Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam i
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
183.1.1
) ὅτι σὸν οὔπω τις ἔχει καλὸν γέρας, τὸ τοῦ βασιλεύειν δηλονότι, ἀλλὰ ἕκηλος Τηλέμαχος τεμένη νέμεται, ὅ ἐστιν ἀγροὺς, καὶ δαῖτας ἐΐσας δαίνυται, ἃς ἐπέοικε δικασπόλον ἄνδρ' ἀλεγύνειν. πάντες γὰρ καλέουσιν. (ῃερς. 186.) εἶτα διηγεῖται ἡ τεθνηκυῖα μήτηρ καὶ τὰ κατὰ τὸν Λαέρτην, οὕτω· πατὴρ δὲ σὸς αὐτόθι μίμνει ἀγρῷ οὐδὲ πόλινδε κατέρχεται οὐδέ οἱ εὐναὶ δέμνια καὶ χλαῖναι καὶ ῥήγεα σιγαλόεντα, ἀλλ' ὅγε χεῖμα μὲν εὕδει ὅθι δμῶες ἐνὶ οἴκῳ ἐν κόνι ἄγχι πυρὸς, κακὰ δὲ χροῒ εἵματα εἷται. αὐτὰρ ἐπὴν ἔλθῃσι θέρος τε θαλυῖά τ' (ῃερς. 191.) ὀπώρη, ἡ μετὰ τὸ θέρος δηλαδὴ ὥρα, πάντῃ οἱ κατὰ γουνὸν ἀλωῆς οἰνοπέδοιο φύλλων κεκλιμένων χθαμαλαὶ βεβλήαται εὐναὶ, ὅ πέρ ἐστιν ὑπογραφὴ στιβάδος. ἔστι γὰρ στιβὰς βολὴ ὅ ἐστι ῥίψις ἢ θέσις φύλλων κεκλιμένων χαμαί. ταῦτα δὲ πτωχικοῦ βιότου εἰσὶ φραστικά. (ῃερς. 194.) τὸ δὲ ἐφεξῆς ἔπος λύπην φράζει γεροντικὴν ἐπὶ συγγενεῖ ἀποδήμῳ, τὸ, ἔνθ' ὅγε κεῖτ' ἀχέων. μέγα δὲ φρεσὶ, πένθος ἀέξει τὸν πότμον γοόων ἢ σὸν νόστον ποθέων, χαλεπὸν δ' ἐπὶ γῆρας ἱκάνει (ῃερς. 196.) καὶταῦτα εἰποῦσα ἡ μήτηρ ἐπιφέρει· οὕτω γὰρ καὶ ἐγὼ ὀλόμην καὶ πότμον ἐπέσπον, τουτέστι, σὲ ποθοῦσα τέθνηκα. (ῃερς. 197.) εἶτα καὶ πλατύνουσα τὸν λόγον ὡς πρὸς τὴν τοῦ Ὀδυσσέως ἐρώτησιν πυθομένου εἰ δολιχὴ νοῦσος ἢ Ἄρτεμις ἀπήγαγεν αὐτὴν φησίν· οὔτε με ἐν μεγάροισιν ἐΰσκοπος ἰοχέαιρα κατέπεφνεν, οὔτε τις νοῦσος ἐπήλυθεν, ἥ τε μάλιστα τηκεδόνι στυγερῇ μελέων ἐξείλετο θυμόν· ἀλλά με σός τε πόθος, σά τε μήδεα φαίδιμ' Ὀδυσσεῦ, σή τ' ἀγανοφροσύνη (ῃερς. 2.) μελιηδέα θυμὸν ἀπήυρα. ὅθεν δῆλον, ὡς καὶ ἡ ἄκρα λύπη ἐπιτέμνει τὴν ζωήν. Οἰκεῖα δὲ τὰ προσεχῶς γραφέντα ῥηθῆναι καὶ ὅτε τις ἐπὶ ἀποδημίᾳ φίλου ἀγαθοῦ πολλὰ λυπεῖται. Ὅρα δὲ ὡς οἱ νεώτεροι μὲν ἀπάγξασθαι φασὶ τὴν τοῦ Ὀδυσσέως μητέρα πεπυσμένην δόλῳ Ναυπλίου Ὀδυσσέως τελευτὴν, ὃς δὴ Ναύπλιος πολλοὺς δολίως κατειργάσατο λυπηθεὶς ἐπὶ τῷ τοῦ σοφοῦ υἱοῦ Παλαμήδους θανάτῳ. ὁ δέ γε ποιητὴς λύπῃ μεταλλάξαι τὸν βίον ἱστορεῖ. οἱ δέ γε εἰπόντες ἀπάγξασθαι αὐτὴν, φασὶν ὡς τὴν ἀγχόνην ἐσίγησεν ὁ ποιητὴς διὰ τὸ μιαρὸν τοῦ τοιούτου θανάτου, αἰτίαν γὰρ ἤγουν αἰτίασιν εἶχον οἱ οὕτω τοῦ βίου ὑπεξάγοντες ἑαυτοὺς, καὶ οὐκ ἐδόκει καθαρὸς ὁ τοιοῦτος θάνατος. διὸ καὶ ὁ Τηλέμαχος ὕστερον τὰς κακὰς δουλίδας κρεμάσας ἀπάγει τοῦ βίου καὶ, ὡς ὁ ποιητός φησιν, ὑψόσε ἐπεντανύσας. καὶ ἐπισημειοῦται, ὅτι μὴ καθαρῷ θανάτῳ ἀπὸ θυμὸν ἑλοίμην. (ῃερς. 171.) Ἰστέον δὲ ὅτι ἐν τῷ, ἢ δολιχὴ νοῦσος ἢ Ἄρτεμις, ὁ ˉη σύνδεσμος διαπορητικός ἐστι κατὰ τοὺς παλαιοὺς, δίχα δηλαδὴ ἐρωτήσεως ὡς ἐν τοῖς εἰς τὴν ἄλφα ῥαψῳδίαν τῆς Ἰλιάδος γέγραπται. ἔνθα δεδήλωται καὶ ὅτι πολλαχῶς ὁ τοιοῦτος νοεῖται σύνδεσμος. διαζευκτικός τε γάρ ἐστι καὶ διασαφητικὸς καὶ παραδιαζευτικὸς καὶ διαπορητικὸς ὅτε τις μὴ ἐρωτᾷ, καὶ ἰσοδύναμος τῷ εἰ καὶ ἐρωτηματικὸς καὶ βεβαιωτικὸς καὶ συγκριτικός. ἐνταῦθα δὲ ῥητέον ὅτι καὶ λυτικὸς νόμῳ φιλοσόφων, οἷον· διὰ τί ἐπαινεῖται ἡ μέλισσα. τοῦτο ἀπορία. λύσις δὲ αὐτῆς τὸ, ἢ ὅτι ἀγαθὴ ἐργάτις ἐστί. λαμβάνεται δέ ποτε καὶ ἀντὶ τοῦ εἰ μὴ, οἷον· τί ἂν καλὸν ἐποίησα ἢ τὸν ἄνδρα τοῦτον θαυμάσας, ἤγουν εἰ μὴ θαυμάσας. τοῦτο δὲ ἰσοδύναμόν ἐστι τῷ ἀλλˉα συνδέσμῳ. λαμβάνεται δέ ποτε τὸ ἢ καὶ ἀντὶ τοῦ καθό, φασιν, ἢ ˉως. αὐτὸ δὲ καὶ ἧχι μετ' ἐπεκτάσεως γίνεται ἀντὶ τοῦ ὅ που. ἔστιν ˉη καὶ ὅρκιον μετὰ τοῦ μὴν, οἷον· ἦ μὴν ποιήσω τόδε. οὕτω δὲ καὶ μετὰ τοῦ μὲν, οἷον· ἦ μέν μοι πρόφρων ἔπεσι καὶ χερσὶν ἀρήξειν. Περὶ δὲ τοῦ ἦ ἀντὶ τοῦ ἔφη, ῥήματος ὄντος, ἕτερος λόγος. ὅτι δὲ ὁ ˉη σύνδεσμος λαμβάνεταί ποτε μετὰ ψιλῆς καὶ περισπωμένης ἀντὶ τοῦ ἄρα τοῦ κατ' ἐρώτησιν προπερισπωμένου, οὐκ ἄδηλόν ἐστιν. ἐκεῖνο δ' ἐν τοῖς τοιούτοις καινὸν φέρεται, ὅτι τὸ ˉη, ἀντὶ τοῦ δή, ὅτε φασὶ καὶ ἐγκλίνεται, οἷον· ἐπείη. καὶ μὴν περὶ τούτου ἀλλοῖόν τι ἐν τοῖς εἰς τὴν Ἰλιάδα ἐγράφη, ὃ καὶ ζητητέον ἐκεῖ. Ἐπὶ τούτοις ἰστέον καὶ ὅτι δολιχὴ μὲν ὀξυτόνως ἡ μακρὰ Δολίχη δὲ βαρυτόνως, ὄνομα πόλεως, ὥσπερ καὶ δολιχὸς μὲν ὁ μακρὸς, δόλιχος δὲ προπαροξυτόνως ὄσπριόν τι. καὶ ὅτι οὐ μόνον Ἰώνων ἴδιον ἡ τοῦ ˉυ ἐπένθεσις ἐν τῷ, νόσος νοῦσος, ὄρος οὖρος, ὅλος οὖλος. οἷον· οὖλος ἄρτος καὶ τοῖς ὁμοίοις, ἀλλὰ καὶ Αἰολεῖς ποιοῦσι τοιοῦτόν τι ἐν οἷς τὸ ἀτὰρ αὐτὰρ λέγουσι, καὶ τὸ θέω χέω πλέω ῥέω, οὐ διὰ μόνου τοῦ ˉε κλίνουσι κατὰ τὸ τελέω τελέσω, ἀλλὰ σὺν τῷ ˉυ, θεύσω χεύσω πλεύσω ῥεύσω. Καὶ ὅτι ἡ δολιχὴ νόσος ἀντιδιαστέλλεται πρὸς τὸν ἐκ βολῆς Ἀρτέμιδος, ἀλλαχοῦ δὲ καὶ Ἀπόλλωνος, γινόμενον θάνατον, ὡς τοῦ τοιούτου αἴφνης ἐπισυμβαίνοντος, καθὰ πολλαχοῦ ἐδηλώθη, καὶ μὴ διὰ νόσου δολιχῆς γινομένου, ἣ μάλιστα διὰ τηκεδόνος θανατοῖ. Ἰοχέαιραν δὲ ὅτι τὴν ἰοτρόφον ἀσπίδα δριμέως οἱ μεθ' Ὅμηρον ἐκάλεσαν, καὶ ἀλλαχοῦ δηλοῦται. Ἰστέον δὲ καὶ ὅτι Δίφιλος ἐν τῷ, Λητοῦς Διός τε τοξόδαμνε παρθένε, τὴν ἰοχέαιραν παρέφρασεν εἰς τοξόδαμνον. (ῃερς. 173.) Σημείωσαι δὲ καὶ ὅτι τριῶν οὐσῶν ἐρωτήσεων ἐφεξῆς τῷ Ὀδυσσεῖ πρὸς τὴν μητέρα, ἤγουν, τίς νόσος αὐτὴν ἐδάμασε, καὶ εἴπερ τὸ αὐτοῦ γέρας παρὰ τῷ Λαέρτῃ καὶ τῷ Τηλεμάχῳ ἐστὶ, καὶ πῶς ἔχει τὰ κατὰ τὴν γυναῖκα. διὸ καὶ τρὶς ἐν τούτοις κεῖται τὸ, εἰπέ μοι τόδε, καὶ πάλιν, εἰπὲ δέ μοι πατρὸς καὶ υἱέος, καὶ, εἰπὲ δέ μοι μνηστῆς ἀλόχου βουλήν. (ῃερς. 180.) ἡ μήτηρ ἐν τῷ ἀποκρίνεσθαι ἀναποδίζει. καὶ ἀπὸ τοῦ τέλους ἀρξαμένη ἄνεισιν εἰς τὸ πρῶτον κατὰ βαθμίδα τινά. καὶ πρῶτα μὲν φησὶ περὶ τῆς γυναικὸς ὡς λίαν μένει παρὰ τῷ υἱῷ τετληότι θυμῷ, εἶτα περὶ τοῦ υἱοῦ, καὶ μετ' αὐτὸν περὶ τοῦ πατρός. ἐφ' οἷς ἐπαναβᾶσα εἰς τὸ πρῶτον λέγει περὶ τῆς νόσου. ὅθεν δῆλον ὡς οὐ πάντῃ ἀναγκαῖον ἐν ταῖς πεύσεσι πρῶτον ἀπαντᾶν πρὸς τὸ πρῶτον καὶ ἑξῆς πρὸς τὰ καθ' εἱρμὸν, ἀλλ' ὅπῃ τύχῃ γίνεσθαι τὰ τῆς ἀποκρίσεως καὶ ὅπως ἂν συμφέρῃ τῷ ἀποκρινομένῳ. (ῃερς. 171.) Ὅτι δὲ Ἄρτεμις καὶ Ἀπόλλων τοῖςαἰφνιδίοις ἐπιστατεῖν θανάτοις λέγονται οἷς ἐναντίαι αἱ δολιχαὶ νόσοι, δῆλόν ἐστι, (ῃερς. 172.) καὶ ὅπως ἀγανὰ βέλη τὰ τῶν αἴφνης θνησκόντων. (ῃερς. 180.) Τὸ δὲ μένει παρὰ παιδὶ καὶ ἔμπεδα πάντα φυλάσσει, παρηχεῖται κατὰ τὸ παιδὶ καὶ ἔμπεδα. καθὰ καὶ πρὸ τούτου τὸ, εἴδωλον ἑτέρωθεν ἑταίρου πόλλ' ἀγόρευε. (ῃερς. 178.) Τὸ δὲ ἔγημεν ὅτι διαφέρει τοῦ ἐγήματο, οὐκ ἄδηλον οὐδ' αὐτὸ, καθὰ δηλοῖ καὶ τὸ, θάλαμον ἐν ᾧ οὐκ ἔγημεν ἀλλ' ἐγήματο. ἀφ' οὗ δοκεῖ παραξέσας Αἰθέριος εἰπεῖν τὸ βαινόμενος βαίνων ὅ τε νυμφίος ἄλλο τε νύμφη. (ῃερς. 180.) Τὸ δὲ τετληότι θυμῷ, τλήμονα καὶ τὴν Πηνελόπην εἶναι δηλοῖ πρεπόντως τῷ τλήμονι ἀνδρὶ Ὀδυσσεῖ. (ῃερς. 185.) Τὸ δὲ δαῖτας δαίνυται τρόπος ἐτυμολογίας ἐστίν. (ῃερς. 186.) Ὅρα δὲ καὶ τὸ, πάντες καλέουσι, κοινότερον ῥηθὲν ἐπὶ τῆς εἰς δεῖπνον κλήσεως. δοκεῖ δὲ ἀρχαῖον ἔθος εἶναι εἰς δαῖτας δημοσίας προκαλεῖσθαι τοὺς βασιλεῖς τε καὶ τοὺς δικαστὰς ὡς δηλοῖ καὶ τὸ, δαῖτας ἃς ἐπέοικε δικασπόλον ἄνδρα ἀλεγύνειν, ὅ ἐστιν ἀλέγειν, ἐν λόγῳ ποιεῖσθαι, φροντίζειν. ἐνταῦθα δὲ καὶ εἰς ταυτὸν ἄγει τῷ βασιλεῖ τὸν δικασπόλον, διὰ τὸ πρέπειν τοιοῦτον εἶναι τὸν βασιλέα. (ῃερς. 190.) Τὸ δὲ ἐν κόνι γράφεται μὲν καὶ διὰ διφθόγγου Ἀττικῶς, μάλιστα δὲ διὰ τοῦ ˉι ἐκ τοῦ κόνις κόνιος κόνιϊ καὶ κατὰ κρᾶσιν κόνι. (ῃερς. 192.) Τίς δὲ ὁ γουνὸς τῆς οἰνοπέδου ἀλωῆς, προγέγραπται. Ἡ δὲ κατὰ τὸ θέρος πάντῃ χαμαὶ βεβλημένη τῶν φύλλων χύσιν δαψίλειαν τε εἶναι στιβάδων δηλοῖ τῷ τοῦ Ὀδυσσέως πατρὶ, καὶ αὐτὸν δὲ πάντῃ ἀσθενῆ τυγχάνειν παρασημαίνει, εἴπερ οὕτω συχνὰ πίπτει κατὰ στιβάδων. Κεκλιμένα δὲ φύλλα λέγει, οὐχ' ὅτι φυλλοχόος μὴν τηνικαῦτα, ἀλλὰ τὰ ἐπίτηδές φασι κεκλαδευμένα. Εὐναὶ δὲ χθαμαλαὶ πρὸς διαστολὴν ἑτέρων ὑψηλοτέρων στιβάδων, ἵνα εἶεν αὗται πάνυ εὐτελεῖς διὰ τὸ καὶ πεδιναὶ εἶναι καὶ διατοῦτο ταπειναί. ὁποῖαι ἴσως καὶ αἱ χαμαιεῦναι. (ῃερς. 197.) Τὸ δὲ ἐΰσκοπος ἄλλως μὲν ἐπὶ Ἑρμοῦ κεῖται, δηλοῖ γὰρ τὸν ἀγαθὸν σκοπευτὴν, ἑτέρως δὲ ἐπὶ τῆς τοξικῆς Ἀρτέμιδος, ἵνα ᾖ ἐΰσκοπος Ἄρτεμις ἡ εὖ καταστοχαζομένη τοῦ σκοποῦ. (ῃερς. 181.) Ἐν τούτοις δὲ κεῖται καὶ τὸ, ὀϊζυραὶ δέ οἱ αἰεὶ φθίνουσι νύκτες τε καὶ ἤματα δακρυχεούσῃ. ὃ παρωδηθὲν ἁρμόττει καὶ ἐπὶ ἀνδρὸς πάνυ παθαινομένου. (ῃερς. 1.) Πόθου δὲ ποιητικώτερον ἡ ἐν ἄλλοις ποθὴ, ἧς ἡ κίνησις κατὰ τὸ χόλος χολὴ, βίοτος βιοτὴ, καὶ ὅσα ἄλλα πολλὰ τοιαῦτα. ἐκ τοῦ πείθω δὲ καὶ ὁ πόθος καὶ ἡ ποθὴ, ἀπελεύσει δηλαδὴ τοῦ ˉι τῆς εˉι διφθόγγου, εἶτα ἀντενθέσει κανονικῇ τοῦ ˉο μικροῦ. ἄλλως γὰρ ποῖθος καὶ ποιθὴ ὤφειλον εἶναι κατὰ τὸ λείβω λοιβὴ καὶ τὰ ὅμοια. Ἰστέον δὲ, ὅτι καὶ ὄνομα ἄνθους ὁ πόθος, καθὰ δηλοῖ καὶ Ἀθήναιος γράψας οὕτως· ἄνθη θερινὰ, λυχνίς, κρίνον, ἴφυον, ἀμάρακος ὁ Φρύγιος. ἔστι δέ φασιν ὁ πόθος καλούμενος. διττὸς δὲ οὗτος, ὁ μὲν ἔχων ἄνθος ὅμοιον ὑακίνθῳ, ὁ δ' ἕτερος ἄχρως, ἔκλευκος, ᾧ χρῶνται πρὸς τοὺς τάφους. καιρία δὲ λέξις ἐν τοῖς Ὁμηρικῶς εἰρημένοις ὁ πόθος ὥσπερ καὶ τὸ ποθεῖν. ποθεῖν μὲν γὰρ ἐπὶ τῶν ἀπόντων, ἐρᾶν δὲ ἐπὶ τῶν ἐν ὄψει, οἷον· ὡς σέο νῦν ἔραμαι, τῆς παρούσης δηλαδὴ Ἥρας. (ῃερς. 2.) Ἀγανοφροσύνην δὲ τὴν πραότητα λέγει. Εἰς δὲ τὸ ἀνωτέρω γνωμικῶς παρασημανθὲν ἤγουν εἰς τὸ, ὅτι καὶ ἡ ἄκρα λύπη ἐπιτέμνει τὴν ζωὴν καθὰ καὶ τὴν τῆς Ἀντικλείας, σημείωσαι ὅτι καὶ τὸ, αἶψα γὰρ ἐν κακότητι βροτοὶ καταγηράσκουσι, τοιοῦτόν τι δηλοῖ ὡς καὶ ἡ κατˉα πρόθεσις ἐμφαίνει, καὶ οὐ μόνον τὴν ἁπλῶς ὑπολαλεῖ πολίωσιν, ὡς ὁ κωμικὸς ἀστεΐζεται ἐν τῷ πολιὰ γεγένησαι ταχύ γε νὴ τὸν οὐρανὸν, ἀλλὰ καὶ τὴν εἰς Ἅιδου κατένεξιν διὰ γῆρας. ὁ δὲ εἰπὼν τοὺς ποθοῦντας ἐν ἅματι γηράσκειν ἤγουν ἐν μιᾷ ἡμέρᾳ διὰ λύπην τὴν ἐπὶ τῇ ἐξ ἀλλήλων ἀποδημίᾳ, ὑπερβολικῶς ἐπέτεινεν, ὡς ἀλλαχοῦ δηλοῦται, τὸ νόημα. οἷα τὸ Ὁμηρικὸν αἶψα, καὶ τὸ ταχὺ τοῦ κωμικοῦ, ἀποστενώσας εἰς ἓν ἦμαρ. τί δὲ δεῖ καταῤῥητορεύειν λύπης τε καὶ κακότητος κακῶς διατιθεμένων τὰ κατ' ἄνθρωπον, εἴγε καὶ τὸ ταύταις ἀνάπαλιν ἡ ἄγαν τρυφὴ ταυτὸ δύναται; καὶ ἐρανιστέον ἐνταῦθα ἐκ τῶν τοῦ δειπνοσοφιστοῦ ὡς λίαν χρήσιμον, ὅτι καὶ τὰ φιλητὰ τοῖς τρυφῶσι μύρα τὴν ὀνομασίαν κατὰ Χρύσιππον ἀπὸ τοῦ μόρου ἔλαβον, ἐπειδὴ οὐ μόνον πολλῷ μόρῳ καὶ πόνῳ ματαίῳ γίνονται, ἀλλὰ καὶ ὅτι εὐοδοῦσιν εἰς μόρον διὰ ξηρότητα. ὡς γάρ φησιν Ἀριστοτέλης, καὶ μυριζόμενοι ἄνθρωποι πολιώτεροι γίνονται. τὸ γὰρ μύρον ξηραντικόν. αὐχμηροὶ δέ φησιν οἱ μυριζόμενοι. ὁ δὲ αὐχμὸς πολιωτέρους ποιεῖ. εἴτε γὰρ αὔανσις τριχὸς ἡ πολιὰ εἴτ' ἔνδεια θερμοῦ ἡ ξηρότης μαραίνει. διό φησι καὶ τὰ πιλία θᾶττον ποιεῖ πολιούς. ἐκπίνεται γὰρ ἡ οἰκεία τῆς τριχὸς ὑγρότης. οὐκ ἄχαρι δ' ἐνταῦθα προσεννοήσασθαι, ὡς διὰ τὴν ὡς εἴρηται τῆς ὑγρότητος ἔνδειαν, δι' ἣν καὶ ἀλίβαντες οἱνεκροὶ λέγονται, ῥηθείη ἂν οὐκ ἀπροσφυῶς ἀλίβας, καὶ ὁ τρυφερῶς μυρούμενος καὶ οὕτω ξηραινόμενος, οἰκεῖος ὢν αὐτὸς καὶ ἄλλως τῇ τοῦ ἀλίβαντος κλήσει, καὶ διὰ τὰ πολιοῦσθαι γερόντων δίκην καὶ ἀπονεύειν ὅπου καὶ ἐκεῖνοι νεκρικώτερον. καὶ οὕτω μὲν ταῦτα καὶ ὅσα τοιαῦτα οὐκ ἂν εἰρημένα εἴη ἀχρήστως. ὅτι δὲ ἀλίβας καὶ ποταμὸς ἐν Ἅιδου πλάττεται, καὶ ὅτι καὶ ὁ ὀξὺς οἶνος ἀλίβας καὶ αὐτὸς ἐκαλεῖτο λόγῳ δριμύτητος, οὐ παρὰ στέρησιν λιβάδος τοσοῦτον οἷα νενεκρωμένος, ἀλλὰ παρὰ τὸ μὴ λείβεσθαι ἐν σπονδαῖς, οἱ παλαιοὶ παραδιδόασι. τῆς δὲ Αἰολικῆς τροπῆς τοῦ ˉο εἰς ˉυ ἐν τῷ μόρον μύρον, ὡς πρὸ βραχέων κεῖται, πολλὰ παραδείγματα, οἷον τὸ, μῆλα ταναΰποδα. ὀνυμαίνω τὸ ὀνομάζω ἐκ τοῦ ὄνυμα. οἷς σύστοιχα τὸ ὁμώνυμος, συνώνυμος, καὶ ὅσα τοιαῦτα ἐξ Αἰολίδος γλώσσης ἐκοινώθησαν. δοκεῖ δὲ καὶ ἐκ τοῦ ὄπτω οὕτω γενέσθαι ὁ ὕπτιος. ὁρᾷ γὰρ ὁ τοιοῦτος τὴν ὄψιν ἔχων ἄνω, οὐ μὴν κάτω, ὡς οἱ πρανεῖς κείμενοι. τοιοῦτον δὲ καὶ παρὰ τῷ κωμικῷ τὸ, ἀπεπυδάρισα. λέξις δὲ αὕτη οὐ σεμνὴ, δηλοῦσα, ἢ τὸ λὰξ ποδὶ καθ' Ὅμηρον ἐνθορεῖν ἰσχύῳ ἀφραδίῃσιν, ἢ τὸ ἀποπνευματίσαι ἄραντα τὸν πόδα. περὶ δὲ μύρων γέγραπταί τινα λόγου ἄξια καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα. (ῃερς. 5.) Ὅτι ὁ πολλάκις μὲν ἐγχειρήσας τινὶ θελητῷ, τοσαυτάκις δὲ ἀποτυχὼν, ἐρεῖ τὸ, αὐτὰρ ἔγωγ' ἔθελον φρεσὶ μερμηρίξας ἑλέειν, τρὶς μὲν ἐφωρμήθην, ἑλέειν τέ με θυμὸς ἀνώγει. τρὶς δέ μοι ἐκ χειρῶν σκιῇ εἴκελον καὶ ὀνείρῳ ἔπτατο. ἐμοὶ δ' ἄχος ὀξὺ γενέσκετο κηρόθι μᾶλλον, εἰς ὁμοίαν δὲ ἔννοιαν ἁρμόττει καὶ τὸ, τί νύ με οὐ μίμνεις ἑλέειν μεμαῶτα; (ῃερς. 4.) καιρία δὲ λέξις τὸ ἑλεῖν, διὸ καὶ τρὶς ἐνταῦθα κεῖται. (ῃερς. 7.) Ὅρα δὲ τὸ γενέσκετο, ἀσυνήθως παραχθὲν ἐκ τοῦ γενέσω ἀχρήστου μέλλοντος, ἐξ οὗ καὶ ἡ γένεσις. Τὸ δὲ ἔπτατο καὶ ἐπτάμην πρῶτος μέσος ἀόριστός ἐστι τοῦ ἑπτόμην ὡς τὸ περιχαρὶς δ' ἀνεπτόμην, ἐξ οὗ καὶ πτέσθαι τὸ πετάσαι. ἐκ δὲ τοῦ ἐπτάμην καὶ μετοχὴ ὁ ἀποπτάμενος, ὡς δηλοῖ μετ' ὀλίγα τὸ, ψυχὴ ἀποπταμένη. (ῃερς. 210.) Ὅτι πόθον πολὺν δηλοῖ ἐπί τινι τεθνεῶτι τὸ, ὄφρα καὶ εἰν Ἀΐδαο φίλας περὶ χεῖρε βαλόντε, ἀμφοτέρω κρυεροῖο τεταρπώμεσθα γόοιο. ἔστι γάρ τις τέρψις καὶ τοῦ κλαίειν, ὡς καὶ ἀλλαχοῦ δηλοῦται. Τὸ δὲ φίλας χεῖρε σύνησθες τῷ ποιητῇ σχῆμα. οἷα μυριαχοῦ συζευγνύντι τὰ πληθυντικὰ καὶ τὰ δυϊκὰ ὡς ἰσοδύναμα. (ῃερς. 212.) Ὅτι τὸ εἴδωλον καὶ σκιᾶς δοξάζει ἀμενηνότερον ὁ ποιητὴς, καὶ διὰ τοῦτο καὶ ψυχῆς, ἣν σκιᾷ φθάσας εἴκασεν ἐν τῷ, τοὶ δὲ σκιαὶ ἀΐσσουσι. διὸ μὴ δυνάμενος Ὀδυσσεὺς λαβέσθαι τῆς μητρικῆς ψυχῆς φησίν· ἢ τί μοι εἴδωλον τόδε Περσεφόνη ὤτρυνεν ὄφρ' ἔτι μᾶλλον ὀδυρόμενος στεναχίζω. ἄλλως δέ γε εἰπεῖν ἀκριβέστερον, ταυτὸν εἶδεν εἴδωλον καὶ σκιὰν καὶ ὄνειρον, κατά γε τὸ ἀμενηνόν. ἄλλο δέ γε τὴν ψυχὴν παρὰ τὰ τρία ταῦτα. ὅθεν ὥσπερ μὴ δυνάμενος δράξασθαι ψυχῆς, ἀπορεῖ μή ποτε οὐ ψυχὴ τὸ φαινόμενον τοῦτο ἀλλὰ εἴδωλον. οὕτω καὶ πρὸ βραχέων ἔφη ὡς ἡ τῆς μητρὸς ψυχὴ ἐξέφυγέ με σκιῇ ἴκελον καὶ ὀνείρῳ. καὶ μετ' ὀλίγα δὲ ὅτι ψυχὴ ἠΰτ' ὄνειρον ἀποπταμένη πεπότηται. οὐ γὰρ σκιάν φησι καὶ ὄνειρον αὐτὴν εἶναι, ἀλλ' ἀποπτέσθαι δίκην ὀνείρου καὶ σκιᾶς. οὕτω δὲ καὶ τὸ, σκιαὶ ἀΐσσουσιν, ἀντὶ τοῦ, ὡς σκιαί. (ῃερς. 217.) Ὅτι δὲ οὐ σῶμα ἢ σωματοειδὴς ἡ ψυχὴ καὶ διατοῦτο καὶ ἀναφὴς, δηλοῖ εἰπὼν· αὕτη δίκη ἐστὶ βροτῶν, τουτέστι θέμις καὶ ἀνάγκη, ὅτε τις θάνῃσι, τὸ μὴ δύνασθαι δηλαδὴ ἑλεῖν τὴν ψυχήν. διατί; (ῃερς. 218.) οὐ γὰρ ἔτι σάρκας τε καὶ ὀστέα ἶνες ἔχουσιν, ἤγουν οὐ νεύροις ἔτι κατὰ φύσιν ζωτικῶς διοικουμένοις συνέχονται αἱ σάρκες καὶ τὰ ὀστᾶ, ἀλλ' αὐτὰ μὲν πυρὶ δάμναται, ἐπειδὰν πρῶτα (ῃερς. 2.) λίπῃ λεύκ' ὀστέα θυμὸς, ὃ πολλαχοῦ κεῖται. ψυχὴ δὲ, ὡς ἀνωτέρω ἐῤῥέθη, ἀποπταμένη πεπότηται. Ὅτι δὲ ἶνες οὐ μόνον ἐπὶ νευρῶν, ὅθεν καὶ τὸ ἰνίον παράγεται, ἀλλὰ καὶ ἐπὶ δυνάμεως τῆς κατὰ τὰ νεῦρα, δηλωθήσεται ἐν τοῖς ἑξῆς. ἔνθα φανεῖται τίς μὲν ἡ ἲς, τίς δὲ ἡ κίκυς. Ἐν τούτοις δὲ κεῖται καὶ τὸ, (ῃερς. 215.) ὤ μοι τέκνον ἐμὸν περὶ πάντων κάμμορε φωτῶν, οἰκεῖον ὂν ἐπιλεχθῆναί τινι δυστυχεῖ, ὥσπερ τὸ, ἀλλὰ φόως δὲ τάχιστα λιλαίεο, ἁρμόττει ῥηθῆναι ἐπὶ μεταβολῆς τινὸς ἀπὸ κακοῦ εἰς ἀγαθόν. (ῃερς. 222.) λείπει δὲ ἀπαρέμφατον ἐνταῦθα τὸ ἱκέσθαι ἢ ἐλθεῖν ἤ τι τοιοῦτον, ἵνα λέγῃ, ὅτι τάχιστα λιλαίεο εἰς φῶς ἐλθεῖν. (ῃερς. 223.) Ἰστέον δὲ ὅτι Ἀντικλείας εἰπούσης τῷ υἱῷ Ὀδυσσεῖ τὸ, ταῦτα δὲ πάντα ἴσθ' ἵνα καὶ μετόπισθε τεῇ εἴπῃσθα γυναικὶ, πρὸς ἔνδειξιν δηλαδὴ φιλίας, φέρεται ἐν τοῖς τοῦ γραμματικοῦ Ἀριστοφάνους, ὅτι τὸ ἴσθι ἀντὶ τοῦ γίνωσκε εἶδεν Ὅμηρος. ἀντὶ δὲ τοῦ ὕπαρχε τὸ ἔσο τίθησιν, οἷον· καὶ σὺ φίλος, μάλα γάρ σ' ὁρόω καλόν τε μέγαν τε, ἄλκιμος ἔσσο. καὶ οὕτω μέν φησι παρ' Ὁμήρῳ ἔχει καὶ οὐκ ἄλλως. Ἀττικοὶ δὲ ἅπαντες τὸ ἴσθι καὶ ἐπὶτοῦ ὕπαρχε τάττουσιν. Εὔπολις· μὴ τρηχὺς ἴσθι, καὶ, ὦ δαιμόνι' ἀνδρῶν, μὴ φθονερὸν ἴσθ' ἀνδρίον, ἤγουν μὴ φθονερῶς ἔσο ἄνθρωπος. Καὶ ὅρα τὸ ἀνδρίον ὑποκοριστικῶς γενόμενον ἐκ τοῦ ἀνδρὸς κατὰ τὸ, χρυσὸς χρυσίον καὶ χαλκὸς χαλκίον παρὰ τῷ κωμικῷ, καὶ φανὸς φανίον. κοινότερον δὲ τοῦ ἀνδρίον τὸ ἀνδράριον. (ῃερς. 225.) Ὅτι πάνυ δεξιῶς ὁ ποιητὴς τὴν ῥαψῳδίαν ταύτην ἡρώων ἅμα καὶ ἡρωΐδων πεποίηκε κατάλογον, Ἡσιόδου μόνων γυναικῶν ποιησαμένου κατάλογον. καὶ ἔστιν ἰδεῖν αὐτὸν ἐνταῦθα τῇ τῆς νεκυίας ἀφορμῇ πῇ μὲν ἱστορικῶς ἐμπλατυνόμενον καὶ διηγήσεσιν ἐγκροαίνοντα, πῇ δὲ ἐπιτρέχοντα τὰ πολλὰ καὶ στενολεσχοῦντα καὶ τὴν πολυλογίαν ἐπιτέμνοντα καὶ μικροῖς μακρὰ παραβύοντα, ὡς ἐν τῷ, Φαίδρην τε Πρόκριν τε ἴδον καὶ Μαῖραν Κλυμένην τε. ἀφ' ὧν δῆλον ὡς καὶ τῷ σκοτεινῷ καὶ στενῷ τὴν ἱστορίαν Λυκόφρονι αὐτὸς ἐνδοῦναι φαίνεται ἀρχάς τινας τῆς ἐκείνου ποιήσεως. ἐρεῖ δέ τι καὶ περὶ Ἀχιλλέως καὶ Ἀγαμέμνονος καὶ Αἴαντος, ἀναπληρῶν τε, ὡς καὶ ἀλλαχοῦ ἐῤῥέθη, ἅπερ τῇ Ἰλιάδι ἐλλέλειπται, καὶ ἅμα πλατύνων οὕτω τὴν ποίησιν. εὐταξίαν δὲ τῇ ποιήσει τεχνώμενος καὶ ἀκμὴν καταλέγει πρῶτον ἡρωΐδας, εἶτα διαναπαύσας τὸν λόγον βραχὺ πρὸς ἥρωας μεταβαίνει ἀρχόμενος ἀπὸ Ἀγαμέμνονος. Ἰστέον δὲ καὶ ὡς πρὸς ὄνομα μὲν πλειόνων μέμνηται ἡρωΐδων, ἐμπλατύνεται δὲ ὅμως φαιδρότερον τοῖς τῶν ἡρώων διηγήμασι. μεθοδεύει δὲ τέως τὰ κατὰ τὰς ἡρωΐδας οὕτως ὡς ἐπεὶ Περσεφόνη γυναῖκας ὤτρυνεν ἐλθεῖν ὅσσαι ἀριστήων ἄλοχοι ἔσαν ἠδὲ θύγατρες. τοιαύτας γὰρ ἱστορήσει καὶ οὐ μικροπρεπεῖς τινας. αἱ δ' ἀμφ' αἷμα κελαινὸν ἀολλέες ἠγερέθοντο, αὐτὰρ ἐγὼ βούλευον ὅπως ἐρέοιμι ἑκάστην. ἥδε δέ μοι κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή. σπασάμενος τανύηκες ἄορ παχέος παρὰ μηροῦ οὐκ εἴων πίνειν ἅμα πάσας αἷμα κελαινόν. αἱ δὲ προμνηστεῖναι ἐπῄεσαν, ἡ δὲ ἑκάστη ὃν γόνον ἐξαγόρευεν (ῃερς. 223.) ἐγὼ δ' ἐρέεινον ἁπάσας. Καὶ ὅρα ὅτι ταυτὸν ἐνταῦθα τὸ ἐρέειν καὶ τὸ ἐρεείνειν, ὡς δηλοῖ τὸ, ἐρέοιμι ἑκάστην καὶ ἐρέεινον ἁπάσας. ἔνθα καὶ ταυτὸν ὡς καὶ ἀλλαχοῦ τὸ ἑκάστην καὶ τὸ ἁπάσας. (ῃερς. 224.) Ἰστέον δὲ ὅτι τε δύο οὐσῶν εὐθειῶν, τοῦ γυνὴ καὶ τοῦ γύναιξ ἀῤῥήτου, ἧς ἡ γενικὴ γυναικὸς, ἐκ μὲν γυναικὸς ῥῆμά τε τὸ γυναικίζω καὶ ὄνομά τε ὁ γυναικίας, ἐκ δὲ τοῦ γυνὴ ὁ γύνις. δηλοῖ δὲ αὐτὸς οὐ μόνον τὸν λάγνον, ἔτι δὲ καὶ τὸν δειλὸν, ἀλλὰ καὶ τὸν μὴ ἱκανὸν δι' ἀτονίαν γυναικὶ συνεῖναι, ὡς δηλοῖ παρ' Ἀθηναίῳ τὸ, Ὀλυμπιὰς παρέκλινέ ποτε τῷ υἱῷ Ἀλεξάνδρῳ Φιλίππου συνειδότος, Θετταλὴν ἑταίραν Καλλιξείναν, περικαλλεστάτην οὖσαν, εὐλαβοῦντο γάρ φησι μὴ γύνις εἴη, ἐπεὶ οὐκ εὖ διέκειτο πρὸς τὰ ἀφροδίσια, ὡς ἱστορεῖ Θεόφραστος. Ὅρα δ' ἐν τοῦτοις τὸ, δι' ἀτονίαν, ῥηθὲν ἀντὶ τοῦ, διὰ τὸ μὴ ἔχειν ἐντείνειν τὸν καυλόν. ὅθεν ἴσως ὁρμηθείς φασι Διονύσιος ὁ ἐπίκλην μεταθέμενος, μὴ δυνάμενος διὰ γῆρας χρῆσθαι τῇ παρειλημμένῃ ἑταίρᾳ, ἔφη πρὸς τοὺς συνδειπνοῦντας οἰκέτας ἐκ τῶν Ὀδυσσειακῶν ἐπῶν τὸ, οὐ δύναμαι τανύσαι, λαβέτω δὲ καὶ ἄλλος. τοῦτό τε οὖν οὕτως. (ῃερς. 226.) ἰστέον καὶ ὅτι τὸ ἀριστέων ἄλοχοι καὶ θυγατέρες εὐγενείας ἐστὶν ἐπίτασις. οὕτω γὰρ μέγα γενέσθαι ἀριστέως γυναῖκα τινὰ, ὡς τὸ, καὶ ἀριστέως θυγατέρα εἶναι. (ῃερς. 228.) Τὸ δὲ βούλευον, ἐνεργητικῶς καὶ νῦν παρὰ τῷ ποιητῇ. Τὸ δὲ παχέος παρὰ μηροῦ πρὸς διαστολὴν κεῖται κνήμης καὶ ποδός. (ῃερς. 230.) Προμνηστῖναι δὲ, ὡς οἷον εἰπεῖν προμενετῖναι, ὅ ἐστι μία τὴν ἄλλην μένουσα ἐν τῷ ἐπὶ στίχον καὶ κατὰ μίαν προϊέναι. καὶ ἁρμόττει ὁ (ῃερς. 232.) Ὁμηρικὸς τόπος οὗτος προσώποις οὕτω καθ' ἕνα ἐρχομένοις καὶ μὴ κατὰ στίφος. Ἰστέον δὲ ὅτι ὥσπερ νεμῶ νεμέσω καὶ νεμήσω, οὕτω καὶ τοῦ μενῶ δύω εἰσὶν ἀσυνήθεις μέλλοντες, μενῶ μενέσω, καὶ μενῶ μενήσω. ἐκ μὲν τοῦ μενέσω γίνεται τὸ ὑπομενετέον παρὰ τοῖς παλαιοῖς, ἐκ δὲ τοῦ μενήσω ὁ προμνηστῖνος συγκέκοπται. (ῃερς. 233.) Γόνον δὲ τὴν γέννησιν λέγει ἢ τὸ γένος. καὶ ἔστι καὶ ἡ λέξις αὕτη χρήσιμος εἰς τὸ, οὐ γάρ πώ τις ἐὸν γόνον αὐτὸς ἀνέγνω. Ἐξαγορεύειν δὲ τὸ σαφῶς ἀγορεύειν φησίν. ἔνθα γράφουσιν οἱ παλαιοὶ, ὅτι ἐν τῷ, (ῃερς. 232.) ἠδὲ ἑκάστῃ ἐξαγόρευεν, οὐκ ἀρθρικῶς κεῖται τὸ ˉη, ἀλλὰ δηλονότι σύνδεσμός ἐστι. διό φασιν οὐδὲ δασυντέον αὐτό. (ῃερς. 227.) Ὁ δὲ περὶ τοῦ ἐνταῦθα αἵματος λόγος οὐκ ἂν εἴη ἀπᾴδων ἀγρίαις γυναιξὶ καὶ αἱμοχαρέσι προσαρμοσθῆναι ὡς ἂν ἡ ῥητορικὴ διδῷ τινὶ δύναμις. (ῃερς. 234.) Ὅτι τὴν Τυρὼ, ἧς που καὶ πρὸ τούτων ἐμνήσθη, εὐπατέρειαν λέγει ὅ ἐστιν εὐγενῆ, καὶ Σαλμωνέως μὲν θυγατέρα ἱστορεῖ, Κρήθεως δὲ γυναῖκα υἱοῦ Αἰόλου. οὗ τὴν εὐθεῖαν προπαροξύνει Φιλόπονος ἐν τῷ περὶ λέξεων διαφόρως τονουμένων πρὸς διάφορον σημασίαν, λέγων, ὅτι Αἴολος μὲν κύριον, αἰόλος δὲ ὁ ποικίλος. ἔνθα καὶ τὴν παρὰ τῷ Στράβωνι Ἀγχιάλην Ἀγχιαλὸν λέγει πόλιν Θρᾴκης ὀξυτόνως. ἐρασθῆναι δέ φησιν Ὅμηρος τὴν Τυρὼ ποταμοῦ Ἐνιπέως. αὐτῆς δὲ αὖ πάλιν ἐρῶντα Ποσειδῶνα ὁμοιωθῆναι τῷ ῥηθέντι ἐραστῇ ποταμῷ καὶ οὕτως αὐτῇ μιγῆναι. τὴν δὲ ἐκ Ποσειδῶνος τεκέσθαι Πελίαν καὶ Νηλέα, ὧν Πελίας μὲν ἐν Ἰωλκῷ ἐβασίλευσε, Νηλεὺς δὲ ἐν Πύλῳ. καὶ τούτους μὲν τοὺς δύο οὕτω γενέσθαι αὐτῇ ἐκ Ποσειδῶνος, ἀπὸ δέ γε Κρηθέως Αἴσονα καὶ Φέρητα καὶ Ἀμυθάονα. καὶ τοιαύτη μὲν ἡ περὶ τῆς Τυροῦς ἐνταῦθα ἱστορία. ἡ δὲ Ὁμηρικὴ περὶ τούτων φράσις τοιαύτη. ἔνθα δὴ πρώτην Τυρὼ ἴδον εὐπατέρειαν, ἧς τὸ πρωτότυπον εὐπάτηρ εὐπάτερος, ὃ οἱ μεθ' Ὅμηρον εὐπάτωρ φασὶν, ὁμοίως τῷ προπάτωρ καὶ τοῖς τοιούτοις. ἡ δὲ Τυρὼ αὕτη φάτο Σαλμωνέως ἀμύμονος ἔκγονος εἶναι. φῆ δὲ Κρηθῆος γυνὴ ἔμμεναι Αἰολίδαο, ἣ ποταμοῦ ἠράσσατο Ἐνιπῆος θείοιο, ὃς πολὺ κάλλιστος ποταμῶν ἐπὶ γαῖαν ἴησι, καὶ δὴ ἐπ' Ἐνιπῆος πωλέσκετο καλὰ ῥέεθρα. (ῃερς. 240.) τῷ δ' ἄρα εἰσάμενος ἤτοι ὁμοιωθεὶς γαιήοχος ἐννοσίγαιος ἐν προχοῇς ποταμοῦ παρελέξατο δινήεντος. πορφύρεον δ' ἄρα κῦμα περιστάθη οὔρεϊ ἶσον κυρτωθὲν, κρύψεν δὲ θεὸν θνητήν τε γυναῖκα. λῦσε δὲ παρθενίην ζώνην κατὰ δ' ὕπνον ἔχευεν. αὐτὰρ ἐπεί ῥ' ἐτέλεσσε θεὸς φιλοτήσια ἔργα, τουτέστιν ἐρωτικὰ, ἔντ' ἄρα οἱ φῦ χειρὶ, καὶ εἶπε· χαῖρε γύναι φιλότητι, περιπλομένου δ' ἐνιαυτοῦ τέξεις ἀγλαὰ τέκνα. (ῃερς.

Intertext edge

Open linked passage

Note