Commentarii ad Homeri Odysseam i
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
219.1.1
) Τὸ δὲ ἐθέλω καὶ ἐέλδομαι, τῇ παραλλήλῳ θέσει, τὸ πολὺ δηλοῖ τῆς ἐφέσεως. τάχα δὲ καὶ ἐπίτασις τοῦ ἐθέλειν τὸ ἐέλδεσθαι. (ῃερς. 227.) Ὅτι τὸ, τερπέσθην φιλότητι παρ' ἀλλήλοισι μένοντες, σεμνῶς πέφρασται ἐπὶ τῆς νύκτωρ συγκαθευδήσεως τῆς Καλυψοῦς καὶ τοῦ Ὀδυσσέως. (ῃερς. 229.) μεθ' ἣν διασκευάζων τὰ τῆς ἐξεγέρσεως, φησὶν ὡς ἅμα πρῳΐα, ὁ μὲν, χλαῖνάν τε χιτῶνά τε ἕννυτ' Ὀδυσσεύς. (ῃερς. 230.) αὐτή δ' ἀργύφεον ἤτοι λευκοϋφὲς φᾶρος μέγα ἕννυτο νύμφη. λεπτὸν καὶ χαρίεν. περὶ δὲ ζώνην βάλε τ' ἰξύϊ καλὴν χρυσείην, κεφαλῇ δ' ἐπέθηκε καλύπτρην. ταὐτὸν δὲ εἰπεῖν, κρήδεμνον. (ῃερς. 230.) Καὶ ὅρα ὅτι δὶς ἔφη τὸ ἕννυτο διὰ τὸ καίριον. οἱ δὲ ὕστερον, μετὰ προθέσεως ἀμφιέννυσθαι τὸ τοιοῦτον ῥῆμα φασί. Τὸ δὲ μέγα φᾶρος, εὐμεγέθη συλλογιστικῶς ἐμφαίνει τὴν Καλυψώ. ἧς ἀκιδνοτέρη τὸ μέγεθος ἡ Πηνελόπη προσεχῶς εἴρηται. (ῃερς. 231.) Εἰς δὲ τὸ ἰξύϊ, γράφουσιν οἱ παλαιοὶ τοιαῦτα. ῥάχις καλεῖται τὸ ὅλον. ἡ σύμπηξις τῶν ˉλ ˉδ σφονδύλων. ὧν οἱ πρῶτοι ἑπτὰ συμπληροῦσιν ἄνω τὸν τράχηλον. οἱ δὲ τελευταῖοι δέκα καὶ πέντε, τὴν ὀσφῦν. οἱ δὲ μέσοι δώδεκα, τὸν νῶτον. ὃν ἰξὺν ὁ ποιητής φασι λέγει, ἐπεὶ ἔστιν ἀνθρώποις ξύσαι αὐτὸν καὶ κνήσασθαι. ἐπὶ μέντοι ἀλόγων, κυρίως ἄκνηστις λέγεται. ὡς τὸ, κατ' ἄκνηστιν μέσα νῶτα. εἰ δὲ τοῦτό ἐστιν ἰξὺς, ὅρα ὅπως ἱστορεῖ ὁ ποιητὴς οὐ συνήθως περὶ τὴν ὀσφῦν ζώνυσθαι τὴν Καλυψώ. καὶ ὅτι οὐκ ἠρκέσθη φᾶρος ἁπλῶς καὶ ζώνην εἰπεῖν, εἰ μὴ καὶ ἐπιθέτοις αὐτὰ ἐκόσμησε. τὴν δέ γε καλύπτραν, οὕτω δόξαν αὐτῷ, δίχα ἐπιθέτου προήγαγεν. (ῃερς. 234.) Ὅτι ἐν τῷ, δῶκε μέν οἱ πέλεκυν μέγαν ἄρμενον ἐν παλάμῃσι χάλκεον ἀμφοτέρωθεν ἀκαχμένον. αὐτὰρ ἐν αὐτῷ, στειλειὸν περικαλλὲς ἐλάϊνον εὖ ἐναρηρός. δῶκε δ' ἔπειτα σκέπαρνον ἐΰξοον. (ῃερς. 246.) Καὶ πάλιν μετ' ὀλίγα. τόφρα δ' ἔνεικε τέρετρα Καλυψώ. (ῃερς. 258.) Καὶ αὖθις μετ' οὐ πολλά. τόφρα δὲ φάρε' ἔνεικε Καλυψὼ, φασὶν οἱ παλαιοὶ ὅτι ἐνῆν μὲν ἅπαντα ὑφὲν κομίσαι. ἡ δὲ, ἀλλὰς πολλὰς εὑρίσκει ἀφορμὰς τοῦ συχνὰ ἐντυγχάνειν τῷ Ὀδυσσεῖ οἷα κατακόρως αὐτοῦ ἐθέλουσα σχεῖν ἤδη μέλλοντος ἀποπλεῖν. (ῃερς.