Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam i
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
177.1.1
) Ὅτι τὸ ἀνὰ νηὸς βῆναι, πρόθεσιν ἔχει ἀντὶ προθέσεως ὡς εἴπερ ἐπὶ νηὸς βῆναι. ἴσως δὲ καὶ καθ' ὑπέρβασιν καὶ ἔλλειψιν ἑτέρας προθέσεως πέφρασται, ἵνα ᾖ, ἀναβῆναι ἐπὶ νηός. ἄλλως γὰρ ἡ ἀνˉα πρόθεσις γενικῇ οὐ συντάσσεται. λέγει οὖν. ὡς εἰπὼν ἀνὰ νηὸς ἔβην. (ῃερς. 178.) ἐκέλευσα δ' ἑταίρους αὐτούς τ' ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι, καὶ τὰ ἑξῆς ὡς καὶ πρὸ ὀλίγων ἐγράφη. Καὶ ὅρα τὸ, ἀνά τε πρυμνήσια λῦσαι. δῆλον γὰρ ὡς ταυτὸν, λῦσαι καὶ ἀναλῦσαι εἰπεῖν. (ῃερς. 182.) Ὅτι καὶ τὸ τοῦ Κύκλωπος ἐκφράζων σπήλαιον καὶ τὰ περὶ αὐτὸ φησίν. ἔνθα δ' ἐπ' ἐσχατιῇ σπέος εἴδομεν ἄγχι θαλάσσης ὑψηλὸν, δάφνῃσι κατηρεφές. (ῃερς. 184.) ἔνθα δὲ πολλὰ μῆλ' ὀι´̈ ές τε καὶ αἶγες ἰαύεσκον. ὧν τὸ χρήσιμον ἐκφράσει μετ' ὀλίγα. (ῃερς. 185.) περὶ δ' αὐλὴ ὑψηλὴ δέδμητο κατωρυχέεσσι λίθοισι. (ῃερς. 186.) μακρῇσι τε πίτυσσιν. ἰδὲ δρυσὶν ὑψικόμοισιν. ὃ καθυπερβατὸν τοῖς ἄνω συντάσσεται. ἵνα ᾖ, δάφνῃσι κατηρεφὲς καὶ πίτυσι καὶ δρυσί. Καὶ ὅρα τὰ συχνὰ πάρισα καλλύνοντα τὴν ἔκφρασιν. τὸ, ὄϊες καὶ αἶγες. καὶ τὸ, αὐλὴ ὑψηλή. καὶ τὸ, κατωρυχέεσσι λίθοισι. μακρῇσι πίτυσι. δρυσὶν ὑψικόμοισι. Σημείωσαι δὲ καὶ ὅτι ἐπίτηδες ἔοικε μὴ ἐμπλατύνασθαι τῇ τοιαύτῃ ἐκφράσει ἀλλ' ἐπιδραμεῖν αὐτὴν, ἵνα μὴ λογογραφικῷ καλλύνῃ μειδιάματι τὰ κατὰ τὸν ἄγριον Κύκλωπα. (ῃερς. 183.) Κατηρεφὲς δὲ, νῦν μὲν σπήλαιον τὸ ἐσκιασμένον οἱονεὶ ὀρόφῳ ταῖς δάφναις. πρὸ δὲ τούτων κῦμα ἔφη κατηρεφὲς τὸ καλύψαν τήν τε σχεδίαν καὶ τὸν Ὀδυσσέα. ἐν δὲ ῥητορικῷ λεξικῷ καὶ κατηρεφὲς οἴκημα λέγεται τὸ ταπεινόν. (ῃερς. 184.) Τὸ δὲ ὄϊες καὶ αἶγες, ἐφερμηνευτικόν ἐστι τοῦ μῆλα. ἐκεῖνο μέντοι γενικῶς αὐτῶν ὡς εἰδῶν προτέτακται. (ῃερς. 185.) Κατωρυχέες δὲ λίθοι, οἱ μεγάλοι. ὧν μέρος τι κατορώρυκται εἰς γῆν. (ῃερς. 186.) Τὸ δὲ μακραὶ πίτυες καὶ δρύες ὑψίκομοι ἐν διαφόροις λέξεσι τὸ ἐν ἀμφοῖν πολὺ μῆκος δηλοῦσιν. (ῃερς. 187.) Ὅτι μέλλων ἐν τοῖς ἑξῆς εἰπεῖν ὁ ποιητὴς πάνυ τολμηρῶς ὡς ἀποῤῥήξας κορυφὴν ὄρεος μεγάλοιο ἀφῆκε κατὰ τῆς Ὀδυσσέως νηὸς ὁ Κύκλωψ, καὶ προθεραπεύων μὲν τὸ τοῦ λόγου ἀπίθανον, θηρώμενος δὲ τὸ ἀξιόπιστον ἑαυτῷ, πολλοὺς θεμελίους πιθανότητος προκαταβάλλεται. καὶ τέως ἐν πρώτοις πελώριον αὐτὸν ὑποτίθεται. καὶ οὐχ' ἁπλῶς τοιοῦτον, ἀλλὰ ῥίῳ ἐοικότα. φησὶ γάρ. ἔνθα δ' ἀνὴρ ἐνίαυε πελώριος. ὅς ῥα τὰ μῆλα οἶος ποιμαίνεσκεν (ῃερς.

Intertext edge

Open linked passage

Note