Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam i
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
210.1.1
) Ὅτι λαλήσας ὁ Τηλέμαχος ὅσα ἔδει καὶ ἀκούσας ὅσα οὐκ ἐχρῆν, καὶ εἰπὼν ὡς ταῦτα μὲν οὐχ' ὑμέας τοὺς μνηστῆρας ἔτι λίσσομαι οὐδ' ἀγορεύω, ἤδη γὰρ ταῦτα οἶδε θεὸς καὶ πάντες Ἀχαιοὶ οἱ Ἰθακήσιοι δηλαδὴ, τότε δὴ αἰτεῖται κοινῶς, νῆα καὶ εἴκοσιν ἑταίρους, μεθ' ὧν πλεύσας, ἀπελεύσεται καὶ ποιήσει ἅπερ αὐτῷ εἶπεν ὁ ἐν τῇ ἄλφα ῥαψῳδίᾳ ἤδη φανεὶς Μέντης. καὶ ὁ μὲν, οὕτω ζητήσας, ἐκαθέζετο. Μέντωρ δέ τις ἀναστὰς λέγει τὰ αὐτῷ δοκοῦντα. ἔχει δὲ λύπην εἰ μὴ δ' ἐπὶ τοῖς οὕτως εὐτελέσιν εἰσακούεται ὁ Τηλέμαχος πρός γε τῶν μνηστήρων. τῶν τινες μέντοι Ἰθακησίων ὡς μετ' ὀλίγα φανεῖται, πληροῦσι τὴν αὐτοῦ αἴτησιν. νομίσαντες ὡς εἰκὸς πρὸς αὐτοὺς τὸν λόγον ἀποτείνεσθαι διὰ τὸ, ταῦτα μὲν οὐχ' ὑμέας ἔτι λίσσομαι. καὶ κρίναντες ἄτοπον, εἰς Τροίαν μὲν τοσούτους ἀποστεῖλαι ἅμα νηυσὶ διὰ τὸν βασιλέα, τῷ δὲ βασιλικῷ παιδὶ μὴ δοῦναι μίαν ἐεικόσορον εἰς ἀναψηλάφησιν τοῦ βασιλέως Ὀδυσσέως. ὃ καὶ τοὺς Ἰθακησίους ἐντρέπει ὡς τοῦ πλόου διὰ τὸν ἀγαθὸν βασιλέα γενησομένου, καὶ τοὺς μνηστῆρας ἐπιστρέφει ὡς τοῦ Τηλεμάχου δι' ἐκείνους πλεύσοντος, ἵνα τὸν Ὀδυσσέα τεθνάναι μαθὼν ὡς ἐκεῖνοι οἴονται, δοίη τινὶ αὐτῶν τὴν μητέρα. (ῃερς. 225.) Ὅτι δὲ ὁ ποιητὴς χαίρει τῷ τοῦ Μέντορος ὀνόματι, ὡς ἑταίρου φίλου. καὶ ὡς διατοῦτο ἐνέθετο αὐτὸν τῇ ποιήσει πρὸς μνήμην, προείρηται ἐφ' ὅσον ἔδει. Ἰστέον δὲ ὡς οὓς ὁ Τηλέμαχος ζητεῖ ἑταίρους, βοηθοὺς ἁπλῶς νοητέον καὶ ὑπηρέτας, οὐ μὴν κατὰ τοὺς κυρίως, οἳ καὶ ἑταῖροι φίλοι λέγονται. καὶ κεῖται πολλαχοῦ τὸ ἑταῖρος, καὶ ἐπὶ τοιούτου σημαινομένου. (ῃερς. 214.) Ἐν τούτοις δὲ ὧν ἀρχὴ τὸ, εἶμι γὰρ ἐς Σπάρτην καὶ ἑξῆς ὡς ἡ Ἀθηνᾶ προπαρήγγειλε, κεῖται καὶ παλιλλογία ἀπαραποίητος αὐτὰ ἐκεῖνα λαλοῦσα ὅσα πρὸ τούτων ὁ δῆθεν Τάφιος Μέντης τῷ Τηλεμάχῳ ὑπέθετο. οἷα τοῦ ποιητοῦ μυριαχοῦ καὶ αὐτοῦ ποιοῦντος τοῦτο, καὶ ἑτέρους διδάσκοντος ποιεῖν ἔνθα δέον ἐστί. Τοῦ δὲ εἶμι, δῆλον ὡς προϋπάρχει τὸ ἔω τουτέστι πορεύομαι, μακρᾷ παραληχθὲν καὶ βαρυνθὲν, τῷ λόγῳ τῶν εἰς ˉμˉι. οὗ περ ἔξω πίπτει τὸ εἰμὶ ἤγουν ὑπάρχω, διὰ τὴν ὀξυτόνησιν. ἔτι δὲ καὶ διὰ τὴν τῆς διφθόγγου παράληξιν ἣν ἔπαθε καὶ τὸ εἶμι. ὠθήσαντος εἰς τοῦτο ἀμφότερα, τοῦ ἠμὶ ὅπερ ἐστι φημί. προκαταλαβόντος γὰρ αὐτοῦ τὸ ἦτα ἐν τῇ παραλήξει, ἀναγκαίως ἡ ˉεˉι δίφθογγος ἀπεκληρώθη τούτοις, τῷ μὲν, μετὰ βαρυτονήσεως. τῷ δὲ, μετὰ τόνου ὀξέος. ὁ δὲ Ἡρακλείδης ὑποβάλλει Βοιώτια νοεῖν καὶ τὸ εἶμι καὶ τὸ εἰμὶ, ἐν οἷς λέγει ὅτι οὐδὲν τῶν εἰς ˉμˉι περαιουμένων δίφθογγον ἔχει ἐν τῇ παραληγούσῃ, ὅτι μὴ Βοιωτικὸν καθέστηκεν. ἤγουν εἰ μὴ Βοιώτιον εἴη. ἐπεὶ γάρ φησι δι' ἔθους Βοιωτοῖς μηδέ ποτε τῷ ˉη χρῆσθαι ἐπὶ τῆς οἰκείας δυνάμεως ἀλλ' ἑκάστοτε εἰς ˉεˉι δίφθογγον μετατιθέναι, διατοῦτο καὶ τὰ τοιαῦτα διὰ τοῦ ˉεˉι προφέρονται. τίθειμι. κίρνειμι. ἵστειμι. καὶ πάνθ' ὁμοίως. καὶ τὸ εἰμὶ γοῦν, τῆς αὐτῆς ἔχεται διαλέκτου. ὁ δὲ τοιοῦτος λόγος τοῦ Ἡρακλείδου, βοηθεῖ καὶ τοῖς παραδιδοῦσι Βοιώτιον εἶναι τὸ τέθεικα καὶ τέθειμαι καὶ τεθεῖσθαι καὶ τεθειμένος καὶ τὰ κατ' αὐτά. καὶ ἔστι ἀληθῶς ἀνάλογον τοῦ τίθειμι παραληγουμένου τῇ ˉεˉι διφθόγγῳ, φυλάττεσθαι αὐτὴν καὶ ἐν ταῖς εἰρημέναις ἐκεῖθεν κινήσεσιν, (ῃερς. 225.) Ὅτι Μέντορι ἀνδρὶ Ἰθακησίῳ ἰὼν ἐν νηυσὶν εἰς Τροίαν Ὀδυσσεὺς ἐπέτρεπεν οἶκον ἅπαντα, Πείθεσθαί τε γέροντι, καὶ ἔμπεδα πάντα φυλάσσειν. οὗτος γοῦν ἐνδιαθέτως ἄρτι δημηγορῶν, φησὶ πρὸς τοὺς Ἰθακησίους τάδε. ὦ Ἰθακήσιοι, Μήτις ἔτι πρόφρων 1. 94 ἀγανὸς, καὶ ἤπιος ἔστω Σκηπτοῦχος βασιλεὺς, μὴ δὲ φρεσὶν αἴσιμα εἰδώς. ἀλλ' αἰεὶ χαλεπός τ' εἴη, καὶ αἴσυλα ῥέζοι. Ὡς οὔτις μέμνηται Ὀδυσσῆος θείοιο λαῶν οἷσιν ἄνασσε. πατὴρ δ' ὣς ἤπιος ἦεν. Εἴτα σφοδρότερον καταφερόμενος τῶν αἰτίων, φησίν. ἀλλ' ἤτοι μνηστῆρας ἀγήνορας οὔτι μεγαίρω Ἔρδειν ἔργα βίαια, κακοῤῥαφίῃσι νόοιο. Σφὰς γὰρ παρθέμενοι κεφαλὰς, κατέδουσι βιαίως Οἶκον Ὀδυσσῆος. τόν δ' οὐκ ἔτι φασὶ νέεσθαι. Νῦν δ' ἄλλῳ δήμῳ νεμεσίζομαι, οἷον ἅπαντες Ἧσθ' ἄνεῳ. ἀτὰρ οὔτι καθαπτόμενοι ἐπέεσσι, Παύρους μνηστῆρας κατερύκετε πολλοὶ ἐόντες. Καὶ ὅρα δημηγορίαν ταύτην, οὐδέν τι δικαιολογικὸν ἔχουσαν, ἀλλ' εἰς τὸ πᾶν καταφορικὴν καὶ ἀγαθῷ ἐπιτρόπῳ πρέπουσαν. (ῃερς. 226.) Τὸ δὲ ἐπέτρεπεν οἶκον, ἐπίτροπον τῶν κατὰ Τηλέμαχον εἶναι δηλοῖ τὸν Μέντορα. ὅ ἐστι προνοούμενον. οὕτω καὶ πόλεως ἐπίτροποι, οἱ αὐτῆς φροντισταί. καὶ ὁ βασιλεὺς δὲ, ἐπὶ μᾶλλον ἐπίτροπος, θεόθεν τοῦτο εἰληχώς. κατὰ τὸ, ᾧ λαοί τ' ἐπιτετράφαται. (ῃερς. 227.) Τὸ δὲ πείθεσθαι γέροντι ὅ ἐστι τῷ Λαέρτῃ, φιλοπατορίαν διδάσκει. ὡς γὰρ οἱ κατ' οἶκον τῷ Μέντορι, οὕτως αὐτὸς τῷ τοῦ Ὀδυσσέως πατρὶ πείσεται. (ῃερς.

Intertext edge

Open linked passage

Note