Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam i
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
1.1.1
καπνὸς, ὡς αἱρετωτέρου ὄντος τοῦ ἐν ἡμέρᾳ πλοῦ. ἡ δὲ ἀλληγορία, καπνὸν βούλεται νοεῖν, τὸ ἀνωφορούμενον μὲν σκοτεινὸν δὲ ὅμως τῆς φιλοσόφου γνώσεως καὶ οὔπω λαμπρόν. ὅπερ καὶ αὐτὸ, στερκτόν ἐστιν ὅτε τῷ φιλολόγως διακειμένῳ λογίζεται. εἰ γάρ τινι μὴ τοῦ τελειοτάτου ἐφικέσθαι δυνατὸν, τὸ γοῦν ἀμυδρῶς τῶν προτελείων γενέσθαι, αἱρετόν. καὶ γὰρ καὶ μέλιτος εἰ μὴ κορέσεσθαι οἷόν τε, ἀγαπητὸν οὖν τὸ ἀπογεύσασθαι. Ἰστέον δὲ ὅτι τὸ ἧς γαίης, οἱ ὕστερον οἰκείας φασὶ ἐν ἁπλότητι λέξεως. δηλοῦντες οὕτω, πατρίδα, ὅπερ ἐκ τοῦ οἰκεῖν καὶ τοῦ οἴκου καὶ τοῦ ἐκ τούτων οἰκείου λεχθὲν, πάνυ διαφέρει τοῦ, ἰδίας εἰπεῖν. διόπερ, οὐδεὶς εὕρηται ὥσπερ οἰκείαν, οὕτω καὶ ἰδίαν καταμόνας τὴν πατρίδα εἰπών. Ἰστέον δὲ ὅτι τριῶν τούτων ὄντων αἰτίων γενέσεως τέκνοις, πατρός. μητρός. τόπου. πατρὶ μὲν, παρωνόμασται ἡ πάτρα, πολλαχοῦ κειμένη τῆς ποιήσεως, καὶ τὸ ἐξ αὐτοῦ παρώνυμον ἡ πατρίς. μητρὶ δὲ, οὐχ' ἡ μήτρα τοπικῶς. αὐτὴ γὰρ, μόριον ἀφώρισται τῇ τοῦ ἐμβρύου ἐνοικήσει. ἀλλὰ ἡ μητρὶς ποιητικώτερον. ἔτι δὲ, καὶ ἡ μητρόπολις κάλλιον. οὕτω γάρ τις ἔφη τὰς Θήβας Διονύσου μητρόπολιν ἤγουν πόλιν τῆς ἐκείνου μητρὸς Σεμέλης. τόπου δὲ παρωνυμία, τὸ Ἰθακήσιος. Θηβαῖος. Ἀθηναῖος. καὶ τὰ τοιαῦτα. οὕτω δέ πως ἔχει καὶ τὸ, ὡς ἐῤῥέθη, ἧς γαίης. ὃ περίφρασίς ἐστι τοῦ, οἰκείας. ὅπερ ἐλλειπτικῶς, τὴν γῆν δηλοῖ. ταυτὸν δὲ εἰπεῖν, τὴν, ἢ πάτραν ἢ πατρίδα ἢ μητρόπολιν. Ἔτι σημείωσαι καὶ ὅτι Ὀδυσσεὺς μὲν δίχα ψόγου κληρονομήσας ἔχει τὸ φιλόπατρις εἶναι. Κόδρος δὲ θανάτῳ ἑαυτὸν ἐπιδοὺς ὑπὲρ τῆς τῶν πατριωτῶν Ἀθηναίων νίκης ὡς καὶ Λυκόφρων ὑπολαλεῖ, ἐποίησε Κόδρους καλεῖσθαι τοὺς δι' ἀρχαιότητα εὐήθεις. (ῃερς. 60.) Ὅτι ἐντρέπεσθαι λέγει, τὸ ἐπιστρέφεσθαι. τοῦτο δὲ καὶ ὀπίζεσθαι λέγεται. ἀφ' οὗ καὶ ὄπις ἡ ἐπιστροφή. ἐκ δὲ τούτου παράγεται τὸ ἐντροπαλίζεσθαι ἐν Ἰλιάδι, ἤτοι ἐν τῷ φεύγειν ἐπὶ τὰ ὀπίσω στρέφεσθαι. δύναται δὲ καὶ ἄλλως νοεῖσθαι τὸ ἐντρέπεσθαι, ἀντὶ τοῦ μετατρέπεσθαι. μεταβάλλεσθαι. Τὸ δὲ ἐντρέπεσθαι ἤγουν ἐπιστρέφεσθαι, ἀλλαχοῦ μετατρέπεσθαι λέγεται. οἷον, οὔτι μετατρέπῃ οὐδ' ἀλεγίζεις. (ῃερς. 61.) Ὅτι τὸ τῆς Ἀθηνᾶς ῥητὸν τὸ, Ὀδυσσεὺςἐχαρίζετο ἱερὰ ῥέζων ἐν Τροίῃ τί οὖν οἱ τόσον ὠδύσαο Ζεῦ, παρήχησίς ἐστιν ἢ μᾶλλον ἐτυμολογία ὡς τοῦ Ὀδυσσέως ἐκ τοῦ ὀδύσσω ἐτυμολογουμένου. ἀστεῖος δὲ ὁ λόγος. μονονουχὶ λεγούσης τῆς Ἀθηνᾶς μετὰ βαρύτητος, ὅτι φερωνύμως λέγεται Ὀδυσσεὺς οἷα σοῦ τοῦ Διὸς ὀδυσσομένου αὐτῷ. κἂν ὁ πάππος Αὐτόλυκος Ὀδυσσέα τοῦτον ὠνόμασε, διότι πολλοὶ ἐκείνῳ τῷ Αὐτολύκῳ ὠδύσσαντο. Ἐνταῦθα δὲσημείωσαι ὡς Ἀθηνᾶ μὲν τὸν Ὀδυσσέα οὐκ ἐντελῶς ἐπαινεῖ. Ζεὺς δὲ οἷα τελειότερος πλεῖόν τι μετ' ὀλίγα ἐρεῖ. αὕτη μὲν γὰρ, εὐσεβῆ τὸν Ὀδυσσέα ἔφη. ὁ δὲ Ζεὺς, καὶ ἐπὶ συνέσει αὐτὸν σεμνυνεῖ. Τὸ δὲ ἐν Τροίῃ, ἐπίτασίς ἐστι τοῦ εὐσεβοῦς ἔργου. οὐ γὰρ ἐν Ἰθάκῃ ἔθυεν ἔνθα ἐπλούτει, ἀλλ' ἐπὶ ξένοις. ἔνθα ὡς εἰκὸς, ἐχρῆν φείδεσθαι. (ῃερς. 62.) Τὸ δὲ χαρίζετο, ἢ ἀπολύτως νοητέον, ἢ συντακτέον τῷ ἱερά. (ῃερς. 64.) Ὅτι τὸ, τέκνον ἐμὸν ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων, εἰ καὶ σκωπτικόν ἐστι τῇ ἐννοίᾳ, τῷ γοῦν σχηματισμῷ ἐπικρύπτει τὴν πολλὴν σφοδρότητα. βούλεται μὲν γὰρ εἰπεῖν, ποῖον λόγον παρέῤῥιψας καὶ οὐδεόντως εἶπας. ὁ δὲ, πάνυ ἀστείως ἐσχημάτισε. ποῖος λόγος ἐξέφυγέ σου τὰ χείλη. ὡς εἴπερ οὐχ' ἑκούσιον ἦν τὸ κακῶς λαληθέν. αἰνίττεται δὲ ὁ ποιητὴς, ὡς ἡ φύσις ἵνα μὴ πτερόεντες ὄντες οἱ λόγοι προπετῶς ἔχοιεν τοῦ στόματος ἐξίπτασθαι, διπλῷ ἕρκει τὴν αὐτῶν διέξοδον ἐστεγάνωσε τῷ τε τῶν ὀδόντων, τῷ τε τῶν χειλέων. καὶ τεῖχος οἷον ἐπὶ τείχει τοῦτο ἐμηχανήσατο. καὶ ὡς δεσμώτας τοὺς λόγους ἐγκατέκλεισεν. ὁ τοίνυν μὴ καίριος λόγος, λέγοιτ' ἂν, τυραννῆσαι τὴν ἔξοδον. καὶ φυγὰς τοῦ τῶν ὀδόντων ἕρκους δεκπεσεῖν. ὅτι δὲ τὸ σιγᾶν ἐγκλεισμῷ λόγου ἔοικε, δηλοῖ καὶ Σοφοκλῆς, εἰπών. εἰ μὴ γλῶσσαν ἐγκλείσοι φόβος. Σημείωσαι δὲ ὅτι τὸ δηλωθὲν βαρὺ τῆς Ἀθηνᾶς ἦθος ἐν τῷ, τί οἱ τόσον ὠδύσσαο, ἀμείβεται ὁ Ζεὺς διὰ τοῦ ῥηθέντος σκώμματος εὐφυῶς. (ῃερς. 65.) Ὅτι ὁπηνίκα τις ὀνειδισθείη ὡς ἐπιλησθείς τινος ἐνδόξου, εἴποι ἂν καλῶς, τὸ, πῶς ἂν ἐγὼ ἔπειτα ἀνδρὸς θείοιο λαθοίμην, ὃς τοιόσδε ἢ τοιόσδε ἐστί. Δεῖ δὲ εἰδέναι ὅτι τὸ, πῶς ἂν ἐγὼ τοῦ δεῖνος λαθοίμην, ἐνδιαθετώτερόν ἐστι τοῦ, οὐκ ἂν τοῦ δεῖνος λαθοίμην. τοῦτο μὲν γὰρ, σεμνὸν διὰ τὸ ἀποφαντικῶς ἐξάγεσθαι. ἐκεῖνο δὲ ἰδέας ἀληθοῦς διὰ τὸ τῆς ἐρωτήσεως ἀναντίῤῥητον. (ῃερς. 66.) Ὅτι δύο ταῦτα ὁ ποιητὴς τῷ Ὀδυσσεῖ ἐπιμαρτύρεται διὰ τοῦ Διὸς ὡς προδεδήλωται ἀγαθὰ, ὅτι τὲ κατὰ νοῦν περίεστι πάντων ὅ ἐστιν ὑπερέχει, καὶ ὅτι περὶ τὸ θεῖον εὐσεβεῖ. σύνεσις ἄρα καὶ εὐσέβεια μᾶλλον τῶν ἄλλων οἶδε κοσμεῖν τὸν ἄνθρωπον. καὶ ἔστιν ἔπαινος ἀνδρὸς τοιούτου τὸ, ὃς περὶ μὲν νόον ἐστὶ βροτῶν, περὶ δὲ ἱερὰ θεῷ ἀθανάτῳ 1. 21 ἔδωκεν ὃς οὐρανὸν εὐρὺν ἔχει. ἐν οἷς σημείωσαι ὅτι Ἀθηνᾶ μὲν τὸν Ὀδυσσέα, ἱερὰ ῥέξαι ἁπλῶς εἶπε. Ζεὺς δὲ καὶ τοῦτο ἐπέτεινε. διὸ καὶ θεῖον αὐτὸν εἶπε καὶ περίνοιαν αὐτῷ ἐπεμαρτύρατο. καί πως τῇ Ἀθηνᾷ ἐπισκώπτει οὕτω λήθην εἰ δύο τούτων ἀγαθῶν ἐξαιρέτων ὄντων τῷ Ὀδυσσεῖ, ἐσίγησε τὸ ἓν ἐκείνη ὡς οἵα λαθομένη αὐτοῦ παιδευτικὰ δὲ ταῦτα οὐ μόνον εἰς τὸ μὴ δέον εἶναι τοὺς ἄρχοντας λήθην πάσχειν τῶν εἰς αὐτοὺς χαρίτων, ἀλλὰ καὶ τὸ θεῖον, ἐπίστροφον εἶναι τῶν σπουδαίων ἀνδρῶν. Τὸ δὲ σχῆμα τοῦ περὶ μὲν νόον ἐστὶ βροτῶν, ἐξ Ἰλιάδος παρείλκυσται. ἤγουν ἐκ τοῦ, οἳ περὶ βουλῇ Δαναῶν περὶ δ' ἐστὲ μάχεσθαι. ἐν οἷς ὅρα τὸ περιεῖναι καὶ αἰτιατικῇ καὶ δοτικῇ καὶ ἀπαρεμφάτῳ ῥήματι συντασσόμενον. ὡς δηλοῖ τὸ νόον. καὶ τὸ βουλῇ. καὶ τὸ μάχεσθαι. ὀνόματι καὶ αὐτὸ ἐοικὸς ὡς ἀλλαχοῦ εἴρηται. Σημείωσαι δὲ ὅτι ὁμώνυμον καὶ ὁ νοῦς. Παυσανίας γοῦν φησὶν ὅτι κέσκος, λιμήν που. ᾧ παράκειται ποταμὸς νοῦς καλούμενος. (ῃερς. 68.) Ὅτι Ποσειδῶν γαιήοχος, οὐ μόνον διὰ τὸ ἐπὶ γαίης ὀχεῖσθαι ἢ διὰ τὸ συνέχειν τὴν γαῖαν τῇ ὑγρότητι ὡς ἀλλαχοῦ ἐδηλώθη, ἀλλὰ καὶ ἀπὸ τοῦ ὄχοις γαίειν ὅ ἐστιν ἅρμασι χαίρειν, ἵππιος γὰρ ὁ Ποσειδῶν. Ἰστέον δὲ ὡς Ποσειδάων μὲν, κύριον. Ποσειδεὼν δὲ μηνὸς ὄνομα. ἐκτείνει δὲ ἀεὶ τὴν παραλήγουσαν Αἰολικῶς ὁ Ποσειδάων. ὡς καὶ αἱ γενικαὶ τὸ πυλάων μουσάων νυμφάων καὶ αἱ λοιπαί. Σημείωσαι δὲ ὡς γαιήοχος μὲν, μοναχῶς διὰ διφθόγγου. γεοῦχος δὲ καὶ γηοῦχος, καθ' Ἡρῳδιανὸν μὲν καὶ Δίδυμον, διὰ ˉε ψιλοῦ παρὰ τὴν ψιλογραφουμένην γέαν ἧς συναίρεμα ἡ γῆ. ἄλλοι δὲ, διὰ τῆς ˉαˉι διφθόγγου παρὰ τὴν λοιπὴν γαῖαν ἐξ ἧς καὶ ὁ γαιήοχος. Ὅτι τὸ, ἀσκελὲς αἰὲν κεχόλωται, ἢ ἀντὶ τοῦ πάνυ σκληρὸν ἀπὸ τοῦ σκέλλω τὸ ξηραίνω ἐξ οὗ καὶ τὸ σκέλον καὶ ὁ κατεσκληκὼς, καὶ ὁ σκελετός. ἢ καὶ ἄλλως ἀσκελὲς, τὸ ἀμετάβατον καὶ ἀμετακίνητον, ἀπὸ στερήσεως τῶν σκελῶν. ἴσως δὲ, καὶ ἀντὶ τοῦ κατεσπευσμένον. καὶ πολυσπερχές. καὶ οἷον πολυσκελές. κατὰ τὸ, ἥξει καὶ πολύπους καὶ πολύχειρ. τῇ δὲ παραγωγῇ τοῦ σκέλλω σκέλος, ἀνάλογον καὶ τὸ ἔπω ἔπος. βλέπω βλέπος παρὰ τῷ κωμικῷ. ἔθω ἔθος. τρέφω τρέφος, καὶ ἐναλλαγῇ τοῦ ˉτ, βρέφος. (ῃερς. 69.) Ὅτι ἐν τῷ, ὀφθαλμοῦ ἀλάωσε, περιττεύει τὸ ὀφθαλμοῦ. κείμενον ἁπλῶς οὕτω διὰ σαφήνειαν. ἄλλως γὰρ, καὶ χωρὶς τοῦ ὀφθαλμοῦ νοεῖται τὸ ἀλάωσεν ἐπὶ τυφλότητος, εἴπερ ἀλαὸς ὁ μὴ λάων ἤγουν ὁ μὴ βλέπων. οὕτω καὶ ἀλλαχοῦ ποιεῖ πολλαχοῦ. ὡς καὶ ἐν τῷ νεκύων κατατεθνειώτων. καὶ ἐκεῖ γὰρ τὸ κατατεθνειώτων, ἐκ περισσοῦ κεῖσθαι δοκεῖ. Ἰστέον δὲ ὅτι ἐκ τοῦ ἀλάωσεν ὀφθαλμοῦ, κεῖται ἐν ῥητορικῷ λεξικῷ ἀλαωπὸς σύνθετος ὁ ἀφανής. ἢ ὁ τυφλός. ὡς νυκτάλωψ ὁ νύκτωρ ἀλαὸς τοὺς ὦπας. καὶ νυκταλωπῶν ὁ νυστάζων. ἐκ δὲ τοῦ ἀλάωσε, γίνεται ἀλαωτὺς ἡ τύφλωσις. Σημείωσαι δὲ ὅτι Ὅμηρος μὲν ὀφθαλμοῦ Κύκλωπος μνησθεὶς, οὐκ ἐπισημαίνεται εἴτε δυοῖν ποτε ὄντοιν αὐτῷ καὶ θατέρου σβεσθέντος, εἶτα Ὀδυσσεὺς καὶ τὸν λοιπὸν ἠφάνισεν. εἴτε καὶ ἐκ γενετῆς ἕνα εἶχε. Θεόκριτος δὲ ἀκολουθῶν οἷς φησιν Ἡσίοδος περὶ τῶν μυθικῶν Κυκλώπων ὧν ἑκάστῳ κυκλοτερὴς ὀφθαλμὸς ἕεις ἐνέκειτο μετώπῳ, φησὶν ὅτι τῷ Κύκλωπι ἕνα ἔχοντι γλυκὺν ὀφθαλμὸν ᾧ ἑώρα, ὀφρὺς μία ἐξ ἑτέρου ὠτὸς εἰς ἕτερον τέτατο. ὅτι δὲ τὸ Κύκλωψ δριμέως ἤτοι γλυκέως ἐῤῥέθη καὶ θηλυκῶς ἐπὶ ὄψεως, δηλοῖ ὁ εἰπὼν κύκλωπα κόρην. δῆλον δ' ὅτι ὥσπερ τὸ τίπτε ἀντὶ τοῦ, τί ποτε τὰ δύο ψιλὰ κανονικῶς εἰς δύο ἀντίστοιχα δασέα ἔτρεψεν ἐν τῷ, τίφθ' οὔ τ' ἔστητε, ὁμοίῳ λόγῳ καὶ τὸ μόριον ὅθεν τὸ ὀπτικὸν ἅλλεται, ἀντὶ ὀπταλμοῦ, ὀφθαλμὸς ἐῤῥέθη. ὁμοιότης δὲ πρὸς ταῦτα καὶ ἐν τῷ, τέτυπται ἐτύφθη, πέπληκται ἐπλήχθη. καὶ τοῖς ὁμοίοις. τούτοις ἐξηκολούθησε, καὶ τὸ παρὰ Θεοκρίτῳ ἐπιφθύζειν ἀντὶ τοῦ ἐπιπτύειν γοητευτικῶς. ἔτι δὲ, καὶ τὸ φθῶ φθάσω, ἐκ τοῦ πετῶ πτῶ πτάσω. τὸ γὰρ φθάσαν ἤτοι προλαβὸν, ἐκπεπέτασται οἷον δοκεῖ. ὡς δὲ καὶ ἄλλως ψιλὸν εἰς δασὺ ἓν ἀντιστοιχοῦν μεταχωρεῖ ἔτι δὲ καὶ τὸ ἀνάπαλιν, καὶ ἡ Ἰλιὰς ἔδειξεν. Ὅτι τὸ μὲν Κύκλωψ, ἐθνικόν ἐστι τῷ τοῦ Ποσειδῶνος υἱῷ, κύριον δὲ τὸ Πολύφημος. εἰ μὴ ἄρα, ὥσπερ τὸ Αἰγύπτιος ἐν τοῖς ἑξῆς κύριον εὕρηται ὄνομα, οὕτω καὶ τὸ Κύκλωψ ἐξ ἐθνικοῦ εἰς κύριον μετέπεσεν, ἐξιδιωσαμένου τοῦ Πολυφήμου, τὸ κοινόν. ἐπεὶ καθ' Ὅμηρον κράτος ἐστὶν αὐτοῦ μέγιστον πᾶσι Κυκλώπεσσι. καὶ διατοῦτο ἐστὶ διώνυμος ὁ ἀνήρ. ὅπερ οὐκ ἂν ἀφῆκεν ὁ ποιητὴς ἀνερμήνευτον, οἷα εἰωθὼς τὰς διωνυμίας ἐπισημαίνεσθαι, ὡς ἐν Ἰλιάδι ἔγνωμεν ἐπί τε τοῦ Αἰγαίωνος καὶ τοῦ Σκαμάνδρου καὶ ἄλλων. Σημείωσαι δὲ ὅτι εἰς θυμὸν ὁ τοιοῦτος Κύκλωψ ἀλληγορεῖται ὡς ἐν τοῖς μετὰ ταῦτα κατὰ τόπον οἰκεῖον ῥηθήσεται. διὸ καὶ Ποσειδῶνος αὐτὸν τοῦ θαλαττίου ὁ μῦθος γενεαλογεῖ, ὡς ὑγρὸν καὶ εὐκύμαντον εἰς θυμόν. καθά που καὶ τῷ Ἀχιλλεῖ τις ὡς 1. 22 ὀργίλῳ προσονειδίζει ὅτι γλαυκὴ δέ σ' ἔτικτε θάλασσα. ἔτι δὲ Ποσειδῶνος υἱὸν αὐτὸν ἡ ἀλληγορικὴ μετάληψις νοεῖ, ἐπεὶ καὶ ὁ Ποσειδῶν οὐσία τίς ἐστιν ὑγρά. καὶ ὁ θυμὸς δὲ ζέσις ἐστὶν αἱματηρᾶς ὑγρότητος. (ῃερς. 71.) Θόωσα δὲ μήτηρ αὐτὸν γεννᾷ, διότι θοὸν λέγεται τὸ ὀξὺ ἐξ οὗ καὶ θοῷσαι τὸ ἀποξῦναι. τοιοῦτον δέ τι καὶ ὁ θυμός. ὅθεν καὶ οἱ θυμικοὶ, ὀξεῖς λέγονται. καὶ τὸ εἰς θυμὸν δὲ κινῆσαι, παροξῦναι. ἢ καὶ ἄλλως θοὸν μὲν, τὸ ταχύ. ταχεῖς δὲ δρᾶν καὶ οἱ θυμούμενοι καὶ οὐκ εἰδότες ἀναβολὴν συμβουλῆς. (ῃερς. 72.) Φόρκυνος δὲ θυγάτηρ ἡ τοιαύτη Θόωσα, ἴσως διὰ τὸ φέρεσθαι κυνηδὸν τὸν ἄγαν παρωξυνθέντα. διὸ καὶ ἐν Ἰλιάδι, κυνῶπα τινὰ λέγει θυμούμενον ὁ ποιητής. καὶ κυνὸς ὄμματα ἔχειν φησί. καὶ κύνεον ἀποκαλεῖ. (ῃερς. 73.) Τὸ δὲ ἐν σπηλαίοις γλαφυροῖς τῷ Ποσειδῶνι τὴν Θόωσαν μιγνυμένην γεννᾶν τὸν Κύκλωπα, οὐδὲν ἄλλ' ἢ τὴν τοῦ θυμοῦ γένεσιν δηλοῖ. ἵνα λέγῃ τὴν τῆς καρδίας κοιλότητα, σπὲς γλαφυρὸν, ἐν ᾗ γίνεται ὁ θυμός. ζέσις ὢν τοῦ περὶ καρδίαν αἵματος. ἔνιοι δὲ Κύκλωπα μὲν, τὴν τῶν οὐρανίων νοοῦσι κατάστασιν διὰ τὸ ἐν κύκλοις ὀπτάνεσθαι, ὁποῖος ὁ ζωδιακός. ὁ ἰσημερινός. οἱ τροπικοὶ, καὶ οἱ λοιποί. Θόωσαν δὲ, τὸ θοὸν καὶ ταχὺ τῆς οὐρανίας κινήσεως. διὸ καὶ Φόρκυνος ἡ τοιαύτη Θόωσα τουτέστι φορᾶς ὠκείας. καὶ Ποσειδῶνι μίγνυται, τῷ τῶν ἀναθυμιάσεων αἰτίῳ ὑγρῷ. ἐπεὶ ὡς πολλοὶ νομίζουσιν, ἐξ ἀναθυμιάσεων ὁ οὐρανὸς ἔχει τὸ ἐνδόσιμον τῆς ἀπαύστου κινήσεως. τὸν τοιοῦτον Κύκλωπα ἐκτυφλοῖ ὁ φιλόσοφος Ὀδυσσεὺς, ἤγουν τῆς θέας καὶ θεωρίας αὐτοῦ φιλοσόφως καθικνεῖται καὶ παραγίνεται. Ὅτι ἁλὸς ἀτρυγέτοιο μέδοντα τὸν Φόρκυνα εἰπὼν ὁ ποιητὴς, οὐκ ἀποστερεῖ τὸν Ποσειδῶνα τοῦ εὐρυμέδοντα εἶναι. ὡς οὐδὲ τὸν Ἀγαμέμνονα εὐρυκρείοντα εἰπὼν, ἀφείλετο τοὺς λοιποὺς βασιλεῖς τῶν Ἀργείων, τὸ λέγεσθαι τοιούτους. καὶ Τηλέμαχος δὲ ἐν τοῖς ἑξῆς αὐτὸς ὢν βασιλεὺς μετὰ τὸν πατέρα, πολλοὺς ὅμως εἶναι βασιλεῖς ἐν Ἰθάκῃ φησί. Διατί δὲ ἀτρύγετος λέγεται ἅλς, καὶ ὅτι καὶ ἐπὶ ἀέρος καὶ αἰθέρος ἡ λέξις κεῖται, ἐν τοῖς εἰς τὴν Ἰλιάδα γέγραπται. (ῃερς. 74.) Ὅτι συμβουλευομένῳ οἰκεῖον τὸ, ἀλλ' ἄγεθ' ὑμεῖς οἵδε περιφραζώμεθα πάντες, ὅπως τό δέ τι γένηται. (ῃερς. 75.) Τὸ δὲ, οὐ γάρ τι δυνήσεται ἀντία πάντων ἐριδαίνειν οἷος, χρήσιμον ῥηθῆναι πρὸς τὸν μονοτονοῦντα καὶ πᾶσιν ἀντικαθίστασθαι θέλοντα. (ῃερς. 76.) Ἐν δὲ τῷ ἀλλ' ἄγετε, δῆλον ὅτι οὐ τὴν κοινὴν σημασίαν ἡ λέξις δηλοῖ, ἀλλὰ παρακελευσματικὴν δύναμιν ἔχει. διὸ κἂν εἶπεν ἄγε περιφραζώμεθα, ὀρθῶς ἂν ἔφρασεν. ὡς καὶ ὁ εἰπὼν, φέρετε ποιήσωμεν τόδε, ἢ φέρε ποιήσωμεν. (ῃερς. 77.) Ὅτι ἑρμηνεύων ἐνταῦθα τί ἐστι νόστος, φησί. νόστον ὅπως ἔλθῃσιν ἤγουν ἐπανέλθῃ. εἰπεῖν γὰρ ἓν ἀνθ' ἑνὸς, νόστος ἐστὶν, ἐπανέλευσις εἴτουν ἐπάνοδος εἰς τὰ οἰκεῖα δηλαδή. Ὅτι τὸ μεθήσει τὸν χόλον, οἱ μεθ' Ὅμηρον ἀφήσει φασὶ, πρόθεσιν θέντες ἀντὶ προθέσεως, ἔστι δὲ μεθήσειν, τὸ χαυνώσειν. ἀμελήσειν. ὅθεν καὶ ὁ μεθήμων. καὶ μέθη ἡ χαυνοῦσα τὸν νοῦν. καὶ μέθυ, τὸ ταύτης αἴτιον. (ῃερς. 83.) Ὅτι ἐν τῷ ὅνδε δόμονδε ἀντὶ τοῦ εἰς τὸν ἴδιον δόμον, φαίνεται φανερῶς ὡς οὐκ ἐξ ἀνάγκης τὸ δˉε ἀντὶ τῆς εˉις προθέσεως λαμβάνεται. ἀλλὰ πολλάκις καὶ περιττόν τι ἐστὶν, ὡς ἐπέκτασις ἢ ὡς παραπλήρωσις. οὐδεὶς γὰρ ἂν εἴποι ὅνδε δόμονδε ἀντὶ τοῦ εἰς τὸν ἴδιον εἰς τὸν δόμον, ἀλλὰ ὁμολογουμένως εἰ μὴ τὰ δύο δˉε, ἀλλὰ τὸ ἓν γοῦν ἐπεκτατικόν ἐστι καὶ οὐ λαμβάνεται ἀντὶ προθέσεως. (ῃερς. 84.) Ὅτι τὸ, Ἑρμείαν μὲν ἔπειτα διάκτορον ἀργειφόντην νῆσον ἐς Ὠγυγίην ὀτρύνομενκαὶ ἑξῆς ἕως τοῦ, νόστον Ὀδυσσῆος ταλασίφρονος ὥς κε νέηται, προέκθεσίς ἐστιν ἀναφωνητικὴ τῶν μετὰ ταῦτα, ἐπί τε λόγου εὐκρινείᾳ εὑρημένη, καὶ παραμυθίᾳ τοῦ ἀκροατοῦ. Διάκτορος δὲ ἀργειφόντης, ὁ διάγων τὰς ἀγγελίας καὶ ἐναργῶς καὶ σαφῶς φαίνων τὰ ἐξαγγελλόμενα. ὥσπερ γὰρ φύλαξ φύλακος καὶ ἐξ αὐτοῦ εὐθεῖα ὁ φύλακος ἀνατρεχούσης εἰς εὐθεῖαν τῆς γενικῆς. καὶ Τρὼς Τρωὸς ὁ Τρωός. καὶ δμὼς δμωὸς ὁ δμωός. οὕτω καὶ διάκτωρ διάκτορος ὁ διάκτορος. ἕτεροι δὲ, διάτορόν φασι καὶ πλεονασμῷ τοῦ ˉκ διάκτορον, ἤτοι τορὸν καὶ σαφῆ ἄγγελον. Περὶ δὲ ἀργειφόντου δεδήλωται ἀλλαχοῦ. (ῃερς. 85.) Ὠγυγία δὲ κύριον ὄνομα τῆς κατὰ τὴν Καλυψὼ νήσου. ὠγύγια μέντοι ἁπλῶς οἷον κακὰ ἤ τι ἕτερον, τὰ ἀρχαῖα. ἀπό τινος Ὠγύγου φασὶ βασιλέως ἀρχαίου Θηβῶν. (ῃερς. 86.) Ἐν τούτοις δὲ καὶ νύμφης εὐπλοκάμου ῥηθείσης τῆς Καλυψοῦς, φασὶν οἱ παλαιοὶ, ὅτι πλοχμὸς μὲν, ἐπὶ ἀνδρῶν ὡς ἐν Ἰλιάδι. οἷον, πλοχμοὶ οἱ χρυσῷ καὶ ἀργύρῳ ἐσφήκωντο. πλόκαμοι δὲ, ἐπὶ γυναικῶν. καὶ ὅρα ὅτι ἄμφω ἐκ τοῦ πλέκω παραγόμενα, ὅμως ἔχουσί τινα διαφοράν. οὕτω δὲ καὶ ἠΰκομος μὲν ἐπὶ γυναικῶν. καρηκομόωντες δὲ ἐπὶ ἀνδρῶν. (ῃερς. 87.) Τὸ δὲ νόστον Ὀδυσσῆος ταλασίφρονος ὥς κε νέηται, τρό 1. 23 πος ἐτυμολογίας ἐστίν. ἀπὸ τοῦ νέω γὰρ ὁ νόστος γίνεται, πλεονασμῷ τοῦ ˉσ πρὸς διαστολὴν τοῦ ἀνέμου Νότου. οὕτω δὲ μετ' ὀλίγα καὶ τὸ ἔγχος ἐτυμολογῶν, φησί. παλάμῃ δ' ἔχε χάλκεον ἔγχος. ἀπὸ τοῦ ἔχω γὰρ τὸ ἔγχος γίνεται. Τὸ δὲ ταλασίφρων, οἰκείως ἐνταῦθα προσρηθὲν διὰ τὰ μυρία ὅσα ἔτλη ὁ ἥρως καὶ ἔτι δὲ τλήσεται, δηλοῖ μὲν τὸν καὶ ἐν τῇ Ἰλιάδι τλήμονα ἤτοι πολύτλαν. γίνεται δὲ ἀπὸ τοῦ ταλῶ ταλάσω ταλασίφρων. ὡς βλάψω βλαψίφρων. καὶ ὅσα τοιαῦτα. τοῦ δὲ ταλάσω μέλλοντος ἡ χρῆσις, ἐν Ἰλιάδι. ὅθεν καὶ ὁ τάλας γίνεται. καὶ ἡ ταλασία. καὶ τὸ ταλάσιον. καὶ ἡ ταλασιεργία. περὶ ὧν ἐν τοῖς ἑξῆς που ῥηθήσεται. τὸν δὲ ταλασίφρονα τοῦτον ἥρωα, πρὸ βραχέων δαΐφρονα καὶ πολύφρονα εἶπεν. (ῃερς. 89.) Ὅτι ὁ προθυμοποιῶν τινα, εἴποι ἂν τὸ, ὄφρα μᾶλλον ἐποτρύνω, καί οἱ μένος ἐν φρεσὶ θείω. (ῃερς. 88.) Ὅτι τὸ τὴν Ἀθηνᾶν εἰς Τηλέμαχον κατελθεῖν ἐν Ἰθάκῃ καὶ ὑποβαλεῖν τὰ ποιητέα, τὴν τῆς φυσικῆς φρονήσεως ἐπιδημίαν δηλοῖ. ἥτις ὡς μετὰ ταῦτα ἐρεῖ ὁ ποιητὴς, μένος τῷ Τηλεμάχῳ ἐνῆκε καὶ θάρσος. καὶ νῦν μᾶλλον ἤ περ πρῴην ὡς εἰκὸς ὑπέμνησε τοῦ πατρός. καὶ ὀψέ ποτε ἀναφρονήσαντα, κατὰ τῶν μνηστήρων ἠρέθισε. καὶ εἰς ἀποδημίαν δέουσαν ἔστειλεν. ὀσσόμενον μὲν ἀεὶ ἐν φρεσὶ τὸν πατέρα εἴ ποθεν ἐλθὼν σκεδάσει τοὺς μνηστῆρας. ἄρτι δὲ κατὰ τὸν τῆς Ἀθηνᾶς λόγον, μᾶλλον ἐποτρυνθέντα. καὶ ἀπὸ τοῦ βουλεύεσθαι, εἰς πρᾶξιν παρακινηθέντα. δι' ἧς καὶ περὶ τοῦ πατρὸς ἐνόμισέ τι μαθεῖν. καὶ κλέος ἐσθλὸν σχεῖν ὡς φιλοπάτωρ. ἤδη γὰρ ὁ Τηλέμαχος ἡλικίας ἐπέβη τελειοτέρας, καὶ φρονεῖν ἐχούσης, καὶ οἵα συνιέναι οἷα ὑπὸ τῶν μνηστήρων ἔπασχεν. ἡ δὲ εἰς Σπάρτην καὶ εἰς Πύλον ἀπέλευσις αὐτοῦ, καὶ ἄλλως ἐπιτετήδευται τῷ ποιητῇ εὐμεθόδως, εἰς πλατυσμὸν τῆς τε ποιήσεως, καὶ εἰς διασκευὴν καὶ διατριβὴν λόγου χαρίεσσαν. καὶ εἰς πορισμὸν συχνῆς ἱστορίας ὡς μετὰ ταῦτα φανήσεται. ἔτι δὲ καὶ εἰς πολλὴν ποιητικὴν πιθανότητα. νησιώτης γὰρ ὢν ὁ παῖς καὶ μηδὲν εἰδὼς ἢ φρονῶν ἄξιον τοῦ πατρὸς, μανθάνει ἐν τῇ τοιαύτῃ ἀποδημίᾳ πρὸς τῶν εὖ εἰδότων, πολλὰ καὶ καλὰ τῶν τοῦ Ὀδυσσέως. καὶ ὅτι λόγου μεγάλου ἄξιος ὁ πατὴρ τά τε εἰς φρόνησιν τά τε εἰς πόλεμον. καὶ οὕτως ἐν καιρῷ τῷ πατρὶ πείθεται, εἰς τὴν ἐπικίνδυνον μνηστηροκτονίαν παρακαλοῦντι αὐτόν. Ἰστέον γὰρ ὅτι ἐντεῦθεν ὁ ποιητὴς ἄρχεται τὰ κατὰ τὴν μνηστηροφονίαν τεκταίνεσθαι, καὶ τῆς ἐπ' αὐτῇ πιθανολογίας θεμελίους ἐκ μακροῦ προκαταβάλλεσθαι. αὐτὴ γάρ ἐστι τὸ σκοπιμώτατον τέλος τῆς ποιήσεως ταύτης. καὶ τὸ τῶν πράξεων τοῦ βιβλίου τούτου ἀνδρῶδες καὶ ἡρωϊκὸν, αὐτόθι κεῖται τῷ ποιητῇ. καὶ τρόπον τινὰ, τὰ ἄλλα πάντα δι' αὐτὴν πέπλασται. διὸ καὶ αὐτὴν ἀνύσας ὁ ποιητὴς, συγκαταπαύει καὶ τὸ βιβλίον. ἐπεὶ δὲ ἀπίθανον ἂν ἴσως τισὶ τὸ πρᾶγμα δόξειε πῶς γὰρ Ὀδυσσεὺς ὁ ἄοπλος, ὁ εἷς, τῶν τοσούτων καὶ τοιούτων μνηστήρων περιγενήσεται, πολλαχοῦ τὸ πιθανὸν ἐγκατατίθεται. καὶ οὕτω προκατασκευάζει τὴν μνηστηροκτονίαν, ὥς τε τὸν ἀκροατὴν, καὶ πρὸ τῆς πράξεως ὁμολογῆσαι ἂν δυνατὸν εἶναι καταπραχθῆναι αὐτὴν ὡς καὶ ὑπὸ μόνου ἂν Ὀδυσσέως ἀναιρεθῆναι τοὺς μνηστῆρας, ὀλίγον τι ὄντας ὑπὲρ τοὺς ἑκατὸν, εἴγε καὶ πρὸς τριακοσίους ἀξιόμαχος ἦν ὡς ἐν τοῖς ἑξῆς ἱστορηθήσεται. εἰ δὲ καὶ μὴ μόνος αὐτὸς ἀντικατασταίη τοῖς μνηστῆρσι, καὶ οὐδὲ ἄοπλος ἀλλὰ καὶ μεθύουσιν ἐκείνοις ἐπιτεθείει. εἶεν δὲ καὶ οἱ ὀϊστοὶ φαρμάκῳ ἀνδροφόνῳ κεχρισμένοι ὡς ἐν τῇ ῥαψῳδίᾳ ταύτῃ ἐρεῖ. ἔχοι δὲ καὶ τὴν Ἀθηνᾶν λίαν πάνυ φρονοῦσαν τὰ ὑπὲρ αὐτοῦ καὶ συμμαχοῦσαν ὡς καὶ τοῦτο δείκνυται, πολλῷ μᾶλλον τὸ ἔργον πιθανῶς ἀνυσθήσεται. οὕτως ἐξ αὐτῆς ἀρχῆς τοῦ βιβλίου τὴν μνηστηροκτονίαν ὡς ἔφαμεν προασφαλιζόμενος ὁ ποιητὴς, ῥᾳδιουργεῖ τὰ εἰς αὐτὴν συντείνοντα. Κἀκεῖνο δὲ ἰστέον ὅτι εἶχε μὲν καὶ ἄλλως οἷα εἰκὸς ὁ ποιητὴς, τὸν ὄλεθρον τῶν μνηστήρων πλάσασθαι ὡς καὶ αὐτὸς πολλαχοῦ ἐμφαίνει. οἷον, διὰ τοῦ ἀμύντοράς ποθεν προκαλέσασθαι. ἢ διὰ τοῦ τοῖς κρατῆρσι φάρμακον ἐμβαλεῖν καὶ οὕτως αὐτοὺς πάντας ὀλέσαι. ἅπερ οἱ μνηστῆρες ἐπὶ Τηλεμάχῳ ὑποπτεύουσιν. οἵγε καὶ ἄλλως, τὴν ὑπὸ τῶν Ἰθακησίων ἐξέλασιν πτοοῦνται διὰ τὴν σφῶν ἀδικίαν. ἀλλ' ὁ ποιητὴς οἷος αὐτὸς, τὸ τερατωδέστερον ἐπελέξατο καὶ ἀληθῶς δυσεξέργαστον. καὶ ὅπερ εὐμεθόδως μελετηθὲν καὶ ἀσφαλῶς πιθανολογηθέν, ἔχοι ἂν ἐξελέγχειν τὴν ἐν λόγοις αὐτοῦ ἀρετήν. Ἔτι ἰστέον καὶ ὅτι Ἀθηνᾶ ἐνταῦθα, καὶ ἡ κατὰ τὴν Ὁμηρικὴν δεινότητα μέθοδός ἐστι, καθ' ἣν ὁ ποιητὴς ἐπινοεῖται τήν τε τῆς Ἀθηνᾶς εἰς Ἰθάκηνκάθοδον καὶ τὰ ἐπ' αὐτῇ, καὶ τὰ κατὰ τὸν Ἑρμῆν ἐπὶ τῇ Καλυψοῖ. Ἰστέον δὲ καὶ ὅτι ὀνειδισθεῖσα ἤδη ἐφ' οἷς ἐλάλησεν ἡ μυθικὴ Ἀθηνᾶ, καὶ ἀκούσασα ὅτι οὐκ ἀγαθὸν ἔπος διέδρα τὰ χείλη αὐτῆς, ἐνταῦθα συστρέφει ἑαυτὴν εἰς νοῦν καὶ ἐντελῶς λαλεῖ ἅπερ χρὴ ποῆσαι τὸν Τηλέμαχον. καὶ μηδενὸς ἀντειπόντος, 1. 24 εὐθὺς κατάρχει ἔργου. Σημείωσαι δὲ καὶ ὅτι σχῆμα καὶ ἐνταῦθα προεκθέσεως ἢ προαναφωνήσεως, ἐν οἷς ἡ Ἀθηνᾶ λέγει ὅτι ἀπελεύσομαι εἰς Ἰθάκην καὶ ποιήσω τὰ καὶ τά. ἐπεὶ γὰρ μέγα ἐπεισόδιον μέλλει ποιήσειν ὁ ποιητὴς διὰ τῆς ἐκδημίας τοῦ Τηλεμάχου καὶ παρεκβῆναι εἰς λόγους πολλοὺς, φθάνει προαναφωνῶν καὶ τοῦτο, ἵνα καὶ ὁ ἀκροατὴς ἐλπίζῃ, καὶ αὐτὸς μὴ δόξῃ ἀκαίρως καὶ ἀτέχνως ἀλλ' ἀναγκαίως ποιήσασθαι τὴν προέκβασιν. ἔτι δὲ προεκτίθεται τεχνικῶς, καὶ τὴν μετ' ὀλίγα τοῦ Τηλεμάχου δημηγορίαν, καὶ ὡς ἀπείπῃ τοῖς μνηστῆρσι. καὶ οὕτως εὐσυνόπτως διὰ σαφήνειαν κεφαλαιοῦται τὰ ἐφεξῆς. (ῃερς. 93.) Σημείωσαι δὲ καὶ ὅτι νῦν μὲν, ἁπλῶς ἐκθέμενος ἀπηριθμήσατο, εἰπών. πέμψω ἐς Σπάρτην καὶ εἰς Πύλον. προϊὼν δὲ, καὶ τὴν τάξιν τῶν πραγμάτων ἐκτίθεται. λέγων. πρῶτα μὲν, εἰς Πύλον ἐλθέ. ἐκεῖθεν δ' ἐς Σπάρτην. ὥς τε τὸ πέμψω εἰς Σπάρτην καὶ εἰς Πύλον, σχῆμα ὑστερολογίας ἐστὶν, ἤτοι πρωθύστερον. πρῶτον γὰρ εἰς Πύλον ἦλθε Τελέμαχος εἶτα εἰς Σπάρτην. ὁμοίως πρωθύστερον ἦν, καὶ τὸ, Ἑρμείαν ὀτρύνομεν, αὐτὰρ ἐγὼν Ἰθάκην δ' ἐλεύσομαι. πρῶτον γὰρ Ἀθηνᾶ εἰς Ἰθάκην κάτεισιν, εἶτα Ἑρμῆς εἰς τὴν Καλυψώ. Ἰστέον δὲ ὅτι Ὀδυσσεὺς Τηλέμαχον ωεἰκὸς τὸν παῖδα ὠνόμασεν, ἐκθυόμενος οἷον τὸ δυστυχές. ἵνα δηλαδὴ ἐπειδὴ πόλεμος ἤδη μέγας ὁ κατὰ Τροίαν ἠλπίζετο εἰς ὃν ἐχρῆν ἀπελθεῖν καὶ τὸν Ὀδυσσέα, μὴ διαβαίη χρόνῳ ποτὲ τὰ τῆς τύχης ταύτης καὶ ἐπὶ τὸν υἱὸν, ἀλλ' εἴη τῆλε μάχης, καθ' ἡσυχίαν ζῶν. τάχα δὲ καὶ ἐκ μαντίας γνοὺς ὡς τῆλε χρόνου παραταθήσεται ὁ Ἰλιακὸς πόλεμος, Τηλέμαχον ὠνόμασε τὸν υἱόν. Σημείωσαι δὲ καὶ ὅτι παροιμία ἡ λέγουσα Τηλεμάχου χύτρα ἐπὶ τῶν διὰ πενίαν ἐν ὀσπρίοις ἢ ὅλως εὐτελέσιν ἐδεστοῖς πολυφαγούντων, οὐκ ἐκ τοῦ Ὁμηρικοῦ εἴληπται ἥρωος, ἀλλά τινος Ἀττικοῦ Τηλεμάχου, Ἀχαρνέως τὸν δῆμον. ὅς φασικυάμων χύτραν ἀεὶ σιτούμενος ἦν. (ῃερς. 91.) Ὅτι τὸ κωλύσαι καὶ λόγοις ἀποτρέψασθαι, ἀπειπεῖν λέγεται παρὰ τῷ ποιητῇ. οἷον. πᾶσι μνηστῆρσιν ἀπειπέμεν. λέγεται δέ ποτε ἀπειπεῖν, καὶ τὸ ἐν ἀγῶνι ἢ μάχῃ ἀπαγορεῦσαι καὶ ἀποκαμεῖν. ὅ πέρ ἐστιν ἶσον τῷ ἀπαυδῆσαι καὶ ἀπειρηκέναι καὶ ἀπαγορεῦσαι. ἐν δὲ τῇ Ἰλιάδι, τὸ ἀπειπεῖν ἀπομυθεῖσθαι ὁ Νέστωρ φησίν. (ῃερς. 92.) Ὅτι ἐν τῷ, μῆλ' ἀδινὰ σφάζουσιν, ἐκ μέρους καὶ ἄλλα νοητέον ζῷα. αἶγάς τε ὡς δηλώσει που ὁ Μελάνθιος. καὶ σύας ὡς ἐκ τοῦ Εὐμαίου φανήσεται. ἵνα λέγῃ καὶ νῦν, μῆλα τὰ θρέμματα. ἐξ ὧν καὶ τὸ μηλαφῆσαι. περὶ οὗ φασὶν οἱ παλαιοὶ, ὅτι μηλαφῆσαι, τὸ ψηλαφῆσαι. μή ποτε δὲ ἐπὶ βοσκημάτων, οἷον μῆλα ἀφάσαι ἢ ἀπὸ τοῦ μηλώσασθαι ἤγουν βάψαι. ὅθεν φασὶ καὶ μήλωθρα, τὰ βεβαμμένα ἔρια. Ἀδινὰ δὲ, τὰ πυκνὰ καὶ δαψιλῆ καὶ εἰς κόρον, ἀπὸ τοῦ ἄδην. ἢ ἀπὸ τοῦ ἄδος ἤτοι κόρος. ὡς τὸ, ἄδος τέ μιν ἵκετο θυμόν. ὅτι δὲ οἱ μὲν διπλοῦσι τὸ ˉδ τοῦ ἄδην οἱ δὲ δι' ἑνὸς αὐτὸ γράφουσι, καὶ οἱ μὲν ψιλοῦσιν οἱ δὲ δασύνουσιν, ἡ Ἰλιὰς δηλοῖ. καὶ ὅθεν τὸ ἄδην γίνεται. ἐν δὲ ῥητορικοῖς λεξικοῖς, φέρεται καὶ ταῦτα. ἄδην, Ἀττικοὶ τὸ δαψιλῶς. ὅθεν καὶ ἀδηφάγοι ἵπποι οἱ τέλειοι. καὶ ἀδηφάγον ἅρμα, διὰ τοὺς κατ' αὐτὸ τελείους ἵππους, καὶ ἄδος, κόρος. πλησμονή. κάματος. ἀφ' οὗ ἀδόλεσχος δι' ἑνὸς ˉδ ὁ καὶ ἀδολέσχης. καὶ ἀδαῖον παρὰ Σώφρονι, τὸ εἰς κόρον ἔργον. ἔτι δὲ, καὶ ὅτι ἀδηφάγοι ἵπποι, οἱ τέλειοι. τοῖς γὰρ πώλοις φησὶν οὐκ ἐδίδοσαν τροφῆς πλῆθος. Λυσίας δὲ, καὶ ναῦν ἀδηφάγον φησὶ, τὴν τὸν μισθὸν λαμβάνουσαν ἐντελῆ. καὶ λύχνους ἀδηφάγους, τοὺς πότας. ὁποῖος ὁ ἐν Νεφέλαις παρὰ τῷ Ἀριστοφάνει. Ὅτι ὥς περ ἑλιξόκερως βοῦς, ὁ στρεβλόκερως παρὰ τοῖς παλαιοῖς, οὕτω καὶ βόες εἰλίποδες, οἱ τοὺς πόδας κατὰ τὴν πορείαν ἑλίσσοντες. Παυσανίας δὲ λέγει, καὶ γυναῖκας εἰλίποδας διὰ τὴν ἔνδεσιν τῶν μηρῶν. Ἕλικες δὲ ὅτι οὐ μόνον βοῶν ἐπίθετον δηλοῦν τοὺς μέλανας ἀλλὰ καὶ ψέλλια σημαίνει ἐστὶν ὅτε καὶ ἐνώτια, δηλοῦται ἀλλαχοῦ. (ῃερς. 93.) Ὅτι ἐν τῷ, πέμψω δ' ἐς Σπάρτην τὲ καὶ ἐς Πύλον ἠμαθόεντα, τινὲς γράφουσιν, πέμψω δ' ἐς Κρήτην τὲ καὶ ἐς Πύλον. οὐκ ἀγαθὴ δὲ ἡ τοιαύτη γραφή. δίδωσι διὸ καὶ δίκας τοῖς παλαιοῖς. Πύλος δὲ, πόλις περὶ τὸ ἑσπέριον τῆς Πελοποννήσου πλευρόν. Ὅτι δὲ τρεῖς ἦσαν Πύλοι. καὶ ὅτι οὐ μόνον θηλυκῶς ἀλλὰ καὶ ἀρσενικῶς λέγεται ὁ Πύλος, ἐν ἄλλοις πλατύτερον γέγραπται. ἐνταῦθα μέντοι ἐπιτροχάδην ἐκεῖνο ἰστέον ὅτι τρεῖς εἰσὶν ἐν Πελοποννήσῳ Πύλοι. ὅθεν καὶ τὸ, ἐστὶ Πύλος πρὸ Πύλοιο, Πύλος γε μέν ἐστι καὶ ἄλλη. εἰσὶ δὲ, ὁ Τριφυλιακός. καὶ ὁ Μεσσηνιακός. καὶ ἄδηλον ἐκ ποίου ὁ Νέστωρ. σπεύδουσι δὲ ὅμως ἕκαστος εἰς πατρίδα ἐγγράφεσθαι τῷ Νέστορι. Δεῖ δὲ εἰδέναι καὶ ὅτι εἰ καὶ ἄλλοι κατὰ γένος ἀρσενικὸν χρῶνται τῷ Πύλῳ, ἀλλ' Ὅμηρος οὐ δοκεῖ οὕτω φράζειν. εἰ γὰρ Πύλον ἠμαθόεντα φησὶν, ἀλλὰ τὸ ἠμαθόεις θηλυκοῦ γένους δοκεῖ. ὁμοίως τῷ, ὑλήεντι 1. 25 Ζακύνθῳ. τί δέ ἐστιν ἠμαθόεις καὶ ὡς ποταμοῦ ἐστὶν ὄνομα, ἐν τοῖς εἰς τὴν Ἰλιάδα καὶ αὐτὸ γέγραπται. Σπάρτη δὲ, πόλις ἢ χωρίον Λακωνικόν. ἐκλήθη δὲ οὕτω, ἀπὸ τῶν μυθευομένων μετὰ τοῦ Κάδμου σπαρτῶν ἀνδρῶν. οἳ κατὰ τὴν παλαιὰν ἱστορίαν ἐκεῖ ἐκπεσόντες, Σπάρτην ἀφ' ἑαυτῶν τὴν πόλιν ὠνόμασαν. ἱκανῶς δὲ περὶ αὐτῆς ἐν τοῖς εἰς τὴν Ἰλιάδα γέγραπται. Ἰστέον δὲ ὅτι καὶ εἶδός τι σχοινίου ὀνομάζεται σπάρτη ὡς ὁ κωμικὸς ἐμφαίνει ἐν τοῖς Ὄρνισι. τοῦτο δὲ, ὁ ποιητὴς οὐδετέρως λέγει. καὶ δὴ σπάρτα λέλυνται. (ῃερς. 95.) Ὅτι σχῆμα ἀμφιβολίας τὸ, ἠδ' ἵνα μιν κλέος ἐσθλὸν ἐν ἀνθρώποισιν ἔχῃσι. δηλοῖ γὰρ, ἢ ὅπου φήμη ἔχει εἶναι τὸν Ὀδυσσέα, ἢ ὅπως εὔκλεια ἔχοι τὸν Τηλέμαχον ὡς κοπιάσαντα ὑπὲρ τοῦ πατρός. καὶ ἔστι κρείττων αὕτη ἡ ἔννοια. Κλέος δὲ ἐσθλὸν, ἡ εὔκλεια. ὡς εἴ τις εἴπῃ, φήμη ἐσθλή, τὸ μέντοι μὴ ἐσθλὸν, δύσκλειά ἐστιν. οὕτω καὶ ἀοίδιμος, μέσως ἔχει καθὰ καὶ τὸ κλέος, ἕως ἐρεῖ τις ἀείδιμόν τινα ἐπὶ καλοῖς, ἢ ἀοίδιμον ἐπὶ κακοῖς. ἐνταῦθα δὲ ἐμφαίνει καὶ τὸ τῶν πρακτέων ἀμφιῤῥεπὲς ὁ ποιητὴς ἐν τῷ ἤν που ἀκούσῃ νόστον πατρὸς ὁ Τηλέμαχος. οὐ γὰρ οἶδεν ἡ τῆς ἀλληγορίας Ἀθηνᾶ ἡ παρὰ τῷ Τηλεμάχῳ, εἰ ἀποδημήσας, μαθήσεται περὶ τοῦ πατρὸς τί σαφές. (ῃερς. 96.) Ὅτι διασκευάζων ὥς που ἐν Ἰλιάδι οὕτω καὶ ἐνταῦθα ὁ ποιητὴς τὴν σκευὴν τῆς Ἀθηνᾶς, φησίν. ὣς εἰποῦσα, ὑπὸ ποσὶν ἐδήσατο καὶ τὰ ἑξῆς ὡς εὐθὺς φανήσεται. Ἰστέον δὲ ὅτι ἐν τῷ ὑπὸ ποσὶν ἐδήσατο πέδιλα, τὸ ῥῆμα κεῖται, ἀφ' οὗ τὸ ὑπόδημα γίνεται. ἐκ γὰρ τοῦ ὑποδεῖσθαι τὸ ὑπόδημα. ὥσπερ ἐκ τοῦ ἀναδεῖσθαι καὶ διαδεῖσθαι, τὸ ἀνάδημα καὶ τὸ διάδημα. δῆλον δὲ ὡς ἐπὶ ποδῶν μὲν τὸ ὑποδεῖσθαι. ἀναδεῖσθαι δὲ καὶ ἀναδέσμη, ἐπὶ κεφαλῆς. τὸ μέντοι διὰ τοῦ σώματος, διάδημα. Τὰ δὲ ῥηθέντα πέδιλα, καλά φησιν. ἀμβρόσια. χρύσεια. λέγων, καὶ ὅτι αὐτὰ ἔφερον αὐτὴν ἐπί τε ὑγρὴν ἐπί τε ἀπείρονα γαῖαν ἅμα πνοιαῖς ἀνέμου, (ῃερς. 98.) ἤτοι ὁμοίως ἀνέμοις. δηλοῖ δὲ διὰ τούτων ὁ ποιητὴς, τὸ θεῖον καὶ λαμπρὸν καὶ ὀξυκίνητον τῆς φρονήσεως. τὸ θεῖον μὲν, διὰ τοῦ ἀμβρόσια. θεῖον γάρ τι ἀμβροσία ὡς πολλαχοῦ ἐφάνη. διὰ δὲ τοῦ χρύσεια, τὸ λαμπρόν. τὸ δὲ ὀξυκίνητον, διὰ τῆς κατ' ἄνεμον φορᾶς. προϊὼν δὲ καὶ ὡς ὄρνιν αὐτὴν ἐρεῖ διΐπτασθαι. Τὸ δέ γε ὑποδεδέσθαι τὴν Ἀθηνᾶν, τὸ τῆς φρονήσεως εὔοδον καὶ ἀπρόσκοπον ἐν τοῖς πρακτέοις ὑποδηλοῖ. Ὅρα δὲ ὅτι οὐ φέρεσθαι τὰ πέδιλα λέγει, ἀλλ' αὐτὰ φέρειν καὶ κουφίζειν τὴν Ἀθηνᾶν ὡς οἷον πτερόεντα. καὶ ἔστι τοῦτο, τερατολογία τις ποιητική. ποδήνεμον οἷον ποιοῦσα καὶ τὴν Ἀθηνᾶν. οὕτω δὲ καὶ τὸν Ἀχιλλέα ἐν Ἰλιάδι τεραστείως ἐκούφιζον τὰ ὅπλα φορούμενα. (ῃερς. 97.) Ὅρα δὲ καὶ ὅτι τὸ ἐφ' ὑγρὴν ὅ ἐστιν ἐπὶ θάλασσαν, ἔπεισε τοὺς μεθ' Ὅμηρον, ξηρὰν ὀνομάσαι τὴν γῆν. καὶ τοῦτο μὲν τοιοῦτον. (ῃερς. 97.) Τὸ δὲ τῆς Ἀθηνᾶς ἔγχος ἐγκωμιάζων, ἄλκιμον λέγει ἀκαχμένον ὀξέϊ χαλκῷ. βριθύ. μέγα. στιβαρόν. ᾧ δάμνησι στίχας ἀνδρῶν ἡρώων, τοῖσι τε κοτέσσεται ὀβριμοπάτρη. δηλοῖ δὲ ταῦτα, τὸ ἐνεργὸν καὶ ἀνδρῶδες τῆς Ἀθηνᾶς καὶ δραστήριον. ἔστι δὲ τὸ μὲν ἄλκιμον, μετηγμένον ἀπὸ τοῦ χρωμένου ἀλκίμου προσώπου, εἰς τὸ σκεῦος. ἢ τὸ ἀλκιμοποιόν. ὡς καὶ νωθρὸς νότος, ὁ νωθροποιὸς καὶ καρηβαρικός. καὶ δέος χλωρὸν, τὸ χλωροποιόν. Τὸ δὲ ἀκαχμένον ὀξέϊ χαλκῷ, τὸ λυποῦν τῇ ὀξύτητι τοῦ σιδήρου. ἀκαχεῖν γὰρ τὸ λυπεῖν. ἢ τὸ ἔχον ἀκὴν ἤγουν ἀκωκὴν δι' ὀξέος σιδήρου, ἐντεῦθεν δὲ τὸ ἐστομωμένον νοεῖται. (ῃερς. 100.) Τὸ δὲ βριθὺ καὶ τὸ μέγα καὶ τὸ στιβαρὸν, συγκροτοῦσιν ἄλληλα εἰς θείου ἔγχους σεμνότητα. τούτων δὲ, στιβαρὸν μὲν, τὸ πυκνὸν καὶ στερεὸν, μετενεχθὲν ἀπὸ τῆς καταπεπατημένης γῆς καὶ διατοῦτο πεπυκνωμένης. στείβω γὰρ κυρίως τὸ περιπατῶ καὶ τὸ καταπατῶ. ὡς τὸ, στεῖβον δ' ἐν βόθροισι. καὶ ἐξ αὐτοῦ γίνεται καὶ ἡ στιβάς. ἥτις ἐστὶ κυρίως εὐτελὴς καὶ καταπεπατημένη στρωμνή. (ῃερς. 101.) Τὸ δὲ στίχας, τὸ πολὺ δηλοῖ τῆς ῥωμαλεότητος. οὐ γὰρ στίχα τινὰ μίαν, ἀλλὰ στίχας ἀνδρῶν δάμνησι. τί δὲ ἡ στὶξ δηλοῖ, ἐν Ἰλιάδι κεῖται. Τὸ δὲ ἡρώων, οὐδ' αὐτὸ μάτην πρόσκειται, ἀλλ' ἵνα δείξῃ καὶ δι' αὐτοῦ τὸ ἀνδρεῖον τῆς Ἀθηνᾶς. οὐ γὰρ τοὺς τυχόντας δαμάζει, ἀλλὰ ἥρωας. οἷα τοὺς μὴ τοιούτους περιφρονοῦσα. καθὰ καὶ κύων φασὶν Ἰνδὸς λέοντι ἐπεξιὼν καὶ παρδάλει, λύκους ὑπερορᾷ καὶ ἀλώπεκας. Τὸ δὲ οἷς κοτέσσεται, τὸ κριτικὸν ἐμφαίνει τῆς Ἀθηνᾶς. οὐ γὰρ εἰκῇ καὶ ἁπλῶς μαίνεται κατὰ ἡρώων, ἀλλ' οἷς ἂν διακρινεῖ δέον εἶναι κοτέσεσθαι. δῆλον δὲ ὅτι τὸ κοτῶ κοτέσω, τοῦ ἐγκοτεῖν ἐστὶ τὸ ἁπλοῦν. τὸ δὲ ὀβριμοπάτρη, μυθικῶς μὲν, τὸ τῆς Ἀθηνᾶς ἐμφαίνει ἐξαίρετον. ὅτι δηλαδὴ πατέρα μόνον ἔχει ὄβριμον οὐ μὴν καί τινα μητέρα. διὸ οὐκ ἂν καὶ ἡ Ἀφροδίτη ὀβριμοπάτρη οὕτω λεχθείη. ἀλληγορικῶς μέν τοι ὀβριμοπάτρη Ἀθηνᾶ, ἡ πατέρα 1. 26 ὄβριμον ἔχουσα τὸν νοῦν, οἷα φρόνησις. ὄβριμος δὲ πόθεν γίνεται, τὰ εἰς τὴν Ἰλιάδα δηλοῦσι. καὶ νῦν δὲ ῥητέον ὅτι παρὰ τὸ βρˉι ἐπιτατικὸν ἐξ οὗ καὶ βριαρὸς ὁ ἰσχυρὸς, γίνεται κατὰ πλεονασμὸν καὶ παραγωγὴν ὄβριμος. ὅθεν καὶ ὀβριμοεργός. ἐκεῖθεν καὶ ὀβρίκαλα παρὰ Αἰσχύλῳ, λεόντων σκυμνία. τὰ δηλαδὴ καὶ ὄβριμα καὶ καλά. ἕτεροι δὲ φασὶν ὅτι τὲ ὄβρια καὶ ὀβρίκαλα λεόντων καὶ λύκων σκυμνία, καὶ ὅτι βρίκελοι διὰ διχρόνου, τὰ μορμολύκεια. Παυσανίας μέντοι περὶ τούτου φησὶν, ὅτι βρίκελα, προσωπεῖα βροτῷ ἴκελα. ἢ βριξὶν ἴκελα. οὕτω δέ φησιν ἔλεγον τοὺς βαρβάρους. ὁ δ' αὐτὸς, καὶ βριμοῦσθαι λέγει τὸ μετά τινος ἀπειλῆς ἐκφοβεῖν. καὶ Αἴλιος δὲ Διονύσιος, βριμοῦται φησὶν ἀντὶ τοῦ ἀπειλεῖ. ἄλλοι δὲ, βριμᾶσθαι φασὶν ἐν δευτέρᾳ συζυγίᾳ τῶν περισπωμένων. ταῦτα δὲ πάντα, ἐκ τοῦ βρˉι ἐπιτατικοῦ παράγονται. ὅθεν καὶ ἡ Βριμὼ πεπλασμένον τι δαιμόνιον φοβερόν. ὅτι δὲ Βρίγες καὶ οἱ Φρύγες ἐλέγοντο, δηλοῖ ὁ γεωγράφος. ὡς ἐν τοῖς τοῦ περιηγητοῦ γέγραπται. γεγονότες ἴσως καὶ αὐτοὶ, ἐκ τοῦ βρˉι. ὅθεν καὶ Βριάρεως κύριον τετρασυλλάβως. ὁ δ' αὐτὸς, καὶ πεντασυλλάβως, Ὀβριάρεως προσελεύσει τοῦ ˉο. καὶ τὸ βρίθω δὲ ἀπ' αὐτοῦ παρῆκται. ἀφ' οὗ καὶ τὸ βρῖθος. καὶ ὁ βριθύς. ὃς συντεθεὶς, ἑτεροίας γίνεται καταλήξεως. οὐ γὰρ ὥσπερ τραχὺς ἄτραχυς. ὀξὺς κάτοξυς, οὕτω καὶ βριθὺς ἔμβριθυς ἀλλὰ ἐμβριθὴς. ὡς ἀπὸ τοῦ βρῖθος, πρὸς ὁμοιότητα τοῦ, ἡδὺς ἀηδὴς διὰ τὸ ἦδος. καὶ γλυκὺς ἀγλευκὴς διὰ τὸ γλεῦκος. καὶ βαρὺς ἀβαρὴς διὰ τὸ βάρος. ἐνθυμητέον δὲ καὶ ὅτι τοῦ, δόρυ βριθὺ, ἐφερμηνευτικά εἰσι τὸ μέγα καὶ τὸ στιβαρόν. δῆλον γὰρ ὅτι τὰ καὶ μεγάλα καὶ στιβαρὰ σώματα, βριθέα εἰσίν. (ῃερς. 103.) Ὅτι δῆμος, τριχῶς παρὰ τοῖς παλαιοῖς. πλῆθός τε γὰρ ἁπλῶς, καὶ πολιτικὸν σύστημα ἐξ οὗ τὸ δημοκρατεῖσθαι εἴρηται, καὶ τόπος τις ἐν Ἰθάκῃ οὕτω καλούμενος ἔνθα τὰ τοῦ Ὀδυσσέως βασίλεια. φησὶ γοῦν ὡς ἡ τοῦ μύθου Ἀθηνᾶ ἔστη Ἰθάκηςἐν δήμῳ ἐπὶ προθύροις Ὀδυσῆος. δύναται δὲ καὶ ἄλλως τὸ Ἰθάκης ἐν δήμῳ νοηθῆναι, ἀντὶ τοῦ ἐν τοῖς Ἰθακησίοις ὡς καὶ μετ' ὀλίγα ἐρεῖ, Τρώων ἐνὶ δήμῳ, ἤγουν ἐν τοῖς Τρωσί. Τὰ δὲ πρόθυρα, προϊὼν ἑνικῶς λέγει. βῆ δ' ἰθὺς προθύροιο. τοῦτο δὲ καὶ οὐδὸν αὔλειον φησίν. εἰπὼν, ἐνὶ προθύροις Ὀδυσσῆος οὐδοῦ ἐπ' αὐλείου. Τὸ δὲ στῆναι ἐπὶ προθύροις, καὶ θύραις ἐφεστάναι λέγει. φησὶ δέ που καὶ θύρας πρώτας, τὸ πρόθυρον. (ῃερς. 105.) Ὅτι Τάφος, νῆσος μία τῶν Ἐχινάδων νήσων τῶν πρὸς τῷ Ἀχελῴῳ. περὶ ὧν εἴρηται καὶ ἐν τῇ Βοιωτίᾳ καὶ ἐν τοῖς εἰς τὸν περιηγητήν. λῃσταὶ δὲ οἱ Τάφιοι κατὰ τοὺς παλαιούς. ἐλέγοντο δὲ οἱ αὐτοὶ, καὶ Τηλεβόαι. ἢ διότι ληϊζόμενοι, τῆλε τοὺς βόας ἀπῆγον. ἢ ὅτι οὐ τοῖς πλησιοχώροις μόνον, ἀλλὰ καὶ τοῖς τῆλε καὶ μακρὰν, βοὴν, ἤτοι μάχην συνίστων. ἢ καὶ ὡς εὐρύφωνοι καὶ τῆλε τουτέστι μακρὰν, βοᾶν ἐξισχύοντες. εἰς τούτους Ἀμφιτρύων ὁ τοῦ Ἡρακλέος πατὴρ ἐστρατεύσατο, ληϊσαμένους βόας τῆς γυναικὸς Ἀλκμήνης, ἔχων συστρατευόμενον καί τινα Κέφαλον ἄνδρα φυγάδα ἐξ Ἀθηνῶν. ἀφ' οὗ χρησιμεύσαντός τι ἐν τῷ τότε πολέμῳ, Κεφαλληνία ἐν δυσὶ ˉλ ἡ χώρα ἐκλήθη πρὸς διαστολήν. ἵνα τὸ ἐθνικὸν ὁ Κεφαλλὴν, ἔχοι διαφορὰν πρὸς τὴν ἐν σώματι κεφαλήν. Κεῖται δὲ ὁ Κεφαλλὴν παρὰ Σοφοκλεῖ, ἐν τῷ, ὦ ξεῖνε Κεφαλλήν. ἦρχε δὲ καὶ τῆς Κεφαλληνίας Ὀδυσσεὺς ὡς μετὰ ταῦτα φανήσεται. διὸ καὶ ἄναξ Κεφαλλήνων ὑπὸ τῶν ποιητῶν λέγεται. καὶ οὕτω μὲν ταῦτα. Ὅμηρος δὲ, ναυτικοὺς οἶδε τοὺς Ταφίους τούτους, διὸ φιληρέτμους αὐτοὺς ἐρεῖ ἐν τοῖς ἑξῆς. Ἰστέον δὲ καὶ ὅτι ὁ γεωγράφος ταυτίζων τοὺς Ταφίους καὶ τοὺς Τηλεβόας ἐν τῷ, Τάφιοι οἱ καὶ Τηλεβόαι. εἰπὼν δὲ καὶ ὅτι λῃσταὶ οἱ Τάφιοι καθὰ καὶ οἱ Τηλεβόαι, ὅπερ αὖθις διαφοράν τινα ἐν αὐτοῖς δηλοῖ, φησὶ καὶ αὐτὸς τοὺς Κεφαλληνίους ἢ μᾶλλον Κεφαλλῆνας, ἀπὸ Κεφάλου τοῦ Δηϊονέως κληθῆναι. ὃν ἐξ Ἀθηνῶν φυγάδα παραλαβὼν Ἀμφιτρύων, κατέσχε φησὶ νῆσονκαὶ παρέδωκεν αὐτῷ. ἥτις ἐπώνυμος ἐκείνου γέγονεν. Ὅτι ὁ τῆς ἱστορίας Μέντης Ἀγχιάλοιο πάϊς, ἑταῖρος ἦν τῷ ποιητῇ. ὃν καὶ ἀμειβόμενος τῆς φιλίας ὁ ποιητὴς ὡς καὶ Ἡρόδοτος ἱστορεῖ ἐν τοῖς περὶ Ὁμήρου γενέσεως, τῇ ποιήσει τὲ τὸ αὐτοῦ ὄνομα ἐνέθετο, καὶ τὴν Ἀθηνᾶν αὐτῷ εἴκασεν, ἀποσεμνύνων οὕτως τὸν ἑταῖρον ὡς ἠδύνατο. καὶ ἄλλως μέντοι, οὐκ ἀπιθάνως ὁ ποιητὴς ἐπλάσατο, Τάφιόν τινα Μέντην ἐλθόντα ἐντυχεῖν τῷ Τηλεμάχῳ καὶ εἰπεῖν ἀγαθά. ὃν δὴ Μέντην, καὶ εἰς προσωπεῖον ποιεῖ τῇ Ἀθηνᾷ διὰ τὸ φρονίμως συμβουλεύσασθαι οἷα θεόθεν καταπεμφθέντα. κωλύει γὰρ οὐδὲν, ἐν οὕτω μακρῷ χρόνῳ, εὑρεθῆναί τινα, ἑταῖρον ἀρχαῖον ὄντα τῷ Ὀδυσσεῖ, καὶ τοιαῦτα ὑπὲρ ἐκείνου ποιῆσαι. ὁ δὲ τοῦ τοιούτου Μέντου πατὴρ Ἀγχίἀλος, ψιλοῖ φασὶ τὴν παραλήγουσαν ὡς κύριον, καθὰ 1. 27 καὶ ὁ παρὰ τοῖς Φαίαξιν Ἐρύἀλος. ὁ δὲ ἀγχίἁλος τόπος καὶ ἀμφίἁλος, δασύνουσι τὸ μέσον ἄλφα κατὰ τοὺς παλαιούς. οὕτω δὲ καὶ ὁ πλησίἁλος. οὗ χρῆσις κατὰ τὸν Ἀθήναιον, παρὰ Ποσειδωνίῳ ἐν τῷ, ὥδευον κατὰ τὸ πλησίἁλον ταυτόν δ' εἰπεῖν ἀγχίἁλον, νικήσαντες τὴν μάχην. περὶ δὲ τοιούτων ἀρχαϊκῶν πνευματισμῶν, ἐν τοῖς εἰς τὴν Ἰλιάδα σαφῶς γέγραπται. δῆλον δὲ ὡς τὸ μὲν κύριον ὁ Ἀγχίἀλος καὶ τὸ ἐπίθετον ὁ Ἀγχίἁλος τόπος, καὶ πόλις δὲ Θρᾴκης Ἀγχίαλος ἡ καὶ Ἀγχιάλη, πρπαροξύνονται. Ἀγχιαλὸς δέ φασι σχοῖνος πλοίου, ὀξύνεται. Τὸ δὲ Ἀγχιάλοιο, Θετταλικῆς γλώσσης ἔστι, καὶ ὅσα κατ' αὐτό. καθὰ καὶ ἡ Ἰλιὰς ἐδήλωσε. δηλοῖ δ' αὐτὸ, καὶ ὁ γράψας οὕτω. Μίδας Μίδου καὶ Γέτας Γέτου, κοινῶς. Μίδα δὲ καὶ Γέτα Δωρικῶς. οὕτω δὲ καὶ Αἰνείας Αἰνεία. Αἰνείαο δὲ, Βοιωτῶν καὶ ἄλλων Δωριέων. Ἀττικῶν δὲ καὶ Ἰώνων, Μενέλεω, καὶ Αἰνείεω. Θετταλῶν δὲ, καλοῖο. Ὅτι τὸν Ὀδυσσέα μὲν, εἰς φιλόσοφον οἱ παλαιοὶ μεταλαμβάνουσι. τὴν δ' ὑπ' αὐτοῦ διωκομένην Πηνελόπην, εἰς φιλοσοφίαν ἐκλαμβάνονται. οὐ τὴν ἱστορίαν ἐξαφανίζοντες, ἀλλὰ τὸ ταπεινὸν, φιλοσόφως ἀνάγοντες. καὶ χαρακτηρίζοντες ἐκ τοῦ διώκοντος ὅ φασι, τὸ διωκόμενον. ἤγουν ἐκ τοῦ φιλοσόφου Ὀδυσσέως, ὑποδεικνύντες καὶ τὴν ὑπ' αὐτοῦ διωκομένην ἤτοι ποθουμένην γυναῖκα. καὶ φιλοσοφίαν εἶναι ὑπονοοῦντες ἐξ ἐκείνου, καὶ αὐτήν. τοὺς δέ γε μνηστῆρας, ἐραστὰς φιλοσοφίας νοοῦσιν. οἳ πολλοὶ μὲν αὐτὴν μνῶνται, καὶ περὶ τὴν αὐτῆς κτῆσιν πονοῦνται. παρεμφερὲς δέ τι τῷ φιλοσόφῳ μὴ ἔχοντες Ὀδυσσεῖ μὴ δὲ τὸ ἐπαγωγὸν κατ' ἐκεῖνον πλουτοῦντες, αὐτῆς μὲν ἐκπίπτουσιν, ἄλλης δὲ συνουσίας γίνονται, ταῖς θεραπαινίσι πλησιάζοντες, ὅ ἐστι ταῖς λοιπαῖς τῶν τεχνῶν συγγινόμενοι, ὧν τέχνη ἐστὶν ἡ φιλοσοφία καὶ ὡς δέσποινα ὑπερκάθηται. καὶ αὐτοὶ μὲν, οὕτω ταῖς ὑποδεεστέραις ὁμιλοῦσι τέχναις. ἡ δὲ καλλίστη καὶ ἀρχιτέκτων, τῷ Ὀδυσσεῖ τεταμίευται μόνῳ, τῷ ὄντως φιλοσόφῳ. καὶ οὕτω μέχρι τούτου τὴν ἱστορίαν ἀναγαγόντες οἱ παλαιοὶ, τὸ ἐντεῦθεν καταβαίνουσι. καὶ μνηστηροφονίαν, καὶ Τηλεμάχου καὶ Εὐμαίου εὔνοιαν, καὶ θεραπαινίδων θάνατον, καὶ εἴ τι τοιοῦτον, ψιλῇ ἀφιᾶσι τῇ ἱστορίᾳ. οὐχ' ὅτι οὐ δύνανταί τι λαλεῖν καὶ ἐν τούτοις, ἀλλ' ὅτι περιττὸν ἡγοῦνται τοιούτοις ἐναδολεσχεῖν. (ῃερς. 106.) Ὅτι τὸ ἀγήνωρ, οὐ μόνον ἐπὶ ψόγου λαμβάνεται ὅτε καὶ δηλοῖ τὸν θρασὺν καὶ ὑβριστὴν, ἀλλὰ καὶ ἐπὶ ἐπαίνου. ὁπηνίκα τὸν ἀνδρεῖον δηλοῖ, ὡς πολλαχοῦ τῆς Ἰλιάδος εὕρηται. γίνεται δὲ ἀμφότερα ἐκ τοῦ ἄγαν καὶ τοῦ ἠνορέη, τουτέστιν ἀνδρία. διττὸν γὰρ τὸ ἄγαν. τὸ μὲν, καθ' ὑπερβολὴν ὅπερ καὶ ψέγεται. διὸ καὶ παρήγγελται τὸ, μηδὲν ἄγαν. καὶ ἐκ τοῦ τοιούτου ἄγαν, γίνεται ἀγήνωρ ὁ θρασύς. τὸ δὲ, κατὰ μεσότητά ἐστιν ἄγαν, καὶ ἐπαινετόν. ἔστι γάρ ποτε καὶ τῷ λίαν κατὰ τὴν τραγῳδίαν χρᾶσθαι καλῶς. καθ' ὃ σημαινόμενον, λέγομέν τινα ὑπερλίαν σοφόν. καὶ ἐκ τούτου τοῦ ἄγαν, ἀγήνωρ ὁ ἀνδρεῖος, λέγεται. Καὶ ἄλλως δὲ ἀγήνωρ ὁ ἀνδρεῖος, ἀπὸ τοῦ ἄγειν ἄνδρας ἤτοι ἄρχειν ἀνδρῶν. ὥσπερ καὶ λοχαγὸς καὶ στρατηγὸς, ὁ ἄγων λόχον καὶ στρατόν. ἢ καὶ ἀπὸ τοῦ ἄγειν ἄνδρας ἤτοι ληΐζεσθαι. δηλοῖ γὰρ καὶ τοιοῦτόν τι τὸ ἄγειν. οἷον, τὰ μὲν ἦγε, τὰ δὲ ἔφερε παρὰ Ἡροδότῳ. ἐν δὲ τῇ Ἰλιάδι, καὶ κύριον ἦν ὄνομα ὁ Ἀγήνωρ. ἐν ᾗ καὶ Μέντης ἕτερος παρὰ τὸν ἐνταῦθα ἱστόρηται. δῆλον δ' ὅτι καὶ ὑπερήνωρ δύναται ὁ ἀγήνωρ λεχθῆναι. καὶ αὐτὸ, κατ' ἄμφω τὰς ῥηθείσας ἐννοίας, τήν τε ἐπαινετὴν καὶ τὴν ψεκτήν. ὡς δηλοῖ τὸ, κακῶς ὑπερηνορέοντες. διαστελλόμενον πρὸς τοὺς ὡς εἰκός ποτε καὶ εὐλόγως ὑπερηνορέοντας. (ῃερς. 107.) Ὅτι μνηστήρων ἔργον ὅτε μὴ περὶ τραπέζας εἶχον, τοῖς πάντῃ ἀναγκαίως μετ' ὀλίγα εἰρησομένοις περί που τὸ τέλος τῆς δε τῆς ῥαψῳδίας πεσσοῖς, προπάροιθε θυράων θυμὸν τέρπειν. ἔστι δὲ ὅτε, καὶ ἐν τυκτῷ δαπέδῳ γυμνάζεσθαι, ὡς ἐν τοῖς ἑξῆς ὁ ποιητὴς ἐρεῖ. πεττεύουσι δὲ ταυτόν δ' εἰπεῖν κατὰ τὸν μεταβολέα ῥήτορα, διακυβεύονται προπάροιθε τῶν θυρῶν, διὰ δειλίαν. ἵνα μὴ λάθῃ ἐξοδός τις ἢ εἴσοδος μελετωμένη τυχὸν ἐπὶ βλάβῃ αὐτῶν. ὁ δὲ πεσσὸς, παρὰ τὸ πεσεῖν ἐτυμολογεῖται, κατὰ διπλασμὸν τοῦ ˉσ. πεσεῖν δὲ καὶ συμπεσεῖν λέγεται, τὸ κατὰ τύχην συμβῆναί τι. ἐξ οὗ καὶ περιπέτεια, τὸ τυχηρὸν σύμβαμα. ὅτι δὲ ὁ πεσσὸς τύχης ἐστὶν ἄθυρμα καὶ αὐτῇ ἀνάκειται, ἴσασιν οἱ κατακυβευόμενοι. Ἰστέον δὲ ὅτι φανερὰ διαφορά ἐστι κύβων καὶ πεσσῶν παρὰ τοῖς παλαιοῖς. κύβοι μὲν γὰρ, οἱ καταῤῥιπτόμενοι ἑξάπλευροι βόλοι, καὶ οἱονεὶ κατακυβιστῶντες ἐν τῷ βάλλεσθαι. ἐξ ὧν καὶ τὸ κυβικὸν παρωνόμασται σχῆμα. ὁ δὲ πεσσὸς, ἑτεροῖόν τι ἐστίν. Ἡρόδοτος οὖν φανερῶς διαφέρειν δηλοῖ κύβον καὶ πεσσὸν, ἐν οἷς λέγει ὅτι Λυδοὶ τοὺς κύβους εὗρον. καὶ τοὺς ἀστραγάλους. καὶ τὴν σφαῖραν. καὶ ἄλλα παίγνια. πλὴν πεσσῶν. Ἰστέον δὲ καὶ ὡς ποτὲ μὲν, ἐκ μέρους, κύβος ἡ ὅλη διάθεσις τῆς πεδιᾶς. 1. 28 ποτὲ δὲ, πεσσός. καὶ ὅτι, βόλια κυβιστῶν τοὺς πεσσοὺς φασὶν οἱ παλαιοί. καὶ ὅτι καὶ πεσσὰ οὐδετέρως οἱ πεσσοί. καὶ ὅτι πεσσὰ, ὁμωνύμως καὶ ἡ γραμμὴ καὶ ἡ ψῆφος. οἷον. καὶ πεσσὰ πεντάγραμμα. καὶ ὅτι πέντε ἦσαν οἷς ἐχρῶντο. καὶ ὅτι ἐπὶ πέντε γραμμαῖς τὰς ψήφους ἐτίθουν. ὧν ἡ μέση, ἱερὰ ἐκαλεῖτο. καὶ ὅτι διὰ τὰς πέντε ταύτας, καὶ πεττεία ἐδόκει κληθῆναι ὡς οἱονεὶ πεντεία τις οὖσα. καὶ ὅτι Παλαμήδης εὑρεῖν αὐτὴν λέγεται. οὗ παρώνυμον τὸ Παλαμήδειον ἀβάκιον. καὶ ὅτι πεσσὸς καὶ πεττὸς, ὁ πίπτων φασὶν ἐν τῷ βάλλεσθαι, ὡς ἐκ τοῦ πέτειν τὸ πίπτειν. καὶ ὅτι πεττεύειν, τὸ ταυλίζειν φασὶ καὶ μετατιθέναι καὶ παίζειν. καὶ ὅτι κύβος, πᾶσα ψῆφος τετράγωνος. καὶ ὅτι λέγοντος Ἡροδότου, ἐπὶ Ἄτυος εὑρεθῆναι διὰ λιμὸν τὰς παιδιὰς, οὐκ ἐξ ἀνάγκης καὶ πεττοὶ συννοοῦνται, οὓς ὁ Παλαμήδης εὗρε. καὶ ὅτι δοκεῖ τὸ κυβεύειν καὶ πεττεύειν, καὶ ἀστραγαλίζειν λέγεσθαι. ὡς ὑπεμφαίνεται ἀπὸ τοῦ, ἀστραγαλίζουσιν ἐν τῇ κατὰ τὴν Ὀδύσσειαν πολιτείᾳ καὶ ὀρχοῦνται καὶ σφαιρίζουσι. καὶ ὅτι συντελεῖ πρὸς τὸ ῥηθὲν, τὸ, ἀστράγαλος, τρία σημαίνει. τὸν ἐν σφυρῷ καὶ τὸν σπόνδυλον ἁπλῶς. καὶ τὸν παιστικὸν ἢ πεσσικὸν βόλον τὸ τοῦ Ἀπίωνος. Καὶ ὅτι κύβος, ὁ κύκλωθεν βάσιν ἔχων. ἢ ὁ κατεστραμμένος. ἐκ τοῦ κυβῶ κυβήσω τὸ καταστρέφω. ὅθεν καὶ κύβιτον. τὸ ὄγκωμα Ῥωμαϊστί. καὶ κυβιστᾶν, τὸ ἐπὶ κεφαλὴν πίπτειν. τῆς δὲ λέξεως τῶν πεσσῶν ἡ ἐν δυσὶ σίγμα γραφὴ, ζητητέα εἰ φυλάσσεται καὶ ἐν τοῖς παρὰ Ἀρχιγένει πεσοῖς. φάρμακα δέ εἰσιν ἰατρικά φασιν ἐκεῖνα, οὐ γνωστὰ εἰ ἐν δυσὶ ˉςˉσ γράφεται. ὁ δὲ τὰ περὶ Ἑλληνικῆς παιδιᾶς γράψας, διαφορὰν καὶ αὐτὸς εἰδὼς κύβων καὶ πεσσῶν, καὶ παλαιοτάτην εἰπὼν τὴν κυβευτικὴν παιδιὰν, παράγει Σοφοκλέους μὲν ἐκ Παλαμήδους ὁμωνύμου τῷ ἥρωϊ δράματος τὸ, ἐκεῖνος ἐφεῦρε πεσσοὺς κύβους τε τερπνὸν ἀργίας ἄκος. Καὶ Εὐφορίωνος τὸ, πεσσὰ ναυπλιάδαο. λέγει δὲ καὶ ἐν μὲν Ἰλίῳ δείκνυσθαι λίθον ἐφ' οὗ ἐπέσσευον οἱ Ἀχαιοί. ἐν δὲ Ἄργει, τὸν λεγόμενον Παλαμήδους πεσσόν. Καὶ ὅτι Πλάτων τὴν τῶν πεσσῶν εὕρεσιν Αἰγυπτίοις ἀνατίθησιν ἐν Φαίδρῳ. λέγων, αὐτοὺς πρῶτον, ἀριθμὸν καὶ λογισμὸν εὑρεῖν καὶ γεωμετρίαν καὶ ἀστρονομίαν. ἔτι δὲ, πεττείαν τε καὶ κυβείαν. καὶ δὴ γράμματα. καὶ ὅτι οἱ τοῦ Πλάτωνος ὑπομνηματισταὶ, οὐ τὴν παρ' Ἕλλησι πεττείαν σημανθῆναι φασὶ ὑπὸ Πλάτωνος, ἀλλὰ τὴν τοῦ λεγομένου πεττευτηρίου. καταγράφεσθαι γάρ τι πλινθίον ὥσπερ ἐν τῇ πεττευτικῇ παιδιῇ δι' οὗ τὰ κινήματα τοῦ ἡλίου καὶ τῆς σελήνης ἔτι δὲ καὶ τὰ ἐλλειπτικὰ, πραγματεύονται οἱ Αἰγύπτιοι. καὶ ὅτι ἐχρῶντο οἱ παλαιοὶ τρισὶ κύβοις. καὶ οὐχ' ὥσπερ οἱ νῦν, δυσί. ὅθεν καὶ παροιμία ἐπὶ τῶν μηδὲν διὰ μέσου κινδυνευόντων, τὸ, ἢ τρὶς ἓξ ἢ τρεῖς κύβους. ἀπὸ τοῦ μεγίστου καὶ ἐλαχίστου ἀριθμοῦ ἧς μέμνηται Πλάτων ἐν νόμοις. εἰπών. ἢ τρεῖς κύβους βάλλοντες. τουτέστι τρεῖς μονάδας. κύβον γάρ φασι, διχῶς ἔλεγον. αὐτό τε τὸ ἀναῤῥιπτούμενον, ὅθεν παροιμία τραγικὴ τὸ, ἀεὶ γὰρ εὖ πίπτουσιν οἱ Διὸς κύβοι, καὶ τὴν ἐν αὐτῷ μονάδα. ὅθεν λυθείη ἄν φησι καὶ τὸ ζητούμενον ἐν τῷ παρὰ Ἀριστοφάνους κωμῳδουμένῳ στίχῳ. βέβληκ' Ἀχιλλεὺς δύο κύβω καὶ τέτταρα, καὶ ἑξῆς. λέγει γὰρ, δύο μονάδας καὶ τέτταρα. ἔκειτο δ' ὁ στίχος ἐν τῷ Εὐριπίδου Τηλέφῳ σὺν ἄλλοις ἰαμβικοῖς, ἔνθα κυβεύοντας τοὺς ἥρωας εἰσήγαγε. περιηρέθη δέ φησιν ὅλον ἐκεῖνο τὸ ἐπεισόδιον, χλευασθέντος ἐπ' αὐτῷ τοῦ ποιήματος. λέγει δὲ ὁ ταῦτα παραδιδοὺς, καὶ ὡς οἱ τῇ παιδιᾷ ταύτῃ χρώμενοι, ἀπὸ τῶν ἐν τοῖς κύβοις τρημάτων, τρηματίται ἐλέγοντο. παράγων καὶ χρῆσιν Σώφρονος τὸ, δειπνήσας ὠστίζεται τοῖς τρηματιζόντεσσι. καὶ ὅτι ἐσπουδάζετο ἡ κυβεία, οὐ μόνον παρὰ Σικελοῖς ἀλλὰ καὶ Ἀθηναίοις. οἳ καὶ ἐν ἱεροῖς ἀθροιζόμενοι, ἐκύβευον. καὶ μάλιστα ἐν τῷ τῆς σκιράδος Ἀθηνᾶς τῷ ἐπὶ σκίρῳ. ἀφ' οὗ καὶ τὰ ἄλλα κυβευτήρια, σκιράφεια ὠνομάζετο. ἐξ ὧν καὶ πάντα τὰ πανουργήματα διὰ τὴν ἐν σκιραφείοις ῥᾳδιουργίαν, σκίραφοι ἐκαλοῦντο. Ἱππώναξ. τί με σκιράφοις ἀτιτάλλεις; πεποίηνται δέ φησι καὶ προστάται τοῦ οὕτω παίζειν, Ἑρμῆς καὶ Πάν. καθὰ τῆς μουσικῆς, Ἀπόλλων καὶ Μοῦσαι. τοὺς δὲ πεσσοὺς λέγει, ψήφους εἶναι πέντε. αἷς ἐπὶ πέντε γραμμῶν ἔπαιζον ἑκατέρωθεν, ἵνα ἕκαστος τῶν πεττευόντων ἔχῃ τὰς καθ' ἑαυτόν. Σοφοκλῆς. καὶ πεσσὰ πεντάγραμμα καὶ κύβων βολαί. παρετείνετο δέ φησι δι' αὐτῶν, καὶ μέση γραμμή. ἣν ἱερὰν ὠνόμαζον ὡς ἀνωτέρω δηλοῦται, ἐπεὶ ὁ νικώμενος, ἐπ' ἐσχάτην αὐτὴν ἵεται. ὅθεν καὶ παροιμία, κινεῖν τὸν ἀφ' ἱερᾶς, λίθον δηλαδὴ, ἐπὶ τῶν ἀπεγνωσμένων καὶ ἐσχάτης βοηθείας δεομένων. Σώφρων. κινήσω δ' ἤδη καὶ τὸν ἀφ' ἱερᾶς. Ἀλκαῖος δέ φησιν ἐκ πλήρους, νῦν δ' οὗτος ἐπικρέκει κινήσας τὸν πείρας πυκινὸν λίθον. τοιοῦτον δὲ καὶ παρὰ Θεοκρίτῳ τὸ, τὸν ἀπὸ γραμμᾶς κινήσω λίθον. Διοδώρου 1. 29 δέ φησι τοῦ Μεγαρικοῦ ἐνάγοντος τὸν τοιοῦτον λίθον εἰς ὁμοιότητα τῆς τῶν ἄστρων χορείας, Κλέαρχος τοῖς πέντε φησὶ πλάνησιν ἀναλογεῖν. λέγει δὲ καὶ τοὺς ἀστραγάλους οἳ καὶ ἄστριες καὶ ἄστριχοι λέγονταί φησι, πτώσεις ἕκαστον ἔχειν τέσσαρας κατ' ἀντίθετον συγκειμένας ὁμοίως κύβῳ. ἔχουσι δέ φησιν ἀντικείμενα, μονάδα καὶ ἑξάδα, εἶτα τριάδα καὶ τετράδα. ἡ γὰρ δυάς φασι καὶ πεντὰς ἐπὶ κύβων μόνον παραλαμβάνονται ὡς ἐχόντων ἐπιφανείας ἕξ. καὶ ὅτι τῶν κατὰ τοὺς ἀστραγάλους πτώσεων, αἱ μὲν, θεῶν εἰσιν ἐπώνυμοι. αἱ δὲ, ἡρώων. αἱ δὲ, βασιλέων. αἱ δὲ, ἐνδόξων ἀνδρῶν. αἱ δὲ, ἑταιρίδων. λέγεται δέ τις ἐν αὐταῖς φησι καὶ Στησίχορος. καὶ ἑτέρα, Εὐριπίδης. ἔτι λέγει ἐκεῖνος ὁ τὰ περὶ τῆς καθ' Ἕλληνας παιδιᾶς γράψας, καὶ ὅτι τῶν κατὰ τοὺς ἀστραγάλους βόλων, ὁ μὲν τὰ ἓξ δυνάμενος, Κῷος καὶ ἑξίτης ἐλέγετο. ὁ δὲ τὰ ἓν, Χῖος. ἔτι δὲ, καὶ κύων. ὅθεν καί τις παροιμία, Χῖος παραστὰς Κῷον οὐκ ἐάσω. ἧς μέμνηται φησι Στράττις ἐν τῷ, Χῖος παραστὰς, Κῷον οὐκ ἐᾷ λέγειν. Ἔνθα ἐνθυμητέον καὶ τὸ τοῦ κωμικοῦ. πέπτωκεν ἔξω τῶν κακῶν, οὐ Χῖος ἀλλὰ Κεῖος. καὶ νοητέον ὡς ἢ ἔσφαλται ἡ γραφὴ τοῦ Κεῖος, ἢ ἀλλὰ παρῴδηται ὑπὸ τοῦ κωμικοῦ. περὶ δὲ τοῦ εἰρημένου κυνὸς, κἀκεῖνο λέγει αὐτὸς γραφὲν καὶ ἀλλαχοῦ, ὅτι εἶδός τι κυβείας, καὶ πόλις. ἐν ᾗ ψήφων πολλῶν ἐν διαγεγραμμέναις τισὶ χώραις κειμένων, ἐγίνετο ἀνταναίρεσις. καὶ ἐκαλοῦντο αἱ μὲν γραμμικαὶ χῶραι, πόλεις ἀστειότερον. αἱ δὲ ἀντεπιβουλεύουσαι ἀλλήλαις ψῆφοι, κύνες διὰ τὸ δῆθεν ἀναιδές. Ὅτι δὲ καί τις βόλος ἀστραγαλιστικὸς, κύων ἐκαλεῖτο, προδεδήλωται. Ἔτι ἰστέον καὶ ὅτι κατὰ τὴν τοῦ δειπνοσοφιστοῦ ἱστορίαν, Ῥόδιοί τινες εἰς τοῦτο προέβησαν ἀσελγείας, ὡς καὶ κυβεύειν πρὸς ἀλλήλους περὶ γυναικῶν ἐλευθέρων ἀστραγάλοις, ἐλάττω ἢ πλείω βάλλοντες. ἐπιφανέστατα δέ φησι ταῦτ' ἔπαιζε σὺν ἄλλοις, καὶ Ἡγησίλοχος ὁ προστατεῖν τῆς πόλεως ἀξιῶν. εἰς δὲ τὸ προσεχῶς εἰρημένον ἀβάκιον, σημείωσαι ὡς ὑποκοριστικόν ἐστιν αὐτὸ τοῦ ἄβακος. ὅ ἐστι σανὶς, καὶ φιλοσόφοις μὲν χρήσιμος εἰς διαγράμματα. καὶ πεττευτικὴ δέ. ἡ καὶ σηλία καὶ τηλία ὡς ἐν τοῖς τοῦ κωμικοῦ δηλοῦται καλουμένη παρὰ τὸ σήθειν, καθὰ δηλοῖ τὸ, κυβεύων, εἶτα ὦσεν ὑπὸ τὴν κλίνην τὸν ἄβακα ὡς γράφει Ἀθήναιος. ἐτυμολογίαν δὲ τοιούτου ἄβακος ὃς καὶ κοινολεκτεῖται, ἐν τῷ μεγάλῳ ἔστιν εὑρεῖν ἐτυμολογικῷ. (ῃερς. 108.) Ὅτι οὕτω βίαιοι οἱ μνηστῆρες, ὥστε οὐ μόνον κτείνοντες τοὺς τοῦ Ὀδυσσέως βόας ἀπεχρῶντο τῇ ἐκεῖθεν τροφῇ, ἀλλ' οὐδὲ τῶν βυρσῶν παρεχώρουν τοῖς ὑπηρέταις. φησὶ γοῦν ὅτι ἐπέττευον, ἥμενοι ἐν ῥινοῖσι βοῶν οὓς ἔκτανον αὐτοί. Σημείωσαι δὲ ὅτι ἔχει τι σκώμματος οὗτος ὁ λόγος. ὥσπερ γὰρ Ἡρακλέος ἐγκώμιον τὸ λέοντος ἔχειν δορὰν ὃν ἔκτανεν αὐτὸς, οὕτω ψόγος τῆς τῶν μνηστήρων τρυφῆς ἡ τῶν ῥινῶν τῶν βοῶν χρῆσις οὓς ἔκτανον αὐτοί. (ῃερς. 109.) Ὅτι ἐνδοξότεροι θεραπόντων, οἱ κήρυκες. βασιλικοὶ μὲν γὰρ ἄνδρες καὶ θεῖον γένος οἱ κήρυκες. οἱ δὲ θεράποντες, ἁπλῶς ὑπηρέται εἰσὶ φίλοι, οὐ μὴν κατὰ τοὺς δούλους. οἱ μέντοι γλωσσογράφοι, τοὺς Κρῆτας φασὶ, θεράποντα τὸν ὁπλοφόρον δοῦλον καλεῖν. Ἰστέον δὲ καὶ ὅτι κήρυκα μὲν ὀτρηρὸν οὐ λέγει ὁ ποιητὴς, θεράποντα δὲ πολλαχοῦ καλεῖ ὀτρηρὸν, παρὰ τὸ τρῶ τὸ δειλιῶ, ἢ παρὰ τὸ ὀτρύνω. (ῃερς. 110.) Ὅτι ἐκφράζων ὁ ποιητὴς ἐπιμέλειαν συμποσίου, φησί. κήρυκες δ' αὐτοῖσι καὶ ὀτρηροὶ θεράποντες, οἱ μὲν, οἶνον ἔμισγον ἐνὶ κρητῆρσι καὶ ὕδωρ. οἱ δὲ, σπόγγοισι πολυτρήτοισι τραπέζας νίζον καὶ προτίθεντο, ἰδὲ κρέα πολλὰ δατεῦντο. τουτέστι δατέοντο. ἐμέριζον. ἀφ' οὗ ὁ δαιτρός. Καὶ ὅρα εὐτέλειαν συμποσίου καὶ ταῦτα τῶν σπαταλώντων μνηστήρων. τὰ γὰρ καίρια μόνα προτίθενται καὶ οὐδέν τι τῶν περιέργων τῷ συμποσίῳ παρεισκρίνουσι, τοῖς ἀναγκαίοις ἀρκούμενοι. διὸ οὐδὲ ἀκρατοποτεῖν δοκοῦσιν, ὡς οἱ κρητῆρες δηλοῦσιν, οἷς τοὔνομα, ἐκ τοῦ κερᾶν ὁπωσοῦν. διάφορα γὰρ εἴδη κράσεων καὶ Ὅμηρος ἐγίνωσκεν. ὅθεν καὶ τὸν Ἀχιλλέα ἐποίησεν εἰπόντα τὸ, ζωρότερον δὲ κέραιε ἢ κέραιρε. οὐκ ἂν πάντως διαστείλαντα εἰ μή τις ἦν καθημερινὴ κρᾶσις ὥς φησιν Ἀθήναιος. ὅτι δὲ ὕστερον οὕτως ὁ ἄκρατος ἐφιλήθη, ὡς καὶ ἀγῶνα τελεῖσθαι ἀκρατοποσίας, καὶ ἔπαθλον δὲ τῷ πλεῖστον πίοντι, δηλοῦσιν αἱ ἱστορίαι τῶν παλαιῶν. αἷς ἐνίσχεται καὶ ὁ μέγας Ἀλέξανδρος, ἀθλοθέτης ἀγώνων τοιούτων προκαθήμενος. λέγεται δὲ καὶ Κλεομένης ὁ Λακεδαιμονίων βασιλεὺς Σκύθαις ὁμιλήσας καὶ ἀκρατοπότης γενόμενος ὡς Ἡρόδοτος ἱστορεῖ, μανῆναι ἐκ μέθης. ἐκ δὲ τοῦ τοιούτου σκυθικοῦ κακοῦ, τὸ ἀκρατέστερον πίνειν, ἐπισκυθίζειν φασὶν οἱ Λάκωνες. εἴη δὲ ἂν τὸ τοιοῦτον πίνειν, ἀχρειοῦν τὴν ἐκ τοῦ οἴνου ὄνησιν, ἀφ' ἧς ἐτυμολογεῖσθαι ὁ οἶνος δοκεῖ. ὃν ὁ ὑπὲρ μέτρον ἐκπιὼν, ἄλλοις τὲ καλεῖται ὀνόμασιν οὐκ ἀγαθοῖς, καὶ ἔξοινος δὲ λέγεται. ὃ, ταυτόν 1. 30 ἐστι τῷ, λίαν οἰνωθείς. οὗ θηλυκὸν, ἡ ἐξοινία παρὰ τῷ Ἀθηναίῳ. οἷον. οἱ περὶ Πλάτωνα καὶ Σπεύσιππον, οὐ χάριν ἐξοινίας τὰς συνόδους ἐποιοῦντο. ἀλλ' ἵνα φαίνωνται καὶ τὸ θεῖον τιμῶντες, καὶ φιλικῶς ἀλλήλοις συμπεριφερόμενοι. εἰ δὲ ἔξοινος λέγεται ὡς τὰ πολλὰ ὁ ἀπηλλαγμένος μέθης, ἔχει καὶ αὐτὸ εὐλογίαν διὰ τὴν ˉεˉκ πρόθεσιν. δηλοῦσαν ποτὲ μὲν, τὸ ἔξω. ὅθεν ὁ νηφάλιος ἔξοινος. ποτὲ δὲ, ἐπίτασιν. ἣν πάσχει ὁ οἴνου ἔμφορτος ἔξοινος. (ῃερς. 111.) Τὸ δὲ ἔμισγον ἐν κρατῆρσιν οἶνον καὶ ὕδωρ, ἀφορμή ἐστι τῆς τοῦ κρατῆρος ἐτυμολογίας. ὡς οὕτω καλουμένου, διὰ τὸ ἐν αὐτῷ τὰ τοιαῦτα συγκερᾶσθαι ἤτοι μίσγεσθαι. ὠνοματοπεποίηται δὲ τὸ μίσγειν. ἐξ οὗ καὶ ἡ ἐν Ἰλιάδι μισγάγκεια. Γοργὸν δὲ σχῆμα τὸ, κήρυκες καὶ θεράποντες οἱ μὲν, ἐποίουν τόδε, οἱ δὲ, τόδε. Ὅρα δὲ τὸ πολύτρητον οἰκειότατον ὂν σπόγγοις ὥσπερ δικτύοις τὸ πολυωπόν. ὅτι δὲ τράπεζα κυρίως, οὐχὶ ἡ ἐπὶ τριῶν ἱσταμένη, ἀλλ' ὡς γράφει Ἀθήναιος ἡ κατὰ τεσσάρων, δηλοῖ καὶ τὸ τῆς λέξεως ἔτυμον. τετράπεζα γὰρ, καὶ συγκοπῇ δι' εὐφωνίαν, τράπεζα. ὥσπερ καὶ τετράδραχμον τέτραχμον κατὰ τοὺς παλαιούς. καὶ φύσησις, φύσις διὰ τὸ ζωτικῷ πνεύματι διαφυσᾶσθαι τὰ ζῶντα. εἰς δὲ τὴν τρίποδα, πέπαικταί τι τοῖς πάλαι. Ἀριστοφάνους γοῦν φαμένου τράπεζαν ἡμῖν φέρε τρεῖς πόδας ἔχουσαν τέτταρας δὲ μὴ ἐχέτω, λέγει ὁ ἐπιταχθεὶς, καὶ πόθεν ἐγὼ τρίπουν τράπεζαν λήψομαι; λέγει δέ φασι καὶ Ἐπίχαρμος, οὕτω. τί δὲ ταδ' ἐστί; δηλαδὴ τρίπους. τί μὰν ἔχει πόδας τέτταρας; οὐκ ἔστι τρίπους ἀλλ' οἶμαι τετράπους, ἔστι δ' ὄνομ' αὐτῇ τρίπους. Κρατῖνος δέ φασι, τρισκελῆ λέγει τὴν τρίπουν. εἰπών. τράπεζαι τρισκελεῖς σφενδάμνιναι. Ἐν τούτοις δὲ ὅρα τὸ τέττορας Δωρικῶς λεχθὲν, οὗ εὐθεῖα κεῖται παρ' Ἡσιόδῳ. καὶ τὸ σφενδάμνιναι. οὗ ἀρσενικὸν, παρὰ τῷ κωμικῷ ἐν τῷ, ἄνδρες μαραθωνομάχοι σφενδάμνινοι. τουτέστι, στερεοὶ κατὰ τὸ ἐκ τῆς σφενδάμνου ξύλον. (ῃερς. 114.) Ὅτι τὸ τετιημένος ἦτορ ἤγουν τετιμωρημένος, λέξις ἐστὶ ποιητικὴ, ἀπὸ ἀῤῥήτου ἐνεστῶτος τοῦ τιῶ τιήσω. τοιοῦτον δὲ καὶ τὸ βεβιημένος. καὶ τὸ λελιημένος ἀντὶ τοῦ ἐπιθυμῶν. Τετιημένος δὲ ἦτορ, ὁ κατὰ ψυχὴν πάσχων. πρὸς διαστολὴν τοῦ κατὰ σῶμα. Ὅτι ἁπλῶς μὲν ὀσσόμενος, ὁ βλέπων, ὀσσόμενος δὲ φρεσὶν ὁ φανταζόμενος τὸ μὴ παρὸν, καὶ κατὰ νοῦν αὐτὸ βλέπων καὶ ἀνειδωλοποιούμενος. ὡς ὁ Τηλέμαχος κάθηται ὀσσόμενος φρεσὶ πατέρα ἐσθλὸν, ἤγουν ὀνειροπολῶν ὡς ὁ παραφραστὴς Δημοσθένης ἡρμήνευσε. καὶ τοῦτο ἦν ἡ εἰς αὐτὸν οὐρανόθεν ἔλευσις τῆς Ἀθηνᾶς. ἐνθουσιάσας γὰρ οἷον, καὶ εἰς προθυμίαν ἔννουν ἀναβακχευθεὶς, ποιήσει τὰ ἐφεξῆς δηλωθησόμενα. Ἰστέον δὲ ὅτι καὶ μαντικὴ λέξις ἔστιν ὅτε τὸ ὄσσεσθαι, ὡς ἐν τῷ κάκ' ὀσσόμενος εἶπον τινές. μάλιστα δὲ τοιαύτη λέξις, τὸ ὀττεύεσθαι. ἐπεὶ καὶ ὄσσα καὶ ὄττα, οἰωνοσκοπία φασὶν ἢ κληδών. Αἰολικῶς δὲ κατὰ Ἡρακλείδην ἔχει τὸ ὄσσεσθαι. τὰ γὰρ εἰς πτˉω φησὶ βαρύτονα, οἱ Αἰολεῖς εἰς δύο σίγμα μετατιθέασιν. οἷον. πέπτω πέσσω. ὡς καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα ἐῤῥέθη. ὄπτω ὄσσω. ἐνταῦθα δὲ σημείωσαι ὡς εἰ καὶ ἐκ τοῦ ὄπτω γίνεται τὸ ὄσσω, ἀλλ' οὐχὶ καὶ ἐκ τοῦ κατοπτεύω κατοσσεύω φασὶν οἱ Αἰολεῖς. ὅμοιον δὲ τοῖς ῥηθεῖσι, καὶ τὸ ἐνίπτω ἐνίσσω. καὶ τὸ βλέπω ἐξ οὗ φησι τὸ ἀβλεπτῶ, βλέσσω. ᾧ παρενείροντές φησιν ἰδίῳ ἔθει τὸ ˉυ, παρέσει τοῦ βῆτα, λεύσω φασίν. ἴσως δὲ, καὶ τὸ λίσσω, ἐκ τοῦ λίπτω ἤγουν ἐπιθυμῶ γέγονεν. ἐπιθυμεῖ γάρ πως καὶ ὁ λισσόμενος περί τινος. (ῃερς. 116.) Ὅτι Τηλέμαχος μὲν σμικρολογεῖται περὶ τὰς ἐπὶ τῷ πατρὶ ἐλπίδας οἷα μὴ πεπειραμένος τῶν κατ' ἐκεῖνον. σκέδασις γὰρ μνηστήρων δι' ἐκείνου φαντάζεται, ὡς μέγα καὶ τοῦτο τυγχάνον εἰ ἀνυσθείη. ὁ δὲ, ἐπανελθὼν, οὐ σκεδάσει ἀλλὰ πάντας ἀνελεῖ. Σημείωσαι δὲ ὅτι νῦν μὲν, φαίνεται σκεδῶ καὶ σκεδάζω εἶναι ἀφ' οὗ ἡ σκέδασις. ἑτέρωθι δὲ, κεδῶ δίχα τοῦ σίγμα. ὅθεν παράγωγον τὸ κεδαίω. οὕτω δὲ καὶ σκίδναται καὶ κίδναται. (ῃερς. 1.) Ὅτι ἐφίστασθαι θύραις, τὸ ἁπλῶς ἐπὶ ταῖς θύραις ἑστάναι. λέγεται δὲ πολλάκις καὶ ἐπὶ τῶν ἐπαιτούντων ἡ λέξις. ὅθεν καὶ ἐπιστάτης ὁ ἱκέτης. ἢ προσαίτης. ὡς τὸ, οὐ σύγ' ἂν ἐξ οἴκου σῷ ἐπιστάτῃ οὐδ' ἅλα δοίης. λέγεται δὲ τὸ ἐφίστασθαι καὶ ἐπὶ τοῦ προΐστασθαι. ἐξ οὗ καὶ τὸ, ἔργοις ἐπιστατεῖν. καὶ παρὰ Σοφοκλεῖ, ποίμναις ὀρείαις ἐπεστάτουν. (ῃερς. 121.) Ὅτι τὸ τῆς δεξιᾶς χειρὸς ἅπτεσθαι ὅπερ καὶ νῦν πολλοῖς τῶν ἐθνῶν ἐπιχωριάζει, δεῖγμα φιλοφροσύνης ἦν ἀσφαλέστατον. ὅθεν καὶ δεξιοὶ λέγονται οἱ ἀγαθοί. καὶ δεξιοῦσθαι μέχρι νῦν, τὸ φιλοφρονεῖσθαι λέγεται. ἀμέλει ἐν τοῖς ἑξῆς τοῦ Ἀντινόου παιγνιωδῶς ἁψαμένου τῆς τοῦ Τηλεμάχου δεξιᾶς, ἐξέσπασε τὴν χεῖρα ὁ Τηλέμαχος μετὰ θυμοῦ, μὴ ἀνασχόμενος τὸ τίμιον παίζεσθαι. καὶ Ἀχιλλεὺς δὲ λαβὼν ἐπὶ καρπῷ χεῖρα Πριάμου δεξιτερὴν, οὐδέν τι κακὸν τὸν πολέμιον 1. 31 γέροντα διατίθεται. Νέστωρ δέ που σχετλιάζων, ἐν πυρὶ γενέσθαι τὰς βουλὰς εὔχεται καὶ τὰς δεξιὰς αἷς ἐπεποίθεισαν Ἕλληνες. ὡς μεγάλου κακοῦ γινομένου, ἐὰν αἱ δεξιαὶ παρορῶνται. λαιᾷ μέντοι χειρὶ, οὐκ ἐξῆν ἅπτεσθαι ἀλλήλων τοὺς φιλομένους. διότι ἐν κακῇ μοίρᾳ οἱ παλαιοὶ ἐτίθεντο τὰ μὴ δεξιά. ὅθεν καὶ τὰ φαῦλα συμπτώματα, λαιὰ καὶ ἐπαρίστερα ἔλεγον. καὶ ἀμφαρίστερον, τὸ ἀμφοτέρωθεν οὐκ αἴσιον. ἀπεναντίας τῷ ἀμφιδεξίῳ. ἄλλως δὲ ὅμως εὐφημότερον κατακιρνῶντες τὴν φαυλότητα τοῦ πράγματος χρηστότητι κλήσεως, ἀριστερά τε ἐκάλουν τὰ λαιὰ ἐκ τοῦ ἀρίστου παρονομάζοντες αὐτά. ὡσαύτως καὶ εὐώνυμα, διὰ τὸ ἀγαθοῦ τυχεῖν ὀνόματος. τοῦ ἀρίστου δηλαδὴ ἐξ οὗ παρονομάζεται τὸ ἀριστερόν. καὶ ἔστι τὸ σχῆμα, εὐφημισμός. ἀγαθῇ κλήσει περιστέλλων τὸ φαῦλον. ὥσπερ καὶ τὰς Ἐριννῦς, Εὐμενίδας διὰ τὸ εὔφημον κατωνόμαζον, καί τοι δυσμενεῖς οὔσας. Ἰστέον δὲ καὶ ὅτι διὰ τὸ τῆς δεξιᾶς καὶ τοῦ κατ' αὐτὴν δεξιώματος εὔφημον, καὶ διότι δεξιόθεν ὡς ἐπὶ πολὺ τοῖς ποδωτοῖς τῶν ζώων ἡ κίνησις, καὶ οἱ παλαιοὶ μετρικοὶ τὴν ἐν τοῖς ἔπεσι πρώτην χώραν ἤγουν τὸν πρῶτον πόδα, δεξιὰν χώραν ἔλεγον. καὶ ὅτι τῶν δεξιῶν χειρῶν ἡ συμβολὴ, ἔοικεν ἐξ Ἑλλήνων ἐπιχωριάσαι τοῖς Λατίνοις μετὰ καὶ ἄλλων μυρίων ἐθῶν. πολλοὶ γὰρ τῶν Ἑλλήνων οἱ μὲν ἑκόντες μετοικήσαντες εἴτουν ἀποικήσαντες, οἱ δὲ καὶ μετὰ τὴν τῆς Ἰλίου ἅλωσιν εἰς τὰ κατὰ τὴν Ἰταλίαν διεκπεσόντες χωρία, τήν τε ἅψιν τῶν δεξιῶν ὡς εἰκὸς διέδωκαν τοῖς ἐκεῖ, καὶ ἄλλων δὲ ἐθῶν Ἑλληνικῶν ἐκείνοις μετέδωκαν. ὧν Ὅμηρος μέμνηται ὁ Ἕλλην σοφός. ὁποῖόν τι καὶ ἡ τῆς διαίτης ἁπλότης καὶ τὸ προπίνειν ἀλλήλοις δεξιουμένους ἐκπώμασι. καὶ τὸ παγγύμνους νύκτωρ καθεύδειν. καὶ τὸ ὑπὸ γυναικῶν λούεσθαι. καὶ τὸ τὰς πολλὰς τῶν γυναικῶν, μὴ ἐθέλειν προφαίνειν τὰ πρόσωπα, ἄντα παρειάων καὶ αὐτὰς ἐχούσας λιπαρὰ κρήδεμνα. καὶ τὸ τοὺς ἄνδρας, χλαίνας ἀμπέχεσθαι τουτέστι μανδοειδῆ περιβλήματα ῥᾴω πρὸς ἀπέκδυσιν μᾶλλον δὲ πρὸς ἀπόθεσιν. διὸ φησί που ὅτι ἀπέθετο χλαῖναν φοινικόεσσαν. ὁμοίως τῷ, ἀπέθετο δὲ ξίφος ὀξὺ ὤμων. ὡσαύτως Ἑλληνικὸν καὶ τὸ, γονυπετοῦντας ἱκετεύειν εἴτε καὶ καθημένους. ὡς Ὀδυσσεὺς παρὰ Αἰόλῳ, ἐπὶ σταθμοῖς ἐπ' οὐδοῦ ἑζόμενος. καὶ τὸ τὸν εὐρυκρείοντα δὲ, μιᾶς τινὸς πόλεως ἄρχειν τοῖς ἄλλοις ἀφιέντα τὰς λοιπὰς, προφανῶς Ἑλληνικόν. ναὶ μὴν καὶ τὸ ἐν δημηγορίαις πάντων καθημένων τῶν συνειλεγμένων, ἕνα τινὰ δημηγορεῖν ἱστάμενον. καὶ τὸ τοῖς δεσπόταις συγκαθῆσθαι τοὺς θεράποντας. ἴσως δὲ καὶ τὸ τὰς κεφαλὰς ἀκατακαλύπτους ἔχειν. οὐδαμοῦ γοῦν ὁ ποιητὴς εὕρηται οὔτε πίλου ἀσκητοῦ μεμνημένος τοῦ καθ' Ἡσίοδον, οὔτε καυσίας. ἥτις κατὰ τὸν Παυσανίαν πῖλος ἦν πλατὺς, ὃν οἱ Μακεδονικοί φησι βασιλεῖς ἐφόρουν λευκὸν αὐτῷ διάδημα περιειλοῦντες. οὔτε ἄλλου περὶ τὴν κεφαλὴν καλύμματος. ἀλλὰ καὶ τὸν Ὀδυσσέα ἐν τοῖς ἑξῆς εἰς φαλάκρωσιν κωμῳδοῦσιν οἱ μνηστῆρες, ὡς ἐκκειμένης τῆς αὐτοῦ φαλάκρας εἰς θέαν διὰ τὸ τῆς κεφαλῆς δηλαδὴ ἀκατακάλυπτον. οὐ μόνον δὲ ἔθη Ἑλληνικὰ τοῖς ἐκεῖ ἐπεπόλασαν, ἀλλὰ καὶ λέξεις Ἑλληνικαὶ πολλαὶ καὶ μάλιστα Δώριοι ἐναπέμειναν. εἰ καὶ χρόνῳ ὕστερον ἀπηχρειώθησαν τὰ Ἑλληνικὰ ὀνόματα παράκοπα γεγονότα καὶ βάρβαρα. ὡς καὶ περὶ τούτου αὐτοῦ πραγματεῖαι ἀκριβεῖς τισὶ τῶν παλαιῶν ἐκπεπόνηνται. τὸ μέντοι τῶν γυναικῶν ἑλκεσίπεπλον, αἷς ὁ πέπλος ἐν τῷ βαδίζειν ἐφέλκεται διὰ τὸ βαθὺ τοῦ ἱματισμοῦ, εἴη ἂν κλῆρος τοῖς Ἰταλοῖς ἐκ τοῦ Τρωϊκοῦ Αἰνείου. Ἑλληνὶς γὰρ γυνὴ, οὔτε βαθύπεπλος, οὔτε ἑλκεσίπεπλος παρ' Ὁμήρῳ εὕρηται. εἰς δὲ τὸ περὶ δεξιᾶς καὶ τὸ κατ' αὐτὴν σέμνωμα, συντελεῖ τι καὶ ὁ γράψας ὅτι καὶ τὸ δέξασθαι, παρὰ τὴν δεξιὰν ἐλέχθη. φησὶ γὰρ ὅτι λαβεῖν μὲν, τὸ ἀνελέσθαί τι μὴ διδόντος τινός. οἷον. ἀλλὰ σύ γ' ἐν χερσὶ λάβ' αἰγίδα θυσανόεσσαν, δέξασθαι δὲ, τὸ παρά τινος προτεινομένου χειρίσασθαι. καὶ ἐσχημάτισταί φησι, παρὰ τὴν δεξιάν. οἷον. Θέμιστι δὲ καλλιπαρῄῳ δέκτο δέπας. ὃ δὴ καὶ προπόσεως ἴδιον. ἣν ἱστορεῖ Ὅμηρος ἐν ἄλλοις τὲ καὶ ἐν τοῖς περὶ Ἀρήτης καὶ Ὀδυσσέως. (ῃερς. 123.) Ὅτι ἔθος ἦν ἐπιφωνεῖν τοῖς ξενιζομένοις τὸ, χαῖρε ξεῖνε. ἐξ αὐτοῦ δὲ λαβὸν τὴν ἀρχὴν τὸ χαῖρε, προεγράφετο καὶ τῶν ἐπιστολῶν παρὰ τοῖς ὕστερον. οἷον. ὁ δεῖνα τῷ δεῖνι, χαίρειν. Ξένος δὲ ἀεὶ παρὰ τῷ ποιητῇ, ὁ ἀπὸ ξενίας φιλιωθείς. ὅτι δὲ καὶ ὁ ποιῶν τὴν ξενίαν καὶ ὁ πάσχων αὐτὴν, ξένοι ἀλλήλοις ἐλέγοντο, δηλοῦσι σαφῶς οἱ παλαιοί. Ὅτι τὸ φιλεῖν παρὰ τῷ ποιητῇ, καὶ ἐπὶ ξενοδοχικῆς φιλοφροσύνης τίθεται. οἷον. χαῖρε ξεῖνε, παρ' ἄμμι φιλήσεαι. ἀντὶ τοῦ ξενοδοχηθήσῃ φιλικῶς. τοιοῦτον καὶ τὸ, χρὴ ξεῖνον παρεόντα φιλεῖν. (ῃερς. 124.) Ὅτι δεῖπνον ἐνταῦθα, φανερῶς τὸ πρωϊνόν φησιν ἔμβρωμα ἐν τῷ, δείπνου πασσάμενος. διαφέρει δὲ τὸ πάσασθαι τοῦ πάσσειν. τοῦτο μὲν 1. 32 γὰρ, ἀντὶ τοῦ γεύσασθαι. ὅθεν καὶ ἄπαστος ὁ ἄγευστος. πάσσειν δὲ, τό, τε ποικίλλειν ὅθεν καὶ ἡ παστὰς, καὶ τὸ ἐπιτιθέναι ἅλας πρὸς ταριχείαν. ἀφ' οὗ καὶ τὰ παστὰ καὶ ἐπίπαστα. περὶ ὧν ἐν τοῖς εἰς τὴν Ἰλιάδα εἴρηται. Ὅτι οὐκ ἀναμένει καιροῦ τριβὴν ὁ Τηλέμαχος, ἀλλὰ ἐθέλει πολυπραγμονῆσαι τὰ κατὰ τὸν ξένον ἅμα τῷ πάσασθαι δείπνου ἐκεῖνον. εὑρεθήσεται δὲ τοιαῦτα καὶ ἐν τοῖς ἑξῆς. εἰ δέ που ἐννέα ἐτρίβοντο ἡμέραι ταῖς ξενικαῖς ἐρωτήσεσιν, ἀλλ' ἐκεῖνα οὐ τοιαῦτα, ὡς ἐν Ἰλιάδι φαίνεται, ὅπου ἐννῆμαρ ξεινίσας ὁ Ἰοβάτης τὸν σεμνὸν Βελλεροφόντην, τῇ δεκάτῃ μετὰ ξενίαν ἤρετο. εἰς ὃ γράφει ὁ Ἀθήναιος τὸ, δοκεῖ γὰρ ἔχειν τι πρὸς φιλοσοφίαν ὁ οἶνος ἑλκυστικὸν, παραθερμαίνων τὴν ψυχὴν καὶ διαχέων. (ῃερς. 125.) Ὅτι ἐν τῷ, ὣς εἰπὼν ἡγεῖτο ἥ δ' ἕσπετο, τὸ ἡγεῖτο, ἀντὶ τοῦ, ἡγεμόνευε. προεπορεύετο. τὸ δὲ ἡγεῖσθαι ἀντὶ τοῦ νομίζειν, σπάνιον παρὰ τοῖς παλαιοῖς. λέγεται δὲ ἐκεῖθεν καὶ ἀφηγεῖσθαι ὁδοῦ, τὸ προάρχειν. καὶ ἐξηγεῖσθαι. ἐν δὲ ῥητορικῷ λεξικῷ, ἡγεῖσθαι, καὶ ἐπὶ γάμου πομπῆς. καὶ προηγητήρ φασιν ἀπ' αὐτοῦ, καὶ προηγητὴς παρ' Ἀττικοῖς, ὁ τοῦ ζεύγους ἡγούμενος ἐν τοῖς γάμοις. ἐλέγετο δέ φασι καὶ ἡγήτρια παλάθη τις, ἡ πρώτη πεμπομένη ἐν ταῖς πομπαῖς. παλάθη δὲ κυρίως ἐλέγετο, ἡ τῶν σύκων ἤτοι τῶν ἰσχάδων ἐπισύνθεσις. (ῃερς. 128.) Ὅτι δουροδόκη ἐστὶ, θήκη δοράτων κιονοειδής. ἢ μάλιστα, εἰς κίονα ἐγγεγλυμμένη, ἐν ᾗ πρὸς ὀρθότητα τὰ δόρατα ἵσταντο. φησὶ γοῦν ὅτι ἔγχος φέρων ἔστησε πρὸς κίονα μακρὴν, δουροδόκης ἔντοθεν ἐϋξόου. κατὰ δὲ ὁμοιότητα ταύτης τῆς λέξεως, τὴν ξυροδόκην εἶπεν ὁ κωμικός. γίνεται δὲ, ἀπὸ τοῦ δέκω ῥήματος Ἰωνικοῦ, ἐξ οὗ καὶ ὁ πανδοκεύς. αἱ δὲ λέξεις, καὶ Ἀττικαί εἰσι διὰ τὴν πρὸς τοὺς Ἴωνας τῶν Ἀθηναίων συγγένειαν. Ἀττικαγοῦν, ἡ ξυροδόκη. καὶ ἡ πανδοκεύτρια. καὶ τὰ τοιαῦτα. (ῃερς. 129.) Ἰστέον δὲ ὅτι καὶ ἐν τῷ βιβλίῳ τούτῳ ἐπὶ ἀψύχων μὲν, τὸ φέρειν τίθησιν. ἐπὶ ἐμψύχων δὲ, τὸ ἄγειν. οἷον. σῖτον δ' αἰδοίη ταμίη παρέθηκε φέρουσα. καὶ, ἔγχος μὲν ἔστησε φέρων. (ῃερς. 130.) αὐτὴν δ' ἐς θρόνον εἷσεν ἄγων. ἔστι δὲ ἡ παρατήρησις αὕτη ὡς καὶ ἀλλαχοῦ ἐφάνη τῶν ὡς ἐπὶ τὸ πλεῖστον. τὴν γὰρ Ἀθηνᾶν ἔμψυχον οὖσαν, τὰ πέδιλα φέρουσιν ἐπί τε ξηρὰν ἐπί τε ὑγράν. ἔοικεν οὖν μᾶλλον τὸ μὲν ἄγειν λέγεσθαι, ἐπὶ τῶν βαδιζόντων. τὸ δὲ φέρεσθαι, ἐπὶ τῶν ὀχουμένων ἢ βασταζομένων. (ῃερς. 127.) Ὅρα δὲ ὅτι θηλυκῶς καὶ ἐνταῦθα τὴν κίονα εἶπεν, ἐν τῷ, ἔστησε πρὸς κίονα μακρήν. (ῃερς. 129.) Ὅτι ἐν τῷ, ἔνθά περ ἄλλα ἔγχεα Ὀδυσσέως ταλασίφρονος ἵστατο πολλὰ, κυρίως εἴρηται τὸ ταλασίφρονος. ἅμα γάρ τις αἰχμητὴς, ἅμα ταλασίφρων. κάλλους δὲ ἡ ὁμοιοκαταληξία τοῦ ἄλλα καὶ τοῦ πολλὰ, κεῖνται γὰρ ἐν τέλει στίχων. (ῃερς. 130.) Ὅτι εἰ καὶ κυριολεκτεῖ συνήθως ἐν τῷ, αὐτήν δ' ἐς θρόνον εἷσεν ἄγων. καὶ, πῶς δέ σε ναῦται ἤγαγον εἰς Ἰθάκην, ἐπὶ ἐμψύχου γὰρ κεῖται τὸ ἄγειν ὡς καὶ πρὸ βραχέων εἴρηται, ἀλλ' οὐκ ἀεὶ οὕτως ἡ λέξις τίθεται. δίχα γοῦν τῶν ἄλλων, φησὶ καὶ Παυσανίας ὅτι ἄγειν καὶ ὑπάγειν, καὶ ἐπὶ τοῦ πίνειν λέγεται. Αἴλιος δὲ Διονύσιος, φησὶν ἄγημα παρὰ Μακεδόσι, τάγμα ἀπόλεκτον ἱππέων καὶ ὁπλιτῶν. τοῦτο δὲ ἴσως οὐδὲ ἀπὸ τοῦ ἄγειν, ἀλλὰ διὰ τὸ ἀγητὸν εἶναι. δῆλον δὲ ὅτι ἄγειν λέγεται, καὶ τὸ κλᾶν. ὅθεν καὶ ἄγμα τὸ σύντριμμα, καὶ τὸ κατειργασμένον ἔριον, τὸ παρὰ Σοφοκλεῖ ἐν Τραχινίαις κάταγμα. Ὅτι ἐν Ἰλιάδι μὲν, εἶπε καταπετάσας λῖτα ἀντὶ τοῦ σκεπάσας. ἐνταῦθα δέ φησιν, ὑπὸ λῖτα πετάσας καλὸν δαιδάλεον, ἀντὶ τοῦ ὑποπετάσας, ἤτοι ὑφαπλώσας καὶ ὑποθέμενος εἰς καθέδραν. ἔστι δὲ τὸ λῖτα, γένους οὐδετέρου, πτώσεως αἰτιατικῆς ἑνικῆς. οὗ εὐθεῖα, τὸ λιτὸν. λῖτα δὲ, ὕφασμά τι λιτόν. οἷον τυχὸν λίνεον. καί τοι τινὲς, ποικίλον μᾶλλον κατὰ ἀντίφρασιν τὸ λῖτα βούλονται εἶναι, διὰ τὸ τὸν ποιητὴν προσθεῖναι, καλόν. δαιδάλεον. ἔστι δὲ ἡ περιεργία τῆς κλίσεως τοῦ λῖτα, τοιαύτη. λιτόν. λιτοῦ. λιτῷ. καὶ ἐν μεταπλασμῷ, λιτί. ἀπὸ τελικῆς δοτικῆς εἰς τελικὸν τῆς αὐτῆς. οἷον. λιτὶ κάλυψε. καὶ αἰτιατικὴ κατὰ ἀκολουθίαν δῆθεν κλίσεως, λῖτα ἐν ὁμοιότητι τοῦ, βοὶ βόα. ποδὶ πόδα. διὸ καὶ βαρύνεται. πᾶσα γὰρ αἰτιατικὴ ἑνικὴ δισύλλαβος εἰς ˉα λήγουσα, βαρύνεται. ἄλλως γε μὴν διὰ τὸν μεταπλασμὸν, ὀξύνεσθαι ὤφειλεν. οἱ γὰρ μεταπλασμοὶ, μεταβιβάζειν τοὺς τόνους οὐ βούλονται, χωρὶς τοῦ μητιέτης μητίετα Αἰολικοῦ. καί τινων ἄλλων ὀλίγων. Ἰστέον δὲ ὡς ἀεὶ τὸ λιτὶ καὶ τὸ λῖτα, ἐκτείνει τὴν παραλήγουσαν. καὶ ὅτι Ἀθήναιος, παρὰ τῷ ποιητῇ ὃν θαυμασιώτατον καλεῖσθαι λέγει καὶ θειότατον, λῖτα μὲν εἶναί φησι, λευκὰ καὶ μὴ βεβαμμένα ἢ πεποικιλμένα. τὰ περιστρώματα δὲ, ῥήγεα καλὰ πορφύρεα. λέγων καὶ ὡς ἤκμασεν ἡ τῶν ποικίλων ὑφὴ παρὰ Κυπρίοις. ἔνθα ἔντεχνοι περὶ αὐτὰ ὑφάνται ἦσαν ἔνδοξοι, Ἀκεσᾶς καὶ υἱὸς αὐτοῦ Ἑλικὼν, ὡς 1. 33 ἐδήλου ἐπίγραμμα ἐν Πυθοῖ ἐπί τινος ἔργου, τοιοῦτον. τεῦξ' Ἑλικὼν Ἀκεσᾶ Σαλαμίνιος. ὧν ἐνὶ χερσὶ, πότνια θεσπεσίην Παλλὰς ἔτευξε χάριν, οἷα δηλαδὴ ἐπιστατοῦσα τῇ ὑφαντικῇ τέχνῃ. Σαλαμίνιος δὲ ὁ ῥηθεὶς Ἑλικὼν, οὐκ ἐκ τῆς Ἑλλαδικῆς ἀλλὰ τῆς κατὰ Κύπρον. Σημείωσαι δὲ καὶ ὅτι εἰπὼν ὁ Ἀθήναιος λῖτα εἶναι πληθυντικῶς λευκὰ καὶ ἑξῆς, βούλεται βαρύτονον εἶναι ὡς ἔοικε τὸ λῖτον, πρὸς διαστολὴν τοῦ ἁπλῶς καὶ κοινοῦ λιτοῦ. ἵνα ᾖ, τὸ λῖτον τοῦ λίτου τῷ λίτῳ. καὶ κατὰ μεταπλασμὸν, λιτί, ὧν πληθυντικὸν, τὰ λῖτα. εἰ δὲ τῆς δοτικῆς τῷ λίτῳ βαρυνομένης, δοκεῖ παραλόγως ὀξύνεσθαι τὸ λιτὶ, ἐνθυμητέον τὸ, ἐν μύρτου κλαδὶ τὸ ξίφος φορήσω ὥσπερ Ἁρμόδιος καὶ Ἀριστογείτων. ὡς γὰρ ἐκ τοῦ κλάδῳ ἀναλόγου βαρυτόνου, μετεπλάσθη τὸ κλαδὶ κατὰ κανόνα δισυλλάβων τοιούτων δοτικῶν, οὕτω καὶ ἐκ τοῦ λίτῳ γέγονεν ὁμοιοτόνως τὸ λιτί. (ῃερς. 131.) Δαιδάλεον δὲ, τὸ ποικίλον, ἢ τὸ τεχνικὸν. ἀπὸ τοῦ Κρητικοῦ Δαιδάλου, ἢ ἀπὸ γυναικός τινος Δαιδάλης, ὡς καὶ ἐν Ἰλιάδι γέγραπται. Τί δέ ἐστι μεταπλασμὸς, ἐν τοῖς εἰς τὴν Ἰλιάδα καὶ αὐτὸ εἴρηται. Ὅτι συνήθως ὁ ποιητὴς τὴν ὑπˉο πρόθεσιν, δοτικῇ κἀνταῦθα συντάσσει ἐν τῷ, ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν, ἤγουν θρῆνυς ἦν ὑπὸ τοῖς ποσί. δύναται δὲ καὶ καθ' ὑπερβατὸν εἶναι, ὅτι θρῆνυς ὑπῆν τοῖς ποσίν. ὅτι δὲ θρῆνυς τὸ ὑπὸ τοῖς ποσὶ τῶν καθημένων. καὶ ὅτι παρὰ τὸ θορεῖν ἄνω γίνεται. ἢ κατὰ Ἀθήναιον, ἀπὸ τοῦ θρῆσαι ὅ ἐστι καθίσαι, καὶ ἀλλαχοῦ δηλοῦται. ἔοικε δὲ, παρὰ τὴν θρῆνυν γενέσθαι παρωνύμως καὶ τὸ ναυτικὸν θράνος καὶ θρανίον ὅθεν ὁ θρανίτης ναύτης, καὶ κῶπαι θρανίτιδες, αἱ τῶν θρανιτῶν. (ῃερς. 132.) Ὅτι κλισμὸς, εἶδός τι θρόνου, ὅπερ καὶ ἀνάκλιντρον παρὰ τοῖς ὕστερον λέγεται. ἀντιδιαστέλλεται γὰρ ὁ κλισμὸς τῷ θρόνῳ, διὸ νῦν εἰπὼν, τῷ Μέντῃ τεθῆναι θρόνον τῷ δὲ Τηλεμάχῳ κλισμὸν, σαφέστερον διακρινεῖ ἐν οἷς πρωϊὼν ἐρεῖ, ἕζοντο κατὰ κλισμούς τε θρόνους τε. ὡς ἄλλό τι ὄντος ἴσως κλισμοῦ καὶ ἄλλο θρόνου. ἐρεῖ δέ που καὶ κλισίαν εἶδος θρόνου. ἴσως μὲν, ταυτὸν τῷ κλισμῷ, ἴσως δὲ ἕτερον. Ὅτι ὥσπερ ἐκ τοῦ ὄπισθεν ἀπελθόντος τοῦ ˉσ εὕρηται πολλάκις τὸ ὄπιθεν, οὕτω καὶ ἐνταῦθα τὸ ἔκτοθεν ἐκ τοῦ ἔκτοσθεν, ἐκδραμόντος τοῦ ˉσ διὰ ἀνάγκην μετρικὴν ἐν τῷ, κλισμὸν θέτο ποικίλον ἔκτοθεν ἄλλων. (ῃερς. 133.) Ὅτι ὡς ἐν Ἰλιάδι, οὕτω καὶ ἐν τῇ Ὀδυσσείᾳ, ὀρυγμαδὸς οὐ μόνον συνήθως ὁ κατὰ τὸ ὄρος κτύπος, ἀλλὰ καὶ ὁ ἁπλῶς θόρυβος, τὸν γοῦν ὑπὸ τῶν μνηστήρων γινόμενον ὅμαδον, ὀρυμαγδὸν λέγει. μεταθεὶς τὸ ˉγ ἐκ τῆς προπαραληγούσης εἰς τὴν παραλήγουσαν, οὐ μόνον διὰ τὸ μέτρον, ἀλλὰ καὶ μᾶλλον διὰ τὸ τραχυφωνότερον. (ῃερς. 134.) Ὅτι τὸ, δείπνῳ ἀδήσειεν ἀντὶ τοῦ ἀηδισθῆ, ἀπὸ τοῦ ἀηδοῦς κέκραται. διὸ καὶ ἐκτεταμένον ἔχει τὸ δίχρονον. καὶ ἴσως καὶ τὸ ἄδην ἐπίῤῥημα, ἐξ αὐτοῦ γίνεται. οἷον, εἰωθότες ἔδμεναι ἄδην. ἀπ' αὐτοῦ δὲ καὶ ἆδος ὁ κόρος. ἔστιν οὖν ἀδῆσαι, τὸ ἀηδῶς ἔχειν κατὰ τοὺς δαψιλῶς καὶ εἰς κόρον ἀπολαύσαντας, τὸ μέντοι ἁδεῖν ἀντὶ τοῦ ἀρέσκειν, συστέλλει τὸ ˉα, ὡς μὴ κεκραμένον ἀλλ' ἐκ τοῦ ἥδω συσταλέν. οἷον ὡς ὄφελεν θάνατός μοι ἁδεῖν. Ὅτι τὸ ὑπερφίαλος, μέση λέξις ἐστί. ποτὲ μὲν, τραχεῖαν ὕβριν δηλοῦν ποτὲ δὲ, ἀνειμένην τινὰ καὶ οὐ πάνυ σφοδράν. ὅτε μὲν γάρ που τοὺς Πριαμίδας ὑπερφιάλους καλεῖ ὁ ποιητὴς, τραχὺ ἐκεῖ τὸ τῆς ὕβρεως. βούλεται γὰρ, παρασπονδητὰς εἰπεῖν καὶ ὑπερβαίνοντας τὰς ἱερὰς τῶν ὅρκων φιάλας. ἐνταῦθα δὲ τοὺς μνηστῆρας ὑπερφιάλους λέγων ἐν τῷ, ὑπερφιάλοισι μετελθὼν, οὐκ ἐπὶ τοιαύτης σημασίας τὴν λέξιν τίθησιν, οὐ γὰρ ὑπόκεινται παρασπονδήσαντες οἱ μνηστῆρες. ἀλλὰ λέγοιντ' ἂν ὑπερφίαλοι, ὡς εἴ τις εἴποι, περιττοί. ἢ πάροινοι. ἐκ μεταφορᾶς τῶν μεγάλων φιαλῶν. ἢ τῶν ὑπὲρ τὸ δέον χρωμένων τῇ συμποτικῇ φιάλῃ. ἐν μέντοι τῇ ˉι ῥαψῳδίᾳ, τοὺς Κύκλωπας φανερῶς ὑπερφιάλους καλεῖ, οὐχ' ὡς ἀσεβεῖς. πῶς γὰρ ἀσεβεῖς οἵγε θεοῖς πεποιθότες ὡς ὁ ποιητὴς λέγει γῆν ᾤκουν ἀρίστην; ἀλλ' ὑπερφιάλους ἐκεῖ λέγει, τοὺς μεγάλους, ὡς ἀρέσκει τοῖς παλαιοῖς. καὶ ὅτε δὲ αὐτοὶ ἑαυτοὺς οἱ μνηστῆρες ὑπερφιάλους καλέσουσιν ἐν τῷ, ὑπερφιάλοις ἡμῖν μετελθὼν, ἔπαινον πάντως ἡ λέξις δηλοῖ. οὐ γὰρ δή που καθ' ἑαυτῶν ἐκεῖνοι λέγουσι. καὶ σημαίνοι ἂν ἡ λέξις τηνικαῦτα, τὸ μέγα καὶ εὐμέγεθες. εἰ μή τις καὶ ἐκεῖ, ἐπὶ παροίνων καὶ ὑβριστῶν τὴν λέξιν θέλει τάττεσθαι ὡς εἰρωνικῶς λεχθεῖσαν ὑπὸ τῶν μνηστήρων, οἷα δῆθεν τοιούτων νομιζομένων τοῖς πολλοῖς. ὅθεν καὶ μετ' ὀλίγα φησὶν ὁ Μέντης, ὅτι ὑβρίζοντες ὑπερφιάλως δοκοῦσι δαίνυσθαι οἱ μνηστῆρες. Τὸ δὲ μετελθὼν, ἀντὶ τοῦ συνελθών. ὥσπερ καὶ πρὸ ὀλίγου, μνηστῆρσι μεθήμενος ἔφη ἀντὶ τοῦ συγκαθήμενος. οὕτω καὶ Ἡσίοδος, μετεῖναι, τὸ συνεῖναι φησίν. (ῃερς. 136.) Ὅτι τραπέζης βασιλικῆς ἀρχαίας ἐκφράζων διάθεσιν ὁ ποιητὴς, 1. 34 οὕτω φράζει. χέρνιβα δ' ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα καλῇ χρυσείῃ. ἤγουν κατὰ τὸν παραφραστὴν, πρῶτον μὲν κατὰ χειρὸς θεράπαινα ἔφερε χρυσῇ πρόχῳ ὑπὲρ ἀργυρέοιο λέβητος, νίψασθαι. παρὰ δὲ ξεστὴν ἐτάνυσε τράπεζαν, σῖτον δ' αἰδοίη ταμίη παρέθηκε φέρουσα, εἴδατα πόλλ' ἐπιθεῖσα, χαριζομένη παρεόντων. δαιτρὸς δὲ, κρειῶν πίνακας παρέθηκεν ἀείρας, παντοίων. παρετίθει δὲ χρύσεα κύπελλα, ὡς αὐτοῦ ἔργον καὶ τοῦτο ὄν. κῆρυξ δ' αὐτοῖς θάμ' ἐπῴχετο οἰνοχεύων. οἵ δ' ἑξείης ἕζοντο κατὰ κλισμούς τε θρόνους τε. Καὶ ὅρα ὅπως ἄλλο τι ἔχει τὸν κλισμὸν καὶ ἄλλο τὸν θρόνον ὡς καὶ πρὸ μικροῦ γέγραπται καὶ ἐν τοῖς ἑξῆς δὲ φανεῖται. Λέγει δὲ ἀμφίπολον, τὴν δούλην ὡς ἐν Ἰλιάδι. καὶ ζήτει ἐκεῖ. ἔνθα καὶ ὅτι τὸ ἄῤῥεν, ὁ πρόπολος. ἡ χρῆσις παρὰ τῷ κωμικῷ. καὶ ὅτι τύμβος λέγεταί που ἀμφίπολος, ὁ κύκλῳ περιπολούμενος. φασὶ δὲ οἱ παλαιοὶ καὶ ὅτι ὥσπερ ἀμφίπολοι, οὕτω καὶ ἑπέται οἱ θεράποντες παρὰ τὸ ἕπεσθαι ὅπερ ἔοικε τῷ ἀμφιπολεῖν. (ῃερς. 137.) Χέρνιβα δὲ, τὸ κατὰ χειρὸς διδόμενον ὕδωρ. ὅπερ τινὲς παροξυτόνως χερνίβα λέγουσιν ὡς ἀπὸ τῆς χερνὶψ ὀξυτόνου εὐθείας. τὸ δ' αὐτό τινες ὕδωρ, καὶ χειρόνιπτρον φασίν. ὡς δηλοῖ ὁ γράψας ὅτι χειρόνιπτρα, τὸ κατὰ χειρὸς ὕδωρ. καὶ τὸ χέρνιβον, ὁ ἐνταῦθα δηλαδὴ λέβης. ὃν ἡ κοινὴ γλῶσσα, χερνίβιον λέγει. τὸ μέντοι μετάνιπτρον, οὐ τοιοῦτόν τι ἐστὶν, ἀλλὰ κύλιξ ἢ πόσις διδομένη μετὰ νίπτρον ἤτοι μετὰ τὸ νίψασθαι. Πρόχοος δὲ θηλυκῶς, ὁ ξέστης. παρὰ τὸ προχέειν. ὅθεν καὶ τὸ προχοΐδιον, καὶ συναιρέσει προχοίδιον. ὡς βοΐδιον βοίδιον. τὸ ἱμάτιον θοιμάτιον. ῥοΐδιον ῥοίδιον. καὶ ἄλλα δὲ διάφορα, ἐκ τοῦ χέω παράγονται. ὧν ἔστι καὶ ὁ χοεὺς μέτρον τι. οἷον. στέφανον ἕκαστος ἀπέφερε κατὰ τὸ ἐν λίμναις τέμενος τῇ ἱερείᾳ περιθεὶς εἰς τὸν ἑαυτοῦ χοᾶ. οὗ τὸ ἐντελὲς, χοέα. ὡς Πειραιέα Πειραιᾶ. ὁ δ' αὐτὸς χοεὺς, καὶ χοῦς ἐλέγετο ὁμωνύμως τῷ κατὰ γῆν. ὅθεν καὶ δίχουν ποτήριον, τὸ χωροῦν δύο χοᾶς. ἔλεγον δὲ καὶ Ἀθηναίων ἑορτήν τινα Χοᾶς, συναιροῦντες ἐκ τοῦ Χοέας. ὡς δὲ καὶ χοὴ ἐπὶ νεκρῶν ἐκ τοῦ χέειν. καὶ χόανα τὰ ἐν Ἰλιάδι. καὶ ἡ τῶν ποταμῶν δὲ χοῦς. καὶ σύνθετα δὲ, ὁ φυλλοχόος. καὶ ὁ πολύχους, ἀρκεῖ ἐς τόσον εἰπεῖν. ἐν δέ γε τοῖς τοῦ Ἀθηναίου, τοιαῦτα περὶ τῶν εἰρημένων κεῖται. πρόχοος, ἀγγεῖον ἐν ᾧ τὸ ὕδωρ. χέρνιβα δὲ, τὰ εἰς χειρὸς νίμμα καταχεόμενα. οἷς πολλάκις, καί τι προσεδίδοτο καταρτικὸν χειρῶν. κατὰ τὸ, δότω τις δεῦρο ὕδωρ καὶ σμῆμα ὥς φησιν Ἀντιφάνης. τὸ δὲ μετὰ τὴν κάθαρσιν καταπεσὸν ὑγρὸν, ἀπόνιπτρον ἐκαλεῖτο, ἤγουν χειρῶν καὶ ποδῶν ἀπόνιμμα. ἴσως δέ φησι καὶ τὴν λεκάνην οὕτως ἔλεγον ἐν ᾧ τρόπῳ καὶ τὸ χειρόνιπτρον. Ἰδίως δέ φασι καλεῖται παρ' Ἀττικοῖς ἀπόνιμμα, ἐπί τε χοῶν νεκρικῶν καὶ ἐπὶ ἐναγῶν καθαιρομένων. οἷον. ὄρυξαι βόθρον πρὸς ἑσπέραν, καὶ τά δέ τινα ποιήσας, λέγε. ὑμῖν ἀπόνιμμα οἷς χρῆν καὶ οἷς θέμις. καὶ οὕτω μὲν ταῦτα. ὃ δὲ ἡμεῖς ἐν τῇ συνηθείᾳ χέρνιβον φαμὲν, Ἀττικοὶ χερνίβιον φασί. Λυσίας. χρυσοῖς χερνιβίοις καὶ θυματηρίοις. Εὔπολις δὲ, χειρόνιπτρον αὐτὸ λέγει. Ἐπίχαρμος δὲ, χειρόνιβα. παρὰ δὲ τραγικοῖς καὶ κωμικοῖς, παροξυτόνως εὕρηται χερνίβα. Εὐριπίδης, εἰς χερνίβος βάψειεν Ἀλκμήνης γόνος. ἤγουν εἰς ὕδωρ ἐν ᾧ ἀπέβαπτον δαλὸν ἐκ τοῦ βωμοῦ λαμβάνοντες καὶ τῆς θυσίας. καὶ τούτῳ περιῤῥαίνοντες τοὺς παρόντας, ἥγνιζον. χρὴ μέντοι φησὶ, προπαροξυτόνως προφέρεσθαι. τὰ γὰρ τοιάδε ῥηματικὰ σύνθετα εἰς ˉψ λήγοντα φυλάττοντα παραλήγουσαν παρακειμένου παθητικοῦ δηλαδὴ λεγομένου διὰ τῶν δύο ˉμ ἐξ οὗ καὶ γεγόνασι, βαρύνονται. λέλειμμαι λέλειψαι, αἰγίλιψ. τέτριμμαι τέτριψαι, οἰκότριψ, κέκλεμμαι, βοόκλεψ. βέβλεμμαι, κατώβλεψ. οὕτως οὖν καὶ νένιμμαι, χέρνιψ. κειμένου δ' ἐν τούτοις καὶ ὅτι ὃ ἡμεῖς ἐν τῇ συνηθείᾳ χέρνιβον φαμὲν, ἔστι καὶ παρ' Ὁμήρῳ ἐν Ἰλιάδι. οἷον. ἡ δὲ, παρέστη χέρνιβον ἀμφίπολος πρόχοόν θ' ἅμα χερσὶν ἔχουσα, ζήτει ποῦ τοῦτο. Λέγει δὲ καὶ ὅτι τὸ χεῖρας νίπτεσθαι ἀφ' οὗ χέρνιβα καὶ χερνίπτεσθαι, ἡ πλείων χρῆσις, κατὰ χειρὸς εἴωθε λέγειν καὶ κατὰ χειρῶν. Ἀριστοφάνης δ' ὁ γραμματικὸς, φησὶ παρὰ τοῖς παλαιοῖς τὸ μὲν πρὸ ἀρίστου καὶ δείπνου, λέγεσθαι κατὰ χειρὸς τὸ δὲ μετὰ ταῦτα, ἀπονίψασθαι. τοῦτο δὲ,
1.2.1
Ἀττικοῖς ἴσως πεφύλακται. ἐπείτοι Ὅμηρος φησὶ, νίψασθαι, παρὰ δὲ ξέστην ἐτάνυσε τράπεζαν. ἐν καιρῷ δηλαδὴ δείπνου. ἤγουν πρωϊνοῦ ἐμβρώματος. τοῦτο δὲ εἴπομεν, ἐπειδή ποτε δεῖπνον λέγεται καὶ τὸ δόρπον, ὥς που δηλοῖ Ἀθήναιος ἐν τῷ, ὁ τραγηματισμὸς, ἐπιδορπισμός τις ἐστὶ καὶ δεῖπνον ἕτερον. εἰρήσθω μὲν δὴ ταῦθ' οὕτω. Ἐν οἷς ὅρα καὶ τὸ σμῆμα, ὡς ἀπὸ τοῦ σμῶ σμήσω. οὗ παράγωγον τὸ σμήχω. ὡς καὶ τοῦ νῶ νήσω, τὸ νήχω. Τὸ δὲ καλὴ, ταυτόν ἐστι τῷ, εὐειδής. ἐπὶ τοιούτου γὰρ λαμβάνεται τὸ καλόν. οὗ τὸ ἐναντίον, αἰσχρόν. ὅθεν καλὸς μὲν ὁ Νιρεὺς, κάλλιστος δὲ ὁ Ἀχιλ 1. 35 λεὺς. ἤτοι καλὸς λίαν. οὕτω γὰρ ἔοικεν ἐτυμολογεῖσθαι καὶ τὸ κάλλος. Αἴσχιστος δὲ ὁ Θερσίτης. διὸ καὶ Εὐριπίδης, ἐν σχήματι ἀντιθέτῳ φησί. διὰ καλῶν γὰρ ὀμμάτων αἴσχιστα Τροίαν εἷλε τὴν εὐδαίμονα ὡς τοῦ καλοῦ, ἀντικειμένου τῷ αἰσχρῷ καὶ τῷ αἰσχίστῳ. καλὸν οὖν, τὸ λαμπρὸν καὶ ὡς ἂν εἴποι τις ἡλιῶδες, παρὰ τὸ κῶ καὶ τὸ ἥλιος. οἱονεὶ τὸ ἀνακείμενον ἡλίῳ. ἢ καόμενον ὡς ἥλιος. διὸ καὶ ἐκτείνει ἀεὶ τὸ δίχρονον παρὰ τῷ ποιητῇ ὡς ἀπὸ συναιρέσεως. τὸ μέν τοι αἰσχρὸν ἐκ τοῦ ἐναντίου, τῷ σκότει ἀνάκειται. ὅθεν καὶ τὸ ἐγγίσαν τῇ νυκτὶ τέλος τῆς καλῆς ἡμέρας, αἰσχρία καὶ αἰσχρίασμα λέγεται. ἐπεὶ τοίνυν καὶ ὁ χρυσὸς ἡλίῳ ἀνάκειται κατὰ τοὺς παλαιοὺς, εἴη ἂν καὶ αὐτὸς κυρίως καλός. καὶ δι' αὐτὸν, καλὴ καὶ ἡ χρυσῆ πρόχοος. ὥσπερ ἐλέχθη καλὰ πρὸ βραχέων, καὶ τὰ τῆς Ἀθηνᾶς χρύσεια πέδιλα. Λέβης δὲ νῦν παρὰ τῷ ποιητῇ, τὸ παρ' ἡμῖν λεγόμενον χερνίβιον καθ' οὗ νιπτόμεθα, παρὰ τὴν λαβὴν ὥς φασιν οἱ παλαιοί. ἢ μᾶλλον διότι λείβεται ὕδωρ εἰς αὐτόν. Καὶ σημείωσαι τὴν λέξιν ἐνταῦθα. ἐν γὰρ ἄλλοις τόποις, ἀλλοῖόν τι σκεῦος οἱ λέβητες λέγονται, ὡς καὶ ἐν Ἰλιάδι φαίνεται. ὅτι δὲ κοινῶς μὲν, διὰ τοῦ ˉη ὁ λέβης, κατὰ δὲ Βοιωτοὺς, διὰ διφθόγγου καθὰ καὶ ὁ πένης καὶ τὰ κατ' αὐτὰ, ὁ Ἡρακλείδης δηλοῖ. Ἀργύρεος δὲ ὁ λέβης, ἢ πρὸς ποικιλίαν ἵνα μὴ αὐτὸς χρυσοῦς εἴη. ἢ ὅτι σπάνιον πάλαι ὁ χρυσός. ἢ καὶ ὅτι ἐχρῆν τὸ ὑποκείμενον τῇ ῥίψει, ὑποδεῶς ἔχειν πρὸς τὸ σκεῦος ἀφ' οὗ τὸ ῥίπτον πρόεισι. Σημειοῦνται δὲ οἱ παλαιοὶ ὅτι παρ' Ὁμήρῳ πρὸ τῶν βρωμάτων εὑρίσκονται νιπτόμενοι, ὡς ἂν εὐαγῶς ἐπὶ τὰς σπονδὰς ἔλθωσιν. εἰ δὲ καὶ μετὰ τὸ φαγεῖν ὡς εἰκὸς ἐνίπτοντο, σιωπᾷ ὁ ποιητὴς ὡς καὶ ἄλλα πολλὰ, κατὰ σχῆμα τὸ καλούμενον σιωπώμενον, παρὰ δὲ τοῖς παλαιοῖς κεῖται καὶ ὅτι ἐν Ἰλιάδι οὐδὲ πρινὴ φαγεῖν, ποιεῖ Ὅμηρος ἀπονιζομένους. σχολαζόντων γὰρ βίος ὁ ἐν Ὀδυσσείᾳ, καὶ τρυφώντων ἐν εἰρήνῃ. διὸ καὶ ἐθεράπευον τὸ σῶμα λουτροῖς καὶ κατανίσμασιν. οἵ γε καὶ ἀστραγαλίζουσιν ἐν τῇ κατ' αὐτοὺς πολιτείᾳ, καὶ σφαιρίζουσι παίζοντες. εἰ δὲ Ἡρόδοτος ἐν λιμῷ εὑρῆσθαί φησι τοιαύτας παιδιὰς ἐπὶ Ἄτυος, ἀλλὰ πρεσβεύει φασὶ τοῖς χρόνοις τὰ ἡρωϊκά. θετέον δ' ἐνταῦθα καὶ Τρύφωνος τὸ, κατὰ χειρῶν μὲν, πρὸ τροφὴς παρὰ τοῖς ὕστερον, νίφασθαι δὲ, μετὰ τροφήν. (ῃερς. 138.) Τράπεζαν δὲ τανύεσθαι εἰπὼν, ἐμφαίνει μήπω κυκλοτερεῖς εἶναι τότε τὰς τραπέζας, ἀλλὰ τετανυσμένας εἰς μῆκος. ἴσως γὰρ ὕστερον ἐπενοήθησαν αἱ κυκλοειδεῖς, διά τε τὴν ἀνυπέρβλητον ἰσότητα, καὶ πρὸς ὁμοιότητα τῆς τροφοφόρου ἅλωνος. Ἰστέον δὲ ὅτι τὲ τῶν δαιτυμόνων ἑκάστῳ κατ' ἄνδρα παρακεῖσθαι τράπεζαν οἴονταί τινες ὡς καὶ ἐνταῦθα ἐπὶ τοῦ φαινομένου Μέντου γίνεται. καὶ ἐν τοῖς ἑξῆς δὲ ἐπὶ τοῦ συβώτου. καὶ ὅτι αἱ οὕτω πολυτελεῖς τράπεζαι, κατηρεφέες παντοίων ἀγαθῶν πρός τινος τῶν παλαιῶν ἐῤῥέθησαν. καὶ ὅτι τράπεζαι παρὰ τοῖς παλαιοῖς, καὶ δεύτεραί τινες ἐκαλοῦντο. αἱ δὲ, ἦσαν, αἱ τῶν τραγημάτων. ἃ, ὡς ἐν τοῖς τοῦ Ἀθηναίου κεῖται, καὶ τρωγάλια ἐλέγοντο. Πίνδαρος. δείπνου δὲ λήγοντος, γλυκὺ τρωγάλιον. ὁ δὲ κωμικὸς, εἶδος τραγημάτων οἶδε τὸ τρωγάλιον. λέγει δὲ Ἀθήναιος, καὶ ὅτι ὄντως ὁ τραγηματισμὸς, ἐπιδορπισμός τις ἐστὶ καὶ δεῖπνον ἕτερον. καὶ ἦσαν παρὰ τοῖς ἀρχαίοις αἱ δεύτεραι τράπεζαι, πολυτελῶς πάνυ μεμεριμνημέναι. ἐν αἷς, λαγῶα καὶ κίχλαι καὶ μελίπηκτα καὶ ὠὰ προεφέροντο. διὸ, ἀστείως Ἀντιφάνης φησὶν ἐν ἐρωτήσει καὶ ἀποκρίσει, ταῦτα. οἶνον Θάσιον πίνοις ἄν; εἴ τις ἐγχέαι. πρὸς ἀμυγδαλᾶς δὲ, πῶς ἔχεις; εἰρηνικῶς. μᾶλλον δι' ἃς μέλιτι προσπαίζειν δέδοται. μελίπηκτα δ' εἴσοι προσφέρει; τρώγοιμ' ἄν. Ὠὸν δὲ; καταπίνοιμ' ἄν. Ἔτι ἰστέον καὶ ὅτι ἡ εἰρημένη ἀνυπέρβλητος ἰσότης, δηλοῦται καὶ ἐν τῷ, δαιτὸς ἐΐσης. δαὶς γὰρ ἐΐση, ἄλλως μὲν κοινότερον, ἡ ἰσόμοιρος. κατὰ δὲ Ζηνόδοτον, ἡ ἀγαθή. ὡς ἱστορεῖ καὶ Ἀθήναιος λέγων ὅτι ἐπεὶ ἡ τροφὴ τῷ ἀνθρώπῳ ἀγαθὸν ἀναγκαῖον, ἐπεκτείνας εἴρηκεν ἐΐσην. ἔνθα σημείωσαι τὸ ἐπεκτείνας, ὡς τοῦ Ζηνοδότου ἐπέκτασιν δοξάζοντος καὶ τὸ ἀντὶ τοῦ ἴσην, εἰπεῖν ἐΐσην. τούτοις δὲ ἐπάγει καὶ ὅτι ἐπεὶ οἱ πρῶτοι ἄνθρωποι οἷς οὐ παρῆν ἄφθονος τροφὴ, ἄρτι φαινομένης, ἀθρόον ἐπ' αὐτὴν ἰόντες, βίᾳ ἥρπαζον. καὶ σὺν ἀκοσμίᾳ, ἐγίνοντο καὶ φόνοι. ἐξ ὧν εἰκὸς λεχθῆναι καὶ ἀτασθαλίαν τὴν ἐν θαλίαις ἁμαρτίαν, τέως μὲν, οὐκ εἶχον ὅ, τι δράσουσιν. ὡς δὲ παρεγένετο αὐτοῖς πολλὴ τροφὴ ἐκ τῆς Δήμητρος, διένεμον ἑκάστῳ ἴσην. καὶ οὕτως εἰς κόσμον προῆλθε τὰ δόρπα, πάντων εἰς ἶσον διαμεμοιραμένων. ὥς τε δαὶς ἐΐση ἡ ἀνθρωπίνη τροφὴ, παρὰ τὸ δατεῖσθαι ὅ ἐστι διαμοιρᾶσθαι ἐπίσης. καὶ οὐ κρέα μόνον, ἀλλὰ καὶ οἶνον καὶ λοιπά. οὕτω δὲ καὶ δαιτρὸς, ὁ ἴσην ἑκάστῳ μοῖραν δαιόμενος. ὅτι δὲ ἐπὶ μόνων ἀνθρώπων ἡ δαὶς κἂν ὁ Ζηνόδοτος ἄλλο τι βούληται, καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα δεδήλωται. σῖτον δὲ οὐδετέρως, ἐπὶ ἄρτου. ὁ σῖτος γὰρ, ἀκατέργαστος. 1. 36 (ῃερς. 139.) Ἰστέον δὲ, ὅτι παρὰ τὰ καθ' Ὅμηρον σῖτα, ἡ σπανοσιτία σύγκειται. Ξενοφῶν. φοβούμενος τὴν σπανοσιτίαν. Ἐν δὲ τῷ λέγειν αἰδοίη ταμία, ὑποτίθεται ὅτι καὶ τὰς ἐν τοῖς τοιούτοις ὑπουργούσας ἀμφιπόλους, σώφρονας εἶναι χρή. οὕτω γὰρ οὐκ ἂν ὁ δεσποτικὸς αὐταῖς οἶκος ἐξαντλοῖτο. (ῃερς. 140.) Εἴδατα δὲ, τὰ ὄψα ἔοικε λέγειν κατ' ἐξοχὴν, διαστέλλων αὐτὰ πρὸς τὰ σῖτα, ἤτοι πρὸς τοὺς ἄρτους. Τὸ δὲ ἐπιθεῖσα, γέγονε τοῖς παλαιοῖς ἀφορμὴ τοῦ εἰπεῖν ἐπιτραπεζώματα τὰ ἐπιτιθέμενα τραπέζαις βρώματα. εἰ δὲ ἐχρῆν τὰ αὐτὰ καὶ ἐπιθήματα λέγειν διὰ τὸ ἐπιθεῖσα, ὅμως ἤρεσε τοῖς ὀνοματοθέταις, σανιδίῳ τινὶ χαρίσασθαι τὸ τοιοῦτον ὄνομα. καὶ ζήτει εἰς τὸν Ἀθήναιον. Χαριζομένη δὲ, ἡ τὰ πρὸς χάριν καὶ ἡδονὴν ποιοῦσα, οὕτω γὰρ καὶ Ὀδυσσεὺς, ἐχαρίζετο τῷ Διῒ ἱερὰ ῥέζων. Παρεόντα δὲ βρώματα λέγει, τὰ ἐν τῷ ταμείῳ ἀπόθετα, ἤτοι ἕωλα. τὰ γὰρ πρόσφατα, ὁ δαιτρὸς παρατίθησιν. ἢ καὶ ἄλλως παρεόντα λέγει, τὰ ἐπὶ πολὺ παραμένοντα, ὁποῖα τὰ ἁλίπαστα. Ἰστέον δὲ ὡς τὰ μὲν
1.3.1
Ὅμηρον παρεόντα ἤγουν τὰ ἐκ τῆς χθὲς τραπέζης ἕωλα λείψανα, μέτρια ὡς εἰκὸς ἂν ἦσαν. καὶ οἷα δεῖσθαι καὶ τῆς ἐπαύριον ἐν ἐδέσμασιν ἐπισκευῆς. οὐ μὴν τοιαῦτα καὶ τὰ τοῖς ὕστερον ἐκδιαιτήσεως. Δημητρίου γοῦν φασὶ τοῦ Φαληρέως χαρισαμένου Μοσχίωνι λείψανα τραπέζης τῆς κατ' αὐτὸν, ὁ Μοσχίων ἐξ ἐκείνων, ἐν ἔτεσι δύο τρεῖς συνοικίας ἐωνήσατο. (ῃερς. 141.) Πίνακες δὲ νῦν μὲν, τὰ ἐπὶ τραπέζης ξύλινα σκεύη. ἀλλαχοῦ δὲ, καὶ αἱ σανίδες οὕτω λέγονται, ὅπου νεῶν πίνακας ὁ ποιητὴς ἐρεῖ. λέγει δέ που καὶ ὁ κωμικὸς, πινακηδὸν ἀποσπῶν ὅ ἐστι δίκην σανίδων. Ἰστέον δὲ ὅτι Ὅμηρος μὲν, πίνακας οἶδε λέγειν καὶ κάνεα. οἱ δὲ ὕστερον, καὶ τρύβλια ἑτεροῖά τε καὶ ὀξύβαφα. ἔτι δὲ, καὶ λεκάνας. καὶ λεκανίδια δέ. οἷον. τὰς χεῖρας πρὸς τὰ λεκανίδια προσῆγεν ἐν οἷς τὰ μαγειρεύματα. Ὅρα δὲ ὑποκατάβασιν εἰς εὐτέλειαν, εὔτακτον. χρυσέα μὲν γὰρ, ἡ καθαρείως ἔχουσα πρόχοος ὡς καὶ τὰ κύπελλα. ἀργύρεος δὲ ὁ λέβης διὰ τὸ τῶν χειρονίπτρων μὴ ἄῤῥυπον. ξύλινοι δὲ οἱ πίνακες, ὡς αὐτοὶ τοῦ συρφετοῦ ἤδη ὄντες καὶ μὴ πρέποντες ἐκ τιμίας ὕλης εἶναι. ὡς δὲ μέχρι καὶ ἐσάρτι τῶν τινα ἐθνῶν καὶ οἱ κατ' αὐτοὺς δὲ ἄρχοντες χαίρουσι σκεύεσι ξυλίνοις ἃ καὶ κάνεα λέγεται καὶ τραπεζώματα, δῆλον ἐστίν. (ῃερς. 142.) Ὅρα δὲ καὶ τὸ, παντοίων, δι' ὧν εἰδέναι δηλοῖ ὁ ποιητὴς καὶ τὰς ποικίλας τροφάς. ὡς καὶ ἐν τῷ, ἐδωδὴν παντοίην. καὶ ἐν τῷ, ὄψα οἷα ἔδουσι διοτρεφέες βασιλῆες. Σημείωσαι δὲ καὶ ὅτι τὸ, δαιτρὸς δὲ κρειῶν πίνακας παρέθηκεν ἀείρας, διαγράφεσθαι ἱστορεῖ Ἀθήναιος, ἐπειδὴ ἀπαρκεῖν δοκεῖ τὸ πρὸ αὐτοῦ δίστιχον. εἰ γάρ φησιν εἴδατα παρέθηκεν ἡ ταμίη κρεάτων ὄντα λείψανα, τὸν δαιτρὸν οὐκ ἔδει παρεισφέρειν. καὶ μὴν καινὸν ἄλλως οὐδὲν τῶν τριῶν στίχων φυλαττομένων, τὴν μὲν ταμίην ἕωλα παραθέσθαι, τὸν δ' αὖ δαιτρὸν ἑτεροῖα παντοῖα πρόσφατα ποικιλίας τὲ χάριν καὶ πρὸς φιλοφροσύνης ἔνδειξιν. Ὅτι δὲ οὐ μόνον ὁ χρυσὸς πάλαι ποτὲ ἀλλὰ καὶ ὁ ἄργυρος σπάνιόν τι χρῆμα ἦν, δηλοῖ κατὰ τοὺς παλαιοὺς καὶ τὸ περιμάχητον χρυσόμαλλον ἀρνίον τοῦ Ἀτρέως. ὅ φασιν ἀργυρίδα εἶναι τουτέστι φιάλην ἀργυρᾶν, ἧς ὁ πυθμὴν ἐμπεπαισμένον εἶχεν ἀρνίον ἐπίχρυσον. Κύπελλα δὲ, ποτήρια νεύοντα τοῖς χείλεσι καὶ ἐπικύπτοντα ἐντός. περὶ ὧν ἐν Ἰλιάδι κάλλιον εἴρηται. (ῃερς. 143.) Τὸ δὲ θαμὰ οἰνοχοεύειν, οὐ πολυποσίαν ἐνταῦθα κατηγορεῖ, ἀλλὰ φιλοφροσύνην ἐνδείκνυται. εἰκὸς δὲ καὶ βραχέα εἶναι τὸ κύπελλα. (ῃερς. 145.) Τὸ δὲ οἰνοχοεύειν καὶ οἰνοχοεῖν, οὐ μόνον κιρνᾶν λέγεται, ἀλλὰ καὶ ἐγκανάσσειν, ὅ ἐστιν ἐγχέειν οἶνον, ὡς τὸ, ἄκρατον ἐγκάναζόν μοι πολύν. ὅθεν καὶ κάναστρον, τρύβλιον. ὡς ἐν παλαιῷ κεῖται ῥητορικῷ λεξικῷ. καὶ ἴσως ἔχει τοῦτο συγγενές τι καὶ πρὸς τὰ μετ' ὀλίγον σιτοφόρα κάνεα. (ῃερς. 146.) Ὅτι Τηλεμάχῳ μὲν καὶ τῷ σώφρονι ξένῳ, ἀμφίπολος χέρνιβα φέρει, καὶ ἐπιχέει. τοῖς δὲ ἀτασθάλοις μνηστῆρσι, κήρυκες ὕδωρ ἐπὶ χεῖρας ἔχευαν. οὐ γὰρ ἐχρῆν τοῖς ὑβρισταῖς καὶ ἀκολάστοις, παιδίσκας διακονεῖν. Ὅτι ὅπερ ἀνωτέρω περιφραστικῶς εἶπεν ἐν δυσὶ στίχοις τὸ, χέρνιβα δ' ἀμφίπολος προχόῳ ἐπέχεε καὶ ἑξῆς, ἐνταῦθα συντομώτατα ἔφρασεν ἐπὶ τῶν μνηστήρων, ἐν τῷ, κήρυκες ὕδωρ ἐπὶ χεῖρας ἔχευαν. οὕτω δὲ καὶ τοῦ μὲν σώφρονος Τηλεμάχου τὴν τράπεζαν. διεσκεύασεν ἤδη ἐν στίχοις πλείοσιν, ἐναβρυνόμενος οἷον τῇ ἐκφράσει. τὴν μέντοι τῶν ὑπερφιάλων μνηστήρων, ἐπιτρέχων συντέμνει ἐν ὀλίγοις ἔπεσι. τάχιον οἷον σπεύδων αὐτῆς ἀπαλλάττεσθαι. φησὶ γάρ. τοῖς δὲ, κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν. σῖτον δὲ δμωαὶ παρενήνεον ἐν κανέοισι. κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο. οὕτως ἐν καιρῷ καὶ πλατύνει τὰς ἐννοίας καὶ ἐπιτέμνει ὁ ποιητής. Ἰστέον δὲ ὅτι κήρυκας οἱ μὲν πλείους Ὁμηρικῶς οἴδασι. Κλείδημος δὲ κατὰ τὴν τοῦ δειπνοσοφιστοῦ ἱστορίαν. 1. 37 καὶ τοὺς μαγείρους οὕτω καλεῖσθαι φησίν. ἐνταῦθα δὲ ἴσως, κήρυκας τοὺς οἰνοχόους εἶπεν ὁ ποιητής. οὓς καὶ ἐπεγχύτας ἔλεγον οἱ Ἑλλησπόντιοι. ὡς δὲ καὶ γυναῖκες ἐῳνοχόουν, ὁ αὐτὸς ῥήτωρ δηλοῖ. λέγων ὅτι Κλίνης γυναικός τινος οὕτω καλουμένης τῆς οἰνοχόου Πτολεμαίου τοῦ βασιλέως, ἀνδριάντες ἵσταντο κατὰ πολλὰ μέρη τῆς πόλεως μονοχίτωνες, ῥυτὸν κρατοῦντες ἐν ταῖς χερσίν. ἔστι δὲ ποτηρίου εἶδος τὸ ῥυτὸν ὡς ἐν ἄλλοις δηλοῦται σαφῶς. Χρὴ δὲ μὴ δούλους νοεῖν τοὺς Ὁμηρικοὺς οἰνοχόους. δοῦλος γάρ φασιν οὐδεὶς ἦν ἐν τοῖς τοιούτοις διακονῶν. ἀλλ' οἱ ἐλεύθεροί φασι τῶν νέων, ᾠνοχόουν. ὡς καὶ ὁ τοῦ Μενελάου υἱὸς καί τοι νυμφίος ὢν, ἐν αὐτοῖς τοῖς γάμοις. Ὅτι δὲ τὸ τὰς χεῖρας νίπτεσθαι, κατὰ χειρὸς καὶ κατὰ χειρῶν ὕδωρ λαμβάνειν ἢ διδόναι ἢ δίδοσθαι ἢ χεῖσθαι ἐλέγετο, παραδιδόασιν οἱ πάλαι ῥήτορες. παρ' οἷς ᾄδεταί τις παράσιτος ἐγκωμαζόντων τινῶν μὲν, τὸ ἀπὸ λέρνης ὕδωρ κρήνης Ἀργείας. τινῶν δὲ, τὸ ἀπὸ πειρήνης τῆς κατὰ Κόρινθον, αὐτὸς εἰπεῖν, ἄριστον εἶναι τὸ κατὰ χειρῶν. ἤγουν τὸ ἐν συσσιτίοις διδόμενον. Κερᾶν δὲ ἀφ' οὗ καὶ ὁ κρατὴρ καὶ τὸ κιρνᾶν καὶ ὅσα τοιαῦτα, οὐ μόνον οἴνῳ προσαρμόττει, ἀλλὰ καὶ ἑτέροις ὑγροῖς. ὡς δῆλον καὶ ἐκ τοῦ μελικρήτου. καὶ ἐκ τοῦ, θυμῆρες κεράσασα κατὰ κρατός τε καὶ ὤμων. καὶ ἐξ ἄλλων δὲ διαφόρων. (ῃερς. 147.) Τὸ δὲ παρενήνεον, λέξις μέν ἐστι ποιητικὴ, καὶ τοῖς πεζολεκτοῦσιν ἀσυντελής. δηλοῖ δὲ τὸ σωρεύειν, καὶ ἐμφαίνει τὸν πληθυσμὸν τοῦ σίτου, ἀπὸ τοῦ νῶ τὸ σωρεύω. ἵνα ᾖ κατὰ ἀναδιπλασιασμὸν, νανῶ. καὶ ἐκτάσει, νηνῶ. ὅμοιον καὶ τῶ, τητῶ. ἤτοι στερίσκω. τοιοῦτον καὶ τὸ ἀνακηκίειν ἐν Ἰλιάδι. ὅμοιον δὲ καὶ τὸ κηκάζειν. ὅθεν ἐπικήκαστον τὸ ἐπονείδιστον καὶ καταγέλαστον. ὅτι δὲ καὶ τὸ κακάζειν ἐν χρήσει ἐστί, δῆλον. ἐπὶ ὀρνίθων ὀνοματοποιηθέν. (ῃερς. 149.) Οἱ δὲ δηλωθέντες κοῦροι, δῆλον ὡς καὶ τρυφερῶς εἶχον καὶ πρεπόντως τοῖς ὑπερφιάλοις μνηστῆρσιν, ὥς που καὶ ἐν τοῖς μετὰ ταῦτα δηλωθήσεται. καὶ οἱ μεθ' Ὅμηρον δὲ οἰνοχόοι τῶν μεγάλων προσώπων, οὐκ ἄλλως διέκειντο. εἴγε καὶ καθαρείως ἐνέχεον ὥς φησιν ὁ Ξενοφῶν. καὶ ἐν τοῖς τρισὶ δακτύλοις ὀχοῦντες τὸ ποτήριον προσέφερον. ἦν δὲ πάντως τοῖς τοιούτοις ἀνάγκη, καὶ τὸν οἶνον ἐπιμελῶς χέειν ἐς τοὺς κρατῆρας. διὸ τῶν τις κούρων, φαύλως οἰνοχοῶν, ἐπετιμήθη, ἀκούσας μὴ δεῖν τὸν οἰνέα πηλέα ποιεῖν. ὅπερ ἦν ἐξ ἡρωϊκῶν προσώπων ἀστεῖον αἴνιγμα, τοῦ μὴ χρῆναι ὑπόπηλον οἶνον κιρνᾶν. Ἐπιστέφεσθαι δὲ κρατῆρας ποτοῦ λέγει ὡς ἐν Ἰλιάδι, τὸ μέχρι τοῦ χείλους ἐμπιπλᾶν. ἢ μᾶλλον ὑπερχειλεῖς ποτοῦ τοὺς κρατῆρας ποιεῖν. ἐκ τούτου δὲ καὶ κρατῆρες ἐπιστεφέες οἴνου παρὰ τῷ τὴν γλῶσσαν χρυσῷ. Ἰστέον δὲ ὅτι τὸ ἀνάπαλιν τοῦ ἐπιστέψαι, ἐκστέψαι, ὁ Παυσανίας φησίν. ἐκεῖνο μὲν γάρ ἐστι πληρῶσαι ποτοῦ. τοῦτο δὲ, ἐκκενῶσαι. ἐδήλου δέ φησιν ἐκστέψαι, καὶ τὸ ἀποθέσθαί τι, ἐκ μεταφορᾶς τῶν τὰ στέμματα ἀποτιθεμένων. Ἰστέον δὲ ὅτι τὸ οὕτω τοὺς κρατῆρας ἐπιστέφεσθαι ὡς διὰ τοῦ ποτοῦ ἐπιστεφανοῦσθαι καθά φησιν Ἀθήναιος, ἔπρασσον οἱ παλαιοὶ πρὸς οἰωνοῦ φησι τιθέμενοι, τουτέστιν οἰωνιζόμενοι, ἦν δὲ ἴσως τὸ οἰώνισμα, εἰς ἐντελὲς εὐδαιμονίας σύμβολον καὶ πληρέστατον. ὅπερ ἀπεναντίας τῇ κενεαγίᾳ ἐστί. τὸ γὰρ ὡς ἐῤῥέθη ἐπιστεφὲς, κυκλώματι ἔοικε σφαιροειδεῖ. τὰ δὲ τοιαῦτα σχήματα, καὶ τέλειά ἐστι καὶ πολυχώρητα, καὶ διατοῦτο, προσφυῆ τῷ εἰρημένῳ οἰωνίσματι τῷ ἐπὶ βίῳ εὐδαίμονι. Ὡς δὲ κοινὸν μὲν ὁ κρατὴρ ἐκ τοῦ κερῶ κεράσω συγκοπεὶς, Ἰωνικὸν δὲ ὁ κρητὴρ ἐκ τοῦ κρῶ κρήσω ἐξ οὗ καὶ ἐπικρῆσαι τὸ ἐπικεράσαι. καὶ ὅτι παρὰ τὸ κέρας αἱ τοιαῦται λέξεις γεγόνασι. καὶ ὅτι ἐκ τοῦ κρατῆρος, καὶ κρατηρίζειν τὸ συμπίνειν, δῆλον ἐκ τῶν παλαιῶν. δόξοι δ' ἂν καὶ ἡ Κρήτη καὶ ὁ Κρὴς, τῷ τοιούτῳ ῥήματι συστοιχεῖν. (ῃερς. 150.) Ὅτι ἐπὶ ἑτοίμου πανδαισίας λεχθήσεται τὸ, οἵ δ' ἐπ' ὀνείαθ' ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον ὅ ἐστιν ἔπεμπον ἢ ἔβαλλον. καὶ ἔστι τὸ ὅλον, περίφρασις τοῦ ἤσθιον. γίνεται δὲ τὸ ὄνειαρ, ἐκ τοῦ ὀνέω τὸ ὠφελῶ, πλεονασμῷ τοῦ ˉι. ὡς ἔδω ἔδαρ εἶδαρ καὶ ἔαρ εἶαρ. ὅτι δὲ ὀνήσιμον ἡ τροφὴ, δηλοῖ ὁ ποιητὴς ἔνθα λέγει, ἔπειτα δὲ καὶ αὐτὸς ὀνήσεαι πιών. ἐν δὲ τῷ τέλει τῆς Ἰλιάδος, ἕτερόν τι παρὰ τὸ βρῶμα δηλοῦται ἐν τῷ τοσσά δ' ὀνεία τ' ἔχοντα. χρήματα δηλαδή. Τὸ δὲ ἑτοῖμα, προπερισπᾶται καὶ ἐνταῦθα ὥσπερ καὶ ἐν τῇ Ἰλιάδι, καθὰ καὶ τὸ ἐρῆμα ἀντὶ τοῦ ἔρημα. Τὸ δὲ χεῖρας ἴαλλον, ἀστείως ἔχει ῥηθέν. ὡς εἴπερ αἱ χεῖρες ἐπὶ ἔργον ἐπέμποντο οἷα καί τινες θεράπαιναι. Ἰστέον δὲ ὅτι τοῦ, χεῖρας ἐπιϊάλλειν, ἑτεροῖόν ἐστι τὸ ἀπὸ χεῖρας ἰάλλειν. ἐκεῖνο μὲν γὰρ, ταυτόν ἐστι τῷ, εἰς βρῶσιν ἄγειν. τοῦτο δὲ, ἀνάπαλιν ἔχει. ὡς δῆλον ἐκ τοῦ, ἐν δὲ Θάσῳ, τὸν σκορπίον ὠνοῦ ἂν ἦ μὴ μείων πυγόνος. μεγάλου δ' ἀπὸ χεῖρας ἴαλλε. ἤγουν ἄπεχε. ἄπαγε. Καὶ ὅρα τηλίκοι σκορπίοι ἐν Θάσῳ θαλάσσιοι λέγεται εἶναι. Ἰστέον δὲ καὶ ὅτι τὸ 1. 38 ἰάλλειν κατὰ μὲν τὸν κανόνα τοῦ ἰὸς καὶ ἰήϊος καὶ τῶν ὁμοίων, ὀρθῶς ψιλοῦται. ὁ δὲ Ὁμηρικὸς Ἐφιάλτης, ὑποβάλλει νοεῖν, ὡς καὶ δασύνεται ἀπὸ τοῦ ἵημι, ὅθεν τὸ ἀφίει. καὶ τὸ ἀφιέναι. καὶ ὅσα τοιαῦτα. βοηθεῖ δὲ τῇ ἐνταῦθα δασείᾳ, καὶ ἐκ τῶν τῆς κωμῳδίας τὸ, ἀλλ' οὐκ ἀποδώσεις οὐδ' ἐφιαλεῖς οἶδ' ὅτι, ἀντὶ τοῦ ἐπιβαλεῖς. ὁρμήσεις. καὶ εἰ μὲν οὕτως ἡ γραφὴ συναλείφεται, ἔχομεν τὴν ἀνάλογον δασεῖαν τοῦ ἱάλλειν. εἰ δὲ κατὰ τὸν Σουΐδαν οὐκ ἔστι τετρασυλλάβως ἐφιαλεῖς ἀλλὰ τρισυλλάβως φιαλεῖς ἀπὸ τῆς φιάλης. ἀντὶ τοῦ, μετ' εὐχῆς ἕξῃ τοῦ πράγματος κατὰ τὸ, ταχέως ὕπεσχε τὴν φιάλην ὅπως ἔργῳ φιαλοῦμεν, τοῦτο μὲν χρήσιμον ἔσται εἰς τὸ νοεῖν ὅτι ἐκ τῆς φιάλης καὶ ῥῆμά ἐστι τὸ φιαλῶ. εἰς δὲ τὸ δοκεῖν δασύνεσθαι τὸ ἱάλλω, ἀρκέσει ὁ Ἐφιάλτης. οὗπερ αὖθις ἡ ψίλωσις, ὑποφαίνεται ἐν τῷ ἐπίαλτος. ὃ καὶ αὐτὸ ἀλλαχόθι δεδήλωται. καὶ μὴν ἄλλως οὐκ ἀναντίῤῥητον ὅτι ἐν τῷ, ἔργῳ φιαλοῦμεν, τὸ τοῦ φιαλεῖν ἔγκειται ῥῆμα. δύναται γὰρ ὥσπερ ἀττικίζεται ὁ λόγος ἐν τῷ, τῷ ἐμῷ τὠμῷ, οὕτως εἶναι κατὰ συναλοιφὴν, καὶ τὸ, ἔργὠφιαλοῦμεν, ἀντὶ τοῦ ἐφιαλοῦμεν καὶ ἐπιβαλοῦμεν ἔργῳ. ἵνα κατὰ τὸ χεῖρας ἰάλλειν κρέασιν, οὕτω καὶ ἔργῳ ἐφιαλεῖν ᾖ, τὸ ἐγχειρῆσαι πράξει τινί. (ῃερς. 150.) Ὅτι τὸ, πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, δηλοῖ μὲν τὸ ἐξεπλήρωσαν τὴν ἔφεσιν, διεσαφήθη δὲ ἐν τῇ Ἰλιάδι. Ἰστέον δὲ ὅτι τοῦ ἐδητὺς ἡ παραγωγὴ, ἀπὸ τοῦ ἐδῶ ἐδήσω γίνεται ἀῤῥήτου ἐνεστῶτος. ὡς γὰρ ἐπὶ τῆς αἰδοῦς ἔστιν αἰδῶ αἰδήσω ἀφ' οὗ ὁ αἰδήμων, καὶ αἰδῶ αἰδέσω ὅθεν τὸ αἰδεσθῆναι, οὕτω καὶ ἔδω βαρύτονον ἀφ' οὗ ἡ ἐδωδή. καὶ ἐδῶ περισπώμενον. οὗ ὁ μέλλων, οὐ μόνον ἐδήσω τὸ παράγον τὴν ἐδητὺν, ἀλλὰ καὶ ἐδέσω ἀφ' οὗ τὸ ἔδεσμα. Παυσανίας δὲ, παράγει καὶ χρήσεις τοιαύτας. Πλάτων σοφιστῇ ἐν τρισὶ πληγαῖς ἀπηδέσθη τὸ ῥάμφος καὶ ἐν ἑορταῖς. κατηδέσθημεν ἂν καὶ κατεκόπημεν εὐθύς. ὁ δ' αὐτὸς λέγει καὶ ὅτι θριπήδεστα ξυλήφια τὰ ὑπὸ θριπῶν βεβρωμένα, ὡς ἀπὸ τοῦ ἔδω. οἷς ἐχρῶντο φησὶν οἱ σφόδρα οἰκονομικοὶ ἀντὶ γλυπτῶν σφραγίδων. τινὲς δὲ, αὐτὰ πεντασυλλάβως θριπηδέστατα εἶπον. ἐκ τοῦ ἔδειν δὲ, καὶ ἡ τερηδὼν θηρίδιόν φασι ξυλοφάγον. οὗ ἡ χρῆσις καὶ παρὰ Ἀριστοφάνει ἐν ἱππεῦσι. τείρει γὰρ καὶ ἔδει τὸ παραπεσόν. ἐκ τοῦ αὐτοῦ δὲ ῥήματος, καὶ ὁ παρὰ Αἰλίῳ Διονυσίῳ ἐδέατρος. περὶ οὗ λέγει ἐκεῖνος ὅτι τὸ μὲν ὄνομα, Ἑλληνικὸν. ἡ δὲ χρεία, περσική. ἦν δέ φησι προγεύστης. προεσθίων τοῦ βασιλέως, εἰς ἀσφάλειαν. ὕστερον δὲ ἐνομίσθη, ἐδέατρον καλεῖν τὸν ἐπιστάτην τῆς ὅλης διακονίας καὶ παρασκευῆς. δῆλον δὲ ὡς αὐτοῦ τοῦ ἔδω βαρυτόνου ῥήματος, οὐ φαίνεται κλίσις εἰς μέλλοντα καὶ τοὺς ἑξῆς χρόνους, ὅτι μὴ μόνον ἐπὶ τοῦ ἐδήδοκα παρακειμένου καὶ τοῦ ἐδηδόκειν ὑπερσυντελίκου. οἳ γίνονται οὕτω. ἔδω. ἔσω. ἧκα καὶ Ἀττικῶς ἔδηκα. καὶ πλεονασμῷ, ἐδήδοκα. ὑπερσυντέλικος ἐδηδόκειν. γίνεται δὲ ὁ πλεονασμὸς τῆς δˉο συλλαβῆς, ἵνα ἔχῃ ὁ Ἀττικὸς παρακείμενος τρίτην συνήθως συνεσταλμένην παραλήγουσαν, ὡς, καὶ ἐπὶ τοῦ ἀγήοχα γίνεται. ἄγω γὰρ ἄξω. ἦχα. καὶ κατὰ Ἀττικοὺς, ἄγηχα. καὶ πλεονασμῷ, ἀγήοχα. (ῃερς. 151.) Ὅτι οἰκεῖον ἐπί τινων τρυφώντων εἰπεῖν τὸ, τούτοις μὲν ἐνὶ φρεσὶν ἄλλα μέμηλε, μολπήτ' ὀρχηστύς τε. τὰ, γὰρ ἀναθήματα δαιτὸς ἐπὶ δὲ τῶν ἀλλοτρίοις καλοῖς ἐντρυφώντων, καλὸν εἰπεῖν τὸ, τούτοις μὲν, ταῦτα μέλει, κίθαρις καὶ ἀοιδή. ἐπεὶ ἀλλότριον βίοτον νήποινον ἔδουσιν. ὡς εἴπερ δηλαδὴ μὴ ἀλλότρια ἤσθιον ἀλλὰ ἐπονοῦντο περὶ κτῆσιν οἰκείαν, οὐκ ἂν ἀπησχόλουν ἑαυτοὺς εἰς κιθαρῳδίαν καὶ λοιπὰ ὁπόσα συμποσίοις πρέπουσιν. Ἔστι δὲ τὸ μέμηλε, μέσου παρακειμένου, καὶ γίνεται κατὰ συγκοπὴν ἐκ τοῦ μεμέληκα. ὡς ἐκ τοῦ λελάληκα τὸ λέληκα. καὶ τοῦ βεβούληκα τὸ βέβουλα. πάνυ δὲ βαρέως ἡ λέξις ἔχει. οὐ γὰρ ἁπλῶς οἷά τι σύμβαμα τὸ κακὸν τοῖς μνηστῆρσι καί τις ποιότης παθητικὴ, ἀλλὰ σπουδὴ καὶ ἄντικρυς μέλημα. θαμίζουσι γοῦν ἐς Ὀδυσσέως οἱ ἀκόλαστοι, ὡς ἐς διδασκάλου, καὶ ὡς ἑκάστοτε τρυφῶσι. καὶ οὐκ ἔστιν αὐτοῖς καθά τις εἶπεν, ἀποτακτὸς ἡμέρα οἰνῶσαι σῶμα ἀμέτροισι πότοις. (ῃερς. 152.) Καὶ ὅρα ἐνταῦθα τὸ, ἡ ἀποτακτὸς θηλυκόν. ὅμοιον ὂν τῷ, κλυτὸς Ἱπποδάμεια. καὶ τῷ, τυτθὸς κύλιξ. καὶ τῷ, ἀγγελθεῖσά μοι γενναῖος. καὶ τῷ, ἡ Λαῒς ἀργός ἐστι καὶ πότις. καὶ τῷ, τιθασσὸς γέγονεν, ἡ αὐτὴ δηλαδὴ Λαΐς. Μολπὴν δὲ ἐνταῦθά φησι, τὴν μετὰ ᾠδῆς παιδιὰν τὴν τῷ μέλει ἑπομένην ὡς δοκεῖ τοῖς παλαιοῖς. Δαιτὸς δὲ ἀναθήματα ἡ μολπὴ καὶ ἡ ὀρχηστὺς, ἀντὶ τοῦ ὥσπερ ναοῖς ἀναθήματα, οὕτω καὶ αὐτὰ κόσμος τις ἀνακείμενος τῇ δαιτί. δῆλον δὲ, ὅτι τῇ πολυτελεῖ. οὐ γὰρ τῆς τυχούσης ἁπλῶς δαιτός ἐστιν ἀναθήματα τὰ τοιαῦτα. τῆς γοῦν τοῦ Τηλεμάχου δαιτὸς, ἀναθήματα οὐκ εἰσίν. ὃς καὶ μέμφεται αὐτά. ἔστι δ' ἐνταῦθα εἰπεῖν, καὶ ὅτι τὸ τὴν μολπὴν ἀνάθημα δαιτὸς εἶναι, παραποιήσεως λόγῳ ταυτόν ἐστι 1. 39 τῷ, φόρμιγξ δαιτὶ ἑταίρη καθ' Ὅμηρον. εἰς ὃ γράφει Ἀθήναιος, ὅτι ἀποδέδοται ἡ φόρμιγξ ταῖς συνουσίας, ἐπανορθώσεως χάριν καὶ ὠφελείας. ἰατρεύει γάρ φησιν ὕβριν καὶ ἀκοσμίαν ἡ μουσική. καὶ αὐθάδειαν παύει. περιαιρουμένη γὰρ τὴν στυγνότητα, ποιεῖ πρᾳότητα καὶ χαρὰν ἐλευθέριον. Τὸ δὲ κίθαρις, ἀπὸ τοῦ κιθάρα. ὡς ἀπὸ τοῦ χαρὰ χάρις. καὶ δαμάλη δάμαλις. καὶ ἄκρη ἄκρις. ὡς τὸ, ἄκριας ἠνεμοέσσας. ὧν ἐκ μὲν τοῦ ἄκρη, ἀκραία Ἥρα. ἐκ δὲ τοῦ ἄκρις, ἄκριος Ζεύς. (ῃερς. 160.) Ἰστέον δὲ, ὡς οἱ ἀλλότριον βίον ἔδοντες, ἀλλοτριοφαγεῖν τε λέγονται, καὶ δειπνομανεῖς εἶναι. χρῆσις δὲ τοιούτων λέξεων, παρὰ τῷ δειπνοσοφιστῇ. ἔνθα ἱστορεῖ ἐκεῖνος ὡς ὁ παρῳδὸς Τίμων Ὁμηρικὸν ἔπος τὸ οἰνοβαρὲς κυνὸς ὄμματ' ἔχων κραδίην δ' ἐλάφοιο, παραποιήσας, ἔγραψε περί τινος ἀλλοτριοφάγου ἴσως δὲ καὶ δυσμόρφου καὶ ἀτέγκτου τὸ ἦθος, οὕτω. δειπνομανὲς νεκροῦ ὄμματ' ἔχων κραδίην δ' ἀκύλιστον. Ἰστέον δὲ ὅτι Ἕρμιππος ὁ κωμικὸς εἰπὼν ὡς Διὸς βαλάνους καὶ ἀμύγδαλα σιγαλόεντα Παφλαγόνες παρέχουσιν, ἐπάγει Ὁμηρικῶς τὸ, τὰ γὰρ ἀναθήματα δαιτός. ἤγουν ἱερά τινα κειμήλια. κεῖται γάρ φασι τὸ ἀνατιθέναι καθὰ καὶ τὸ ἀνακεῖσθαι, ἐπὶ τοιούτων. διὸ οἱ ἐπὶ κατακειμένων λέγοντες τὸ ἀνακεῖσθαι, διεσύροντο. ὡς δηλοῖ Δίφιλος ἐν τῷ, ἐγώ δ' ἕως μέν τινος, κατεκείμην, πρὸς ὃν δυσχεραίνων ὁ ἀκούων, ἔφη. ἀνάκεισο. ὡς εἴπερ εἶπεν, ἔσο ἄψυχος ἀνδριάς. πάλιν δέ τινος εἰπόντος, δειπνῶν ἀεὶ ἀνακείμενος παρ' αὐτὸν, ἐπιφέρει ὁ ἀκούσας. πότερον ἀνδριάντα εἱστία; Ἔτι ἰστέον καὶ ὅτι ὁ ἀλλοτριοφαγῶν κατὰ τοὺς μνηστῆρας, τεχνίτης εἶναι λέγοιτ' ἂν, τοῦ ἀσυμβόλως δειπνεῖν, ἤγουν δωρεάν. δίχα συμβολῆς, ἤτοι δαπάνης τῆς οἴκοθεν. ὅπερ ὁ Χαλκιδεὺς Κτησίβιος εἰπεῖν λέγεται πρὸς τὸν ἐρωτήσαντα τί περιγέγονεν αὐτῷ ἐκ φιλοσοφίας. ἀπεκρίνατο γὰρ ἐκεῖνος, τέχνην ἐκεῖθεν σχεῖν, τοῦ ἀσυμβόλως ὡς ἐῤῥέθη δειπνεῖν. εὔστοχος ὤν φασι καὶ χαρίεις περὶ τὸ γελοῖον. Χρῆσις δὲ ἀλλοτριοφαγίας μνηστῆρσι καὶ αὐτὴ πρέπουσα τοῖς καὶ ἐκ διαφόρων τόπων συγκεκροτημένοις καὶ κολάσεως δὲ ἀξίοις καὶ τὸ, μαστιγίαι κέντρωνες ἀλλοτριοφάγοι. ὃ δὴ ἐκ τῶν τοῦ Σοφοκλέους εἶναι λέγεται. (ῃερς. 155.) Ὅτι τὴν τοῦ σοφοῦ Φημίου κίθαριν, περικαλλέα φησί. καὶ ἀείδειν αὐτόν φησι παρὰ μνηστῆρσιν, ἀνάγκη. τουτέστι βίᾳ καὶ ἄκοντα. φιλόσοφος μὲν γὰρ ὁ Φήμιος καθὰ καὶ πᾶς ἀοιδός. ὑπερφίαλοι δὲ οἱ μνηστῆρες. καὶ οὐδὲν ἑκουσίως κοινὸν ἀμφοτέροις. Τὸν δὲ Φήμιον, ἡ παλαιὰ ἱστορία διδάσκαλον γενέσθαι λέγει τοῦ ποιητοῦ, ἄνδρα σοφὸν καὶ μούσαις κάτοχον. διὸ καὶ τὸν Ἰθακήσιον ἀοιδὸν ὁ ποιητὴς, οὕτω πλάττει καλεῖσθαι. ἐγκατατιθέμενος τῇ ποιήσει, τὸ τοῦ διδασκάλου ὄνομα οἷα κενηρίῳ λαμπρῷ εἰς κλέος ἀείμνηστον. φασὶ δὲ καὶ ὅτι τὴν τοῦ Ὁμήρου μητέρα Κρηθηῖδα ἐκεῖνος ὁ ἀληθὴς Φήμιος ἔπεισε συνοικήσειν αὐτῷ. ἐπιμαρτύρεται δὲ ὁ ποιητὴς τῷ Φημίῳ τούτῳ, οὐ μόνον σύνεσιν εἴπερ ἀνάγκῃ παρὰ τοῖς μνηστῆρσιν ἀείδει, ἀλλὰ καὶ σοφίαν ἐν οἷς πολλὰ λέγει αὐτὸν εἰδέναι βροτῶν θελκτήρια. ὅλως γὰρ ὁ ποιητὴς, σοφοὺς καὶ φιλοσόφους πλάττει τοὺς ἀοιδούς. καὶ αὐτοδιδάκτους εἶναι φησί. καὶ ὡς εἰπεῖν, θυμοσόφους. καὶ κατὰ Πίνδαρον, αὐτόθεν φυᾷ εἰδότας. καὶ θεοῖς φησὶ καὶ ἀνθρώποις ἀείδειν αὐτούς. καὶ τὸν θεὸν αὐτοῖς ἐν φρεσὶν, οἴμους παντοίας ἐμφύειν. οὐ μόνον δὲ τὸ τοῦ Φημίου ἐνταῦθα ὄνομα ἐξ ἀληθοῦς τινος Φημίου οἱ ἱστοροῦντες μετηνέχθαι φασὶν, ἀλλὰ καὶ τὸν ῥηθέντα Μέντην. ναὶ μέντοι καὶ τὴν τοῦ μετὰ ταῦτα ῥηθησομένου Μέντορος κλῆσιν. φασὶ γὰρ καὶ αὐτοὺς, ἑταίρους φίλους γενέσθαι τῷ ποιητῇ. τὸν μὲν, ναύκληρον ὄντα. τὸν Μέντην. πεπαιδευμένον ἄνδρα καὶ πολυΐστορα. ᾧ συμπλέων ὁ ποιητὴς, ἱστορίαν συνῆγε. τὸν δὲ Μέντορα, Ἰθακήσιον. παρ' ᾧ κατελείφθη καὶ ἐνοσοκομήθη ὁ ποιητὴς ὅτε πλέων ἐξ Ἰβηρίας μετὰ τοῦ Μέντου, δεινῶς ἐνόσησε τοὺς ὀφθαλμούς. καὶ διατοῦτο καὶ αὐτοὺς ἀπεσέμνυνεν ὁ ποιητὴς, τῷ εἰς αὐτοὺς μετασχηματισμῷ τῆς Ἀθηνᾶς. Ὅτι δὲ καὶ ὁ Θερσίτης καὶ ὁ Τυχίος καὶ ὁ Ἔχετος ἐπὶ Ὁμήρου γινόμενοι ἀνεχρονίσθησαν ὡς πάλαι ποτὲ γεγονότες, ἐν ταῖς παλαιαῖς ἱστορίας εὑρίσκεται. (ῃερς. 155.) Ὅτι τὸ, ἤτοι ὃ φορμίζων ἀνεβάλλετο καλὸν ἀείδειν, ἐλλιπῶς ἔχει ὡς καὶ τὸ, χέρνιβα ἐπέχευε νίψασθαι. λείπει γὰρ τὸ ὥστε ἢ τοιοῦτόν τι. ἵνα λέγῃ ὅτι ὕδωρ ἐπέχεεν ὥστε νίψασθαι, καὶ ἀνεβάλλετο ὥστε καλὸν ἀείδειν. Τὸ δὲ ἤτοι, ἰσοδυναμεῖ φασι τῷ μέν. διὸ καὶ ἐκ παραλλήλου κεῖνται ποτέ. ὡς ἐν τῷ, ἤτοι μὲν τόδε καλὸν ἀκουέμεν ἐστὶν ἀοιδοῦ. τίθεται δὲ ἀεὶ ἐν ἀρχῇ. ὡς καὶ ὁ ἀτˉαρ καὶ ὁ αὐτˉαρ καὶ ὁ ἠδὲ ἀντὶ τοῦ καˉι. οἳ καὶ αὐτοὶ παραλληλίζονται ἐν τῷ, ἠδέκε καὶ ᾧ παιδὶ κλέος ἤρατο. Τὸ δὲ ἀνεβάλλετο, ἀντὶ τοῦ προανεκρούετο ὡς ἀσόμενος. ἤτοι προοιμιάζετο. ἀναβολὴ γὰρ, οὐ μόνον ἐπὶ ἀργίας τίθεται καὶ ἱματισμοῦ, ἀλλὰ καὶ ἐπὶ προοιμίου, καθὰ δηλοῖ καὶ 1. 40 ὁ κωμικὸς ἐν τοῖς Ὄρνισιν. ἢ τὸ ἀνεβάλλετο, ἀντὶ τοῦ πνεῦμα συνῆγεν ὥς φασιν οἱ παλαιοί. ἢ μᾶλλον, ἀντὶ τοῦ ἀνῆγεν. ἀναβάλλειν γὰρ, καὶ τὸ ἀνάγειν. οἱ γοῦν ὀρύσσοντες, ἀναβάλλειν χοῦν λέγονται. καὶ ἡ τοιαύτη γῆ, ἀμβολὰς λέγεται. ἀναβάλλεται δὲ καὶ ὕδωρ, διὰ σωλήνων ἢ κίονος ἢ οὕτω πως ἀναβαῖνον, ἢ καὶ ἄλλως ἀναπηδῶν. ὡς δηλοῖ παρὰ Καλλιμάχῳ τὸ, κρήνη λευκὸν ὕδωρ ἀνέβαλλεν. ἀναπιδύον δηλαδὴ καὶ ἀναβλύζον. καὶ μύρμηκες δὲ, ἀναβάλλουσι κάτωθεν χοῦν. ὅπερ ἐναντίον τῷ καταβάλλειν ἐστὶν, ἤτοι κάτω βάλλειν τουτέστι ῥίπτειν. Σημείωσαι δὲ ὡς εἴπερ τὸ ἀνεβάλλετο, ταυτόν ἐστιν ὡς εἴρηται τῷ ἀνῆγεν, ἰσοδυναμεῖ ἄρα τὸ ἀνεβάλλετο. πρὸς τὸ ἀνείκατο ἤγουν ἀνενήνεγκεν. οἷον. ἀνενείκατο φώνησέν τε. κατὰ σύμμετρον δηλαδὴ ἀνάτασιν. οὐ μὴν ἐφ' ὁποίᾳ ᾠδῇ ἐσκώφθη τις μεγαλοβόας, ἀκούσας οὐκ ἐν τῷ μεγάλῳ κεῖσθαι τὸ εὖ, ἀλλ' ἐν τῷ εὖ τὸ μέγα. ὅπερ εὖ ὑποδηλοῖ Ὅμηρος ἐν τῷ, καλὸν ἀείδειν. τὸ γὰρ εὖ τῆς κατὰ μουσικὴν ᾠδῆς, τὸ καλὸν ἀείδειν ἐστίν. ᾧ συντρέχει, καὶ τὸ μέγα. ἐπειδὴ ἀληθῶς τὸ τῆς μουσικῆς καλόν, καὶ εὖ ἔχει, καὶ μεγαλεῖον ἐστίν. Ἰστέον δὲ καὶ ὅτι τοῦ ἀνηνέγκατο ταυτόν δ' εἰπεῖν ἀνενείκατο ποιητικῶς, χρῆσις παρὰ Αἰλιανῷ. εἰπόντι περὶ Κροίσου τὸ, ὁ δὲ, ἀνηνέγκατο ἄρα ἤγουν ἐκ βάθους ἐξεβόησε καὶ ἐς τρὶς ἐκάλεσε τὸν Σόλωνα. Ἔτι ἰστέον καὶ ὅτι κυρίως μὲν βάλλειν, τὸ βίᾳ ἢ ἐκ βιοῦ ὅ ἐστι τόξου ἰάλλειν ἢ ἅλλεσθαι τὸ ἀφιέμενον. ἐν δὲ ῥητορικῷ λεξικῷ φέρεται, ὡς τρία σημαίνει τὸ βάλλειν. τὸ προέσθαι. τὸ ῥίψαι. τὸ τρῶσαι. ἀφ' ὧν κατὰ διαφόρους κινήσεις τὲ καὶ ἐννοίας, ποικίλαι σημασίαι ἀναφαίνονται ἐν διαφόροις λόγου μέρεσι. τοιαῦτα γοῦν τινα ἐκ τῶν σημαινομένων τοῦ βάλλειν γίνονται. τὸ βέλος. καὶ ἡ βολίς. καὶ ἡ βολὴ ἡ ἐπιτυχὴς δηλαδὴ καὶ εὔστοχος· ἀφ' ἧς καὶ ἐπήβολος, ὁ τυχὼν πράγματός τινος, οἷον
1.4.1
Ὁμήρῳ, νηὸς ἐπήβολος. παρὰ δὲ τοῖς ὕστερον, κατ' ἐξοχὴν ὁ συνετός. οἱονεὶ ὁ τοῦ κυριοτάτου ἐπιτυχὴς, τοῦ φρονεῖν. ἐκ τῆς βολῆς δὲ, καὶ ὁ βολαῖος θύννος. καὶ ἡ βουλὴ ἐπενθέσει τοῦ ˉυ. καὶ ἡ συμβουλὴ τὸ ἐπιτυχὲς σύσκεμμα. τρία δὲ σημαινόμενα τῆς βουλῆς. ὁ τόπος. οἱ βουλευταί. καὶ αὐτὸ τὸ περὶ οὗ ἡ σκέψις. βολῆς δὲ σύνθεσις, ποιεῖ καὶ μεταβολὴν καὶ ὑπερβολὴν, τὰς ἐπαμφοτεριζούσας. οὔτε γὰρ ἡ ὑπερβολὴ ἀεὶ κακίζεται, οὔτε μεταβολὴ πόντων ἡδὺ ἐξ ἀνάγκης κατ' Εὐριπίδην. ἔτι ἀπὸ τοῦ βάλλειν, καὶ βαλβίδες. οὐ μόνον αἱ ἐπὶ ἀφέσεως δρομέων γραμμαὶ κατὰ Αἴλιον Διονύσιον, ἀλλὰ καὶ ὅσαι ἐν φρέασι καὶ ἄλλοις τοιούτοις ἐγκοπαί φησι καὶ ἐξοχαὶ δι' ὧν κατίασιν εἰς αὐτά. αἷς βαλβίσιν, ὅμοιόν τι κατὰ ἔννοιαν, καὶ ὁ βατήρ. ὃς ἦν ἀρχή φησι τοῦ τῶν πεντάθλων σκάμματος. ὅθεν καὶ παροιμία, αὐτὸν κέκρουκας τὸν βατῆρα τοῦ λόγου. ὡς οἷον εἰπεῖν, τὸ πρῶτον καὶ ἐπικαιρότερον. ἔτι ἐκ τοῦ βάλλειν ἢ τῆς βολῆς, καὶ ὁ πρωτόβολος ἵππος. οὗ χρῆσις ἐν τῷ, τὰ τέλεια ἐπὶ πλείστων γενῶν καὶ κατηρτυκότα, λειπογνώμονα καλεῖται, διὰ τὸ μηκέτι ἔχειν ὀδόντας τοὺς γνώμονας καλουμένους, οἷς ἐπιγινώσκουσιν οἱ ἔμπειροι τοὺς πρωτοβόλους. ὁ δὲ τοῦτο γράψας Ἀριστοφάνης, λέγει καὶ Ἀττικήν τινα δωδεκῇδα θύεσθαι λεγομένην λειπογνώμονα, οἷον τελείαν. καὶ ὅτι ἔνιοι, τὸν ῥηθέντα ὀδόντα, οὐ γνώμονα καλοῦσιν ἀλλὰ γνῶμα, οἷον, νέα δ' ἔτ' ἐστίν. οὐχ' ὁρᾶς; καὶ γνῶμα ἔχει. καὶ πάλιν. γνῶμα γοῦν βέβληκεν ὡς οὖσ' ἑπτέτης. ἔστι δὲ τὸ γνῶμα, κατὰ τὸ βρώμη βρῶμα. οὕτω γὰρ καὶ ἐκ τοῦ γνώμη, τὸ γνῶμα, ἔτι ἀπὸ τοῦ βάλλειν καὶ τῆς βολῆς, καὶ ὁ βολεὼν Ἀττικῶς ὅ ἐστι κοπρὼν ἤτοι κοπροβολεῖον. οὗ κόπρος δηλαδὴ ζώων βάλλεται ἤγουν ῥίπτεται. ἀκόλουθον δὲ τοῖς βολεῶσι, καὶ τὸ βόλιτον ἢ βόλβιτον ἐπὶ κόπρου νοούμενον. ἔτι ἡ βολὴ, καὶ τὸν βόλον παράγει τόν τε κυβευτικὸν καὶ τὸν κατὰ θαλάσσης ἀφιέμενον. εἴτε δικτύου ἐκεῖνος, εἴτε διὰ μολίβδου ἢ λίθου. ἀφ' οὗ καὶ βολίζειν τὸ σημειοῦσθαι διὰ καθέσεως βόλου, εἰ βαθὺ τὸ ὕδωρ. καὶ οὐ τὸ βολίζειν μόνον ἐκεῖθεν, ἀλλὰ καὶ τὸ βολῶ βολήσω. ἐξ οὗ τὸ, πένθεϊ τὸ ἀτλήτῳ βεβολήατο, ἤγουν βέβληντο κατὰ συγκοπήν. τοιούτου δὲ ῥήματος σύνθετον, καὶ ἀντιβολῶ τὸ συναντῶ καὶ παρακαλῶ, ἐκεῖθεν καὶ τὸ παρ' Ὁμήρῳ βλῆτρον. ὡς τὸ κολλητὸν βλήτροισιν. ἐκ τοῦ βάλλειν, καὶ ὁ τοῦ ἄρτου βλωμός. ἐκ τοῦ αὐτοῦ δὲ σύγκειται καὶ τὸ ἀβληχρόν. ὃ δηλοῖ ποτὲ μὲν, τὸν μὴ βαλλόμενον χροῦν. ποτὲ δὲ καὶ τὸν βαλλόμενον, ὡς πλεονάζοντος τοῦ ˉα. τῆς βολῆς ἔργον, καὶ ὁ παλίμβολος, οὐ μόνον ὁ κοινότερον οὕτω λεγόμενος, ἀλλὰ καὶ ὁ ἐπὶ δούλου ἐν τῷ, παλίμβολος τρίπρατος καὶ πολλάκις ἀπημπολημένος. ἴσως δὲ ὁ τοιοῦτος ἐκεῖθεν γέγονεν ὅθεν καὶ ὁ μεταβολεύς. ἵνα ᾖ παλίμβολος δοῦλος, ὃν πάλιν καὶ πάλιν οἱ τῶν ἀνδραπόδων μεταβολεῖς ἤλλαξαν οἷα τρίπρατον. ὅτι δὲ πραγματευτικὴ λέξις ὁ μεταβολεὺς, δηλοῖ ὁ τῶν ἀλφίτων μεταβολεὺς καὶ τῶν ὀβολῶν καὶ τοῦ 1. 41 χρυσίου. Ἔτι ἐκ τῆς βολῆς, καὶ ἡ τοῦ σίτου ἐκβολὴ παρὰ Θουκυδίδῃ. ὅ ἐστιν, ἡ πρώτη ἐκ τῆς κάλυκος τῶν ἀσταχύων ἔκφυσις. ἐκ τῶν ῥηθέντων, γίνεται καὶ ὁ παρὰ τῷ κωμικῷ ἀρύβαλλος παρὰ τὸ ἀρύεσθαι καὶ βάλλειν. ἢ καὶ ἄλλως, ἐκ τοῦ ἀρύττειν καὶ βάλλειν ὡς ὁ Ἀθήναιος γράφει. ὃς λέγει καὶ ὅτι δύο σημαινόμενα τοῦ ἀρυβάλλου. βαλάντιόν τε συσπαστὸν ὃ καὶ σημειωτέον εἰς τοὺς ἱππεῖς τοῦ Ἀριστοφάνου, καὶ ποτήριον δὲ, οὐ πόῤῥω ὂν ἀρυστίχου. κάτω μὲν, εὐρύτερον. ἄνω δὲ, συνηγμένον ὡς τὸ ῥηθὲν βαλάντιον. τοιοῦτον δέ τι καὶ ἡ παρὰ τῷ αὐτῷ ῥήτορι βῆσα γραφομένη δι' ἑνὸς σίγμα καθὰ καὶ ἡ Ὁμηρικὴ πόλις ἡ ἐν τῇ Βοιωτίᾳ ἤτοι ἐν τῷ καταλόγῳ τῶν νηῶν. φησὶ γάρ. βῆσα, ποτήριον παρὰ Ἀλεξανδρεῦσι. πλατύτερον ἐκ τῶν κάτω μερῶν, ἐστενωμένον ἄνωθεν. ἔτι ἐκ τῶν εἰρημένων παράγεται καὶ τὸ εὐθυβόλως ἐπίῤῥημα. καὶ ὁ βολβὸς τὸ κατὰ γῆς κρομυῶδες, ὁ βίᾳ γῆθεν ἀναβαλλόμενος κατὰ Ἡρῳδιανόν. καὶ ἡ ἀσβόλη, ἡ ἄσιν ὅ ἐστι ῥύπον βάλλουσα κατὰ ὄψεως. καὶ ὄσπρια κερασβόλα παρὰ Πλουτάρχῳ καὶ ἑτέροις, τὰ καὶ ἀτεράμονα. καὶ ὁ ἄβολος ἵππος, ὁ μηδέπω φασὶν ἐκβεβληκὼς πῶλος τὸν εἰρημένον γνώμονα ὀδόντα. ὁμοίως ἐκεῖθεν, καὶ ὁ τῆς νηὸς ἔμπροσθεν ὀξὺς ἔμβολος. ἀφ' οὗ καὶ τὸ ἀνδρεῖον αἰδοῖον παρὰ τοῖς κωμικοῖς, ἔμβολον καὶ τριέμβολον. ἐκεῖθεν καὶ ὑπόβολον οὐ μόνον τὸ παρὰ νομικοῖς, ἀλλὰ καὶ τὸ ὑποβεβλημένον ἤγουν ὑποκείμενον πρὸς δάνειον καὶ τόκον, εἴτε ἀγρὸς εἴτε οἶκος εἴτε ἄλλο τι. Φερεκράτης. οὐχ' ὁρᾷς τὴν οἰκίαν τὴν Πολυτίωνος κειμένην ὑπόβολον; δῆλον δὲ ὅτι καὶ ἕτερον ἦν ὑπώβολον ἐκτεῖνον τὴν προπαραλήγουσαν, καὶ δηλοῦν τὸ ὑποκείμενον ἐπὶ ὀβολιμαίῳ τόκῳ. τοῦτο μέντοι, οὐκ ἀπὸ τῆς βολῆς ἢ τοῦ βόλου, ἀλλὰ ἐκ τοῦ ὀβολοῦ. ὃς καὶ αὐτὸς, ἐκ τῆς βολῆς καὶ τοῦ βάλλειν γίνεται καθὰ καὶ ὁ ὀβελός. ὃς καὶ ἐκ τοῦ βέλους δύναται εἶναι πλεονασμῷ τοῦ ˉο. ἀφ' ὧν ἤτοι τοῦ ὀβολοῦ καὶ τοῦ ὀβελοῦ, τὸ Ὁμηρικόν τε πεμπώβολον, καὶ ἄρτος ὀβελίας ὁ ἐπὶ τοῖς ὀβελοῖς ὀπτώμενος. καὶ ἀκρωβελίας, ἄκρον ὀβολιαίου ἄρτου. καὶ ἐπωβελία, τὸ ἐπιδέκατον κατὰ τοὺς παλαιούς. καὶ ἡμιωβολιαῖον, τὸ τιμώμενον ἡμίσεος ὀβολοῦ. καὶ τριώβολον, μισθὸς δικαστικός. καὶ οἱ ἁπλῶς τρεῖς ὀβολοί. ἐξ ὧν τριωβολιμαῖος, ὁ εὐτελής. καὶ τετρωβολίζειν, τὸ λαμβάνειν δικαστικὸν τετρώβολον. ἐγένετο γάρ φασι καὶ τοσοῦτον ποτέ. καὶ τετρωβόλου βίος παρὰ Παυσανίᾳ, ἀντὶ τοῦ στρατιώτου μισθὸς. καὶ ἀμφώβολά φασι παρὰ Σοφοκλεῖ, αἱ διὰ σπλάγχνων μαντεῖαι. καὶ τοιαῦτα μὲν ὡς ἐκ πολλῶν ὀλίγα εἰπεῖν, τὰ τοῦ βάλλειν παρακινήματα. ἐν οἷς τηρητέον, καὶ ὅτι ἐκ τοῦ βάλλω καὶ ἐν συγκοπῇ βλῶ καὶ παραγωγῇ βλάζω, γίνεται βλὰξ βλακὸς, ὁ καταβεβλημένος οἷον καὶ μὴ δυνάμενος ὀρθοῦσθαι διὰ τρυφὴν ἢ καὶ εὐήθειαν. ὅθεν φασὶ καὶ βλὰξ, ἰχθὺς τέλεον ἀχρεῖος ὡς μηδέν τι ζῷον ἐσθίειν αὐτοῦ. καὶ βλακεύβεσθαι δὲ, τὸ μωραίνειν. καὶ βλακεύματα, αἱ εὐήθειαι. Ξενοφῶν δὲ, βλακεύεσθαι ἔφη τὸ νωθρεύεσθαι. αὐτὸ δὲ τὸ βάλλειν ἐν ἁπλότητι μὲν, ἔστιν ὅτε δοκεῖ καὶ τὸ ἀπάγειν σημαίνειν. ὡς ἐν τῷ, βάλλ' ἐς κόρακας. ἤγουν ἄπαγε εἰς ὄρη καὶ κρημνοὺς, ὡς καὶ ἐν τοῖς ἑξῆς που κεῖται. καὶ βάλλ' ἐς μακαρίαν. ἤγουν ἄπαγε εἰς ὄλεθρον ἢ εἰς ᾅδου. ἐπειδὴ οἱ νεκροὶ μακαρίται λέγονται. ἢ καὶ ἄλλως, ἐπεὶ Μακαρία Ἡρακλέος θυγάτηρ ὅτε Ἀθηναίοις Εὐρυσθεὺς ἐπεστράτευσεν, ἑαυτὴν ἐπέδωκεν εἰς σφαγὴν ὑπὲρ σωτηρίας τῶν πατριωτῶν. ὅτε δὲ καὶ συντεθῇ τὸ βάλλειν μετὰ ἑκάστης τῶν προθέσεων, πλείω τὴν ποικιλίαν ἐκφαίνει. ἐμβάλλειν οὖν κυρίως, τὸ εἰς μάχην συμπλέκεσθαι. ὅθεν καὶ στρατοῦ ἐμβολὴ καὶ κυμάτων. καὶ ἡ παρεμβολὴ δὲ καὶ τὸ παρεμβάλλειν, λέξεις στρατιωτικαί. ἡ μέντοι ἐπεμβολὴ οὐ τοιοῦτόν τι, ἀλλὰ σχῆμα ῥητορικόν ἐστιν. ἀνάλογον δὲ αὐτῇ, καὶ τὸ ἐπεμβάλλειν, ἐξ οὗ γέγονε. δοκεῖ δὲ, καὶ ἄλλο τι δηλοῦσθαι διὰ τοῦ ἐπεμβάλλειν. εἴτις ἐνθυμηθείη τὸν Ἀριστοτέλην, ἀπίους ἐμβολάδας εἰπόντα, τὰς ὡς οἱ πολλοί φασιν ἐγκεκεντρισμένας. ὡς εἶναι ἐπεμβάλλειν, καὶ τὸ ἐπὶ τὸ προϋπάρχον φυτὸν ἐντιθέναι ἄλλου φυτοῦ κλαδίσκον, οὗ ὁ καρπὸς, ἐπεμβολὰς ἂν λέγοιτο, τὸ δὲ τοιοῦτον ἐπεμβάλλειν, ἐμφυλλίζειν καὶ ἐγκεντρίζειν ἡ κοινὴ γλῶσσα φησί. ἄλλως δέ γε ἀπὸ τοῦ ἐμβάλλειν, καὶ μῆνες ἐμβόλιμοι καὶ ἐνιαυτοί. καὶ ἔμβολος, ὁ κατωτέρω ἔκβολος. τὸ δὲ εἰσβάλλειν καὶ ἡ εἰσβολὴ, ἀρχήν τινα ἔργου ἢ πάθους ἢ καὶ τοπικὴν, ἐμφαίνει. ὡς καὶ ὅτε εἰσβολὴν ὄρους εἴποι τις. ἐκβάλλει δὲ ποταμὸς εἰς θάλασσαν, ἤγουν ἐξάγει καὶ ἀπερεύγεται ὃν κατασύρει συρφετόν. ἐξ αὐτοῦ δὲ, καὶ ὁ ἔκβλητος παρ' Εὐριπίδῃ. καὶ ὁ ἐπὶ ὀξέος ἀκρωτηρίου ἔκβολος. ὁποῖον καὶ τὸ ἀντικρὺ ῥόδου ὃ τριήρους παραυγάζει, σχῆμα τοῖς πόῤῥωθεν βλέπουσιν. ὃς καὶ ἔμβολος λέγεται καθ' ὁμοιότητα τοῦ ἀνωτέρω ῥηθέντος ἐμβόλου τῆς νεώς. καὶ τὸ συμβάλλειν δὲ, μάχιμόν ποτε καὶ αὐτὸ καὶ ἡ ἀπ' αὐτοῦ συμ 1. 42 βολή. ἔστι δ' ὅτε καὶ τὸ ἁπλῶς ὁμοῦ ἰέναι δηλοῖ. οὕτω γὰρ ὕδατα συμβάλλειν λέγεται. ὅθεν καὶ συμβολὴ ποταμῶν ἣν καὶ ξύνεσιν ὁ ποιητὴς λέγει. καὶ παθητικῶς δὲ συμβάλλεσθαι, τὸ συγκροτεῖν καὶ βοηθεῖν ὁμοῦ ἰόντα. ὅθεν καὶ συμβολὴ ἡ ἐπὶ ἐράνου. καὶ δεῖπνον ἐξ αὐτοῦ ἀσύμβολον παρὰ Ἀθηναίῳ, τὸ δωρεὰν καὶ δίχα ἐράνου. οὗ τις ὑστερήσας, καὶ τάξιν ἄν φασι λίποι. ἔτι συμβάλλειν, καὶ τὸ συναντᾶν. ὅθεν καὶ οἱ κατὰ μαντείαν ἐνόδιοι σύμβολοι, καὶ ἀνὴρ ἀξύμβολος παρὰ τῷ Ἀφροδισιεῖ Ἀλεξάνδρῳ, οἱονεὶ ὁ δυσοιώνιστος καὶ ἀπαίσιος. ἢ καὶ ἄλλως, ὁ ἀσυντελής. ἐκ τοῦ συμβάλλεσθαι τὰ εἰς ὠφέλειαν. ὅθεν καὶ τὰ πολιτικὰ συμβόλαια. ἔκ τινος καὶ αὐτὰ γινόμενα συμβολῆς καθὰ καὶ ἡ συμβουλὴ, πρὸς ὁμοιότητα ἐράνου, ἐπεὶ καὶ ἐν τῇ βουλῇ πολλῶν ἀγειρομένων καὶ συμβολήν τινα ποιησαμένων λογικὴν, κυροῦται τὸ δοκοῦν κράτιστον βούλευμα. ἐπεὶ δὲ ξυμβάλλειν καὶ τὸ συγκρίνειν. ἀκολούθως ἐξ αὐτοῦ, ἀξύμβλητος ὁ ἀσύγκριτος, ὁ καὶ ἀπαράβλητος. ἢ καὶ ᾧ οὐκ ἔστιν ἀπαντῆσαι ὡς Σοφοκλῆς που φησίν. ἄπλαστον ἀξύμβλητον ἐξεθρεψάμεν. καὶ νοεῖν δέ ποτε τὸ συμβάλλειν. ἐξ οὗ καὶ σύμβολα οὐ μόνον τὰ τεκμηριώδη ἁπλῶς, ἀλλὰ καὶ ἰδίως τὰ μαντικά. προβάλλειν δὲ, στάσεως τινὸς καὶ αὐτό. οἷον, προσέβαλε τῷ τείχει. καὶ ὄνομα ἐκ τούτου ἡ προσβολή. προβάλλειν δὲ, οὐ μόνον τὸ προαφιέναι, ἀλλὰ καὶ τὸ προτιθέναι. καὶ προβάλλεσθαι, τὸ προΐσχεσθαι· ἀφ' οὗ καὶ τὸ προφασίζεσθαι καθ' ὁμοιότητα τῶν τιθέντων τι ἐπίπροσθεν τῆς βολῆς ὅθεν καὶ ὅπλον πρόβλημα. καὶ προβλὴς πέτρα ἡ προβεβλημένη τῆς θαλάσσης. μᾶλλον δὲ, ἣν ἡ γῆ προΐσχεται πρόβλημα. οὗ προβλῆτος ὁ σχηματισμὸς, ὅμοιος τῷ, ἐπιβλὴς ἐπιβλῆτος, ὃ δηλοῖ τὸν τῆς θύρας μοχλόν, καὶ ἀβλὴς ἀβλῆτος ἐπὶ ὀϊστοῦ. ἐκ τοῦ προβάλλειν δὲ, καὶ τὸ ῥητορικὸν πρόβλημα. καὶ τὸ κεφάλαιον ἡ προβολή. λεγομένη οὕτως, ἢ διὰ τὸ προτίθεσθαι τῶν ἄλλων, ἢ ὡς πρὸ τῶν λοιπῶν κεφαλαίων βάλλουσα τὸν διωκόμενον. ὅμοιόν τι καὶ ὁ πρόβολος, ὡς οἷον πρόμαχος. ἀναβάλλειν δὲ, οὐ μόνον τὸ ἀνάγειν ὡς ἐν ἀρχῇ τῆς προκειμένης θεωρίας ἐῤῥέθη. ἐξ οὗ καὶ λέβης ἀμβολάδην ζέων, καὶ ἀμβλήδην γοόωσα ὡς καὶ ἐν Ἰλιάδι κεῖται. καὶ ἀμβλίσκειν, καὶ ἀμβλῶσαι, ἀφ' ὧν καὶ ἀμβλωθρίδιον καὶ ἄμβλωμα τὸ οἷον ἀναβληθὲν ἐκ τῆς μήτρας ὡς ἐκ μεταφορᾶς τῶν ἐκ μυχοῦ ἀναβαλλομένων σωμάτων. καὶ τὸ ἀναβάλλειν σφαῖραν ἄνω. καὶ ἡ αὐτῆς εἰς ὕψος ἀναβολή. καὶ τὸ εἰς ἵππον ἀνάγειν καὶ ἔποχον ποιεῖν, ὅθεν καὶ ἀναβολεὺς, οὐ μόνον τὸ σιδήριον ᾧ τοὺς πόδας ἐντιθέντες ἔφιπποι γίνονταί τινες, ἀλλὰ καὶ ἄνθρωπος ὃς εἰς τοιοῦτον ἔργον καθυπουργεῖ. οἷον, τὸν βασιλέα ἐπὶ τὸν ἵππον ἀνέβαλλεν ἤγουν ἀνεβίβαζεν, ἀλλὰ καὶ τὸ ἐνδύεσθαι, ἀναβάλλεσθαι λέγεται. καὶ ὄνομα τούτου, ἡ ἀναβολὴ. ἀναβάλλεσθαι δὲ, καὶ τὸ ἀνατιθέναι τὸ ἔργον. ἀντὶ τοῦ, ὀκνεῖν καὶ ἀναδύεσθαι. ὅθεν καὶ ἀναβολὴ ἡ ἀνάπτωσις. καὶ ἀμβολιεργὸς, ὁ ἀναπίπτων εἰς ἔργον. ἴσως δὲ καὶ ἀμβλὺ, τὸ ἀνάπαλιν τοῦ βάλλοντος ὀξέως. ὃ δοκεῖ ἀναβάλλεσθαι οἷον τὴν ἐνδοτέρω τομήν. τὸ δὲ καταβαλεῖν, καταῤῥίψαι ἐστίν. ὃ δὴ συγκοπὲν, ποιεῖ τὸ καββαλεῖν, ἴσως δὲ καὶ τὴν κοινῶς λεγομένην καβαλῖνα. καθ' ἣν ὁ Κοπρώνυμος, καβαλῖνος ἔσκωπται. περὶ ἧς φέρεται, ὅτι καβαλὶς, δικατάληκτον. ἔγκειται δέ φασιν ἡ κάπη καὶ τὸ ἅλις ἤγουν αὐτάρκως. περίττωμα γάρ ἐστι τῶν ἀπὸ κάπης ἐσθιόντων ἀλόγων. οὔκουν κωλύει τὴν αὐτὴν οὕτω ῥηθῆναι, καὶ παρὰ τὸ τῆς κάπης ἀποβάλλεσθαι. καταβάλλεσθαι δὲ καὶ καταβολὴ, ἐπὶ καταθέσεως εἴτουν ἀποδόσεως. τὸ διαβάλλειν δὲ, οὐ μόνον συκοφαντικὸν ἔχει νοῦν, ὅθεν καὶ ἡ διαβολή. καὶ ὁ παρὰ τῷ Πινδάρῳ διάβολος ἄνθρωπος. ὁμοίως δὲ καὶ παρὰ τῷ δειπνοσοφιστῇ ἐν τῷ, οἱ πολλοὶ τῶν τοῦ Πλάτωνος μαθητῶν, τυραννικοί τινες καὶ διάβολοι γεγόνασι. καὶ ἐν τῷ, ὧν εἷς ἐβασίλευε φαῦλος ὢν καὶ διάβολος, ἀλλὰ καὶ ἀντὶ τοῦ ἀπατᾶν καὶ παραλογίζεσθαι τίθεται παρὰ Θουκυδίδῃ. παρὰ τῷ κωμικῷ δὲ ἐν τῷ, διέβαλέ με ἡ γραῦς. μεταβάλλειν δὲ, λέγεται μὲν καὶ ἐπὶ παραφραστικῆς μεθόδου. μεταβάλλειν γὰρ λέγεται λέξεις, ὁ δίγλωσσος. ὅθεν καὶ ὁ τὸ βιβλίον ὅλον τοῦτο παραφράσας Θρᾷξ Δημοσθένης, μεταβολὰς Ὀδυσσείας τὴν τοιαύτην αὐτοῦ πραγματείαν ἐκάλεσεν. ἔστι δὲ καὶ λέξις ἐμπορική, ὅθεν μεταβολεῖς ὁ βολῶν ὡς ἐῤῥέθη καὶ ἀλφίτων καὶ τῶν τοιούτων, οἱ αὐτὰ καταλλάσσοντες. παραβάλλειν δὲ, οὐ μόνον τὸ ἐν παραθέσει συγκρίνειν ὅθεν καὶ ἡ παραβολὴ παράθεσις οὖσα ὁμοιωματικὴ ἐπὶ σαφηνείᾳ τῶν ὑποκειμένων. καὶ τὸ παραβαλεῖν οὖς ἤγουν πλαγιάσαι. ὑποκλίναι. ὑποθέσθαι εἰς μεμεριμνημένην ἀκοήν. καὶ τὸ παραβλήδην παρ' Ὁμήρῳ ἀντὶ τοῦ συγκριτικῶς ὡς οἱ πλείους φασί. κατὰ δὲ τὸν Σουΐδαν, ἀντὶ τοῦ ἀπατητικῶς. παραλογιστικῶς. παραβάλλεσθαι γάρ φησι καὶ τὸ ἐξαπατᾶν 1. 43 ἐξ οὗ καὶ παραβαλέταιρος ὁ ἀπατῶν τοὺς φίλους, ἀλλὰ καὶ τὸ ἁπλῶς παρατιθέναι. ἀφ' οὗ καὶ παράβλημα κοινῶς, τὸ ζῴοις εἰς τροφὴν παρατιθέμενον. ἐκεῖθεν καὶ ὁ παράβολος ἄνθρωπος ὁ κινδύνοις ἑαυτὸν παραβάλλων ὅ ἐστι παρατιθείς. καὶ πρᾶγμα παράβολον ὅπερ ὁ τοιοῦτος ποιεῖ. ἀντιβάλλειν δὲ δὲ τὸ ἀντιθέναι οἷον λόγους ἤ τι τοιοῦτον. σύστοιχον δὲ τούτῳ, καὶ τὸ ὡς ἐῤῥέθη ἀντιβολεῖν. καὶ ἀντιβολία ἡ δέησις. Εὔπολις. κατ' ἀντιβολίαν δέκα τάλαντ' ἀπετισάμην. τὸ δὲ ἐπιβάλλειν, πρόθεσίν τινα δηλοῖ καὶ περιττότητα ἐπιτευτικὴν. ἐπιβάλλει γοῦν τις νοήματι, ἢ ἔργῳ. ἤγουν ἠκριβωμένος ἐγχειρεῖ καὶ ἐπιτυχῶς νοεῖ. ὃ καὶ ἐπηβόλως φαμέν. λέγεται δὲ καὶ ἐπιβάλλεσθαι τὸ ἐπιθυμεῖν. οἷον, μεγάλων ἔργων ἐπιβαλλόμενος. περιβάλλειν δὲ, τὸ περιττὰ τιθέναι ἤτοι περισσὰ ἐμβάλλειν. ὅθεν καὶ περιβολὴ, λόγου ἰδέα. καὶ λόγος ἐμπερίβολος. λέγεται δὲ περιβάλλειν, καὶ τὸ ἐνδύειν. ὅθεν καὶ περιβολὴ ἀφ' ἧς περιβόλαιον τὸ ἔνδυμα ὡς κεφαλὴ κεφάλαιον. τὸ δ' αὐτὸ, καὶ περίβλημα. καὶ περίβολος δὲ οἴκου ἢ κήπου, ὁ περιβάλλων ἤτοι ἐνδύων τὰ φυλασσόμενα κύκλῳ. ὅθεν καὶ πόλεως ἐσθὴς τὸ τεῖχος. περιβάλλει δέ τις καὶ πέδην κατὰ τὸν Κίλικα ποιητήν. ἀμφιβάλλειν δὲ, οὐ μόνον τὸ ἐνδοιάζειν καὶ ἀμφὶς βάλλειν ἤγουν ἀμφοτέρωσε ῥίπτειν τὸν νοῦν, ἀλλὰ καὶ τὸ ἑκατέρωθεν βάλλειν. ὡς δῆλον ἐκ τοῦ ἀμφίβολος. ὃς παρά τε Ἀῤῥιανῷ καὶ ἑτέροις, τὸν ἀμφοτέρωθεν βαλλόμενον σημαίνει. δηλοῖ δὲ καὶ τὸ περιβάλλειν ἤγουν κυκλοῦν. ὅθεν τὸ ἀμφίβληστρον. ἀποβάλλειν δὲ, τὸ ἀποῤῥίπτειν. ὅθεν καὶ ὁ ἀπόβλητος. τὸ δὲ ὑποβάλλειν, ὑπουλότητά τινα ἐμφαίνει καὶ δολιότητα. ὑποβάλλει γοῦν ὀφθαλμοὺς, ὁ ὑπούλως βλέπων καὶ ὡς εἰπεῖν ὑποβλὼψ καθ' ὁμοιότητα τοῦ παραβλώψ. ἔτι δὲ καὶ τοῦ βλοσυρός. ὃς δηλαδὴ τὸ βλέμμα ὑποσύρει. ἐκ τοιαύτης ἐννοίας. καὶ ὑπόβλητος ὁ καὶ ὑποβολιμαῖος λόγος, ὁ μὴ τῇ ἀληθείᾳ ὅσα καὶ μητρὶ γνήσιος. καὶ ὑποβολιμαῖον βρέφος, τὸ ὑποβληθὲν λάθρᾳ τῇ γεννώσῃ, οὐ μὴν γεννηθὲν ὑπ' αὐτῆς. καθυποβάλλει δέ τις καὶ βλάβη τινὰ, ἤγουν λεληθότως βλάπτει. λέγεται δὲ ὑποβάλλειν, καὶ τὸ ὑποκρούειν ὅ ἐστιν ἐμποδίζειν ἐν τῷ λέγειν, καὶ τὸ δι' ἑρμηνέως λαλεῖν. ἐξ ὧν τὸ ὑββάλλειν παρὰ τῷ ποιητῇ. καὶ ὑποβολεὺς. ὁ ἑρμηνεύς. ἐξ αὐτοῦ δὲ καὶ ὑπόβολον οὐ μόνον τὸ νομικὸν ὡς ἐῤῥέθη, ἀλλὰ καὶ τὸ ἐπὶ τόκῳ ἐνεχυρασθὲν ὡς καὶ αὐτὸ προγέγραπται. καὶ τὸ ὑποβλήδην δὲ λαλεῖν, ἐξ αὐτοῦ προάγεται. ᾧ σύστοιχόν ἐστι καὶ τὸ, ὑποβαλὼν λόγον. ἀντὶ τοῦ, λαλήσας πρὸ τοῦ λαβεῖν τέλος τὰ προλαλούμενα. τοῦτο δὲ, καὶ ὑπολαβεῖν λέγεται. οἷον, ὑπολαβὼν δὲ ὁ δεῖνα εἶπεν, ὑπερβάλλειν δὲ καὶ ὑπερβολὴ, κυρίως μὲν, ἐπὶ τοῦ ὑπερακοντίζειν ἢ ὑπεροϊστεύειν, ἢ ὑπὲρ μέτρον δισκεύειν. μεταφορικῶς δὲ, καὶ ἐπὶ ἑτέρων ὑπεροχῶν ἢ καὶ ἐπὶ ἀσυμμετριῶν. καὶ ταῦτα μὲν τὰ περὶ τῆς πολυκινησίας τοῦ βάλλειν. ἧς μέρος τι, καὶ τὸ ἀνεβάλλετο καλὸν ἀείδειν. εἰ δὲ τὸ ἀνεβάλλετο ταυτόν ἐστι τῷ ἀνενέγκατο ὡς τὸ, ἀνενείκατο φώνησέν τε, τοσοῦτον ἄρτι καὶ μόνον ῥητέον, ὅτι ταυτόν ἐστιν εἰπεῖν, ἀνεβάλλετο καὶ ἀνενείκατο καὶ ἀνεφύσησε. μουσικὴ γὰρ λέξις καὶ ἡ ἀναφύσησις. φησὶ γοῦν Παυσανίας, ὅτι γρόνθων, ἀναφύσησίς τις ἣν πρώτως μανθάνουσιν οἱ αὐληταί. τούτοις δὴ συνεπιλεκτέον καὶ ὅτι τὸ βάλλειν, ποτὲ μὲν, φυλάσσει τὸ ἄλφα ἐν ταῖς ἀπ' αὐτοῦ κινήσεσι. ποτὲ δὲ, ἀντ' αὐτοῦ ἔχει τὸ ˉο ἴσως μὲν, τοῦ ἄλφα τραπέντος εἰς αὐτὸ, ἴσως δὲ καὶ προϋποκειμένου ἀῤῥήτου ῥήματος τοῦ βέλλω ἐξ οὗ τὸ βέλος. παράδειγμα τῶν μὲν φυλασσόντων τὸ ἄλφα, ἡ βαλιὰ ἔλαφος. καὶ τὸ ἀρσενικὸν αὐτῆς ὁ βαλιὸς ὀξυτόνως. καὶ βαλιὸς ἵππος βαρυτόνως, ὁ τοῦ Ἀχιλλέως. καὶ βαλάντιον. καὶ ἀρύβαλος ὁ πρὸ βραχέων γραφείς. τῶν δὲ ἐχόντων ἀντεγκείμενον τὸ ˉο, ἡ βολὴ, καὶ ἡ βολὶς, καὶ ὁ ἔμβολος. καὶ ὁ ἀναγεγραμμένος διάβολος. κατὰ δὲ τὴν τοιαύτην ἀκολουθίαν τοῦ βάλλειν, καὶ τὸ λέπω, πῇ μὲν φυλάσσει τὸ ˉε, πῇ δὲ ἀντιπαρακείμενον ἔχει τὸ ˉο καθὰ καὶ ἐν τοῖς ἑξῆς φανεῖται. ὅτι δὲ τὸ ˉα εἰς ˉο μεταβάλλεται, δηλοῖ σὺν ἄλλοις καὶ ἡ ἀσταφίς. λέγεται γὰρ καὶ ὀσταφίς. οὕτω δὲ καὶ ἡ μαλάχη, μολόχη ὡς καὶ ἐν τοῖς τοῦ Ἀθηναίου κεῖται. οἷον, τρώγοντας μολόχης ῥίζαν. καὶ πάμα, πρᾳότερος ἔγωγε μολόχης. (ῃερς.

Intertext edge

Open linked passage

Note