Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam i
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
192.1.1
) Τὸ δὲ λᾶος ὑπαὶ ῥιπῆς, ἀντὶ τοῦ ὑπὸ λίθου ὁρμῆς. καὶ ἔστι τὸ μὲν λᾶος κράσις ἐκ τοῦ λάας λάαος λᾶος. ὡς ἔαρ ἔαρος ἦρος καὶ τὰ τοιαῦτα. Ἡ δὲ ῥιπὴ, παρὰ τὸ ῥίπτω καὶ παρὰ τὰς προλεχθείσας εὐλυγίστους καὶ εὐμεταφόρους ῥῖπας. Σήματα δὲ λέγει, οἷς ἐσημειοῦντο ποῦ ὁ δίσκος ἐν πρώτῃ καταφορᾷ ἔπεσε. διὸ ὑποκατιὼν καὶ τέρματα ἐρεῖ αὐτά. εἰπών. ἔθηκε δὲ τέρματ' Ἀθήνη. ἤγουν σημεῖα ἔνθα τὸ πρῶτον κατῆλθεν ὁ δίσκος. (ῃερς. 195.) Τὸ δὲ ὑπερπετασθῆναι τὰ τῶν ἄλλων σήματα τὸν τοῦ Ὀδυσσέως δίσκον, μετ' ὀλίγα διασαφεῖ ὁ ποιητὴς, εἰπών. καί κεν ἀλαός τοι ξεῖνε διακρίνειε τὸ σῆμα ἀμφαφόων. ἤγουν διερευνώμενος ἁφῇ. φιλοκρινῶν. περιβλεπόμενος. δι' οὗ, παροιμίαν παραφράζει τὴν λέγουσαν ὡς καὶ τυφλῷ δῆλον. εἶτα ἐπεξεργαζόμενος εἰς τὸ σαφέστερον, φησίν. (ῃερς. 196.) ἐπεὶ οὔτι μεμιγμένον ἐστὶν ὁμίλῳ. ἤγουν τοῖς τοῦ ὁμίλου τέρμασιν. ἢ ἀφελέστερον, τῷ πλήθει τῶν σημάτων. ἀλλὰ πολὺ πρῶτον. τουτέστι λίαν ὑπὲρ ἐκεῖνα. (ῃερς. 197.) διὸ καὶ θαρσύνουσα ἡ μυθικὴ Ἀθηνᾶ, ἐπιφέρει. σὺ δὲ θάρσει τόνδ' ἄεθλον. οὔτις τόν γ' ἵξεται οὐδ' ὑπερήσει, ὅ ἐστιν ὑπερπέμψει. ὑπερβήσεται. εἰκὸς δὲ Ἀθηνᾶν ἐνταῦθα νοῆσαι καθὰ καὶ ἐν Ἰθάκῃ, ἄνδρα τινὰ ἐγχώριον τὰ ὑπὲρ Ὀδυσσέως φρονοῦντα ὡς καὶ ἐκεῖ τὰ ὑπὲρ Τηλεμάχου τοῦ υἱοῦ. Καὶ σημείωσαι ὡς οὐ μόνον ὁ ἀκοντιστὴς, ἥμων λέγεται, ἀλλά πως καὶ ὁ δισκευτής. ὡς δῆλον ἐκ τοῦ ὑπερήσει. οὗ τὸ ἁπλοῦν καὶ μετ' ὀλίγα κεῖται. Ἰστέον δὲ ὅτι τὸ ὑπερήσει, καὶ τὸ ὑπέρπτατο σήματα πάντα, οὐ μακρὰν ἐσχημάτισται τοῦ, ὑπὲρ τὰ ἐσκαμμένα πηδᾶν ὃ κεῖται παρὰ τοῖς ὕστερον. ἤγουν ὑπέρμετρα. παροιμιαζόμενον μὲν ἐπὶ τῶν ὑπερβαλλόντων ἢ πλεονεκτούντων. μετενεχθὲν δὲ, ἀπὸ τῶν πεντάθλων. ἤρξατο δέ φασιν ὁ λόγος, ἀπὸ Φαΰλου πεντάθλου Κροτωνιάτου. ὃς πεντήκοντα ποδῶν ὄντων πρότερον τῶν σκαμμάτων, αὐτὸς ὑπερέβαλε ταῦτα πηδήσας. ὡς τὸ ἐπίγραμμα, φασὶ, λέγει τῆς εἰκόνος αὐτοῦ. πέντ' ἐπὶ πεντήκοντα πόδας πήδησε Φάϋλος. δίσκευσε δ' ἑκατὸν, πέντ' ἀπολειπομένων. (ῃερς. 0.) Ὅτι παρήγορος ἐν ἀέθλοις ὁ λαλῶν ὑπὲρ τοῦ ἀγωνιῶντος, ὡς δηλοῖ Ὀδυσσεὺς, ὃς γήθησε χαίρων οὕνεχ' ἑταῖρον ἐνηέα λεῦσσ' ἐν ἀγῶνι. ὃς ἦν, ὡς ἐῤῥέθη, ἡ μυθικὴ Ἀθηνᾶ. ὑφ' ἧς καὶ θαῤῥυνθεὶς ἐκεῖνος, (ῃερς. 2.) κουφότερον μετεφώνει, ὅ ἐστιν ἐπηρμένον θρασύτερον. Ὅτι ὁ θαῤῥῶν εἰς ὃ καλῶς ἠγωνίσατο εἴποι ἂν τοῖς ἀνταγωνισταῖς. τοῦτον νῦν ἀφίκεσθε νέοι, τάχα δ' ὕστερον ἄλλον ἄεθλον δηλαδὴ, ἥσειν ἢ τοσοῦτον ὀΐομαι, (ῃερς. 3.) ἢ ἔτι μᾶσσον ὅ ἐστι μακρότερον ὡς προγέγραπται. (ῃερς. 2.) Τὸ δὲ ἀφίκεσθε, ὡς ἐπὶ τόπου τινὸς κεῖται. γράφεται δὲ καὶ ἐφίκεσθε ἀντὶ τοῦ ἐφάψεσθε. καταλάβετε. (ῃερς. 4.) Ὅτι ἐπαρθεὶς Ὀδυσσεὺς ἐπὶ τῇ ὑπερβαλλούσῃ βολῇ τοῦ δίσκου φησί. τῶν δ' ἄλλων ὅ τινα κραδίη θυμός τε κελεύει, δεῦρ' ἄγε πειρηθήτω, ἐπεί μ' ἐχολώσατε λίην, ἢ πὺξ ἠὲ πάλῃ ἢ καὶ ποσὶν, οὔτι μεγαίρω πάντων Φαιήκων, πλήν γ' αὐτοῦ Λαοδάμαντος. (ῃερς. 8.) διατί πλὴν τούτου; ξεῖνος γάρ μοι ὅδ' ἐστίν. εἶτα ἐπάγει γνωμικόν. τίς ἂν φιλέοντι μάχοιτο; ἄφρων δὴ κεῖνός γε καὶ οὐτιδανὸς πέλει ἀνὴρ, ὅστις ξεινοδόκῳ ἔριδα προφέρηται ἀέθλων δήμῳ ἐν ἀλλοδαπῷ. (ῃερς. 211.) ἕο τ' αὐτοῦ πάντα κολούει. ὅ ἐστι ἑαυτὸν βλάπτει καὶ κολοβεῖ καὶ ἐλαττοῖ. τῶν δ' ἄλλων οὔ τινα ἀναίνομαι οὐδ' ἀθερίζω, ἀλλ' ἐθέλω (ῃερς. 213.) ἴδμεν καὶ πειρηθήμεναι ἄντην. ταῦτα δὲ ἐκφοβεῖ μὲν τὸν βασιλέα, σεμνύνει δὲ τὸν Ὀδυσσέα, ὡς ἐν τοῖς ἑξῆς φανεῖται. (ῃερς. 4.) Ἰστέον δὲ ὅτι τὸ, ὅτινα ποιητικὸν ὂν, κεῖται μὲν ἀντὶ τοῦ ὅν τινα, γίνεται δὲ ἀπὸ τοῦ τινὰ πλεονασμῷ τοῦ ˉο καθ' ὁμοιότητα τοῦ ὅτου. καὶ ὅτῳ. καὶ ὅτοισιν ἀντὶ τοῦ οἷστισι. καὶ ὁτέοισι. καὶ ὅτινας ἀντὶ τοῦ οὕς τινας. καὶ ὅτις ἀντὶ τοῦ ὅς τις. οἷον. ὅτις σφέας εἰσαφίκηται. καὶ, ἠδ' ὅτις οὐκ ἀλέγει. (ῃερς. 5.) Τὸ δὲ ἐπεί μ' ἐχολώσατε λίην ὅθεν μετ' ὀλίγα καὶ ὁ βασιλεὺς ὁρμηθεὶς χώεσθαι τὸν Ὀδυσσέα ἐρεῖ ἐφ' οἷς ἐκ τοῦ Λαοδάμαντος ἤκουσε, λεαίνει τὸ τραχὺ τοῦ κατὰ τὸν Ὀδυσσέα λόγου καθὰ καὶ πρὸ τούτων τὸ, ὤρινάς μοι θυμὸν εἰπὼν οὐ κατὰ κόσμον. δοκεῖ γὰρ ἄλλως θρασὺς ὁ Ὀδυσσεὺς εἶναι ἐφ' οἷς ἑαυτὸν ἄγαν σεμνύνει. (ῃερς. 6.) Σημείωσαι δὲ καὶ ὅτι καταφήσας τρεῖς ἄθλους ἐνταῦθα Ὀδυσσεὺς ἐν τῷ ἢ πὺξ ἢ πάλῃ ἢ καὶ ποσὶ, μετ' ὀλίγα καὶ τοξότης εἰδήμων εἶναι φησὶ καὶ ἀκοντιστής. τὸ μέντοι ποδῶκες, ἀποφάσκει ἑαυτοῦ. παιδεύων χρεὼν εἶναι τὸν συνετὸν εἴπου καὶ παραῤῥίψοι οὐκ ἀκριβῶς λόγοντινὰ, ἐπιδιορθροῦσθαι αὐτόν. (ῃερς. 8.) Τὸ δὲ τίς ἂν φιλέοντι μάχοιτο, ἑρμηνεύων, ἔφη. ξεινοδόκῳ ἔριδα προφέρηται. (ῃερς. 211.) Τὸ δὲ δήμῳ ἐν ἀλλοδαπῷ, πρὸς λόγου ἀσφάλειαν κεῖται. οἴκαδε μὲν γάρ τις περιφρονήσοι ἂν ξεινοδόκον. οὐκ ἂν δὲ καὶ ἐν αὐτῷ τῷ τοῦ ξεινοδόκου δήμῳ. Τὸ δὲ ἴδμεν ἐπὶ ἀπαρεμφάτου σπανίως εὕρηται. (ῃερς. 214.) Ὅτι συνιστῶν ἑαυτὸν Ὀδυσσεὺς παρὰ τοῖς Φαίαξιν οὐ μὴν δὲ ἀλλὰ καὶ τὴν ἐν τοῖς μετὰ ταῦτα μνηστηροφονίαν πιθανὴν ποιῶν καθ' ἣν πρῶτος τῶν ἄλλων αὐτὸς ὀϊστεύσας ἀριστεύσει, φησί. πάντα γὰρ οὐ κακός εἰμι μετ' ἀνδράσιν ὅσσοι ἄεθλοι. εὖ μὲν τόξον οἶδα ἐΰξοον ἀμφαφάασθαι. πρῶτος ἂν ἄνδρα βάλοιμι ὀϊστεύσας ἐν ὁμίλῳ ἀνδρῶν δυσμενέων εἰ καὶ μάλα πολλοὶ ἑταῖροι (ῃερς. 218.) ἄγχι παρασταῖεν καὶ τοξαζοίατο φωτῶν ἤτοι κατὰ ἀνδρῶν. εἶτα εἰπὼν ὅτι οἶος δή με Φιλοκτήτης ἀπεκαίνυτο τόξῳ ἐν Τροίᾳ ὅτε τοξαζοίμεθα Ἀχαιοί. τῶν δ' ἄλλων, ἐμέ φημι προφερέστατον εἶναι, ὅσσοι νῦν βροτοί εἰσιν ἐπὶ χθονὶ σῖτον ἔδοντες. καὶ ὅτι, ἀνδράσι δὲ προτέροισιν ἐριζέμεν οὐκ ἐθελήσω, (ῃερς. 224.) οὔθ' Ἡρακλῆϊ οὔτ' Εὐρύτῳ Οἰχαλιῆϊ. καὶ τὴν αἰτίαν εἰπὼν ὡς ῥηθήσεται μετ' ὀλίγα, ἥτις ἦν, τὸ καὶ θεοῖς αὐτοὺς ἐρίζειν διὰ τὸ κατ' ἀρετὴν ἀνυπέρβλητον, ἐπάγει. (ῃερς. 229.) δουρὶ δ' ἀκοντίζω ὅσον οὐκ ἄλλος τις ὀϊστῷ. πάνυ ἐνταῦθα περιαυτολογήσας. διὸ παραμυθούμενος τὴν ἀλαζονείαν ἐπάγει εὐθὺς ταπεινότερον ὡς πρὸς ἔνδειξιν τοῦ ἀληθεύειν τὸ, μόνοις δέδοικα (ῃερς. 230.) ποσὶ μή τίς με παρέλθῃ Φαιάκων. καὶ τὴν αἰτίαν προτιθεὶς, φησί. λίην γὰρ ἀεικελίως ἐδαμάσθην κύμασιν ἐν πολλοῖς, ἐπεὶ οὐ κομιδὴ κατὰ νῆα ἔην ἐπηετανός. τῷ μοι φίλα γυῖα λέλυνται. (ῃερς. 246.) ἐφ' οἷς ὁ βασιλεὺς Ἀλκίνοος τῷ τοῦ Ὀδυσσέως κόμπῳ πίστιν σχὼν, οὐκέτι καθὰ καὶ πρὸ τούτων ἀριστεύειν φησὶ τοὺς Φαίακας πὺξ καὶ παλαισμοσύνῃ καὶ ἅλμασι καὶ ποσίν. ἀλλὰ μεταβαλὼν, λέγει. οὐ γὰρ πυγμάχοι ἐσμὲν ἀμύμονες, οὐδὲ παλαισταί. ἀλλὰ ποσὶ κραιπνῶς θέομεν (ῃερς. 247.) καὶ νηυσὶν ἄριστοι, ἐσμὲν δηλαδή. εἰ καὶ λείπει τὸ ῥῆμα. Ἔνθα ὅρα ὡς Ὀδυσσέως εἰπόντος δεδοικέναι μή τις αὐτὸν ποσὶ παρέλθοι, ὁ βασιλεὺς ἀριστεύειν ἐνταῦθα φησὶ τοὺς Φαίακας. εὐδοκιμεῖν αὐτοὺς εἰπὼν, περὶ ὅπερ ὁ ξένος ἀπείπατο. καὶ ἀρετὴν αὐτοῖς ἐπιμαρτυράμενος ἀνεξέλεγκτον. ἐλεγχθεὶς γάρ, φασιν, ἀρνεῖται ἵνα μὴ παροξύνῃ τὸν ξένον. τάχα γοῦν ὁ Ἀλκίνοος ἀπόδρομον τὸν Ὀδυσσέα ἐνόμισεν, ὡς ἤδη πεπαυμένον ἀπὸ τῶν δρόμων. ὃ δή τισι τῶν παλαιῶν ἐῤῥέθη πρὸς ὁμοιότητα τοῦ ἀπόμαχος καὶ τῶν ὁμοίων. καὶ μὴν ἕτεροι ἄλλως χρῶνται τῷ ἀπόδρομος, φάμενοι, ὡς ἐν Κυρήνῃ μὲν, τοὺς ἐφήβους, τριακάπους καλοῦσιν. ἐν δὲ Κρήτῃ, ἀποδρόμους, διὰ τὸ μηδέπω τῶν κοινῶν δρόμων μετέχειν. οὕτω δὲ καὶ Καλλίμαχος ἀπότριχα τὸν ἄνηβον ἔφη. (ῃερς. 214.) Σημείωσαι δὲ ὅτι τὸ μὲν οὐ κακός εἰμι, μετρίως εἶπε καὶ ἐπιεικῶς Ὀδυσσεύς. δυνάμενος εἰπεῖν ὡς πάνυ δεξιῶς ἔχω. ἵνα εἴη τὸ οὐ πάνυ κακὸς, οὐ μόνον κακίας ἀπόφασις ἀλλὰ καὶ ἀντὶ τοῦ λίαν δεξιὸς ἢ ἀνδρεῖος. (ῃερς. 221.) τὸ μέντοι τῶν ἄλλων ἐμέ φημι προφερέστερον εἶναι, οὐκέτι ἐπιεικοῦς ἤθους, ἀλλὰ σεμνοῦ. καθ' ὑπερβολὴν γὰρ ἐπικριτικῶς ἡ περιαυτολογία. (ῃερς. 224.) παραμυθεῖται δὲ ὅμως αὐτὴν ἠρέμα, τὸ ὑπαγαγεῖν ἑαυτὸν τῷ Φιλοκτήτῃ. καὶ τὸ μὴ ἔχειν ἐξισοῦσθαι μήτε τῷ Ἡρακλεῖ μήτε τῷ Εὐρύτῳ. ἔστι δ' ὅμως καὶ ἐν τούτοις καύχημά τι τῷ Ὀδυσσεῖ περιττὸν, εἴγε τῶν ζώντων μὲν μόνῳ τῷ Φιλοκτήτῃ τοῦ ἐπὶ τόξῳ ἤγουν τοξείᾳ κλέους παραχωρεῖ. τῶν δὲ τεθνεώτων, Ἡρακλεῖ καὶ Εὐρύτῳ. ἔστιν οὖν εἰπεῖν, ὅτι καὶ Ὀδυσσεὺς κατὰ τὸν ὕστερον Ἐφέσιον ζωγράφον τὸν Παῤῥάσιον, ἐσέμνυνεν ἑαυτόν. οὗτός τε γὰρ ἑαυτὸν ὑπεξῆρεν ἐπισημῃνάμενος καὶ ταπεινότητα, καὶ ὁ Παῤῥάσιος ἔφη ὡς ἀνυπέρβλητος αὐτῷ πέπηγεν οὖρος. ἀμώμητον δ' οὐδὲν ἐγένετο βροτοῖς. τὸ μὲν αὐχῶν, τὰ τῆς τέχνης εὑρῆσθαι αὐτῷ τέρματα, τὸ δ' ὑπονοῶν, ὡς ἴσως ἐψέγετο πρὸς τῶν ὁμοτέχνων ὡς μάτην θαῤῥῶν ἀμώμητος εἶναι. (ῃερς. 225.) Τόξον δὲ ἐΰξοον λέγει, ἐπεὶ καὶ τὸν αὐτοῦ τέκτονα κεραοξόον ἐν ἄλλοις φησίν. Ἀμφαφάασθαι δὲ τὸ μεταχειρίζεσθαι, παρὰ τὴν ἁφήν. ἀφ' ἧς καὶ τὸ, σῆμα ἀμφαφόων πρὸ ὀλίγων εἴρηται, ὅ ἐστι παραδεικνὺς τῇ χειρί. (ῃερς. 217.) Τὸ δὲ εἰ καὶ μάλα πολλοὶ ἑταῖροι, καὶ ταχυτοξότην τὸν Ὀδυσσέα εἶναι δηλοῖ. ὃς εἰ καὶ πάνυ πολλοὶ περὶ αὐτόν εἰσιν, ἀλλὰ πρῶτος αὐτὸς βαλεῖ τὸν δυσμενῆ. (ῃερς. 218.) Τὸ δὲ τοξαζοίατο, οὐκ ἀεὶ ἀναγκαίως καὶ πτωτικήν τινα σύνταξιν ἔχει, ἀλλὰ καὶ μόνον καθ' αὑτὸ ἐκφωνεῖται ὡς δηλοῖ τὸ, ὅτε τοξαζοίμεθ' Ἀχαιοί. καὶ τὸ, προκαλίζετο τοξάζεσθαι. (ῃερς. 219.) Τὸ δὲ ἀπεκαίνυτο, περιττὴν μὲν ἔχει τὴν πρόθεσιν ὡς ἀλλαχοῦ προεφάνη. δέδωκε δὲ τοῖς ἰδιώταις ἀρχὴν τοῦ, νίκην ἀποκοπτὴν τὴν μεγάλην λέγειν. (ῃερς. 222.) Τὸ δὲ σῖτον ἔδοντες, πρὸς διαστολὴν ἴσως ἐῤῥέθη ἑτέρων βροτῶν μὴ τοιούτων. ὁποίους καὶ τοὺς μακροβίους Αἰθίοπας ἡ ἱστορία φησίν. οἳ ἄρτον ἰδόντες κόπρῳ αὐτὸν εἴκασαν. ἦσαν δὲ καὶ οἱ ἐξ ἀκρίδων ζῶντες καὶ οἱ ἐξ ἰχθύων. οἳ καὶ ἀκριδοφάγοι διατοῦτο καὶ ἰχθυοφάγοι ἐκαλοῦντο. τὸ δὲ Σκυθικὸν φῦλον καὶ τὸ Μασσαγετικὸν κρέασι διοικονομούμενον οὐδ' αὐτὸ ἐθέλει σιτοφαγεῖν. (ῃερς. 223.) Τὸ δὲ ἐρίζειν, καιρία λέξις ἐπὶ ἐξισώσεως. διὸ καὶ δὶς ἐνταῦθα κεῖται. (ῃερς. 224.) Τὸ δὲ οὐκ ἐθελήσω, ἀντὶ τοῦ οὐ δυνήσομαι. πολλαχοῦ δὲ ἐπὶ τοιαύτης σημασίας ἡ λέξις κεῖται. Τὸν δὲ Ἡρακλῆν, οὗ πολὺς λόγος τοῖς παλαιοῖς, καὶ Ἡρακλείδην Παυσανίας καλεῖσθαι φησί. (ῃερς. 229.) Περὶ δὲ Εὐρύτου καὶ τοῖς κατ' αὐτὸν Οἰχαλίας ἡ Βοιωτία ἐδήλωσεν. Ἐν δὲ τῷ, ὅσον οὐκ ἄλλος τις ὀϊστῷ, ῥῆμα νοητέον ἔξωθεν τὸ ἵησιν ἢ πέμπει ἤ τι τοιοῦτον. τὸ γὰρ ἀκοντίζειν οὐκ ἔστιν οἰκεῖον ἐπὶ ὀϊστοῦ. ταῦτα δὲ ἀλλαχοῦ παρὰ τῷ ποιητῇ καὶ τὸ, σῖτον ἐσθίειν καὶ οἶνον, πίνειν δηλαδή. οἶνος γὰρ οὐκ ἐσθίεται. καὶ τὸ, καπνὸν ἐλεύσσομεν καὶ φθογγὴν, ἠκούομεν δηλαδή. φθογγὴ γὰρ οὐ βλέπεται. οὐκ ὀλίγα δέ εἰσι καὶ ἄλλα τοιαῦτα. ὧν ὁ ποιητικὸς τρόπος, σύλληψις εἴτουν συνεκδοχή ἐστι. (ῃερς. 230.) Τὸ δὲ ποσὶ παρέλθῃ, πρὸς διαστολὴν ἐῤῥέθη. ἔστι γὰρ τροπικῶς καὶ νόῳ παρελθεῖν καὶ δόλοις καὶ τοιούτοις τισί. (ῃερς.

Intertext edge

Open linked passage

Note