Commentarii ad Homeri Odysseam i
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
188.1.1
) Ὅτι ἀληθοῦς φιλίας τὸ, ἀλλὰ τὰ μὲν νοέω καὶ φράσσομαι. ἅσσ' ἂν ἐμοί περ μηδοίμην ὅτε με χρειὼ τόσον ἵκοι. τουτέστιν ἃ νοῶ ἐκεῖνα καὶ συμβουλεύσομαι, ἃ καὶ ἐμοὶ φρασαίμην ἂν ὅτε εἰς τοσοῦτον χρείας ἔλθω. Προσώπου δὲ συστατικὸν τὸ, καὶ γὰρ ἐμοὶ νόος ἐστὶν ἐναίσιμος. οὐδέ μοι αὐτῷ θυμὸς ἐνὶ στήθεσσι σιδήρεος ἀλλ' ἐλεήμων. (ῃερς. 196.) Φιλοξενίας δὲ ἔνδειξις τὸ, ἐτίθει παρὰ πᾶσαν ἐδωδὴν ἔσθειν καὶ πίνειν, οἷα βροτοὶ ἄνδρες ἔδουσιν. (ῃερς. 195.) Ἐν τούτοις δὲ κεῖται καὶ ὡς ἔνθα καθέζετ' ἐπὶ θρόνου Ὀδυσσεὺς, ἔνθεν ἀνέστη Ἑρμείας. δι' οὗ ἔστιν ὑπονοῆσαι ἀλληγορικῶς, περὶ τὸ αὐτοῦ ὑποκείμενον ἱδρύσθαι τόν τε λόγον καὶ τὸν αὐτοῦ μετέχοντα φιλόσοφον ἄνδρα ὁποῖος καὶ Ὀδυσσεύς. ἔχοι δ' ἄν τις τὸ τοιοῦτον εἰπεῖν ῥητὸν, καὶ ὅτε λογίου ἀνδρὸς σχολὴν, ἕτερος ὅμοιος αὐτῷ διαδέξεται. (ῃερς. 197.) Τὸ δὲ τὴν Καλυψὼ ἐνταῦθα τῷ μὲν Ὀδυσσεῖ παραθεῖναι οἷα βροτοὶ ἔδουσιν αὐτὴν δὲ ἄλλως τρυφᾶν, λαβὰς δίδωσι κατὰ γυναικὸς τρυφώσης ὑπὲρ τὸν ἄνδρα. (ῃερς. 199.) φησὶ γάρ. τῇ, δὲ παρ' ἀμβροσίην δμωαὶ καὶ νέκταρ ἔθηκαν. ὧν δηλαδὴ ἐὰν μετελάμβανε καὶ Ὀδυσσεὺς, ἀθάνατος ἦν ἂν κατὰ τὴν Καλυψὼ, τὴν καὶ βουλομένην αὐτὸ καθὰ ἐκείνη πρὸ ὀλίγων ἔφη. δῆλον δὲ ὡς ἀρέσκει τῷ μύθῳ, ἀθανατίζεσθαι τὸν γευσάμενον ἀμβροσίας καὶ νέκταρος. ἔχει δέ τι καὶ κολακείας ὁ τοιοῦτος τόπος ἐν ᾧ ἡ μὲν Καλυψὼ παρατίθησι τῷ Ὀδυσσεῖ, αἱ δὲ δμωαὶ τῇ Καλυψοῖ. (ῃερς. 4.) Ὅτι πρὸς φίλον ἐπικινδύνως οἴκαδε ἀπιόντα, εἰκὸς ῥηθῆναι τὸ, οὕτω νῦν οἶκονδε φίλην ἐς πατρίδα γαῖαν αὐτίκα νῦν ἐθέλεις ἰέναι, σὺ δὲ χαῖρε καὶ ἔμπης. εἴγε μὲν εἰδείης σῇσι φρεσὶν ἅσσα τοι αἶσα κήδε' ἀναπλῆσαι ἐνθάδε αὖθι μένων παρ' ἐμοὶ, τόδε δῶμα φυλάσσοις. (ῃερς. 215.) Πρὸς ταῦτα δὲ ὁ φιλοπάτρις εἴποι ἂν, οἶδα καὶ αὐτὸς πάντα μάλα. ἀλλὰ καὶ ὣς ἐθέλω καὶ ἐέλδομαι ἤματα πάντα οἴκαδέ τ' ἐλθέμεναι καὶ νόστιμον ἦμαρ ἰδέσθαι. εἰ δ' αὖ ῥαίῃσι θεὸς, τλήσομαι ἐνὶ στήθεσσιν ἔχων ταλαπενθέα θυμόν. εἰ δὲ καὶ πολύτλας ὁ τοιοῦτος ἐστὶ, προσθήσει καὶ τὰ ἐφεξῆς. ἤδη γὰρ μάλα πολλ' ἔπαθον καὶ πόλλ' ἐμόγησα κύμασι καὶ πολέμῳ, μετὰ καὶ τόδε τοῖσι γενέσθω. Ὀδυσσέως δὲ ταῦτα λέγοι. (ῃερς. 223.) ὃς καὶ ἐκ τούτων τλήμων συνάγεται, ὁ καὶ συντεμὼν ῥητορικῶς ἐν δυσὶ λέξεσι τὰ κατ' αὐτὸν μυρία πάθη. (ῃερς. 224.) Τὸ γὰρ κύμασι καὶ πολέμῳ, τὸ μὲν τὰ περὶ Τροῖαν δηλοῖ, τὸ δὲ, τὰ κατὰ θάλασσαν. (ῃερς. 7.) Ὅρα δὲ τὸ αὐτίκα νῦν, παραλλήλως δηλοῦντα τὸ αὐθωρόν. ἔστι δὲ ταυτόνοια καὶ ἐν τῷ, ἐνθάδε αὖθι. ὁ αὐτὸς γὰρ νοῦς ἐν ἀμφοῖν. (ῃερς. 8.) ὅμοιον δὲ καὶ τὸ, ἐθέλω καὶ ἐέλδομαι. καὶ τὸ, οἴκαδε ἐλθεῖν καὶ νόστιμον ἦμαρ ἰδέσθαι. εἰκὸς δὲ ἀγωνιῶσαν τὴν Καλυψὼ μὴ ἐνευκαιρεῖν ἐπιχύσει νοημάτων, ἀλλὰ συχνὰ ταυτολογεῖν. ὁ μέντοι ῥήτωρ Ὀδυσσεὺς τοσοῦτον ἀπέχει τοῦ οὕτω πολυλογεῖν. ὥστε καὶ τὰς ἀμυθήτους πράξεις τε καὶ πάθας, δυσὶν ἐμφῆναι ὀνόμασι τῷ, κύματα, καὶ τῷ, πολέμους. (ῃερς. 6.) Τὸ δὲ εἰδείης, ἐκ τοῦ εἴδω εἴδοιμι γίνεται, κατὰ μεταπλασμόν. ὁμοίως τῷ περιπατοῖμι περιπατοίην, καὶ τοῖς ὁμοίοις. (ῃερς. 8.) Τὸ δὲ τόδε δῶμα φυλάσσοις, ἀστείως ἐῤῥέθη ἀντὶ τοῦ ἐπιμελῶς αὐτὸ κατέχοις καὶ κατὰ σπουδὴν δίκην φύλακος. (ῃερς. 221.) Τοῦ δὲ ῥαίειν ὅ ἐστι φθείρειν, πρωτότυπον τὸ ῥῶ. ὡς καὶ τοῦ κλαίειν καὶ καίειν, τὸ κλῶ καὶ κῶ. (ῃερς. 211.) Ὅτι βαρυνομένη ἡ Καλυψὼ ἐφ' οἷς ἱμείρεται Ὀδυσσεὺς ἰδέσθαι τὴν αὐτοῦ ἄλοχον ἧς αἰὲν ἐέλδεται ἤματα πάντα, φησί. οὐ μέν θην ἤγουν οὐ μὴν δὴ, κείνης γε χερείων εὔχομαι εἶναι, οὐ δέμας οὐδὲ φυήν. ἔπαινος δὲ γυναικὸς ἀγαθῆς ταῦτα ὡς καὶ ἐν Ἰλιάδι κεῖται. (ῃερς. 212.) Εἶτα ἐπάγει πρὸς λόγου κατασκευὴν τὸ, ἐπεὶ οὔπως οὐδὲ ἔοικε θνητὰς, ἀθανάταις δέμας καὶ εἶδος ἐρίζειν. διὸ καὶ μέγας ἔπαινος γυναικὸς τὸ, θεαῖς εἰς ὦπα ἐῴκει. (ῃερς. 213.) Ὅρα δ' ἐνταῦθα τὸ, δέμας καὶ εἶδος ταυτὸν ἴσως ὂν ὡς εἴπερ ἔφη δέμας καὶ φυήν. καὶ οὕτω μὲν ἡ Καλυψὼ μετριώτερον. (ῃερς. 215.) Ὀδυσσεὺς δὲ παραιτησάμενος συγγνώμην ἐφ' οἷς προαιρεῖται οἴκαδε νοστῆσαι, φησί. πότνα θεά. μή μοι τόδε χώεο. οἶδα καὶ αὐτὸς πάντα μάλ' οὕνεκα σεῖο περίφρων Πηνελόπεια εἶδος ἀκιδνοτέρη μέγεθός τε εἰς ὦπα τ' ἰδέσθαι. ἡ μὲν γὰρ βροτός ἐστι. σὺ δ' ἀθάνατος καὶ ἀγήρως. ἀλλὰ καὶ ὣς ἐθέλω καὶ ἐέλδομαι καὶ τὰ ἑξῆς ὡς προσεχῶς ἀνωτέρω ἐγράφη. Καὶ ὅρα τὴν διὰ παντὸς τοῦ λόγου δεινότητα. τὸ τραχύ τε γὰρ τοῦ λόγου ἐλέανε ζητήσας ὡς ἐῤῥέθη συγνώμην, καὶ τῷ καταρτικῷ ἐπιθέτῳ ἐκολάκευσε. πότναν θεὰν προσειπὼν τὴν Καλυψώ. καὶ τῇ συντόμῳ συγκρίσει ἐταπεί 1. 9 νωσε τὴν Πηνελόπην. (ῃερς. 216.) ὅμως μέντοι ἄλλως λεληθότως ἐσέμνυνεν ἐκείνην, παραῤῥίψας ἔπαινον τὸ, περίφρων Πηνελόπεια. οὗ ἕνεκεν δοκεῖ ἐκείνην φιλεῖν. μονοννουχὶ φάμενος, ὡς εἰ καὶ τὰ ἄλλα σοῦ ἀκιδνοτέρα, τὰ γοῦν κατὰ νοῦν περιττή ἐστι. (ῃερς. 2.) Σημείωσαι δὲ καὶ ὡς ἐπὶ πλέον θεραπεύων τὴν Καλυψὼ, οὐδὲ λέγει ὡς ἐθέλω καὶ ἐέλδομαι εἰς τὴν γυναῖκα ἐλθεῖν, ἀλλ' οἴκαδε ἁπλῶς νοστῆσαι. (ῃερς. 211.) Τὸ δὲ χερείων, τῇ ˉεˉι διφθόγγῳ παραληγόμενον ἐν τῇ συγκρίσει, τῷ ἰῶτα μόνῳ παραλήγεται ὡς τρισύλλαβον ὁμοίως τῷ ἀρείων ἄριστος, ἐν τῇ ὑπερθέσει. τὸ γὰρ φυλάσσειν αὐτὴν καὶ ἐν τοῖς ὑπερθετικοῖς, τῶν δισυλλάβων ἐστίν. ὁποῖον τὸ, πλείων πλεῖστος μείων μεῖστος. (ῃερς. 212.) Φυῆς δὲ ὅτι παράγωγον εὐφυὴς πτελέα καὶ μηροὶ εὐφυεῖς, ἡ Ἰλιὰς δηλοῖ. οἱ δὲ ὕστερον, εὐφυῆ καὶ τὸν κατὰ νοῦν δεξιὸν εἶπον. Ἀττικοὶ δὲ, τὸν σκωπτικὸν εὐφυῆ ἐκάλουν κατά τινας. (ῃερς. 217.) Τὸ δὲ εἶδος μέγεθός τε, οὐκ ἂν εἴη ἑτεροῖον τῶν προειρημένων. τοῦ, δέμας καὶ εἶδος. καὶ δέμας καὶ φυήν. Ἀκιδνοτέρα δὲ κατὰ τοὺς γλωσσογράφους, ἡ ἀσθενεστέρα ἢ εὐτελεστέρα. περὶ οὗ ἐν τοῖς ἑξῆς που κρεῖττον ῥηθήσεται. Τὸ δὲ εἰς ὦπα ἰδέσθαι, δοκεῖ σφοδρότητός τι ἔχειν. ὡς τὰ μὲν εἰς ὄψιν, ἀκιδνοτέρας οὔσης τῆς Πηνελόπης οὐ μὴν καὶ τάγε εἰς τὸ περίφρονα εἶναι. (ῃερς. 218.) Ὅρα δὲ καὶ ὅτι τὸ βροτὸς ἀντέθηκε πρὸς τὸ ἀθάνατος. ἐπειδὴ καὶ κυρίως βροτὸς ὁ ἐν ῥοῇ καὶ ῥευστὸς, ἤτοι φθαρτός. ᾧ ἀντίθετον τὸ ἄφθαρτον. (ῃερς.
188.1.2
) Ὅτι δημοτικὸν τὸ, νῦν μὲν δαινύμενοι κατακείετε οἴκαδ' ἰόντες. ἠῶθεν δὲ, γέροντας ἐπὶ πλέονας καλέσαντες, τό δέ τι ποιήσομεν. (ῃερς. 190.) οἷον καὶ τὸ, ξεῖνον ἐνὶ μεγάροις ξεινίσομεν. ὃ καὶ αὐτὸ ἐτυμολογία ἐστίν. Ἀλκίνοος δὲ τοῦτο φησίν. οὐ δημοκρατίαν τοσοῦτον δηλῶν ὅσον ἀριστοκρατίαν, εἰ γέροντας τοὺς ἐντίμους νοήσει τις. (ῃερς. 191.) Ὅτι φιλοξενίας λόγος καὶ τὸ, ἔπειτα δὲ καὶ περὶ πομπῆς μνησόμεθα. ὡς ὁ ξεῖνος ἄνευθε πόνου καὶ ἀνίης, πομπῇ ὑφ' ἡμετέρῃ ἣν πατρίδα γαῖαν ἵκηται χαίρων καρπαλίμως, εἰ καὶ μάλα τηλόθεν ἐστί. μή δέ τι μεσσηγύς γε κακὸν (ῃερς. 195.) καὶ πῆμα πάθῃσι, πρίν γε τὸν, ἧς γαίης ἐπιβήμεναι. ἔνθα δ' ἔπειτα πείσεται ἃ μέλλει παθεῖν. Καὶ ὅρα οἷαἡ Φαιακικὴ πομπὴ τῶν ξένων. ἄνευ δηλαδὴ πόνου καὶ ἀνίας. ἃ εἰ καὶ ἔχουσιν οἱ ἄλλοι ναυτικοὶ, οὐ μὴν καὶ οἱ Φαίακες. Τὸ δὲ κακὸν καὶ πῆμα, ἐν ἄλλοις πολλαχοῦ δίχα συνδέσμου κακὸν πῆμα λέγεται. (ῃερς. 197.) Ὅτι ἐν τῷ, ἅσσά οἱ αἶσα κατακλῶθές τε βαρεῖαι, γεινομένῳ νήσαντο λίνῳ ὅτε μιν τέκε μήτηρ, τοὺς παρὰ τοῖς ὕστερον γενεθλιακοὺς ἔοικε παραλαλεῖν ὁ ποιητής. Τὸ δὲ κλῶθες ἢ κατακλῶθες, μεταπλασμὸν ἔπαθεν ἐκ τοῦ, αἱ κλωθοί. οὗ εὐθεῖα ἡ κλωθώ. δηλοῖ δὲ τὰς Μοίρας, παρονομασθείσας ἀπὸ μιᾶς αὐτῶν τῆς Κλωθοῦς. καὶ οὕτω μέν τινες. ἴσως δὲ μᾶλλον, οὐχ' ἁπλῶς Μοῖραι αἱ κατακλῶθες. ἀλλὰ αἶσα μὲν, ἡ ἁπλῶς μοῖρα. κατακλῶθες δὲ, αἱ μὴ εὐτυχεῖς. διὸ καὶ βαρεῖαι λέγονται, οὐ μὴν ὄλβιοι κατὰ τὸ, ὄλβον ἐπικλώσειε γαμέοντί τε γεινομένῳ τε. ἐτυμολογία δὲ τοῦ (ῃερς. 198.) κατακλῶθες, τὸ, νήσαντο λίνῳ ὅ ἐστιν ἐπέκλωσαν. γράφεται δὲ τὸ, κατακλῶθές τε βαρεῖαι, καὶ κατακλώθησι βαρεῖα, αἶσα δηλαδὴ, κατά τινα τῶν ἀντιγράφων. οὐ μέντοι καλῶς. ἔχει δέ τι καὶ ἀστεῖον κατὰ τροπὴν τὸ βαρεῖαι. οὐ γάρ ἐστι κλωθῆναι ὡς ἐπὶ πολὺ λίνον, μὴ βρίθον κάτω, καὶ μάλιστα τὸ ἐν ἀτράκτοις. Λίνον δὲ μοιρῶν συμβολικῶς, αἱ τῶν πραγμάτων στροφαὶ καὶ τὰ ἐν βίῳ ὑφαινόμενα. Ἰστέον δὲ ὡς εἴπερ μὴ ἐγράφετο κατακλῶθές τε βαρεῖαι ἀλλὰ κατακλώθησι βαρεῖα, ἦν ἂν τὸ ῥῆμα Ῥηγίνων διαλέκτου. οἳ καθ' Ἡρακλείδην τὰ τρίτα τῶν ὁριστικῶν περισπωμένων τῆς πρώτης συζυγίας καὶ τῶν βαρυτόνων δὲ ῥημάτων, κατὰ τὸ ἑνικὸν εἰς τὴν σˉι συλλαβὴν περαιοῦσι τοῦ ˉη παραλήγοντος. τὸ γὰρ φιλεῖ καὶ νοεῖ καὶ λέγει καὶ φέρει, φίλησι φησὶ καὶ νόησι καὶ λέγησι καὶ φέρησι. τοιοῦτον δὲ καὶ τὸ λαμπρὸν παμφαίνησι παρ' Ὁμήρῳ. ἅπαξ φησὶ χρησαμένῳ τῇ διαλέκτῳ ἐπὶ τούτου. καλεῖται δὲ καὶ τὸ σχῆμα Ἰβύκειον ὑπὸ τῶν γραμματικῶν, διὰ τὸν μελοποιὸν δηλαδὴ Ἴβυκον φιληδήσαντα τοιαύτῃ γλώσσῃ. εἰ δή φησι καὶ τὸ ὦ τουτέστιν ὑπάρχω πρώτης ἐστὶ συζυγίας κατὰ τὸ φιλῶ, καὶ ἔστι τρίτον αὐτοῦ εἶ, δωριζόμενον κατὰ Ῥηγίνους, γένοιτ' ἂν ὁμοίῳ λόγῳ ἐκ τούτου ἦσιν ὁ ἐνεστώς. Ἰστέον δὲ ὅτι οὐ περὶ τρίτων αὐθυποτάκτων ἔστιν ὁ λόγος ὁποῖον τὸ λάβη λάχη ἐξ ὧν λάβησι λάχησιν, αὐτὰ γὰρ καὶ ὅσα τοιαῦτα, οὐ Ῥηγίνων εἰσὶν ἀλλὰ Ἰώνων. Τὸ δὲ ὅτέ μιν τέκε μήτηρ, πρὸς σαφήνειαν ἐῤῥέθη. ἵνα τὸ γεινομένῳ, μὴ νοηθείη ἀντὶ τοῦ γεννῶντι καθά τινες αὐτὸ πρὸ τούτων ἐνόησαν ἐν τῷ, γαμέοντί τε γεινομένῳ τε. ἀλλ' εἴη ἐνταῦθα γεινόμενος, ὃν τέκε μήτηρ. (ῃερς. 199.) Ὅτι θεοφιλεῖς τοὺς Φαίακας ἐθέλων ὁ ποιητὴς εἰπεῖν, πλάττει τὸν βασιλέα λέγοντα (ῃερς. 0.) ὡς εἴπερ τις ἀθάνατος φαντάσας ἑαυτὸν εἰς ξένον ἄρτι μετὰ δόρπον ἐνεφανίσθη, ἄλλο τι τόδε θεοὶ περιμηχανόωνται. διὰ τὸ ἀσύνηθες δηλαδή. αἰεὶ γὰρ τὸ πάροσγε θεοὶ φαίνονται ἐναργεῖς ἡμῖν, εὖτε τουτέστιν ὁπηνίκα ἕρδομεν ἀγακλειτὰς ἑκατόμβας. δαίνυνταί τε πὰρ ἄμμι καθήμενοι, ἔνθά περ ἡμεῖς. εἰ δ' ἄρα τις καὶ μοῦνος ἰὼν ξύμβληται ἤγουν συναντήσει ὁδίτης, (ῃερς. 4.) οὔτι κατακρύπτουσιν. ἀλλὰ δηλονότι ἐναργεῖς καὶ αὐτῷ φαίνονται, ὡς καὶ τῷ Ὀδυσσεῖ πρὸ ὀλίγων ἡ Ἀθηνᾶ. (ῃερς. 5.) εἴτα καὶ τὴν αἰτίαν τῆς τοιαύτης ἐναργείας λέγων, ἐπάγει. (ῃερς. 6.) ἐπεί σφισιν ἐγγύθεν εἰμὲν τουτέστιν ἐσμὲν, ὥσπερ Κύκλωπές τε καὶ ἄγρια φῦλα Γιγάντων. ὅπερ ὅτι ὁμοιότης ἐστὶ πεπορισμένη ἐξ ἀνομοιότητος, προγέγραπται. ῥητέον δὲ καὶ νῦν ὅτι τοιοῦτός ἐστιν ἐνταῦθα ὁ τῆς ὁμοιόσεως λόγος, ὡς εἴ τις εἴποι τόσον εἶναι Σωκράτην ἐγγύθι τῷ Πλάτωνι κατ' ἀρετὴν, ὅσον Ἄνυτος καὶ Μέλιτος ἀλλήλοις κατὰ κακίαν. οὕτω καὶ ἐνταῦθα ἐγγύθεν Φαίακες θεοῖς κατὰ δικαιοσύνην, ὡς Κύκλωπες καὶ Γίγαντες ἀλλήλοις κατὰ ἀδικίαν. ἐνταῦθα δὲ καὶ τὸ (ῃερς. 5.) θεοῖς ἐγγύθεν εἶναι, ὅμοιόν ἐστι τῷ, ἀγχιθέους αὐτοὺς εἶναι. ὡς ἐν τῇ ˉε ῥαψῳδίᾳ γέγραπται. (ῃερς. 199.) Ἰστέον δὲ ὅτι παρὰ τὸν καιρὸν ἐνταῦθα τῷ Ἀλκινόῳ ἡ ἀπορία ἐστίν. οὐ γὰρ εἰ ἐπεφάνη θεὸς τεθαύμακεν, ἀλλ' εἴπερ ἐν τοιούτῳ καιρῷ. (ῃερς. 8.) Ὅρα δὲ ὡς οὐδὲ ἡ Ναυσικάα ὑπαίτιος εἰ θεὸν τὸν Ὀδυσσέα ὑπώπτευσεν, εἴγε καὶ Ἀλκίνοος τοιοῦτόν τι περὶ αὐτοῦ ὑπονοεῖ. ὁ μέντοι Ὀδυσσεὺς ὑπεξαιρῶν τὴν περὶ ἑαυτοῦ θειοτέραν ὑπόνοιαν ὡς θεοῦ μὲν ὂν τὸ μακάριον αὐτὸς δὲ ἀθλίως πεπραγώς, φησὶν ἃ δὴ ἁρμόττει παντὶ ἄλλως μὲν δυστυχεῖ νομιζομένῳ δὲ εὐπραγεῖν, παρῳδηθέντα οὕτω πως. ἄλλο τί τοι μελέτω φρεσίν. οὐ γὰρ ἔγωγε ἀθανάτῳ ἔοικα ὃς οὐρανὸν εὐρὺν ἔχει, οὐ δέμας οὐδὲ φυὴν, ἀλλὰ θνητοῖσιν, οὕς τινας ὑμεῖς ἴστε μάλιστ' ὀχέοντας ὀϊζύν, τοῖσί κεν ἐν ἄλγεσιν ἐξισωσαίμην. καὶ μᾶλλον δ' ἂν, ἐγὼ κακὰ μυθησαίμην ὅσσά γε δὴ ξύμπαντα θεοῦ ἰότητι μόγησα. (ῃερς. 213.) τοῦτο δὲ προαναφώνησίς ἐστι τῶν ἑξῆς. ὡς πολλὰ τοῦ Ὀδυσσέως μυθησομένου περὶ τῶν καθ' ἑαυτόν. (ῃερς. 8.) Ὅρα δὲ ὡς οὐκ εἶπεν ὅτι οὐ γὰρἔγωγε ἀθάνατός εἰμι, ἀλλ' ὅτι οὐδὲ ἔοικα οὔτε δέμας οὔτε φυήν. ἀλλ' οὐδὲ ἀνθρώπων τοῖς μακαριωτέροις, ἀλλὰ τοῖς ἀνάπαλιν. (ῃερς. 1.) Τὸ δὲ φαίνονται ἐναργεῖς, ἔοικέ πως ἐτυμολογικῷ τρόπῳ. ἐναργὲς γὰρ, τὸ οἱονεὶ λευκὸν καὶ διατοῦτο φανερὸν ἢ φαεινόν. ὧν πρωτότυπον τὸ φαίνειν ἐστί. δῆλον δὲ ὡς ἐξ Ὁμήρου κατῆρξε τὸ, θείας λέγειν ἐναργείας, τὰς θείας ἐπιφανείας. ὡς ταυτὸν ὂν ἐνάργειαν εἰπεῖν καὶ ἐμφάνειαν. συντελεῖ δέ τι πρὸς ταῦτα καὶ τὸ, οὔτι κατακρύπτουσι. τὸ γὰρ μὴ κρυπτόμενον, καὶ ἐναργὲς εἶναι δοκεῖ καὶ φαίνεσθαι λέγεται. (ῃερς. 2.) Τὸ δὲ ἕρδειν ὅτι δασύνεται ὡς ἀπὸ τοῦ ῥέζω, δῆλον καὶ ἐκ τῆς ἐνταῦθα συναλιφῆς. φησὶ γάρ. εὖθ' ἕρδομεν ἀγακλειτὰς ἑκατόμβας. (ῃερς. 211.) Ὀχέειν δὲ ὀϊζὺν, τὸ ὀχεῖν. φέρειν. βαστάζειν. τοιοῦτον καὶ τὸ, οὐδέ τι σὲ χρὴ νηπιάας ὀχέειν. Ἰστέον δὲ ὅτι τε τὸ, ὀχέοντας ὀϊζὺν, περίφρασίς ἐστι τοῦ ὀϊζυρούς. καὶ ὅτι ἐκ μεταφορᾶς ἀχθοφορικῆς εἴρηται. καὶ ὅτι τὸ ὀχεῖν, ὀκχεῖν παρὰ Πινδάρῳ εὕρηται, λόγῳ τοιούτῳ. ἄδεια τοῖς Αἰολεῦσιν ἦν ἤδη δὲ καὶ τοῖς Ἴωσι καὶ ὅλως εἰπεῖν ταῖς γλώσσαις, διπλάζειν σύμφωνα, ὡς δῆλον ἐκ τοῦ ἔδδεισεν. ἔννεπεν. ὅππως. ἡμιπέλεκκα. Περδίκκας τὸ κύριον καὶ ἄλλα μυρία, δίχα γε τῶν δασέων αὐτὰ γὰρ οὐκ ἐξῆν διπλάζεσθαι. οἷα μὴ εὑρισκομένης λέξεως Ἑλληνικῆς ληγούσης εἰς δασύ. διὸ εἴπου καὶ ἐχρῆν ἀναγκαίως τὰ δασέα διπλοῦσθαι, μετέπιπτεν εὐθὺς τὸ δασὺ τῆς διπλώσεως εἰς τὸ ἀντίστοιχον ψιλόν. οἷον. βάζω βάξω βέβαχα βάχος καὶ βάχαι αἱ τροφοὶ αὐτοῦ. διπλουμένου δὲ τοῦ χ' καὶ οὕτως ἀηδῆ ἐρυγὴν ἐκπέμποντος τρέπεται τὸ διπλωθὲν δασὺ εἰς τὸ αὐτοῦ ἀντίστοιχον καὶ γίνεται Βάκχος καὶ Βάκχαι. τοιοῦτον δὲ καὶ ὁ Ἴακχος. οὐκοῦν, ὅμοιον καὶ τὸ ὀκχῶ Πινδαρικῶς. τὸ δ' αὐτὸ γίνεται καὶ ἐπὶ τοῦ κὰπ φάλαρα, ὡς ἐν τοῖς εἰς τὴν Ἰλιάδα δηλοῦται σαφῶς. ἔτι δὲ καὶ ἐπὶ τοῦ κάτθανεν, ὅθεν καὶ οἱ θεραπεύοντες τὸν πυῤῥιχισμὸν τοῦ, Τρῶες δ' ἐῤῥίγησαν ὅπως ἴδον αἰόλον ὄφιν. καὶ ἀναιδεσάμενοι διπλάσαι τὸ δασὺ ˉφ, οὐκ ἐτόλμησαν οὕτω προαγαγεῖν τὴν Ἑλληνικὴν λέξιν, ἀλλὰ ὄπφιν ἔγραψαν. (ῃερς. 212.) Τὸ δὲ ἐξισωσαίμην ταυτὸν τῷ ἐρίσαιμι ὅπερ ἐγράφη ἐν τῷ, ἢ κέν τις μοι ἐρίσσεται ἠὲ καὶ οὐκί. καίρια δὲ καὶ ἐπιφανῆ πάρισα ὡς ἐν τέλει στίχων κείμενα, τὸ ἐξισωσαίμην καὶ τὸ μυθησαίμην. (ῃερς. 215.) Ὅτι πεινῶντος λόγος τὸ, ἀλλ' ἐμὲ μὲν δορπῆσαι ἐάσατε κηδόμενόν περ. τουτέστι βλαπτόμενον. (ῃερς. 216.) ὃ προκλητικὸν εὐθὺς γίνεται γνωμικοῦ λόγου τοιούτου. οὐ γάρ τι στυγερῇ ἐπὶ γαστέρι κύντερον ἄλλο ἔπλετο, ἣ ἐκέλευσεν ἕο τουτέστιν ἑαυτῆς μνήσασθαι ἀνάγκῃ, καὶ μάλα τειρόμενον καὶ ἐν φρεσὶ πένθος ἔχοντα. (ῃερς. 219.) εἶτα ὥσπερ ὁ Μενέλαος εἰπὼν γνωμικῶς ἀρίγνωτον εἶναι τὸν ὄλβιον ἄνδρα, ἐπήγαγεν ὡς νῦν Νέστορι ἔδωκε θεὸς τὰ καὶ τὰ, οὕτω καὶ ἐνταῦθα Ὀδυσσεὺς ἐκ τοῦ καθόλου καταβὰς ἐπὶ τὸ μερικὸν φησίν. ὡς καὶ ἐγὼ πένθος μὲν ἔχω φρεσίν. ἡ δὲ μάλ' αἰεὶ ἐσθέμεναι κέλεται καὶ πινέμεν. ἐκ δέ με πάντων ληθάνει ὅσσ' ἔπαθον, (ῃερς. 2.) καὶ ἐνιπλήσασθαι ἀνώγει. Καὶ ὅρα κἀνταῦθα τὸ κελεύειν ὡς ἐπὶ δεσποίνης τινὸς λεχθὲν τῆς γαστρός. ὅτι καινότερον πέφρασται τὸ, οὐ γάρ τι στυγερῇ ἐπὶ (ῃερς. 216.) γαστέρι κύντερον. ἤγουν οὐδὲν γαστρὸς κύντερον τουτέστι κυνεώτερον. ἀναιδέστερον. χεῖρον. Ὅτι δὲ Λάκωνες μὲν τὰς γογγυλίδας Βοιωτοὶ δὲ τὰς κράμβας, γαστέρας ἐκάλουν, ἐν τοῖς τοῦ δειπνοσοφιστοῦ δηλοῦται. παρ' ᾧ καὶ Τίμων γράψας περὶ ἐπικούρου, οὐ στυγερὴν γαστέρα ἔφη Ὁμηρικῶς ἀλλὰ λαμυρόν. οἷον γαστρὶ χαριζόμενος. τῆς, λαμυρώτερον οὐδέν. (ῃερς. 221.) Τὸ δὲ ἐκληθάνει, πρωτότυπον μέν ἐστι τοῦ ἐκλανθάνει ὡς καὶ ἀλλαχοῦ ἐφάνει. ἔστι δὲ ὅμοιον πρὸς τὸ ψεύδειν. ὥσπερ γὰρ ψεύδειν τὸ ποιεῖν ψεύδεσθαι, οὕτως ἐκληθάνειν, τὸ ποιεῖν λανθάνεσθαι. (ῃερς. 222.) Ὅτι μυριαχοῦ παραφράζων Ὅμηρος ἑαυτὸν, ποιεῖ τοῦτο κἀνταῦθα. καὶ φθάσας εἰπεῖν τὸ, αὐτὰρ ἐμοὶ πομπὴν ὀτρύνετε καὶ ἑξῆς τοὺς προσημειωθέντας δύο στίχους, φησὶν ἐνταῦθα. ὑμεῖς δ' ὀτρύνεσθε ἅμ' Ἠοῖ φαινομένῃφι, ὥς κέ με τὸν δύστηνον ἐμῆς ἐπιβήσετε πάτρης, καί περ πολλὰ παθόντα. (ῃερς. 224.) ἐπεὶ δὲ ἦν εἰκὸς εἰπεῖν τινα, τί δή ποτε πολλὰ παθὼν εἶτα ἐθέλεις ἐπιβῆναι πάτρης; φησίν. ἰδόντα με καὶ λίποι αἰὼν, κτῆσιν ἐμὴν δμῶας τε καὶ ὑψερεφὲς μέγα δῶμα. ἐνδείκνυται δ' ἐν τούτοις ὁ ποιητὴς, ὡς τοιαῦτά τις ἔχων ἀγαθὰ, ἐρασθείη ἂν πατρίδος. ἄλλως γὰρ οὐχ' οὕτω μέγα ἡ πατρίς. εἴγε κατὰ τὴν παροιμίαν, πατρίς ἐστι πᾶσα ἵνα ἂν πράττοι τις εὖ. γυναικὸς δὲ οὐ μέμνηται Ὀδυσσεὺς ἐνταῦθα, οὐ μόνον ἵνα μὴ ἀποκναίσῃ οὕτω τὸν Ἀλκίνοον εἰς τὴν πομπὴν τὴν ἐς Ἰθάκην ὃς εὔξεται γαμβρὸν αὐτοῦ τὸν Ὀδυσσέα κληθῆναι αὖθι μένοντα, ἀλλὰ καὶ διότι οὐ πάνυ μέγα τοῦτο εἰς εὐδαιμονίαν. καὶ οἱ τυχόντες γὰρ ἔχουσι γυναῖκας. Τὸ δὲ λίποι αἰὼνἰδόντα με τὴν Ἰθάκην, οὐ μακράν ἐστι τοῦ εἰπεῖν ὡς ἱέμενος καπνὸν ἀποθρώσκοντα νοῆσαι ἧς γαίης θανέειν ἱμείρεται. (ῃερς. 226.) Ὅτι φιλοξένων ἀνδρῶν τὸ, οἳ δ' ἄρα πάντες ἐπῄνεον, ἠδ' ἐκέλευον πεμπέμεναι τὸν ξεῖνον, ἐπεὶ κατὰ μοῖραν ἔειπεν. (ῃερς. 230.) Ὅτι παρὰ μὲν τοῖς ὕστερον Ἀττικοῖς ὑπολείπεσθαι λέγεται τὸ ἡττηθῆναι κατὰ δρόμον καὶ μεῖναι ὀπίσω τῶν συνάθλων ὡς καὶ ὁ κωμικὸς δηλοῖ. Ὅμηρος δ' ἐνταῦθα ὑπολείπεσθαι λέγει τὸν Ὀδυσσέα ἐν Ἀλκινόου, ἀντὶ τοῦ ἐκεῖσε μεῖναι τῶνἄλλων ὑποχωρησάντων. (ῃερς. 232.) Ὅτι εὐκοσμίαν ἔχει καὶ ἡ σπουδαία τράπεζα. διὸ κοσμεῖ μὲν αὐτὴν ὁ κατὰ νόμον συμποσιακὸν παρατιθείς. ἀποκοσμεῖ δὲ, ὁ καταλύων ὡς καὶ προεγράφη. ἀμφίπολοι γοῦν ἀπεκόσμεον ἐνταῦθα ἔντεα δαιτός. ἤτοι ὅπλα. οἷον τραπέζας. κρητῆρας. κάνεα. καὶ ὅσοις δὲ ἄλλοις ἐξαρτύεται τράπεζα. (ῃερς. 239.) Ὅτι τὸ φῂς ἐν τῷ ἐνεστῶτι μὲν, κατὰ παράδοσιν ὀξύνεται καὶ σὺν τῷ ἰῶτα γράφεται. οἷον. οὐ δὴ φῂς ἐπὶ πόντον ἀλώμενος ἐνθάδ' ἱκέσθαι. εἰ δὲ περισπασθῇ, ἄνευ τοῦ ἰῶτα γράφεται καὶ ἀντὶ τοῦ ἔφης λαμβάνεται. ὡς ὁ Ἕκτωρ πρὸς Πάτροκλον ἐν Ἰλιάδι λέγει. φῆς που τὰ καὶ τὰ ποιήσειν, ἤγουν ἔλεγες. (ῃερς. 241.) Ὅτι πολυπενθοῦς ἀνθρώπου λόγος τὸ, ἀργαλέον διηνεκέως ἀγορεῦσαι κήδε', ἐπεί μοι πολλὰ δῶκε θεός. Ἐνταῦθα δὲ καὶ βασίλεια ἡ δέσποινα κεῖται. Ὀδυσσέως οὕτω τὴν Ἀρήτην προσφωνοῦντος ὅτε τὸ φᾶρος ἐκείνη καὶ τὸν χιτῶνα γνωρίσασα τὰ τῆς θυγατρὸς δῶρα ἠρώτησεν αὐτὸν τίς πόθεν εἶς ἀνδρῶν. τίς τοι τάδε εἵματ' ἔδωκε. πρὸς ὃ ἀποκρινόμενος Ὀδυσσεὺς, τίς μὲν ἔδωκε τὰ φορούμενα, ἐρεῖ. πόθεν δέ ἐστι, σιωπήσει πρός γε τὸ παρόν. ἐν τοῖς ἑξῆς δὲ παρὰ τοῦ βασιλέως ἐρωτηθεὶς ἐκθήσεται καὶ αὐτό. νῦν γὰρ οὐκ ἀναγκαῖον τοῦτο γενέσθαι. (ῃερς. 244.) Ὅτι ἀνακεφαλαιώσει χρῆται ὁ ποιητὴς ἐνταῦθα, ὡς ἐν τῇ ˉε καὶ τῇ ζῆτα ῥαψῳδίᾳ περὶ τοῦ Ὀδυσσέως ἱστόρησεν, ἀρξάμενος ἐκ τῶν πρὸ τούτων. ὅτε δηλαδὴ νῆα ἔτι καὶ ἑταίρους ἔχων, εἶτα ἐξώκειλεν εἰς τὴν τῆς Καλυψοῦς νῆσον. φησὶ γὰρ διὰ τοῦ Ὀδυσσέως οὕτω πως ἀφηγηματικῶς. Ὠγυγίη τις νῆσος ἀπόπροθεν εἰν ἁλὶ κεῖται. ἔνθα μὲν Ἄτλαντος θυγάτηρ δολόεσσα Καλυψὼ ναίει. εὐπλόκαμος δεινὴ θεός. οὐδέ τις αὐτῇ μίσγεται, (ῃερς. 247.) οὔτε θεῶν οὔ τε θνητῶν ἀνθρώπων. ὃ δὴ ἑρμηνευτικόν ἐστι τοῦ ἀπόπροθεν. ἀλλ' ἐμὲ τὸν δύστηνον ἐφέστιον ἤγαγε (ῃερς. 249.) δαίμων, οἶον, ἤγουν μεμονωμένον τῶν περὶ ἐμέ. ἐπεί μοι νῆα θοὴν ἀργῆτι κεραυνῷ, ὡς μετὰ ταῦτα ἱστορηθήσεται, (ῃερς. 250.) Ζεὺς ἔλσας ὅ ἐστιν ἐλάσας, ἐκέασε μέσῳ ἐνὶ οἴνοπι πόντῳ. εἶτα διηγησάμενος ὡς οἱ μὲν ἄλλοι πάντες ἀπέφθιθον αὐτὸς δὲ τὴν τῆς νηὸς τρόπιν ἀγκὰς ἑλὼν ἐννῆμαρ ἐφέρετο, δεκάτῃ δὲ νυκτὶ ἐς Ὠγυγίην αὐτὸν θεὸς ἐπέλασσε. καὶ ὡς ἡ Καλυψὼ αὐτὸν λαβοῦσα ἐνδυκέως ἐφίλει τε καὶ ἔτρεφεν, ἠδὲ ἔφασκε θήσειν ἀθάνατον καὶ ἀγήραον ἤματα πάντα. (ῃερς. 258.) καὶ ὡς ἀλλ' ἐμὸν οὔ ποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθεν, ἐπάγει. ὡς ἑπτάετες μὲν αὐτόθι ἔμπεδον. εἵματα δ' αἰεὶ δάκρυσι δεύεσκον ἄμβροτα τὰ ἐκ τῆς Καλυψοῦς. ἀλλ' ὅτε δὴ ὄγδοον ἐπιπλόμενον ἔτος ἦλθε, καὶ τότε δὴ ἐκέλευσεν ἐποτρύνουσα νέεσθαι, Ζηνὸς ὑπ' ἀγγελίης, ἢ καὶ νόος ἐτράπετ' αὐτῆς. πέμπε δ' ἐπὶ σχεδίης πολυδέσμου. πολλά δ' ἔδωκε. σῖτον καὶ μέθυ ἡδὺ καὶ ἄμβροτα εἵματα ἕσσε. καὶ ὡς οὐρίῳ πνεύματι ἕως ὀκτωκαιδεκάτης ἡμέρας ἔπλεε. καὶ ὡς μετ' αὐτὰς ὁ Ποσειδῶν ὀϊζὺν πολλὴν αὐτῷ ἐπῶρσεν, ὃς ἐφορμήσας ἀνέμους κατέδησε κελεύθους, ὤρινε δὲ θάλασσαν ἀθέσφατον. οὐδέ τι κῦμα εἴα, ἐπὶ σχεδίης ἀδινὰ στενάχοντα φέρεσθαι. τὴν μὲν, (ῃερς. 275.) ἔπειτα θύελλα διεσκέδασεν. ὃ ταυτόν ἐστι τῷ ἐκέασε. αὐτὰρ ἔγωγε φησὶ νηχόμενος τόδε λαῖτμα διέτμαγον, ὄφρά με γαίῃ ἡμετέρῃ ἐπέλασσε φέρων ἄνεμός τε καὶ ὕδωρ. ἔνθά κε μ' ἐκβαίνοντα βιήσατο κῦμ' ἐπὶ χέρσου πέτρης πρὸς μεγάλῃσι βαλὸν καὶ ἀτερπέϊ χώρῳ. ἀλλ' ἀναχασάμενος νῆχον πάλιν ἕως ἦλθον εἰς ποταμόν. ἔνθα χῶρος ἄριστος. λεῖος πετράων. καὶ ἐπὶ σκέπας ἦν ἀνέμοιο ἐκ δ' ἔπεσον θυμηγερέων. (ῃερς. 283.) λέγει δὲ ἀνακεφαλαιωτικῶς, καὶ ὡς νυκτὸς ἐλθούσης, ἀπάνευθε διϊπετέος ποταμοῖο ἐκβὰς ἐν θάμνοισι κατέδραθον. ἀμφὶ δὲ φύλλα ἠφυσάμην. ὕπνον δὲ θεὸς κατ' ἀπείρονα χεῦεν. ἔνθα μὲν ἐν φύλλοισι φίλον τετιημένος ἦτορ εὗδον παννύχιος καὶ ἐπ' ἠῶ καὶ μέσον ἦμαρ. δείλετό τ' ἠέλιος καί με γλυκὺς ὕπνος ἀνῆκε. (ῃερς. 290.) καὶ ἐπὶ πᾶσιν ἐκτίθεται ὡς αἱ ἀμφίπολοι ἔπαιζον. καὶ ὡς ἡ τοῦ βασιλέως θυγάτηρ ἐν αὐταῖς ἦν ἐοικυῖα θεοῖς. καὶ ὡς αὐτὸς μὲν ἱκέτευσεν, ἡ δὲ, οὔτι νοήματος ἤμβροτεν ἐσθλοῦ. ὡς οὐκ ἂν ἔλποιο νεώτερον ἀντιάσαντα ἐρξέμεν. αἰεὶ γάρ τε νεώτεροι ἀφραδέουσιν, (ῃερς. 295.) ἐφ' οἷς τελειοῖ τὸ διήγημα, εἰπών. αὕτη μοι σῖτον ἔδωκεν ἅλις ἠδ' αἴθοπα οἶνον. καὶ λοῦσεν ἐν ποταμῷ, καί μοι τάδε εἵματ' ἔδωκεν. ὃ δὴ ἀπόκρισις μέν ἐστι πρὸς τὸ, τίς τοι τάδε εἵματ' ἔδωκεν. ἀφορμὴ δὲ τοῦ διηγήσασθαι γέγονεν. εἶτα καθιστῶν τὸ χωρίον, ἐπιφέρει συμπληρωτικῶς. (ῃερς. 297.) ταῦτά τοι ἀχνύμενός περ, ἀληθείην κατέλεξα. ἤγουν ἀληθῶς ἢ πρὸς ἀλήθειαν. τοῦτο μὲν, ἐλλειπτικῶς. τοῦτο δὲ, ἐπιῤῥηματικῶς. Καὶ ὅρα τὸ ἀληθείην, ἀμφιβόλως ἔχον εἴτε ἀπὸ προπαροξυτόνου τοῦ ἀλήθειαν, εἴτε ἀπὸ παροξυτόνου τοῦ ἀληθείαν, γέγονεν Ἰωνικῶς. οἱ γὰρ παλαιοὶ Ἀττικοὶ κατὰ Αἴλιον Διονύσιον, ἐξέτεινον τὰς τῶν τοιούτων ὀνομάτων ληγούσας. διὸ καὶ παρόξυναν αὐτά. ἡ ἀγνοία γάρ φησιν ἔλεγον καὶ ἡ εὐκλεία. καὶ ἡ ἱερεία. καὶ ἡ ἀναιδεία δέ φησι καὶ ἡ προνοία. ὧν πάντων ἐκτείνεται μὲν ἡ τελευταῖα, ἡ δὲ πρὸ αὐτῆς ὀξύνεται. Ἀριστοφάνης Δαιταλεῦσιν, ὦ προνοία καὶ ἀναιδεία. Ὅρα δὲ ὡς τὸν μακρὸν ἐκεῖνον τοῦ Ὀδυσσέως κίνδυνον ἐν ὀλιγίστῳ φράσας ἐνταῦθα, ὅμως οὐκ ἀπήλλαξεν οὐδὲ τὸ τοιοῦτον χωρίον τοῦ φοβερῶς φρασθῆναι. (ῃερς. 244.) Τὸ δὲ ἀπόπροθεν ὥσπερ καὶ τὸ οὐδέ τις αὐτῇ θεῶν ἢ ἀνθρώπων μίσγεται, πολὺν ἐκτοπισμὸν τῆς Ὠγυγίας νήσου δηλοῖ. καθὰ καὶ ἡ βασιλικὴ κόρη τὴν πατρίδα ἐξετόπισεν ὅτε εἶπεν, οὐδέ τις ἡμῖν βροτῶν ἐπιμίσγεται. Δολόεσσαν δὲ τὴν Καλυψὼ ἔφη, διὰ τὰς περὶ ἀθανασίας ψευδεῖς ὑποσχέσεις. ἅμα δὲ καὶ ὑπολαλεῖ Ὀδυσσεὺς, ὡς οὐ πείθεται ῥᾷον τοῖς μεγάλα ὑπισχνουμένοις. (ῃερς. 246.) δεινὴ δὲ θεὸς, ἴσως μὲν, καὶ ἡ φοβερά. μάλιστα δὲ, ἡ δεξιὰ καταφρόνησις. καὶ διατοῦτο δολόεσσα ἐπίτηδες. δῆλον γὰρ ὡς φρονήσεως μήτηρ ἡ δεινότης οὖσα ὑποτίθησιν ἐν καιρῷ καὶ τὸ, λόγοις τε καὶ ἔργοις δολιεύεσθαι. καὶ εἴη ἂν τοῦτό γε, ὁμοία ἡ δολόεσσα Καλυψὼ, τῷ Ὀδυσσεῖ ὃς δόλων ἆτος ὢν, αὐχεῖ που διὰ τοῦτο πᾶσιν ἀνθρώποις μέλεσθαι. (ῃερς.
188.1.3
) ἀπόπροθεν. ὅπερ ἐφερμηνεύων ἐπάγει. οὐδὲ μετ' ἄλλους πωλεῖτο, ἀλλ' ἀπάνευθεν ἦν. (ῃερς. 189.) εἶτα δηλῶν ἐφεξῆς τὰ κατὰ τὸν Κύκλωπα ἐπάγει. ὅτι τε ἀθεμίστια ᾔδη, καὶ ὅτι θαῦμ' ἐτέτυκτο πελώριον οὐδὲ ἐῴκει ἀνδρί γε σιτοφάγῳ, ἀλλὰ ῥίῳ ὑλήεντι ὑψηλῶν ὀρέων, ὅτε φαίνεται οἶον ἀπ' ἄλλων. καὶ ταῦτα μὲν ἐνταῦθα. προϊὼν δὲ ἐρεῖ καὶ ὅτι ἐκ νομῆς ἐλθὼν ἔφερεν ὄβριμον ἄχθος ὕλης τὸ ἐν τοῖς ἑξῆς ῥηθησόμενον. καὶ ὅτι λίθον προσετίθει τῇ θύρᾳ τοῦ σπηλαίου, ὃν οὐκ ἂν πολλαὶ ἅμαξαι ἀνοχλίσωσιν. (ῃερς. 243.) ὃν καὶ πέτρην ἠλίβατον λέγει. ὅπερ ἐγγύς ἐστιν ἤδη τοῦ καὶ ὄρος καὶ κορυφὴν τὸν τοιοῦτον θυρεὸν εἰπεῖν ὄρεος. καὶ τὴν τροφὴν δὲ αὐτοῦ λέοντος εἰκάζει βορότητι. καὶ οὐχ' ἁπλῶς, ἀλλὰ καὶ εἰς πολλαπλάσιον, δύο γὰρ ἄνδρας ἐθοινᾶτο ὁμοῦ. καὶ ῥόπαλον δὲ εἶχε φησὶν ἐοικὸς ἱστῷ ἐεικοσόρου νηός. ὁ τοίνυν τοιοῦτος ὃς καὶ τὴν ῥηθεῖσαν ἠλίβατον πέτραν ἐπετίθει τῷ σπηλαίῳ οὕτω ἀπόνως καθὰ καὶ εἴ τις φαρέτρᾳ πῶμα ἐπιθείη, οὐκ ἂν λίαν ἀπιθάνως ῥηθείη κορυφὴν ὄρεος ἀφεῖναι κατὰ Ὀδυσσέως. Ὅτι δὲ οὐδὲ συριγμῷ ἐχρῆτο νέμων ὁ Κύκλωψ ἀλλὰ ῥοίζῳ πολλῷ, καὶ ὡς οὐδὲ κύνας ἐπήγετο, ἐν τοῖς ἑξῆς φανεῖται. καὶ ὡς ἐκ μόνης φθογγῆς τὸ αὐτοῦ προὐφαίνετο ἄγριον, ὥσπερ καὶ ἐκ τοῦ καταμόνας ποιμαίνειν. ὃ καὶ μάλιστα τοὺς ἀμφὶ τὸν Ὀδυσσέα περιεσώσατο. εἰ γὰρ μὴ ἐρημάζων ἦν ὁ Κύκλωψ ἀλλὰ τοῖς ἄλλοις συνανεστρέφετο, ἀπέλαυσεν ἄν τι ἐκείνων εἰς ἐπικουρίαν ὅτε κακῶς ἔπασχε. καὶ μάλιστα, εἰ καὶ γυναῖκα εἶχε καὶ παῖδας. ὅπερ οὐκ ἦν. διόπερ ὁ μῦθος Γαλατείας αὐτὸν ἐραστὴν τῆς Νηρηΐδος εἶναι πλάττει πιθανῶς διὰ τὴν ῥηθησομένην ἐν γάλατι περιουσίαν. (ῃερς. 189.) οὐκοῦν ὡς μηδὲ παίδων θεμιστεύων κατὰ τοὺς ἄλλους Κύκλωπας μηδὲ γυναικὸς, εἰκότως καὶ ἀθέμιστα καὶ ἄδικα εἰδὼς λεχθήσεται. καὶ εἴη ἂν, ἀθεμίστων ἀθεμιστότερος. εἰ τοίνυν μὴ μόνου ἑαυτοῦ ἐθεμίστευε πάντῃ ἔρημος ὢν ὡς εἴρηται, γέγονεν ἂν ἴσως τοῦτο αὐτῷ, καθὰ εἴρηται, πρὸς καλοῦ. νῦν δὲ εὖ πέπλασται καὶ τὸ αὐτοῦ μονῆρες ὥσπερ καὶ τὸ πάνυ ἄγριον, οὗ ἕνεκα καὶ ἐμισεῖτο, ὅτε γοῦν σύριγγι χρᾶσθαι πλάττεται, ἡμέρου γὰρ τοῦτό γε καὶ ἱλαροῦ ποιμένος, ἀλλ' οὐδὲ κύνας ἐπάγεσθαι. τοῦτο δὲ, καὶ διὰ τὸ τοῦ τόπου ἄθηρον, καὶ διὰ τὸ φείδεσθαι δὲ σίτου ὅπερ οὐκ ἐχρῆν
188.2.1
Ἡσίοδον εἰ καὶ μάλιστα δὲ (ῃερς. 183.) πρὸς ἱστορίας πιθανότητα. οὐ γὰρ ἦν σωθῆναι τὸν Ὀδυσσέα κυνῶν ὄντων καὶ ὑλακτούντων, ὥσπερ οὐδὲ γειτόνων τινῶν ὄντων αὐτῷ. διὸ πενταχῶς ἐνταῦθα ὁ ποιητὴς τὴν αὐτοῦ παρεσημῄνατο μόνωσιν. διὰ τοῦ, ἐνθάδ' ἐπ' ἐσχατιῇ σπέος. καὶ, οἶος ποιμαίνεσκε. καὶ, ἀπόπροθεν. καὶ, οὐδὲ μετ' ἄλλους πωλεῖτο. καὶ, ἀπάνευθεν ἐών. Σημείωσαι δὲ καὶ ὅτι τῶν τοιούτων ἀνδρῶν, διὰ τὸ θηριῶδες καὶ ἀλόγιστον οὐδὲ ὀρθὰ φρονεῖν εἰδότων, εἰκότως καὶ Ὅμηρος ἀγροικότερον καὶ ἀνόητον ὑποβάλλει νοεῖν καὶ τὸν Κύκλωπα. ὃς δέον ὂν ἀφελέσθαι τὸν θυρεὸν ὁπηνίκα ἐτυφλώθη, καὶ τοὺς Κύκλωπας ἕωθεν συγκαλέσασθαι, καὶ συλλαβέσθαι τοῦ σπηλαίου ἐντὸς τοὺς τυφλώσαντας, τοῦτο μὲν οὐκ ἐποίησε. καθεζόμενος δὲ ἐν ταῖς θύραις ἐψηλάφε εἴ που λάβοι τινὰ στείχοντα θύραθεν, νήπιός γε κἀνταῦθα ὢν ὥσπερ καὶ ὅτε οὐκ ἀπεγύμνωσεν αὐτοὺς τῶν ξιφῶν ἐντὸς τοῦ σπηλαίου. καὶ ὅτε δὲ τῷ οἴνῳ ἑαυτὸν ἀσκέπτως ἐκδίδωσι, καὶ ὑπνώττει ἀδεῶς, καὶ οὐδὲ τῷ σοφίσματι ἐφιστᾷ τῷ, οὖ τις ἔμοιγ' ὄνομα. τοιοῦτος ὁ Κύκλωψ ὁ πελώριος ἢ καὶ ὄρειος τὸ μέγεθος. πολὺς τὴν ἀλκήν. φάραγξ τὰ εἰς τροφήν. βαρὺς τὴν φωνήν. καὶ ὅλως τέρας ποιήσεως. ὃς ὅτι μὴ φρονεῖν εἶχε, πάρεργον τοῦ πολυμηχάνου γέγονεν, εὐεπιβούλευτος μὲν ὢν διὰ τὸ μόνος ὡς ἐῤῥέθη ἀπόπροθεν ποιμαίνειν ἐν ταῖς ἐσχατιαῖς, νυκτὸς δὲ πρὸς τοῦ συνετοῦ Ὀδυσσέως ἐπιβουλευθεὶς ὅτε οὐκ ἦν βοηθείας τυχεῖν. οὗ καὶ τὸ μονόφθαλμον λίαν ἔχειπιθανῶς. εἰ γὰρ δύο εἶχεν ὁ πελώριος οὗτος θὴρ ὀφθαλμοὺς, ἀμήχανον ἦν ἐκτυφλῶσαι αὐτόν. ἓξ γὰρ τῷ Ὀδυσσεῖ περιλειπομένων ἐν τῷ σπηλαίῳ, μόλις οἱ τέσσαρες ἴσχυσαν σὺν αὐτῷ τὸν ἐπὶ τῷ ἑνὶ ὀφθαλμῷ ἆθλον ἀνῦσαι. Ἰστέον δὲ καὶ ὅτι ἀστείως ἐκ Ποσειδῶνος τοῦ εἰς θάλασσαν ἀλληγορουμένου τὸν ἄγριον καὶ τερατώδη ὁ ποιητικὸς μῦθος γεγονέναι λέγει τὸν Κύκλωπα διὰ τὸ κατὰ θάλασσαν ἄγριον, οὕτω καὶ ὁ τὸν Ἀχιλλέα ἐν Ἰλιάδι ὀνειδίζων ἐπὶ ἀγριότητι, γλαυκή σε φησὶν ἔτικτε θάλασσα. καὶ ὁ σκώπτων δέ τινα δυσπειθῆ πρὸς κύματα λαλεῖν φησὶ παροιμιακῶς. ἐν δὲ λέξεσι ῥητορικαῖς εὕρηται καὶ Ἱλάων Ποσειδῶνος υἱὸς ὑπερφυὴς οὐκ εὐπρόσιτος. ἦν δὲ ἄλλως καὶ Τιτυὸς ὑπερμεγέθης καθ' Ὅμηρον, οὐκ ἀπεοίκασι δὲ τούτων οὐδὲ Ὦτος καὶ Ἐφιάλτης οἱ τοῦ Ἀλωέως. Ὠρίων δὲ πρὸς τωεὐμεγέθει καὶ κάλλιστος ἦν. δοκεῖ δὲ ὁ ῥηθεὶς Κύκλωψ φύσει μὲν δύο ἔχειν ὀφθαλμοὺς, εἴγε καὶ ἐν τοῖς ἑξῆς ἐρεῖ Ὅμηρος βλέφαρα καὶ ὀφρύας εἶναι αὐτῷ. κατὰ δέ τινα αἰτίαν εἰκὸς προαπολωλέναι αὐτῷ τὸν ἕτερον ὀφθαλμόν. εἰ δέ γε κυκλοτερὴς ὀφθαλμὸς εἷς κατὰ τὸν Ἡσιόδου μῦθον καὶ τῷ τοῦ Κύκλωπος τούτου μετώπῳ ἐνέκειτο, οὐκ ἂν ἐσίγησε τὴν ἰδιότητα ὁ ποιητής. ἄλλως δέ γε οὐδὲ Ἡσίοδος περὶ τοῦ Κύκλωπος τούτου ἢ τῶν λοιπῶν συγκυκλώπων τὸν λῆρον λόγον ἐκεῖνον ἐξεφύσησεν, ἀλλὰ περί τινων τριῶν οἳ καὶ τὸν κεραυνὸν ἐχάλκευον τῷ Διΐ. οἷς ὀνόματα, Βρόντης. Στερόπης. καὶ Ἄργης. Θεόκριτος μέντοι καὶ περὶ τούτου, οὕτω δοξάζει λέγων, μίαν ὀφρῦν τετᾶσθαι αὐτῷ ἀπὸ τοῦ ἑνὸς ὠτὸς ἐπὶ θάτερον. ὅτι δὲ ὅπως ἂν ἔχοι τὰ τοῦ πράγματος καὶ ἕνα ὀφθαλμὸν εἶχεν ὁ ῥηθεὶς πελώριος Κύκλωψ, δῆλον καὶ ἐκ τοῦ, ὃν ὀφθαλμοῦ ἀλάωσε. καὶ ὡς οὐκ ὀφθαλμὸν ἰάσεται οὐδ' ἐνοσίχθων. ὁ δὲ γεωγράφος καὶ ἑτέρων Κυκλώπων μέμνηται οἳ ἐκ Λυκίας ἦσαν μετάπεμπτοι, ἑπτὰ ὄντες, οἱ παρ' αὐτῷ μὲν γαστερόχειρες καλούμενοι, παρὰ δὲ ἑτέροις ἐγχειρογάστορες, ὡς ἐκ τῆς τέχνης τρεφόμενοι. ἀφ' ὧν ἐν ναυπλίᾳ σπήλαια καὶ λαβύρινθοι οἰκοδομητοὶ Κυκλώπεια καλούμενα. καὶ οὕτω μὲν ἁπλῶς τὰ κατὰ τὸν Κύκλωπα. ἡ δὲ ἀλληγορία εἰς θυμὸν αὐτὸν μεταλαμβάνει θηριώδη ὡς καὶ προσεδηλώθη. καὶ μικροῦ καὶ σαρκοβόρον ὅτε πολὺς ἐκβράσει. οὗπερ εἷς ὀφθαλμὸς, ἐπεὶ ὁ θυμούμενος οὐ μερμηρίζει οὐδὲ διάφορα βουλεύεται, ἀλλ' εἰς ἕν τι καὶ μόνον ἀφορᾷ, τὴν τοῦ οἰκείου θελήματος ἄνυσιν. Ὀδυσσεὺς δὲ τὸν τοιοῦτον θυμὸν οὐκ ἀναιρεῖ μὲν εἰς τὸ πᾶν. οὐ γάρ ἐστι τὸ τριμερὲς ἀπολέσθαί ποτε τῆς ψυχῆς οὗ μέρος καὶ ὁ θυμός. ἐκτυφλοῖ δὲ, οἷς τὰς θηριώδεις ὁρμὰς καὶ φονικὰς ἀπρακτεῖν ποιεῖ τῷ Κύκλωπι. πῶς δὲ αὐτὸν ἐκτυφλοῖ; οὐκ ἄλλως πάντως ἀλλ' ἢ ἀποῤῥαθυμήσας αὐτὸς καὶ οἷον ἐπιμύσας τοῖς αἰσθητοῖς πράγμασιν ἅπερ εἰς θηριωδίαν προκαλοῦνται αὐτὸν καὶ οὕτω δόξας ἐκτυφλῶσαι τὸν ἐν ἑαυτῷ Κύκλωπα. τὸ μὲν γὰρ ἀσκόπως ἡμᾶς ἐπεντρανίζειν τοῖς κατ' αἴσθησιν ὀξυωπέστατον ποιεῖ τὸν ἐν ἡμῖν τοιοῦτον Κύκλωπα. ὁ δὲ συστέλλων ἐλλόγως τὴν τοιαύτην θέαν, ἐκ τοῦ ἐναντίου ἐκτυφλοῦν ἂν ἐκεῖνον λέγοιτο. οὕτω δὲ καὶ τὴν ἐπιθυμίαν. παρουσία μὲν ἡ τῶν αἰσθητῶν προκαλεῖται, ἀπουσία δὲ ἀπωθεῖται. διὸ καὶ ὁ φιλόσοφος Ὀδυσσεὺς τοὺς ἡττηθέντας ἑταίρους τῆς παρὰ Λωτοφάγοις ἡδονῆς δεσμεῖ. κολούων αὐτοῖς οὕτω τὴν τῶν αἰσθητῶν ἐντυχίαν ἀφ' ὧν ἐρεθίζεταί τις εἰς ἡδονάς. καὶ τοιόνδε μὲν καὶ τοῦτο. ἐν δὲ τοῖς προῤῥηθεῖσιν (ῃερς. 187.) ὅρα τὸ ἐνιαύειν ἐπὶ Κύκλωπος λεχθὲν ὡς πρὸ αὐτοῦ τὸ ἰαύειν ἐπὶ οἰῶν καὶ αἰγῶν. Τὸ δὲ πελώριος δὶς ἐνταῦθα καὶ αὐτὸ λεχθὲν διὰ τὸ καίριον ἔοικεν, ὡς καὶ ἀλλαχοῦ ὑπεδηλώθη, παρὰ τὸ πέλας καὶ τὸ ὄρος γενέσθαι. εἰκὸς γὰρ οὕτω νοηθῆναι πελώριον ὃς ὄρει ἔοικεν. Ὅτι δὲ καὶ πέλωρ λέγεται τὸ πελώριον καὶ ὅτι παρὰ τὸ πέλας καὶ τὴν ὥραν ὅ ἐστι φροντίδα κατά τινας γίνεται, δῆλον καὶ αὐτό. ἀναλογία δὲ τοῦ, πέλωρ πελώριον, κατὰ τὸ, ἕλωρ ἑλώριον. δῆλον δὲ ὅτι ἐκ τοῦ πέλωρ καὶ πελωρίδες ὄστρακόν τι μεῖζον χήμης, καὶ Πελωρὶς δὲ ἀκρωτήριον Σικελικὸν, κληθεῖσα οὕτω, καθὰ εἰκὸς, διὰ τὸ κατ' αὐτὴν μέγεθος. ὡς δὲ καὶ ὁ εἰπὼν πέλωρον κακὸν ταυτὸν ἔφη τῷ φαμένῳ κακὸν ἠλίβατον, δῆλόν ἐστι καὶ αὐτό. χρῆσις δὲ αὐτοῦ γνωμικὴ ἐν τῷ, αἱ μεταβολαὶ γὰρ αἵ τε κινήσεις κακὸν ἠλίβατον. ἔντ' ἀνθρώποις ἀλλοιώματα ἐν ταῖς τροπαῖς ποιοῦσιν. Ἰστέον δὲ ὡς εἰ καὶ μιᾷ ὑπάγονται ἀναλογίᾳ τὸ, πέλωρ πέλωρος πελώριον, καὶ ἕλωρ ἕλωρος ἑλώριον, ἀλλὰ πέλωρ μὲν κοινόν ἐστι τῷ γένει, ἕλωρ δὲ μόνως οὐδέτερον. οἷον. Πατρόκλοιο δ' ἕλωρα μενοιτιάδαο. δύο γάρ φασι μόνα οὐδέτερα εἰς ˉωρ, ὕδωρ καὶ ἕλωρ, ὧν τὸ μὲν διὰ τοῦ ˉρ κλίνεται, τὸ δὲ διὰ τοῦ ˉτ. (ῃερς. 189.) Ὅρα δὲ καὶ τὸ, ἀθεμίστια ἤδη, τουτέστιν ἄδικα ἠπίστατο. καὶ σημείωσαι ὡς ἄλλως μὲν ἀθέμιστοι συνθέτως οἱ λοιποὶ εὐσεβεῖς Κύκλωπες, ἄλλως δὲ ἀθεμίστια εἰδὼς ὁ Πολύφημος. ἄδικοςγάρ. μετ' ὀλίγα δὲ τοῦτο σαφέστερον φράζων φησίν. ἄνδρα ἄγριον οὔτε δίκας εὖ εἰδότα οὔτε θέμιστας. ἐκ δὲ τοῦ, (ῃερς.