Commentarii ad Homeri Odysseam i
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
187.1.1
) Ὅτι ἔπαινος ἀγαθοῦ ἀνδρὸςτὸ, ξεῖν', ἐπεὶ οὔτε κακῷ οὔτ' ἄφρονι ἀνδρὶ ἔοικας. λέγει δὲ κακὸν ἐνταῦθα, τὸν δυσγενῆ πρὸς Ὀδυσσέα δὲ ὁ τοιοῦτος λόγος ἐκ τῆς κόρης. Ἔνθα σημείωσαι ὡς γυναικεῖον ἦθος μιμεῖται Ὅμηρος, διὸ πολλὰ ἐξ Ὀδυσσέως τοῦ ῥήτορος ἀκούσασα εἰς εἰκασμὸν, οὐκ ἔχει αὐτὴ καλόν τι εἰπεῖν οἷα κορίσκη ἁπαλή. ἀλλ' ἀρκεῖται, εἰποῦσα τὸν αὐτῆς ἐπαινέτην μὴ ἐοικέναι ἀνδρὶ κακῷ ἢ ἄφρονι, ἀλλὰ φρονίμῳ δηλαδὴ καὶ δεινῶς λαλήσαντι τὰ εἰς συμφέρον αὐτῷ. ἄλλως μέντοι (ῃερς. 188.) φιλοτιμουμένη καὶ αὐτὴ, γνωματεύει ὅτι θεὸς αἴτιος τοῦ τε ὀλβίους τινὰς εἶναι καὶ τοῦ μὴ τοιούτους. παραμυθομένη οὕτω τὸν Ὀδυσσέα. φησὶ γοῦν. Ζεὺς αὐτὸς νέμει ὄλβον Ὀλύμπιος ἀνθρώποισιν ἐσθλοῖς ἠδὲ κακοῖσιν ὅπως ἐθέλῃσιν ἑκάστῳ. καί που σοὶ τάγ' ἔδωκε. (ῃερς. 190.) σὲ δὲ χρὴ τετλάμεν ἔμπης. παραμυθητικὸς δὲ ὁ λόγος πρὸς δυστυχῆ ἄνθρωπον. Ἰστέον δὲ ὅτι τὸ, (ῃερς. 189.) ἐσθλοῖς ἠδὲ κακοῖς, οἱ μὲν, ἐπὶ ἀνθρώπων νοοῦσι τῶν ὀλβιζομένων. οἱ δὲ, οὐδέτερα ταῦτα ὀνόματα ἐκδέχονται. λέγοντες ὅτι νέμει ὄλβον θεὸς ἔν τε ἐσθλοῖς πράγμασι καὶ ἐν κακοῖς. δοκοῦσι δὲ οὐ πάνυ καλῶς λέγειν. οὐ γὰρ ἂν εἴη τις ὄλβιος ἐν κακοῖς. ὡς τοῦ ὄλβου, ἐπὶ εὐδαιμονίας λεγομένου. εἰ μὴ ἄρα τις βαρυνόμενος ἢ ἀστεϊζόμενος τὸ τοιοῦτον εἴπῃ. ὡς καὶ Οἰδίπους παρὰ Σοφοκλεῖ, κάλλος κακῶν ἑαυτὸν ἀποκαλεῖ. τουτέστιν ἐν κακοῖς κάλλιστον. εἰ δὲ καὶ ὄλβον τὸν ἁπλῶς εἴπῃ τις πλοῦτον ὡς τὸ, ὄλβῳ τε πλούτῳ τε, εἴη ἂν καὶ οὕτω τις ὄλβιος ἐν κακοῖς, τουτέστι πλούσιος. δύναται δὲ καὶ ἄλλως κατὰ τὴν Ὁμηρικὴν δόξαν ὄλβιός τις εἶναι οὐκ ἐν μόνοις ἐσθλοῖς ἀλλ' ἐν ἐσθλοῖς ὁμοῦ καὶ κακοῖς, ἀναμὶξ χορηγουμένοις ἐκ τῶν παρὰ τῷ Διῒ πίθων οὓς ἡ Ἰλιὰς ἐδήλωσεν. ἐξ ὧν κεράννυται τὸ ἐν ἀνθρώποις εὔδαιμον. ὡς μὴ ἐξὸν ὂν ἄκρατον εἶναί τινι ἀγαθὸν, ἀλλὰ κατά τι κέρασμα θεόσδοτον. (ῃερς. 193.) Ὅτι ταλαπείριον ἱκέτην λέγει, ἢ τὸν ταλαίπωρον, ἢ τὸν τῆλε περάσαντα. καὶ νῦν μὲν ἡ κόρη οὕτω καλεῖ τὸν Ὀδυσσέα. ἐν τοῖς ἑξῆς δὲ, αὐτὸς ἐρεῖ τὸ, καὶ γὰρ ἐγὼ ξεῖνος ταλαπείριος τηλόθεν ἐξ ἀπίης γαίης. ὅ πέρ ἐστιν ἐτυμολογία τοῦ ταλαπείριος. οἱ δὲ παλαιοὶ, γράφουσι καὶ οὕτω. ταλαπείριον, τραγικοὶ τὸν ταλαίπωρον. Ὅμηρος δὲ, τὸν πόῤῥωθεν ἀφιγμένον. (ῃερς. 195.) Ὅτι διήγημα ἐνταῦθα σύντομον τὸ, Φαίηκες μὲν τήνδε πόλιν καὶ γαῖαν ἔχουσιν. εἰμὶ δ' ἐγὼ θυγάτηρ μεγαλήτορος Ἀλκινόοιο. τοῦ δ' ἐκ Φαιήκων ἔχεται κάρτος τε βίη τε. Ὀδυσσέως δὲ ὥσπερ τὸ γνωματεύσασθαι οὕτω καὶ τὸ γοργῶς διηγήσασθαι ἀπώνατο ἡ κόρη. καὶ ἐκεῖνος γὰρ, τὴν μακρὰν κάκωσιν οὕτως ἐπέτεμε. χθιζὸς ἐεικοστῷ φύγον ἤματι οἴνοπα πόντον, τόφρα δέ μ' αἰεὶ κῦμα φόρει κραιπναί τε θύελλαι νήσου ἀπ' Ὠγυγίης. τρισὶ γὰρ καὶ αὐτὸς ἔπεσιν ἐμπεριγράψας τὸ κατ' αὐτὸν διήγημα. εἶτα ἐπήγαγεν ἠθικῶς τὸ. νῦν δ' ἐνθάδε κάββαλε δαίμων, ὄφρ' ἔτι που καὶ τῇδε πάθω κακόν. οὐ γὰρ ὀΐω παύσασθαι. (ῃερς.