Commentarii ad Homeri Odysseam i
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135">
—
⋯
Original / primary: Pg Scrape Grc
221.1.1
) Ὅτι σώφρονος ἀνδρὸς λόγος τὸ, ἄντην οὐκ ἂν ἔγωγε λοέσσομαι αἰδέομαι γὰρ γυμνοῦσθαι, κούρῃσιν ἐϋπλοκάμοισι μετελθών. αὐτὸ δὲ (ῃερς. 223.) μόνον τὸ αἰδέομαι γὰρ γυμνοῦσθαι. Ὀδυσσεὺς δὲ καὶ ταῦτα φησὶ καὶ ἕτερά τινα ἐν στίχοις πέντε. ἃ μὴ θέλων ὁ ποιητὴς δισσεῦσαι διὰ τῶν δουλίδων πρὸς τὴν Ναυσικάαν, φησὶ κομματικῶς καὶ πάνυ γοργῶς, εἶπον δ' ἄρα κούρῃ, τουτέστιν ἐξεῖπον τῇ δεσποίνῃ τοὺς τοῦ Ὀδυσσέως λόγους. (ῃερς. 224.) Ὅτι λούματος φραστικὸν τὸ, αὐτὰρ ὃ χρόα νίζετο ἅλμην ἥ οἱ νῶτα καὶ εὐρέας ἄμπεχεν ὤμους. ἐκ κεφαλῆς δ' ἔσμηχεν ἁλὸς χνόον ἀτρυγέτοιο. Ἔστι δὲ τὸ μὲν ἀμπέχειν, ὅμοιον τῷ περιέχειν, ἤτοι ἐνδύειν. καὶ ὡς εἰπεῖν, ἀμφιέχειν. τροπῇ τοῦ ˉφ εἰς τὸ ἀντίστοιχον πˉι κατὰ Ἴωνας. ὅθεν καὶ τὸ ἀμπίσχειν. καὶ ἡ ἀμπεχόνη. καὶ τὸ ἀμπέχονον. ὅτι δὲ τοῦ ἀμπέχω καὶ μέλλων ἐστὶν ἀμφέξω ἀντὶ τοῦ ἐνδύσομαι, ὁ Ἀθήναιος δηλοῖ. (ῃερς. 226.) Ἁλὸς δὲ χνόος, ἡ ἀκαθαρσία κατὰ τοὺς παλαιοὺς, ἤγουν ἡ ἐν ἄλλοις, ἁλὸς ἄχνη. Ἰστέον δὲ ὅτι τὸ, χρόα νίζετο ἅλμην, ἀντίπτωσιν πάσχει. ἢ γὰρ, τὸν χρόα ἔσμηχεν ἐκ τῆς ἅλμης. ἢ μᾶλλον, τὴν ἅλμην ἐκ τοῦ χροός, κατὰ τὸ, ἐκ κεφαλῆς ἔσμηχεν ἁλὸς χνόον. καὶ, ἅλμην ὤμοιϊν ἀπολούσομαι. ἔνθα τὸ ἅλμηντὴν τὸ σῶμα δηλαδὴ δριμύττουσαν, πρὸς διαστολὴν ἐῤῥέθη τῶν τε διὰ ῥύπου ἀπέλευσιν λουομένων, καὶ τῶν ἄλλως διὰ τημέλειαν σώματος. καὶ τοῦτο μὲν, λοῦμα τῷ τληπαθεῖ Ὀδυσσεῖ, κατ' ἀνάγκην. ἀλλαχοῦ δὲ γυνή τις θυμῆρες ἐκέρασε κατὰ κρατός τε καὶ ὤμων. καὶ χαίρει μὲν καὶ Ὀδυσσεὺς θερμοῖς λοετροῖς. πλὴν καὶ ἄλλως οἶδεν ὑπομένειν ὥσπερ ἀσιτίαν καὶ ῥύπον καὶ ῥῖγος καὶ γυμνότητα, οὕτω καὶ ἀλουσίαν. φάναι τὸ τοῦ Ἀλέξιδος. ἐντούτοις δὲ κειμένου καὶ τοῦ (ῃερς. 227.) αὐτὰρ ἐπειδὴ πάντα λοέσσατο καὶ λίπ' ἄλειψεν, ἰστέον ὅτι πάντα μὲν, τὸν χρόα ὅλον εἰπεῖν δοκεῖ τὸν προειρημένον. τὸ δὲ λίπα, οὐ σαφῶς φράσαι, διὰ τὴν κατ' αὐτὸ ἀποκοπήν. ἄδηλον γὰρ, εἴτε λιπαρὸν ἔλαιον ἤλειψε κατὰ πάντα τὸν χρόα εἴτε λιπαρῷ ἐλαίῳ πάντα ἤλοιψεν. Ἔτι ἰστέον καὶ ὅτι ἰσοδυναμούντων κατὰ νοῦν τοῦ τε χρίω καὶ τοῦ ἀλείφω, τὸ μὲν χρίω, παρὰ τὸν χροῦν ἐῤῥέθη ὃς χρίεται. τὸ δὲ ἀλείφω, παρὰ τὸ ἀλέω καὶ τὴν ἐξ αὐτοῦ ἀλέαν ὅ ἐστι θερμασίαν, ἐπενθέσει τοῦ ˉι. ὅπερ ἐστὶν ὅτε μονάζει ἐκδραμόντος ἐν ταῖς ἐκ τοῦ ἀλείφω παραγωγαῖς τοῦ φυσικοῦ ˉε. γίνεται δὲ αὐτὸ οὐ μόνον ἐν τῇ συναλιφῇ τῇ δηλούσῃ κράσιν καὶ συναίρεσιν, ἀλλὰ καὶ ἐπὶ ἄλλων. τὰ γάρ φασιν ἐκ τοῦ ἀλείφω ὀνόματα διὰ μὲν τοῦ ˉπ ˉτ ὄντα, φυλάττει τὴν δίφθογγον ὡς καὶ ἐν ἄλλοις δηλοῦται. οἷον ἀλειπτόν. ἀνήλειπτον. ἀναπάλειπτον. διὰ δὲ τοῦ ˉφ, μόνον τὸ ἰῶτα ἔχουσιν. οἷον. ἀνηλιφὴς ναῦς ἡ μὴ ἀλιφεῖσα πίσσῃ. καὶ πισσαλιφὴς, ἡ πεπισσωμένη. τὸ ἄλειφαρ ἢ ἄλειφα δίχα τοῦ ˉρ, οὐ σύνθετον κατὰ ταῦτα καὶ κατὰ τὴν συναλιφὴν, διὸ καὶ φυλάσσει τὴν θεματικὴν δίφθογγον. ὅτι δὲ ἄλλως ἐκ τοῦ ἀλείφω καὶ ἡ ἀλοιφὴ γίνεται καὶ ὁ ἀλοιμὸς, ἑτέρωθι γέγραπται. (ῃερς. 230.) Ὅτι λουσάμενον τὸν Ὀδυσσέα, ἔθηκεν ἡ Ἀθηνᾶ μείζονάτ' εἰσιδέειν, καὶ πάσσονα. κὰδ δὲ κάρητος οὔλας ἧκε κόμας (ῃερς. 231.) ὑακινθίνῳ ἄνθει ὁμοίας. ὅ ἐστι μελαίνας κατὰ τὸν ὑάκινθον τὸ ἄνθος, ὁποίας καὶ τοῖς Ἰνδοῖς ὁ περιηγητὴς χρώζει τὰς κόμας. οὐ γὰρ ἔχει πιθανῶς ξανθὰς πλάσαι τρίχας τῷ ὁμογέροντι καθὰ τῷ Μενελάῳ καὶ τῷ Ῥαδαμάνθυϊ. καὶ ἐν τοῖς ἑξῆς δέ που, κυάνεαι γίνονται τῷ Ὀδυσσεῖ γενειάδες πρὸς τῆς Ἀθηνᾶς. καὶ ὅμως, ἐναντιοῦται πρὸς ταῦτα τὸ, ξανθάς δ' ἐκ κεφαλῆς ὄλεσε τρίχας. ἴσως οὖν, ἐνταῦθα τὸ χρόνιον τῆς κακώσεως τὴν μελανίαν ἐποίησε τῶν τριχῶν. ἢ καὶ ἄλλως, οὐ κατὰ μελανίαν ἡ πρὸς ὑάκινθον τῆς κόμης ὁμοίωσις, ἀλλὰ πρὸς τὸ οὖλον αὐτῆς, ἤγουν πρὸς τὸ οὐλότριχον. εἶτα παραδηλῶν ὡς φύσει καλὸς ὢν ὁ Ὀδυσσεὺς, ἐξηλλάγη πρὸς τὸ κάλλιον. (ῃερς. 232.) καὶ ὡς τοῦ μὲν καλὸν εἶναι, ἡ φύσις, τοῦ δὲ τοιοῦτον δοκεῖν, ἡ θεόθεν χάρις αἰτία, εἰκάζει αὐτὸν ἀργύρῳ χρυσωθέντι. εἰπών. ὡς δ' ὅτε τις χρυσὸν περιχεύεται ἀργύρῳ, ἀνὴρ ἴδρις. ὃν Ἥφαιστος δέδαε καὶ Παλλὰς Ἀθήνη τέχνην παντοίην, χαρίεντα δὲ ἔργα τελείει, ὣς ἄρα τῷ, κατέχευε χάριν κεφαλῇ τε καὶ ὤμοις ἡ Ἀθηνᾶ. (ῃερς. 236.) τοῦτο δὲ καὶ ἄλλως φράζων, ἐπιφέρει. ἕζετ' ἔπειτ' ἀπάνευθε κάλλεϊ καὶ χάρισι στίλβων. θηεῖτο δὲ κούρη. τά δ' αὐτὰ ῥητῶς περὶ Ὀδυσσέως πλάττει, καὶ ὅτε τῇ Πηνελόπῃ ἀνεγνωρίσθη. ἔνθα μετὰ τὸ περιβαλέσθαι τὸν Ὀδυσσέα φᾶρος καλὸν καὶ χιτῶνα, ἐπάγει ὅτι κατὰ κεφαλῆς χεῦε πολὺ κάλλος Ἀθήνη καὶ τὰ ἑξῆς. (ῃερς. 230.) δηλοῖ δ' ἐν τούτοις ὁ ποιητὴς, ὡς τὸ σῶμα λουτροῖς τε τημελούμενον, κάλλιον γίνεται. καὶ ἱματίων δὲ λαμπρῶν περιθέσει, εἰς τὸ καλὸν ἐξαλλάττεται. ὥσπερ αὖ πάλιν αὐχμοῦ πιναρότης καὶ κακὰ σπεῖρα, τὸ λαμπρὸν εἶδος ἀφανίζουσιν. ἀμέλει, καὶ ἡ Ἀθηνᾶ οὕτω τὸν Ὀδυσσέα ἐπικρύψει καὶ ποιήσει πᾶσιν ἄγνωστον. ὑποκατιὼν δὲ ὁ ποιητὴς, εἰς πλέον αὔξει τῇ κόρῃ τὸ ἐπὶ Ὀδυσσεῖ θαῦμα. καὶ Τηλέμαχος μὲν ἐν τοῖς εἰσέπειτα περὶ Ὀδυσσέως μεταβληθέντος εἰς τὸ φαιδρότερον, ἀλλοῖος μοι ξεῖν' ἐφάνης ἐρεῖ καὶ τὰ ἑξῆς. (ῃερς. 242.) ἡ δὲ Φαιακικὴ νεᾶνις ταῖς εὐπλοκάμοις καὶ λευκωλένοις ἀμφιπόλοις ἐκκαλύπτουσα ὡς καὶ προελέχθη τὸν ἔρωτα, λέγει. ὡς πρόσθε μὲν δή μοι ἀεικέλιος ἐδόκει εἶναι, νῦν δὲ θεοῖσιν ἔοικε τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν, αἲ γὰρ ἐμοὶ τοιόσδε πόσις κεκλημένος εἴη ἐνθάδε νεαιτάων, (ῃερς. 245.) καί οἱ ἄδοι τουτέστιν ἀρέσκοι, αὐτόθι μένειν. Καὶ ὅτι τῷ μὲν Ὀδυσσεῖ ἔφη ἡ κόρη αὐτὸ δὴ μόνον ὡς οὔτε κακῷ οὔτ' ἄφρονι φωτὶ ἔοικε. (ῃερς. 243.) ταῖς δ' ἀμφιπόλοις κατ' ἰδίαν λαλοῦσα, ἐθάῤῥησεν οὐ θεῷ ἑνί τινι αὐτὸν εἰκάσαι ὡς ἐκεῖνος αὐτὴν τῇ Ἀρτέμιδι, ἀλλὰ θεοῖς. καὶ οὕτως ἐνδιαθετώτερον ἀντέδωκε τὴν σύγκρισιν. οὐδὲ γὰρ ἀκούοντος ἐκείνου ἔφη, ἀλλ' ἰδίᾳ ὄντος. ὁ δέ γε πολὺς πόθος, ἐν τοῖς ἑξῆς πείσει τὴν κόρην, εἰπεῖν πλαγίως πως καὶ πρὸς τὸν Ὀδυσσέα τοιοῦτόν τι καὶ ἀντεπαινέσαι, ὡς κατὰ τόπον ῥηθήσεται. καὶ τοιόνδε μὲν καὶ τοῦτο. (ῃερς. 230.) Τοῦ δὲ κάρητος, εὐθεῖα τὸ κάρηαρ, οὗ γενικὴ, καρήατος. καὶ ἐν συγκοπῇ, κάρητος. (ῃερς. 231.) Οὖλαι δὲ κόμαιαἱ συνεστραμμέναι, παρὰ τὸ εἰλεῖν ἢ καὶ εἴλειν βαρυτόνως. ἀμφοτέρως γὰρ λέγεται. Ἰστέον δὲ ὅτι ὡς ἀπὸ τῶν τοιούτων τριχῶν, στρεψίκαλλος ἄνθρωπος κατὰ τοὺς παλαιοὺς, ὁ μὴ ἁπλοῦς ἀλλ' ὡς εἰπεῖν στρέφις. ὡς ἀπὸ ἐρίων δηλαδὴ ἐχόντων συνεστραμμένους τοὺς μαλλούς. οἱ δὲ παλαιοὶ, φασὶ καὶ ὅτι οὐ μόνον οὖλαι ἀλλὰ καὶ ἐπιστροφίδες, αἱ συνεστραμμέναι τρίχες. (ῃερς. 232.) Τὸ δὲ καθῆκε κόμας, ποιεῖ παρὰ τοῖς μεθ' Ὅμηρον ῥήτορσι. καὶ γένειον καθειμένον, τὸ βαθύ. (ῃερς. 233.) Τὸ δὲ χρυσὸν περιχεύεται, τὸν χρυσοχόον συντίθησι. Δέδαε δὲ, ἀντὶ τοῦ ἐδίδαξε. διὸ οἱ μεθ' Ὅμηρον σοφισταὶ λαβόντες οἶμαι ἐντεῦθεν, τὸ ἐκ τοῦ μανθάνειν γράμματα σόφισμα ἔπλεξαν. ὥσπερ γὰρ δέδαεν οὐ μόνον τὸ ἐδιδάχθη ἀλλὰ καὶ τὸ ἐδίδαξεν, οὕτω καὶ τὸ μανθάνειν, ἄμφω ταῦτα δηλοῖ. Ἰστέον δὲ καὶ ὅτι σεμνὸν μὲν τὸ εἰπεῖν ἀνδρὸς ἔργα ὃν Ἥφαιστος καὶ Ἀθηνᾶ ἐδίδαξε τέχνην παντοίην χαλκευτικὴν δηλαδὴ καὶ χρυσοχοϊκήν. Ἥφαιστος μὲν, διὰ τὴν ἐν πυρὶ τῶν τοιούτων ἐργασίαν. Ἀθηνᾶ δὲ, διὰ τὸ ἐπιστατεῖν τοῖς χειρώναξι. τὸ δέ γε εἰπεῖν τι ἔργον Ἡφαίστοιο ἢ Ἀθηνᾶς, πρὸς τῇ σεμνότητι, καὶ ὑπερβολὴν ἔχει ὡς οἱ παλαιοί φασιν. οὕτω γοῦν καθ' ὑπερβολὴν πέπλασται καὶ ἡ τῶν Ἀχιλλείων ὅπλων παρὰ τοῦ Ἡφαίστου ἐν Ἰλιάδι ποίησις. (ῃερς. 236.) Τὸ δὲ ἕζετ' ἔπειτ' ἀπάνευθε κιὼν, ἐκ τοῦ ἐν Ἰλιάδιἕζετ' ἔπειτ' ἀπάνευθε νεῶν, παρῴδηται. (ῃερς. 245.) Τὸ δὲ τοιόσδε πόσις ἐνθάδε νεαιτάων, οὐ περὶ Φαίακος τινὸς ἡ κόρη εὔξατο, ἀλλὰ περὶ τοῦ Ὀδυσσέως. ἵνα τοιόσδε μένων καὶ μὴ μεταβληθεὶς καὶ προσμείνας τῇ νήσῳ, εἴη αὐτῇ πόσις. διὸ καὶ ἑρμηνεύων Ὅμηρος τὸ ἐνθάδε νεαιτάων ἵνα μὴ περί τινος τῶν Φαιάκων νοοῖτο, ἐπήγαγε τὸ, καὶ οἱ ἄδοι αὐτόθι μίμνειν. οἱονεὶ λέγων, ἐνθάδε νεαιτάων καὶ ἀρεσκόμενος αὐτόθι μένειν. (ῃερς. 240.) ἐν τούτοις δὲ καὶ πρὸς θεοῦ πεμφθῆναι τὸν Ὀδυσσέα ἡ κόρη λέγει, ἐν οἷς φησιν ὡς οὐ πάντων ἀέκητι θεῶν Φαίαξιν ἐπιμίσγεται. εἰ γὰρ καὶ Ποσειδῶνι τυχὸν ἀπέχθεται ἢ Νηρηΐσιν, ἀλλ' εἰσὶν ἕτεροι πρὸς αὐτοῦ. (ῃερς. 245.) Τὸ δὲ ἄδοι, ἀντὶ τοῦ ἀρέσκοι, ἔοικεν Ἰωνικὸς δεύτερος ἀόριστος εἶναι τοῦ ἥδω. διὸ συστέλλει μὲν ὡς δεύτερος ἀόριστος τὴν παραλήγουσαν, ψιλοῦται δὲ Ἰωνικῶς. κεῖται δ' ἐν τῷ τόπῳ τούτῳ (ῃερς. 242.) καὶ τὸ δέατο, ἀντὶ τοῦ ἐδόκει. λέξις ἀχρηστοτάτη τοῖς πεζολόγοις καθὰ καὶ τὸ ῥηθὲν ἄδοι, ᾧ κοινὸν σύστοιχον τὸ ἀδεῖν. (ῃερς. 240.) Ὅτι χαρὰν ἐπὶ ἐνδημίᾳ ξένου δηλοῖ παρῳδηθὲν τὸ, οὐκ ἀέκητι θεοῦ ὃς Ὄλυμπον ἔχει, ἡμῖν ὅδ' ἀνὴρ ἐπιμίσγεται. (ῃερς. 248.) Ὅτι καὶ παρὰ τῷ ποιητῇ ἐπιτραπέζιος λέξις πολλαχοῦ τὸ παραθεῖναι. οἷον. πὰρ δ' ἂρ Ὀδυσσεῖ θέσσαν βρῶσιν τε πόσιν τε. (ῃερς. 249.) Ὅτι ἔπινε καὶ ἦσθε πολύτλας δῖος Ὀδυσσεὺς, ἁρπαλέως. δηρὸν γὰρ ἐδητύος ἦεν ἄπαστος. τοῦτο δὲ, παντὶ οὕτω πειναλέῳ ἀνδρὶ προσαρμόζει. Ἰστέον δὲ ὅτι Σικελῶν κατὰ τὴν Ἡρακλείδου παράδοσιν τὸ ˉε ᾧ ἕπεται τὸ σίγμα, μετατιθέντων εἰς ἰῶτα οἷον ἑστία ἱστίη ὡς καὶ μετ' ὀλίγα εἰρήσεται, δοκεῖ τὸ ἔσθω ἡμαρτημένον εἶναι. γενόμενον μὲν ἀπὸ τοῦ ἔθω προσλήψει τοῦ σίγμα. μὴ τρέψαν δὲ τὸ ˉε εἰς ˉι κατὰ τὸ ἔχω ἴσχω καὶ τὰ ὅμοια. αὐτὸ δὲ τὸ ἔθω οὗ χρῆσις ἐν τῷ, ἔθων Οἰνῆος ἀλωὴν, ἀπὸ τοῦ ἔδω λέγει ὁ Ἡρακλείδης παρῆκται Δωριέων ἔθει. οἳ φησὶ καὶ τὸν μαδὸν, μασθὸν λέγουσι. καὶ τὸ ψεῦδος ψύθος, ἄραντες τὸ ˉε. Τὸ δὲ ἁρπαλέως πάνυ ἀστείως ἔχον, τὸ πολὺ δηλοῖ τῆς εἰς τὸ ἐσθίειν σπουδῆς. (ῃερς. 253.) Ὅτι οὐ μόνον ἵπποι κρατερώνυχες οἱ καὶ χαλκόποδες ἐν Ἰλιάδι, ἀλλὰ καὶ ἡμίονοι ἐνταῦθα. φησὶ γοῦν. ζεῦξαν δ' ἡμιόνους κρατερώνυχας. Ὅτι δὲ καὶ λύκοι λέγονται κρατερώνυχες, ἀλλαχοῦ δηλοῦται. ἐν τούτοις δὲ, κεῖνται καὶ στεναὶ προαναφωνήσεις τῶν ἐφεξῆς. (ῃερς. 259.) Ὅτι ἔργα κατ' ἐξοχὴν ἐνταῦθα, τὰ γεωργικὰ ἐν τῷ, ἀγροὺς ἴομεν καὶ ἔργ' ἀνθρώπων. Καὶ ὅρα καὶ νῦν τὸ ἴομεν συστέλλον τὴν παραλήγουσαν καθ' ὁμοιότητα τοῦ τίομεν καὶ κυλίομεν καὶ τῶν ὁμοίων. (ῃερς. 261.) Ὅτι τὸ ἡγεμονεύειν ὅ ἐστι προηγεῖσθαι ὁδοῦ, αἰτιατικῇ συντάξας κἀνταῦθα Ὅμηρος, φησίν. ἔρχεσθον. ἐγώ δ' ὁδὸν ἡγεμονεύσω. ἤγουν προηγήσομαι εἰς ὁδόν. (ῃερς. 262.) Ὅτι ἐπιβαλὼν ὁ ποιητὴς ἐκφράσαι διὰ τῆς κόρης τὴν τῶν Φαιάκων πόλιν, περὶ μὲν αὐτῆς ἐκείνης, οὐδέν τι πλέον φησὶν, ἢ ὅτι περὶ αὐτὴν πύργος ὑψηλός. (ῃερς. 263.) περιηγεῖται δὲ τὰ τοῦ λιμένος μάλιστα, λέγων. καλὸς δὲ λιμὴν ἑκάτερθε πόληος. λεπτή δ' εἰσίθμη. νῆες δ' ὁδὸν ἀμφιέλισσαι εἰρύαται. πᾶσι γὰρ, ἐπίστιόν ἐστιν ἑκάστῳ. ἔνθα δ' αὐτοῖς ἀγορὴ καλὸν ποσιδήϊον ἀμφίς. ῥυτοῖσι λάεσσι κατωρυχέεσσ' ἀραρυῖα. ἔνθα δὲ νηῶν ὅπλα μελαινάων ἀλέγουσι, σπείσματα καὶ σπεῖρα, καὶ ἀποξύνουσιν ἐρετμά. οὐ γὰρ Φαιήκεσσι μέλει βιὸς οὐδὲ φαρέτρη. ἀλλ' ἱστοὶ καὶ ἐρετμὰ νηῶν καὶ νῆες ἐΐσαι. (ῃερς. 272.) ᾗσιν ἀγαλλόμενοι, πολιὴν περόωσι θάλασσαν. προαναφωνεῖ δὲ ταῦτα ὁ ποιητὴς, ἵνα πιθανολογηθῇ ὁ διὰ Φαιακικῆς νηὸς εἰς Ἰθάκην σωτήριος τοῦ Ὀδυσσέως πλοῦς. (ῃερς. 264.) Ἀρετὴ δὲ λιμένος καὶ ἡ λεπτὴ εἰσίθμη, τουτέστι ἡ στενὴ δίοδος εἰς αὐτὸν, παρὰ τὸ εἰσιέναι γινομένη πλεονασμῷ τοῦ θῆτα. οὕτω καὶ τοῦ κατὰ Λαιστρυγόνας λιμένος, ἀραιὴ λεχθήσεται εἴσοδος. Ἐν οἷς ὅρα ὡς τῆς μὲν ἐνταῦθα εἰσίθμης, μετάληψις ἐκεῖ τὸ εἴσοδος. τῆς δὲ ἐκεῖ ἀραιᾶς, ἑρμηνεία ἐνταῦθα ἡ λεπτή. (ῃερς.
221.1.2
) αἱ πρόγονοι. τουτέστι τὰ πρωτογεννήματα; χωρὶς δὲ, αἱ μετάσσαι. ὅ ἐστιν αἱ μέσαι κατὰ πλεονασμὸν τῆς μέσης συλλαβῆς. ἤγουν αἱ μεταγεγεννημέναι. αἱ μεσήλικες. (ῃερς. 222.) χωρὶς δ' αὖ αἱ ἕρσαι, ἃς ἴσως ἔστι καὶ ψάκαλα εἰπεῖν τὰ μετ' ὀλίγον δηλωθησόμενα, ὡς παρὰ τὴν ψακάδα ὅπέρ ἐστι δρόσος καθὰ καὶ ἡ ψεκάς. ἵνα σημαίνοιντο δι' ἀμφοῖν αἱ νεώταται καὶ οἷον δροσεραὶ διὰ τὸ ἁπαλόν. Ἰστέον δὲ ὅτι ἐν τῷ περὶ ὀνομασίας ἡλικιῶν γράφει ὁ γραμματικὸς Ἀριστοφάνης, τοιαῦτα χρήσιμα εἰς τὰ προκείμενα. τῶν αἰγῶν οἱ μὲν τέλειοι, τράγοι καὶ ἴξαλοι. ἡ δὲ ἐχομένη ἡλικία, χίμαροι. τὰ δὲ νεώτατα, ἔριφοι. ὁ δὲ ποιητὴς ἐν Ὀδυσσείᾳ τὰ τέλεια μὲν προγόνους καλεῖ, τὰ δὲ μετὰ ταῦτα μετάσας. τὰ δὲ ἔτι νεώτερα, ἕρσας καὶ ἐσσῆνες δὲ καλοῦνται, ἡλικία τις. καὶ πρητῆνες. καὶ ἐπιπρητῆνες. ὅθεν καὶ παροιμία αἰγὸς ἐπιπρητῆνος ἐρυθροῦ πήρη ἀρίστη. Ἰωνικοὶ δέ τινες καὶ ἀττήγους καλοῦσιν ἡλικίαν τινὰ τῶν ἀῤῥένων. εἶτα εἰπὼν περὶ ἰονθάδος Ὁμηρικοῦ τοῦ ἐν τοῖς ἑξῆς ὅτι ἐφ' ἡλικίας τινὸς καὶ μεγέθουςαὐτό φησιν ὁ ποιητὴς, ἐπάγει ὅτι τῶν δὲ προβάτων τὰ μὲν τέλεια, ὄϊες καὶ κριοὶ καὶ ἀρνειοί. τὰ δὲ νέα, ἄρνες καὶ ἀμνοί. ἔνιοι δέ φασι, καὶ φανυλοὺς καλοῦσιν. ἐπὶ δὲ τούτοις σποράδην παραδίδωσιν ὅτι τε τὸ ἐξ ἵππου πατρὸς καὶ ὄνου μητρὸς γεννηθὲν γίννος ἐκαλεῖτο ἀγεννὴς ὢν τὸ μέγεθος. καὶ ὅτι πολλάκις τοὺς ὄνους κάνθωνας καὶ κανθηλίους καλοῦσιν. ἀστράβαι δέ φησιν, οἱ καταμόνας σωματηγοῦντες ἡμίονοι. καὶ ἀστραβηλάται, οἱ αὐτοὺς ἐλαύνοντες. ὑποζυγίαι δὲ, οἱ ὑφ' ἁμάξαις ζευγνύμενοι. βοῶν δέ φησι, ταῦροι μὲν οἱ τέλειοι καὶ ἐνόρχαι. ὧν οἱ χαλεπώτατοι καὶ δι' ἀκμὴν μονάζοντες ἀτιμαγέλαι καλοῦνται, αἱ δὲ θήλειαι βόες μόνον, τὰ δὲ νέα, δάμαλαι. καὶ δαμάλιες. καὶ μόσχοι. καὶ πόριες. καὶ πόρτιες. καὶ πόρτακες. λέγει δὲ καὶ ὅτι κατὰ τὴν δάμαλιν Σοφοκλῆς ἔφη γηγενῆ βούβαλιν. καὶ Αἰσχύλος, λεοντοχόρταν βούβαλιν νεαίτερον. καὶ ὅτι αἶγες καὶ ὄϊες θήλειαι κέρατα πολλάκις ἔχουσαι κεράδες καλοῦνται. σὺν δὲ ἄλλοις διαφόροις παραδίδωσι καὶ ὅτι λεόντων μὲν τὰ νεογνὰ σκύμνοι καὶ λεοντιδεῖς καλοῦνται. παρδάλεων δὲ, σκύμνοι καὶ πορδαλιδεῖς. ἄρκτων δὲ, σκύμνοι καὶ ἄρκιλοι. βουβάλων δὲ, πῶλοι. κυνῶν δὲ καὶ λύκων, σκύλακες. ὑστρίχων δὲ καὶ τῶν τοιούτων, ὄβρια καὶ ὀβρίκαλα. ὧν χρῆσις καὶ
221.2.1
Αἰσχύλῳ ἐν Ἀγαμέμνονι. ἔμβρυα δέ τινα καὶ ἀρτιγενῆ δὲ, ψάκαλα λέγει καλεῖσθαι, καὶ ὀρταλίχους. ὅθεν καὶ φησὶ παρὰ Σοφοκλεῖ ψακαλοῦχοι αἶγες μητέρες τ' ἐπιμαστίδιον γόνον ὀρταλίχων ἀναφαίνοιεν. καὶ οὕτω μὲν ἔχει τὰ τοιαῦτα. ἐν δὲ τοῖς ὡς προείρηται κατ' Ὅμηρον σημείωσαι ὡς εἰ καὶ ἀπὸ τοῦ ἄρδω ἄρσω ἡ ἕρση γίνεται, ἀλλὰ δασύνεται παρὰ Ἀττικοῖς. ὡς δηλοῖ καὶ τὸ, λωθόνθ' ἑρσήεντα. (ῃερς.