Commentarii ad Homeri Odysseam i
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
216.1.1
) Ὅτι τὴν ἐξ ὀΐων καὶ αἰγῶν ζωὴν τοῦ Κύκλωπος ἐκφράζων ὁ Ὀδυσσεὺς ἰδίᾳ, οὐ γὰρ ἐχρῆν παραῤῥίψαι τῇ τοῦ σπηλαίου ἐκφράσει καὶ ταύτην, φησὶ τοιαῦτα. οὐδέ μιν ἤγουν τὸν Κύκλωπα ἔνδον τοῦ ἄντρου εὕρομεν. ὃ καὶ συνήνεγκε μάλιστα τῷ Ὀδυσσεῖ καὶ τοῖς περὶ αὐτόν. εἰ γὰρ ἔνδον εὑρέθη ὁ Κύκλωψ, δυσχερὴς ἦν πλασθῆναι ἡ ἐφεξῆς τῆς ποιήσεως περιπέτεια. οὔκουν φησὶν αὐτὸν ἔνδον εὕρομεν, ἀλλ' ἐνόμευε νομὸν κατὰ πίονα μῆλα. ἐλθόντες δ' εἰς ἄντρον ἐθηεύμεθα ἕκαστα. ταρσοὶ μὲν τυρῶν βρῖθον στείνοντο δὲ σηκοὶ ἀρνῶν ἠδ' ἐρίφων διακεκριμέναι δ' ἕκασται ἔρχατο, χωρὶς μὲν, πρόγονοι. χωρὶς δὲ, μέτασσαι. χωρίς δ' αὖθ' ἕρσαι. νᾶον δ' ὀρῷ ἄγγεα πάντα. (ῃερς. 223.) γαυλοί τε σκαφίδες τε τετυγμένα. τοῖς, ἐνάμελγεν. ὃ δὴ ἑρμηνεία ἐστὶ τοῦ καὶ τὰς σκαφίδας χρησίμους εἰς τὸ ἀμέλγειν εἶναι καθὰ καὶ τοὺς γαυλούς. οἳ καὶ παρὰ τὸ γάλα γίνονται πλεονασμῷ τοῦ ˉυ, ὀξυτόνως προφερόμενοι. γαῦλος γὰρ βαρυτόνως εἶδος φασὶ πλοίου στρογγύλου, οὗ χρῆσις καὶ παρὰ τῷ κωμικῷ. ἔτι δὲ καὶ ἡ ἀντλία. δῆλον δὲ ὅτι σκάφης εἶδος καὶ ὁ ποιμενικὸς γαῦλος ἢ κρατῆρος ἢ κάδδου, ὁποῖος ἴσως καὶ ὁ παρὰ τῷ Θεοκρίτῳ ἀμολγεύς, ὡς τὸ, ὑπὲρ κεφαλῆς τὸν ἀμολγέα πληροῖ, ἤγουν ἐπιστέφει. κατὰ τὸ, κρητῆρας ἐπεστέψαντο ποτοῖο. τεύχεα δὲ καὶ ὁ γαῦλος καὶ ἡ σκαφὶς γενικῶς, ὡς δηλοῖ καὶ τὸ τετυγμένα, οὗ θέμα τὸ τεύχω ὅθεν τὰ τεύχεα. (ῃερς. 217.) Τὸ δὲ ἐνόμευε κατὰ νομὸν ἐτυμολογικῶς ἐῤῥέθη. πρωτότυπον δὲ τοῦ νομεύειν τὸ νέμειν. φησὶ γοῦν μετ' ὀλίγα. ἕως ἐπῆλθε νέμων. Νομὸς δὲ παρ' Ὁμήρῳ καὶ τοῖς μετ' αὐτὸν ὁ τῆς νομῆς κυρίως τόπος. λέγεται δὲ καὶ τροπικῶς ἐπὶ πλήθους. ὡς τὸ, πολύς δ' ἐπέων νομός. οὕτω δὲ ἴσως καὶ παρὰ τοῖς Λίβυσιν αἱ ἐνορίαι, νομοὶ ἐλέγοντο. οἷον ὁ Θηβαϊκὸς νομός. ὁ Διοσπολίτης νομός. καὶ τοιοῦτοι τινές. Τὸ δὲ ἐθηεύμεθα, θηητὰ εἶναι δηλοῖ καὶ τὰ νῦν ἐκφραζόμενα. (ῃερς. 219.) Ταρσοὶ δὲ καλαθίσκοι, ἐν οἷς τυροκομοῦσι, κληθέντες οὕτω παρὰ τὸ τέρσαι τὸ ξηράναι ἐν οἷς τερσαίνονται οἱ τυροί. οὓς καὶ πλεκτοὺς ταλάρους ἐρεῖ. οἱ δὲ παλαιοὶ τὸν τοιοῦτον ταρσὸν καὶ ταῤῥὸν λέγουσιν, οἱ μεθ' Ὅμηρον δηλαδή. ἐν οἷς καὶ ὁ κωμικός. οἳ καὶ φασὶν ὅτι ταῤῥὸς, τὸ τυροκομεῖον. καὶ ὅτι ἄῤῥιχοι μὲν, κόφινοι σταφυλοφόροι, ταῤῥὸς δὲ, ἀγγεῖον πλεκτὸν ὡς ψίαθος ἐκ καλάμων, ἐν ᾧ τυρεύουσι. καὶ κρεμαστὴρ δέ φασιν ἐλέγετο ταῤῥὸς, ἐφ' οὗ τυροὺς ἔτερσον. ὅθεν καὶ τρασιὰ, οὗ σύκα ψύγεται. ἐλέγετο δέ φασι ταρσὸς καὶ τὸ ἄνω τοῦ ποδὸς ἢ καὶ τὸ ἄκρον τῆς χειρός. Αἴλιος δὲ Διονύσιος φησὶν ὅτι ταῤῥοὶ καὶ ταρσοὶ, τάλαροι, καὶ τὰ πλατύσματα τῶν κωπῶν. ἕτεροι δὲ ὅτι ταῤῥοὶ κρεμάστρα καλαμίνη, καὶ τὰ τῶν τυρῶν ἀγγεῖα, καὶ τὰ τῶν λαχάνων. καὶ τάρωμα, ἡ κωπηλασία. ταῤῥὸς γάρ φασιν ὁ στοῖχος τῶν κωπῶν, ἐπεὶ πτεροῖς ἐοίκασι. Καὶ σημείωσαι ὅτι κατὰ τοιαύτην τινὰ ὁμοιότητα καὶ ἐπὶ ὀρνέων πτέρυγος ὁ ταρσὸς λέγεται. Τὸ δὲ τυρῶν βρῖθον, ἀντὶ τοῦ ἔγεμον ἢ βάρος εἶχον ὑπὸ τῶν τυρῶν. ἡ δὲ κοινὴ διάλεκτος τυροῖς βρίθειν λέγει, ὁμοίως τῷ, ἄνθεσι βρύειν. ὅτι δὲ οὐ μόνος ὁ Κύκλωψ πολύτυρος ἦν ἀλλὰ καὶ ἡ ὅλη Σικελία, δηλοῖ ὁ ἐν τοῖς τοῦ Ἀθηναίου τὸν Σικελικὸν παρασημειωσάμενος τυρόν. σηκοὶ δὲ, περὶ οὓς ἡ τῶν ἀρνῶν καὶ τῶν ἐρίφων στάσις, ἀπὸ τοῦ ἵστασθαι, ἵνα εἶεν οἱονεὶ στηκοί τινες. ὅθεν καὶ σηκίται ἄρνες. καὶ οὕτω μὲν παρὰ τῷ ποιητῇ. οἱ δὲ μεθ' Ὅμηρον καὶ ἐπὶ ναοῦ τὴν λέξιν ἔθεντο. σηκὸς γοῦν φασὶν ἡρῷον, οἷον. ὃς τόνδ' ἔχεις τὸν σηκὸν, ἵλεως γενοῦ. ἐλέγοντο δέ φασι καὶ σηκίδες οἰκογενῆ παιδισκάρια. κατὰ δὲ Αἴλιον Διονύσιον σηκύλη καὶ σηκὶς κυρίως ἡ ἐν ἀγρῷ ταμιεῖον φυλάττουσα. οἷον φησὶν ἡ τοῦ Λαέρτου γραῦς. δοκεῖ δὲ σταθμόν τινα δηλοῦν ὁ σηκὸς, ὡς ἡ ἀντισήκωσις δηλοῖ, ἀντιστάθμησίς τις οὖσα. ἐπεὶ καὶ τὸ στῶ στήσω, ἐπὶ σταθμήσεως λέγεται. καθ' ὃν λόγον ὁ Μενέλαος μεταστήσειν ἔφη τὰ τοῦ Τηλεμάχου δῶρα. Ὥσπερ δὲ οἱ ταρσοὶ τυρῶν βρῖθον κατὰ γενικὴν σύνταξιν, οὕτω καὶ οἱ σηκοὶ στείνοντο ἀρνῶν καὶ ἐρίφων. αἳ θηλυκῶς ἐνταῦθα λέγονται ὡς δηλοῖ τὰ ἐφεξῆς. (ῃερς. 2.) Τὸ δὲ διακεκριμέναι ἑρμηνεύων ἐπήγαγε τὸ, χωρὶς μὲν, (ῃερς.
216.1.2
) εἶτα παραβολὴν πορισάμενος ἐκ τοῦ σαίνειν ὅπερ ἐπὶ κυνὸς κυριολεκτεῖται, ὡς εὐθὺς φανεῖται, φησίν, ὡς δ' ὅταν ἀμφὶ ἄνακτα κύνες δαίτηθεν ἰόντα σαίνωσιν, αἰεὶ γάρ τε φέρει μειλίγματα θυμοῦ, ὣς τοὺς ἀμφὶ λύκοι κρατερώνυχες ἠδὲ λέοντες σαῖνον. οἱ δὲ ὅμως ἔδεισαν διὰ τὸ προφαινόμενον, ἐπεί φησιν ἴδον αἰνὰ πέλωρα. Καιριοτάτη (ῃερς. 213.) δὲ λέξις τὸ σαίνειν ἐπὶ ζῴων ἀλόγων. ὅ ἐστι σείειν τὴν οὐράν. διὸ καὶ ἐνέμεινε τρὶς αὐτὴν εἰπών. γίνεται δὲ ἀπὸ τοῦ σέω σῶ τὸ σείω, σαίνω. ὡς βῶ βαίνω. ξῶ ξαίνω. κῶ καίνω. χῶ χαίνω, καὶ τὰ ὅμοια. λέγεται δὲ ἡ λέξις παρὰ τοῖς μεθ' Ὅμηρον μεταφορικῶς καὶ ἐπὶ τοῦ κολακεύειν διὰ τὸ ἐν τοῖς σαίνουσι ζῴοις κολακευτικόν. (ῃερς. 214.) Τὸ δὲ ὡρμήθησαν ἐπ' ἀνδράσιν, ἀντὶ τοῦ, κατ' ἀνδρῶν. ὡς καὶ τὸ, δαιμονίη τί μοι ἐπέχεις, ἀντὶ τοῦ, κατ' ἐμοῦ ἔχεις. οὕτω καὶ ἐν Ἰλιάδι ἐπαλλήλοισιν ὄρουσαν, ἀντὶ τοῦ, κατὰ ἀλλήλων. (ῃερς. 217.) Μειλίγματα δὲ θυμοῦ, κρέα τινά. ἢ μαγδαλιὰ μειλίσσουσα κύνας. ἣν αὐτοὶ ὡς εἰκὸς προσδεχόμενοι ἐγρηγόρασι. τίς δὲ ἡ μαγδαλιὰ, ἐν τοῖς μετὰ ταῦτα ῥηθήσεται. (ῃερς. 218.) Ὅρα δὲ καὶ ὅτι οὐ μόνον ἵπποι κρατερώνυχες, ὡς καὶ προδεδήλωται, ἀλλ' ἰδοὺ καὶ λύκοι ἐνταῦθα. Ἰστέον δὲ ὅτι ὁ κατὰ τοὺς ῥηθέντας λύκους καὶ λέοντας λόγος, (ῃερς. 213.) οἱ θελχθέντες φαρμάκοις οὐχ' ὁρμῶνται κατ' ἀνδρῶν ἀλλὰ περισαίνουσιν, αἰνίττεται μὲν, ὡς καὶ προεδηλώθη, τὴντρυφὴν παντὸς ἤθους ἀγρίου μαλθατικὴν εἶναι. ἔστι δὲ προσφυὴς καὶ ἐπὶ ἀνδρῶν οἳ φύσει ἄγριοι ὄντες ὅμως διὰ κέρδος προσποιοῦνται ἡμέρως ἔχειν καὶ σαίνειν τοὺς παρατυχόντας. (ῃερς. 2.) Ὅτι στάντες οἱ περὶ τὸν ῥηθέντα Εὐρύλοχον ἐν προθύροις Κίρκης ἔνδον ἄκουον ἀειδούσης ὀπὶ καλῇ, ἱστὸν ἐποιχομένης μέγαν ἄμβροτον, (ῃερς. 223.) οἷα θεάων λεπτά τε καὶ χαρίεντα καὶ ἀγλαὰ ἔργα πέλονται. ἔπαινος δὲ ταῦτα πέπλου καλοῦ. εὐγενὴς δὲ ἡ ἱστουργία ὡς καὶ ἡ Πηνελόπη δηλοῖ, καὶ ἡ Ἑλένη, καὶ ἡ Χρυσηῒς, καὶ ἡ Ἀνδρομάχη. γυναικεῖον δὲ καὶ τὸ ἐν τοῖς ἔργοις φιλῳδὸν, ὑποκλεπτομένου τοῦ πόνου τῇ ἀοιδῇ. ἡ μέντοι Ναυσικάα καὶ αἱ περὶ αὐτὴν οὐ πονοῦσαι ἀλλὰ μετὰ τὸ ἔργον ἔμελπον ἀνακαλούμεναι τὸ τῆς ψυχῆς ἡδόμενον. ὑποκατιὼν δὲ καὶ οὕτω φησὶν ὁ ποιητής· ἔνδον τις ἐποιχομένη μέγαν ἱστὸν καλὸν ἀοιδιάει. (ῃερς. 227.) δάπεδον δ' ἅπαν ἀμφιμέμυκε, τουτέστιν ἠχεῖ. καὶ ὡς ἀπὸ φωνῆς δὲ βοῶν ἡ λέξις τέτραπται. ἀλλαχοῦ δὲ, καὶ θύραι ἔμυκον. ἑτέρωθι δὲ, θύρατ' ἔβραχεν ὡς ὅτε ταῦρος. καὶ βροντὴν δέ τις μεμυκέναι φησὶ κατὰ ὁμοίαν μεταφορὰν ἢ καὶ ὀνοματοποιητικῶς. Περὶ δὲ τοῦ, ἱστὸν ἐποιχομένη, καὶ ἐν ἄλλοις δεδήλωται. (ῃερς.