Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarii ad Homeri Odysseam i
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-thessalonicensis-pg-135-136" aria-label="More works by Eustathius Thessalonicensis PG 135"> —
⋯
More
Original / primary: Pg Scrape Grc
227.1.1
) Τὸ δὲ καλὸν ἀοιδάειν λίγ' ἀείδειν μετ' ὀλίγα φησίν. ἀσύνηθες δὲ τὸ ἀοιδάειν. ἀείδειν γὰρ τὸ κοινόν. Ὅτι δὲ τὸ ᾄδειν ἐν τῷ ἐργάζεσθαι δεῖγμά ἐστι τοῦ ῥᾳδίως τὸ ἔργον ποιεῖν, ἔτι δὲ καὶ σὺν ἡδονῇ, κατὰ γὰρ Πλάτωνα τὸν φιλόσοφον οὐδὲν ζῷον λυπούμενον ᾄδει, ἐδήλωσε καὶ ὁ περὶ Παῤῥασίου τοῦ Ἐφεσίου ζωγράφου ἱστορήσας, ὡς οὐκ ἀηδῶς αὐτῷ τὰ κατὰ τέχνην ἐποιεῖτο ἀλλὰ ῥᾳδίως ὡς καὶ ᾄδειν γράφοντα. Δάπεδον δὲ οὐ γῆν ὕπαιθρον ἐνταῦθα δηλοῦν ἔοικεν, ἀλλὰ τὸ τοῦ δώματος ἐμβαδόν. ἐξ αὐτοῦ δὲ τὸ πᾶν δῶμα δηλοῦται, ἠχῆεν δηλαδὴ ὄν. (ῃερς. 224.) Ὅτι Πολίτης κύριον ἀρχικὸς ἀνὴρ κήδιστος ἑτάρων ἦν κεδνότατός τε τῷ Ὀδυσσεῖ. (ῃερς. 225.) ἔστι δὲ κήδιστος μὲν ὁ φίλτατος, οὗ μάλιστα κήδεταί τις. Κεδνότατος δὲ κατὰ τοὺς παλαιοὺς, ὁ φροντιστικώτατος, ὅ ἐστι σοφώτατος ἢ συνετώτατος. ἔστι δὲ καὶ ἐν Ἰλιάδι Πολίτης κύριον. (ῃερς. 230.) Ὅτι φθεγξαμένων τῶν περὶ Ὀδυσσέα ἔξωθεν καὶ καλεσάντων ταχὺ ἐξελθοῦσα ἡ Κίρκη θύρας ὤϊξε φαεινὰς, καὶ κάλει. οἳ δ' ἅμα (ῃερς.

Intertext edge

Open linked passage

Note