐ πρὶν παύσασθαι ὀΐομαι τοῦ, ἡμεῖς δ' οὔτ' ἐπὶ ἔργα πάρος ἴμεν οὔτε πῃ ἄλλῃ πρὶν αὐτὴν γήμασθαι. καὶ ἦν καλὸν εἴπερ καθὰ νῦν ἔφῃ οὐ πρὶν παύσασθαι ὀΐομαι, οὕτω καὶ ἀνωτέρω ἔφη, τὸ δὲ, καὶ τελέεσθαι ὀΐω. νῦν δὲ εἰπὼν, τόδε καὶ τετελεσμένον ἔσται, οὐ σωφρόνως εἶπεν. ἀποφῃνάμενος ἀνενδοιάστως ὃ οὐκ ἐγίνωσκεν. (ῃερς. 199.) Ἀργαλέαν δὲ τὴν τῆς Πηνελόπης μνηστὺν λέγει, ἢ ὡς μέχρι νῦν δυσκατέργαστον, ἢ κατά τινα φήμην καὶ αὐτὸ καὶ μαντείαν ἀκουσίαν νόμῳ τῆς πολυφήμου ἀγορᾶς. τῷ ὄντι γὰρ ἀργαλεωτάτη ἀπέβη τοῖς μνηστῆρσιν, οὔτε ἀνύσασιν οὐδὲν, καὶ προσαπολέσασι καὶ τὸ ζῆν. τὸ μέντοι οὔ τινα δείδιμεν θρασύτερον τοῦ Ἀντινόου Εὐρύμαχος εἶπεν. ὥσπερ αὖ πάλιν τὸ, οὔτε θεοπροπίης ἐμπαζόμεθ' ἣν σὺ γεραιὲ λαλεῖς ἀκράαντον, λειότερόν ἐστι τοῦ, Ὄρνιθες δέ τε πολλοὶ ὑπ' αὐγὰς ἠελίου φοιτῶσιν, οὐδέ τε πάντες ἐναίσιμοι. τοῦτο μὲν γὰρ, κατὰ τῆς οἰωνοσκοπητικῆς ἐῤῥέθη. ἐκεῖνο δὲ, κατὰ τοῦ γέροντος ὡς ψεύστου ἐφ' οἷς δοκεῖ μαντεύεσθαι. ἔτι Ἀντινόου εἰπόντος ὡς οἱ τῆς Πηνελόπης ἀκκισμοὶ ποιοῦνται αὐτῷ ποθὴν πολέος βιότοιο, Εὐρύμαχος μεταποιῶν φησι πλατύτερον. (ῃερς. 3.) Χρήματα δ' αὖτε κακῶς βεβρώσεται. οὐδέ ποτ' ἶσα ἔσσεται, ὄφρα κεν ἥγε διατρίβῃσιν Ἀχαιοὺς ὃν γάμον. Ἔτι Ἀντινόου ἐπαινέσαντος πλατύτερον ὡς ἐῤῥέθη τὴν Πηνελόπην, Εὐρύμαχος ἐπιτόμως διὰ μιᾶς λέξεως ἐπαινῶν, φησίν. ἡμεῖς δὲ εἵνεκα τῆς ἀρετῆς ἐριδαίνομεν. καὶ ὅλως, ἡ τοῦ Εὐρυμάχου δημηγορία τὰ πλείω μὲν ταὐτὰ λέγει τῷ Ἀντινόῳ παραφράζουσα ποικίλως, ὀλίγα δέ τινα καὶ προστίθησιν. Ὅρα δὲ τὸ κακῶς βεβρώσεται, ὁμολογοῦντος καὶ Εὐρυμάχου τὴν βίαν. Τὸ δὲ βεβρώσεται καὶ ἔσσεται, καίρια καὶ ἀπραγμάτευτα πάρισα. Τὸ δὲ οὐδέ ποτε ἶσα ἔσσεται, ἀστείως εἴρηται ἀντὶ τοῦ ἀεὶ ἐλαττωθήσεται. εἰ γὰρ μὴ ἶσα, πολλῷ μᾶλλον οὐ μείζονα. ἔσται ἄρα ἐλάττονα. (ῃερς. 4.) Διατρίβειν δὲ γάμον, τὸ χρονοτριβεῖν καὶ ἀναβάλλεσθαι. ὡς τὸ, τὰ δὲ, πάντα διατρίβουσιν Ἀχαιοί. προϊὼν δὲ, γενικῇ συντάσσει τὸ ῥῆμα. εἰπών. ἀλλ' ἄγε δὴ μὴ διατρίβωμεν ὁδοῖο. 1. 93 τινὲς δὲ τὸ ὡς ἐῤῥέθη χρονοτριβεῖν μεταβαλόντες, τριψημερεῖν τὸ διατρίβειν ἑρμηνεύουσι. λέγοντες καὶ ὅτι τριψημερεῖν λέγεται, τὸ στραγεύεσθαι καὶ παρέλκειν τὴν ὥραν. ὃ στρεύγεσθαι κατὰ συγκοπὴν Ὅμηρος ἔφη. δῆλον δὲ ὅτι τὸ διατρίβειν οὐ μόνον χρονοτριβεῖν λέγεται καὶ τριψημερεῖν καὶ ἀναβάλλεσθαι, ἀλλὰ καὶ ὑπερβάλλεσθαι. ὡς δηλοῖ παρὰ Ἡροδότῳ τὸ, κελεύοντες ὑπερβαλέσθαι καὶ μὴ οἰδούντων τῶν πραγμάτων ἐπιτίθεσθαι. Ὅτι ἐν τῷ, οὐδὲ μετ' ἄλλας ἐρχόμεθ' ἃς ἐπιεικὲς ὀπυιέμεν ἐστὶν ἑκάστῳ, ἐπιεικὲς, τὸ εἰκὸς καὶ πρέπον λέγει. τὸ μέντοι ἐπὶ πρᾳότητος αὐτὸ λέγεσθαι, τῆς ὕστερόν ἐστι χρήσεως. (ῃερς. 7.) Ὅτι δὲ τὸ καθ' ἑαυτοὺς κηδεύειν τινὰς, ἄριστόν ἐστι. καὶ ὅτι τὸ ὀπυίειν ἐπὶ ἐννόμου γάμου κεῖται. καὶ ὅτι παρὰ τὸ δι' ὀπῆς ὕειν ἐτυμολογεῖται. καὶ ὅτι δίφθογγον ἔχει τὸ ὀπυίω ἐν τῇ παραληγούσῃ τὴν διὰ τοῦ ˉυ καὶ ˉι. καὶ ὅτι διατοῦτο οὐδὲ εἰς μέλλοντα κλίνεται, οἱ παλαιοὶ δηλοῦσιν. (ῃερς. 8.) Ὅτι τὸ ἀντίον ἤυδα, ὅπου περ ἂν ῥηθείη, μυριαχοῦ δὲ κεῖται, ταυτόν ἐστι τῷ ἀντικρὺ καὶ ἄντην πρὸς ἅπερ ἤκουσέ τις ἐκ τοῦ προλαλήσαντος. καὶ ἔστι πως ὅμοιον τῷ ὑπαντὰξ, οὗ μέμνηται Αἴλιος Διονύσιος, λέγων ὡς δηλοῖ τὸ ἐξεναντίας. φέρων εἰς χρῆσιν ἐξ Ἀριστοφάνους τὸ, ἔφευγε. κἀγὼ τῆς ὑπαντὰξ εἰχόμην. (ῃερς.
171.1.2
) Ἀσφαλῶς δὲ ἀγορεύειν, τὸ ἀπροσκόπως, κυρίως δὲ σφάλλεσθαι ἐπὶ ποδῶνκαθὰ καὶ τὸ προσκόπτειν. ὅθεν γνώμη ἐξηνέχθη τοῖς ὕστερον τὸ, φορητότερον εἶναι ποσὶν ἤπερ γλώττῃ προσκόπτειν, ταυτὸν δ' εἰπεῖν σφάλλεσθαι. τὸ μὲν γὰρ ἔχει ἀνέγερσιν. (ῃερς. 172.) γλώσσης δὲ ὄλισθος ἀνέγερτα κεῖσθαι πολλάκις ποιεῖ. τὸ δὲ αἰδοῖ μειλιχίῃ ἢ τὴν ἐκ τῶν ἀκουόντων αἰδῶ λέγει, ἢ τὴν ἐκ τοῦ ἀγορεύοντος ὅτε μὴ θρασύστομος ᾖ ἀλλὰ μειλίχιος ἐν τῷ λαλεῖν. Τὸ δὲ μεταπρέπειν δύναται καὶ ἐκπρέπειν λέγεσθαι. εἰ δὲ μὴ αὐτὸ ἐν χρήσει κεῖται, ἀλλ' ὁ ἐκπρεπὴς πολλαχοῦ εὕρηται, ὥσπερ καὶ ὁ ἀριπρεπὴς καὶ ὁ εὐπρεπὴς καὶ ὁ διαπρεπής. Τὸ δὲ θεὸν ὣς εἰσορόωσιν ἐκ τοῦ θεὸς μορφὴν ἔπεσι στέφει μεταπεποίηται. (ῃερς. 176.) τὸ δὲ οὐδ' ἂν ἄλλως οὐδὲ θεὸς τεύξειεν ἀλήθειαν δηλοῖ πράγματος. τὸ γὰρ πεπραγμένον οὐκ ἔστιν ἀποίητον γενέσθαι, ὥς που γνωματεύει καὶ Πίνδαρος. (ῃερς. 177.) Τὸ δὲ καὶ σοὶ εἶδος μὲν ἀριπρεπὲς νόος δὲ ἀποφώλιος, παραφρασθήσεται ἐν τῷ, οὐκ ἄρα σοί γ' ἐπ' εἴδει καὶ φρένες ἦσαν. ἐν οἷς δηλοῦται, φαῦλόν τι τὰ φυσικὰ εἶναι δῶρα εἰ μὴ καὶ τὰ ἐξ ἀρετῆς πάρεισιν. ἔχει δὲ τὴν τοιαύτην γνώμην καὶ ἡ Ἰλιάς. (ῃερς. 179.) Τὸ δὲ νῆις ἀέθλων, ἀντὶ τοῦ ἄπειρος. ἀνεπιστήμων. ἄϊδρις δὲ μᾶλλον εἰπεῖν οἰκειότερον. ὡς γὰρ ὁ ἄϊδρις, οὕτω καὶ ὁ νῆις παρὰ τὴν στέρησιν τοῦ εἰδέναι ἐτυμολογοῦνται ὡς καὶ ἡ Ἰλιὰς ἐδήλωσε. (ῃερς. 185.) περὶ δὲ τοῦ θυμοδακὴς μῦθος, καὶ ἀλλαχοῦ ἐσημειώθη ὅτι κάλλος τι ἐνταῦθα ἐμφαίνεται κατὰ τὸν ἀναγραμματισμὸν τοῦ θυμὸς καὶ τοῦ μῦθος, ὡς καὶ ἐν τῷ θυμαλγέα μῦθον. (ῃερς. 186.) Ὅτι Ὀδυσσέως δριμυξαμένου οἷς ἀντέσκωψε τὸν σκώπτην Εὐρύαλον, ἐπάγει ὁ ποιητὴς ἀσυνδέτως, οὕτως. ἔφη δή. καὶ αὐτῷ φάρει ἀναΐξας λάβε δίσκον μείζονα καὶ πάχετον, στιβαρώτερον οὐκ ὀλίγον περ, ἢ οἵῳ Φαίηκες ἐδίσκεον ἀλλήλοισιν. (ῃερς. 189.) ὃν δὴ περιστρέψας τουτέστιν εἰλήσας ἤτοι δινήσας, ἧκε στιβαρῆς ἀπὸ χειρός. βόμβησε δὲ λίθος. κατὰ δ' ἔπτηξαν ποτὶ γαίῃ Φαίηκες λᾶος ὑπαὶ ῥιπῆς. ὅ δ' ὑπέρπτατο σήματα πάντα, (ῃερς. 193.) ῥίμφα θέων ἀπὸ χειρός. τουτέστιν οὐ δι' ἀνέμου κατὰ τὴν νῆα, οὐδὲ ποσὶ κατὰ τὰ ζῷα, ἐκ χειρὸς δὲ τῆς δισκευσάσης. καινὸν δὲ οὐδὲν εἰ θέειν ἔφη δίσκον ὃν καὶ ὑπερπετασθῆναι τὰ τῶν ἄλλων λέγει σήματα δίκην πτηνοῦ τινος. ὥστε καὶ λίθος ἂν εἴη τολμηρῶς εἰπεῖν ὁ τοιοῦτος δίσκος, οὐ παρὰ τὸ λίαν τεθεῖσθαι κατὰ τοὺς λοιποὺς διὰ τὸ φύσει βρίθον, ἀλλὰ διὰ τὸ λίαν θέειν ἀπὸ χειρός. (ῃερς. 186.) τὸ δὲ ἀσυνδέτως εἰπεῖν, ἔφη δὴ καὶ ἀναΐξας ἐδίσκευσε, τῇ τοῦ ἥρωος σπουδῇ τὸν λόγον συνεσχημάτισε. συντομώτερος γὰρ καὶ ὁ ἀσύνδετος λόγος τοῦ μετὰ συνδέσμων προφερομένου. τὸ δὲ αὐτῷ φάρει ἀναΐξας, δηλοῖ μὲν Ἀττικῶς τὸ, σὺν αὐτῷ ἱματίῳ, ἐμφαίνει δὲ, τὸ τοὺς ἄλλους ἡμιγύμνους δισκεύειν. ἐκ δὲ τοῦ ἀΐξαι, οὐ μόνον αἲξ τὸ ζῷον, ἀλλὰ καὶ κύριον ὁ Αἴξων, ἐξ οὗ καὶ δῆμος Ἀττικὸς οἱ Αἰξωνεῖς. Δίσκος δὲ, ἄλλως μὲν, ἐκ σιδήρου. ὁποῖος ὁ ἐν Ἰλιάδι σόλος. ἢ ξύλινος. ἴσως δὲ καὶ χαλκοῦς. καί που καὶ λίθινος. ἐνταῦθα δὲ, λίθος τετρημένος καὶ ἔχων ἐκ μέσου καλώδιον οὗ ἐχόμενοι οἱ ἀγωνιζόμενοι ἔδισκον ὅ ἐστιν ἔβαλλον. ἔῤῥιπτον. ὅθεν ὁ δίσκος γίνεται. τὸ δὲ ῥῆμα τούτου, δισκέω ἐνταῦθα. ὡς δηλοῖ τὸ, ἐδίσκεον ἀλλήλοις. ἐξ αὐτοῦ δὲ τὸ δισκεύειν. (ῃερς. 190.) Ὅτι δὲ λίθος ἦν ὁ Φαιακικὸς δίσκος, ἡρμήνευσεν Ὅμηρος ἐπαγαγὼν τὸ, βόμβησε δὲ λίθος, καὶ τὸ, λᾶος ὑπαὶ ῥιπῆς. Σημείωσαι δ' ἐνταῦθα καὶ Τρύφωνος τὸ, δίσκος, λίθος τετρημένος. σόλος δὲ, χαλκοῦν ὅλον σφαιρωτόν. Ὅμηρος. σόλον αὐτοχόωνον. ἔοικε δὲ ὁ Τρύφων ἐν τούτοις, χαλκοῦν, τὸ σιδηροῦν εἰπεῖν. ἐπεὶ σιδήρεος δοκεῖ ὁ Ὁμηρικὸς εἶναι σόλος. φέρει δὲ ὁ Τρύφων ἐπὶ τῷ κατ' αὐτὸν δίσκῳ, καὶ Πινδάρου χρῆσιν τὸ, λιθίνοις ὁπόταν δίσκουσι. Σημείωσαι δὲ ὅτι ὁ δίσκον εἰπὼν ἐπὶ ἡλίου, πάνυ ἐτόλμησεν. εἰ καὶ ἄλλως, ἧττον τοῦ φαμένου σκάφος τὴν ὅλην οἰκουμένην. τολμᾷ δὲ ἀκολούθως, καὶ ὁ λέγων φῶς ἐξ ἡλίου ἢ ἀκτῖνας ἀποδισκεύεσθαι. δισκεύεται μὲν γὰρ, δίσκος. τὰ δὲ ἐξ ἡλίου ἤγουν τὸ φῶς καὶ αἱ ἀκτῖνες, οὐκ εἰσὶ δίσκοι ὡς λέγεσθαι ἀποδισκεύεσθαι. (ῃερς. 187.) Στιβαρὸν δὲ δίσκον λέγει, ὡς καὶ αὐχένα στιβαρὸν καὶ χεῖρα στιβαρήν. (ῃερς. 190.) Ὁ δὲ βόμβος, δῆλον ὡς ὠνοματοπεποίηται. λεγόμενός ποτε καὶ ἐπὶ βροντῆς. καὶ ἐπί τινων δὲ εὐτελῶν. ὡς δηλοῖ καὶ τὸ ζωΰφιον ὁ βομβυλιὸς, κληθεὶς οὕτω διὰ τὸ βομβητικὸς εἶναι. Τὸ δὲ καταπτῆξαι πρὸς τῇ γῆ, τὸ πολὺ τοῦ βόμβου δηλοῖ. δι' αὐτοῦ δὲ, τὸ σφοδρὸν τῆς βολῆς. ἔστι δὲ καταπτῆξαι πρὸς τῇ γῇ, τὸ διὰ δέος κατακύψαι ἕως καὶ εἰς γῆν, δεδιότα ἕκαστον περὶ τῇ σφετέρᾳ κεφαλῇ. (ῃερς. 191.) Τοὺς δὲ Φαίακας δολιχηρέτμους καὶ ναυσικλυτοὺς ἄνδρας λέγει καὶ νῦν καὶ ἐν τοῖς ἑξῆς, ὡς ἢ δολιχὰ ἔχοντας ἐρετμὰ, ἢ μᾶλλον ὡς εἰς δολιχὸν πλοῦν ἐξαρκοῦντας ἐν τῷ ἐρέσσειν. συνήθης δὲ ἡ ἐκ τοῦ ἐρέσσω τοιαύτηπαραγωγὴ, ὡς ἐδήλωσε καὶ τὸ ἐπήρετμοι. ἐκ τοῦ τοιούτου δὲ ῥήματος, καὶ ὑπηρέσιον κατὰ τοὺς παλαιοὺς, ἐφ' οὗ κάθηνται οἱ ἐρέται, ἀκολούθως δὲ κατὰ τροπὴν, καὶ ἡ ὑπηρεσία ἐπὶ δουλείας, καὶ τὸ ὑπηρετεῖν. ἔστι δὲ καὶ νηῶν ἐπίθετον τὸ δολιχήρετμον ὡς πρὸ τούτων ἔφη ὁ ποιητής. (ῃερς.

Intertext edge

Open linked passage

Note