Commentarii ad Homeri Odysseam i
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
18.1.1
) Ὅτι ἐν τῷ τοῦ Μεγαπένθους γάμῳ, τοῖς δαινυμένοις ἐμέλπετο θεῖος ἀοιδὸς φορμίζων. δοιὼ δὲ κυβιστητῆρε κατ' αὐτοὺς μολπῆς ἐξάρχοντες, ἐδίνευον κατὰ μέσσον. ὅ ἐστι κατὰ δῖνον ἐστρέφοντο. Καὶ ὅρα ὅτι τε θεῖόν τι κἀνταῦθα ὁ ἀοιδὸς, καὶ ὡς οὐδέν τι φορτικὸν καὶ ἀπᾷδον οὐδ' ἐν τούτοις ὁ βασιλικὸς ἔχει γάμος, ἀλλ' ἀρκεῖται ὀρχήσει καὶ μολπῇ. Τὸ δὲ ἐμέλπετο καὶ τὸ μολπὴ, τρόπος ἐτυμολογίας ἐστίν. Ἐνταῦθα δὲ, σημείωσαι τὰ τοῦ Ἀθηναίου. εἰπόντος ἐν τῇ κατὰ τὸν Μενέλαον γαμοποιΐᾳ μὴ συνέντες οἱ περὶ Ἀρίσταρχον ὅτι τῶν ἀκμαίων ἡμερῶν παρεληλυθυιῶν τοῦ γάμου, μονάζοντες διῃτῶντο οἱ βασιλεῖς. ἀλλ' ἐξαπατηθέντες ὑπὸ τοῦ πρώτου στίχου λέγοντος, τόν δ' εὗρον δαινύντα γάμον πολλοῖσιν ἔταισι, προσσυνῆψαν τοιαῦτα ἔπη. ὣς οἱ μὲν δαίνυντο. καὶ ἑξῆς πέντε στίχους τούτους. παραγράψαντές φησιν ἐκ τοῦ Κρητικοῦ χοροῦ τῆς ἐν Ἰλιάδι ὁπλοποιΐας σὺν αὐτῷ τῷ περὶ τὴν λέξιν ἁμαρτήματι. οὐ γὰρ ἐξάρχοντές φησιν οἱ κυβιστητῆρες ἀλλὰ πάντως ἐξάρχοντος τοῦ ᾠδοῦ, ὠρχοῦντο. τὸ γὰρ ἐξάρχειν, τῆς φόρμιγγος ἴδιον. διὸ Ἡσίοδος ἐν ἀσπίδι φησί. θεαί δ' ἐξῆρχον ἀοιδῆς Μοῦσαι. Καὶ Στησίχορος δὲ, καλεῖ τὴν Μοῦσαν ἀρχεσίμολπον. καὶ Πίνδαρος, ἀγησίχορα τὰ προοίμια. ἔτι φησὶν ἐν τοῖς ῥηθεῖσιν, ἀνίατον παντάπασι τὸ ἐξάρχοντες, μὴ δυναμένης τῆς ἐπὶ τὸν ᾠδὸν ἀναφορᾶς σώζεσθαι. κεῖται δέ φησιν κρεῖττον ἐν Ἰλιάδι, προηγουμένου τοῦ, πολύς δ' ἱμερόεντα χορὸν περιΐσταθ' ὅμιλος. Διόδωρος δέ φησιν ὁ Ἀριστοφάνειος, ὅλον τε τὸν γάμον περιγράφει. ἤγουν ἀθετεῖ. ἐκβάλλει. καὶ κελεύει γράφειν, δοιὼ δὲ κυβιστητῆρε καθ' αὐτούς. σολοικίζειν φησὶν ἀναγκάζων ὁ ῥηθεὶς δηλαδὴ Διόδωρος. τὸ μὲν γὰρ κατ' αὐτοὺς, κατὰ σφᾶς ἔστιν αὐτούς. τὸ δὲ λέγειν ἑαυτοὺς, σόλοικον. Καὶ ὅρα ὅτι λελήθασι σολοικίζοντες ὡς Ἀθήναιος βούλεται, οἱ λέγοντες ἑαυτοῖς καὶ ἑαυτοὺς καὶ ἑαυτῶν. αἴτιον δ' ὅτι ἐν ἑνικοῖς μὲν, τὸ ἑαυτοῦ καὶ ἑαυτῷ καὶ ἑαυτὸν, ἐκ δύο ἕκαστον ὁμοιοπτώτων γενικῶν σύγκεινται, οἷον ἕο αὐτοῦ. ἑοῖ αὐτῷ. ἓ αὐτόν. ὁποῖόν τι καὶ τὸ, ἓ ἕδ' αὐτὸν ἐποτρύνει μάχεσθαι. συναιρεθέντα δὲ, ποιοῦσι τὸ ἑαυτοῦ ἑαυτῷ ἑαυτὸν. ἐπὶ δέ γε πληθυντικῶν πτώσεων τοῦ, αὐτῶν αὐτοῖς αὐτοὺς, οὐκ ἔχει χώραν συνθέσεως ἡ ἀντωνυμία τὸ ἓ. ἀλλ' ὁ προσθέμενος αὐτὴν ἀνομοιόπτωτον οὖσαν τοῖς τοιούτοις πληθυντικοῖς, οὐ ποιεῖ καθ' Ἕλληνας. ὥσπερ οὐδὲ ὁ τολμήσας εἰπεῖν ἐμαυτοὺς ἢ σαυτῶν ἤ τι τοιοῦτον. διὸ κάλλιον ἐν τοῖς τοιούτοις ἀρκεῖσθαι τῇ τῆς ἀρχούσης δασείᾳ. καὶ ἀντὶ τοῦ, ἑαυτοῖς καὶ ἑαυτοὺς, δασύνειν τὸ ἄλφα πρὸς διαστολὴν τῶν κατ' ἄλλην ἔννοιαν ψιλουμένων. ὃ δὴ ποιοῦσιν ἀξιολόγως, οἱ γράφοντες τὸ καθ' αὑτοὺς καὶ καθ' αὑτὸ καὶ καθ' αὑτά. καὶ ὅσα τοιαῦτα. πλὴν ἐπειδὴ πολλῶν καὶ πολλοῦ λόγου ἀξίων ἀνδρῶν χρωμένων καὶ ταῖς εἰρημέναις συνθέτοις πληθυντικαῖς ἀντωνυμίαις, οὐκ ἔστι σολοικίαν καταλέγειν ἁπάντων, ῥητέον ὅτι οὐκ ἀναμφιλέκτως σύνθεσις ἀντωνυμιῶν δύο προήγαγε τὸ, ἑαυτῶν ἑαυτοῖς ἑαυτοὺς. ἀλλ' ὡς ἁπλαὶ λογίζονται μετὰ πάθους πλεονασμοῦ, δοκεῖ γὰρ δασυνθέντων ὡς ἐῤῥέθη τοῦ, αὑτῶν αὑτοῖς αὑτοὺς, προκαθεσθῆναι πλεονάσαν τὸ ˉε. καὶ αὐτίκα ἐφελκύσασθαι εἰς ἑαυτὸ τὴν δασεῖαν τῆς ˉαˉυ διφθόγγου πρὸς ὁμοιότητα τοῦ, ὥρακα ἑώρακα. καὶ τῶν ὁμοίων. καὶ οὕτω παῤῥησιάσασθαι ὁμοίως ταῖς ὡς λέλεκται δασυνομέναις δισυλλάβοις ἀντωνυμίαις, καὶ τὰς τρισυλλάβους. (ῃερς. 24.) Ὅτι βιωτικὸν καὶ ἀφελὲς τὸ διὰ θεράποντος αὐτῷ δὴ τῷ βασιλεῖ ἀγγελθῆναι τὴν τῶνξένων ἔλευσιν. φησὶ γὰρ ὅτι κρείων Ἐτεωνεὺς ὀτρηρὸς θεράπων Μενελάου ἔβη ἀγγελέων ποιμένι λαῶν. ἀγχοῦ δ' ἱστάμενος ταυτόν δ' εἰπεῖν παριστάμενος, ἔφη. ξείνω δή τινε τώ γε διοτρεφὲς ὦ Μενέλαε ἄνδρε δύω καὶ ἑξῆς. ποιεῖ δὲ καὶ ποικιλίαν ἡ διὰ τοῦ Ἐτεωνέως ἀγγελία. ἵνα τῷ Νέστορι μὲν, αὐτόματοι ἐντύχωσιν οἱ νέοι. τῷ Μενελάῳ δὲ, δι' ἀναφορᾶς. Καὶ ὅρα εἰσβολὴν λόγου διηγηματικὴν ἀφελῆ, ἐν τῷ, ξείνω δή τινε τώ γε. Κρείοντα δὲ τὸν ῥηθέντα θεράποντα λέγει, ὡς βασιλικὸν ἄνδρα. ἢ καὶ ὡς τῶν συνθεραπόντων ὑπερέχοντα οὓς κέκλεται μετ' ὀλίγα, σπέσθαι αὐτῷ. δηλοῖ δὲ ἡ λέξις φανερῶς, καὶ μὴ δὲ δοῦλον εἶναι τὸν θεράποντα. οὐ γὰρ ἂν εἴη κρείων ὁ δοῦλος. καὶ μὴν ἄλλως, οὐ καινὸν κρείοντα εἰρῆσθαι θεράποντα, εἴγε καὶ δοῦλος ἐν τοῖς μετὰ ταῦτα πιστὸς, ὄρχαμος ἀνδρῶν λεχθήσεται, ἤτοι κρείων. οὗ παραγωγὴ, ἐκ τοῦ κρατῶ κρατείω. καθά φασι καὶ γαμείων, ἐκ τοῦ γαμείω. (ῃερς. 27.) Τὸ δὲ δύω, περιττὸν καὶ ἐνταῦθα κεῖται, ὡς καὶ ἐν τῷ, δύω κοσμήτορε. καὶ ἐν ἄλλοις. ἴσως δὲ, καὶ διὰ σαφήνειαν. ἵνα τὸ, ξείνω τώ γε ἄνδρε, καθαρῶς νοηθῶσι δυϊκὰ διὰ τὸ ἔστιν οὗ καὶ ἐπὶ πληθυντικῶν τὰ τοιαῦτα λαμβάνεσθαι. καθὰ καὶ τὰ πληθυντικὰ, πολλάκις κεῖνται ἀντὶ δυϊκῶν. Ὅτι τὸ μὲν ἐΐκτην ἐν Ἰλιάδι, ἀπὸ ὑπερσυντελίκου ἦν, διὸ καὶ ἀμοιβῇ τοῦ ˉο εἰς ˉη προήνεκτο. ἐνταῦθα δὲ τὸ, γενεῇ Διὸς μεγάλοιο ἔϊκτον, παρακειμένου ἐστὶ χρόνου τρίτον δυϊκόν. διὸ καὶ ὁμοφωνεῖ τῷ δευτέρῳ. ἔστι δὲ πρῶτον ἑνικὸν τούτου, τὸ εἶκα καὶ κατὰ διάλυσιν ἔϊκα. οὐκ ἂν δὲ πεζογραφῶν τις, ἐρεῖ οὔτε τὸ ἔϊκτον, οὔτε τὸ ἐΐκτην. (ῃερς. 28.) Ὅτι τὸ καταλύσομεν ὠκέας ἵππους, ἀντὶ τοῦ, ἀποζεύξομεν. λύσομεν τοῦ ἅρματος. ὅθεν μετηνέχθη καὶ τὸ καταλύειν ἀντὶ τοῦ ξενοδοχεῖσθαι. καὶ ὁ τῆς ξενίας δὲ τόπος, ἐντεῦθεν λέγεται κατάλυμα, ἐν ᾧ δηλαδὴ τὰ ὑποζύγια ἢ τὰ φορτία λύονται. διὸ μετ' ὀλίγα φησὶν, ἀλλὰ λύε ἵππους, τοῦ ζυγοῦ δηλαδή. ἄλλως γὰρ, δεθήσονται αὖθις πρὸς ταῖς φάτναις. (ῃερς. 31.) Ὅτι ὥσπερ Πάνθοος κύριον ἐξ οὗ Πανθοΐδης πατρωνυμικὸν καὶ ἐν συναιρέσει Πανθοίδης Πολυδάμας. οὕτω καὶ ὧδε Βοηθοΐδης Βοηθοίδης ὁ Βοηθόου υἱὸς Ἐτεωνεύς. ὁμώνυμος δὲ λέξις ὁ βοηθόος. ἄνδρα τε γὰρ δηλοῖ μάχιμον ἐξ οὗ καὶ βοηθόον ἅρμα ἐν Ἰλιάδι, καὶ κύριον δὲ ἐνταῦθα ὄνομα, ὃ συγκοπὲν, τὸν παρὰ τοῖς ὕστερον βοηθὸν ἐποίησεν. Ὁ δὲ Ἐτεωνεὺς, Ἐτεωνῷ πόλειπαρωνόμασται. περὶ ἧς ἡ Βοιωτία δηλοῖ. (ῃερς. 32.) Ὅτι ἐπὶ συνετοῦ μὲν ἀνάξια δὲ λέγοντος ὧν χρὴ, οἰκεῖον εἰπεῖν τὸ, οὐ μὲν νήπιος ἦσθα τοπρίν. ἀτὰρ μὲν νῦν γε παῖς ὣς νήπια βάζεις. πρὸς Ἐτεωνέα δὲ τὸν θεράποντα φησὶν ὁ Μενέλαος τοῦτο, ἐρωτῶντα εἰ τοὺς ξένους εἰσακτέον. (ῃερς. 33.) Λέγων καὶ ὅτι ἡμεῖς ξένια πολλὰ φαγόντες ἄλλων ἀνθρώπων, δεῦρ' ἱκόμεθα. λόγος δὲ οὗτος εὐχαρίστου πλάνητος, ὁμολογοῦντος τὴν ξενίαν. (ῃερς. 35.) Προστίθησι δὲ ὁ Μενέλαος καὶ τὸ, αἴκε ποθὶ Ζεὺς ἐξοπίσω περ παύσει ὀϊζύος. ἔοικε γὰρ εἶναι δύσελπις ἕως τὴν Ἑλένην ἔχει. (ῃερς. 31.) Ἰστέον δὲ ὅτι τὸ, οὐ μέν τι νήπιος ἦσθα ὦ δεῖνα, ἀπεναντίας ἐσχημάτισται πρὸς τὸ, νήπιος εἶς ὦ ξεῖνε. ὃ ἐν τοῖς μετὰ ταῦτά που κεῖται. (ῃερς. 35.) Ὅτι φιλοξένου λόγος τὸ, ἀλλὰ λύε ἵππους ξείνων. ἐς δ' αὐτοὺς προτέρω ἄγε θοινηθῆναι. ἔστι δὲ τὸ προτέρω ἀντὶ τοῦ προσωτέρω. (ῃερς. 39.) Ὅτι καταλύσεως ξενικῆς φραστικὸν τό, οἵ δ' ἵππους λῦσαν ὑπὸ ζυγοῦ ἱδρόωντας. καὶ τοὺς μὲν κατέδησαν ἐφ' ἱππείῃσι κάπῃσι. Πάρ δ' ἔβαλον ζειάς. ἀνὰ δὲ κρῖ τουτέστι κρίμνον λευκὸν ἔμιξαν. ἅρματα δ' ἔκλιναν πρὸς ἐνώπια παμφανόωντα. αὐτούς δ' εἰσῆγον θεῖον δόμον. τοιοῦτος δ' ἐνταῦθα ὁ τοῦ Μενελάου. διὸ καὶ ἰδόντες, θαύμαζον κατὰ δῶμα οἱ ξένοι ἐφ' οἷς ἑρμηνεύων πῶς θεῖος ὁ ῥηθεὶς δόμος ἐπάγει, ὥστε γὰρ ἠελίου αἴγλη πέλεν ἠὲ σελήνης δῶμα καθ' ὑψερεφές. προιὼν δὲ σαφέστερον ἑρμηνεύσει τὸ τοῦ δόμου θεῖον, εἰπὼν τοιαύτην εἶναι τὴν τοῦ Διὸς αὐλήν. ἐκθήσει δὲ καὶ τὴν ἐκτιμίας ὕλης τοῦ δόμου λαμπρότητα. καὶ τοιαῦτα μὲν ταῦτα. ἐν δὲ τῷ, λῦσαν ὑπὸ ζυγοῦ ἀντὶ τοῦ ὑπέλυσαν, ὅρα ὅτι ὃ φθάσας εἶπε λύειν ἵππους καὶ καταλύειν, τοῦτο καὶ ὑπολύειν ἔφη. (ῃερς. 40.) Ἱππείας δὲ κάπας φησὶ, πρὸς διαστολὴν τῶν βοείων. κάπη δὲ ἡ φάτνη, παρὰ τὸ κάπτω τὸ χανδὸν ἐσθίω, ὅθεν καὶ τὸ ἀνέκαψε παρὰ τῷ κωμικῷ. ἀφ' οὗ, ἔγκαφος ὁ ψωμὸς, ἤτοι βλωμός. ὡς Εὔπολις. οὐ γὰρ λέλειπται τῶν ἐμῶν οὐδ' ἔγκαφος. οἱ χυδαῖοι δὲ, τὸ τοιοῦτον κάπτω, χάπτω φασί. (ῃερς. 41.) Περὶ δὲ τοῦ κρῖ λευκὸν καὶ τοῦ, ἐνώπια παμφανόωντα, δηλοῖ τὰ εἰς τὴν Ἰλιάδα, ὁμοίως δὲ καὶ περὶ τοῦ παραβαλεῖν. Τὸ δὲ ζειὰς ἀναμιγνύειν κριθῇ, ἔθος ἱπποκομικόν. (ῃερς. 45.) Τὸ δὲ ἡλίου αἴγλη ἢ σελήνης, σημειοῦνται οἱ παλαιοὶ, διὰ τὴν ἀπὸ συγκριτικοῦὕψους κατάβασιν πρὸς τὸ ταπεινότερον. ἔδει γάρ φασι σελήνην εἰπεῖν πρῶτα, εἶτα εἰς τὸν ἥλιον ἐπαναβῆναι, ὡς ἂν προκόπτῃ τὰ τῆς συγκρίσεως. ἔστι δ' εἰπεῖν, ὅτι πιθανῶς ὁ ποιητὴς ἐκ τοῦ μείζονος εἰς τὸ ἧττον κατέβη, ὡς ἂν μᾶλλον ὁ λόγος πιστεύοιτο. (ῃερς. 46.) Τὸ δὲ ὑψερεφὲς, κατὰ φύσιν γέγραπται καθὰ καὶ ὁ ἐρετμός. ὅτε μέντοι γράφοιτο ὑψηρεφὲς, ἐκτέταται ὡς τὸ ἐπήρετμοι. (ῃερς. 47.) Ὅτι ἐπὶ τῶν μετὰ θέαν λουομένων εἶτα δαινυμένων, καλὸν εἰπεῖν τὸ, αὐτὰρ ἐπὶ τάρπησαν ὁρώμενοι ὀφθαλμοῖσιν, ἔς ῥ' ἀσαμίνθους βάντες ἐϋξέστας, λούσαντο. τούς δ' ἐπεὶ οὖν αἱ δεῖνα λοῦσαν ἀμφὶ δ' ἄρα χλαίνας οὔλας βάλον, ἠδὲ χιτῶνας, ἔς ῥα θρόνους ἕζοντο καὶ τὰ ἑξῆς. φιλόφρονος δὲ ἀνδρὸς λόγος τὸ, σίτου ἅπτεσθον καὶ χαίρετον. αὐτὰρ ἔπειτα δείπνου παυσαμένω, εἰρησόμεθα. ἔστι δ' ἐν τούτοις τὸ κατὰ σιωπὴν σχῆμα, καθὸ λούονται οἱ βασιλικοὶ ξένοι κατὰ σιωπηρὰν τοῦ βασιλέως κέλευσιν. Ὅρα δὲ τὸ, τάρπησαν ὁρώμενοι ὀφθαλμοῖς, ἀντὶ τοῦ ὁρῶντες. παθητικῶς ῥηθὲν καθ' ὁμοιότητα τοῦ, θνήσκοντας ὁρᾶτο. διττὸς δὲ ὁ νοῦς. ἢ γὰρ ἐτάρπησαν ἐν ὀφθαλμοῖς. ἢ ὁρῶντες τοῖς ὀφθαλμοῖς. (ῃερς. 48.) Ἀσάμινθος δὲ, ἡ πύελος ἤτοι λεκάνη, παρὰ τὸ τὴν ἄσιν ὅ ἐστι τὸν ῥύπον μινύθειν ἤγουν ἐλαττοῦν. τὴν δὲ ἄσιν, ἧς ἡ χρῆσις ἐν Ἰλιάδι, διφοροῦσιν οἱ παλαιοί. καὶ διὰ διχρόνου γράφοντες καὶ διὰ τοῦ ˉη. καὶ ἔχει καὶ ἡ διὰ τοῦ ἦτα γραφὴ λόγον, διὰ τὸ ἄλφα τὸ κείμενον ἐν τῇ προπαραληγούσῃ τοῦ ἀσάμινθος δωρικώτερον. ὅσον γὰρ ἐκ τοῦ ἄσις, ἀσίμινθος ὤφειλεν εἶναι. ὅτι δὲ χαίρουσι Δωριεῖς τῇ τοῦ ˉη εἰς ˉα μεταποιήσει, δῆλον μὲν καὶ ἐξ ἄλλων. οὐ μὴν δὲ, ἀλλὰ καὶ ἐκ τῶν Αἰλίου Διονυσίου. ὃς ἀχέτην ἐκτίθησι τὸν ἠχητικὸν τέττιγα. καὶ κάλην τὴν κήλην. καὶ καλήτην φησὶν οὐχὶ κηλήτην. εἰ δὲ αὐτὸς Ἀττικὰ ταῦτα εἶναι φησὶν, ἀλλὰ τὸ δᾶμος ἐπὶ δήμου καὶ κλᾶρος ἐπὶ κλήρου καὶ ὅσα τοιαῦτα φανερῶς Δωρικά. Ὅρα δὲ ὡς οὐ παρεσημῄνατο μὲν ὁ ποιητὴς ἐνταῦθα ὁποίῳ ὕδατι λούονται οἱ βασιλικοὶ παῖδες, εἴτε δηλαδὴ θερμῷ εἴτε ψυχρῷ. ὑποβάλλουσι δὲ αἱ κατ' οἶκον ἀσάμινθοι, θερμὰ νοεῖν λουτρὰ, ὁποίοις ὡς μάλιστα οἱ Φαίακες ἔχαιρον, ψεκτοῖς γε οὖσιν ὡς τὰ πολλά. ὡς δηλοῖ καὶ Ἀθήναιος ψόγον γράφων τοῦ θερμολουτεῖν. ἱστορῶν δὲ καὶ ὡς τὰ βαλανεῖα, οὐδ' ἐντὸς τῆς πόλεως ἤθελον εἶναι οἱ παλαιοί. αὐτὸς δὲ καὶ εἰς ἔπαινον ἄλλως λουτροῦ στρέφων τὴν γλῶσσαν, λέγει ὅτι ἴσασιν ἥρωες καὶ λουτρὰ ἄκη πόνων, παντοῖα. κόπον μὲν, θαλάττῃ λύοντες. ἢ μάλιστα τοῖς νεύροις ἐστὶ πρόσφορος. ἀναχαλῶντες δὲ ταῖς ἐμβάσεσι, τὰς τῶν μυῶν συντάσεις. εἶτα ἐπαλείφοντες λίπα πρὸς τὸ μὴ ξηρανθέντος τοῦ ὕδατος ἀπεσκληρύνθαι τὰ σώματα. ὡς οἱ ἀπὸ τῆς σκοπιᾶς ἐπανελθόντες ἐν Ἰλιάδι ποιοῦσι. λύει δὲ κάματον, καὶ καταιόνησις ἡ κατὰ κεφαλῆς. οἷον θυμῆρες κεράσασα κατὰ κρατός τε καὶ ὤμου. αἱ γὰρ ἐμβάσεις περικεχυμένου πάντοθεν τοῖς πόροις τοῦ ὕδατος, φράττουσι τὴν τῶν ἱδρώτων ἔκκρισιν. καθά περ ἂν εἴ τις ἠθμὸς εἰς ὕδωρ βληθῇ. διέξεισι γὰρ οὐδὲν, εἰ μή τις αὐτὸν μετεωρίσας, ἀναψυχὴν τοῖς πόροις καὶ διέξοδον εἰς τὰ ἔξω παράσχῃ. Ὅτι δὲ τὸ λούειν καὶ λοέειν διαλελυμένως λέγεται καθὰ καὶ τὰ λουτρὰ λοετρὰ, καὶ ὁ τόπος αὐτῶν οὐ μόνον βαλανεῖον ἀλλὰ καὶ λουτρὼν οὗ γενικὴ λουτρῶνος τύπῳ περιεκτικῷ κοινότερον, δῆλον ἐκ τῶν παλαιῶν. (ῃερς. 51.) Οὔλαι δὲ χλαῖναι τίνες οἰσὶ, καὶ ἀλλαχοῦ δηλοῦται. ὅτι δηλαδὴ αἱ ὑγιεῖς, παρὰ τὸ ὅλον. ἢ τριχωταὶ, παρὰ τὸ τῆς τριχὸς οὖλον. ἢ εὔκλωστοι παρὰ τὸ εἰλεῖν. ἃς ἀμφιβάλλονται οἱ Ὁμηρικοὶ ἄρτι νεανίαι ἤγουν ἐνδύονται. ἄλλως γὰρ τὸ ἀμφιβάλλειν ἐπὶ ἐνδοιασμοῦ, οὐκ οἶδεν ὁ ποιητής. Θρόνος δὲ ὅτι ἐλευθέριός ἐστι καθέδρα σὺν ὑποποδίῳ. καὶ ὅτι θρῆνυν τὸ ὑποπόδιον καλοῦντες, ἐντεῦθεν καὶ τὸν θρόνον ὠνόμασαν, τοῦ θρήσασθαι χάριν ὅπερ ἐπὶ τοῦ καθέζεσθαι λέγουσιν, ὁ Ἀθήναιος λέγει. παρ' ᾧ καὶ χρῆσις Φιλήτα, τὸ θρήσασθαι δὲ πλατάνῳ γαίη ὕπο. ὁ δέ γε κλισμός φησι, περισσοτέρως κεκόσμηται ἐπὶ ἀνακλίσει. διορισμὸς δὲ τούτων, ἐν τῷ, κατὰ κλισμούς τε θρόνους τε. τούτων δ' εὐτελέστερον, ὁ δίφρος. τῷ γοῦν Ὀδυσσεῖ ἐπαίτῃ δοκοῦντι, δίφρος ἀεικέλιος παρατίθεται ὀλίγη τε τράπεζα. ἴσως δὲ ἐκεῖ τὸ ἀεικέλιος, διαστολήν τινα δηλοῖ. ὡς ὄντος δίφρου καὶ μὴ ἀεικελίου. (ῃερς. 59.) Ἐν τούτοις δὲ κεῖται ὡς καὶ ἀλλαχοῦ, τὸ δείκνυσθαι ἀντὶ τοῦ δεξιοῦσθαι, ἀπὸ τοῦ δέκω δέξω ὅθεν καὶ ἡ δεξιά. φησὶ γάρ. τὼ καὶ δεικνύμενος, προσέφη Μενέλαος. (ῃερς. 62.) Ὅτι φυσιογνωμικῶς ἀπὸ τοῦ εἴδους στοχάζεται ὁ Μενέλαος, εὐγενεῖς εἶναι τοὺς παραβαλόντας νεανίας. εἰπών. οὐ γὰρ σφῷν γε, γόνος ἀπόλωλε τοκήων. ἀλλ' ἀνδρῶν γένος ἐστὲ διοτρεφέων βασιλήων σκηπτούχων. ἐπεὶ οὔ κε κακοὶ τοιούσδε τέκοιεν. ἐπὶ εὖ δὲ γεγονότων καὶ περιφανῶν ἁρμόζει ὁ λόγος. Ἰστέον δὲ ὅτι ἐν τῷ οὐ γὰρ σφῷν γε, βούλονται οἱ παλαιοὶ σὺν τῷ ἰῶτα γράφειν τὸ σφῷν, ἵνα δηλοῖ τὸ σφῶϊν δυϊκὸν. ἐν δὲ τῷ, οὐκ ἂν κακοὶ τοιούσδε τέκνοιεν, κακοὺς λέγει, τοὺς δυσγενεῖς. (ῃερς. 65.) Ὅτι νῶτα βοὸς παρὰ πίονα θῆκε τοῖς βασιλικοῖς νέοις ὁ Μενέλαος ὄπτ' ἐν χερσὶν ἑλὼν, τὰ ῥά οἱ γέρα πάρθεσαν αὐτῷ. ἐνταῦθα δέ φασιν οἱ παλαιοὶ, ὅτι ἔοικε, τοῖς βασιλεῦσι μείζων μοῖρα παρατίθεσθαι εἰς γέρας. ἀφ' ἧς εἶχον ἂν καὶ ἄλλοις ἐπιδιδόναι, ὡς νῦν ποιεῖ ὁ Μενέλαος, τοῖς ξένοις παρατιθεὶς τὸ ἑαυτοῦ γέρας. καὶ Ἀγαμέμνων δὲ ἐν Ἰλιάδι νώτοις γεραίρει τὸν Αἴαντα. ὅθεν καὶ Λυκοῦργος τοῖς Λακεδαιμονίων βασιλεῦσι διμοιρίαν ἐνομοθέτησε δίδοσθαι, παρελκύσας φασὶν ἐξ Ὁμήρου τὸ νόμιμον. Ὅρα δὲ καὶ νῦν εὐτέλειαν δαιτὸς βασιλικῆς. οὐ γάρ τι χλιδανὸν αὐτῷ παρατέθειται, ἀλλὰ νῶτα βοός. καθὰ καὶ παρ' ἄλλοις γίνεται. πίονα μέντοι, ὡς ἂν τοῦτό γε τρυφερὸν γέρας εἴη τῷ βασιλεῖ. (ῃερς. 66.) Ὡς δὲ τὰ μὲν ἑφθὰ ἐκ τοῦ ἕπω γίνεται, ἵνα εἶεν ἑπτὰ τὰ περιεπόμενα χάριν βρώσεως, καὶ διὰ συνεμπτώσεως ἀποφυγὴν τῆς πρὸς τὸν ἑπτὰ ἀριθμὸν, ἑφθὰ, τραπέντος τοῦ ˉτ εἰς ˉθ καὶ αὐτίκα καὶ τοῦ ˉπ εἰς ˉφ ἵνα δασὺ δασέος ἡγῆται κατὰ γραμματικὸν κανόνα, τὰ δὲ ἑψητὰ ἐκ τοῦ ἕπω ἕψω γίνεται μεταπεσόντος εἰς τὸ ἑψῶ ἑψήσω, τὰ δέ γε ὀπτὰ ἐκ τοῦ ὀπτητὰ συγκέκοπται, δηλοῦται καὶ ἀλλαχοῦ. δῆλον δ' ὅτι οὐ μόνον ὀπτοῖς ἀλλὰ καὶ ἑφθοῖς ἐχρῶντο κρέασιν οἱ ἥρωες, καὶ φαίνεται αὐτὸ, ἔκ τε τοῦ λέβητος ὃς ἐν παραβολῇ ζέει ἕψων ἁπαλοτρεφέα σίαλον, καὶ ἐκ τοῦ βοείου ποδὸς ὃς ἀφείθη κατὰ τοῦ Ὀδυσσέως ἐπιτραπέζιος κείμενος. πόδα γάρ φασι βόειον οὐδεὶς ὀπτᾷ. Πρὸς δὲ τὸ ὡς ἐῤῥέθη, ἑπτὰ εἶτα ἑφθὰ ὁμοιότητα περισώζει καὶ τὸ τίφθ' οὕτως ἀντὶ τοῦ τί ποτε οὕτως. καὶ τὸ ἐπιφθύζειν παρὰ Θεοκρίτῳ, γενόμενον ἐκ τοῦ πτύειν. καὶ τὸ ἐτύφθην ἐκ τοῦ τύπτω. καὶ τὸ ἐβλάφθην ἐκ τοῦ βλάπτω. κατ' ἄλλον δὲ λόγον, καὶ τὸ τέθριππον. καὶ τὸ φροίμιον. καὶ ὁ φροῦδος. καὶ ἡ φρουρὰ καὶ ἄλλα μυρία ὅσα. ὧν ἀπέοικεν ὥσπερ ἡ μητρυὰ οὕτω καὶ ὁ πατρυός. ἀλλ' αὐτὸς μὲν, ἐκπέφευγε τὸ ἀνόμοιον, παρὰ τοῖς λέγουσιν αὐτὸν πατρῳόν. οὔκουν δὲ καὶ ἡ μητρυιά. τάχα οὖν ἀστείως εἰπεῖν, κἀνταῦθα μητρυιὰ τῷ υἱῷ ἡ τοιαύτη. δι' ὃν συγχεθεῖσα, ἐλάθετο τῆς κατ' αὐτὴν κοινῆς ἀναλογίας. καὶ παρεκκλίνασα εἰς τοὺς ψιλωτικοὺς Αἰολεῖς, μητρυιὰ ἐξεφωνήθη ἀντὶ μηθρυιᾶς. (ῃερς. 70.) Ὅτι ὡς ἐν τῇ ˉα ῥαψῳδίᾳ τῷ Μέντῃ ὡμίλησε τὴν ἀρχὴν ὁ Τηλέμαχος, οὕτω καὶ νῦν, ἄγχι σχὼν κεφαλὴν ἵνα μὴ πευθοίαθ' οἱ ἄλλοι. (ῃερς. 70.) ὡς ἂν μὴ κολακεύειν δοκοίη ἀγεννῶς ἢ καὶ ἀφελὴς εἶναι διὰ τὸ πολὺ τοῦ θαύματος, φησί. φράζεο Νεστορίδη τῷ μῷ κεχαρισμένε θυμῷ, χαλκοῦ τε στεροπὴν καὶ δώματα ἠχήεντα. χρυσοῦ τ' ἠλέκτρου τὲ καὶ ἀργύρου ἠδ' ἐλέφαντος. ἃ δηλαδὴ τὸν τοῦ βασιλέως Μενελάου δόμον ἐκόσμουν, τεχνικῶς παρακείμενα. (ῃερς. 74.) εἶτα συγκρίνων, φησί. Ζηνός που τοιήδε γ' Ὀλυμπίου ἔνδοθεν αὐλή. Καὶ ὅρα ὡς τὸ ἶσον συνάγει ἐν τῇ συγκρίσει. οὐ γὰρ ἦν τὸ ἔλαττον ἀποδοῦναι τοῖς τοῦ Διὸς δώμασιν, ἔνθα καὶ τὸ ἶσον, αὔθαδες. διὸ καὶ ἔφη τὸ, Ζηνός που τοιήδε αὐλὴ, ἀντὶ τοῦ ἴσως τοιαύτη ἐστίν. ὃ καὶ δέδωκε θάρσος μετ' ὀλίγα τῷ Μενελάῳ, εἰς τὴν κατὰ τὸ μεῖζον σύγκρισιν. ἐρεῖ γὰρ ἐκεῖνος οὐκέτι ῥητορικώτερον ἀλλ' ὡς πρὸς ἀλήθειαν, ἀθάνατα εἶναι τὰ θεῖα. καὶ διατοῦτο οὐ τοιάδε οἷα τὰ τοῦ θνητοῦ Μενελάου. καὶ ἄλλως δὲ φράσαι κάλλιον κατὰ τοὺς παλαιοὺς, τὸ μὲν εἶναι πλούσιος, οὐκ ἀρνεῖται ὁ βασιλεύς. περιελὼν δὲ κἀνταῦθα τὸν φθόνον καὶ ὡς οἷον εἰπεῖν ἐκθυσάμενος αὐτὸν, πολλά φησι παθὼν, ἔχει πλοῦτον. οὐ μήν φησι καὶ ἀξιοῖ θεῷ συγκρίνεσθαι θνητὸς αὐτὸς ὤν. (ῃερς. 71.) Σεμνύνει δὲ πάντως τοὺς βασιλικοὺς παῖδας τὸ, πρῶτον ἐν ἀλλοτρίᾳ οἰκίᾳ ἐλθόντας εἰς δεῖπνον, μὴ γαστρισαμένους εὐθὺς τοῦ συμποσίου γενέσθαι ὅλους, ἀλλά τι δοῦναί φασι πρότερον τῷ φιλοθεάμονι ἐν τῷ κατανοεῖν τὴν οἰκίαν. διὸ ποιεῖν δοκοῦσι καὶ αὐτοὶ, ὅ φασι καὶ ὁ παρὰ Ἀριστοφάνει παῖς, ὃς ῥυθμίσας γέροντα ὡς δεῖ κατακλίνεσθαι ἐπάγει τὸ, ἐπαίνεσόν τι τῶν χαλκωμάτων. (ῃερς. 75.) Ἐπὶ δὲ τούτοις αὔξων τὸ θαῦμα ὁ Τηλέμαχος, ἐπάγει. ὅσα τά δ' ἄσπετα πολλά. σέβας μ' ἔχει εἰσορόωντα. οὐκ ἂν δ' ἐνταῦθα τοὺς βασιλικοὺς οἴκους εἴπῃ τις παροιμιακῶς θαῦμα μωροῖς διὰ τὸ ἐν θαύματι κεῖσθαι τοῖς εὐγενέσι νεανίσκοις. αὐτὸ γὰρ ἐκωμικεύσατό τις εὐφυῶς κατὰ τῶν ἀκριβούντων τί ποιοῦσιν οἱ ἰχθύες. πῶς κοιμῶνται. πῶς διαιτῶνται. καὶ τὰ ἑξῆς ὡς γράφει Ἀθήναιος. Τριπλῆ δ' ἐνταῦθα ἡ αὔξησις διὰ τριῶν ἀορίστων ἐξοχῶν, τοῦ ὅσσα. τοῦ ἄσπετα. καὶ τοῦ πολλά. ὧν ἐκ παραλλήλου ἡ αὐτὴ σημασία, ποσότητα μόνην δηλούντων, ὡς τῆς ποιότητος τοῦ κόσμου φανερᾶς οὔσης ἐκ τῶν ὀνομάτων. τίμια γὰρ, ὁ ἀστράπτων χαλκός. ὁ χρυσός. καὶ τὰ λοιπά. τὴν γὰρ στεροπὴν, ὥσπερ τῷ χαλκῷ οὕτω καὶ ταῖς ἑξῆς ὕλαις ἐπεμέρισε δίχα γε τῶν δωμάτων. αὐτὰ γὰρ εἰ καὶ συνεξέλαμπον διὰ τὰς ἀστραπτούσας περὶ ἐκεῖνα ὕλας, οὐκ εἶχε συμφράσαι κατὰ πτῶσιν γενικὴν, διὰ τὸ κωλύεσθαι τῷ μέτρῳ. διὸ καὶ σχηματίσας αὐτὰ κατὰ γενικὴν πτῶσιν, οὐ τὴν συννοουμένην στεροπὴν ἀλλὰ τὸ ἠχῆεν αὐτοῖς ἀπεκλήρωσε. Καὶ οὕτω μὲν πρὸς οὖς ἐλάλει ὁ νεανίας. (ῃερς. 76.) Ἐπεὶ δὲ περίεργός ποτε καὶ ὁ συνετὸς ἐν δέοντι, παραβαλὼν δεξιῶς ἀκοὴν ὁ βασιλεὺς, ἀκούει τὸ ψιθυρισθὲν καὶ λαλεῖ τὰ ἐφεξῆς. φησὶ γὰρ ὁ ποιητής. τοῦ δ' ἀγορεύοντος ξύνετο ξανθὸς Μενέλαος. καὶ εἶπε. τέκνα φίλα, Ζηνὶ μὲν, βροτῶν οὐκ ἄν τις ἐρίζοι. ἀθάνατοι γὰρ τοῦ γε δόμοι καὶ κτήματ' ἔασιν. ἀνδρῶν δ' ἤ κέν τις μοι ἐρίσσεται ἠὲ καὶ οὐκὶ, κτήμασιν. ἃ δὴ καὶ δηλῶν ὅπως περιῆλθον αὐτῷ, ἐπάγει. ἦ γὰρ, πολλὰ παθὼν καὶ πόλλ' ἐπαληθεὶς ἠγαγόμην ἐν νηυσί. καὶ ὀγδοάτῳ ἔτει ἦλθον. ὃ καὶ ὁ Νέστωρ πρὸ ὀλίγων ἱστόρησεν. (ῃερς. 83.) Εἶτα καὶ τὸ πολλὰ ἐπαληθεὶς ἀορίστως λεχθὲν, ὁρίζων ἱστορικῶς, ἐπιφέρει. Κύπρον Φοινίκην τε καὶ Αἰγυπτίους ἐπαληθείς. Αἰθίοπάς θ' ἱκόμην. καὶ Σιδονίους. καὶ Ἐρεμβούς. καὶ Λιβύην ἵνα τ' ἄρνες ἄφαρ κεραοὶ τελέθουσι. τρὶς γὰρ τίκτει μῆλα τελεσφόρον εἰς ἐνιαυτόν. ἔνθα μὲν οὔτε ἄναξ ἐπιδευὴς, οὔ τέ τι ποιμὴν τυροῦ καὶ κρειῶν οὐδὲ γλυκεροῖο γάλακτος. ἀλλ' αἰεὶ παρέχουσιν ἐπηετανὸν γάλα θῆσθαι. καὶ τὰ ἑξῆς. Καὶ ὅρα ἐξ αὐτῆς καταρχῆς, ὡς ἱστοριῶν χορηγία τῷ ποιητῇ γέγονεν ὁ τοῦ Τηλεμάχου εἰς τὴν Σπάρτην πλοῦς. ἐν αἷς οὐ μόνον ξενικὰ ἐκτεθήσεται διηγήματα, ἀλλὰ καὶ Τρωϊκὰ καὶ Ἑλληνικά. πάνυ οὖν δεινῶς ἔπλασεν Ὅμηρος εἰς καλὸν τῇ ἑαυτοῦ ποιήσει ὡς καὶ προδεδήλωται, τὸν τοῦ Τηλεμάχου πλοῦν. δι' οὗ πολλὰ ποικίλματα ἡ Ὁμηρικὴ Μοῦσα τῷ τῆς ποιήσεως ταύτης πέπλῳ ἐνέπασεν. (ῃερς. 72.) Ἰστέον δὲ ὅτι τὸ στεροπὴν, μίαν ταύτην λέξιν, ἠρκέσθη προσαρμόσας ὁ ποιητὴς, τῷ χαλκῷ. τῷ χρυσῷ. τῷ ἠλέκτρῳ. τῷ ἀργύρῳ. καὶ τῷ ἐλέφαντι. οὐχ' ὡς ἀπορῶν πλειόνων ἐπιθέτων, ἀλλὰ κατὰ λόγον γοργότητος. ὡς καὶ ἐπαναπαυσάμενος τῇ λέξει διὰ τὸ αὐτῆς σεμνόν. Ἠχήεντα δὲ δώματα τὰ μεγάλα. τοῖς γὰρ μικροῖς, οὐκ ἔστι προσαρμόσαι τὸ ἐπίθετον, ψεύσεται γὰρ ἐπιλεχθέν. ὀνοματοποιεῖται δὲ ὁ ἦχος καὶ τὸ ἠχεῖν καὶ ἡ ἠχὴ ὅθεν τὸ ἠχῆεν. ὡς δηλοῖ καὶ ἡ ἠχήεσσα θάλασσα. λέγεται δὲ ἡ λέξις καὶ ἐπὶ ζῴων. ὅθεν καὶ ἠχέτα τέττιξ. Ὅτι δὲ τῶν ἡρωϊκῶν οἴκων τοὺς μείζους Ὅμηρος δώματα καλεῖ καὶ μέγαρα καὶ κλισίας, οἱ δὲ νῦν, ξενῶνας καὶ ἀνδρῶνας, ἐν τοῖς τοῦ Ἀθηναίου δηλοῦται. (ῃερς. 73.) Ἤλεκτρος δὲ, ἴσως μὲν, καὶ ὕλη τις κατὰ τοὺς πολλοὺς, χαλκώδης ἰδιαιτάτη παρὰ τὸν ἁπλῶς χαλκόν. μάλιστα δὲ, μίγμα τι χρυσοῦ καὶ ἀργύρου. δοκεῖ δὲ καὶ ὁ λοιπὸς δηλοῦσθαι νῦν ἤλεκτρος. ὃν ὁ μῦθος διὰ τὸ οἷον ἡλιῶδες τῆς χρόας δάκρυον εἶναι τῶν ἡλιάδων λέγει. ἀφ' οὗ καὶ λαβαὶ μαχαίραις γίνονται ἀχύρων ἐπισπαστικαί. εἰκὸς γὰρ, καὶ τοιοῦτον παρεντεθεῖσθαι τοῖς τοῦ Μενελάου δόμοις εἰς δαίδαλμα. Σοφοκλῆς μέντοι ἐτόλμησε καὶ αὐτὸν τὸν χρυσὸν ἤλεκτρον εἰπεῖν ἐν τῷ, κερδαίνετ' ἐμπολᾶτε τῶν πρὸς σάρδεων ἤλεκτρον. καὶ δόξοι ἂν ἐκ τοῦ τοιούτου καὶ ἡ βασιλικὴ θυγάτηρ Ἠλέκτρα κληθῆναι. καθὰ καὶ ἀδελφὴ αὐτῆς ἑτέρα, Χρυσόθεμις. καὶ ἤλεκτρα δὲ τὰ κατὰ Αἴλιον Διονύσιον ἐν κλίναις ποικιλλόμενα, ἐκ τοῦ ἠλέκτρου φαίνεται λέγεσθαι. ἃ καὶ θηλυκῶς προάγονται ὡς δηλοῖ τὸ, ἐκπιπτουσῶν τῶν ἠλέκτρων. ὧν ἡ εὐθεῖα, αἱ ἤλεκτροι κατὰ τοὺς τοῦ κωμικοῦ σχολιαστάς. οἵ φασι, καὶ ὅτι αἱ ἀρχαῖαι κλίναι, τοὺς πόδας εἶχον κατησφαλισμένους ἄνθραξι καὶ ἠλέκτροις. ἡ δὲ τῶν ἰδιωτῶν γλῶσσα βερονίκην λέγει τὸ ἤλεκτρον. ἠλέκτωρ μέντοι ὁ ἥλιος εἴπερ καὶ αὐτὸς οὕτω πως παράγεται, οὐκ ἔστι βεβαίως εἰπεῖν. δοκεῖ γὰρ καὶ ἀλέκτωρ εἶναι ὡς μὴ ἐῶν ἐν λέκτροις κεῖσθαι ἀλλ' ἐξεγείρων εἰς ἔργα. Ἐλέφαντα δὲ καὶ νῦν ὡς καὶ ἐν Ἰλιάδι, τὰ τοῦ ἐλέφαντος λέγει ὀστᾶ, ἐκ τοῦ ὅλου καλέσας τὸ μέρος. Ὅτι δὲ ἡ Λιβύη περὶ ἣν καὶ αὐτὴν ὁ Μενέλαος ἐπλανήθη, μήτηρ ἐλεφάντων ἦν, δηλοῖ καὶ ὁ γράψας Ἕρμιππος τὸ, ἡ δὲ καλὴ Κρήτη, κυπάριττον τοῖσι θεοῖσιν, ἡ Λιβύη δ' ἐλέφαντα πολὺν παρέχει κατὰ πράσιν. χρῆσις δὲ Ὁμηρικοῦ ἐλέφαντος, καὶ ἐν τῷ, ἀσπίδα εἶχεν ἐκ χρυσίου καὶ ἐλέφαντος. ὁ δὲ τοιοῦτος ποιητικὸς τρόπος, καὶ βοῦν, τὸ δέρμα λέγει τοῦ βοός. (ῃερς. 74.) Τὸ δὲ Ζηνὸς αὐλὴ, ὡς ἐπὶ βασιλέως ἐῤῥέθη. ὅθεν καὶ Αἰσχύλος λαβὼν, ἔφη. ὅσοι τὴν Διὸς αὐλὴν οἰχνεῦσι. Σημείωσαι δὲ ὅτι τῷ τῆς αὐλῆς ὀνόματι, τὰ δώματα δηλοῖ. οὐ γὰρ ἂν αὐλὴ χρυσῷ καὶ τοιούτοις κοσμοῖτο. δηλοῖ δέ που τοῦτο καὶ Ἀθήναιος. παρ' ᾧ καὶ στίχος τις ἐνταῦθα μεταγεγραμμένος φέρεται. λέγει γὰρ ὅτι βέλτιον γράφειν κατὰ Σέλευκον, Ζηνός που τοιαῦτα δόμοις ἐν κτήματα κεῖται. ἢ ὡς Ἀρίσταρχος, Ζηνός που τοιήδε γ' Ὀλυμπίου ἔνδοθεν αὐλή. οὐ γὰρ τῆς οἰκίας φησὶ τὸ κάλλος ἀποθαυμάζουσιν οἱ ξένοι. ἐπεὶ μὴ δὲ ἦν ἤλεκτρος καὶ ἄργυρος καὶ ἐλέφας ἐν τοίχοις. ἀλλὰ περὶ μὲν τῶν δωμάτων εἶπον, ὡς ἔστιν ἠχήεντα. τοιαῦτα δὲ, τὰ ὑψόροφα καὶ μεγάλα. (ῃερς. 73.) Περὶ δὲ τῶν σκευῶν, τὸ, χρυσοῦ καὶ ἠλέκτρου καὶ ἀργύρου καὶ ἐλέφαντος. οἷς εἰκότως ἐπάγεται τὸ, Ζηνός που τοιαῦτα δόμοις ἐν κτήματα κεῖται. ὅσσα τάδ' ἄσπετα πολλά. (ῃερς. 74.) Τῷ δὲ Ζηνός που τοίη αὐλὴ, οὐκ ἔστιν ἀκόλουθον ἐπειπεῖν, ὅσσα τάδ' ἄσπετα. σόλοικον ὄν φησι τῷ ἀσυνήθη τῆς ἀναγνώσεως. ἀλλ' οὐδὲ ἡ αὐλή φησιν ἁρμόττει ἐπὶ τοῦ οἴκου. ὁ γὰρ διαπνεόμενος τόπος, αὐλὴ λέγεται. καὶ διαυλωνίζειν φαμὲν χωρίον, τὸ δεχόμενον ἐξ ἑκατέρου πνεῦμα. ἔτι δὲ, αὐλὸς, ὄργανον ᾧ διέρχεται πνεῦμα. τοιαῦτα δὲ γράψας ὁ Ἀθήναιος, ἐν οἷς καὶ ὅτι Ὅμηρος τὴν αὐλὴν ἀεὶ ἐπὶ ὑπαίθρου τάττει τόπου, λέγει καὶ ὅτι νῦν δὲ, τὰ βασίλεια λέγονται αὐλαὶ, ἢ διὰ τὸ μεγάλους ἔχειν τοὺς πρὸ τῶν οἴκων ὑπαιθρίους τόπους, ἢ τὸ παραυλίζεσθαι καὶ παρακοιμᾶσθαι τοὺς δορυφόρους τοῖς βασιλείοις. ἐπιφέρει δὲ καὶ Διφίλου χρῆσιν ταύτην. αὐλὰς θεραπεύειν βασιλικὰς δηλαδὴ, ἔστιν ὡς ἐμοὶ δοκεῖ, ἢ φυγάδος ἢ πεινῶντος ἢ μαστιγίου. ἐν τούτοις δὲ ὁ ῥηθεὶς ῥήτωρ, αὐλών φησι καλεῖσθαι ὡς καὶ ἐν ἄλλοις παρεσημάνθη, καὶ τὸ διατεταμένον εἰς εὐθύτητα σχῆμα, ὁποῖον τὸ στάδιον. ὃ καὶ συνθέτως δίαυλος ὀνομάζεται. καὶ τὸν κρουνὸν δὲ τοῦ αἵματος. οἶον, αὐτίκα δ' αὐλὸς ἀνὰ ῥίνας παχὺς ἦλθεν. ἐντεῦθεν δὲ καὶ τὴν περικεφαλαίαν ὅταν ἐκ τοῦ μέσου ἀνατείνῃ, αὐλῶπιν φαμέν. λέγονται δέ φησι καί τινες ἱεροὶ αὐλῶνες Ἀθήνῃσιν. ἀρσενικῶς δέ φησιν ὁ αὐλὼν παρὰ Θουκυδίδῃ καὶ τοῖς καταλογάδην συγγραφεῦσι. παρὰ δὲ ποιηταῖς, θηλυκῶς. ἐκδεκτέον οὖν φησὶ καὶ τὸ παρὰ Ἐρατοσθένει βαθὺς αὐλὼν, θηλυκῶς εἰρῆσθαι. ὁποῖον δηλαδὴ καὶ τὸ, θῆλυς ἑέρση. καὶ τὸ, ἡ πουλύς. καὶ τὸ, ἡδὺς ἀϋτμή. καὶ ὅσα τοιαῦτα. (ῃερς. 78.) Ὅτι δὲ ὁ Τηλέμαχος οὐ δώματα μόνον ἀλλ' ὁμοῦ οἶκον καὶ κτήματα ἐπῄνεσεν, ἑρμηνεύει ὁ βασιλεὺς ἐν τῷ, τέκνα φίλα. Ζηνὶ μὲν, οὐκ ἄν τις ἐρίζοι. οὗ ἀθάνατοι δόμοι καὶ κτήματά εἰσιν. Ἐν τούτοις δὲ τῶν τοῦ Ὁμήρου, παρασημειοῦνται οἱ παλαιοὶ ὡς καὶ τὴν περὶ τοὺς οἴκους οἶδεν Ὅμηρος πολυτελείαν. καθὰ καὶ ἐν τῇ τῶν Φαιάκων γῇ. καὶ ἐν Ἰθάκῃ δέ. Πολύβιος γοῦν ὁμοίαν τῇ τοῦ Μενελάου οἰκίᾳ ὑφίσταται Ἴβηρός τινος βασιλέως λαμπρότητα οἰκήσεως. ὃν καὶ ἐζηλωκέναι λέγει τὴν τῶν Φαιάκων τρυφήν. ἐκείνῳ μέντοι τῷ Ἴβηρι ἐπὶ κρατῆρσιν ἀργυροῖς καὶ χρυσέοις, οἶνον ἱστορεῖ κρίθινον. (ῃερς.
18.1.2
) ἐπαινῶν καὶ τὰς παρ' αὐτῇ ἀμφιπόλους, ἐν οἷς φησί. πὰρ δὲ δύ' ἀμφίπολοι Χαρίτων ἄπο κάλλος ἔχουσαι ὅ ἐστι καλαὶ καὶ οὐ δουλοπρεπεῖς, σταθμοῖϊν ἦσαν ἑκάτερθεν. (ῃερς. 19.) θύραι δ' ἐπέκειντο φαειναί. ὅ ἐστι κεκλεισμέναι ἦσαν. ἐφάνη γὰρ ἀλλαχοῦ, ἀνακλίνειν τὸ ἀνοίγειν, ὡς τὸ, ἀνακλῖναι πυκινὸν νέφος. ᾧ ἀκόλουθον ἐπὶ τοῦ κλείειν, τὸ ἐπικεῖσθαι καὶ τὸ ἐπιθεῖναι. διὸ ἔφη ἐκεῖ Ὅμηρος, ἀνακλῖναι πυκινὸν νέφος ἠδ' ἐπιθεῖναι. (ῃερς. 19.) Ἰστέον δὲ ὅτι προϊὼν ὁ ποιητὴς ἐπὶ πλέον σεμνυνεῖ καὶ τὴν δέσποιναν καὶ τὰς ἀμφιπόλους. αὐτὰς μὲν, διὰ τοῦ Ὀδυσσέως νύμφαις ἀγρονόμοις εἰκάσας. τὴν δὲ νεᾶνιν, Ἀρτέμιδι κυνηγετούσῃ. Τὸ δὲ ἀμφίπολοι σταθμοῖϊν ἑκάτερθεν ὅ ἐστιν ἑκατέρωθεν τῶν παραστάδων, ἐκ τῆς ˉα ῥαψῳδίας παρείλκυσται. ἔνθα κεῖται τὸ, ἀμφίπολος ἑκάτερθεν παρέστη. Τὸ δὲ σχῆμα τοῦ, Χαρίτων ἄπο κάλλος ἔχουσαι, ὅμοιον τῷ, θεῶν ἄπο μήδεα εἰδώς. (ῃερς..) Ὅτι τὸ, ἡ δὲ ἀνέμου ὡς πνοιὴ ἐπέσσυτο δέμνια κούρης, στῆ δ' ἂρ ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον ἔειπε. λέγεται μὲν περὶ τῆς ὀνειροποιουμένης Ἀθηνᾶς. δύναται δέ ποτε παρῳδηθῆναι καὶ εἴς τινα ταχυτάτην ὁδόν. (ῃερς. 24.) Ἰστέον δὲ ὡς καὶ τῇ Ναυσικάᾳ ὄνειρος ἐπιφαίνεται ἐναργὴς ὅ ἐστιν αὐτόχρημα ὅραμα, περὶ ὄρθρον, ὅτε μάλιστα οἱ ὄνειροι δοκοῦσιν ἀληθεύειν ὡς καὶ ἀλλαχοῦ φαίνεται. ἐρεῖ γοῦν, ὡς αὐτίκα μετὰ τὸν ὄνειρον ἠὼς ἦλθεν ἐΰθρονος, ἥ μιν ἔγειρεν. ἄφαρ δ' ἀπεθαύμασ' ὄνειρον. ὁμοιοῦται δὲ ὥσπερ ὁ ἐν Ἰλιάδι βασιλικὸς ὄνειρος φιλουμένῳ προσώπῳ τῷ Νέστορι, καὶ πρὸ τούτων δὲ ὁ τῆς Πηνελόπης, γυναικὶ συγγενεῖ, οὕτω καὶ ὁ παρὼν, κούρῃ τινὶ, ἣ ὁμηλίκη μὲν ἦν τῇ νεάνιδι (ῃερς. 23.) κεχάριστο δὲ θυμῷ. ἤγουν ἐφιλεῖτο αὐτῇ κατὰ τὸ, Νεστορίδι τῷ μῷ κεχαρισμένε θυμῷ. εἰ δὲ ἐφιλεῖτο ἡ τοιαύτη κόρη τῇ βασιλίδι, πιθανῶς ἄρα καὶ ἀνειδωλοποιεῖτο ἐν ὕπνοις. λέγει δὲ (ῃερς. 25.) τὸ ῥηθὲν ὅραμα παραινετικῶς, ὅσα ἄν τις ὀνειδίσῃ εὐγενεῖ παρθένῳ μεθήμονι, ὅ ἐστιν ἀμελούσῃ τῶν τοῦ οἴκου. εἰσὶ δὲ ἐκεῖνα τοιαῦτα. τί νύσε ὧδε μεθήμονα γείνατο μήτηρ; εἵματα μέντοι κεῖται ἀκηδέα σιγαλόεντα. σοὶ δὲ γάμος σχεδόν ἐστιν. ἵνα χρὴ καλὰ μὲν αὐτὴν ἕννυσθαι. τὰ δὲ, (ῃερς. 28.) τοῖσι παρασχεῖν οἵ κε σ' ἄγωνται, ἔθος γάρ φασιν ἦν, τὰς νύμφας τοῖς τοῦ νυμφίου, ἐσθῆτας ἐν τῷ τοῦ γάμου καιρῷ χαρίζεσθαι. εἶτα (ῃερς. 29.) καὶ τὸ χρήσιμον τῆς τοιαύτης ἐπιμελείας ὁ ὄνειρος ἐκτιθεὶς, λέγει ἐκ γάρ τοι τούτων φάτις ἀνθρώπους ἀναβαίνει ἐσθλή. χαίρουσι δὲ πατὴρ καὶ πότνια μήτηρ. εἶτα ἴομεν φησὶ πλυνέουσαι ἅμ' ἠοῖ φαινομένῃφι. καίτοι ἐγὼ συνέριθος (ῃερς. 34.) ἅμ' ἕψομαι. δι' ἔργου τάχος. ἐπεὶ οὔτοι ἔτι δὴν παρθένος ἔσσεαι. ἤδη γάρ σε, μνῶνται ἀριστῆες κατὰ δῆμον ὅθι τοι γένος ἐστὶ καὶ αὐτῇ. τοῦτο δὲ, πρὸς εὐγενῆ παρθένον πρέπει ῥηθῆναι. (ῃερς. 74.) καὶ ποιήσει οὕτως ἡ Ναυσικάα διδοῦσα ἑαυτὴν εἰς ὑπερεσίαν εὐτελῆ κατὰ ἡρωϊκὴν ἀφέλειαν καὶ ἁπλότητα, δι' ἣν καὶ ψυχρολουτεῖ ἐν τοῖς ἑξῆς. καὶ φέρει ἐκ θαλάμου ἐσθῆτα φαεινήν. καὶ κατατίθησιν ἐπ' ἀπήνης. καὶ μάστιγα καὶ ἡνίον λαβοῦσα, μαστίζει τὰς ἡμιόνους. καὶ ἐν τῷ ἐκ τοῦ ποταμοῦ ἐπανιέναι ζεύξασα τὰς ἡμιόνους, πτύσσει τὰ εἵματα. καὶ τοιαῦτα μὲν ταῦτα. (ῃερς. 26.) Σιγαλόεντα δὲ εἵματα εἴπερ λέγει τὰ μὴ σκληρὰ μηδὲ κτυποῦντα διὰ τὸ ἀντιτυπεῖν ἀλλὰ τὰ ἁπαλὰ, γλυκέως λέγει καὶ ἀφελῶς. τὸ γὰρ σιγᾶν, κυρίως ἐπὶ ἐμψύχων. μᾶλλον δὲ, ἐπὶ λογικῶν. (ῃερς. 29.) Τὸ δὲ ἐκ γάρ τοι τούτων φάτις ἀναβαίνει ἐσθλὴ, γνωμικὸν μὲν οὐκ ἂν εἴη, χρήσιμον δὲ ἄλλως ἐστὶ τοῖς ὀτρύνουσι τινὰ εἴς τι σπουδαῖον. Φάτις δὲ, ἡ φήμη, ἀπὸ τοῦ πέφαται. ὡς ἀπὸ τοῦ πέφασαι ἡ φάσις καὶ ἐκ τοῦ πέφαμαι ἡ φάμα Δωρικῶς καὶ ἡ φήμη κοινῶς. Τὸ δὲ ἀναβαίνει, ἀναστροφὴν δοκεῖ ἔχειν. ἵνα λέγῃ, ὅτι φάτις ἀνὰ τοὺς ἀνθρώπους βαίνει. ἣ καὶ ἄλλως, ὁμοιότητά τινα ἔχει πρὸς τὸ ἀναδέδρομε. Τὸ δὲ ἐσθλὴ, πρὸς ἀκρίβειαν λόγου κεῖται καὶ διαστολήν. ἔστι γὰρ καὶ φάτις ἀναβαίνουσα οὐκ ἐσθλὴ, ὥσπερ καὶ ἀοιδή, τοιαύτη δὲ φάτις, ᾗ χαίρουσιν οἱ οἰκεῖοι. καὶ μάλιστα πατὴρ καὶ πότνια μήτηρ. (ῃερς. 32.) Συνέριθος δὲ κυρίως ὥσπερ καὶ ἔριθος, ἡ συνεργαζομένη ἔριον. καταχρηστικῶς δὲ, καὶ ἡ ἁπλῶς συνεργαζομένη. (ῃερς. 36.) Ὅτι ἐπίτηδες ἡ ἐν ὀνείροις μυθικὴ Ἀθηνᾶ πλυνέουσαν τὴν βασιλικὴν παῖδα ἐς ποταμὸν προκαλεῖται, ἵνα οὕτως ἐνδύσῃ δι' αὐτῆς ὁ ποιητὴς τὸν γεγυμνωμένον ναυαγὸν Ὀδυσσέα. διὸ αὐτὴ μὲν, συμβουλεύει τῇ παιδὶ, ἐποτρύναι Ἀλκίνοον τὸν πατέρα ἠῶθι πρὸ, ἡμιόνους καὶ ἅμαξαν ἐφοπλίσαι. ἣ ἄγοι ἂν, ζῶστρά τε καὶ πέπλους καὶ ῥήγεα σιγαλόεντα. πολλὸν γάρ φησιν ἄπο πλυνοί εἰσι πόληος. ἡ δὲ παῖς, πείθεται. καὶ λαλεῖ τῷ πατρὶ οὕτω. καὶ ἐκεῖνος ὑπακούει ἐν τοῖς ἑξῆς. καὶ κελεύει ἐφοπλισθῆναι αὐτῇ ἀπήνην ὑψηλὴν εὔκυκλον, ὑπερτερίῃ ἀραρυῖαν. καὶ οἱ κελευσθέντες δμῶες ἐπείθοντο καὶ ἅμαξαν ἐΰτροχον ἡμιονείην ὅπλεον. ἡμιόνους δ' ὕπαγον. (ῃερς. 73.) ζεῦξαν δ' ὑπ' ἀπήνῃ. ἤγουν ὑπέζευξαν τῇ ἀπήνῃ. ὃ ταυτόν ἐστι τῷ, ἤγαγον ὑπὸ ζυγόν. ἐξ οὗ καὶ ζυγῶσαι τὸ ὑπὸ ζυγὸν ἀγαγεῖν τι τῶν ὑποζυγίων. καὶ ἐκ τούτου ζύγωθρον, μοχλὸς συνέχων τὰς δύο θύρας. ὁ καὶ ὀχεὺς ἐν Ἰλιάδι. (ῃερς. 37.) Ἰστέον δὲ ὅτι ταυτὸν ἅμαξαν καὶ ἀπήνην εἰπεῖν. καὶ ὅτι οὐχ' ἁπλῶς ἅμαξα ἡ τῶν ἡμιόνων, ἀλλὰ χρὴ προσκεῖσθαι καὶ τὸ, ἡμιονεία, καὶ ὅτι πλείων ἡ χρῆσις τοῦ ἀπήνη ἐνταῦθα ἤπερ τοῦ ἅμαξα, διὰ τὸ καιριώτατον. ἅμαξαν μὲν γὰρ, δὶς λέγει. ἀπήνην δὲ, πλεονάκις. τὸ μέντοι ἅρμα, ἐπὶ ἵππων μόνων εἴωθε λέγεσθαι. Τοῦ δὲ δὲ ἐφοπλίζειν, ἐφοπλέειν ἐστὶ τὸ πρωτότυπον, καθὰ καὶ τοῦ ἀφρίζειν, τὸ ἀφρέειν, ὡς ἡ Ἰλιὰς δηλοῖ. φησὶ γοῦν. ἅμαξαν ὅπλεον. (ῃερς. 38.) Τὸ δὲ ἄγειν, οὐ κυρίως μὲν ὅμως δὲ, ἐπὶ ἀψύχων κἀνταῦθα ἔθετο. τοιαῦτα γὰρ τὰ ζῶστρα καὶ οἱ πέπλοι καὶ τὰ ῥήγεα. Ἔφη δὲ ζῶστρα ἐνταῦθα εἰσάπαξ, τὰ πρὸς τὴν ζώνην ἐπιτήδεια οἷς ἔστι ζώσασθαι. Πέπλοι δὲ καὶ νῦν συνήθως, γυναικεῖα περιβλήματα. διὸ καὶ ἐπὶ γυναικῶν μόνων τὸ εὔπεπλον λέγεται. ῥήγεα δὲ, πιθανότητος χάριν παρείληπται, ἵνα ἐξ αὐτῶν ἐνδύσηται ὁ Ὀδυσσεύς. πέπλον γὰρ οὐκ ἂν ἀμφιέσηται γυναικικῶς. (ῃερς. 40.) Πλυνοὶ δὲ παρὰ μὲν ἄλλοις, σκάφαι τινὲς χρήσιμοι πλύνειν. παρὰ δὲ Ὁμήρῳ, βόθροι ἐν οἷς ἔπλυνον. διὸ προϊὼν φησίν· ἐσφόρεον μέλαν ὕδωρ. στεῖβον δ' ἐν βόθροισι θοῶς. δεικνὺς, ὡς ταυτόν ἐστι βόθρους εἰπεῖν καὶ πλυνούς. ὧν ἡ χρῆσις καὶ παρὰ τῷ κομικῷ. (ῃερς. 58.) Εὔκυκλος δὲ ἀπήνη ὡς ὁ ποιητὴς εὐθὺς ἑρμηνεύει, ἡ εὔτροχος ἅμαξα. ἐπεὶ καὶ κύκλα λέγονται οἱ τροχοί. ὅθεν καὶ κυκλήσειν ἐν Ἰλιάδι, τὸ ἐφ' ἁμαξῶν ἀγαγεῖν. (ῃερς. 70.) Ὑπερτερία δὲ, τὸ ἐπικείμενον τετράγωνον πλινθίον τῷ ἄξονι, παρὰ τὸ ὑπερκεῖσθαι αὐτοῦ. ἐν δὲ Ἰλιάδι, πείρινθα τοῦτο εἶπεν ὁ ποιητής. Σημείωσαι δὲ ὅτι τὸ τοιοῦτον ὄνομα φέρεταί πως καὶ ἕως ἄρτι. ἐθνικοὶ γὰρ Ἰταλικοὶ παρακόπτοντες βερτέρην ταύτην φασὶ κατὰ παραφθοράν. (ῃερς. 37.) Τὸ δὲ ὑπερτερίῃ ἀραρυῖαν, βούλεται δηλοῦν, ὡς εὖ ἥρμοσται ἡ ὑπερτερίη τῷ ἄξονι εἴτε ταμόνας οἱ τροχοὶ κινοῦνται, εἴτε συστρέφονται τῷ ἄξονι. (ῃερς. 73.) Τὸ δὲ ὁπλέειν καὶ τὸ ὁπλίζεσθαι, λέγοιτο ἂν καὶ ἐντύνεσθαι. ὡς δηλοῖ τὸ, συνέριθος ἅμ' ἕψομαι ὄφρα τάχιστα (ῃερς.
18.1.3
) Ὅτι τὸ εἰσελθεῖν εἰς πόλιν, δύσεσθαι πόλιν φησί. πρὸ δὲ τούτων, καὶ πόλιν κατέδυ Τρώων Ὀδυσσεύς. ὡς πολέμιος μέντοι ἐκεῖ. (ῃερς. 22.) Ὅτι παρθενικῇ εἰκυῖα νεήνιδι κάλπιν ἐχούσῃ, ἡγεῖτο Ἀθηνᾶ τῷ Ὀδυσσεῖ δόμον Ἀλκινόου ἤγουν εἰς δόμον ὡς καὶ προεδηλώθη. τοιοῦτον καὶ μετ' ὀλίγα τὸ (ῃερς. 28.) ἐγώ δ' ὁδὸν ἡγεμονεύσω. σαφέστερον δὲ τούτων τὸ, δόμον ὅν μοι κελεύεις, δείξω. (ῃερς..) Παρθενικὴ δὲ, ἡ παρθένος κατὰ τύπον ὡς κτητικὸν οὐ μὴν αὐτόχρημα κτητικόν. καθά που καὶ ὀρφανικοὶ παῖδες, οἱ ὀρφανοί. Ἡ δὲ κάλπις, οὕτω φασὶ λέγεται, ὡς καλοῦσα πιεῖν. (ῃερς. 24.) Ὅτι ἀλλοδαποῦ ξένου λόγος τὸ, καὶ γὰρ ἐγὼ ξεῖνος ταλαπείριος ἐνθάδ' ἱκάνω τηλόθεν ἐξ ἀπίης γαίης. τῷ οὔ τινα οἶδα ἀνθρώπων, οἳ τήνδε πόλιν καὶ ἔργα νέμονται. (ῃερς. 28.) ὁ δὲ τοιοῦτον ἄνδρα ὁδηγῶν εἰς ὃν ἐκεῖνος οἶκον ζητεῖ, εἴποι ἂν τὸ, τοιγὰρ, ἐγώ τοι ξεῖνε πάτερ δόμον ὅν μοι κελεύεις δείξω. ὥσπερ καὶ τὸ, οὗτος δή τι ξεῖνε πάτερ δόμος ὅν μοι κελεύεις πεφραδέμεν. ἴσως δέ ποτε προσαρμόσει καὶ τὸ, ἀλλ' ἴθι σιγῇ τοῖον, ἀντὶ τοῦ, οὕτως ὡς νῦν ἔρχῃ σιγῶν. ἢ θαυμαστικῶς ἀντὶ τοῦ λίαν, κατὰ τὸ, τοῖον γὰρ ὑπέκφερον ὠκέες ἵπποι. (ῃερς. 30.) ἐγὼ δ' ὁδόν φησιν ἡγεμονεύσω. μὴ δέ τιν' ἀνθρώπων προτιόσσεο πρόσβλεπε μὴ δ' ἐρέεινε. (ῃερς. 31.) καλῶς δὲ τὸ, μηδέ τιν' ἀνθρώπων. ὁ γὰρ ταῦτα παραγγελλόμενος Ὀδυσσεὺς, ἀνθρώπους μὲν οὔ, λιμένας δὲ καὶ νῆας καὶ τοιαῦτα ὁρῶν, θαυμάσεται. εἰ δὲ καὶ (ῃερς. 32.) κακόξενοί εἰσιν οἱ τοιοῦτοι ἄνθρωποι, προσφυῆ αὐτοῖς καὶ τὰ ἐφεξῆς. οὐ γὰρ ξείνους οἵδε μάλ' ἀνθρώπους ἀνέχονται ἤτοι ἀνέχουσι καὶ τιμῶσιν. οὐδ' ἀγαπαζόμενοι φιλέουσ', ὅς κ' ἄλλοθεν ἔλθοι. (ῃερς. 34.) εἰ δὲ καὶ ναυτικὸν τὸ τοιοῦτον φῦλον, οὐκ ἀπᾷδόν ἐστιν εἰπεῖν ἐπ' αὐτοῖς καὶ τὸ, νηυσὶ θοῇσι τοίγε πεποιθότες ὠκείῃσι, λαῖτμα μέγ' ἐκπερόωσιν, ἐπεί σφισι δῶκε θεός. τῶν, (ῃερς. 36.) νέες ὠκεῖαι ὡσεὶ πτερὸν ἠὲ νόημα. πρὸς Ὀδυσσέα δέ φησι καὶ ταῦτα ἡ Ἀθηνᾶ, θαῤῥύνουσα ἐπὶ τῷ νόστῳ οἷα ταχυναυτούντων τῶν Φαιάκων. μᾶλλον μὲν οὖν, Ὁμηρικῆς ταῦτα Μούσης μέθοδοι. πιθανολογούσης τὸν ἄπονον οἴκαδε τοῦ Ὀδυσσέως πλοῦν καὶ ταχὺν ἐκ τῆς τῶν ναυτικωτάτων Φαιάκων πομπῆς. εἰ γὰρ καὶ πάνυ ἐκτετόπισται ἡ τῶν Φαιάκων γῆ, ὅμως οὐδέν τι τέρας οὐδ' ἀπίθανον, ἐν μιᾷ νυκτὶ κατᾶραι τὸν Ὀδυσσέα εἰς Ἰθάκην νηῒ ταχείᾳ κατὰ πτερὸν ἠὲ νόημα. Καὶ ὅρα ὅτι οὐχ' ὡς ἐν τῷ, ἠελίου αἴγλη πέλεν ἠὲ σελήνης, ἐκ τοῦ μείζονος ἐπὶ τὸ ἔλαττον κατέβη, οὕτω καὶ ἐνταῦθα ποιεῖ. ἀλλὰ προσθεὶς τὸ ἧττον ἤτοι τὸ πτερὸν, ἐπήγαγε τὸ κατὰ πολὺ μεῖζον εἰς τάχος, δηλαδὴ τὸ νόημα. ὃ θείας ἐστὶ ταχυτῆτος ἔνδειξις. διὰ δὲ τοῦ πτεροῦ, ὄρνιν πάντως δηλοῖ. καὶ αὐτὸν, ταχύτατόν τινα ὡς εἰκὸς, καὶ ὡς εἰπεῖν, ὠκυπέτην. (ῃερς. 24.) Ταλαπείριος δὲ τίς λέγεται, προεγράφη. τὸ δὲ ταλαπείριος καὶ τὸ τηλόθεν ἐξ ἀπίης γῆς, ἐτυμολογικῶς εἰρῆσθαι δοκεῖ. ἐκ τοῦ τῆλε γὰρ ὡς προεῤῥέθη, καὶ ὁ ταλαπείριος. (ῃερς. 25.) ἡ δὲ Ἰλιὰς ἐδήλωσε τὴν ἀπίαν γῆν, ἐν τῇ ˉα ῥαψῳδίᾳ. Τὸ δὲ οἳ τήνδε πόλιν νέμονται, σημείωσαι ὡς χρήσιμον εἰς τὰς ἀγρονόμους νύμφας. οὐδὲν γὰρ ἀπεικὸς εἴπερ ἐκεῖ ἀγρόνομοι προπαροξυτόνως νύμφαι λέγονται, ὡς οὕτω καὶ αὐταὶ νέμονται ἀγρούς. Τὸ δὲ οὐκ ἀνέχονται ξείνους οὐδ' ἀγαπαζόμενοι φιλέουσι, περὶ τοῦ κατὰ Φαίακας ναυτικοῦ ὄχλου λέγεται, ἤγουν τοῦ δήμου, ὡς καὶ πρὸ ὀλίγων ἐῤῥέθη. εἰ γὰρ καὶ ἀγχίθεοι γεγάασιν οἱ Φαίακες, ἀλλ' οὐ πάντων τοῦτό ἐστι τὸ σεμνόν. μόνου δὲ τοῦ βασιλικοῦ γένους. διὸ καὶ ἡ μυθικὴ νεάνις ἡ τοῦ Διὸς Ἀθηνᾶ, ἐνταῦθα τῷ Ὀδυσσεῖ ἀστείως λέγει ὅτι Ἀλκίνοος πατρός μοι ἀμύμονος ἐγγύθι ναίει, ουμόνον διὰ τὸ εὐγενὲς καὶ βασιλικὸν, ἐπεὶ καὶ διοτρεφέες καὶ διογενεῖς οἱ βασιλεῖς, ἀλλὰ καὶ διὰ τὸ κατὰ φιλοξενίαν ἀγχίθεον. πρὸς γὰρ Διός εἰσι καὶ οἱ ξεῖνοι. καὶ ἔστιν οἷον ἀνδρείκελον Διὸς Ἀλκίνοος καὶ οἱ κατ' αὐτὸν ἀγαθοὶ ἐκεῖσε ἄνδρες. ἴσως δὲ καὶ ἐπίτηδες κατ' ἐκφόβησιν ἡ Ἀθηνᾶ τῷ Ὀδυσσεῖ λαλοῦσα, καταψεύδεται τῶν Φαιάκων. Τὸ δὲ ὡσεὶ πτερὸν ἠὲ νόημα περὶ οὗ γέγραπται προσεχῶς, ὑπερβολῆς χρὴ ἔχειν παράδειγμα. ὅτε δὲ καὶ οἷον ἐμψύχους καὶ λογικὰς τὰς αὐτῶν πλάσονται νῆας οἱ Φαίακες, οὐκέθ' ὑπερβολικὸς ὁ τοιοῦτος λόγος, ἀλλ' ἤδη τερατώδης ἄντικρυς. ὅθεν οὐδὲ ψεκτέος Ὀδυσσεὺς, ἀντιφιλοτιμούμενος παρὰ τοιούτοις ἀνδράσι τερατολογεῖν ἐν οἷς διηγεῖται πρὸς τὸν Ἀλκίνοον. στοχασάμενος γὰρ οἷα εἰκὸς καὶ ἀφ' ὧν ἔλεγον ἐγνωκὼς τοιούτοις χαίροντας, ἀντιψεύδεται καὶ αὐτὸς ἐν τοῖς καθ' ἑαυτόν. Σημείωσαι δὲ καὶ ὅτι παραῤῥίψας ἐνταῦθα ὁ ποιητὴς διὰ τῆς Ἀθηνᾶς τὸ, ὡσεὶ πτερὸν ἠὲ νόημα, καὶ δελεάσας τῷ ἀστείῳ τοῦ νοήματος τὸν ἁπλούστερον ἀκροατὴν, ἤδη δὲ καὶ διὰ τὴν συντομίαν λαθὼν, οὕτω τερατεύσεσθαι τολμᾷ ἐν τοῖς ἑξῆς διὰ τοῦ Ἀλκινόου, καὶ ἐχέφρονας εἶναι τὰς ἐκεῖ νῆας ὡς φανήσεται. καὶ δοκεῖ σχεῖν τὸ ἀσφαλὲς ἐκεῖνος ὁ λόγος, διὰ τοῦ καὶ ἐνταῦθα εἰπεῖν αὐτὰς ὠκείας εἶναι ὡσεὶ νόημα. ἐντεῦθεν δέ τινες ὁρμηθέντες, καὶ τὴν παρὰ τῷ Ἡσιόδῳ Αὐτονόην, εἰς νῆα μετέλαβον ἀλληγορικῶς, ἀκολούθως τῇ Φαιακικῇ ταύτῃ τερατείᾳ. Τὸ δὲ νηυσὶ θοῇσι τοίγε πεποιθότες λαῖτμα ἐκπερόωσιν, ἀσυνδέτως ἔφη, ἐξιστῶν ὥσπερ τῷ νοήματι, οὕτω καὶ τῷ σχήματι τὸν ἀκροατήν. (ῃερς. 39.) Ὅτι λαθραίου εἴσοδον δηλοῖ τὸ, τὸν δ' ἄρα οἱ δεῖνα οὐκ ἐνόησαν ἐρχόμενον κατὰ ἄστυ ἢ τυχὸν κατὰ δῶμα, διὰ σφέας. οὐ γὰρ θεὸς εἴασεν ὃς ῥά οἱ ἀχλὺν θεσπεσίαν κατέχευε φίλα φρονέων αὐτῷ. ἣν δὴ ἀχλὺν ἠέρα πρὸ ὀλίγων ἐκάλεσεν. (ῃερς. 39.) Ὅτι ἐν τῷ, Φαίακες ναυσικλυτοὶ, ὀξύνεται τὸ ναυσικλυτοὶ, κατὰ τοὺς παλαιούς. καὶ οὐδὲν ἀπώνατο τῆς συνθέσεως εἰς τὸ παροξύνεσθαι. δῆλον δὲ καθὰ καὶ προεγράφη, ὅτι τὸ ναυσὶν ἰδίᾳ κείμενον, διὰ τοῦ ˉη προφέρεται οἷον. οἱ μὲν, παρὰ νηυσὶ θοῇσι πεποιθότες, ὅτε δὲ συντεθῇ, διὰ τοῦ ˉα λέγεται. (ῃερς. 41.) Τὸ δὲ ἀχλὺν θεσπεσίην κατέχευε, παρῳδηθέν που, ἐποίησε τὸ, τῷ δ' ἄρα θεσπεσίην χάριν κατέχευεν. Ὅτι διδάσκαλος ὁ ποιητὴς καὶ τοῦ ἐκφράζειν γενόμενος τοῖς μετ' αὐτὸν, περιηγήσεται μὲν προϊὼν ἐκφραστικῶς, τὰ κατὰ τὸν βασιλικὸν οἶκον. τέως δὲ, ἀρξάμενος ἐκ τοῦ περιέχοντος κατὰ τὸν ἐκ φραστικὸν κανόνα, ποιεῖ τὸν Ὀδυσσέα θαυμάζοντα τὰ πρὸ τῆς πόλεως πρινὴ εἰσελθεῖν ἐκεῖ. φησὶ γοῦν. θαύμαζεν δ' Ὀδυσσεὺς λιμένας καὶ νῆας ἐΐσας. αὐτῶν θ' ἡρώων ἀγορὰς καὶ τείχεα μακρὰ, ὑψηλά. σκολόπεσσιν ἀρηρότα. ὅ ἐστι, κατησφαλισμένα. θαῦμα ἰδέσθαι. (ῃερς. 44.) Καὶ ὅρα τὸ ἡρώων, ἀδιαφόρως κἀνταῦθα ῥηθὲν ἐπὶ τοῦ κοινοῦ λαοῦ, ὡς καὶ ἐν Ἰλιάδι πολλαχοῦ γίνεται. (ῃερς. 45.) Σκόλοπες δὲ καὶ νῦν, ξύλα ὀρθά. οἳ καὶ σταυροί. εἰ δὲ ὑψηλὰ οὕτω τὰ τείχη καὶ σκολόπεσσι δὲ ἥρμοσται, σκοπητέον εἰ ἀπάνευθεν ἀνδρῶν οἰκοῦσιν οἱ Φαίακες, καὶ εἰ μηδεὶς εἰς Φαίακας ἵκηται δηϊοτῆτα φέρων. εἰ γὰρ ταῦθ' οὕτως, τίς χρεία τοιούτων τειχέων τοῖς Φαίαξι. τερατεύονται ἄρα τὰ περὶ τῶν κατ' αὐτούς. (ῃερς. 50.) Ὅτι εἰποῦσα ἡ μυθικὴ Ἀθηνᾶ πρὸς Ὀδυσσέα, σὺ δ' ἔσω κίε μὴ δέ τι θυμῷ τάρβει, ἐπάγει γνωμικόν. θαρσαλέος γὰρ ἀνὴρ, ἐν πᾶσιν ἀμείνων ἔργοισι τελέθει, εἰ καί ποθεν ἄλλοθεν ἔλθοι. τουτέστιν εἰ καὶ ἀλλοδαπὸς εἴη ξένος. τοῦτο δὲ εἴρηται, πρὸς τὸ μὴ χρῆναι παρὰ τὸ δέον αἰδεῖσθαι. ἐπεί περ ἔστι ποτὲ αἰδὼς μὲν, πρὸς ἀνολβίῃ θάρσος δὲ, πρὸς ὄλβῳ. καὶ τοῦτο μὲν, θαῤῥυντικόν ἐστι τῷ Ὀδυσσεῖ ἐκ τῆς μυθικῆς Ἀθηνᾶς. ἐφεξῆς δὲ, καὶ τὸ ποιητέον ὑποθήσεται αὐτῷ, καὶ τοὺς βασιλεῖς αὐτὴ γενεαλογήσει. καὶ τὴν Ἀρήτην ἐπαινέσει ὡς ὁμοίαν τῇ Ἀθηνᾷ κατά γε τὸ ἀνενδεὲς νόου ἐσθλοῦ. ἅπερ οὐκ ἦν ἄλλως γνώριμα εἶναι τῷ Ὀδυσσεῖ περὶ Φαιάκων τῶν ἐκτετοπισμένων, εἰ μὴ Ἀθηνᾶ τὰ τοιαῦτα ὡς εὖ εἰδυῖα ἱστόρησε. καὶ οὕτω γίνεται σεμνὸν τὸ τῆς Ἀθηνᾶς ἐπεισόδιον καὶ μεγαλοπρεπὲς καὶ ὠφέλιμον τῷ Λαερτιάδῃ. ὡς εἴγε διὰ μόνον τὸ γνωρίσαι τὰ βασιλικὰ δώματα παρεισωδιάσθη, πάνυ ἂν ἦν τὸ Ὁμηρικὸν τοῦτο πλάσμα, σμικροπρεπὲς καὶ ποιητικῆς μεγαλονοίας οὐκ ἄξιον. (ῃερς. 53.) Ὅτι κιχήσεσθαι ἐνταῦθα, ὡς καὶ ἀλλαχοῦ ἱκέσθαι, οὐ τὸ καταλαβεῖν ἁπλῶς ἀλλὰ τὸ ἐπὶ ἱκεσίᾳ. φησὶ γάρ. δέσποιναν μὲν πρῶτα κιχήσεαι ἐν μεγάροισι. (ῃερς. 54.) περὶ Ἀρήτης δὲ ὁ λόγος. ἣν καὶ γενεαλογῶν εὐθὺς, ἐπάγει. Ἀρήτη δ' ὄνομ' ἐστὶν ἐπώνυμον. ἐκ δὲ τοκήων τῶν αὐτῶν, οἵπερ τέκον Ἀλκίνοον βασιλέα. (ῃερς. 56.) Ναυσίθοον μὲν πρῶτα Ποσειδάων γείνατο καὶ Περίβοια, γυναικῶν εἶδος ἀρίστη. ὁπλοτάτη θυγάτηρ μεγαλήτορος Εὐρυμέδοντος. ὅς ποθ' ὑπερθύμοισι γιγάντεσσι βασίλευεν. ἀλλ' ὁ μὲν, ὤλεσε λαὸν ἀτάσθαλον. ὤλετο δ' αὐτός. τῇ δὲ, Ποσειδάων ἐμίγη καὶ ἐγείνατο παῖδα Ναυσίθοον μεγάθυμον, ὃς ἐν Φαίηξιν ἄνασσε. (ῃερς. 63.) Ναυσίθοος δ' ἔτεκε Ῥηξήνορά τε Ἀλκίνοόν τε. τὸν μὲν, ἄκουρον ἐόντα, βάλ' ἀργυρότοξος Ἀπόλλων νυμφίον ἐν μεγάρῳ, μίαν οἴην παῖδα λιπόντα, Ἀρήτην. ἣν Ἀλκίνοος ἐποιήσατο ἄκοιτιν. Καὶ ὅρα τὸ ἐποιήσατο. λεχθὲν ἀντὶ τοῦ, ἔσχεν ἢ ἔθετο. Γοργότητα δὲ πεποίηκεν Ὅμηρος καὶ τὸ τῆς γραφῆς περιεῖλεν ὕπτιον, γενεαλογίαν ταύτην ἐπεμβαλὼν οὐκ ἄκομψον ὡς τὰ κατὰ μέρος δηλώσει. αὐτίκα γοῦν τὸ, Ἀρήτη δ' ὄνομ' ἔστιν ἐπώνυμον, ἱστορίαν τε ὑπολαλεῖ, καὶ τρόπον ἐτυμολογικόν. ὡς τῆς Ἀρήτης παρὰ τὸ ἀράσασθαι κληθείσης. ἵνα ὥσπερ φαιδρὸς ἐπίθετον ἐξ οὗ Φαῖδρος κύριον καὶ γυνὴ Φαῖδρα, οὕτω καὶ ἀρητὸς ἐπίθετον, ὡς τὸ, πένθος ἀρητόν. ἐξ οὗ, Ἄρητος κύριον. ὅθεν ὁ παρὰ τοῖς ὕστερον Ἄρατος. καὶ θηλυκὸν Ἀρήτη. ὡς εἴτις εἴποι εὐκταία τοῖς γονεῦσιν. ὥσπερ καὶ Δημάρατος ὁ Λάκων, ὡς πολύευκτος οὕτως ἐκλήθη. εὐξαμένων γὰρ καθ' Ἡρόδοτον πανδημεὶ Σπαρτιατῶν, ἐγένετο ἐκεῖνος τῷ πατρὶ Ἀρίστωνι. Ἐπώνυμονδὲ παρὰ τοῖς ἀρχαίοις, τὸ παρὰ τοῖς ὕστερον φερώνυμον, ἤγουν ἔνθα τὸ ὄνομα ἐμφερὲς τοῖς πράγμασι. διττῶς δὲ ὡς ἐπὶ πολὺ τὸ ῥηθὲν ἐπώνυμον. ἢ τὸ αὐτομάτως τεθὲν τὴν ἀρχὴν ὕστερον δὲ ἐπαληθεῦσαν ὡς εἴπερ ἐκ προνοίας ἐτέθη. οἷον. ὁ ῥήτωρ Δημοσθένης ἐπωνύμως ἐκλήθη, ἐπεὶ σθένος τοῦ τῶν Ἀθηναίων δήμου γέγονεν ὕστερον. καὶ τῷ Αἴαντι δὲ τὸ ὄνομα ἐπώνυμον ἐξηνέχθη τοῖς αὐτοῦ κακοῖς κατὰ τὴν τραγῳδίαν, διὰ τὸ αἲ, ὡς ἄξια αἰαγμάτων παθόντος αὐτοῦ. ἢ γοῦν οὕτως ἐπώνυμον τὸ ἀπὸ γενέσεως ἁπλῶς οὕτω τεθὲν, ἢ τὸ ἐκ μελέτης εἴτουν προνοίας, ὡς τὸ Ὀδυσσεύς. περὶ οὗ ὁ πάππος φησί. τῷ δ' Ὀδυσσεὺς ἔστω ὄνομα οὕνεκά μοι πολλοὶ ὀδύσαντο. τοιοῦτον ἐπώνυμον καὶ τὸ Ἀρήτη ὡς ἐῤῥέθη. καὶ τὸ Δημάρατος ὁ καὶ Δημάρητος. καὶ ἡ Δημαρέτη δέ που. ἀφ' ἧς τὸ δημαρέτειον νόμισμα. (ῃερς. 65.) Τὸ δὲ ἐκ τοκήων τῶν αὐτῶν οἳ τέκον Ἀλκίνοον, ἔπεισέ φασι τὸν Ἡσίοδον, ἀδελφὴν Ἀλκινόου τὴν Ἀρήτην ὑπολαβεῖν. Ὅμηρος δὲ τὸ, τῶν αὐτῶν τοκήων, ἀντὶ προγόνων ἔλαβεν. Ὅρα δὲ τὸ γείνατο καὶ τὸ ἔτεκεν ἐν τῷ ῥηθέντι χωρίῳ, ἐπὶ πατέρων κείμενα. εἰ καὶ τῶν τινες μεθ' Ὅμηρον, διώρισαν τὸ μὲν, ἐπὶ πατρὸς τὸ δ' ἐπὶ μητρός. ὡς πατρὸς μέν φασι γεννῶντος, μητρὸς δὲ τικτούσης. ὅπερ οὐκ ἂν οὕτως ἔχον εἴη συνήθως. γεννῶσι μὲν γὰρ ἄμφω ἐπεὶ καὶ γεννήτορες. καὶ τίκτουσιν, ἐπεὶ καὶ τοκῆες. κύουσι δέ γε, οὔ. ἀλλὰ μητρὸς μόνης τοῦτο κυρίως, τῆς καὶ ἐγκυμονούσης. καὶ ἥτις οὐ σπείρασα, ὑποκυσαμένη δὲ, τέκε τέκνα. ἐκ τοῦ κύειν γὰρ, καὶ τὸ ἐγκυμονεῖν καὶ τὸ ὑποκύσασθαι. Ἐν δὲ τῷ, μεγαλήτορος Εὐρυμέδοντος, σκοπητέον τὴν ἐν τοῖς παλαιοῖς ἁπλότητα. ἰδοῦ γὰρ, οἱ Φαίακες βασιλεῖς οὐκ ὤκνησαν τὴν ὡς προδεδήλωται γραῦν Ἀπειραίην θαλαμηπόλον, Εὐρυμέδουσαν ὀνομάσαι παρωνύμως τῷ αὐτῶν προγόνῳ βασιλεῖ Εὐρυμέδοντι. Ἐν δέ γε τῷ, ὑπερθύμοισι γιγάντεσσιν, ὅρα τὸ τοῦ Ὁμήρου καὶ τῆς κατ' αὐτὸν Ἀθηνᾶς ἀβλάσφημον. ὡς γὰρ τὸν ἐν αὐτοῖς βασιλέα Εὐρυμέδοντα, μεγαλήτορα εἶπεν οὐδὲν σκώψας, οὕτω καὶ αὐτοὺς ὑπερθύμους, ὡς εἴπερ εἶπεν ἀγήνορας. ὅπερ οὐ πάνυ τραχύ. καὶ ἄλλως γὰρ εἴη ἂν τὸ ὑπέρθυμον ταυτὸν τῷ μεγάθυμον ὃ περὶ Ναυσιθόου εἶπεν. ἐπεὶ δὲ ἔδει καὶ σφοδρότερον τῶν τοιούτων καθάψασθαι οἳ καὶ τῷ Διῒ ἀνταίρειν κατὰ τὸν μῦθον προηνέχθησαν, λέγει καὶ ἀτασθάλους αὐτοὺς ἐν τῷ, ἀλλ' ὁ μὲν, ὤλεσε λαὸν ἀτάσθαλον. ὤλετο δ' αὐτός. περὶ οὗ ὡς βασιλέως φείδεται βαρύ τε εἰπεῖν ὡς ἴσως καὶ φιλοφαίαξ οὖσα, διὰ τὸν Ὀδυσσέα τε καὶ διὰ τὸ κοινῶς τῶν Φαιάκων φιλόξενον. Ἐν τούτοις δὲ ὅρα καὶ ὡς οὐκ ἀδύνατον φαύλων γονέων ἀγαθὸν ἀποτεχθῆναι γόνον. Ἀρήτη γὰρ ἐκ τοιούτων κατάγουσα θαυμαστὴ ἀπέβη, ὡς δηλώσει τὰ ἐφεξῆς. Σημείωσαι δὲ καὶ ὅτι τὸ, ὁ μὲν, ὤλεσε λαὸν ἀτάσθαλον, ὅμοιόν ἐστι τῷ, Κροῖσος μεγάλην ἀρχὴν καταλύσει. ἔστιν οὖν ἀστείως εἰπεῖν, ὡς εἴγε τὸ Ὁμηρικὸν τοῦτο ἀνηνέχθη ποθὲν τῷ Κροίσῳ, οὐκ ἂν ἐκεῖνος ἐδυστύχησε νοήσας πρὸς ἑαυτοῦ τὸ, μεγάλην ἀρχὴν καταλύσει τὴν τῶν Πέρσων. ἀλλ' ἔγνω ἂν τὴν ἑαυτοῦ καταλυθησομένην. Τὸ δὲ Ῥηξήνωρ, ἐξ ἀνδρικοῦ ἐπιθέτου μετήνεκται νῦν εἰς κύριον. ἔστι δ' εἰπεῖν ὅτι ἐκ τοῦ Ῥηξήνωρ ἐπινενόηται καὶ ἡ τοῦ Λυσάνδρου σύνθεσις. ῥῆξας γὰρ ἐν ἠνορέῃ καὶ λύσαι ἐν ἀνδρίᾳ φάλαγγας, ταυτόν ἐστι. (ῃερς. 64.) Τὸ δὲ ἄκουρον, ἀντὶ τοῦ ἄπαιδα κούρου ὅ ἐστιν ἄῤῥενος. θυγατέρα γὰρ ἔσχε τὴν Ἀρήτην. αἴφνης δὲ δοκεῖ θανεῖν ὁ Ῥηξήνωρ. τοῦτο γὰρ ἡ τοῦ Ἀπόλλωνος αἰνίττεται βολὴ, ὡς φαίνεται πολλαχοῦ. Νυμφίον δὲ νῦν λέγει, τὸν οὐ πολὺ ἐπιβιόντα μετὰ τὸν γάμον. οὐ μὴν τὸν ἐπ' αὐτῷ τῷ νυμφῶνι θανόντα, εἴγε παῖς ἐξ αὐτοῦ γέγονε. τρίτος δὲ κατὰ τὴν ῥηθεῖσαν γενεαλογίαν ἐκ Ποσειδῶνος ὁ Ἀλκίνοος. τετάρτη δὲ ἡ Ἀρήτη. Ὅτι ἀποσεμνύνων τὴν δέσποιναν Ἀρήτην ὁ ποιητὴς, ἄρχεται οὕτως. τὴν δ' Ἀλκίνοος ποιησάμενος ἄκοιτιν, ἔτισεν ὡς οὔτις ἐπὶ χθονὶ τίεται ἄλλη, ὅσσαι νῦν τε γυναῖκες ὑπ' ἀνδράσιν οἶκον ἔχουσιν, ὡς κείνη περὶ Κῆρι τετίμηταί τε καὶ ἐστὶν, ἔκ τε φίλων παίδων ἔκ τ' αὐτοῦ Ἀλκινόοιο καὶ λαῶν, οἵ μιν θεὸν ὣς εἰσορόωντες, δειδέχαται ὅ ἐστι δεξιοῦνται μύθοισιν ὅτε στείχῃσιν ἀνὰ ἄστυ. εἶτα καὶ αἰτίαν λέγων τῆς τοσαύτης τιμῆς ἐπάγει. οὐ μὲν γάρ τι νόου καὶ αὐτὴ δεύεται ἐσθλοῦ, οἷσι τ' εὖ φρονέησι καὶ ἀνδράσι νείκεα λύει. τουτέστιν οἷς ἂν ἀνδράσιν εὖ φρονοίη, λύει τὰ νείκεα. ἵνα ᾖ τοῦτο, δεῖγμα τοῦ μὴ δεύεσθαι αὐτὴν νόου ἐσθλοῦ. τινὲς δὲ, χαριέστερον γράφουσι κατὰ γένος θηλυκὸν, ᾗσι τ' εὖ φρονέουσι καὶ ἀνδράσιν. ἤγουν αἷς γυναιξὶ φιληδεῖ καὶ οἷς ἀνδράσι προσέχει, λύει τὰ νείκεα. φέρεται δὲ καὶ τρίτη γραφὴ αὕτη. ᾗσιν εὐφροσύνῃσιν, ἤγουν ἰδίαις φρονήσεσι, λύει δικαστικῶς τὰ νείκεα. ἔπαινοι δὲ ταῦτα βασιλίδι πρέποντες. ὧν τὸ ἐξαίρετον, τὸ δικαστικὴν εἶναι τὰ νείκεα λύουσαν. Ὁμήρου καὶ ταῦτα πλάττοντος, ἵνα σεμνύνῃ τὴν Ἀρήτην ὡς περισωσαμένην τὸν Ὀδυσσέα, ὑπὲρ οὗ τὴν τοῦ βιβλίου τούτου πραγματείαν ἐνίστησιν Ὅμηρος. Ἰστέον δὲ ὅτι τὸ, γυναῖκες ὑπ' ἀνδράσιν οἶκον ἔχουσι, τὰς μεθ' Ὅμηρον ὑπάνδρουςσυνέθετο. Τὸ δὲ δειδέχαται, τοῦ δέδεκται παθητικοῦ παρακειμένου ἔστι τρίτον Ἰωνικὸν πληθυντικὸν κατ' ἐπένθεσιν τοῦ ἰῶτα ἀναγκαίαν τῷ μέτρῳ. δέχεσθαι δὲ μύθοις, ταυτὸν πάντως, τῷ εὐφημεῖν καὶ εὐλογεῖν. Τὸ δὲ οὐ μὲν νόου γε καὶ αὐτὴ ἐπιδεύεται ἐσθλοῦ, δηλοῖ μὲν τὸ, οὐδ' αὐτὴ δέεται φρονήσεως. ἔστι δὲ περίφρασις τοῦ περίφρων, ἵνα λέγῃ ὅτι περίφρων ἐστὶν ἡ βασιλὶς καθὰ καὶ ὁ βασιλεὺς, ᾧ καὶ τοὔνομα ἐκ τοῦ νόου σύγκειται. Ἀλκίνοος γὰρ καλεῖται, ὡς ἄν τις εἴποι δαΐφρων. ἐπεὶ καὶ συγγενὲς ἀλκὴ καὶ δαΐς. καὶ πάλιν, νόος καὶ φρόνησις. Ὅτι σύστασις προσώπου πρὸς ξένον ἱκέτην, τὸ, εἰ μέντοι κείνη γε φίλα φρονέῃσιν ἐνὶ θυμῷ, ἐλπωρή τοι ἔπειτα τό δέ τι ποιῆσαι. οἷον, φίλους τ' ἰδέειν καὶ ἐς πατρίδα ἱκέσθαι. (ῃερς. 78.) Ὅτι τὰς Ἀθήνας φίλην χώραν Ὅμηρος ἐμφαίνων εἶναι τῇ Ἀθηνᾷφησίν. ἔλιπε μὲν γλαυκῶπις Ἀθήνη Σχερίην ἐρίβωλον ἢ ἐρατεινὴν, ὅ ἐστι τὴν Φαιακίαν ὡς καὶ προγέγραπται. ἵκετο δ' ἐς Μαραθῶνα καὶ εὐρυάγυιαν Ἀθήνην. δῦνε δ' Ἐρεχθῆος πυκινὸν δόμον. (ῃερς. 80.) ἔστι δὲ Μαραθὼν, δῆμος ὕστερον τῆς Λεοντίδος φυλῆς. διγενὴς δὲ ἡ λέξις, καὶ ἡ Μαραθὼν γὰρ λέγεται καὶ ὁ Μαραθών. ἔνθα καὶ τὸν λεγόμενον Μαραθώνιον ταῦρον Θησεὺς κατεπάλαισεν. Εὐρυάγυιαν δὲ Ἀθήνην ἑνικῶς τὰς Ἀθήνας λέγει, πρὸς διαστολὴν τῆς ὁμωνύμου Ἀθηνᾶς, ἐξ ἧς καὶ καλεῖται. ἐκείνη γὰρ γλαυκῶπις Ἀθήνη. καὶ ἔχει τι γλυκὺ τὸ εἰπεῖν ὡς Ἀθήνη ἵκετο Ἀθήνην, διὰ τὸ ἐξ ὁμωνυμίας ἀστεῖον. Ἰστέον δὲ ὅτι ὃν τρόπον Ἄρεος τέμενος τὰ κατὰ Θρᾴκην. καὶ Κύπρος, Ἀφροδίτης ἱερά. καὶ Δῆλος, ἀνεῖται Ἀπόλλωνι. οὕτω καὶ τῇ Ἀθηνᾷ ἡ πόλις Ἀθηνῶν, ἧς ἐβασίλευσέ ποτε Ἐρχθεύς. περὶ οὗ καὶ ἡ Ἰλιὰς δηλοῖ. ἐξ οὗ καὶ οἱ Ἀττικοὶ Ἐρεχθεῖδαι, καὶ δόμος Ἐρεχθέως ἡ Ἀττικηἐπεὶ κατὰ τὴν τραγῳδίαν τοῦ κρατοῦντος ἡ πόλις νομίζεται. Τὸ δὲ δῦνε δόμον Ἐρεχθέως, ὅμοιον τῷ, πόλιν δύσεσθαι. (ῃερς. 84.) Ὅτι τὸ τοῦ Μενελάου δῶμα εἰπὼν ἐοικέναι Ἡλίου ἢ Σελήνης αἴγλῃ, λέγει καὶ νῦν ἐπὶ Ἀλκινόου ἀπαραλλάκτως τὸ αὐτό. ὑπαλλάξας μόνον τὸ κύριον ὄνομα καὶ τὸ αὐτοῦ ἐπίθετον. ἀντὶ γὰρ τοῦ, Μενελάου κυδαλίμοιο, λέγει ἐνταῦθα μεγαλήτορος Ἀλκινόοιο. διδάσκων ὅπως χρὴ παρῳδεῖν. πλὴν ἐκεῖ μὲν, οὐκ ἐπεξειργάσατο ἐπὶ πλέον τὸ νόημα. (ῃερς. 86.) ἐνταῦθα δὲ καὶ ἔκφρασιν ἐπάγων, φησί. χάλκεοι μὲν γὰρ τοίχοι ἐρηρέδατ' ἔνθα καὶ ἔνθα, ἐς μυχὸν ἐξ οὐδοῦ. περὶ δὲ θριγκὸς κυάνοιο. χρύσειαι δὲ θύραι πυκινὸν δόμον ἐντὸς ἔεργον, ὅ ἐστι συνέκλειον. καθὰ καὶ ὁ δόμος (ῃερς. 88.) ἐντὸς καλύπτει τινά. κατὰ τὸ, ὅθ' ἑὸς δόμος ἀμφεκάλυψε. καὶ, οὐδὸς ἀφήτορος ἐντὸς ἐέργει. ἀργύρεοι δὲ σταθμοὶ ἐν χαλκέῳ ἔστασαν οὐδῷ. ἀργύρεον δ' ἐφυπερθύριον. χρυσέη δὲ κορώνη. χρύσειοι δ' ἑκάτερθε καὶ ἀργύρεοι κύνες ἦσαν, οὓς Ἥφαιστος ἔτευξεν ἰδυίῃσι πραπίδεσσι, δῶμα φυλασσέμεναι μεγαλήτορος Ἀλκινόοιο, ἀθανάτους ὄντας καὶ ἀγήρως ἤματα πάντα. ἐν δὲ θρόνοι περὶ τοῖχον ἐρηρέδατ' ἔνθα καὶ ἔνθα ἐς μυχὸν ἐξ οὐδοῦ διαμπερές. ἔνθ' ἐνὶ πέπλοι λεπτοὶ ἐΰννητοι βεβλήατο ἔργα γυναικῶν. ἔνθα δὲ Φαιήκων ἡγήτορες ἑδριόωντο, πίνοντες καὶ ἔδοντες. ἐπηετανὸν γὰρ ἔχεσκον. χρύσειοι δ' ἄρα κοῦροι ἐϋδμήτων ἐπὶ βωμῶν ἕστασαν αἰθομένας δαΐδας μετὰ χερσὶν ἔχοντες, φαίνοντες νύκτας κατὰ δῶμα δαιτυμόνεσσι. πεντήκοντα δ' ἔσαν δμωαὶ κατὰ δῶμα γυναῖκες. αἱ μὲν, ἀλετρεύουσαι μύλης ἔπι, μήλοπα καρπόν. αἵδ' ἱστοὺς ὑφόωσι καὶ ἠλάκατα στρωφῶσιν, ἥμεναι οἷά τε φύλλα μακεδνῆς αἰγείροιο. καιροσέων δ' ὀθονέων ἀπολείβεται ὑγρὸν ἔλαιον. τόσσον Φαίηκες περὶ πάντων ἴδριες ἀνδρῶν νῆα θοὴν ἐνὶ πόντῳ ἐλαυνέμεν. ὡς δὲ, γυναῖκες ἱστὸν τεχνῆσαι. περὶ γάρ σφισι δῶκεν Ἀθήνη ἔργα τ' ἐπίστασθαι περικαλλέα, καὶ φρένας ἐσθλάς. ἔκτοσθεν δ' αὐλῆς μέγας ὄρχατος ἄγχι θυράων τετράγυος. περὶ δ' ἕρκος ἐλήλαται ἀφοτέρωθεν. ἔνθα δὲ δένδρεα μακρὰ πεφύκει τηλεθόωντα, ὄγχναι καὶ ῥοιαὶ καὶ μηλέαι ἀγλαόκαρποι. συκαῖ τε γλυκεραὶ καὶ ἐλαῖαι τηλεθόωσαι. τῶν, οὔ ποτε καρπὸς ἀπόλλυται, οὐδ' ἀπολείπει χείματος οὐδὲ θέρευς ἐπετήσιος. ἀλλὰ μάλ' αἰεὶ Ζεφυρίη πνείουσα, τὰ μὲν, φύει. ἄλλα δὲ, πέσσει. ὄγχνη ἐπ' ὄγχνῃ γηράσκει. μῆλον δ' ἐπὶ μήλῳ. αὐτὰρ ἐπὶ σταφυλῇ σταφυλή. σῦκον δ' ἐπὶ σύκῳ. (ῃερς. 115.) Ἔνθα ὅρα τὸ ὀπωροφόρον τοῦ τόπου περὶ ὃ ἡ τοῦ Ἀλκινόου νῆσος εὐδοκιμεῖν ᾄδεται. ὃ δὴ καὶ μέχρι νῦν καθιστορεῖται μάλιστα ἐπὶ τὰ ἔξω αὐτῆς. καὶ ἔστι καὶ τοῦτο μέθοδος ἐξ Ὁμήρου ἐνδεδομένη τοῖς μετ' αὐτὸν ἱστορικοῖς. οἳ μυρία παραδιδόασι χωρικὰ ἰδιώματα πρὸς ἐξοχήν τινα, ἢ φυόμενα γῆθεν, ἢ ἄλλως γινόμενα. ὁποῖον τὸ, πολλὴ κυπάριττος ἐν τῇ Κρήτῃ. καὶ τὸ, Ῥόδος, ἀσταφίδας. παρέχει δηλαδή. καὶ ἰσχάδας ἡδυονείρους. καὶ τὸ, αὐτὰρ ἀπ' Εὐβοίης, ἀπίους καὶ ἴφια μῆλα. περὶ ὧν ἀλλαχοῦ ἐῤῥέθη. καὶ τὸ, Ἀρκαδία, ἐπικούρους. Φοινίκη δ' αὖ, καρπὸν φοίνικος καὶ σεμίδαλιν. Καρχηθὼν, δάπιδας καὶ ποικίλα προσκεφάλαια. οὕτω δὲ καὶ Σκύριαι ἐς ἄμελξιν γλάγους αἶγες ἐξοχώταται λέγεται εἶναι. ὅπλα δ' ἀπ' Ἄργεος. ἅρμα Θηβαῖον. τέως μέντοι, Ὅμηρος προσιστορεῖ καὶ τάδε, ἔνθα δέ οἱ (ῃερς. 122.) πολύκαρπος ἀλωὴ ἐῤῥίζωται. τῆς, ἕτερον μὲν, θειλόπεδον λευρῷ ἐνὶ χώρῳ τέρσεται ἠελίῳ. ἤγουν ἕτερον μέν τι μέρος τῶν κατ' αὐτὴν σταφυλῶν, ἐν θειλοπέδῳ εἰληθερεῖται. ἑτέρας δ' ἄρα τε, τρυγόωσιν. ἄλλας δὲ τραπέουσι. πάροιθε δέ τ' ὄμφακές εἰσιν ἄνθος ἀφιεῖσαι. ἕτεραι δ' ὑποπερκάζουσιν. (ῃερς. 127.) ἔνθα δὲ κοσμηταὶ ἤτοι εὔτακτοι πρασιαὶ παρὰ νείατον ὄρχον παντοῖαι πεφύασιν, ἐπηετανὸν γανόωσαι. ἐν δὲ δύω κρῆναι. ἡ μέν τ' ἀνὰ κῆπον ἅπαντα σκίδναται. ἥδ' ἑτέρωθεν ὑπ' αὐλῆς οὐδὸν ἵησι πρὸς δόμον ὑψηλὸν, ὅθεν ὑδρεύονται πολῖται. (ῃερς. 132.) εἶτα συμπεραίνων τὴν ἔκφρασιν, φησίν. τοῖ' ἂρ ἐν Ἀλκινόοιο θεῶν ἔσαν ἀγλαὰ δῶρα. ἔνθα στὰς, θηεῖτο πολύτλας δῖος Ὀδυσσεύς. προσήκων αὐτὸς ὢν τῷ θαυμάζειν, μᾶλλον, ἤπερ ὅτε τὸ τῆς Καλυψοῦς σπήλαιον ἐθαύμαζεν ὁ Ἑρμῆς. Ὅρα δὲ ὅσα καλὰ τῇ τῶν Φαιάκων πόλει ἐπιμαρτύρηται ἡ ῥηθεῖσα ἔκφρασις. πλοῦτόν τε γὰρ πολὺν ἱστορεῖ τὸν ἐν χρυσῷ καὶ ἀργύρῳ καὶ χαλκῷ. καὶ τέχνην τὴν περὶ τὰς τοιαύτας ὕλας. καὶ ἐπιστήμην ταλασιουργικήν. καὶ καρπῶν εὐθηνίαν. καὶ γεωργικὴν ἐμπειρίαν. καὶ γῆς εὐδαιμονίαν. καὶ ἀέρα εὔκρατον. καὶ τοιαῦτά τινα ἕτερα ὁποίοις οὐκ εἶχεν ἀγλαΐσαι τὴν ἡρωϊκὴν Ἰλιάδα, διὰ τὸ ἐκεῖ ἐμβριθὲς καὶ ἀπανηγύριστον. εἰπεῖν δὲ καὶ αἱμοχαρές. ὅτι δὲ συναγλαΐζει κἀνταῦθα τὴν φράσιν τοῖς πράγμασι καὶ γλυκέως φράζει τὰ καλὰ, δῆλόν ἐστιν. ἃ δέ τις εἴποι, τὰ κατὰ μέρος τῆς ἐκφράσεως περιϊὼν τοιαῦτά ἐστι. (ῃερς. 86.) Χάλκεοι μὲν οἱ τοῖχοι, πρὸς ἀσφάλειαν. ἐς μυχὸν ἐξ οὐδοῦ ἡρμοσμένοι. τουτέστιν οὐκ ἐπιπολῆς ἔχοντες πέταλα περίθετά τινα ἐκ χαλκοῦ, ἀλλὰ ὅλῳ τῷ πάχει κεχαλκωμένοι. Τὸ δὲ ἐρηρέδαται, ἔστι μὲν Ἰωνικόν. γίνεται δὲ ἀπὸ τρίτου ἑνικοῦ τοῦ ἐρήρεισται, ἀποβολῇ τοῦ σίγμα τῆς ληγούσης καὶ πλεονασμῷ τῆς δˉα συλλαβῆς, ὁμοίως τῷ, ὠνόμασται ὠνομάδαται. καὶ συστολῇ τῆς προπαραληγούσης. τοιαῦτα δὲ, καὶ τὸ πέφρασται πεφράδαται. καὶ ἐσκεύασται ἐσκευάδαται παρὰ Ἡροδότῳ. οἷον. τὰ προπύλαια ἐσκευάδαται. εἰ δὲ γράφεται ἐληλέδαται, οὕτω γὰρ ἔχουσι τῶν ἀντιγράφων τινὰ, καὶ λέγεται καὶ ἐπὶ τοιούτου σημαινομένου ἡ λέξις ὡς τὸ, καὶ ἕρκος ἐλήλαται, καὶ ἀμφὶ δὲ τεῖχος ἤλασε πόλει, ἐκ τοῦ ἐλήλαται τηνικαῦτα γίνεται παθητικοῦ παρακειμένου τὸ ἐληλέδαται, ἐπεντεθέντων πρὸ τοῦ ˉα τῆς παραληγούσης, τοῦ ˉε καὶ τοῦ ˉδ ὁμοίως τῷ ἀκηχέδαται ἤγουν λελύπηνται, καὶ τοῖς τοιούτοις. περὶ ὧν καὶ ἐν τῇ Ἰλιάδι γέγραπται. Ἐνταῦθα δὲ σημειωτέον κείμενον παρὰ τῷ Ἀθηναίῳ τὸ, τὰ σώματα ἐκέχριντομίλτῳ καὶ χρώμασιν ἑτέροις. δοκεῖ γὰρ αὐτὸ καινότερον διὰ τοῦ ˉν προφέρεσθαι. ὡς ἀναλογώτερον ὂν, ἢ ἐκέχριστο εἶναι, ἢ κεχρίδατο Ἰωνικῶς. (ῃερς. 86.) Ἰστέον δὲ ὅτι ἐρείδειν, οὐ μόνον κοινότερον ἐπὶ τοῦ ἑδραιοῦν, ἔτι δὲ καὶ ἐπὶ τοῦ ἀντιβαίνειν, ὡς ἐν τῷ, ἔπος πρὸς ἔπος ἤρειδον, ἀλλὰ καὶ σκωπτικόν. ὡς δηλοῖ Ἀριστοφάνης ἐν τῷ, ὅς τις ἐν ἡδυόσμοις στρώμασι παννυχίζων, τὴν δέσποιναν ἐρείδεις. τοῦτο δὲ σεμνῶς πάντως πέφρασται ὡς ἑξῆς. καθὰ καὶ τὸ ἐνεργεῖν ἐν τῷ, οἷός τε ἦν, τὴν ψάλτριαν ἐν ὀφθαλμοῖς πάντων ὡρώντων ἐνεργεῖν. ἐν δὲ τούτοις, ἰστέον καὶ ὅτι τὸ μὲν ἐρηρέδαται, θεματικὸν ἔχει τὸ δέλτα ἐκ τοῦ ἐρείδω. ἑξῆς δὲ τὸ, ὠνομάδαται πεφράδαται ἐσκευάδαται, ἀπὸ συγγενείας ὥρμηνται τῆς τοῦ ζῆτα πρὸς τὸ δέλτα ὡς ἀπὸ τοῦ ὀνομάζω φράζω σκευάζω. τῆς δὲ τοῦ ζῆτα καὶ δέλτα πρὸς ἄλληλα μεταχωρήσεως παραδείγματα μυρία. ὧν κατὰ τοὺς παλαιοὺς καὶ τὸ ὀζμὴ ὀδμή. ἴζμεν ἴδμεν Δωρικῶς. φράζω ἀφραδής. ἀναλόγως δὲ, ἀριφραδὴς τὸ ἐπίθετον. καὶ Ἀριφράδης βαρυτόνως πρὸς διαστολὴν, τὸ κύριον. ἔτι δὲ καὶ ἐρίζω ἐρίδω ἄχρηστον. ἀφ' οὗ ἐν χρήσει, τὸ ἐριδμαίνω καὶ τὸ ἐριδαίνω. καὶ γυμνάζω γυμνάδω. καὶ διπλασιασμῷ Αἰολικῷ καὶ Δωρικῷ γυμνάδδω. ὡς τὸ, γυμνάδδομαί τε καὶ ποτὶ πυγὰν ἅλλομαι. (ῃερς. 87.) Ὁ δὲ θριγκὸς ἤγουν ἡ τῶν τοίχων κόμη ἢ στεφάνη ἢ στεφάνωσις, παρὰ τὴν τρίχα γίνεται, τριχός. καὶ ἐπενθέσει τοῦ ˉν πρός τε καλλιφωνίαν καὶ διαφορὰν τῆς τριχός, γίνεται τριγχός. ἀλλαγέντων δὲ τῶν ἀφώνων εἰς τὰ ἀντίστοιχα τούτοις, γίνεται θριγκός. ἤγουν φραγμὸς ὑπερκείμενος καὶ οἱονεὶ τριχῶν δίκην κοσμῶν. ἔχει δὲ ἡ λέξις καὶ ἀναδρομὴν γενικῆς τῆς τριχὸς, εἰς εὐθείαν τὴν, ὁ τριγχός. ἐξ οὗ ὁ θριγκός. ἔχει δέ τι καὶ ἀστειότητος. ἵνα εἴη ὅπερ τῇ κεφαλῇ αἱ κυάνεαι τρίχες, τοῦτο τῷ ἕρκει ὁ κυάνεος τριγχός. καὶ ἤθελον μέν τινες, τριγχὸν γράφειν ὀρθότερον. οἱ δὲ παλαιοὶ οὐκ ἐθέλουσιν οὕτως. ὅτι δὲ πολλαὶ τοιαῦται ἀφώνων τροπαὶ γίνονται Ἰωνικῶς, δηλοῖ πρὸς ἄλλοις καὶ τὸ ἐνθεῦτεν, καὶ ὁ βάθρακος, τὰ περὶ τῷ Ἴωνι Ἡροδότῳ. ὅλως δὲ, πολλὴ μεταλλαγὴ δασέων καὶ ψιλῶν συμφώνων πρὸς ἄλληλα δι' ἀποφυγὴν δυσφωνίας. ἀπὸ τοίνυν τοῦ φρίσσω, παρακείμενος οὐκ ἀναλόγως φέφριχα ἀλλὰ πέφρικα. ὅθεν καὶ ἡ φρίκη. τοιοῦτον καὶ τὸ κεχραμμένον ἐκ τοῦ χραίνω. καὶ τὸ πεφρασμένον ἐκ τοῦ φράζω. καὶ ἄλλα μυρία. τοιαύτης δὲ ἐφόδου καὶ τὸ, θρὶξ τριχός. ἐπεὶ δὲ καὶ τὰ ψιλὰ καθὰ καὶ τὰ δασέα δυσφωνεῖ καὶ αὐτὰ κατά τινα ἐπαλληλίαν, γίνεται καὶ ἐν αὐτοῖς ἐξώθησις, καλλιφωνίας χάριν καὶ εὐαρμοστίας λεκτικῆς ἣν φιλοῦμεν ἄνθρωποι τοιοῦτον τὸ πέφθακε καὶ τὸ κεχάλκευται. ἅπερ Ἀττικοὶ ἔφθακε φασὶ καὶ ἐχάλκευται. καθὰ καὶ ὁ ποιητὴς, ἐκτῆσθαι λέγει τὸ κεκτῆσθαι. ὅμοιον δὲ τούτοις, καὶ τὸ βεβούλευκεν, ὅτε λεχθῇ ἐβούλευκεν. ἀποσκευάζονται δὲ ὁμοίως γλυκείας ἀπηχήσεως χάριν τὸ τῆς αὐξήσεως κατάρχον σύμφωνον, καὶ τὸ εἰλημμένος ἐκ τοῦ λήβω. καὶ τὸ εἰρημένος, ἐκ τοῦ ῥῶ ῥήσω. καὶ τὸ ἐῤῥυπωμένοι, ἐκ τοῦ ῥυπῶ ῥυπώσω. καὶ οὕτω χαρίζονται τοῖς φωνήεσι, περιᾴδειν ἀκωλύτως ὡς μὴ ἀχρειοῦσθαι αὐτοῖς τὸ τῆς ἐκφωνήσεως εὐγενές. εἰσὶ δὲ οἳ τὸν θριγκὸν, περίβολον οἰκίας κοσμητὸν, ἡρμήνευσαν. Ὁ δὲ κύανος, χρῶμά τι μέλαν ἐξ οὗ τὸ κυάνειον μετουσιαστικῶς. ἀφ' οὗ κυάνεον καὶ κυανοῦν. κυάνεος δὲ νῦν ὁ θριγκὸς τῷ τείχει, ὡς ἂν οὕτως ἀεροειδὲς τὸ μετέωρον φαίνοιτο. (ῃερς. 89.) αἱ μέντοι προφαινόμεναι θύραι, καὶ οἱ περὶ αὐτὰς σταθμοὶ ὅ ἐστιν αἱ παραστάδες, καὶ τὸ ὑπερθύριον ἤγουν τὸ ἐπικείμενον ταῖς θύραις εἰς ὅ φασιν αἱ ἄνω στρόφιγγες ἁρμόζονται, ἔτι δὲ καὶ ἡ κορώνη τὸ κρικίον δηλαδὴ ᾧ ἐπισπᾶταί τις θύραν ὡς καὶ ἐν τῇ ˉα ῥαψῳδίᾳ ἐγράφη, (ῃερς. 91.) καί τινες κύνες, ἀπὸ χρυσοῦ εἰσὶν, ἵνα ἡ πολυτελὴς ὕλη, πρώτη προσπίπτῃ τῇ ὄψει καὶ ἔχῃ ἐξαλλαγὴν πρὸς τὸν θριγκὸν ὡς καὶ οἱ ἀργύρεοι κύνες πρὸς τὰ χρυσᾶ. καὶ οὕτω ποικιλία ἐν τῷ τηλαυγεῖ τοῦ ἔργου προσώπῳ εἴη πρὸς πανήγυριν ὀφθαλμοῦ γοητευομένου οἷς βλέπει καὶ τῇ αὐτῶν ἐντρυφῶντος ποικιλίᾳ. ἐν οἷς οἱ παλαιοί φασιν, ὁ μὲν φιλόπλουτος, τὴν ὕλην θαυμάσεται. ὁ δὲ φιλόκαλος, τὴν τέχνην. ὁ δὲ σπουδαιότερος, τὴν χρείαν. διὸ καὶ Ὀδυσσεὺς, οὐκ ἀπεικότως τὰ τοιαῦτα θαυμάζων ἑστήξεται. (ῃερς. 90.) Κορώνη δὲ, οὐ μόνον ἐπὶ θύρας ὡς ἀνωτέρω κεῖται, ἀλλὰ καὶ ἐπὶ τόξου ἐν ἄλλοις. καὶ ἐπὶ πλοίου πρύμνης. καὶ μέρος δέ ἐστι σώματος ἐπὶ τοῦ ἀγκῶνος, ὥς φασι Φιλόξενον εἰπεῖν ἐν τοῖς περὶ Ῥωμαίων διαλέκτου. εἴληπται δὲ ταῦτα, ἐκ τοῦ ζῴου τῆς κορώνης λυγίζειν εἰωθυίας τὸν τράχηλον. (ῃερς. 92.) τὸ δὲ ἰδύῃσιν, εἰ μὲν συναλιφὲν ῥηθείη, ἔτευξ' εἰδυίῃσι πραπίδεσσιν, ἔχοι ἂν διὰ διφθόγγου τὴν ἄρχουσαν. εἰ δὲ γράφεται ἔτευξεν ἰδυίησι πραπίδεσσι, δῆλον ὅτι διὰ τοῦ ˉι γράφεται. οὐχ' ὡς μετοχὴ μέντοι ἀλλ' ὡς ὄνομα μετοχικόν. ἐξ οὗ καὶ ἰδύους τοὺς ἴδμονας μάρτυρας φασὶν οἱ παλαιοὶ ὡς γέγραπται ἀλλαχοῦ. (ῃερς. 91.) Τοὺς δὲ χρυσοῦς καὶ ἀργυροῦς κύνας, ἐμψύχους καὶ ἀΰπνους πλάττει, εἴγε φυλάσσουσι τὸ δῶμα. (ῃερς. 94.) Ἀγήρως δὲ καὶ ἀθανάτους, οὐ μόνον πρὸς ἐγκώμιον χρυσοῦ καὶ ἀκιβδήλου ἀργύρου οἱ οὐκ οἴδασιν ἰῷ φθείρεσθαι, ἀλλ' ἔστι καί τις μῦθος ὑπὲρ αὐτῶν, ληρῶν ὅμοιά τινα. ὃν περιττόν ἐστιν ἐκθέσθαι. ὃς δὲ οὐ μακρὰ ληρεῖ, τοιοῦτός ἐστι. Κύνες οὗτοι, οὓς Ἥρα δέδωκε Ποσειδῶνι, συλλαβεῖν αὐτῇ πρὸς τὴν ἐν Ἰλιάδι δηλουμένην ἐπίθεσιν κατὰ τοῦ Διός. οἳ περιῆλθόν φησιν εἰς Ἀλκίνοον. ἄλλως δὲ, δοκεῖ τὸ τοιοῦτον ἔμψυχον τῶν κυνῶν καὶ τὸ ἀθάνατον, τὸ μὲν, δηλοῦν τὸ ὡς ἐῤῥέθη ἀνίωτον. τὸ δὲ, τὸ ἔντεχνον καὶ εὐσχημάτιστον ὡς εἰς φυλακὴν οἴκου. διὸ καὶ Ἥφαιστος αὐτοὺς τεῦξαι λέγεται. ὃ δὴ τοῖς πυρὸς τεχνικοῖς ἔργοις εἴωθεν ἐπιλέγεσθαι ὡς ἐν πολλοῖς φαίνεται. τινὲς δὲ τοὺς ῥηθέντας κύνας, οὐ ζῷα νοῦσιν, ἀλλὰ ἥλους. ὅθεν φασὶ καὶ κυνάδας φαμέν. ἢ καὶ ἄλλως φασὶ, τοὺς διπλοῦς ἥλους. τοῦτο δὲ ἴσως, διὰ τὸ ἐν τοῖς ἥλοις δηκτικὸν καὶ οἷον κάρχαρον. (ῃερς. 96.) Τοὺς δὲ θρόνους, οὐ λέγει μὲν ποίας ὕλης εἰσίν. οἷα χρυσοῦς μὲν ἢ ἀργυροῦς ὀκνῶν εἰπεῖν, διὰ τὸ ἐν τῷ οὕτω πολλῷ τῆς τιμίας ὕλης ἀπίθανον. ἐκ λίθων δὲ, οὐκ ἐθέλων λαξεῦσαι αὐτοὺς, ἵνα μὴ ταῖς πολυτίμοις ὕλαις παραθήσει μὴ τοιαύτην ἧς δαψιλῶς εἶχε καὶ ὁ ἀπέριττος Πύλιος Νέστωρ. μή ποτε δὲ, καὶ αὐτοὺς χαλκοῦς δίδωσι νοεῖν, συνηνωμένους αὐτόθεν τοῖς τοίχοις. διὸ καὶ ὥσπερ ἐκεῖ ἔφη χαλκέους τοίχους ἡρμόσθαι ἔνθα καὶ ἔνθα εἰς μυχὸν ἐξ οὐδοῦ, οὕτω καὶ ἐπὶ τῶν θρόνων φησὶν ὡς θρόνοι περὶ τοῖχον ἐρηρέδατο καὶ ἑξῆς. ὅθεν οὐδὲ ἠθέλησεν εἰς πλέον ἀποσεμνῦναι αὐτούς. ὡς εἴγε ἐκ μαρμάρου λίθου ἦσαν ὤκνησε εἰ κἂν καὶ περὶ αὐτῶν εἰπεῖν τι σεμνὸν, ὡς ἐπὶ τῶν ἐν Πύλῳ λιθίνων τοίχων ἐποίησε. (ῃερς. 96.) Πέπλους δὲ εἰωθὼς γυναικεῖα λέγειν περιβλήματα, ἐνταῦθα τὸ ἁπλῶς ὕφασμα οὕτω καλεῖ. οὐ γὰρ εἰκὸς γυναικείους πέπλους ὑπεστορέσθαι τοῖς καθημένοις. ἀλλ' ἁπλῶς ὕφασμά τι λαμπρὸν μὲν καὶ ἐπιπρέπον, ὅθεν ἐτυμολογεῖται ὁ πέπλος, πρέπαλός τις ὢν κατὰ τοὺς παλαιούς. χρησιμεῦον δὲ εἰς τάπητα θρόνου. οὕτω καὶ τὸ φᾶρος καὶ τὸ σπεῖρον εἰωθότα ἐπὶ ἱματίων λέγεσθαι, ὅμως ἔστιν οὗ ὁ ποιητὴς ἐπὶ ἁπλῶς ὑφασμάτων τίθησιν. (ῃερς. 97.) Εὔνητοι δὲ, οἱ εὖ νενησμένοι κατὰ τοὺς παλαιοὺς, ὅ ἐστιν εὔκλωστοι. διαλυθέντες δὲ, ἐΰννητοι γίνονται διπλωθέντος τοῦ ˉν. οὕτω δὲ καὶ οἱ εὔδμητοι βωμοὶ, ἐΰδμητοι κατὰ διάλυσιν. Τὸ δὲ ἔργα γυναικῶν, προαναφωνητικῶς οἷον ἐτέθη ἵνα εὐαφόρμως ἐπάγῃ τὸ, πεντήκοντα δ' ἔσαν δμωαὶ γυναῖκες. (ῃερς. 98.) Τὸ δὲ ἐδριόωντο πίνοντες καὶ ἔδοντες, ἐπηετανὸν γὰρ ἔχεσκον, ἐπὶ πλουσίων τρυφώντων χρὴ λέγεσθαι. (ῃερς. 99.) Τὸ δὲ ἔδοντες, σημείωσαι καὶ αὐτὸ εἰς παράδειγμα τῆς τοῦ δέλτα καὶ τοῦ ˉθ φιλίας. ὡς γὰρ οὐδέτερον οὐθέτερον, καὶ χάριδος χάριτος, καὶ ἄλλα ὅσα ἐδηλώθη, οὕτω καὶ ἔδω ἔθω. ὡς τὸ, ἔθων Οἰνῆος ἁλωήν. καὶ πλεονασμῷ τοῦ σίγμα, ἔσθω καὶ ἐσθίω. (ῃερς. 100.) Βωμοὶ δὲ ἁπλῶς, ἀνάβαθμοι ἐνταῦθα, ἐφ' ὧν λυχνοφόροι κοῦροι ἵσταντο χρύσεοι καὶ αὐτοί. γέγονε δέ τις μνήμη καὶ ἀλλαχοῦ τῶν τοιούτων βωμῶν. (ῃερς. 101.) Τὸ δὲ αἰθομένας δαΐδας ἔχοντες καὶ (ῃερς. 102.) τὸ φαίνοντες, παρακείμενα ἀλλήλοις συναπτῶς, παρήγαγε τὸν φανὸν ὃς καὶ πανὸς ἐλέχθη παρὰ τοῖς ὕστερον ὡς καὶ αὐτὸ ἐν ἄλλοις ἐγράφη. καὶ τὸ φανίον δὲ τὸ ἐκ φανοῦ παράγωγον, οὗ ἡ χρῆσις παρὰ Μενάνδρῳ. οὗ φανίου τὸ ὑποκόρισμα, παράγει καὶ τὸ ἰδιωτικῶς λεγόμενον φανάριον. Φιλυλλίου δὲ κατὰ τὴν παράδοσιν τοῦ δειπνοσοφιστοῦ, τὰς λαμπάδας δᾷδας καλοῦντος ἀκολούθως δηλαδὴ τῷ ποιητῇ, Ἀθηναίων δὲ κατὰ τὸν γλωσσογράφον Σιληνὸν, φανοὺς ὀνομαζόντων τὰς λαμπάδας, ἔστι συναγαγεῖν, ταυτά τινα πολυωνομίας λόγῳ εἶναι, δᾷδας φανοὺς καὶ λαμπάδας. Τιμαχίδας δέ φησι, δέλετρον καλεῖ τὸν φανὸν ὃν οἱ νυκτερευόμενοι τῶν νέων ἔχουσι. Νεάνθης δέφασιν, ἑλάνας τὰς λαμπάδας ἔφη παρὰ τὴν ἕλην ἥτις ἐστὶν εἵλη, ἀφ' ἧς πολλὰ γίνονται. ὧν καὶ τὸ εἱληθερεῖν. καὶ θειλόπεδον ὡς μετ' ὀλίγα φανεῖται. παρὰ δὲ Νικάνδρῳ φησὶν ἑλάνη, ὁ ἐκ καλάμων δεσμός. εὕρηται δὲ καὶ λυχνοῦχος καλούμενος ὁ φανός. Ἄλεξις γοῦν φησιν, ὁ πρῶτος εὑρὼν μετὰ λυχνούχου περιπατεῖν τῆς νυκτὸς, ἦν τις κηδεμὼν τῶν δακτύλων. ὁ δ' αὐτὸς ἐν ἄλλοις ἔφη. ποῖός ἐστι φανὸς τοιοῦτος, οἷος ὁ γλυκύτατος ἥλιος; ἔστι δέ φασι φανὸς, ἡ ἐκ ξύλων τετμημένων δέσμη. καὶ δηλοῖ αὐτὸ Φιλιππίδης ἐν τῷ, ὁ φανὸς ἡμῖν οὐκ ἔφαινεν οὐδέν. πρὸς ὃ λέγει ὁ ἀκούσας. ἔπειτα φυσᾶν δυστυχὴς οὐκ ἠδύνω. Καὶ ὅρα τὸ, ὁ φανὸς οὐκ ἔφαινεν ἐτυμολογικῶς ῥηθέν. Ὁμήρου κατάρξαντος τοιαύτης μεθόδου ὡς εἴρηται. δοκεῖ δὲ τῶν εἰς φανὸν τεμνομένων ξύλων ἓν εἶναι καὶ τὸ καλούμενον γράβιον, πρίνινον αὐτό φασιν ἢ δρύϊνον ξύλον. ὃ ἐθλασμένον ἢ κατεσχισμένον, ἐξάπτεται καὶ φαίνει τοῖς ὁδοιποροῦσι. μή ποτε δὲ ἄρα δᾴδων εἶδός τι καὶ τὸ τοιοῦτον γράβιον εἴγε πίσσαν καταστάζειν ἔχει ὡς δηλοῖ Θεοδωρίδας ὁ Συρακούσιος ἐν τῷ, πίσσα δ' ὑπὸ γραβίων ἔσταζεν. ὅτι δὲ καὶ πυρσὸς ὁ φανὸς ἐκαλεῖτο, οὐκ ἔστιν ἀμφιβαλεῖν. τὴν δὲ ἐκ ξύλων τετμημένων σύνθεσιν τοῦ, εἴτε φανοῦ εἴτε λύχνου, δηλοῖ φασι καὶ Ἀριστοφάνης ἐν τῷ, τῶν ἀκοντίων συνδοῦντες ὀρθὰ τρία, λυχνίῳ χρώμεθα ἤγουν λυχνίᾳ. τὴν γὰρ νῦν φασι λυχνίαν, λυχνίον ἐκάλουν ὡς Φερεκράτης. πανοῦ δέ φασι χρῆσις τοῦ βραχέων εἰρημένου, καὶ παρὰ Διφίλῳ. οἷον. ἀλλ' ὁ πανὸς ὕδατός ἐστι μεστός. ἤτοι ὁ φανὸς ξύλα ἔχει χλωρότατα καὶ διατοῦτο ὑδατηρά. ὁ δὲ παρὰ Ἀλέξιδι ξυλολυχνοῦχος, τάχα φασὶν ὅμοιός ἐστι, τῷ παρὰ Θεοπόμπῳ ὀβελισκολύχνῳ. οὐ παλαιὸν δὲ εὕρημα ὁ λύχνος. λέγει δὲ ὁ ῥηθεὶς Ναυκρατίτης ῥήτωρ, καὶ ὅτι λυχνοκαυτίαν ἔφη Κηφισόδωρος. ἣν οἱ πολλοὶ, λυχναψίαν. κεῖται δὲ παρ' αὐτῷ καὶ κανδήλας χρῆσις. οἷον. ἀσσαρίου κανδήλας πρίω. ἤγουν ἐξώνησαι. λέγει δὲ καὶ τὰ λύχνα οὐδετέρως κατὰ Ἡρόδοτον. (ῃερς. 101.) δῆλον δὲ καὶ ὅτι αἰθομένας δαΐδας ὁ ποιητὴς ἔφη, τὰς σὺν τῷ καίεσθαι, καὶ ἀναλαμπούσας. ἐξ οὗ περ αἴθειν καὶ αἰθὴρ καὶ ἄστρον καὶ ἀστήρ. πολλῶν δὲ παραγομένων ἐκ τοῦ αἴθειν, παραδέδοται ἀπ' αὐτοῦ, καὶ ἡ παρὰ τῷ Σουΐδᾳ αἴθρακος. ἡ καὶ ἀνδράχλη ὡς ἐκεῖνος λέγει. δηλοῖ δὲ, τὸ ἰδιωτικῶς γυναικεῖον ποδαρούλιον. ἐνθυμητέον δ' ἐνταῦθα καὶ τὰς παρὰ τῷ Σουΐδᾳ πυρσουρίδας. φανοὺς δηλαδὴ, βαρβάρων ἔλευσιν προσημαίνοντας. ὧν ἴσως ἡ παραγωγὴ, κατὰ λαμπουρίδας. ἑτεροίας μέντοι παρὰ τὴν ἐν τῷ Λυκόφρονι. Ἰστέον δὲ ὅτι τῶν εἰρημένων δαΐδων ἡ εὐθεῖα, διαλέλυται πρὸς διαστολὴν τοῦ δαὶς ἡ εὐωχία. καὶ ὅμως ὅτε ἡ τοιαύτη δαῒς δᾲς λεχθείη ἐν προσγραφῇ τοῦ ἰῶτα, διφθογγίζεσθαι λογίζεται. Ἡρῳδιανὸς οὖν παραδοὺς τὰ εἰς ˉας ὀξύτονα διὰ τοῦ ˉδ κλίνεσθαι, οἷον στιβάδος ἰσχάδος πελιάδος, ἓν μόνων ἐκ τούτων εἰς αˉις φησὶ λέγειν, τὸ, δᾴς. Πεντήκοντα δὲ δμωαὶ τῷ Ἀλκινόῳ, καθὰ καὶ τῷ Ὀδυσσεῖ ἐν Ἰθάκῃ ποτέ. (ῃερς. 104.) Τὸ δὲ ἀλετρεύουσι ἐπὶ μύλης μήλοπα καρπὸν, ἔχει μὲν ἀσυνήθη παρήχησιν ὁποῖαί τινες καὶ ἄλλαι προεγράφησαν, κατὰ τὸ μύλης καὶ τὸ μήλοπα. νοῦς δὲ αὐτῷ διττός. οἱ μὲν γάρ φασιν, ὅτι στρέφουσαι καὶ τρίβουσαι ἐπὶ τῆς μύλης ἥ ἐστιν ἄκρον μηροῦ τοῦ κατὰ τὴν ἐπιγουνίδα, καρπὸν μήλοπα. ὅ ἐστιν ἐκ προβάτων ἔριον. οἱ δὲ τοιοῦτοι ἀντιλέγονται. οὔτε γάρ φασι ποιεῖ Ὅμηρος γυμνουμένας ἕως μηρῶν γυναῖκας αἳ τῇ χειρὶ τὴν κρόκην ἔνηθον, ὡς Εὔπολις. τῇ χειρὶ νῶσαι μαλθακωτάτην κρόκην. οὐδὲ μύλιν οἶδε τὸ γόνυ ὁ ποιητής. ψυχρὸν δὲ καὶ τὸ, καρπὸν προβάτου εἰπεῖν τὸ ἔριον. καὶ τὸ μήλοπα δὲ, κακοσύνθετον. μήλου γάρ ἐστι δῶρον τὸ ἔριον οὐ μὴν ὄψιν ἔχον μήλου. ἕτεροι δὲ κρειττόνως ἐξηγούμενοι, φασὶ τὰς ῥηθείσας γυναῖκας, ἀλήθειν ἐν μύλωνι σῖτον. καὶ ἀλετρεύειν μὲν, τὸ ἀλήθειν καὶ ἀλετὸν ποιεῖν. ὅθεν καὶ γυναῖκες ἀλετρίδες ὡς ἐν τοῖς μετὰ ταῦτα φανήσεται. αἳ καὶ μυλωθροὶ καὶ μυλωθρίδες, παρὰ τὸ μύλον ἀθρεῖν ἐν συναιρέσει. ἢ περὶ μύλωνα θορεῖν ἐν συγκοπῇ. μύλην δὲ, ἐν ᾗ τρίβονται οἱ πυροί. ὡς τὸ μύλην στήσασα. μήλοπα δὲ καρπὸν, τὸν σῖτον ὡς μηλοειδῆ τὴν χρόαν. ὅ ἐστι κιῤῥὸν καὶ ξανθόχλουν. ὅθεν καὶ Δημήτηρ ξανθὴ λέγεται. καὶ Ὅμηρος μὲν, οὕτω σεμνῶς ἔφρασε παρὰ τὸ μῆλον καὶ τὴν ὀπωπὴν ὅ ἐστι θέαν. οὐ μῆλον ἀγλαὸν τῇ ἐρυθρότητι παραλαβὼν, ἀλλὰ ἐοικὸς ὄψει πέπονος ἀστάχυος. τῶν τις δὲ μεθ' Ὅμηρον, τὸ μὲν μῆλον δωρίσας εἰς μᾶλον τὴν δὲ ὄψιν εἰς εἶδος μεταλαβὼν καὶ μεταθεὶς τὰς λέξεις, Ἀλκαῖος δὲ ἦν ἐκεῖνος ὁ κωμικὸς, εἰδομαλίδην ἔφη σκωπτικῶς τινα διὰ τὸ καλλωπίζεσθαι τὰ μῆλα τῆς ὄψεως. ἐρευθόμενον δηλαδὴ κομικώτερον. οὗ περ ἀνάπαλιν ἔχοι ἂν ὁ παρὰ τῷ Κρατίνῳ ἀῤῥενώπας. τὰ μὲν ἄλλα, γύνις ὤν. ἔχων δέ τι ἀνδρόμορφον, οἱ δὲ τοιοῦτοι, καὶ ἀνδρόγυνοι λέγονται. (ῃερς. 106.) Φύλλοις δὲ αἰγείρου τὰς δμωὰς εἰκάζει, διὰ τὸ εὐκίνητον καὶ συνεχὲς τῆς αὐτῶν ἐργασίας. εὐκράδαντα γάρ φασι καὶ τὰ τῶν αἰγείρων φύλλα διὰ τὸ ὕψος. μακεδνὴ γὰρ ἡ αἴγειρος. ἤγουν ἐπιμήκης. μακρά. παρὰ τὸ μᾶκος μακεδανὴ καὶ μακεδνή. ὡς θρὶξ ψεδανὴ ψεδνή. ὁμοίου δὲ τύπου καὶ τὸ ἀλαπαδνὸν καὶ ὀλοφυδνὸν καὶ παιδνόν. δῆλον δὲ ὅτι ἐκ τοῦ μᾶκος, καὶ ἡ μακερὰ γίνεται. καὶ ἐν συγκοπῇ μακρά. ἕτεροι δὲ εἰς τὸ, ἥμεναι οἷα φύλλα αἰγείρου, γράφουσιν ὡς ἡλιοτροπίου τάξιν ἐπεῖχον καθήμεναι θεατρικῶς. ἔστι δὲ ἀσαφὴς ὁ τοιοῦτος λόγος. Ἡλιοτρόπιον μὲν γὰρ μανθάνομεν καὶ τὴν τῶν φύλλων τοῦ τοιούτου φυτοῦ τροπὴν πρὸς ἀνίσχοντα καὶ δύοντα ἥλιον. ἐπὶ δὲ αἰγείρου τοιοῦτόν τι νοῆσαι, δοκεῖ δυσχερές. φαίνεται δὲ ὅμως καὶ τὰ φύλλα τῆς αἰγείρου τὰ τῶν ἡλιοτροπίων πάσχειν. ὡς δηλοῖ ὁ γράψας οὕτω φύλλα, ἤτοι διὰ τὸ πλῆθος τῶν δμωΐδων, ἢ διὰ τὸ εὐκίνητον τῶν χειρῶν ἐν τῷ στρέφειν τὴν κρόκην, ὡς καὶ τὰ φύλλα τῆς αἰγείρου ἀντεστραμμένα ἀλλήλοις καὶ εὐκίνητα. εἰσὶ δὲ οἳ τὸ ἥμεναι οἷα φύλλα αἰγείρου εἶπον ἀντὶ τοῦ, καθὰ πεπύκνωται τὸ δένδρον τοῖς φύλλοις. (ῃερς.