Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam i
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
213.1.1
) τοὺς αὐτὴ κατέθελξεν ἐπεὶ κακὰ φάρμακ' ἔδωκεν. ἐχρῆν γὰρ τῇ Κίρκῃ, ἥτις εἰς τρυφὴν ἀλληγορικῶς ἐκλαμβάνεται, καὶ τοιαύτας ἀλόγους τινὰς φύσεις προσεῖναι θυμικὰς καὶ ἁρπακτικὰς καὶ, τὸ ὅλον εἰπεῖν, θηριώδεις, οὐ μὴν καὶ γενναῖόν τι ἐχούσας, ἀλλὰ τῇ ἄγαν κατασαρκώσει πάνυ ἀπαμβλυνθείσας ὡς μετ' ὀλίγα φανεῖται ὅπου οἱ τοιοῦτοι σαίνουσι τοὺς παραβαλόντας. ἔνθα τις καθικνούμενος τῶν ἀγριαινόντων ἀνθρώπων ὡς ἐν ἀστεϊσμῷ συγκρινεῖ τοὺς τοιούτους τοῖς παρὰ τῇ Κίρκῃ θηρίοις. καὶ θαυμάσεται εἴπερ αὐτὰ μὲν φαρμάκοις ἐτιθασεύοντο, ἄνθρωπος δὲ τὸ φύσει ἐν ζῴοις ἡμερώτατον ἀγριώτατον τῇ προαιρέσει γίνεται. Σημείωσαι δὲ καὶ ὅτι Εὐρύλοχος μὲν ἐν τοῖς ἑξῆς ὑπονοεῖ ὡς ἐξ ἀνθρώπου ἡ Κίρκη ἐκθηριώσασα λύκους ἑαυτῇ καὶ λέοντας ἐποίησεν. ἕτεροι δὲ νοοῦσιν, ὡς ἐξ ἀγρίων καὶ καθά φησιν ὁ ποιητὴς ὀρεστέρων ἐτιθάσευε. καὶ φαρμάκοις (ῃερς. 213.) ἠλλοίωσε θέλξασα, ὅ ἐστι νωθρωτέρους πρὸς τὰς κατὰ φύσιν θυριώδεις ἐνεργείας ἐποίησεν, ὥς που καὶ ὁ τῶν Ἀχαιῶν θέλγεται νόος, ἀντὶ τοῦ, νωθρότερος ἐνεργεῖν γίνεται. εἴτε δὲ ἐγχώριοι λέοντες οἱ ῥηθέντες καὶ λύκοι εἴτε καὶ ἄλλοθέν ποθεν μετενηνεγμένοι, σιωπᾷ ὁ ποιητὴς ὡς μὴ ἀναγκαῖον ὂν παρασημανθῆναι. Κακὰ δὲ φάρμακα πρὸς διαστολὴν ἐῤῥέθη τῶν ἀγαθῶν. Ἑρμῆς οὖν ἐν τοῖς ἐφεξῆς φάρμακον ἐσθλὸν ἔχειν δίδωσι τῷ Ὀδυσσεῖ. (ῃερς. 8.) Σημείωσαι δὲ καὶ ὅτι ἐν τῷ, δύω καὶ εἴκοσιν ἑταῖροι, πεντήκοντα εἶναι φασὶν οἱ παλαιοὶ τοὺς ἐξ ἀρχῆς τῷ Ὀδυσσεῖ συμπλέοντας ἐν τῇ κατ' αὐτὸν νηΐ, στοχαζόμενοι οὕτως. ἓξ ἀφ' ἑκάστης νηὸς ἀπώλοντο παρὰ τοῖς Κίκοσιν. ἔπαθε δὴ τοῦτο καὶ ἡ τοῦ Ὀδυσσέως ναῦς. λοιποὶ τοίνυν ἐν ἑκάστῃ νηῒ ἀνὰ μˉδ. ὧν ἄρτι μερισθέντων εἰς δύο οἱ μὲν ἡμίσεες εἰκοσιδύο ἀκολουθοῦσιν Εὐρυλόχῳ. οἱ δὲ ἄλλοι μένουσι παρὰ τῷ Ὀδυσσεῖ. γέγραπται δὲ καὶ ἐν τῇ ˉγ ῥαψῳδίᾳ ὡς καὶ αἱ τοῦ Νέστορος νῆες ἀνὰ πεντήκοντα εἶχον ἐπικώπους. (ῃερς. 4.) Ἰστέον δὲ ὅτι ἐν τῷ, ἠρίθμεον, ἀρχὸν δὲ καὶ ἑξῆς, τινὲς μὲν δακτυλικῶς τὴν ἀρχὴν ἐπόδισαν λαβόντες τὴν ρˉι συλλαβὴν βραχεῖαν διὰ τὸ ἐπιγμένον ἄφωνον θῆτα. οἷον, ˉηρῖθμον. τὸ δὲ ˉον μακρὸν ἐδέξαντο κατὰ πολλὰς αἰτίας. καὶ οὕτω δι' αὐτοῦ καὶ τῆς ˉαρ συλλαβῆς ἀπετέλεσαν πόδα σπονδεῖον. καὶ οὕτω μέν τινες. ἕτεροι δὲ τὸ ˉη καὶ τὸ ρˉι καταλογισάμενοι εἰς σπονδεῖον τὰς ἐφεξῆς τρεῖς συλλαβὰς τρόπῳ συνεκφωνήσεως ἤγουν συνιζήσεως σπονδειακῶς ἐξ ἀναπαίστου ἐῤῥύθμησαν. (ῃερς. 212.) Ὅτι οἱ παρὰ τῇ Κίρκῃ λύκοι καὶ λέοντες οὓς (ῃερς. 219.) καὶ αἰνὰ πέλωρα λέγει καθ' ὁμοιότητα τοῦ πρὸ ὀλίγων ῥηθέντος δεινοῖο πελώρου οὐχ' ὡρμήθησαν ἐπ' ἀνδράσι τοῖς περὶ τὸν Ὀδυσσέα ὅτε εἰς τὰ τῆς Κίρκης δώματα ἦλθον, ἤδη γὰρ ἐθέλχθησαν ὑπὸ Κίρκης φαρμάκοις κακοῖς, ἀλλ' ἄρα οὗτοι οὐρῇσι μακρῇσι περισαίνοντες, ἀνέσταν. (ῃερς.

Intertext edge

Open linked passage

Note