Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam i
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
195.1.1
) Ἰστέον δὲ ὅτι τὸ εἰπεῖν ὡς ἐξ Ἀλκινόου ἔχεται ἤτοι ἐξέχεται καὶ ἤρτηται τοῦ Ἀλκινόου ἡ τῶν Φαιάκων ἀρχὴ ὃ δὴ καὶ ἐν τοῖς μετὰ ταῦτα ῥηθήσεται, βασιλέα ὑποβάλλει Φαιάκων νοεῖν τὸν Ἀλκίνοον. ἐν δὲ τοῖς ἑξῆς, ἀριστοκρατία ἐμφαίνεται παρὰ Φαίαξιν ἔνθα τρισκαίδεκα ἱστορηθήσονται βασιλεῖς. καὶ ἔστιν οἷον συνέλευσις ἐν τούτοις, βασιλείας τε καὶ ἀριστοκρατίας. ὁποῖόν τι καὶ περὶ Λακεδαίμονα ὕστερον τὸ κατὰ τοὺς ἐφόρους καὶ τοὺς βασιλεῖς. εἰ δὲ ὑπερέχει μὲν τῶν ἄλλων ὁ Ἀλκίνοος αὐτὸς δὲ πείθεται ὡς φανεῖται οἷς ἡ γυνὴ Ἀρήτη βούλεται, εἴποι ἄν τις καὶ γυναικοκρατεῖσθαι τὴν γῆν τῶν Φαιάκων. (ῃερς. 199.) Ὅτι ἐκφαίνων ὁ ποιητὴς πῶς ἡ Ἀθηνᾶ ἐλέχθη θάρσος ἐμβαλεῖν τῇ Ναυσικάᾳ ὥστε μεῖναι φανέντος τοῦ Ὀδυσσέως. καὶ δηλῶν ὡς κατὰ σύνεσιν γενέσθαι τοῦτο φαίνεται καθὰ καὶ ἐλέχθη, πλάττει τὴν κόρην θαῤῥύνουσαν καὶ τὰς ἀμφιπόλους ὡς μηκέτι φεύγειν ἀλογίστως ἀλλὰ στῆναι οἷα μηδέν τι καινὸν ἰδούσας ἀλλὰ ἁπλῶς ἄνθρωπον. καὶ αὐτὸν δύστηνον. ἀλήτην. κομιδῆς ἄξιον. φησὶ γάρ. στῆτέ μοι ἀμφίπολοι. πόσε φεύγετε φῶτα ἰδοῦσαι; ἢ μή που τινὰ δυσμενέων φάσθ' ἔμμεναι ἀνδρῶν. οὐκ ἔσθ' οὗτος ἀνὴρ διερὸς βροτὸς οὐδὲ γένηται, ὅς κεν Φαιήκων ἀνδρῶν ἐς γαῖαν ἵκηται δηϊοτῆτα φέρων. οἰκέομεν δ' ἀπάνευθε πολυκλύστῳ ἐνὶ πόντῳ. ἔσχατοι. οὐδέ τις ἄμμι βροτῶν ἐπιμίσγεται ἄλλος. (ῃερς. 6.) εἶτα ἐπὶ πλέον ἐξαιροῦσα τὸ τῶν ἀμφιπόλων δέος, καὶ θάρσος αὐταῖς ἐν φρεσὶ τιθεμένη, ἐπάγει. ἀλλ' ὅ δέ τις δύστηνος ἀλώμενος ἐνθάδ' ἱκάνει, ὃν νῦν χρὴ κομέειν. πρὸς γὰρ Διὸς εἰσὶν ἅπαντες ξεῖνοί τε πτωχοί τε. δόσις δ' ὀλίγη τε φίλη τε. ἐφ' οἷς ἐκπληροῦσα καὶ τὴν τοῦ ξένου ἱκετείαν, ἐπιφέρει. (ῃερς. 9.) ἀλλὰ δότ' ἀμφίπολοι ξείνῳ βρῶσιν τε πόσιν τε. λούσατέ τ' ἐν ποταμῷ ὅθ' ἐπὶ σκέπας ἔστ' ἀνέμοιο. Νοητέον δὲ ὅτι κατὰ τὸ σιωπώμενον, καὶ εἵματα ἐκέλευσε παραθεῖναι τῷ Ὀδυσσεῖ. ὅ ἐστι φᾶρος τε χιτῶνα τε, καὶχρυσέῃ ἐν ληκύθῳ ὑγρὸν ἔλαιον. ὃ καὶ ἐποίησαν ἐκεῖναι. διὸ μετ' ὀλίγα ἐρεῖ. εἵματα ἅ οἱ πόρε παρθένος ἀδμής. Ὅρα δὲ τὴν σύντομον τῆς κόρης ἀντίθεσιν καὶ τὴν ἐπ' αὐτῇ λύσιν ἐν τῷ, ἢ μή τινα δυσμενῆ φατὲ εἶναι ἄνδρα. οὐκ ἔσθ' οὗτος ἀνὴρ, καὶ τὰ ἑξῆς. ἐπεὶ γὰρ εἰκὸς εἰπεῖν ἀντιπαραστατικῶς τὰς ἀμφιπόλους ὡς εἰ καὶ φῶτα βλέπομεν καὶ μή τι ἄγριον, ἀλλὰ δυσμενὴς ὁ ἀνὴρ, θεμένη τοῦτο ἡ κόρη, ἐπιφέρει εὐθὺς λύσιν ὡς οὔτε ἐστὶν οὔτε γενήσεται θνητὸς ὃς ἂν ἵκηται πολεμήσων Φαίαξιν. ὃ μιμησάμενος Ἡρόδοτος, σχηματίζει καὶ αὐτός που ἐν τοῖς κατ' αὐτὸν, οὕτως. οὐκ ἔστιν οὗτος ἀνὴρ ᾧ ἐστι δύναμις τοσαύτη, ὡς τό δέ τι ποιῆσαι. Ἰστέον δὲ ὅτι ἐκπλαγῆναι μὲν τὰς δμωὰς φῶτα ἰδούσας, οὐ καινόν. ἐπεὶ καὶ Φαίακες ἐν τοῖς ἑξῆς ἄνεῳ γίνονται φῶτα ἰδόντες. τὸν Ὀδυσσέα δηλαδή. τὸ δὲ καὶ τρέσαι ἰδούσας, ἀλλὰ τοῦτο γυναικικὸν καὶ ἀγενές. καὶ τοῦτο μὲν, τοιόνδε. ἡ δὲ κόρη τὴν ῥηθεῖσαν κατασκευάζουσα πρότασιν, φησί. (ῃερς. 3.) μάλα γὰρ φίλοι ἀθανάτοισιν. οἰκέομεν δ' ἀπάνευθε. μονονουχὶ λέγουσα ὡς εἰ καὶ μὴ πολεμισταὶ οἱ Φαίακες οἷς οὐ μέλει βιὸς οὐδὲ φαρέτρη ὡς ἐν τοῖς ἑξῆς λεχθήσεται οὐδὲ εἰσὶν ἀπροσπέλαστοι δι' ἀνδρίαν, ἀλλ' ὅμως θεοφιλεῖς ὄντες, οὐκ ἄν τι κακὸν ἐκ πολεμίων πάθοιεν. ἄλλως τε καὶ πάνυ ἐκτετοπισμένοι ὄντες, καὶ οὔτινας ἐγγὺς ἔχοντες ὡς ἐν τοῖς ἐφεξῆς που καὶ αὐτὸ εἰρήσεται. καὶ οὕτω μὲν ἡ κόρη ἔλυσε τὴν ἀντίθεσιν. (ῃερς. 1.) Τὸ δὲ οὐκ ἔστιν οὐδὲ γένηται, ἐπιτείνει τὴν ἄκραν τῶν Φαιάκων ἀσφάλειαν πρὸς ἔκπληξιν δῆθεν τοῦ ναυαγοῦ ξένου. Διερὸς δὲ βροτὸς ὁ ζῶν καὶ ἐῤῥωμένος. τὴν μὲν γὰρ ζωὴν, ὑγρότης καὶ θερμότης συνέχει. τὸν δὲ θάνατον, τὰ ἐναντία ποιεῖ. ὅθεν καὶ νεκροὶ ἀλίβαντες οἱ ζωτικῆς λιβάδος ἄμοιροι. καὶ ὁ κωμικὸς δὲ παίζων, αὐαίνου λίθον ἐν ᾅδου εἶναι πλάττει. ἀπὸ τοῦ αὐαινωθεὶς τοὔνομα. Πλούταρχος δὲ ἐν τοῖς κατ' αὐτὸν συμποσιακοῖς φησὶν οὕτως. ὑγρότητι καὶ θερμότητι τεθήλασι τὰ ζῷα. ἡ δὲ ψυχρότης καὶ ξηρότης, ὀλέθρια. διὸ χαριέντως Ὅμηρος διερὸν βροτὸν καλεῖ. καὶ τὸ μὲν χαίρειν, ἰαίνεσθαι λέγει. ὡς καὶ χαλκὸς ἰαίνεται πυρί. ῥιγεδανὸν δὲ καὶ κρυερὸν, τὸ λυπηρὸν καὶ φοβερόν. ὁ δὲ ἀλίβας καὶ ὁ σκελετὸς, ἐπὶ νεκρῶν λέγονται. λοιδορουμένων τῶν παλαιῶν, τῷ ὀνόματι τῆς ξηρότητος. καὶ τοιαῦτα μὲν καὶ τὰ τοῦ Πλουτάρχου. ὁ δὲ ἐν τοῖς τοιούτοις διαληφθεὶς ἀλίβας, βαρύνεται καθ' ὁμοιότητα τοῦ ἁλίκρας. ἔστι δὲ ἁλίκρας κατὰ Αἴλιον Διονύσιον, ὁ θαλάσσῃ μεμιγμένος. καθὰ καὶ χαλκόκρας, ὁ χαλκῷ φησι κεκραμένος. τὰ δὲ ῥηθέντα ἐνταῦθα εἰς τὸ, διερὸς βροτὸς, χρήσιμα καὶ ἐν τοῖς ἑξῆς εἰς τὸ, διερῷ ποδί. ὅτι δὲ ὁ ὑγιὴς καὶ ἡ ὑγίεια ἐκ τοῦ ὑγροῦ παράγεται, ἐν ἄλλοις δεδήλωται. (ῃερς. 3.) Τὸ δὲ δηϊοτῆτα φέρων, πρὸς διαστολὴν κεῖται. ἄλλως γὰρ, ἔπλεόν τινες ἴσως εἰς Φαίακας. ἐξ ὧν καὶ τὰς ἀμφιπόλους εἶχον ὡς εἰκὸς οἱ ἐν τῇ νήσῳ. Τὸ δὲ μάλα φίλοι ἀθανάτοισι παιδευτικῶς ἔχει. ὡς τῶν θεοφιλῶν, οὐ πειρωμένων δηϊοτῆτος. Τὸ δὲ οἰκέομεν ἐναλλαγὴν ἔχει σχήματος. ὤφειλε γὰρ ἀκολούθως τοῖς ἀνωτέρω εἰπεῖν. οἰκέουσι δ' ἀπάνευθεν. ὅμως δὲ κοινοῦται τὸν λόγον ἡ κόρη ὡς καὶ αὐτὴ Φαίαξ. Τοῦ δὲ ἀπάνευθεν, ἑρμηνεία εὐθὺς τὸ ἔσχατοι. καὶ τὸ, (ῃερς. 5.) οὐδέ τις ἡμῖν ἐπιμίσγεται. ἐκτετοπίσθαι γὰρ ὁ ποιητὴς βούλεται τὴν Φαιακίαν ὡς ἐν τοῖς ἑξῆς φανήσεται. καὶ μὴν οἱ Κερκυραῖοι Φαίακες, κατέναντι κεῖνται τῆς Ἠπείρου, ὡς καὶ Ὅμηρος ὕστερον παραδηλοῖ ἐν τοῖς κατὰ τὸν Φείδωνα. οὐδὲν δὲ καινὸν ἐὰν οἱ Κερκυραῖοι ἁπλοϊκώτερον ἑαυτοὺς ἐκτοπίζωσιν οὐκ ἀληθῆ λαλοῦντες, εἰ καὶ τὸν Ἀχελῷον μέγιστόν που εἶπεν ὁ Ἀχιλλεὺς ἐν ποταμοῖς. ἁπλούστερον λέγων, καὶ ταῦτα, ἑτέρων ἐχόντων τὸ τοιοῦτον σεμνολόγημα. οὕτω καὶ Αἰσχύλος φησὶ τερατωδέστερον καὶ τραγικώτερον, τὸ, ἔστι τις πόλις Κάνωβος ἐσχάτη χθονός. τερατευόμενος καὶ αὐτός. οὐ γὰρ ἐσχάτη γῆς ἁπάσης ἡ Κάνωβος, ἀλλ' ἢ μόνης τῆς ἐκεῖ ὡς ἀγχίαλος. Σημείωσαι δὲ ὅτι οὐκ αὐτὸς ὁ ποιητὴς ἀναιδῶς οὕτω τὴν τῶν Φαιάκων ἐκτοπίζει γῆν, ἀλλ' ἡ Ὁμηρικὴ κόρη καὶ οἱ λοιποὶ δὲ Φαίακες. οὐχ' οὕτως οὐδ' αὐτοὶ εἰδότες, οὐδὲ πρὸς ἀλήθειαν λαλοῦντες, ἀλλ' ἐθέλοντες τοιοῦτοι δοκεῖν τοῖς πολλοῖς, διὰ τὸ ἀνεπιβούλευτον. ἵνα δηλαδὴ μὴ πολεμοῖντο φθονούμενοι διὰ τὸ τῆς χώρας εὔδαιμον, ὃ πολλαχοῦ γίνεται. Ἰστέον δὲ καὶ ὅτι ἀστείως ἡ κόρη τὸ ψεῦδος σοφίζεται. οἰκοῦσι μὲν γὰρ ἀπάνευθε τῶν κύκλων οἱ Φαίακες πολυκλύστῳ ἐνὶ πόντῳ καθὰ νησιῶται, καὶ ἔσχατοι ἐκεῖ πρὸς τῇ ἠπείρῳ. καὶ οὔτις αὐτοῖς ἐπιμίσγεται ἁπλῶς δίχα τοῦ πλεῦσαι. βούλονται δὲ, ταῦτα καθ' ὑπερβολὴν νοηθῆναι ὡς ἐπὶ πολλῷ ἐκτοπισμῷ. Ὀδυσσεὺς δὲ, γελῴη ἂν ἐπὶ τούτοις οἷα τὴν κόρην ψευδομένην εἰδώς. (ῃερς. 6.) Τὸ δὲ ἐνθάδ' ἱκάνει, τόδ' ἱκάνει ἐν τοῖς ἑξῆς ἐρεῖ ὁ ποιητὴς, ὡς ἐκεῖ φανεῖται. (ῃερς. 7.) Τὸ δὲ κομέειν, λέγεται καὶ κομίζειν. μετ' ὀλίγαγοῦν, πλαχθέντα κομίσσατο ἐρεῖ, παραγώγως. ὅθεν καὶ κομιδὴ ἡ ἐπιμέλεια. καὶ εὐκόμιστος κατὰ τοὺς παλαιοὺς, ὁ ἐπιμελείας τετευχώς. Τὸ δὲ πρὸς θεοῦ εἶναι τοὺς ξένους καὶ τοὺς πτωχοὺς καὶ τὰ ἑξῆς, (ῃερς. 8.) φιλοξένου ἤθους λόγος ἐστί. ξένοι δὲ καὶ πτωχοὶ, διαφέρουσιν. οὔτε γὰρ ἅπας ξένος, πτωχός ἐστιν. οὔτε ὁ πτωχὸς, ξένος, εἰ μὴ καὶ ἐπιξενωθῆ. Ἡ δὲ πρὸς τοὺς τοιούτους δόσις, ὀλίγη μέν τι τῷ διδόντι, πολλὴ δὲ τῷ λαμβάνοντι. ἀρκεῖται γὰρ ἐνδεὴς εὐγνώμων, καὶ ὀλίγον λαβών. ἑτεροῖον δὲ πάντως τὸ ἐνταῦθα ὀλίγον τε φίλον τε, παρὰ τὸ ἐν Ἰλιάδι. ἐκεῖ μὲν γὰρ, γέρας Ἀχιλλεὺς ἔρχεται ἔχων τὸ τοιοῦτον. ἐνταῦθα δὲ Ὀδυσσεὺς, δῶρον πτωχικόν. παρέξεσται δὲ ὅμως ἡ ὀλίγη τε φίλη τε δόσις ἐκ τῶν ἐκεῖ. (ῃερς. 9.) Αἱ δὲ ἀμφίπολοι, σεμνὴ λέξις ἤπερ τὸ, δμωαὶ καὶ δμωΐδες καὶ δουλίδες καὶ δοῦλαι. διὸ καὶ Ὀδυσσεὺς θαῤῥεῖ εἰπεῖν, ἀμφίπολοι στῆθ' οὕτως ἀπόπροθεν. σεμνὸν δὲ οὐδὲν ἧττον καὶ τὸ παῖς καὶ παιδίσκη, ἀντὶ τοῦ, δοῦλος καὶ δούλη. αἴτιον δὲ, ὅτι οὔτε τὸ τοῦ παιδὸς ὄνομα ἐξ ἀνάγκης δοῦλον σημαίνει, οὔτε τὸ τῆς ἀμφιπόλου, ὡς πολλαχοῦ δηλοῦται. οὕτω δὲ οὐδὲ ὁ πρόσπολος δουλικὸν ἀεὶ ὄνομά ἐστιν, οὐδὲ μὴν ὁ πρόσπολος. διόπερ ὁ γράψας τὸ, πίνειν ὁ πόσον κεν ἔχων ἀφίκοιο οἴκαδε ἄνευ προπόλου, ἀσαφῶς ἔγραψε. πρόπολον εἰπὼν, ἢ δοῦλον, ἢ τὸν ἁπλῶς προοδεύοντα εἰς χειραγωγίαν ὁδοῦ. χρῆσις δὲ προπόλου, ἔν τε τῷ τοῦ κωμικοῦ Πλούτῳ, καὶ ἐν τῷ, ἀλλ' ὦ Δελφῶν πλείστας ἀκονῶν Φοῖβε μαχαίρας καὶ προδιδάσκων τοὺς σοὺς προπόλους. (ῃερς. 215.) Τὸ δὲ ὑγρὸν ἔλαιον ὃ καὶ λίπα φησὶν ἐλλειπτικῶς, ἔν τε τῷ, ἀλειψάμεναι λίπ' ἐλαίῳ, καὶ λοέσσατο καὶ λίπ' ἄλειψε, προϊὼν καὶ ἀλοιφὴν λέγει ἐν τῷ, ἀμφὶ δ' ἐλαίῳ χρίσομαι, ἦ γὰρ δηρὸν ἀπὸ χροός ἐστιν ἀλοιφή. ὡς εἶναι ταυτὸν κατὰ πολυωνυμίαν, ἔλαιον καὶ ἀλοιφὴν καὶ λίπα. δῆλον δὲ ἐκ τῶν ἐνταῦθα λεγομένων, ὡς καὶ ἐψυχρολούτουν οἱ παλαιοί. ὅτι δὲ καὶ θερμοῖς ἐχρῶντο λοετροῖς, ἐν ἄλλοις δηλοῖ ὁ ποιητής. Ὅτι δὲ οὐχ' ἁπλῶς ἐλαίῳ πρὸς θεραπείαν ἰατρικώτερον οἱ παλαιοὶ ἐχρίοντο συνήθως καθὰ μυριαχοῦ δείκνυται, ἀλλά τινες καὶ πολυτελεῖ ἐχρῶντο ἐλαίῳ, δηλοῖ ὁ γράψας τὸ, τοῖς μὲν γυμνασίοις ὡς βαλανείοις χρώμενοι, ἀλειφόμενοι δ' ἐλαίῳ πολυτελεῖ καὶ μύροις. Ἰστέον δὲ καὶ ὡς κοινότερον μὲν τὸ λίπ' ἐλαίῳ, ἀποκεκόφθαι δοκεῖ ἐκ τοῦ λιπαρῷ. ἵνα ᾖ λιπαρὸν ἔλαιον, οὐ πρὸς διαστολὴν ἑτέρου μὴ τοιούτου, ἀλλὰ τὸ ἁπλῶς φύσει τοιοῦτον ὑγρόν. Ἡρῳδιανὸς μέντοι ἄλλως αὐτὸ σχηματίζων, φησὶν ὅτι τοῦ ἄλειφα καὶ λίπα ἡ κατάληξις, οὐκ ἀήθης. ἀλλὰ τὸ μὲν ἄλειφα, ὥσπερ θένω θέναρ καὶ κείρω κέρας, οὕτω καὶ αὐτὸ ἐκ τοῦ ἀλείφω, ἄλειφαρ ἢ ἄλειφας. καὶ ὑποστολῇ τοῦ ˉρ ἢ τοῦ σίγμα, ἄλειφα. τὸ δὲ λίπα, ἐξ ἀναλόγου ἀντιπαραθέσεως ἐγένετο. ὡς γὰρ κῶος κῶας, ὕδος ὕδας, γῆρος γῆρας, οὕτω καὶ λίπος λίπας ἐξ οὗ τὸ λίπα, ἵνα ᾖ γένος μὲν τὸ λίπα, εἶδος δὲ τὸ ἔλαιον. (ῃερς. 216.) Ὅτι τὸ, λοῦσθαι ποταμοῖο ῥοῇσιν ὅ ἐστι ῥείθροις, ἀπὸ τοῦ λόεσθαι γίνεται. ἀφ' οὗ καὶ λοετρόν. ὅθεν καὶ παρὰ τῷ κωμικῷ τὸ, ψυχρᾷ θαλάττῃ λούμενος. οὕτω γὰρ οἱ Ἀττικοὶ, οὐ μὴν λουόμενος. καὶ προϊὼν δὲ λοέσσομαι λέγει ἐν ἁπλότητι. καὶ ἀπολούσομαι κατὰ συναίρεσιν. ὅτι δὲ καθὰ λόεσθαι λοῦσθαι οὕτω καὶ λοετρὸν καὶ λουτρὸν, δῆλόν ἐστι. λοῦτρον μέντοι μοναχῶς, τὸ ἀπόλουμα βαρυτόνως. ὃ γλίττον ἄλλοι φασὶν, ὡς δηλοῖ ὁ ἐπιμερίσας οὕτω, γλίον τὸ εὔτονον. γλία, ἡ κόλλα. γλιᾶσθαι, τὸ παίζειν ἢ προθυμεῖσθαι. γλίττων ὁ ἐν ταῖς ἐμβάσεσι γινόμενος ῥύπος. καὶ σημείωσαι τὰς ἐμβάσεις. (ῃερς.

Intertext edge

Open linked passage

Note