Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam i
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
196.1.1
) Ὅτι τὴν κατὰ τοῦ Πολυφήμου μηχανὴν πιθανευόμενος Ὀδυσσεὺς φησὶ ὡς αἴγεον ἀσκὸν ἔχον μέλανος οἴνοιο ἡδέος. ὅν μοι ἔδωκε Μάρων Εὐάνθεος υἱὸς ἱερεὺς Ἀπόλλωνος, ὃς Ἴσμαρον ἀμφιβεβήκει, οὕνεκά μιν σὺν παισὶ περισχόμεθα ἠδὲ γυναικὶ ἁζόμενοι. ᾤκει γὰρ ἐν ἄλσεϊ δενδρήεντι Ἀπόλλωνος. ὃ δέ μοι πόρεν ἀγλαὰ δῶρα. χρυσοῦ μέν μοι δῶκεν εὐεργέος ἑπτὰ τάλαντα. δῶκε δέ μοι κρητῆρα πανάργυρον. αὐτὰρ ἔπειτα οἶνον ἐν ἀμφιφορεῦσι δυώδεκα πᾶσιν ἀφύσας. (ῃερς. 5.) εἶτα ἐπαινῶν τὸν τοιοῦτον οἶνον ἐπάγει. ἡδύν. ἀκηράσιον. θεῖον ποτόν. οὐδέ τις αὐτὸν ᾐείδει δμώων οὐδ' ἀμφιπόλων ἐνὶ οἴκῳ, ἀλλ' αὐτὸς ἄλοχός τε φίλη ταμίη τε μί' οἴη. τὸν δ' ὅτε πίνοιεν μελιηδέα οἶνον ἐρυθρὸν, ἓν δέπας ἐμπλήσας (ῃερς. 9.) ὕδατος ἀνὰ εἴκοσι μέτρα χεῦεν. ἀναλογία δηλαδὴ τῷ τοῦ οἴνου δέπαϊ. ὀδμή δ' ἡδεῖα ἀπὸ κρητῆρος ὀδώδει. θεσπεσίη. τότ' ἂν οὔτοι ἀποσχέσθαι φίλον ἦεν. τοῦ τοιούτου δή φησιν οἴνου ἔφερον ἐμπλήσας ἀσκὸν μέγαν, (ῃερς. 212.) καὶ ἤϊα ἐν κωρύκῳ, περὶ οὗ καὶ προεγράφη. προστιθεὶς δὲ καὶ αἰτίαν τοῦ καὶ τοιοῦτον φέρειν καὶ τοσοῦτον οἶνον ἐπιφέρει (ῃερς. 213.) αὐτίκα γάρ μοι ὀΐσσατο θυμὸς ἀγήνωρ, ἄνδρα ἐπελεύσεσθαι μεγάλην ἐπιειμένον ἀλκήν. ἄγριον. οὔτε δίκας εὖ εἰδότα οὔτε θέμιστας. Καὶ ὅρα τὸ θεῖόν τε τῆς ψυχῆς ὅπως τὸ μέλλον ὑπιείδετο, καὶ ὡς πολλάκις ἄνθρωποι προορώμενοι τὸ ἀποβησόμενον, ὅμως οὐδὲν ἀπώναντο τοῦ εἰδέναι, οἷα ἑτέροις ἐκκρουόμενοι θελήμασι. καὶ οὕτω μήδ' αὐτοὶ τὸ δοκηθὲν τελέσαντες. (ῃερς.
196.1.2
) Αἴγειον δὲ ἀσκὸν ἐν ἄλλοις εἰπὼν αἴγεον ἐνταῦθα λέγει πρὸς ὁμοιότητα τοῦ, χρύσεον ἀργύρεον καὶ τῶν τοιούτων. πρὸς διαστολὴν δὲ ἑτέρων ἀσκῶν ἔφη τὸ αἴγειον. εἰσὶ γὰρ καὶ ἑτεροῖοι ὡς δηλοῖ καὶ ὁ παρὰ τῷ Αἰόλῳ ἀσκὸς βοός, ὡς τοῦ τοιούτου συνηθεστέρου ὄντος. (ῃερς. 197.) Τὸν δὲ μέλανα ἡδὺν οἶνον, μελιηδέα οἶνον ἐρυθρὸν μετ' ὀλίγα ἔφη, πολυωνύμως φράσας. δῆλον δὲ ὅτι μέλας οἶνος πρὸς διαστολὴν ἑτεροίου λέγεται. τῶν γὰρ οἴνων ὁ μέν φασι λευκὸς, ὁ δὲ κιῤῥός, ὁ δὲ μέλας. περὶ ὧν λαλεῖ πολλὰ ὁ Ἀθήναιος. ὧν δὴ οἴνων ἄριστον μὲν τὸ μέτριον, ἀνάπαλιν δὲ, ἡ ἀσυμμετρία. καὶ εἴπερ ἐκμετροῦμεν ἑαυτοὺς οἱ ἄνθρωποι σωφρόνως πίνοντες, οὐκ ἂν αἱ ἀμέθυσοι περιενοηθήσαν κατασκευαὶ τοῖς παλαιοῖς. ἐν αἷς καὶ σπέρμα κράμβης προσελαμβάνετο. δοκεῖ γάρ φασιν ἀπελαύνειν μέθην, ῥάφανος, αὐτόν δ' εἰπεῖν κράμβη κατὰ τοὺς παλαιούς. τί γὰρ καὶ ἔδει περιέργου ταύτης θεραπείας, ἔνθα τὸ καλὸν αὐτόματον τοῖς οὐκ ἀμέτρως πίνουσιν; οἷς κατὰ τὸν ποιήσαντα τὰ Κυπριακὰ οἶνος θεόθεν πεποίηται ἄριστος ἀνθρώποις ἀποσκεδάσαι μελεδῶνας. ὃ καὶ ἐπὶ ὕπνου ἔφη Ὅμηρος ἐν τῷ, λύων μελεδήματα θυμοῦ. ὅθεν κατά τινας καὶ ὕπνος λέγεται ὡς οἷον λύπονος. Τὸν δὲ Μάρωνα οὗ καὶ δοκεῖ παρώνυμος εἶναι ἡ κατὰ Θρᾴκην Μαρώνεια καὶ ἱερῷ ἐτίμησαν οἱ ἐγχώριοι. οὗ τὸν πατέρα Εὐάνθην Ἡσίοδος Οἰνοπίωνός φασιν ἱερὸν ἱστορεῖ υἱοῦ Διονύσου. ὅθεν δοκεῖ καὶ εὐοινεῖν οἷα δῶρον ἔχων αὐτὸ ἐκ τοῦ προγόνου Διονύσου. δοκεῖ δὲ ἀμπέλων ἐπιμελητὴς ὁ Μάρων γενέσθαι μάλιστα ὧν γλυκὺς ὁ οἶνος, διὸ Κλέαρχός τις ἐπισημαινόμενος ἔφη τὸ, οἶνος Λέσβιος, ὃν ἐποίησεν ὁ Μάρων μοι δοκῶ. ἐν δὲ τοῖς τοῦ δειπνοσοφιστοῦ φέρεται καὶ ὅτι Μάρων εἷς τῶν μετὰ Διονύσου στρατευομένων. ἀφ' οὗ καὶ Μάρεα κρήνη Ἀλεξανδρεωτική. καὶ παρ' αὐτὴν πόλις ὁμώνυμος, μεγίστη ποτὲ εἰ καὶ ὕστερον κώμη περιελείφθη. ἐκεῖθεν δὲ καὶ ὁ Μαρεώτης οἶνος. ἄδηλον δὲ εἴπερ ὁ προσεχῶς ῥηθεὶς Μάρων ὁ αὐτός ἐστι τῷ Ὁμηρικῷ. Ἔτι ὁ αὐτὸς περὶ τοῦ Θρᾳκίου Μάρωνος εἰπὼν ὅτι Ἄλεξις σκώπτων τινὰ ὡς μέθυσον καὶ ἐξώλη φησὶν Οἰνοπίων τις ἢ καὶ Μάρων ἢ Τιμοκλῆς, μεθύει γὰρ, οὐδὲν ἕτερον ἐμφαίνει ἢ ὡς ὁ Μάρων περὶ οἶνον ἠσχολεῖτο οὐ μόνον κτώμενος ἀλλὰ καὶ πίνων. ἐσκώπτοντο δὲ εἰς οἰνοφλυγίαν καὶ οἱ τῆς αὐτῷ παρωνύμου Μαρωνείας πολῖται. διὸ σοφός τις παρατυχὼν ἐκεῖ καὶ εἰπὼν ὡς εἰ κατακαλυφθῇ, γνώσεται κατὰ τίνα τόπον ἐστὶ τῆς πόλεως, ὡς ἤγετο κατακεκαλυμμένος καὶ ἠρωτήθη ποῦ ἐστὶ τῆς πόλεως, κατὰ τὸ καπηλεῖον ἔφη. καπηλεῖα γὰρ ἐδόκει εἶναι ἡ Μαρώνεια. τάχα που καὶ τῶν ἐκεῖ ἐπὶ οἴνου ἀποδοχῇ λεγόντων τὸ περιᾳδόμενον, ὡς οὐκ ἀπόβλητον Διονύσειον οὐδὲ γίγαρτον. οὐ μὴν προσλογιζομένων καὶ τὰ ἐξ οἴνου κακά. οὐδ' ἐπενθυμουμένων παροιμίαν τὴν λέγουσαν ὡς οἶνος οὐκ ἔχει πηδάλιον. ὁ δὲ τὸ εἰρημένον σκῶμμα εἰπὼν Στρατόνικος εἰπεῖν λέγεται καὶ ὡς ἐν Μαρωνείᾳ οὐ γίνεται ἔαρ ἀλλὰ ἀλέα. καὶ οὕτω μὲν ταῦτα. Εὐάνθης δὲ νῦν βαρυτόνως τὸ κύριον, πρὸς διαστολὴν τοῦ ἐπιθέτου. ὡς τὸ εὐανθὴς λειμών. οὕτω καὶ Εὐπείθης ὁ τοῦ Ἀντινόου πατὴρ, εἰς διαφορὰν τοῦ, ἀνὴρ εὐπειθής. ὁμοίως δὲ καὶ Εὐμάθης ὡς οἱ παλαιοί φασι διεσταλμένος τῇ βαρυτονήσει τοῦ ἐπιθετικῶς εὐμαθοῦς. ὅμοιον καὶ Πολυπείθης περὶ οὗ ἐν τοῖς μετὰ ταῦτα ῥηθήσεται. (ῃερς. 198.) Τὸ δὲ ἱρεὺς, ψιλοῦται κατά τινας Ἰωνικῶς καθὰ καὶ τὸ ἴρηξ ὁ ἱέραξ. Τὸ δὲ Ἴσμαρον ἀμφιβεβήκει, πρὸς ὁμοιότητα λαλεῖται τοῦ, ὃς Χρύσην ἀμφιβέβηκας. Ἔνθα ὅρα καὶὅτι καθάπερ ὁ Χρύσης περιουσίαν εἶχε διὰ τὸν Ἀπόλλωνα, οὗ περ ἦν ἱερεὺς, οὕτω καὶ ὁ ῥηθεὶς Μάρων. ὃς καὶ οὕτω καὶ μετὰ πολιορκίαν περιουσιάζεται, ὡς πολλὰ δῶρα εὐγνωμόνως δοῦναι πρὸς χάριν τῷ Ὀδυσσεῖ. ἅπερ ἐπίτηδες ἀριθμήσας Ὀδυσσεὺς καὶ καταιδέσας οὕτω τοὺς Φαίακας ἐφελκήσεται δίχα τῶν φθασάντων δοθῆναι καὶ τρίποδας ἐν τοῖς ἑξῆς ἐκ τῶν Φαιάκων καὶ λέβητας δοθέντας, ὡς ῥηθήσεται, ἀνδρακάς. (ῃερς. 199.) Τὸ δὲ σὺν παισὶ περισχόμεθα Ἀρίσταρχος σὺν παιδὶ γράφει ἑνικῶς. Περισχέσθαι δὲ, τὸ βοηθῆσαι καὶ περιποιήσασθαι. καιριώτερον δὲ εἰπεῖν, τὸ οἱονεὶ περιλαβεῖν. καὶ ἄλλως δὲ τὸ περισχεῖν ἐνταῦθα ὅμοιόν ἐστι τῷ ὑπερσχεῖν. ἐξ οὗ καὶ τὸ, ὑπερέσχε τοῦ δεῖνος χεῖρα θεός. ὅπερ Ὅμηρος φησὶν, ὑπερέσχεθε. δῆλον γὰρ ὅτι ἐν πολλοῖς, καθάπερ ἡ πρὸ, οὕτω καὶ ἡ περˉι πρόθεσις λαμβάνεται ἀντὶ τῆς ὑπˉερ κατὰ λόγον ὑπερθέσεως καὶ περιττότητος ὡς καὶ ἡ περίφρων δηλοῖ. καὶ τὸ, περίσχεο παιδὸς ἑῆος. (ῃερς. 0.) Τὸ δὲ ἁζόμενοι, ἐντελέστερον ἡ Ἰλιὰς φράζει ἐν τῷ, ἁζόμενοι Διὸς υἱόν. Ἄλσος δὲ δενδρῆεν, ὁποῖος ὁ ἐν ἄλλοις πολυδένδρεος κῆπος. θεῖον μέντοι τὸ ἄλσος. παράγεται δὲ Αἰολικῶς ἀπὸ τοῦ ἅλλω ἅλσω, ἐν ᾧ ἅλλονται φυτά. διὸ καὶ ψιλοῦται ὡς Αἰολικόν. ὅτι δὲ οὐ ταυτά εἰσιν ἄλσος καὶ ἕλος ἀλλὰ διάφορα, δηλοῖ καὶ ὁ γράψας τὸ, ἔπινε καὶ εὐπάθει οὔτε ἡμέρας οὔτε νυκτὸς ἀνιείς. καὶ εἰς τὰ ἕλεα δὲ καὶ τὰ ἄλση νεμόμενος. ὑγρὸς δὲ πάντως τόπος τὸ ἕλος καὶ πολυβότανος καὶ οἷος φύειν καὶ τρέφειν καὶ σέλεα τὰ καὶ ἐτυμολογούμενα ἐξ αὐτοῦ, καὶ δι' αὐτὸ ἐπικαλούμενα ἐλεόθρεπτα. (ῃερς. 2.) Εὐεργὴς δὲ δίδοται χρυσὸς, ἐπεὶ οὐκ ἦν τίμιον τοῖς τότε ἀργὸν χρυσίον. (ῃερς. 3.) Τὸ δὲ πανάργυρον, πρὸς διαστολὴν ἑτέρου ἴσως κεῖται ᾧ καὶ χρυσὸς συνεκέκρατο, ὁποῖος καὶ ᾧ τὰ χείλη ἐπὶ χρυσῷ κεκράανται. (ῃερς. 5.) Ἀκηράσιος δὲ, ὁ ἀκέραιος καὶ μὴ διεφθορὼς, ἀλλὰ θεῖος καὶ θεσπέσιος. οὕτω καὶ ἐν Ἰλιάδι ἀκήρατον ὕδωρ φησὶ τὸ καθαρόν. παραγωγὴ δὲ ἀμφοῖν εἶναι δοκεῖ, τοῦ μὲν ἡ κὴρ καὶ ἡ ἄση, τοῦ δὲ ἡ αὐτὴ κὴρ καὶ ἡ ἄτη. ὧν δηλαδὴ οὐκ ἔστι τις κὴρ ἢ ἄση καὶ ἄτη διὰ τὸ θεῖον. τὸ μέντοι ἀκήριον ἄλλο τι δηλοῖ. τὸ ἄψυχον γάρ. Τὸ δὲ θεῖον ποτὸν καθὰ καὶ τὸ ἀκηράσιον ἐπιτείνουσι μὲν τὸ ἡδὺ τοῦ οἴνου, εὐοδοῦσι δὲ καὶ τὸ, νέκταρος ἀποῤῥῶγα τὸν αὐτὸν εἶναι θείου καὶ ἐκείνου πόματος. καὶ ταῦτα μὲν σεμνὰ εἰς οἴνου ἔπαινον. ὁ δὲ Ἀφροδίτης γάλα τὸν οἶνον εἰπὼν ἐκωμικεύσατο. καὶ οὐδὲ ἐσέμνυνε τὸ ποτὸν, ὅτι μηδὲ θεῖον τὸ ἀφροδίσιον. (ῃερς. 6.) Τὸ δὲ ἠείδει γραφόμενον ἐξ ἀρχῆς διὰ τοῦ ˉη εἶτα ἐφεξῆς διὰ δύο διφθόγγων ἐν τοῖς παλαιοῖς ἀντιγράφοις, δηλοῖ μὲν τὸ ἠπίστατο. γίνεται δὲ ἢ ἐκ τοῦ εἰδῶ εἰδήσω. οὗ ὑπερσυντέλικος εἰδήκειν εἰδήκεις εἰδήκει καὶ συγκοπῇ τοῦ ἦτα καὶ κάππα εἴδει ὁμοίως τῷ εἰδηκὼς εἰδὼς, καὶ προσελεύσει τοῦ ἦτα κατ' ἀρχὴν, ὡς καὶ ἐπὶ ἄλλων γίνεται, ἠείδει. ἢ ἀπὸ τοῦ ᾔδει Ἀττικοῦ ὑπερσυντελίκου ἐπενθέσει τῆς διφθόγγου, πολλαχοῦ τοῦτο ποιούσης. οὐκ ἂν δὲ φιλοίη τὴν τοιαύτην λέξιν ἀνὴρ μὴ ἡρωΐζων. Ὅρα δὲ καὶ ὅτι ἐν τούτοις διαφορὰ φανερὰ κεῖται δμώων καὶ ἀμφιπόλων. δμῶες μὲν γὰρ οἱ ἄῤῥενες δοῦλοι, θατέρου δὲ γένους αἱ ἀμφίπολοι. καὶ ὅτι τοῦ, Σαμία μία ναῦς, προεῤῥέθη τὸ Ὁμηρικὸν, τὸ, ταμία μία. Ἔνθα καὶ σημείωσαι τὴν τοῦ οἴνου ἐπίκρυψιν, ὡς δέον ὂν τοὺς σπουδαίους τὰ παρ' αὐτοῖς τίμιαμὴ πᾶσιν ἔκπυστα τίθεσθαι. (ῃερς. 8.) Τὸ δὲ ὅτε πίνοιεν, ἔλλειψιν ἔπαθε τοῦ, τίνες οἱ πίνοντες. ἦν δὲ ὀρθότερον εἰπεῖν, τόνδ' ὅτε πίνοι τις. οὕτω γὰρ εὐοδοῦται καὶ τὸ, ἓν δέπας ἐμπλήσας ὕδωρ τόσον χεῦεν. ἴσως δὲ καὶ οὕτω φησὶ ὁ Ὅμηρος τὸ πίνοιεν διὰ τὴν φύσιν τοῦ τίς. ὅπερ τῇ ἀοριστίᾳ πλῆθος δηλοῖ, τὸ γὰρ ὅτε πίνοι τις, ταυτὸν τῷ, ὅτε οὗτος ἢ ἐκεῖνος ἢ ἄλλος πίνει. διὸ καὶ ταυτόν πως εἶναι δοκεῖ τὸ, ὅτε πίνει τις, καὶ τὸ, ὅτε πίνοιέν τινες, ἤδη δὲ καὶ τὸ, ὅτε πίνοιεν. (ῃερς. 9.) Τὸ δὲ δέπας, οἱ μὲν οὕτω ῥηθῆναι φασὶν, ὅτι δίδοται πᾶσι σπένδειν εἴτε καὶ πίνειν, οἱ δὲ, ὅτι δύο ὦπας ἢ ὀπὰς εἶχεν ὡς ἄμφωτον. οὗ δὴ ἀμφώτου παρώνυμον, ἡ ἄμφωτις. ξύλινόν φασιν αὕτη ποτήριον, ᾧ χρῆσθαι τοὺς ἀμέλγοντας εἰς αὐτὸ καὶ οὕτω πίνοντας. ἀνάπαλιν δὲ τῷ ἀμφώτῳ ἔχει τὸ ἄωτον ποτήριον, ὁποῖον καὶ τὸ ἀμφικύπελον κατὰ τὸν Σιληνὸν ὡς ἱστορεῖ Ἀθήναιος ἐν οἷς περὶ τῶν τοιούτων γράφει. Κράσεις δὲ οἴνου πολλαὶ παραδέδονται. ὁ μὲν γὰρ κωμικὸς ἶσον ἴσῳ κεκρᾶσθαι λέγει ἐπὶ Ἑρμῇ, Ἡσίοδος δὲ τρὶς ὕδατος προχέειν ὑποτίθεται. τὸ δὲ τέταρτον, ἐνιέναι τοῦ βιβλίνου. καὶ ἄλλοι ἄλλας κράσεις φασίν, αἳ κεῖνται παρὰ τῷ Ναυκρατίτῃ δειπνοσοφιστῇ. ἐν αἷς λέγει ἐκεῖνος καὶ ὅτι ἐὰν ὑπερβάλῃς τὸν ἐν τῷ κράματι δηλαδὴ οἶνον, εἰς ὕβριν φέρει. ἐὰν δὲ ἴσον ἴσῳ προσφέρῃ, μανίαν ποιεῖ. ἂν δ' ἄκρατον, παράλυσιν σωμάτων. διὸ στοχαστέον τοῦ συμμέτρου. οὕτω γὰρ ἂν μὴ βλαπτομένου τοῦ πίνοντος καλῶς ἂν ὁ Διόνυσος καλοῖτο ἰατρὸς, ἔτι δὲ καὶ ὑγείας αἴτιος. καθότι καὶ ἡ Πυθία εἴρηκέ τισι, Διόνυσον ὑγιάτην καλεῖν. ὅ πέρ ἐστιν αἴνιγμα τοῦ τὸν οἶνον ὑγιαστικὸν εἶναι. ἡ δὲ ῥηθεῖσα νῦν κράσις παραδοξοτάτη ἐστίν. εἰκοσαπλάσιον γὰρ τοῦ οἴνου φησὶν Ὀδυσσεὺς τὸ ἐγκατακεραννύμενον ὕδωρ. καινολογεῖ δὲ Ὅμηρος τοῦτο πιθανολογῶν, ἵνα μή τις ζητοίη πῶς ἡ τοῦ Κύκλωπος μεγάλη γαστὴρ κισσυβίοις ἐπλήσθη μετρητοῖς. τρία γὰρ ἐξέπιε κισσύβια οἴνου δυναμένου μὲν κατακερασθῆναι εἰς ἑξήκοντα, καταποθέντος δὲ ὅμως ἀκράτου καὶ διατοῦτο κατακρατήσαντος ὡς ἐν παραλύσει καὶ εἰς ὕπνον βαθὺν κατενεγκόντος τὸν ἄγριον, οὐ τῇ κατὰ ποσότητα πλησμονῇ ἀλλὰ τῇ κατὰ ποιότητα πημονῇ. ὃ δὴ καὶ ποριστέον εἰς ἀκρατοποσίας ψόγον. ἐν δὲ ῥητορικῷ λεξικῷ εὕρηται περὶ κραμάτων οἰνηρῶν καὶ ταῦτα. τρία καὶ δύο. Ἀριστοφάνης. ἔχε πιεῖν κεκραμένον τρία καὶ δύο. Ἡσίοδος δὲ, τρὶς ὕδατος φησὶ καὶ τὰ ἑξῆς. Εὔπολις δὲ, Διόνυσε χαῖρε μήτοι πέντε καὶ δύο. τοιοῦτον καὶ τὸ παροιμιῶδες. πέντε πίνειν ἢ τρία ἢ μὴ τέτταρα. τὸ μὲν γὰρ πέντ' ἐστὶ, τρία καὶ δύο. τὸ δὲ τρία, ἥμισυ καὶ διπλάσιον. ἤγουν ἓν καὶ δύο. τὸ δὲ τέτταρα, ἶσον ἴσῳ. δῆλον δὲ καὶ ὅτι μέχρι καὶ νῦν περὶ τὰ βαθύτερα τῆς Ἀσίας ὡς καὶ περί που τὴν Ἀρμενιακὴν Μελιτήνην οἶνος φέρεται παχὺς μέλας κράμα φέρων ὕδατος οὐ μακρὰν τοῦ κατὰ τὸν Ὁμηρικὸν Μάρωνα. ᾧ εἰκὸς παλαί ποτε καὶ τὸν μαρωνήτην ἐοικέναι. Ἄλεξις δὲ εἰπὼν ἐγχέωμεν ἕνα καὶ τέτταρας, ἀκούει ὡς ὑδαρὴν ἢ ὑδαρῆ λέγεις κύλικα δηλαδή. τὸ δὲ κατὰ Διοκλῆν πίνειν οἶνον κεκραμένον τέτταρα καὶ δύο, παροιμία κωλύει λέγουσα τὸ, ἢ πέντε πίνειν ἢ τρί' ἢ μὴ τέσσαρα. ἢ γὰρ δύο πρὸς πέντε φασὶ πίνειν δεῖ, ἢ ἕνα πρὸς τρεῖς. κρατῆρας δηλονότι. Φερεκράτης δέ φασι πλάσας τινὰ εἰπόντα ὡς παντάπασιν ὕδωρ εἰργάσω. καὶ ἐρωτηθέντα, πῶς ὦ κατάρατε; ποιεῖ ἀποκρινάμενον τὸ, ἐνέχεας δύο ὕδατος ὦ μάμμη. πρὸς δὲ τὸ ὕδατος τέτταρα κατὰ δέ τινας οἴνου τέτταρα, ἐῤῥέθη τὸ, ἔῤῥ' ἐς κόρακας, βατράχοις οἰνοχοεῖν σε δεῖ. κατὰ δὲ ἄλλου ὑδαροῦς κράματος ἐλέχθη τὸ, μῶν Ἀχελῷος ἦν κεκραμένος πολὺς; ἤγουν, ἆρα ποταμὸς ἐνεκράθη τῷ οἴνῳ; περιφέρεται δὲ ὥσπερ τὸ παρὰ τῷ κωμικῷ ἶσον ἴσῳ κεκραμένον πίνειν, οὕτω καὶ τὸ, δύο ὕδατος πρὸς τρεῖς ἀκράτου. Φιλέταιρος. πεπωκέναι δεῖ τὸν κατὰ δύο καὶ τρεῖς ἀκράτου. τοιαῦτα δὴ καὶ ταῦτα. (ῃερς. 211.) Τὸ δὲ οὔτοι ἀποσχέσθαι φίλον ἦεν, ἢ ἀφελῶς ἐῤῥέθη ὡς πρὸς Ἀλκίνοον, ἵνα λέγῃ ὡς οὐκ ἂν ἤθελες ἀποσχέσθαι γευσάμενος, ἢ κατ' ἔλλειψιν, ἀντὶ τοῦ, οὐκ ἤθελεν ὁ πίνων δηλαδὴ ὃς ἂν καὶ ἦν (ῃερς. 113.) Ἀγήνωρ δὲ θυμὸς ἐνταῦθα, ὁ ἄτρεστος καὶ ἄγαν ἀνδρεῖος ὡς καὶ ἐν ἄλλοις. (ῃερς. 215.) Τὸ δὲ οὔτε δίκας εὖ εἰδότα οὔτε θέμιστας, ἄλλον τρόπον ἀθέμιστον εἶναι δηλοῖ τὸν Πολύφημον ἤπερ τοὺς λοιποὺς Κύκλωπας ὡς καὶ προδεδήλωται. Ἐν τούτῳ δὲ σημείωσαι καὶ τὸ, οὐ δίκας εὖ εἰδότα οὐδὲ θέμιστας. δῆλον γὰρ ἐντεῦθεν, ὡς οὐκ ἀεὶ τὸ εὖ εἰδέναι γενικῇ συντάσσει ὁ ποιητής. (ῃερς.

Intertext edge

Open linked passage

Note