Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam i
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
190.1.1
) Ὅρα δὲ καὶ οἷον ἡ λύπη. τὸν γὰρ βασιλέα Λαέρτην, τὸ ἐπὶ τῷ παιδὶ πένθος εἰς τοὺς ἀγροὺς μετώκιε. καὶ ζῆν οἰκτρῶς καὶ οἷον δουλικῶς ἀνέπεισε. καὶ βίον τρίβειν μονίαν καὶ κατηφῆ ὡς ὁ τὴν Ὀδύσσειαν παραφράσας ῥήτωρ γράφει. ἴσως δὲ, καὶ μὴ φέρων τὴν ὕβριν τῶν μνηστήρων ὁ σώφρων γέρων, ἐκτοπίζεται. καὶ ἀντὶ ἀστοῦ, ἀγρεῖος γίνεται. ταυτόν δ' εἰπεῖν ἄγροικος. χρῆσις δὲ ἀγρείου τοιούτου, παρὰ τῷ εἰπόντι ὡς οἱ ἄγροικοι, καὶ κραδοφάγοι λέγονται καὶ 1. 48 κραδοπῶλαι, ὡς ἀπὸ φύλλων καὶ δένδρων ποριζόμενοι. Σημείωσαι δὲ ὅτι ταῦτα μὲν, προεκθετικὴ ὡσανεὶ κεφαλαίωσίς ἐστι τῶν ἐσύστερον περὶ Λαέρτου ῥηθησομένων. μετ' ὀλίγα μέντοι, καθαρὰ προέκθεσις φανεῖται ἐν τῷ, οὔτοι ἔτι δηρόν γε φίλης ἀπὸ πατρίδος αἴης ἔσσεται, καὶ ἑξῆς. Ἁπλότητος δὲ ἡρωϊκῆς καὶ ἀφελείας, ἡ δι' ἀμφιπόλου γραὸς ὑπηρεσία. ἧς εὐθεῖα, οὐ μόνον γραῦς ὡς ναῦς, καὶ γρηῦς ὡς νηῦς ἐξ ὧν τὸ νηῒ καὶ γρηῒ, ἀλλὰ καὶ γρηΐς, ἔτι δὲ καὶ γραΐς. ὅθεν τὸ γραίδιον ὑποκοριστικῶς. καὶ συνῃρημένως; γρᾴδιον. οἷον, μετὰ γρᾳδίου βαρβάρου διατελῶν, (ῃερς. 193.) Τὸ δὲ ὅτε ἂν αὐτὸν κάματος κατὰ γυῖα λάβῃ, ἐντελέστατα εἴρηται. καὶ χρὴ ἔχειν αὐτὸ εἰς σαφήνειαν τοῦ, περὶ ῥά ἑ χαλκὸς ἔλεψε φύλλα καὶ φλοιόν. καὶ τῶν ὁμοίων. ὡς λειπούσης καὶ ἐκεῖ τῆς κατˉα προθέσεως. εἰ δὲ ἦν, ὅτε ἂν αὐτὸν κάματος γυῖα λάβῃ, ἦν ἂν καὶ αὐτὸ ἐλλειπτικῶς ὅμοιον ἐκείνοις. (ῃερς. 194.) Ἑρπύζειν δὲ λέγεται νῦν ὡς ἐκ μεταφορᾶς, τὸ βραδέως βαδίζειν, ἢ διὰ γῆρας, ἢ καὶ διὰ λύπην πολλὴν τὴν ἐπὶ τῷ φίλῳ υἱῷ καθὰ καὶ Ἀχιλλεὺς ἐν Ἰλιάδι ὁ σθεναρώτατος, καὶ ὠκύτατος, ἑρπύζει περὶ τὴν τοῦ ἑταίρου πυρκαϊάν. Γουνὸς δὲ, ὁ γόνιμος τόπος καὶ κάρπιμος, ἀπὸ τοῦ γονὸς ὀξυτόνου ὀνόματος, Ἰωνικῇ ἐπενθέσει τοῦ ˉυ. γόνος μὲν γὰρ βαρυτόνως, ὁ γεννώμενος. γονὸς δὲ πρὸς διάφορον σημασίαν ὀξυτόνως, ὁ γόνιμος. Ἀλωὴ δὲ, τριχῶς. ἥ, τε σιτοφόρος γῆ. καὶ ἡ δενδροφόρος. καὶ ἡ ἀμπελόφυτος. διὸ καὶ ὁ ποιητὴς ἀλωῆς εἰπὼν, ἐπήγαγε καὶ οἰνοπέδοιο, ἵνα μὴ ἀσαφὴς ἡ λέξις ᾖ, ἀορισταίνουσα διὰ τὸ πολυσήμαντον. Ἰστέον δὲ ὅτι ἀλωή ποτε, καὶ ἡ ἅλως ἐκ τοῦ ἀλοίω τὸ τύπτω καὶ συντρίβω, ἐκτάσει τοῦ ˉο εἰς ˉω. ἔνθα τρίβονται οἱ καρποί. (ῃερς. 195.) Ὅτι ἐπιδήμιος ἁπλῶς μὲν, ὁ ἐξ ἀλλοδαπῆς εἰς τὴν πατρίδα ἐλθών. ἐνταῦθα δὲ ἐπὶ Ὀδυσσέως, καὶ πλεῖόν τι ἡ λέξις ἐμφαίνει. ἐπεὶ γὰρ ἐν δήμῳ Ἰθάκης ἐστὶ τὸ τοῦ Ὀδυσσέως βασίλειον, λέγοιτο ἂν αὐτὸς ἐπιδήμιος εἶναι, καὶ ὡς εἰς τὸν τοιοῦτον δῆμον ἐλθών. ἐν δὲ Ἰλιάδι ἐπιδήμιος πόλεμος, ὁ ἐμφύλιος. (ῃερς. 196.) Ὅτι βλάπτειν ὁδοῦ ἢ κελεύθου, τὸ κατέχειν καὶ κωλύειν. ἔστι δὲ καὶ βλάβω σεσιγημένος ἐνεστώς. ἐξ οὗ τὸ, βλάβεται δέ οἱ γούνατ' ἰόντι. καὶ τὸ ἐβλάβη. καὶ ὄνομα ἡ βλάβη. καὶ τὸ ἀπ' αὐτῆς βλάβος παρὰ τῷ κωμικῷ πρὸς ὁμοιότητα τοῦ, δίψα δίψος καὶ τῶν ὁμοίων. Ἰστέον δὲ ὅτι καθὰ τὸ βλάπτω ἐν τῇ διφορήσει ἀναφαίνει τὸ ˉβ οὕτω σὺν ἄλλοις καὶ τὸ στρέφω. καὶ δῆλον αὐτὸ, ἔκ τε τοῦ στρεβλὸς, καὶ τοῦ στραβὸς, οὗ παρώνυμον ὁ Στράβων. ἔτι δὲ καὶ ἐκ τοῦ ἀστράβη. ὃ σημαίνει σέλλαν καὶ σαγμάριον. οἷον. ἠπειλήσατο τῷ ὀνηλάτῃ, τὰ γύναια καταβαλεῖν σὺν τοῖς ὀναρίοις καὶ ταῖς ἀστράβαις. Ἔτι ἰστέον καὶ ὅτι βλάπτειν κυρίως τὸ ἐμποδίζειν τὸν τρέχοντα, καὶ οἱονεὶ βάλλειν ὅ ἐστι ῥίπτειν καὶ οὕτως ἰάπτειν. ἐξ ὧν δοκεῖ τὸ βλάπτειν συγκεῖσθαι. καὶ ἔστιν ὅμοιον, βλάπτειν εἰπεῖν καὶ σφάλλειν. οὗ τὸ ἀνάπαλιν, ἀνασφάλλειν. ἤγουν ἀνίστασθαι καὶ ὀρθοῦσθαι. καὶ Ὅμηρος οὖν οὐχ' ἁπλῶς εἶπε βλάπτειν ἀλλὰ βλάπτουσι κελεύθου, ἤτοι ἐμποδὼν γίνονται εἰς ὁδόν. (ῃερς. 198.) Ὅτι τὸ, ἀλλ' ἔτι που ζωὸς κατερύκεται εὐρέϊ πόντῳ, προϊών που ὁ ποιητής, παρῳδεῖ κατὰ τὴν τοῦ ἔπους ἀρχὴν, οὕτω. εἰς δ' ἔτι που ζωὸς κατερύκεται εὐρέϊ πόντῳ, τοῦτο δέ τις παρῳδήσας ἐν τῷ τέλει ἀστείως, ἐπὶ προσώπου ἀξιολόγου ἐρεῖ. εἷς δ' ἔτι που ζωὸς κατερύκεται εὐρέϊ κόσμῳ. οἱονεὶ λέγων ὅτι ὁ δεῖνα μόνος ἐναπέμεινε τῷ κόσμῳ. καὶ προσφωνητικῶς δέ ποτε ἐρεῖ πρός τινα. εἷς δ' ἔτι που ζωὸς κατερύκεαι, καὶ ἑξῆς. Ὅτι τὸ ἀμφιρύτη ὥσπερ ἐν τοῖς πρὸ τούτου, οὕτω καὶ ἐνταῦθα διὰ τὸ μέτρον, ἓν ἔχει ἀμετάβολον. (ῃερς. 199.) Ὅτι ὁ ποιητὴς χρησμοῦ μιμεῖται λοξότητα ἐν οἷς ὁ Μέντης πῇ μὲν, λέγει ὅτι ζῶν Ὀδυσσεὺς κατερύκεται ἐν νήσῳ ἀμφιρύτῃ, ὅπέρ ἐστιν ἀληθές. πῇ δὲ, ὅτι χαλεποὶ δέ μιν ἄνδρες ἔχουσιν ἄγριοι, ὅπερ οὐκ ἀληθές. ἡ γὰρ τοιαύτη νῆσος, ἔκτοπος καὶ ἀοίκητος ἀνδράσι πλάττεται. Καὶ σημείωσαι ὅτι συνεπιπλέκονται ὧδε τὰ ἀληθῆ τοῖς μὴ τοιούτοις, ὡς ἂν ἡ τοῦ μέλλοντος γνῶσις ἀνθρωπίνως ταράττοιτο. καὶ ἵνα μὴ δὲ ἀπίθανος ὁ λόγος δοκοίη. πῶς γὰρ ὁ φαινόμενος οὗτος Μέντης οἶδεν εἰ καὶ ἀοίκητος ἡ νῆσος ἐστὶν ἐν ᾗ κατέχεται Ὀδυσσεύς; ἄλλως τε, οὐδὲ ἀναγκαῖον ἦν, οὐδὲ συνέφερε γνωσθῆναι τῷ Τηλεμάχῳ τῷ ἀληθές. εἰ γὰρ ἔμαθεν οὕτως ἐκτετοπίσθαι τὸν πατέρα ἐν ἐρημίᾳ καὶ ὑπὸ θεᾶς δὲ κωλύεσθαι, ἀπέγνω ἂν τὴν ἐκείνου ἐπανέλευσιν καὶ οὐκ ἂν ἀπεδήμησε δι' ἐκεῖνον. καὶ συνέβαινεν ἐκ τούτου, ἐλλελεῖφθαι τῇ ποιήσει μυρίας χάριτας. (ῃερς. 0.) Ἀγρίους δὲ ἄνδρας, ἡ μὲν κωμῳδία, ἐπὶ ἄλλης φαυλότητος τίθησιν. ὁ δὲ ποιητὴς, τοὺς λῃστρικοὺς οὕτω καλεῖ ὡς ψευδομένους τὴν κατ' ἄνθρωπον ἡμερότητα διὰ χαλεπότητα. διὸ ἐκ παραλλήλου γράφων, φησί. χαλεποὶ δέ μιν ἄνδρες ἔχουσιν ἄγριοι. 1. 49 (ῃερς. 1.) Ὅτι τὸ ἐνθυμεῖσθαι, ἐν θυμῷ βάλλειν φησί. καὶ ὅτι τὸ, ὡς ἐν θυμῷ ἀθάνατοι βάλλουσι καὶ ὡς τελέεσθαι ὀΐω, στοχαστικὴν τέχνην εἶναι, δηλοῖ τὴν μαντευτικήν. ὡς δοκεῖ καὶ τοῖς μεθ' Ὅμηρον σοφοῖς. τοῦτο γὰρ δηλοῖ τὸ, ὡς τελέεσθαι ὀΐω. ἤγουν νομίζω. στοχάζομαι. Καὶ ὅρα τὸ τελέεσθαι ἀφ' οὗπερ οὐ μόνον ἀτελὲς τὸ μήπω τελεσθὲν, καὶ ἀτέλεστον τὸ ἀδύνατον τελεσθῆναι, ἅπερ ὁ ἐναλλάσσων ἀκυρολογεῖ κατὰ τοὺς παλαιοὺς, ἀλλὰ καὶ ἀποτελεσματικὴ σοφία λέγεται παρὰ τοῖς μεθ' Ὅμηρον, καὶ σοφοὶ ἀποτελεσματικοί. Μέμικται δὲ καὶ ἐνταῦθα ὡς ἀνωτέρω, τὸ ψεῦδος τῇ ἀληθείᾳ. ὅτι μὲν γὰρ ἐν θυμῷ ἀθάνατοι βάλλουσι σωθῆναι τὸν Ὀδυσσέα, ἀληθὲς, τὸ δὲ τελέεσθαι ὀΐω, ψευδές. οὐ γὰρ ὀΐεται τὸ μέλλον ἀνθρωπίνως ἡ τοῦ Διὸς Ἀθηνᾶ, ἀλλὰ οἶδε. Βάλλουσι δὲ, ἀντὶ τοῦ νοοῦσιν ἐπιτυχῶς καὶ ὡς εἰπεῖν, ἐπηβόλως. ἢ τιθέασιν. (ῃερς. 3.) Ὅτι ἐν μὲν τῇ Ἰλιάδι εἰπὼν ἄγε δή τινα μάντιν ἐρείομεν ἢ ἱερῆα ἢ ὀνειροπόλον, τῷ τοῦ μάντεως ὀνόματι τὸν οἰωνοπόλον ἐδόκει δηλοῦν κατ' ἐξοχὴν, ὡς ἐῤῥέθη ἐκεῖ. ἐνταῦθα δὲ λέγων ὅτι οὔ τέ τι μάντις ἐὼν οὔ τε οἰωνῶν σάφα εἰδώς, ἤγουν κατὰ τὸν παραφραστὴν, οὐ βλέπων εἰς οἰωνοὺς ἀλλὰ δηλαδή φησιν ὡς ὁ θεὸς κινεῖ καὶ αὐτὰ τὰ πράγματα ὑποβάλλει προθεσπίζων, μάντιν μὲν εἰπεῖν δοκεῖ γενικώτερον, τὸν ἁπλῶς ὁπωσοῦν μαντευόμενον. τὸν δὲ οἰωνοπόλον, ἰδίᾳ ὡς εἶδος τοῦ μάντεως ἐκφωνῆσαι. οὕτω δὲ καὶ ἀλλαχοῦ ἐν τῇ Ἰλιάδι μάντεως μνησθεὶς, ἐπιφέρει τὰ εἴδη. τὸν θυοσκόον καὶ τὸν ἱερέα. ἴσως δὲ ἐνταῦθα καὶ κατὰ πολυωνυμίαν, ταυτὸν δηλοῖ ὅ, τε μάντις, καὶ ὁ σάφα εἰδὼς οἰωνῶν. εἰ γὰρ ὄρνις καὶ οἰωνὸς λέγεται πᾶν τὸ σημαντικὸν τοῦ μέλλοντος, εἴη ἂν ἐκ παραλλήλου θέσεως, καὶ ὁ ἁπλῶς μάντις καὶ ὁ οἰωνοὺς εἰδὼς, ὁ αὐτός. καὶ ἄλλως δὲ μάντις μὲν, ὁ ἔνθεος καὶ θεοφορούμενος, παρὰ τὸ μαίνεσθαι, εἴπερ καὶ ἡ μαντεία θεία μανία παρὰ τοῖς παλαιοῖς ἐδοξάζετο. καὶ μανική τις ἡ μαντική. Τὸ δὲ ἐὼν ἤγουν ὑπάρχων, κοινῶς μὲν, δοκεῖ ἀπὸ τοῦ ἦον δευτέρου ἀορίστου γενέσθαι, διὸ καὶ ἀναλόγως ὀξυτονεῖσθαι. Ἡρακλείδης δὲ, παραλόγως ὀξύνεσθαι αὐτό φησι, καὶ ἡμαρτῆσθαι. λογιζόμενος αὐτὸ, οὐ μετοχὴν δευτέρου ἀορίστου ἀπὸ θέματος βαρυτόνου τοῦ ἔω, ἀλλὰ καὶ ἐκ περισπωμένου τοῦ ὦ ἤγουν ὑπάρχω. ἔτι δὲ λέγει σφοδρῶς, καὶ ὅτι ἔγωγε ἄνοιαν καταδικάζω τῶν οἰομένων ἐπέκτασιν τῆς ὢν, εἶναι τὴν ἐὼν μετοχήν. οὐδεμία γάρ φησιν εἰς ˉων λήγουσα μετοχὴ, ἐπεκτείνεται διὰ τοῦ ˉε. εἶτα γράψας τὰ δοκοῦντα ἐν οἷς καὶ ὅτι πᾶσα μετοχὴ εἰς ˉων λήγουσα καθαρὸν ὀξύτονος τὸ ˉι ἔχει παραλῆγον. οἷον, πιὼν, κιὼν, ἰὼν, ἐπάγει. ὥστε ἄμεινον ἡμῶν, Βοιωτοὶ τὴν ἐὼν, ἰὼν λέγουσι. μέμφεται δὲ καὶ τὸν Σιδώνιον Διονύσιον, εἰπόντα διαλέκτῳ Ἀτθίδι πεποιῆσθαι ὅσα πλεονάζει τὸ ˉε καταρχάς. ὧν ἐστὶ καὶ τὸ ἐμῳνοχόει. καὶ τὸ ἐὼν, ἀγνοεῖ δέ φησιν ἐκεῖνος τὸ, ἔργων ἐέρων. καὶ τὸ, ἔλπων ἐέλπων. καὶ τὸ, ἀλλὰ σύπέρ μοι ἔειπε ἀντὶ τοῦ εἰπέ. ὃ καὶ σημείωσαι ὡς καινόν. τὰ πλείω γὰρ τῶν Ὁμηρικῶν ἀντιγράφων, ἀλλὰ σύπέρ μοι εἰπὲ γράφουσιν. Οἰωνῶν δὲ εἰδὼς, ὁ τὰς ἐκ τῶν οἰωνῶν ἤτοι μαντικῶν σημείων μεθόδους ἔχων, καὶ τοῦ μέλλοντος ἐκεῖθεν κατευστοχῶν τεχνικῶς. Ὅρα δὲ ὅτι ἐν μὲν Ἰλιάδι, εὖ εἰδὼς τόξων ἔλεγε, καὶ τοιαῦτά τινα κατὰ σύνταξιν γενικήν. ἐνταῦθα δὲ, σάφα εἰδὼς οἰωνῶν. ἁπλῶς δὲ, τὸ εἰδὼς, εὕρηται γενικῇ συντάσσων ὁ ποιητὴς ἐν πολλοῖς. οὐχ' ὡς μετοχὴν λαμβάνων αὐτὸ, ἀλλ' ἀντὶ ὀνόματος τοῦ, τεχνίτης καὶ εἰδήμων καὶ ἐπιστήμων. ἢ ἀντὶ τοῦ, τέχνην ἔχων καὶ εἴδησιν. ὁ δ' αὐτὸς καὶ τὸ γνῶ, γενικῇ συντάσσει ἐν τῷ, γνώτην ἀλλήλοιϊν. ἤγουν γνώριμοι ἀλλήλοις ἐγένοντο. Σημείωσαι δὲ ὅτι παρακειμένων ἀλλήλοις τριῶν τούτων. τοῦ οἰωνός. τοῦ ὄρνις. καὶ τοῦ στρουθός. οἰωνὸς μὲν καὶ ὄρνις, λαμβάνονταί ποτε καὶ εἰς μέλλουσαν σημασίαν. οἷον, οἰωνὸς ἢ ὄρνις ἐπετάσθη ἀετὸς τυχὸν ἢ ἱέραξ. καὶ ἦν αὐτὸς, οἰωνὸς αἴσιος. ἢ ὄρνις ἐναίσιμος. τουτέστι δηλωτικὸς αἴσης τοιᾶς δέ τινος. στρουθὸς μέντοι, ἐπὶ τοιαύτης ἑρμηνείας οὐχ' εὕρηταί που. αἴτιον δ' ἴσως, ὅτι οὐδὲ καθολικὸν ὄνομα ὁ στρουθὸς ἢ θηλυκῶς εἰπεῖν ἡ στρουθὸς ἔστιν. εἰ γὰρ καί τις κωμικὸς εἰπὼν ὡς ἐκολάκευσεν οὐ συμπιέσασα τὸ στόμα ὥσπερ πολέμιος, ἀλλὰ τοῖσι στρουθίοισι χαυνοῦσα ὁμοίως, κοινοῦται καὶ ἄλλοις ὀρνέοις τοὔνομα τῆς στρουθοῦ, ἀλλ' αὐτὸ οὐκ ἔστιν ἀναντίῤῥητον. ἀρέσκει δὲ μᾶλλον, στρουθοὺς λέγεσθαι ὡς ἐπὶ πολὺ τὰς ὁμοειδεῖς τῇ Ὁμηρικῇ, περὶ ὧν ἐν τοῖς εἰς τὴν Ἰλιάδα δεδήλωται. οὓς ἡ πολλὴ μὲν εἴδησις, ὀχευτικοὺς οἶδε. Τερψικλῆς δέ τις, καὶ τοὺς ἐμφαγόντας αὐτῶν, καταφόρους λέγει πρὸς τὰ ἐς Ἀφροδίτην γίνεσθαι. οἴδασι δὲ οἱ σοφοὶ καὶ ἑτεροίας στρουθοὺς, οὐ μικρὰς ἐκεῖνας ἀλλ' ἀληθῶς μεγάλας, ὡς δηλοῖ τὸ, μεγάλας στρουθούς. ὧν γνῶσις ἦν καὶ τῷ κωμικῷ. ἐλέγοντο δὲ αὗται, καὶ 1. 50 Λιβυκαὶ στρουθοί. καὶ στρουθοὶ δὲ καταμόνας. οἷον. ἀφείθη ἐλεφάντων ἅρματα ˉκ ˉδ. συνωρίδες τράγων, ἑξήκοντα. βουβαλίων ˉι ˉε. στρουθῶν, ὀκτώ. ποτήριον δέ τι Περσικὸν στρουθίον καλούμενον ὥς φησιν Ἀθήναιος, ἄδηλον ἐκ ποίων στρουθῶν παρωνόμασται. τὸ μέντοι στρουθίζειν ὅ φησιν ὁ κωμικὸς, ἐκ τῆς Ὁμηρικῆς παρῆκται στρουθοῦ. Ὅτι ὅτε λέγει ὁ μυθικὸς Μέντης ἤγουν ἡ Ἀθηνᾶ, ὡς μαντεύσεται τὸ ἀληθὲς οὔτε μάντις ἐὼν οὔτε οἰωνοὺς εἰδὼς, προσυπακουστέον ἔξωθεν τὸ, ἀλλὰ φύσει τὸ μέλλον εἰδὼς ὡς θεὸς δῆθεν καὶ αὐτομαθής. ἐσχημάτισται γὰρ καὶ ἐνταῦθα ὁ λόγος ἐλλειπτικῶς πρὸς ἐπίκρυψιν. καὶ ἡ μὲν ἄρσις, ἐκφωνεῖται. ἤγουν τὸ οὔ. ἡ δὲ θέσις, ἐπεκρύβη. ἤγουν τὸ ἀλλὰ. ὅμοιον δὲ τῷ σχήματι τούτῳ, καὶ τὸ, οὐ γὰρ σῖτον ἔδουσιν οὐ πίνουσιν αἴθοπα οἶνον. καὶ ἐνταῦθα γὰρ ἔξωθεν αἱ θέσεις νοοῦνται, τὸ ἀλλὰ ἀμβροσίαν ἔδουσιν. ἀλλὰ νέκταρ πίνουσιν. Ὅτι δὲ Ἰακόν ἐστι τὸ ἐὼν ἢ Αἰολικὸν ἢ Δωρικὸν, πάντες γὰρ αὐτῷ χρῶνται, Ἡρακλείδης ἔγραψέ που. ἔνθα ἔφη καὶ ὅτι, ὡς ἐλθὼν ἐλθέτω καὶ τὰ ὅμοια, οὕτως ἐὼν ἐέτω. καὶ ἀναλόγῳ κράσει, εἴτω διὰ διφθόγγου. ὡς φιλείτω. πλείτω. καὶ Δωρικῶς ἤτω. Δοριεῖς γὰρ, οὕτω μεταποιοῦσι τὰς τοιαύτας παραληγούσας, τὸ φιλείτω νοείτω, φιλήτω καὶ νοήτω λέγοντες. (ῃερς. 4.) Ὅτι ὥσπερ ξεσμὸς ξέσμα παρ' Ἀττικοῖς. καὶ ἀσπασμὸς ἄσπασμα. καὶ βρεχμὸς βρέχμα, οὕτω καὶ δεσμὸς δέσμα. φησὶ γὰρ ὅτι πολυμήχανος ὁ Ὀδυσσεὺς, καὶ φράσεται ὅπως ἂν εἰς τὴν πατρίδα νοστήσῃ εἴπέρ τε σιδήρεα δέσματα ἔχῃσιν. ὅμοιον δὲ τοῖς ῥηθεῖσι καὶ τὸ ἐχμὸς ἔχμα. ἀναιδέος ἔγχματα πέτρης. ἐνταῦθα δὲ καὶ σχῆμα ἀμφιβολίας ἐστίν. ἢ γὰρ δηλοῖ ὅτι ἐὰν καὶ σιδήρεοι δεσμοὶ ἔχωσι τὸν Ὀδυσσέα ἤτοι ἐπέχωσιν, ἢ ἐὰν σιδηρέους δεσμοὺς ἔχῃ ὁ Ὀδυσσεὺς ἤτοι φέρῃ περὶ αὐτόν. ὥσπερ καὶ δακτύλιον καὶ ἱμάτιον ἔχειν τις λέγεται. πῶς δὲ πολυμήχανος Ὀδυσσεὺς, ἐν τοῖς ἑξῆς που δηλωθήσεται. (ῃερς. 6.) Ἰστέον δὲ ὅτι περὶ ἀνδρὸς φυγάδος μὲν τῆς πατρίδος δραστηρίου δὲ καὶ σοφοῦ καὶ ἐφιεμένου κατελθεῖν, ῥηθήσεται τὸ Ὁμηρικὸν χωρίον τὸ, οὔτοι ἔτι δηρόν γε φίλης ἄπο πατρίδος αἴης ἔσσεται οὐδ' εἴπέρ τε σιδήρεα δέσματ' ἔχῃσι. φράσσεται ὥς κε νέηται, ἐπεὶ πολυμήχανός ἐστι. Τὸ δὲ Ὁμηρικὸν δέσμα, δεσμὸν ἐν ἄλλοις ἔστιν εὑρεῖν κατὰ γένους μεταπλασμόν. ὁποῖον καὶ τὸ ζυγόν. καὶ τὸ κέλευθον. καὶ τὸ λύχνον. καὶ ἕτερα μυρία ὅσα. Δῆλον δὲ, ὅτι ταυτόν ἐστι σιδήρεον δέσμα καὶ σιδηροπέδην ἢ σιδηρᾶν ποδοκάκην εἰπεῖν. τινὲς δὲ καὶ τὸ ζητρεῖον ποδός φασι δεσμόν. Ὅτι δὲ τοῦ δεσμὸς καὶ τοῦ δέσμα, ἔστι καὶ θηλυκὸν ἡ δέσμη, δηλοῖ καὶ χρῆσις Ἀλέξιδος ἐν τῷ, καὶ θύμου δέσμαί τινες. Σημείωσαι δὲ καὶ ὅτι τὸ, φράσσεται ὥς κε νέηται καὶ ἑξῆς προέκκειται, προαναφώνησίς ἐστιν ἤτοι προέκθεσις ῥητορική. ταυτὸν δ' εἰπεῖν, ὑπόσχεσις παραμυθουμένη τὸν ἀκροατήν. προλαλεῖ γὰρ, ὡς εἰ καὶ ἀμήχανόν ἐστι τὸν Ὀδυσσέα ἐκ τῆς κατὰ τὴν Καλυψὼ νήσου πλεύσαντα νοστῆσαι οἴκαδε, ἀλλ' ἐκεῖνος πολυμήχανος ὢν καὶ διατοῦτο καὶ ναυπηγεῖν εἰδὼς, νέηται ἤγουν νοστήσει εἰς τὴν πατρίδα. τὸ γὰρ τοιοῦτον νέεσθαι, δῆλον ὅτι τὸν νόστον παράγει. Τοῦ δὲ φράσσεται, πρωτότυπον τὸ φῶ ἐξ οὗ πλεονασμῷ τοῦ ˉρ, φρῶ. ὅθεν τὸ φράζω. καὶ περὶ μὲν τοῦ φῶ καὶ τῆς κατ' αὐτὸ ὁμωνυμίας, ἐν τοῖς μετὰ ταῦτα ῥηθήσεται. τὸ δὲ φράζειν καὶ φράζεσθαι, ὁμωνυμίαν καὶ αὐτὸ ἔχει. καὶ νῦν μὲν, τὸ βουλεύεσθαι δηλοῖ. ἀφ' οὗ καὶ φραδὴς νοῦς. ὡς τὸ, φραδέος νόου τέτυκται. καὶ ἀριφραδὴς ὁ ἄγαν συνετός. οὗ διέσταλται κατὰ τόνον, Ἀριφράδης τὸ κύριον, καὶ φράδμων ὁ βουλευτής. οἷς ἐναντίον, ὁ ἀφραδής. τιθέμενος καὶ ἐπὶ νεκύων κατὰ τὸν ἐξωτερικὸν μῦθον. ἔτι δὲ λέγεται φράζειν, καὶ τὸ λαλεῖν λεκτικῶς. ὅθεν καὶ φράσις καὶ περίφρασις καὶ παραφραστὴς καὶ ὅσα τοιαῦτα. δοκεῖ δὲ ἔκ τινος ἑτεροσημάντου φῶ καὶ φρῶ, γίνεσθαι τὸ φράσσω. ἀφ' οὗ ὁ κατάφρακτος στρατιώτης καὶ οἱ φραγμοὶ καὶ ὅσα τοιαῦτα. (ῃερς. 7.) Ὅτι ὡς καὶ ἀλλαχοῦ φαίνεται, τὸ ῥῆμα μὲν τοῦ λέγειν, οἶδεν ὁ ποιητής. ὡς καὶ ἐνταῦθα ἐν τῷ, ἀτρεκέως κατάλεξον. τὸ δὲ ἐξ αὐτοῦ ὄνομα τὸ λόγος, οὐκ οἶδεν, ἀλλὰ μῦθον ἀεὶ τὸν λόγον φησίν. ἔστι δὲ πάντως τὸ κατάλεξον ταυτὸν τῷ, ἀγόρευσον. διὸ καὶ ἐπάγεται τὸ, μάλ' ἀτρεκέως ἀγόρευσον. (ῃερς. 9.) Ὅτι ἐκ τῆς κεφαλῆς καὶ τῶν ὀμμάτων χαρακτηρίζεται ἡ τοῦ Τηλεμάχου πρὸς τὸν πατέρα ὁμοιότης, ἐν τῷ, αἰνῶς κεφαλήν τε καὶ ὄμματα καλὰ ἔοικας ἐκείνῳ. ὁ δὲ λόγος ἁρμόζει παντὶ ἔχοντι πρὸς τὸν τεκόντα ἐμφέρειαν. ἐρεῖ δέ τι τοιοῦτον καὶ ἐν τοῖς ἑξῆς ὁ Μενέλαος ὃς ἔκ τε χειρῶν καὶ ποδῶν καὶ ὀφθαλμῶν βολῆς καὶ χαίτης, τὴν πρὸς τὸν Ὀδυσσέα τῷ Τηλεμάχῳ συνάξει ὁμοιότητα. (ῃερς. 210.) Ὅτι κυρίως μὲν, τὸ μίσγεσθαι λέγεται ἐπὶ ὑγρῶν. χείμαῤῥοι γοῦν ἐν Ἰλιάδι μίσγεσθαι λέγονται, ὅθεν καὶ ἡ μισγάγκεια. 1. 51 καὶ κήρυκες οἶνον ἔμισγον ἐν κρατῆρσι καὶ ὕδωρ. ἐνταῦθα δὲ, φίλοι ἀλλήλοις θαμὰ μίσγεσθαι λέγονται. συνακίρναται γάρ πως ἡ φιλία τοῖς ἤθεσι. καὶ ἔστι σωμάτων μὲν, τὸ παρατίθεσθαι. ψυχῶν δὲ, τὸ μίσγεσθαι, συνανακιρναμένων φιλικῶς. δῆλον δὲ ὅτι καὶ ἐπὶ συνεύνων τὸ μίσγεσθαι λέγεται. καὶ ὡς οἰκεία ἡ λέξις ἐπὶ μάχης καὶ ἔριδος. ὅθεν καὶ τὸ ἐπιμὶξ μάχεσθαι. οἴδασι δὲ καὶ φιλόσοφοι τὴν αὐτὴν λέξιν ἐν τοῖς κατ' αὐτοὺς συλλογιστικοῖς σχήμασιν. (ῃερς. 211.) Ὅτι ἀναβῆναι εἰς Τροίαν ὡς καὶ προεγράφη, τὸ ἀναπλεῦσαι. δῆλον δὲ ὅτι καὶ βῆναι τὸ τοιοῦτον λέγεται, οὐχ' ἁπλῶς μέντοι ἀλλὰ μετὰ νηὸς, ὡς δηλοῖ τὸ, ἔνθά περ ἄλλοι Ἀργείων οἱ ἄριστοι ἔβαν κοίλαις ἐπὶ νηυσί. καὶ ὅρα τὸ, Ἀργείων οἱ ἄριστοι οὓς ὡς ἀρίστους ἥρωας ἐν Ἰλιάδι καλεῖ ὁ ποιητής. (ῃερς. 214.) Ὅτι τὸ πεπνυμένοςὁ φρόνιμος, ἀπὸ τοῦ πνύω ἐνεστῶτος γίνεται, αὐτὸ δὲ, ἢ ἀπὸ τοῦ πονῶ πονύω κατὰ συγκοπὴν ὃ δηλοῖ τὸ ἐνεργῶ. ἐνεργὴς γὰρ ὁ φρόνιμος, ἢ ἀπὸ τοῦ πινύσσω τὸ φρονῶ. ἐξ οὗ καὶ ἀπινύσσειν τὸ ἀφραίνειν. καὶ πινυτὸς ὁ φρόνιμος. (ῃερς. 216.) Ὅτι λόγου μειρακιώδους καὶ ἀφελοῦς τὰ τοῦ Τηλεμάχου μιμητικῶς ὑπὸ Ὁμήρου γραφέντα. ἐν οἷς ἐρωτηθεὶς εἰ τοῦ Ὀδυσσέως ἐστὶν υἱὸς, λέγει ἁπλοϊκῶς ὅτι ἡ μήτηρ μέν φησιν Ὀδυσσέως ἐμὲ εἶναι υἱὸν, αὐτὰρ ἔγωγε οὐκ οἶδα, οὗ γάρ πω τις ἑὸν γόνον αὐτὸς ἀνέγνω. ἤγουν ἡ μήτηρ μὲν εὖ γινώσκουσα, τοῦ Ὀδυσσέως ἐμὲ υἱὸν εἶναι φησὶν, ᾗ τινι πάντως καὶ πείθομαι. ἐγὼ μέν τοι οὐκ οἶδα ἐξ ἐμαυτοῦ δηλονότι. ὅτι μὴ δὲ ἄλλως τις ἀφ' ἑαυτοῦ ἔγνω πόθεν γέγονεν, εἰ μὴ μάλιστα μὲν, ἐκ μητρὸς ἤδη δὲ καὶ ἀπ' ἄλλων εὖ εἰδότων. διὸ καὶ φησί. τοῦ μ' ἐκ φασὶ γενέσθαι, ἐπεὶ σύγε τοῦτο ἐρεείνεις. Καὶ ὅρα ὅτι οὐκ εἶπεν ἡ μήτηρ μέν με φησὶ τούτου εἶναι αὐτὰρ ἐγὼ οὐ πείθομαι, ἀλλὰ οὐκ οἶδα οἴκοθεν. πείθομαι δὲ δηλαδὴ τῇ μητρί. διὸ καὶ ἐπάγει, ὡς δὴ ἔγωγ' ὄφελον μάκαρος δή τινος εἶναι υἱός. Ὀδυσσεὺς γὰρ ἀποτμότατος ἐγένετο ἀνθρώπων. (ῃερς. 218.) Πιστεύων ἄρα τῇ μητρὶ, ἀπεύχεται Ὀδυσσέα ἔχειν πατέρα. ἴσως δὲ, καὶ βαρυνομένης ψυχῆς ἡ φαινομένη αὕτη ἀφέλεια, καὶ οὐκ ἐξ ὀρθοῦ, ἀφελοῦς. ἐνάγει γὰρ αὐτὸν ἡ λύπη, εἰς τὸ μὴ ἂν ἔχειν ῥᾳδίως πιστεῦσαι ὡς Ὀδυσσέως ἔστιν υἱός. τοῦ τηλικούτου. τοῦ οὕτω μεγάλου. (ῃερς. 221.) Τὸ δὲ τοῦ μ' ἐκ φασὶ γενέσθαι, ὅμοιόν ἐστι τῷ ἐν Ἰλιάδι. τόν με φασὶ γείνασθαι. ὅπερ ἐκεῖ ὁ Ἀστεροπαῖος φησί. καὶ τῷ, τὸν δὲ, ἐμὸν πατέρα φασὶ ἔμμεναι. ὃ περὶ τοῦ Προτέως ἡ Εἰδοθέα φησίν. ὅτι δὲ τῇ μητρὶ ἀνάκειται ἡ περὶ τῶν παίδων ἀκριβὴς εἴδησις, δηλοῖ καὶ Εὐριπίδης. λέγων. μήτηρ, φιλότεκνος μᾶλλον πατρός. ἡ μὲν, γὰρ αὐτῆς οἶδεν ὄντα, ὅ δ' οἴεται. καὶ Μένανδρος. αὑτὸν γὰρ οὐδεὶς οἶδε τοῦ ποτ' ἐγένετο, ἀλλ' ὑπονοοῦμεν πάντες ἢ πιστεύομεν. ἡ γὰρ ἀκριβὴς εἴδησις ἐν τοῖς τοιούτοις, τῇ μητρὶ ἀνάκειται. διὸ καὶ ὁ Τηλέμαχος πρῶτον εἰπὼν μήτηρ μέν με φησὶ τούτου εἶναι, ὕστερον ἐπάγει τὸ ἀπὸ τῆς κοινῆς φήμης τῆς μὴ πάνυ ἀκριβοῦς. λέγων. τοῦ μ' ἐκ φασὶ γενέσθαι. δοκεῖ δὲ καὶ τῷ Ἀριστοτέλει τὰ εἰρημένα ὀρθῶς ἔχειν, ὅς φησιν ὡς ἄριστα περὶ τῶν τέκνων κρίνουσιν αἱ γυναῖκες. διό φησι Πεπαρηθία τις γυνὴ μαρτυρήσασα οἰκεῖον τινὰ εἶναι παῖδα, ἔλυσε τὴν περὶ ἐκείνου ἀμφιβολίαν. καὶ ἕτεραι δέ τινες, ὡς ἐν τῇ ῥητορικῇ αὐτοῦ λέγει. (ῃερς. 222.) Ἰστέον δὲ καὶ ὅτι τὸ φασὶν, εἴωθεν ὁ ποιητὴς ποτὲ μὲν, λέγειν ἐπὶ τῆς ἁπλῶς φήμης, ὡς ὅτε ὁ Αἰνείας λέγει πρὸς Ἀχιλλέα, ὅτι φασὶ σὲ μὲν, Πηλέος ἔκγονον εἶναι. καὶ ἐνταῦθα δὲ ὁ Μέντης περὶ τοῦ Λαέρτου εἶπεν. ὃν οὐκέτι φασὶ πόλινδε ἔρχεσθαι. ἔστι δὲ ὅτε, καὶ ἐπὶ ὁμολογουμένων λέγει ὁ ποιητὴς τὸ φασὶν, ὡς ὅτε εἴπῃ ὅτι τὸν ἀετόν φασιν ὀξύτατα δέρκεσθαι. οὕτω δὲ καὶ τὸ φημὶ, ἐπὶ ἀκριβοῦς εἰδήσεως ἐν πολλοῖς τίθησιν. ὡς ὅτε Ἀχιλλεὺς ἐρεῖ πρὸς τὸν Αἰνείαν, ἤδη μέν σε φημὶ καὶ ἄλλο τε δουρὶ φηβῆσαι. καὶ ὅτε ὁ Νέστωρ λέγει. φημὶ κατανεῦται Δία Κρονίωνα. ἐνταῦθα οὖν τὸ μὲν ἡ μήτηρ μέν φησιν, ἐπὶ ἀκριβεστάτης εἰδήσεως νοηθήσεται. εὖ γὰρ εἰδυῖα ἡ Πηνελόπη, φησὶν ὅτι ὁ Τηλέμαχος υἱὸς τοῦ Ὀδυσσέως ἐστί. Τὸ δὲ ἐκ τούτου με φασὶ γενέσθαι, τὴν φήμην δηλοῖ τὴν ἐκ τῶν πολλῶν. (ῃερς. 217.) Γόνος δὲ νῦν, ἡ γονή. ἀφ' ἧς καὶ γίνεται ὥς που ἐν τῷ τέλει τῆς ῥαψῳδίας ταύτης ῥηθήσεται. τὸ δὲ εἰπεῖν γόνον τὸν γεννήσαντα, ἴσως οὐκ ὀρθόν. ὤφειλε γὰρ ὀξυνθῆναι, ὡς δηλοῖ τὸ γουνὸς, ὃ σημαίνει τὸν γόνιμον τόπον. Ἰστέον δὲ ὅτι ἐκ τοῦ γόνος ἤτοι γονὴ, οὐ μόνον ὁ λάγνος, ἀλλὰ καὶ ὁ κατὰ τοὺς παλαιοὺς λάγνης, ὡς οἱονεὶ λαγόνης, ἤγουν λίαν πολύγονος. καὶ μέν τινες, παρὰ τὸ λˉα ἐπιτατικὸν καὶ τὸ γυνὴ, τὰ τοιαῦτα παρήγαγον. ἵνα εἴη ἁπλοῦν τοῦ λάγνου, ὁ γύνις, ἄλλό τι ὢν αὐτὸς παρὰ τὸν παρθενοπίπην, καὶ τὸν ἀῤῥενώπαν ὃς ἐδήλου τὸν ἀνδρόγυνον. καὶ παρὰ τὸν εἰδομαλίδην ἤγουν τὸν καλλωπίζοντα τὰ μῆλα τῆς 1. 52 ὄψεως ὥς φασιν οἱ παλαιοί. (ῃερς. 218.) Ὅτι ἀφελῶς ὁ Τηλέμαχος ἤτοι ἁπλοϊκῶς, μάκαρα ἄνδρα ὁρίζεται, τὸν ἐπὶ τοῖς ἑαυτοῦ γηράσαντα κτήμασιν. εἰπών. ὡς δὴ ἔγωγ' ὄφελον μάκαρος νύ τευ ἔμμεναι υἱὸς ἀνέρος, ὃν κτεάτεσσιν ἑοῖς ἐπὶ γῆρας ἔτετμε. νῦν δ' ὃς, ἀποτμότατος γένετο θνητῶν ἀνθρώπων. οὐ μὴν ἀκριβῶς ἐκεῖνος λέγει, πολλῶν γὰρ πάντως καὶ ἄλλων χρεία εἰς τελείαν εὐδαιμονίαν καὶ μακαριότητα, καὶ οὐ μόνον τοῦ οἴκοι τινὰ τελευτῆσαι ἀνενδεῶς ζήσαντα. (ῃερς. 2.) Ὅρα δὲ ὅτι τῷ μάκαρι τὸν ἄποτμον ὅ ἐστι δύσποτμον ἀντέθετο. οἱ μέντοι μεθ' Ὅμηρον, μακάριον τὸν εὐδαίμονα καλοῦντες, ἄθλιόν φασι τὸν δυσδαίμονα. (ῃερς. 219.) Τὸ δὲ ὄφελον ταυτὸν ὂν τῷ ὤφειλον, ἀναυξησίαν τὲ Ἰωνικὴν ἔχει, καὶ ἀπέλευσιν τοῦ ˉι. Τὸ δὲ κτεάτεσσι, πλεονασμὸν ἔπαθε τῆς τˉε συλλαβῆς καθὰ καὶ τὸ στομάτεσσι παρὰ τὸ Ὀππιανῷ. Τὸ δὲ ἔτετμεν, ἀχρεῖον μέν ἐστιν εἰς πεζὴν γραφὴν, δηλοῖ δὲ τὸ κατέλαβε, κυρίως μέντοι τέτμειν, τὸ ἐν ἐπιτόμῳ καὶ συντόμως καταλαμβάνειν. καὶ γίνεται ἐκ τοῦ τέμω τμῶ καὶ κατὰ ἀναδιπλασιασμὸν τέτμω. (ῃερς. 2.) Ἀποτμότατος δὲ ὁ δύσποτμος ὅ ἐστι δυστυχής. πότμος γὰρ, οὐ μόνον ὁ θάνατος ἀλλὰ καὶ ἡ τύχη, παρὰ τὸ πετεῖν ὅ ἐστι πεσεῖν ἀφ' οὗ καὶ ἡ περιπέτεια. τὰ γὰρ ἀπὸ τύχης, συμπίπτειν λέγεται, ἤγουν συμβαίνειν. ὅθεν εὔποτμος μὲν, ὁ εὐτυχής. πανάποτμος δὲ καὶ ἀποτμότατος, ὁ κακοτυχής. (ῃερς. 223.) Ὅτι πρέπει ἐνδόξῳ νέῳ ἐπειπεῖν τὸ, οὐ μέν σοι γενεὴν θεὸς νώνυμον ὀπίσω ἔθηκεν, ἐπεὶ σέ γε τοῖον ἡ μήτηρ ἐγείνατο. Ἰστέον δὲ ὅτι ὁ ποιητὴς εἴωθεν ἐπὶ μέλλοντος μὲν, τιθέναι τὸ ὀπίσω. ἐπὶ δὲ παρῳχημένου χρόνου, τὸ ἔμπροσθεν. ὅσα μὲν γὰρ οὔπω ἐθεάθησαν ἢ ἐγνώσθησαν, ὀπίσω ἡμῶν εἶναι δοκοῦσιν ὡς μὴ ἐλθόντα ὅλως εἰς ὄψιν. τὰ δὲ παρῳχημένα, ὡς ἤδη τεθεαμένα, ἔμπροσθεν γενέσθαι λογίζονται. (ῃερς. 224.) Ὅτι ὥσπερ Ὑψιπύλη Ὑψιπύλεια, Περσεφόνη Περσεφόνεια, οὕτω καὶ Πηνελόπη Πηνελόπεια. καὶ Βερονίκη δὲ Βερονίκεια παρ' Ἡροδότῳ. παράγονται δὲ ὁμοίως καὶ ἄλλα πολλά. Ὅτι τοῖς ἀτάκτως μεθ' ὕβρεωςεὐωχουμένοις καὶ πολυτελῶς, ἐπιλεχθήσεται ἂν τὸ, τίς δαὶς τίς δὲ ὅμιλος ὅδε. εἰλαπίνη ἠὲ γάμος. ἐπεὶ οὐκ ἔρανος τάδε γ' ἐστίν. ὥς τέ μοι ὑβρίζοντες ὑπερφιάλως δοκέουσι δαίνυσθαι. νεμεσήσαιτό κεν ἀνὴρ σώφρων αἴσχεα πόλλ' ὁρόων ὃς πινυτός γε μετέλθοι. ἤγουν ὃς φρονῶν συνέλθοι αὐτοῖς. ὁ γάρ τοι κατ' αὐτοὺς ἄφρων, οὐκ ἂν νεμεσήσαιτο. (ῃερς. 226.) Ἰστέον δὲ ὅτι κατὰ τρεῖς μάλιστα τρόπους συνέλθοιεν ἂν πολλοὶ ἐπὶ εὐωχίᾳ, ἤγουν ἐν εἰλαπίνῃ. ἐν γάμῳ, καὶ ἐν ἐράνῳ. καὶ ὁ μὲν ἔρανος, κόσμιον, καὶ οὐδὲ πολυτελὲς, ἀλλὰ καὶ φειδωλῶς ἤσθιον ὡς τὰ πολλὰ οἱ ἐρανισταὶ, ὡς ἂν ἴδιον ἐσθίοντες ἕκαστος. ἔστι δὲ ἔρανος, ἡ ἀπὸ κοινῆς συμβολῆς ἤγουν καταβολῆς καὶ δαπάνης, πολλῶν τινῶν εὐωχία. ὡς καὶ Ἡσίοδος. ἐκ κοινοῦ, πλείστη τε χάρις δαπάνη τ' ὀλιγίστη. εἰ μὴ ἄρα ποτὲ ἀφνειός τις συντελοίη τὸν ἔρανον, ἀσύμβολον δεῖπνον καθίζων οἷς ἐθέλει, τότε γὰρ πολυτελὴς ἔσται καὶ αὐτός. ὥς που καὶ ὁ ποιητὴς ἐμφαίνει ἐν τῷ, καθὰ σύες ἐν ἀφνειοῦ ἀνδρὸς ἢ γάμῳ ἢ ἐράνῳ ἢ εἰλαμπίνῃ σφαζόμενοι· καὶ τοιοῦτος μὲν ὁ ἔρανος. ὁ δὲ γάμος, δῆλον ὅτι ὁμίλου ἐστὶ συνέλευσις ἐπὶ νυμφίων συναρμογῇ. ἡ δὲ εἰλαπίνη, εὐωχία ἐστὶ καὶ αὐτὴ πολυτελής, ἐν ᾗ κατὰ εἴλας ὡς οἱ παλαιοὶ γράφουσιν ἢ ὁμοῦ εἰλούμενοι πολλοὶ, ἔπινον. χαίροντος δηλαδὴ τοῦ δειπνοκλήτωρος. ὁ μέντοι Ἀθήναιος, ἐκ τοῦ λάπτειν τὴν λέξιν ἐτυμολογεῖ διὰ τὸ λαπτικὸν τῆς τοιαύτης λαμπρᾶς παρασκευῆς καὶ διάπανον. λαφύττειν γάρ φησι καὶ λαπάξειν ὥσπερ καὶ ἀλαπάζειν κατὰ πλεονασμὸν τοῦ ˉα, τὸ ἐκκενοῦν καὶ ἀναλίσκειν ἐστίν. ὅθεν καὶ τὰ διαρπαζόμενα ἐν τῷ ἀλαπάζεσθαι ἤγουν πορθεῖσθαι πόλιν, λάφυρα λέγεται παρὰ τὴν λάφυξιν. λάπτειν δέ φησι, καὶ τὸ γίνεσθαι λαγαρόν τινα, ἐκπεττομένης καὶ κενουμένης τῆς τροφῆς. ὅ περ ἡ γαστὴρ πάσχει καὶ διὰ βοτάνης λαπάθου. γινομένης καὶ αὐτῆς ἀπὸ τοῦ λάπτειν. ὅθεν καὶ ἡ λαπάρα. ὡς καὶ ἀπὸ τοῦ λαγαροῦ ἡ λαγών. οἱ δὲ ταῦτα λέγοντες, παραπηγνύουσιν ἐνταῦθα καὶ ὅτι τὸ δαπανᾶν τὸ ἀπὸ τοῦ δάπτειν γινόμενον, τοῦ δαψιλοῦς ἔχεται καθὰ καὶ τὸ λάπτειν. διὸ ἐπὶ τῶν ἀπλήστως καὶ θηριωδῶς ἐσθιόντων, καὶ τὸ δάψαι τίθεται, καὶ τὸ ἐξ αὐτοῦ παράγωγον, τὸ δαρδάψαι. τὰ τοίνυν κατὰ τοὺς μνηστῆρας, ἐράνῳ μὲν οὐκ ἐοίκασιν. οὐδὲ γὰρ ἔχουσιν οὔτε εὐτελὲς οὔτε κόσμιον καὶ σεμνὸν, ἃ δὴ δοκεῖ ἔχειν ὁ ἔρανος. γάμος δὲ οὐκ ἔοικεν εἶναι. ποῦ γὰρ οἱ νυμφίοι καὶ ὅσα γάμου ἴδια; λείπεται ἄρα εἰλαπίνη εἶναι. καὶ μὲν, οὐδὲ τοῦτο. ὁ γὰρ τῆς εἰλαπίνης ἐπιστατῶν Τηλέμαχος, οὐ χαίρει τοῖς γινομένοις, ἀλλ' αἰτιᾶται τοὺς συμπότας, διότι ἀλλότριον βίοτον νήποινον ἔδουσιν. ἐπεὶ οὖν οὔτε γάμος τελεῖται οὗ οἱ μνηστῆρες ἐφίενται, οὔτε εἰλαπίνη. ἔρανον δὲ οὐκ ἄν τις 1. 53 οὐδὲ νομίσοι τὸ γινόμενον, ὕβρις ἄρα ἐστὶ τὸ συμπόσιον τοῦτο. καὶ ὑβρισταὶ οἱ τοῦτο τελοῦντες. διὸ καὶ ἐπάγει συλλογιστικῶς ἡ Ὁμηρικὴ Ἀθηνᾶ. ὥστε μοι ὑβρίζοντες ὑπερφιάλως δοκοῦσι δαίνυσθαι. Σημείωσαι οὖν ὅτι καὶ τὸ εἰλαπίνη ἠὲ γάμος βαρέως ἠρώτησεν ὁ ξένος καὶ οὐχ' ὡς ἀληθῶς ἀπορῶν, ἔγνω γὰρ ὡς οὔτε εἰλαπίνη οὔτε γάμος, ὥσπερ οὐδὲ ἔρανος. δαὶς ἄρα ὑβριστική. γένος γὰρ τῶν τοιούτων ἡ δαὶς καὶ τὸ δαίνυσθαι, καθὰ μετ' ὀλίγα εὐθὺς ῥηθήσεται. Τὸ δὲ ὑβριστὰς εἶναι τοὺς μνηστῆρας, δηλοῖ καὶ ὁ εἰπὼν ὅτι τὸ μὲν τῶν μνηστήρων συμπόσιον ἦν οἷον ἂν γένοιτο νεανίσκων, μέθαις καὶ ἔρωσιν ἀνακειμένων. τὸ δὲ τῶν Φαιάκων, εὐσταθέστερον μὲν τούτων, φιλήδονον δέ. (ῃερς. 225.) Σημείωσαι δὲ ἐνταῦθα καὶ ὅτι ὥσπερ τῆς δαιτὸς παρώνυμον Δαίτων κύριον καὶ Δαίτης, οὕτω καὶ ἐκ τοῦ κερᾶν καὶ τοῦ εἰλαπινάζειν, ἦν τις Κεράων καὶ Εἰλαπιναστὴς κατὰ τὴν τοῦ Ἀθηναίου ἱστορίαν. εἰπόντος ὅτι ἐν τῇ Λακωνικῇ που λέγεται ἱδρύσθαι ἥρωας, Δαίτωνα καὶ Κεράωνα ὑπὸ τῶν ἐν τοῖς φειδιτίοις ποιούντων μάζας διακόνων καὶ κεραννύντων οἶνον. καὶ παρὰ Τρωσὶ δέ φασι, Δαίτην ἥρωα τιμᾶσθαι. καὶ ἐν Κύπρῳ, Δία εἰλαπιναστὴν καὶ σπλαγχνοτόμον. ὅτι δὲ τὰ φειδίτια συσσίτιον ἦν Λακωνικὸν περιώνυμον μὲν οὐ πολυτελὲς δὲ, περιᾴδεται τοῖς παλαιοῖς. εἰλαπιναστοῦ δὲ ἀνδρὸς, χρῆσις καὶ ἐν Ἰλιάδι. (ῃερς. 226.) Ἰστέον δὲ ὅτι γάμος μὲν, ὁμολογουμένως οὐκ ἔστι τὰ παρόντα, οὐ μὴν οὐδὲ ἔρανος. εἰλαπίνη δέ τις ὅμως ἐστὶ βιαία ἐπὶ γάμου ἐλπίδι. διὸ καὶ ὁ ποιητὴς ἐν τοῖς ἑξῆς, εἰλαπίνην εἶναι τὸ πρᾶγμα ἐρεῖ, ἐν τῷ, θρῆνυν ᾧ Ἀντίνοος ἐπεῖχε πόδα εἰλαπινάζων. καὶ ἀλλαχοῦ δὲ, εἰλαπινάζειν τοὺς μνηστῆρας ἐρεῖ, ὡς καὶ ὁ Τηλέμαχος ἐν τοῖς ἑξῆς. Σημείωσαι δὲ ὅτι δαὶς μὲν, ἡ ἁπλῶς εὐωχία ὡς ὄνομα κοινὸν καὶ γενικόν. ἡ δὲ εἰλαπίνη καὶ ὁ γάμος καὶ ὁ ἔρανος, εἴδη εἰσὶ τῆς δαιτός. διὸ καὶ ἡ ἐρώτησις οὕτω προάγεται. τίς ἡ παροῦσα δαίς; ἆρά γε εἰλαπίνη; ἢ γάμος; ἢ ἔρανος; ὡς καὶ ἐάν τις εἴποι, τί ζῷον τοῦτο; βοῦς; ἢ ἵππος; ἢ κύων; οὕτω δὲ γενικόν τι ἐπὶ τῶν τοιούτων ὄνομα, καὶ ὁ προῤῥηθεὶς ὅμιλος. ἀπὸ τῆς ἴλης ὢν καὶ αὐτὸς ἀφ' ἧς καὶ ἡ εἰλαπίνη κατά τινας. ὅτι δὲ ἡ γραφὴ τῆς ἴλης ἐδιφορεῖτο παρὰ τοῖς παλαιοῖς, δηλοῦσι καὶ οἱ ἐν ῥητορικοῖς λεξικοῖς παραδόντες, ὡς καὶ τὸ ἰστέον ἀντὶ τοῦ γνωστέον, διὰ διφθόγγου εἶχε ποτὲ τὴν γραφὴν ἀπὸ τοῦ εἴδω. καὶ τὸ ἴλη ἐπὶ τάγματος καὶ πλήθους, παρὰ τὸ εἰλῶ. καὶ τὸ ἰλυσπᾶσθαι, ὅ ἐστιν ὁμοίως ὄφει καὶ σκώληκι εἰλεῖσθαι καὶ σπᾶσθαι ἤγουν κινεῖσθαι. ὅθεν καὶ εἰλύσπωμα ἡ τοιαύτη κίνησις. καὶ ἡ κλεισία δὲ καὶ τὸ κλείσιον καὶ τὸ πέδειλον, διφορεῖται τοῖς παλαιοῖς. καὶ ἄλλα, ἐν οἷς καὶ ὁ χιλός. Αἴλιος δὲ Διονύσιος, καὶ τοῦ ἰθύφαλλος τὴν ἀρχήν, διὰ διφθόγγου γράφει. ὃ δηλοῖ φησιν, αἰδοῖον ἐντεταμένον, καὶ ᾆσμα Διονυσιακὸν Ἀθήνῃσι, καὶ ἑταιρικὸν δέ. τουτέστι φίλον ταῖς ἑταίρισιν. αἳ καὶ ἀνασεισίφαλλοι φερωνύμως λέγονται παρὰ τῇ κωμῳδία, ὡς ἀνασείουσαι φησὶ τὸν φάλητα ὅς ἐστιν αἰδοῖον ἀνδρός. Παυσανίας δὲ διὰ διφθόγγου γράφων καὶ αὐτὸς, φησὶν ὅτι εἰθύφαλλος, αἰδοῖον. καὶ ὁ πρόχειρος εἰς συνουσίαν. καὶ ᾠδὴ ὑπόκενος. Σημείωσαι δὲ ὅτι γενικώτερον τῆς δαιτὸς ὁ ὅμιλος, εἰ καὶ κατὰ τρόπον ὑστερολογίας ἡ ποιητικὴ φράσις προτίθησι τὴν δαῖτα ἐν τῷ, τίς δαὶς τίς δὲ ὅμιλος. χρὴ γὰρ πρῶτον ὁμιλαδὸν γενέσθαι τινὰς, εἶτα ἢ μάχην τυχὸν ἢ ἑορτὴν θέσθαι. ἢ πανήγυριν. ἢ καὶ δαῖτα. καὶ ταύτην, ἢν ἐν γάμῳ ἢ ἐν εἰλαπίνῃ ὡς ἐῤῥέθη ἢ ἐν ἐράνῳ. (ῃερς. 227.) Τὸ δὲ ὑβρίζοντες, πάνυ κυριολεκτικῶς εἶπεν. ὕβρις γὰρ οὐ μόνον ἡ ἐν λόγοις ἀλλὰ καὶ ἡ κατὰ πᾶν ἔργον αἰσχρόν. ὑβρισταὶ γοῦν καὶ οἱ κακολογοῦντες. ὑβρισταὶ δὲ ὡς μάλιστα, καὶ οἱ αἰσχρουργοῦντες, ὁποῖοι καὶ οἱ μνηστῆρες. οἷς δίχα τῶν ἄλλων ἤρκει πρὸς ὕβριν, καὶ τὸ ἄμετρον τῆς τρυφῆς. τὸ γάρ τοι μέτρον καὶ τὸ παρώνυμον αὐτῷ μέτριον τὸ καὶ ἄρκιον οὗπερ στοχάζεται σώφρων ἄνθρωπος, καὶ ἐν αὐταῖς τραπέζαις ἀγαθόν ἐστιν. ὡς δηλοῖ ὁ γράψας τὸ, τοῖς ὑπερβάλλουσι, δαπάνη πρόσεστιν ἡδονὴ δ' οὐδ' ἡτισοῦν. καὶ πάλιν. ὡς ἡδὺ πᾶν τὸ μέτριον. οὔθ' ὑπεργέμων ἀπέρχομαι νῦν, οὔτε κενὸς, ἀλλ' ἡδέως ἔχων ἐμαυτοῦ. καὶ πάλιν. δεῖ φεύγειν ἁπάντων τὰς ὑπερβολάς. λέγεται δὲ καὶ Γοργίας ὁ Λεοντῖνος ἐν βαθεῖ γήρᾳ ζήσας μετ' αἰσθήσεως ἤγουν ἐν τῷ καὶ τῶν αἰσθήσεων ὑγιῶς ἔχειν. καὶ ἐρωτηθεὶς τίνι διαίτῃ χρώμενος οὕτω βιώσοι, φάναι ὡς οὐδὲν πώποτε ἡδονῆς ἕνεκα πράξας. Τιθωνὸς μέντοι ἐπιθυμίαις οὕτως ἐμπεπλεγμένος ὡς ἀπὸ τῆς ἕω μὲν κοιμᾶσθαι μέχρι δύσεων πρὸς ἑσπέραν δὲ τῇ ἐπιθυμία ἐπεγείρεσθαι, λόγον εὗρεν, ἠοῖ συγκοιμᾶσθαι. ἔχει δὲ ὁ Ἀθήναιος καὶ ἄλλα χρήσιμα εἰς συμμετρίαν βρώσεως. δῆλον δὲ ὅτι καὶ ἐν δημηγορίαις καὶ λοιποῖς λόγων εἴδεσι χρηστότατον τὸ μέτριον. διὸ 1. 54 καλῶς ὁ τοῦτο μὴ εἰδὼς Θερσίτης, ἀμετρεπὴς ἔσκωπται. (ῃερς. 229.) Τὸ δὲ αἴσχεα πόλλ' ὁρόων, ἀντὶ τοῦ πολλὰ βλέπων μὴ καλά. ἐναντίον γὰρ τὸ αἶσχος καὶ τὸ αἰσχρὸν, πρὸς τὸ καλόν. (ῃερς. 231.) Ὅτι ἐν τῷ, ξεῖνε ἐπεί με ταῦτα μεταλλᾷς ὅ ἐστι πολυπραγμονεῖς, ἐκ τῶν μετάλλων φασὶν οἱ παλαιοὶ τὴν λέξιν ληφθῆναι, ἐπεὶ μηδὲν περιεργότερον μεταλλουργίας. μέταλλα δὲ, ἀπὸ τοῦ μετὰ τὰ ἄλλα τὰ κατὰ τὸν βίον. τῶν γὰρ ἀναγκαιοτάτων εὑρεθέντων, εἶτα ἐπολυπραγμονήθη τὰ μεταλλικά. Ξένος δέ φασιν, οὐ μόνον ὁ καταγόμενος, ἀλλὰ καὶ ὁ ὑποδεχόμενος αὐτόν. (ῃερς.
190.1.2
) θαῦμ' ἐτέτυκτο πελώριον, εἰλήφασιν οἱ μεθ' Ὅμηρον θαύματά τινα ἐν κόσμῳ λέγειν τὰ παράδοξα θεάματα, ὁποῖος ὁ τοῦ Μαυσώλου τάφος, ὁ ἐν Ἐφέσῳ ναὸς τῆς Ἀρτέμιδος, ὁ Βαβυλώνιος κῆπος, αἱ ἐν Αἰγύπτῳ πυραμίδες καὶ ἕτερα. (ῃερς. 191.) Τὸ δὲ ῥίῳ ὑψηλῶν ὀρέων, διαφορὰν δηλοῖ ῥίου καὶ ὄρους. ἵνα ᾖ τὸ ῥίον ὄρους κορυφὴ ὑπερφαινομένη, διὸ καὶ ἐπάγει τὸ, (ῃερς. 192.) ὃ φαίνεται μόνον ἀπ' ἄλλων, ὡς τῶν ἄλλων ὑψηλότερον. καθὰ καὶ ὁ Πολύφημος ὑπὲρ τοὺς λοιποὺς Κύκλωπας ἦν πελώριος. (ῃερς. 195.) Ὅτι ἑταίρους δυοκαίδεκα ἀρίστους κρίνας Ὀδυσσεὺς ἄνεισιν εἰς τὸ τοῦ Κύκλωπος σπήλαιον, ἀρίστους μὲν καὶ ἐκκρίτους, ἵνα μετὰ θάῤῥους καὶ ῥωμαλεότητος ἡ τοῦ Πολυφήμου πλασθείη τύφλωσις. δώδεκα δὲ μόνους, διότι τε προμηθὲς ἦν παραμεῖναί τινας κάτω τῇ νηῒ, καὶ ἵνα βρωθέντων τινῶν ὑπὸ Κύκλωπος περιλειφθῶσι τινὲς καὶ οὕτω τι σὺν αὐτοῖς ἀνύσῃ Ὀδυσσεὺς, καὶ ἵνα δὲ πιθανολογηθείη πρὸς τὸν Πολύφημον τὸ ῥηθησόμενον τοῦ ναυαγοῦ πλάσμα, ὡς τοσούτων καὶ μόνων δῆθεν περιλειφθέντων τῷ Ὀδυσσεῖ μετὰ τὸν κίνδυνον. (ῃερς.

Intertext edge

Open linked passage

Note